Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ὑπόμνημα εἰς Ἠσαΐαν τὸν προφήτην 2

Commentarius in Isaiam prophetam 2 / Толкование на пророка Исаию 2

{1ΤΟΜΟΣ Γʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙ∆ΟΣ.}1

∆ιαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς Βαβυλωνίοις καὶ τοῖς ἀλλοφύλοις λόγον, μεθίστησι πάλιν τὴν προαγόρευσιν ἐπὶ τῇ Μωαβίτιδι· τοῦτ' ἔστι κατὰ τῆς τῶν Μωαβιτῶν μητροπόλεως χώρας τε ἁπάσης καὶ αὐτῆς τῆς βασιλείας. Ἔθνος καὶ αὐτοὶ βάρβα- ρον, ἀπηχθημένον παρὰ Θεῷ, διάτοι τὸ ἐγκεῖσθαι μὲν ὁλοτρόπως ταῖς τῶν εἰδώλων λατρείαις, ἐπιθαρ- σεῖν δὲ μάλιστα τῇ μάγῳ τέχνῃ, καὶ τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι δόξης, εἶναί τε τῶν ὅτι μάλιστα πολεμιωτάτων τοῖς ἐξ Ἰσραήλ. Καὶ γοῦν ὅτε τῶν Αἰγυπτίων ἀπηλλαγμένοι πλεονεξίας, ἐπὶ τὴν τῆς ἐπαγγελίας ἀπῄεσαν γῆν, μικροῦ δεῖν ἅπαντες δι- ολώλασι, τό γε ἧκον εἰς τὸ ἐγχείρημα Βαλὰκ, ὃς ἦν βασιλεὺς τὸ τηνικάδε τῶν Μωαβιτῶν. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· "6Καὶ ἅπαντες υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ. Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ, πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ· καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. Καὶ προσ- ώχθισε Μωὰβ ἐκ προσώπου υἱῶν Ἰσραήλ."6 Εἶτα ποῖον αὐτῷ γέγονε τὸ κακούργημα; Κατεμισθοῦτο τὸν Βαλαὰμ ἐκ τῆς Μεσοποταμίας· ψευδόμαντις δὲ οὗτος καὶ οἰωνοσκόπος· εἶτα παρακαλεῖ, λέγων· Ἐπάρασαί μοι τὸν Ἰσραήλ. Οἶδα γὰρ, φησὶν, ὅτι οὓς ἂν σὺ εὐλογήσῃς, ηὐλόγηνται, καὶ οὓς ἂν σὺ καταράσῃ, κεκατήρανται. Καὶ οἱ μὲν τῆς γοητείας ἐπράττοντο παρ' ἐκείνου τρόποι, βωμῶν τε ἐγηγερ- μένων, καὶ θυσιῶν προσκεκομισμένων. Ἐσφάλλετο δὲ τῆς ἐλπίδος ὁ Βαλὰκ, καὶ τῶν κατὰ γνώμην ἡμάρ- τηκεν, εὐλογοῦντος ἀδοκήτως τὸν Ἰσραὴλ τοῦ παρα λειφθέντος εἰς τὸ παραράσασθαι δεῖν. Ἐπειδὴ δὲ εἰς τὸ παρ' ἐλπίδας ἐκβέβηκεν αὐτῷ τὸ ἐγχείρημα, πάλιν ἑτέρῳ μέτεισι τρόπῳ τῆς κατ' αὐτῶν δυστρο- πίας τὸ χρῆμα. Σεσαγήνευκε γὰρ τοὺς ἐξ Ἰσραὴλ, ταῖς τῶν γυναικῶν ὥραις συνηρπασμένους ἐπί γε τὸ χρῆναι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτᾷν, καὶ προσκυ νεῖν ἑλέσθαι τῷ Βεελφεγώρ· εἴδωλον δὲ τοῦτο τῶν Μωα- βιτῶν. Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· "6Καὶ κατέλυσεν ὁ Ἰσραὴλ ἐν Σαττεὶμ, καὶ ἐβεβηλώθη ὁ λαὸς, ἐκπορνεῦσαι ἐπὶ τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφα- γεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν· καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν· καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ."6 Ἐπειδὴ γὰρ Θεοῦ ἐπαμύνοντος δεινὸς καὶ δυσάντητος ἦν ὁ Ἰσραὴλ, ταύτῃ τοι καὶ μάλα πικρῶς καὶ φιλοκακούργως, ἀφι- στάντες αὐτοῦ τὴν ἐπικουρίαν, προσκρούειν ἀνέπειθον τῷ ἐπὶ πάντας Θεῷ. ∆ιατετελέκασι δὲ καὶ μέχρι παντὸς τοιαύτην ἔχοντες γνώμην, κἂν εἰ συνέβη τὸν Ἰσραὴλ κοινωνῆσαι συμφοραῖς προσκεκρουκότα Θεῷ, κατηλαζονεύοντο καὶ κατεκερτόμουν ἐκεῖνοι, τὸ μηδὲν ὅλως δύνασθαι κατηγοροῦντες Θεοῦ, τοῦ σώζειν ὑπισχνουμένου τοὺς προσκυνοῦντας αὐτῷ. Καὶ τούτου μάρτυς ὁ μακάριος Ἰερεμίας ἐν τῇ κατ' αὐτῶν ὁράσει λέγων· "6Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπιχείριον αὐτοῦ συνετρίβη. Μεθύσατε αὐτὸν ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη."6 Καὶ πάλιν· "6Ὅτι οὕτως εἶπε ὁ Κύριος, Ἐλήφθη Ἀριώθ· καὶ ὀχυρώματα συνελήφθη. Καὶ ἀπολεῖται Μωὰβ ἀπὸ λαοῦ, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη."6 Ἧκε μὲν γὰρ κατὰ καιροὺς ὁ Ἀσσυρίων καὶ Βαβυλωνίων τύραννος καταδῃώσων τὴν Ἰουδαίαν. Εἷλε δὲ τὰς τῆς Σαμαρείας πόλεις. Μωαβῖται δὲ πάλιν καταμειδιῶντες τῶν ἀπολωλότων ἐπετώθαζον οὐ μετρίως, καὶ κατονειδίζοντες διετέ- λουν τὴν τοῦ Θεοῦ δόξαν. Ταύτῃ τοι δέδονται καὶ αὐτοὶ πρὸς ἐρήμωσιν, ἄρδην τε ἀπολώλασιν ὁμοῦ πόλεσί τε καὶ δήμῳ καὶ οἴκῳ παντὶ, ὥστε ἤδη πως μηδὲ ὑπάρξαι δοκεῖν. ∆ιαμέμνηται τοίνυν ἡ ὅρασις ἡ προκειμένη τῶν συμβεβηκότων αὐτοῖς· ἐξ ὀργῆς δηλονότι τῆς ἄνωθεν, καί φησιν· 9Νυκτὸς ἀπολεῖται ὁ Μωαβίτης· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.9 Τινὲς τῶν ταῦτα ἠκριβωκότων παρέδοσαν ὅτι μελλόντων τῶν ἐπ' αὐτοῖς αἴρειν πόλεμον τῶν Βαβυ- λωνίων, σεισμοῦ γεγονότος κατεδονήθη τοσοῦτον Μωαβιτῶν μητρόπολις, ὡς ὅλον αὐτῆς αὐτομάτως κατασεισθῆναι τὸ τεῖχος ἐν νυκτὶ καὶ σκότῳ· οὗ δὴ γεγονότος, πρὸ τῆς τῶν πολεμίων ἐφόδου, μονονουχὶ καὶ ἀπόλωλεν αὐτοῖς ἡ τῆς σωτηρίας ἐλπίς. Ταύτῃ τοι φησὶ νυκτὸς ἀπολεῖσθαι τὴν Μωαβίτιδα. 9Ἀλλὰ λυπεῖσθε, φησὶν, ἐφ' ἑαυτοῖς.9 Ὅμοιον ὡς εἰ λέγοι, Πλειστάκις ὀφρὺν ἐπαίροντες ὑψηλὴν ταῖς ἑτέρων ἐνετρυφήσατε συμφοραῖς· ἀλλὰ νῦν ἐφ' ὑμᾶς αὐτοὺς ὁ πόλεμος τρέχει, καὶ τὰ ἐντεῦ- θεν βλάβη ταῖς ἀνοσίαις ὑμῶν ἐπικρέμαται κεφα- λαῖς. Λυπεῖσθε τοίνυν οὐκ ἐφ' ἑτέροις τισὶν, ἀλλ' ἐφ' ἑαυτοῖς. 9Ἀπολεῖται γὰρ Λεβηδὼν, οὗ ὁ βωμὸς ὑμῶν.9 Ἔφην ὅτι δεινοὶ καὶ ἀγέρωχοι Μωαβῖται γεγόνασι, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐπιθαρσήσαντες, καὶ διὰ μάγου τέχνης κατευμεγεθήσειν οἰόμενοι τῆς ἁπάν- των χειρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ κἂν εἰ ἐπ- αμύνοι Θεός· οὐκοῦν ἐν τῇ καλουμένῃ Λεβηδὼν, βω- μὸς ἦν αὐτοῖς καὶ τέμενος οὐκ ἀθαύμαστον, τόγε ἧκον εἰς κατασκευήν. Ἐκεῖ τὰς μαντείας ἐπετέλουν, ἐφρό- νουν τε μέγα, καὶ σεπτὸν ὅτι μάλιστα παρὰ τοὺς ἄλλους ἐποιοῦντο τὸν χῶρον. Ἀλλ' ἀπολεῖται, φησὶ, καὶ τὸ τῆς μαντείας ὑμῶν ἐργαστήριον. 9Ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαῦ τῆς Μωα- βίτιδος.9 Πόλις δὲ αὕτη τῶν ἀλκιμωτάτων. 9Ὀλολύξατε, φησίν· ἐπὶ γὰρ πάσης κεφαλῆς φαλάκρωμα.9 Τοῦτ' ἔστιν, ἀτιμία κατὰ πάντων δραμεῖται μία. Φαλάκρωμα γὰρ ἀτιμίας σύμβολον. 9Ἔσονται δὲ καὶ πάντες βραχίονες κατατε τμημένοι.9 Ἀπὸ τοῦ κόπτεσθαι καὶ θρηνεῖν. Ἢ ὅτι τοῖς εἰδω- λολατροῦσιν ἔθος τὰς καλουμένας ἐντομίδας ταῖς τε παρειαῖς καὶ τοῖς βραχίοσιν ἐπιφέρειν. Μάτην οὖν ἄρα καὶ τοῦτο δράσετε, φησὶν, ἀνόνητον γὰρ τὸ χρῆμα παντελῶς. 9Οὐκοῦν ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκοις, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ, ὅτι κέκραγεν Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς.9 Πόλεων ἡμῖν οὐ μετρίοις δείμασιν ἐνησχημένων καταγράφει σχῆμα τῆς προφητείας ἡ δύναμις. Πολέ- μου γὰρ περισχόντος, καὶ συμφορᾶς τῆς ἐσχάτης ἐπενηνεγμένης πόλεσί τε καὶ οἴκοις, οἱ μὲν πλατείαις καὶ στενωποῖς οἰμώζοντες διαθέουσι. Τό γε μὴν ὅσον ἐστὶν ἀσθενές τε καὶ ἄμαχον, οἷον τὸ θηλύων γένος, καὶ τὸ νηπίων ἐπ' αὐτῶν ἀνεπήδησε δωμάτων, κομ- μὸν ποιεῖται καὶ ὀλολυγὴν, ταῖς τῶν πολεμίων ἐν- ορῶν φάλαγξι, καὶ τὴν ὅσον οὐδέπω παρεσομένην ἐννοήσαντες σφαγήν. Ὀλολύξετε τοίνυν· κέκραγε γὰρ Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς. Πόλεις δὲ ταύτας εἶναί φησι τὰς Μωαβίτιδος τὰς μαχιμωτάτας. Ἀλλ' εἰ καὶ οὕτως ἔχοιεν, φησὶ, τοσαύτην ποιήσονται τὴν ὀλολυγὴν, ὡς μὴ λεληθότως, μηδὲ ἐν παραβύστῳ κλαίειν, ἀκουστὴν δὲ μᾶλλον γενέσθαι τὴν φωνὴν, καὶ ἀναφανδὸν ὀλοφύρεσθαι, κατημεληκότων τῶν ἐν αὐταῖς τῆς αὐτῆς συνήθους ἀνδρείας, συντεθραυσμένων δὲ οὕτως, ὡς ἀμοιρῆσαι παντελῶς εὐσθενείας τε καὶ θράσους, καὶ τῶν εἰς ἀλκὴν ἐννοιῶν καὶ ἐγχειρημάτων. 9Ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ· ἡ ψυχὴ αὐτῆς γνώσεται, καὶ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ, ἔως Σηγώρ· δάμαλις γάρ ἐστι τριέτης. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ, κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμός.9 Προσβάλλουσιν ἀεὶ τῶν ἀνηκέστων συμφορῶν δρι- μεῖαί τε λύπαι, καὶ ἀθυμίαι παγχάλεποι, καὶ δειμά των ἔφοδος, οὐκ ἀνικάνως ἔχουσα καὶ τὴν ἄγαν εὐτολμοτάτην καταθραῦσαι καρδίαν. Ἐντεῦθεν οἶμαί τισι πρόσωπα μὲν γενέσθαι σκυθρωπὰ, καὶ οἷον ἐκ βάθους ἀναπηδῶντας στεναγμοὺς, καὶ τῆς ἔσω φλογὸς τὴν ζέσιν διερμηνεύοντα. Ἡ ὀσφὺς τοιγαροῦν τῆς Μωαβίτιδος βοᾷ· τοῦτ' ἔστιν, ἐν ὠδῖσίν ἐστιν, καὶ κεκρυμμένους ἔχει τοὺς πόνους, προκαταπτοουμένη δηλονότι ταῖς φήμαις, καὶ τὸν οὐδέπω παρεσόμενον ἐννοοῦσα πόλεμον. Ἔγνω γὰρ τοῦτο ἡ ψυχὴ αὐτῆς. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ὀλοφύρεταί τε καὶ κέκραγεν ἐν αὐτῇ ἕως Σηγὼρ, τοῦτ' ἔστι, Μωαβῖτις ἅπασα χώρα, μέχρι καὶ αὐτῶν τερμάτων. Φασὶ γὰρ ἐπ' αὐτοῖς τοῖς ὅροις τῶν Μωαβιτῶν τεθεῖσθαι τὴν Σηγώρ. Τίνος οὖν ἕνεκα ταῦτα συμβήσεται παθεῖν αὐτήν; ∆άμαλίς ἐστι τριέτης. Ὁ τρίτος ἐνιαυτὸς τοῖς ἀλόγοις τῶν ζώων ἀρκεῖ πρὸς ἀκμὴν, καὶ εἰς τὸ σφριγῶσαν αὐτοῖς ἐνεργήσασθαι δύναμιν. Τοιγάρτοι καὶ τοῦ χρῆναι δαμάζεσθαι καιρὸς αὐτοῖς ἐκεῖνός ἐστιν. Ἕως τοίνυν ἐστὶν ἡ δάμαλις ἀπειρόζυγος, σφριγῶσά τε καὶ νέα, καὶ ἀρτιφυὲς ἐκφέρουσα κέρας, κατασκιρτῶσα τῶν αὐλῶν καὶ τῶν ἐπαύλεων κατορχεῖται πλειστάκις· τοιαύτη τις γέγονεν ἡ Μωα- βιτῶν, ἐπιπηδῶσα τοῖς πέλας, καὶ κατασκιρτῶσα τῶν ἀσθενεστέρων. Ὑψηλὴν δὲ εἶναί φασιν αὐτὴν, καὶ λεωφόρον τινὰ τὴν Ἀρωνιεὶμ οὕτω κεκλημένην, ἀνακομίζειν τε εἰς αὐτὴν τοὺς ἐξ ἑτέρων ἥκοντας ἢ πόλεων ἢ χωρῶν. Ἐπ' αὐτῆς τοίνυν, φησὶ, τῆς ἀναβά- σεως τῆς Ἀρωνιεὶμ, κλαίοντες ἀναβήσονται. Φωνὴ δὲ τοῖς κλαίουσι, σύντριμμα καὶ συσσεισμός. Προανακεκράγασι γὰρ τὰ ἐκ τοῦ πολέμου συμβησόμενα πάθη, μονονουχὶ συσσείοντος ἅπαντα, πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐτοῖς συντρίβοντος. 9Τὸ ὕδωρ τῆς Νεβρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρ- τος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται, μὴ καὶ οὕτως μέλλει σωθῆναι;9 Πόλιν εἶναί φασι τὴν Νεβρεὶμ κειμένην μὲν ἐν ἐσχατιαῖς τῆς χώρας, γειτνιῶσαν θαλάσσῃ τῇ Ἐρυθρᾷ εὔυδρον δὲ οὕτως καὶ εὔβοτον, ὡς καὶ ἵππον δύνασθαι κεκτῆσθαι πολλὴν τοὺς ἐν αὐτῇ· ταύτῃ τοι καὶ εἶναι μαχιμωτάτους, ἔχειν τε τὴν ἵππον ἐμπειροπόλεμον. Ἐκ θείας τοίνυν, φησὶν, ὀργῆς, ἐκ τῆς τῶν πολε- μίων ἐφόδου, ἔρημος ἔσται καὶ ὑδάτων καὶ χόρτου χλωροῦ. Οὗ δὴ γεγονότος, ἀτονήσει πάντως ἡ τῶν τακτικῶν ἐμπειρία προανῃρημένων τῶν ἵππων, καὶ διολωλότων ὑπὸ λιμοῦ. Ἀλλ' εἰ τοῦτο γένοιτο, φησὶ, μὴ ἄρα φρονήσει μέγα καὶ οὕτως ἐφ' ἑαυτῆς; μὴ τούτου συμβεβηκότος μέλλει σωθῆναι, καὶ τὰς τῶν πολεμίων διαδράναι χεῖρας; προανῃρημένης γὰρ αὐτῶν τῆς ἰσχύος, ποία τις ἔσται λοιπὸν ἡ τῆς σωτη- ρίας ἐλπίς; 9Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήψονται αὐτήν. Συνῆψε ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Ἀγαλλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὸ δὲ ὕδωρ τὸ Ῥεμ-μὼρ πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼρ Ἄραβας. Καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, καὶ Ἀριὴλ, καὶ τὸ κατάλοιπον Ἄδαμα ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς.9 Τὰ νοτιώτατα μέρη τῶν ∆αμασκηνῶν κατανέ- μεσθαί φασι τὰ τῶν καλουμένων Σαρακηνῶν ἀναρί- θμητα γένη, καὶ μέχρι αὐτῆς παρατείνοντα τῆς Περ σῶν. Αὐτοὶ συνωπλίζοντο τοῖς Βαβυλωνίοις, καὶ κατεδῄουν τὴν Μωαβιτῶν· εἵποντο γὰρ καὶ αὐτοὶ καίτοι τάχα που καὶ γένος ὄντες, καὶ γείτονες τῇ Μωαβιτῶν. Κέκληντο γὰρ καὶ Ἄραβες καὶ αὐτοί. Ληφθήσεσθαι τοίνυν φησὶ τὴν Νεβρείμ· Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα. Ἄραβας, καὶ λήψονται αὐτήν. Φάραγγα, δὲ κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρεὶμ, διὰ τὸ ἐν κοίλῳ κεῖσθαι τόπῳ. Καίτοι τῶν ἑτέρων πόλεων ᾐρμένων ὑψοῦ, καὶ ἐν ὄρεσιν οὐσῶν. Ἐπειδὴ δὲ οὐ μέρος ἦν τῆς Μωαβιτῶν τὸ τῷ πολέμῳ συντε- τριμμένον, ἀλλ' ὅλη δι' ὅλου κατεδονήθη τε καὶ σεσά- λευται μεθύοντος δίκην· ταύτῃ τοι φησὶν ἐκ περά- των εἰς πέρατα συναφθήσεσθαι τὴν βοὴν, τῶν ὀλο- λυζόντων δηλονότι, καὶ τὸν τοῖς ἀπολεῖσθαι μέλλουσι θρῆνον ἐκμελετᾷν εἰωθότων. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος, φησὶ, τῆς Ἀγαλλεὶμ, καὶ ὀλο- λυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὰς δὲ ἔξω πόλεις, καὶ ἐπ' αὐτοῖς τοῖς τέρμασι κειμένας ὀνομάζει, τήν τε Ἀγαλλείμ φημι, καὶ τὸ φρέαρ τοῦ Ἐλείμ. Τεθεῖσθαι δὲ τὸν θρῆνον εἰς πᾶσαν αὐτῶν τὴν χώραν διαβεβαιούμενος, ὡς ἔφην, εἶτά φησιν, ὅτι Τὸ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος. Ἐνυδροτάτην δὲ εἶναι λόγος τὴν Ῥεμμών. Ἀλλὰπλησθήσεται, φησὶν, αἵματος, ἐκεῖνό που λέγων, ὅτι ταῖς τῶν ὑδάτων δαψιλείαις φιλονεικήσει κατὰ τὸν τοῦ πολέμου καιρὸν τῶν πιπτόντων τὸ αἷμα· καὶ πεφοινιγμένοι μὲν ὀφθήσονται ποταμοὶ, κατασκε δασθήσεται δὲ τῆς γῆς τὸ ὕδωρ, οὐκέτι καθαρὸν, οὔτε μὴν ὕδατος ὄψιν ἔχον, ἀλλ' ἑτερόχρουν καὶ αἱμα- τοειδές. Ληφθήσεσθαι δὲ καὶ αὐτὴν ἐξ Ἀράβων φησὶν, ὥστε ἅπαν μὲν σπέρμα Μωὰβ, καὶ Ἀριὴλ ἐξαρθῆναι, τοῦτ' ἔστιν, ἀπολέσθαι τε καὶ δαπανηθῆναι. Τό γε μὴν ὑπολελειμμένον ἀποστελῶ, φησὶν, ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς. Πικροὶ γὰρ ὄντες ἀεὶ βαδιοῦνται πρὸς αἰχμαλωσίαν, καθάπερ τινὲς ὄφεις ταῖς τινῶν ἐπ- ωδαῖς γεγοητευμένοι, καὶ οἷον ἀπονυστάξαντες, εἰς τὸ ἀσυνήθως ἥμερον. Τὸ γάρτοι λέγειν Ἀποστελῶ, τὸ ἐκπέμψαι δηλοῖ. Ἔθος γὰρ τοῖς ἑλοῦσι χώραν ἢ πόλιν, οὐχὶ πάντας ἄρδην ἀπολύειν ἔσθ' ὅτε, δεδαπανημένης δὲ τῆς μαχιμωτάτης πληθύος, ἐν δορυλήπτων ποιεῖσθαι τάξει τοὺς περιλελειμμένους. Εἰ δὲ χρή τινα καὶ ταῖς ἱστορίαις ἐφαρμόσαι λόγον ἀναγκαῖον, ἰστέον, ὅτι ψυχὴ μὲν τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρά τέ ἐστι καὶ δυσάλωτος, καὶ τῆς τῶν μαχομένων αὐτῇ κατευμεγεθοῦσα χειρός. Νικᾷ γὰρ ἀρχάς τε καὶ ἐξου- σίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Εἰ δὲ δὴ παρατρέποιτο πρὸς ἃ μὴ προσῆκεν, ἔξω τε τῆς εὐθείας φέροιτο τρίβου, καὶ τὸ Θεῷ δοκοῦν παρατρέ- χουσα, πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ καταφέροιτο πάθη, καὶ τὸν τῆς εὐπειθείας ἀποσείσαιτο ζυγὸν, ἀγυμνοῖ πάσης αὐτὴν ἐπικουρίας, καὶ οἷον ἀτείχιστον αὐτὴν ἀποφαίνει, καὶ ἀνασφαλεῖ τοῖς πολεμοῦσιν ἐργάζε- ται, καταλειαίνει τε τὰς ἐφόδους τὰς ἐπ' αὐτῇ τοῖς πάθεσιν, ὡς κατὰ μηδένα τρόπον ἰσχῦσαι διαφυγεῖν. Οὕτω παραδίδονται μὲν εἰς ἀδόκιμον νοῦν, καὶ γεγό- νασιν εὐάλωτοι ταῖς ἐκτόποις ἐπιθυμίαις, σώζει δὲ αὐτὰς οὐδὲν, ἀλλ' εἰσὶν ὑπὸ πόδας ἐχθρῶν, ἀνάνδρως διεῤῥιμμέναι. Ἐὰν μὲν γὰρ κλείσῃ κατὰ τοὺς ἀνθρώ- πους, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τίς ἀνοίξει, καὶ τὴν παναλκῆ τοῦ παραδεδωκότος πλεονεκτήσει δεξιάν; Μένωμεν τοίνυν ἐν τῷ θείῳ φόβῳ. Κερδανοῦμεν γὰρ οὕτω τῆς ἄνωθεν εὐμενείας τὴν χάριν· καὶ κατανεα- νιευσόμεθα πνευματικῶς, καὶ ἁμαρτίας, καὶ παθῶν, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ὀλίγα κομιδῆ φροντί ζοντες, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντή- σομεν, τὴν εὐκλεᾶ καὶ δοκιμωτάτην κατορθοῦντες ζωήν. 9Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἔσῃ γὰρ ὡς πτηνοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ.9 Κατεστράτευσε τῆς Σαμαρείας κατὰ καιροὺς Σαλ- μανασὰρ ὁ Ἀσσύριος, εἷλέν τε τὰς ἐν αὐτῇ πόλεις· καὶ προσέτι τῶν τῆς Ἰουδαίας προσηδίκησε πολλὰς, καὶ δορύληπτον ἀπεκόμισε πληθὺν εἰς τὴν ἑαυτοῦ. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ἐπετώθαζον τῇ Σιὼν ἤτοι τῇ Ἱερουσαλὴμ τὰ Μωαβιτῶν ἔθνη, καὶ πέτραν αὐτὴν ἠρημωμένην ὠνόμαζον, οὐκ αὐτῆς που τάχα καταμειδιῶντες οἱ τάλανες, ἀλλὰ τοῦ ἐπὶ πάντας Θεοῦ· καὶ γοῦν καὶ ἔφασκον τὴν σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπὸ πό- δας ἐλθεῖν τῶν ἐχθρῶν. Ὦ τοίνυν θυγάτηρ Μωὰβ, φησὶν, ἐνήθει δὲ πάντως ὁ λόγος, μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἆρα μόνη, φησὶ, κέκμηκεν ἡ Σιών; ἆρα μόνη πέπτωκεν ὑπὸ πόδας ἐχθρῶν; καὶ τὴν τῶν ἐνοικούντων αὐτὴν νενόσηκεν ἐρημίαν; ἢ τοῖς ἔτι χείροσιν αὐτῆς περιπέπτωκας; Ληφθήσῃ γὰρ παρ' ἐχθρῶν, καὶ οἷον ἐκ καλιᾶς νεοσσὸς ἀφῃρη- μένος, εἰς ἑτέραν οἰχήσῃ χώραν, καὶ δουλεύσεις ἐχθροῖς, ἔσῃ τε παρ' αὐτοῖς αἰχμάλωτος οἰκτρὰ, καὶ κατεῤῥιμμένη, καὶ ὑπὸ ζυγὰ δουλείας. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον παράγγελμα τό· "6Ἂν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχάρῃς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ· καὶ ἀποστρέψει τὸν θυμὸν αὐ- τοῦ ἀπ' αὐτοῦ."6 Οὐ γάρ τοι προσήκει ταῖς ἑτέρων ἐπι γάννυσθαι συμφοραῖς, οὐδὲ θυμηδείας ποιεῖσθαι πρό- φασιν τὸ τῷ πέλας συμβεβηκὸς, κἂν εἴ τις εἴη τυχὸν τῶν καταλυπεῖν εἰωθότων, ἐπιστυγνάζειν δὲ μᾶλλον αὐτῷ, καὶ τοῖς ἰδίοις πταίσμασιν ἐνιέντας τὸν ὀφθαλ- μὸν, δεδιέναι σφόδρα, μὴ ἄρα πως καὶ ἐφ' ἡμᾶς ὁ τοῦ καταπαίοντος ἐπέλθοι θυμός. 9Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν. Μὴ ἀπαρχῆς παρ- οικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.9 ∆υσερμήνευτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς, διά τοι τάς τε τῶν προσώπων εἰς πρόσωπα μεταβά- σεις, καὶ τὸ τῆς συνθήκης τραχὺ καὶ οὐ βάσιμον νῷ παντί. Πλὴν ὡς ἂν οἷός τε ὦ, πειράσομαι διειπεῖν. Πεπορθημένης τοίνυν ἁπάσης τῆς Μωαβιτῶν, πόλεών τε κατηρειπομένων, καὶ οἴκων ἐμπεπρησμένων, καὶ ἁπαξαπλῶς ἐκλελυττηκότων ἀγρίως τῶν Βαβυλω νίων, οἱ διαφυγεῖν ἰσχύσαντες μετῴκησαν εἰς τὴν Ἀρνῶν. Πόλις δὲ αὕτη τῶν ὀχυροτάτων, ὅμορός που τάχα τῇ Μωαβιτῶν. Ἔστι τοίνυν πρὸς αὐτὴν ὁ λό- γος. Σὺ δὲ, φησὶ, μετὰ τοῦτο, ὦ Ἀρνῶν, πλείονα βου- λεύου. Κατασκέπτου, φησὶ, τίνα τρόπον διασῶσαι δυ- νήσῃ τοὺς περιλελειμμένους καὶ διαφυγεῖν ἰσχύσαν- τας τῶν πεπορθηκότων τὴν ἀγριότητα. Ποίει τε σκέ- πην πένθους αὐτῇ διὰ παντός. Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον, σκέπη γένου τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Φεύγουσι γὰρ ἐν μεσημβρινῇ σκο- τιᾷ, τοῦτ' ἔστιν, ἡμέρας οὔσης, καὶ ἡλίου μεσημβρί- ζοντος αὐτοῖς σκοτιὰν ἔχουσι κατὰ νοῦν. Ἱκανὸς γὰρ λίαν ὁ τοῦ θανάτου φόβος καταθολῶσαι ψυχὴν, καὶ οἷόν τινα νύκτα καταχέαι τοῦ νοῦ τῆς εἰς ἄκρου δυσ- θυμίας τὴν ἔφοδον. Ταύτῃ τοί φησιν, ὅτι Καὶ ἐξέστη- σαν. Μόνον γὰρ οὐχὶ καὶ τοῦ φοβεῖν ἔξω γεγόνασιν, τοῖς ἐκ τοῦ πολέμου καταπτοούμενοι δείμασιν. Ἀλλ' εἰ καὶ δέξαιο, φησὶ, τοὺς ἀπό γε τῆς Μωαβιτῶν, ἀλλ' οὖν ἴσθι τοι καὶ μάλα σαφῶς, ὅτι σέσωκας οὐ πάντας, ἀλλὰ βραχὺ καὶ εὐαρίθμητον τῶν ἀπ- ολωλότων λείψανον. Τοῦτο οἶμαι δηλοῦν ἐθέλειν λέ- γοντα· Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ. Μὴ ἐν ἀρχαῖς ὄντος τοῦ πολέμου, φησὶν, ὑπεδέξω τοὺς φυγάδας· οὐκ εὐαρίθμητοι κομιδῆ καὶ ὀλίγοι παν- τελῶς οἱ διαφυγεῖν ἰσχύσαντες; Οὐκοῦν εἰς πέρας ἐνήνεκται τὰ εἰρημένα παρὰ Θεοῦ κατὰ Μωαβιτῶν. Ἀπόλωλε γὰρ εἰ καὶ βραχὺ, καὶ μόλις διασέσωσται λείψανον. Ἀλλ', ὦ, φησὶν, Ἀρνῶν, ὑπεδέξω τοὺς ἐκ τῆς Μωαβιτῶν, προσδοκήσασα τάχα που, ὅτι καὶ αὐ- τοὶ κατὰ καιροὺς ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος. Ἔσται δὲ οὐχὶ τοῦτο. Πόθεν; Ἤρθη γὰρ ἡ συμμαχία σου· καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ ἀεί σοι συνασπίσας, φησὶ, τῆς Μωαβιτῶν ἡγούμενος, ὁ δεινὸς καὶ ὑπέροπτος, καὶ ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστη- κότας, ᾤχετο καὶ ἀπόλωλεν. Ἤρθη γὰρ, καὶ ἐκ μέ- σου γέγονεν. ∆ιδάσκει δὲ διὰ τούτων, ὅτι προσανῄρη- ται τοῖς Μωαβίταις, καὶ ἡ τοῦ δύνασθαί ποτε κρατῆσαι πάλιν αὐτοὺς ἐλπίς. Οἱ γὰρ ἀσεβεῖς ἐκ γῆς ὁλόῤῥιζοι, φησὶν, ὀλοῦνται· θείου δὲ ὅλως ἐπι- πηδῶντος θυμοῦ, ποῖον ἔσται τῶν πεπονθότων λείψανον; Ἢ τίς ὁ ἀναστῆσαι δυνάμενος, Θεοῦ κατα- στρέψοντος; 9Καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ ∆αβὶδ, κρίνων καὶ ἐκζητῶν κρῖμα, καὶ σπεύδων δικαιοσύνην.9 Ἐν τούτοις σαφῶς ἐπαγγέλλεται τὸ ἀπαλλαχθή- σεσθαι κατὰ καιροὺς τὸν Ἰσραὴλ, τῆς ἀφορήτου ταλαιπωρίας, καὶ τῶν ἐκ τῆς αἰχμαλωσίας κακῶν. Κύρου γὰρ ἑλόντος τὴν Βαβυλωνίων ἀνέθη μὲν ὁ Ἰσραὴλ, ἀνεκομίσθη δὲ κατοικτείροντος Θεοῦ εἰς τὴν ἁγίαν πόλιν, ἡγουμένων Ζωροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα καὶ ∆αβὶδ, καὶ μέν τοι καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ὁ τοίνυν θρό νος, φησὶ, τοῦτ' ἔστιν, ἡ παρὰ τοῖς Ἰουδαίοις βασι- λεία, διορθωθήσεται μετὰ ἐλέους, τοῦτ' ἔστιν, εἰς τὴν οἰκείαν ἐπανήξει τάξιν, κατοικτείροντος Θεοῦ. Καθ- ιεῖται δὲ πάλιν ἐπ' αὐτοῦ μετ' ἀληθείας ἐν σκηνῇ ∆α- βὶδ, κρίνων καὶ ἐπιζητῶν κρῖμα. Καὶ σκηνὴν, ὡς ἔοικεν, ὀνομάζει τὰ βασίλεια, ἐν οἷς ποιούμενοι τὰς διατριβὰς ἐδίκαζον, ἐννόμως αὐτοὺς τοὺς τῆς βασιλείας διέποντας θάκους. Καὶ τό γε ἧκον εἰς τὸ Θεῷ δοκοῦν, ἐπιμεληταὶ δικαιοσύνης γεγόνασιν, εἰ καὶ τῆς ἀρετῆς διημαρτήκασί τινες, ἀπονενευκότες ἐπὶ τὰ χείρω. Ἰστέον δὲ ὅτι μετὰ τὴν ἐκ τῆς Βαβυλῶνος ἐπάνοδον, οὐκέτι διῃρημένως κατῳκήκασιν οἱ ἐξ Ἰσραὴλ, ὡς εἶναι μὲν ἐν τῇ Σαμαρείᾳ τὰς δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, βασιλεύοντος ἐπ' αὐτοῖς τινος, ἐν δὲ τοῖς Ἱεροσολύμοις τὴν Ἰούδα φυλὴν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, πάλιν ἑτέρου καὶ ἰδικῶς βα- σιλεύοντός τινος ἐπ' αὐτῶν, ἀλλ' εἰς μίαν συνενεχθέν- τες διάνοιαν, κατῳκήκασιν ὁμοῦ τὰ Ἱεροσόλυμα, ἕνα λοιπὸν χρίοντες βασιλέα. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Καὶ ἀναβή- σονται ἐκ τῆς γῆς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα. Πλὴν ὑπισχνεῖται Θεὸς τοῦ παρὰ τοῖς Ἰουδαίοις θρόνου τὴν ἐπανόρθωσιν, μονον- ουχὶ κατονειδίζων τὴν Μωάβ. Πεφλυάρηκε μὲν λέγου- σα, ὅτι Πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών. Ἀλλά σοι μὲν, φησὶ, τοῦτο κἀκεῖνο συμβήσεται πλατὺ γελώσῃ κατὰ τῶν ἐξ Ἰσραήλ. Τοὺς δὲ πάντη τε καὶ πάντως ἐλεήσει Θεὸς, καὶ ἀνήσει μὲν τῶν συμβεβηκότων· ἀποκαταστήσει δὲ πρὸς τὸ ἐν ἀρχαῖς τὴν παρ' αὐτοῖς βασιλείαν ἐπανορθῶσαι. 9Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφό- δρα.9 Προαναφωνήσας εὖ μάλα τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον τῶν ἐξ Ἰσραὴλ, καὶ ὅτι πάλιν ἀναφοίτησις ἔσται πρὸς τὸ ἀρχαῖον τῆς παρ' αὐτοῖς ἀρχῆς, ἤγουν βασιλείας, ἐπάνεισι πάλιν ἐπὶ τὴν Μωὰβ, καὶ μεθ ίστησιν ἐπ' αὐτοὺς τὸν λόγον. Εἴρηται δὲ ὥσπερ ἐκ προσώπου τῶν ἁγίων προφητῶν, τὸ, Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα. Συναινοῦσι γὰρ διὰ τούτων, ὡς ἐν δίκῃ κολάζοντι τῷ Θεῷ, ὀφειλομένην τε καὶ πρέπουσαν αὐτοῖς ἐπενεγκόντι τὴν τιμωρίαν. Ἀκηκοέναι δέ φασι τὴν ὕβριν Μωὰβ, πρῶτον μὲν τὴν ἀρχαιοτάτην ἐκείνην ἰστορίαν οὐκ ἠγνοηκότες, ἣν ὁ θεσπέσιος ἀφηγεῖται Μωσῆς. Ὡς γὰρ φθάσαν- τες εἴπομεν, κατεμισθοῦτο τὸν Βαλαὰμ ὁ Βαλάκ· ∆εῦρο, λέγων, ἐπάρασαί μοι τὸν Ἰσραήλ. Πλεῖστα δὲ ὅσα πρὸς τοῦτο πέπρακται κατὰ καιροὺς παρὰ τῆς Μωαβιτῶν ὑπεροψίας τῇ τοῦ Θεοῦ μαχόμενα δόξῃ. 9Τὴν ὑπερηφανίαν ἐξῆρα.9 Τῶν ἁγίων προφητῶν ἐναργέστατα διωμολογηκό- των, ἀκηκοέναι τε τὴν ὕβριν Μωὰβ, εἰδέναι τε ὅτι καὶ σφόδρα ἐστὶν ὑβριστὴς, ἀνταποκρίνεται Θεὸς καί φησι· Τὴν ὑπερηφανίαν ἐξῆρα· τοῦτ' ἔστιν, οὐχ ὑπέρ- οπτον ἁπλῶς οὖσαν τὴν Μωὰβ, ἀλλ' οἷον αὐτὸ χρῆμα γενομένην ὑπεροψίαν ἐκ μέσου γενέσθαι παρ- εσκεύασα. Πολεμῶ γὰρ ὑπερηφάνοις, καὶ μάχομαι τοῖς οὐ μέτρια φρονεῖν ᾑρημένοις, εἰκῆ δὲ μᾶλλον ἐξ- ογκουμένοις, καὶ ὑψοῦ τὴν ὀφρὺν ἀνατείνουσι, καὶ τῆς ἑαυτῶν φύσεως ἠγνοηκόσι τὴν ἀσθένειαν. Γέ- γραπται δὲ, ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσε- ται. ∆ιδάσκων δὲ ὅτι κολάζει δικαίως, καὶ οὐ μάτην ἁπλῶς ἐπάγει τὰς δίκας, καταγορεύει τῆς Μωὰβ ὡς ἀφορήτως νοσούσης τὴν ὑπεροψίαν. 9Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως.9 Ἐξῆρα μὲν οὐκ ἐγὼ τὴν ὑπερηφανίαν σου, φησὶ, τοῦτ' ἔστιν, ἐξέκοψα τὴν Μωὰβ, ἀλλ' οὐ ταῦτά σοι προήγγελλον αἱ παρὰ σοῦ* ἁμαρτίαι. Ἐπηγγέλλοντο γὰρ ψευδοεποῦντες οἱ μάντεις, ὅτι καὶ κρείττων ἔσῃ τῆς τοῦ πολέμου προσβολῆς, καὶ νικήσεις εὐπετῶς τοὺς ἀνθεστηκότας, καὶ ἀνάλωτος ἔσῃ τοῖς ἐχθροῖς, καὶ ἡττωμένοις ἐπιτωθάσεις. Ἀλλ' οὐχ οὕτως αὐτ' ἔχει, πολλοῦ γε καὶ δεῖ. Μᾶλλον γὰρ ἐξέβη πρὸς τὸ ἐναντίον, καὶ οὐ κατ' ἐλπίδα σὴν, τῶν πραγμάτων τὸ πέρας. Παγχάλεπον οὖν καὶ ἐπιζήμιον ἀληθῶς, τὸ τοῖς τῶν διαπαιζόντων προσέχειν λόγοις, καὶ ταῖς τῶν γοητῶν ἀποκομίζεσθαι φωναῖς, εἰς ἐλπίδας οὐκ ἐκβη- σομένας. 9Ὀλολύξει Μωάβ. Ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι ∆εσὲθ μελετήσεις.9 Ὅτι μὴ οὕτως ἐκβέβηκεν ἡ μαντεία, καθὰ προσ- εδόκησαν, ἀλλ' ἑτεροτρόπως, καὶ εἰς πᾶν τοὐναντίον, διαδείκνυσι σαφῶς, λέγων· Ὀλολύξει Μωὰβ, καίτοι τῆς μαντείας, ἤγουν τῇ τῶν μάγων τέχνῃ κεχρῆσθαι μεμελετηκότων οὐκ ὀλολύξειν αὐτὴν προηγορευκότων, ἀλλὰ γὰρ ἐπαλαλάξειν ἀπολωλόσιν ἐχθροῖς καὶ ἐπορ- χήσασθαι κειμένοις. Οὐκοῦν ἅπαντες, φησὶν, οἱ ἐν τῆ Μωαβίτιδι κατολολύξουσι· καὶ μελέτησις ἔσται τοῖς κατοικοῦσι ∆εσέθ. Πόλις δὲ καὶ αὕτη τῆς Μωὰβ, οἳ κόμμον τάχα που καὶ θρῆνον εὔρυθμόν τε καὶ εὐμελῆ καθ' ἑαυτῶν μελετήσαντες, διὰ τούτου σημαίνονται. 9Καὶ οὐκ ἐντραπήσονται πρὸς τὰ πεδία Ἐσεβῶν· πενθήσει ἄμπελος Σεβαμά. Καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ.9 Ὁ λόγος ἐστὶν ἐν τοῖς πρὸς αὐτοὺς τάχα που τοὺς τὴν Μωὰβ ᾑρηκότας, Ἀσσυρίους τέ φημι καὶ Βαβυ- λωνίους, οἷς προστέταχε τὰ τῆς Ἐσεβὼν πεδία μὴ ἐντρέπεσθαι ἔτι καὶ αὐτὴν κατεμπρῆσαι τὴν Ἐσεβῶν· διαθεῖναι δὲ οὕτω καὶ τὴν Σαυαμὰ, ὡς πενθῆσαι καὶ τὰς οὔσας ἀμπέλους ἐν αὐτῇ. Πρὸς αὐτοὺς δὲ δὴ καί φησι· Καταπίνοντες τὰ ἔθνη. Ὑμῖν γὰρ ἐπιτάττω, φησὶν, ὦ τῶν ἐθνῶν ὀλετῆρες, καὶ ἄπλειστοί μοι καὶ ἀπηνέστατοι θῆρες, ἔθνη καταπίνοντες, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Πόλις δὲ καὶ αὕτη τῶν Μωαβιτῶν. Ἀμπέλους δὲ πάλιν ἐν τούτοις, τοὺς τῶν Μωαβιτῶν οἰκήτορας ὀνομάζει. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ, καὶ δρυμοῖς καὶ ξύλοις καὶ μὴν καὶ ἀμπέλοις παρεικάζειν τοὺς ἐν ἑκάστῃ πόλει τε καὶ χώρᾳ. Καὶ γοῦν περὶ τοῦ Ἰσραήλ φησιν· Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ ὁ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Λέγων δὲ, ὅτι Καταπατήσατε τὰς ἀμπέλους αὐτῆς, δείκνυσι πάλιν, ὅτι μὴ τῆς τῶν Ἀσσυρίων χειρὸς ἔργον ἦν τὸ νικῆσαι τὴν Μωὰβ, ἀλλ' ἦν ὁ πάντα ἰσχύων Θεὸς ὑποφέρων τοῖς αὐτοῦ ποσὶ τοὺς ἀνθεστηκότας, καὶ τὸ δύνασθαι κρατεῖν τῆς ἐκείνων χειρὸς δωρούμενος. 9Οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι· ἐγκατελείφθησαν, διέβησαν τὴν ἔρημον.9 Φασὶν ὅτι τῶν Ἀσσυρίων ἐμβεβληκότων, πλεῖστοι τῶν Μωαβιτῶν εἰς τὴν ὅμορόν τε καὶ γείτονα φυγόν- τες ἔρημον διαλανθάνειν ἐσπούδαζον, καὶ μόλις ἐσπούδαζον, κομιδῆ βραχεῖς τὸν ἀριθμόν. Καὶ ἦν μὲν ἴσως οὐ χαλεπὸν τοῖς Βαβυλωνίοις κἀκείνους ἀνευ- ρεῖν, ἐπαφιέντος Θεοῦ, καὶ μέχρις αὐτῶν ἐκτείνοντος τὴν ὀργήν. Ἐπειδὴ δὲ κολάζει μεμετρημένως φιλάν- θρωπος ὢν, μονονουχὶ καὶ ἐντέλλεται τοῖς πεπορθη- κόσι τὴν Μωὰβ, μὴ συνάπτειν τοῖς ἀπολωλόσι τοὺς φυγάδας, πλανᾶσθαι δὲ ὥσπερ ἐᾷν τὴν ἔρημον, τουτ' ἔστι, λήθῃ διδόναι καὶ παραπέμπεσθαι τὴν ἔρευναν τῶν ἐν αὐτῇ συνδεδραμηκότων. Ταύτῃτοί φησι, πλα- νηθῆναί τε τὴν ἔρημον. Οἱ ἀπεσταλμένοι ὑμεῖς, φησὶν, οἱ διὰ τῆς ἐμῆς ὀργῆς ἀπεσταλμένοι πρὸς τὸ κατὰ κράτος ἑλεῖν τὴν Μωὰβ, πλανήθητε τὴν ἔρημον, λήθῃ δότε, καὶ παραπέμψασθε τὴν ἔρημον, διέβησαν γὰρ αὐτήν. Εἶτα ἐπέῤῥιπται μεταξὺ τὸ, Ἐγκατελείφθησαν, ἐκεῖνο πάλιν διδάσκων, ὡς οὐκ ἂν ἐν τούτοις γέγο- νεν ἡ Μωαβιτῶν, εἰ μὴ προσκέκρουκεν οὐ μετρίως τῷ πάντα ἰσχύοντι Θεῷ. 9∆ιὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελος Σεβαμά. Τὰ δένδρα σου κατέβαλεν Ἐσε- βῶν, καὶ ἐλάλει, ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυ- γητῷ σου καταπατήσω, καὶ ἄπαντα πεσοῦνται, καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἀπὸ τῶν ἀμπέλων σου· καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται· καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.9 Ἀναπλάττει πρόσωπον ὁ προφητικὸς ἡμῖν λόγος, ἐπὶ ταῖς τῶν Μωαβιτῶν δακρυῤῥοοῦν συμφοραῖς, καὶ τάχα που τῆς Ἰαζὴρ ὑπὲρ τὰς ἑτέρας πεπορθημένης· οὕτω καὶ τὰς ἄλλας κατολοφύρεσθαί φησιν, ὥσπερ ἂν πρέποι καὶ τὴν Ἰαζήρ. Ἀμπέλους δὲ καὶ δένδρα τοὺς ἐνοικοῦντας ταῖς πόλεσιν ὀνομάζει. Ἀπαριθμεῖται δὲ καὶ τὰς πεπορθημένας τῆς πόλεως Σαβαμὰ καὶ Ἐσε- βῶν. Ὁ δέ γε τῶν πολεμίων δῆμος ἐλάλησεν. Ἐπὶ τῷ θερισμῷ σου καὶ ἐπὶ τῷ τρυγητῷ σου, φησίν· ἐλάλησε δὲ τί; Τὸ, Καταπατήσω δηλονότι, καὶ ἅπαντα πεσοῦν- ται. Καὶ πρὸς τούτοις ἔτι· Ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων σου· ὁ γὰρ φιλέορτος Μωαβίτης, ὁ πλείστας τοῖς δαίμοσιν ἀνατιθεὶς τελε- τὰς, ὁ διανυκτερεύων ἐπὶ βωμοῖς, καὶ πρόφασιν εὐ- φροσύνης τὸ θύειν ἔχων ἀεί. Κατοιμώξει καὶ κλαύσε- ται, καὶ ἁπάσης θυμηδείας ἔσται μακράν. Οὐ γὰρ μὴ εὐφρανθήσονται· οὐδ' οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. Οὐκ ἔσται, φησὶν, ἐν ἀμ- πέλοις καρπός· συνοιχήσεται γὰρ αὐταῖς τὰ ἐξ αὐτῶν τικτόμενα. Καὶ ἐπὶ μὲν ταῖς ἀμπέλοις εἰ ἐκκόποιεν ὅλως, ἀληθὴς οὑτοσὶ λόγος. Εἰ δὲ δὴ γένοιτο πρὸς ἡμῶν, ὡς ἐν δυνάμει παραδειγμάτων ἐπὶ τὰ ἀνθρώπινα διδάσκει πάλιν ὁ λόγος, ὡς ὁμοῦ γονεῦσι τὰ ἐξ αὐτῶν οἰχήσεται, ὡς μηδὲ αὐταῖς ταῖς κυοφορούσαις δοθῆναί τινα παρὰ τῶν πολεμίων τὸν ἔλεον. Πεπονθέναι δὲ τοῦτο κατὰ τὴν Ἱερουσαλήμ φαμεν ἐν τῷ πρὸς Ῥω-μαίους πολέμῳ. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ προσαπαγ- γέλλων τὰ συμβησόμενα αὐτῇ, ὅτι κυκλωθήσεται μὲν ὑπὸ στρατοπέδων· συμβήσεται δὲ τὸ οὐαὶ μάλιστα ταῖς τικτούσαις καὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκεί- ναις ταῖς ἡμέραις. 9∆ιὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος, ὃ ἐνεκαίνι σας.9 Ἀφῃρημένων, φησὶν, ἀγαλλιάματός τε καὶ εὐφρο- σύνης ἐκ τῶν ἀμπέλων σου, καὶ οὐδενὸς ἐν αὐτοῖς εὐ- φρανθησομένου, συμβεβηκότος δὲ τούτου κἀκείνου, γενήσεται τὰ ἐντός μου καὶ κιθάρα καὶ ᾠδὴ καὶ μέλος ἐπί σοι. Τὰ σὰ γὰρ ἐξαγγέλλω πάθη, καὶ διαβόητον ἀποφαίνω τὴν ἐπενεχθεῖσάν σοι συμφοράν. Καὶ ὥσπερ τις εὔρυθμος ἀναβοήσω λύρα, κατακτυπήσω δὲ οὕτως, καὶ ἐξάκουστον ἐργάσομαι τὴν ᾠδὴν, ὡς τεῖχος ὃ ἐνε- καίνισας. Ἔφη μὲν γὰρ ἐν ἀρχαῖς τῆς ὁράσεως ὁ μα- κάριος προφήτης· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. ∆ιερ- μηνεύοντες δὲ ἡμεῖς τῶν εἰρημένων τὴν δύναμιν, ἐλέ- γομεν, ὅτι σεισμοῦ γεγονότος, τὸ τῆς Μωαβίτιδος κατηῤῥάγη τεῖχος, καὶ πρὸ τῆς τῶν πολεμίων ἐκβο- λῆς μονονουχὶ καὶ ἐκ βάθρων ἀναμοχλευθὲν κατεβρόν- τησε τῆς Μωαβιτῶν, ὃ δὴ καὶ ἀνεκαίνισαν, ἀνόνητον παντελῶς τὸν ἐπί γε τούτῳ δαπανήσαντες πόνον. Εἷλον γὰρ ἀμογητὶ τὴν σύμπασαν γῆν Ἀσσύριοί τε καὶ Βα βυλώνιοι. Ἠχήσει τοίνυν τὰ ἐντός μου, φησὶν, ἐπὶ ταῖς σαῖς συμφοραῖς ὡς κιθάρα, καὶ διαβόητον οὕτως τὸ σὸν ἐργάσομαι πάθος· καθάπερ ἀμέλει τὸ σὸν κατ- ηνέχθη τεῖχος, ὃ ἐνεκαίνισας μὲν, πλὴν ἐπ' οὐδενὶ τῶν χρησίμων. Πεπτωκότος γὰρ αὐτομάτως τοῦ τεί- χους, οὐδένα τῶν κατὰ πᾶσαν τὴν Μωαβιτῶν, ἤγουν καὶ ἑτέραις ὄντων πόλεσί τε καὶ χώραις ἔλαθεν τὸ συμβεβηκός. 9Καὶ ἔσται ἐν τῷ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὤστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.9 Καὶ τὶ πρὸς τούτῳ, φησὶ, συμβήσεται πάλιν, ὅπερ σοι γενήσεται πρὸς αἰσχύνης καὶ ἐντροπῆς· ματαίους γὰρ ἀνατλήσεις πόνους, ἀναπιμπλὰς μὲν αἱμάτων τοὺς παρὰ σοὶ βωμοὺς, καὶ ἀκαταλήκτους ποιούμενος τὰς θυσίας, καὶ λιτὰς προσάγων τοῖς χειροποιήτοις. Τεύξῃ τε οὐδενὸς τῶν εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὐ γάρ σε δυνήσονται τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν. Ποία γὰρ ἰσχὺς ἐν εἰδώλοις ἀψύχοις, ἃ καὶ τέχνης ἐστὶν ἀνθρωπίνης εὑρήματα, καὶ δημιουργοὺς ἔχουσι τοὺς προσκυνοῦντας αὐτά; Οὐκοῦν καθά φησιν ὁ μακάριος ∆αβίδ· Ὅμοιοι αὐτοῖς γένωνται οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Ἰστέον δὲ, ὅτι δεισι- δαιμονέστεροι λίαν οἱ Μωαβῖται γεγόνασιν, οἰωνοσκο- ποί τε καὶ ψευδομάντεις, καὶ τερατολόγοι, καὶ πολὺ λίαν ἐπιθαρσήσαντες τοῖς ἐκ γοητείας κακοῖς. Ὤοντο γὰρ ἴσως κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρὸς, οὐ τοσοῦτον, ὥς γε οἶμαι, ταῖς τῶν τακτικῶν ἐμπειρίαις, ὅσον ταῖς ἐπικουρίαις τῶν παρὰ σφίσι θεῶν. Ἀλλ' ἡμαρτήκασι τῆς ἐλπίδος, ἄψυχον ὕλην διὰ θυσιῶν τε καὶ λιτῆς καλέσαντες εἰς ἐπικουρίαν. 9Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν.9 Αὕτη, φησὶν, ἡ ὅρασις, ἡ κατὰ τῆς Μωαβιτῶν λα- ληθεῖσα παρὰ Θεοῦ· ὁπότε καὶ ἐλάλησε, τοῦτ' ἔστιν, εἰ καὶ πρὶν τοὺς δι' ἐμοῦ γενέσθαι λόγους, πλεῖστά τε ὅσα λελάληκε περὶ αὐτῆς, καὶ ἐπὶ μυρίοις αὐτὴν κατῃτιᾶτο κακοῖς. Ὡς γὰρ ἔφην φθάσας, καὶ ὁ θε- σπέσιος Μωσῆς τῆς τοῦ ἔθνους διαμέμνηται δυστρο- πίας, καὶ ἐν τοῖς ὅτι μάλιστα κατεστυγημένοις ποιεῖ- σθαι προστέταχεν. Ἔφη γοῦν· Οὐκ εἰσελεύσεται Ἀμ-μανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς. Ἀπεκόμισέ ποτε καὶ τὸν Ἰσ-ραὴλ τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκυνεῖν ἀνέπεισε τῷ Βεελφεγὼρ, ταῖς εἰς αἰσχρότητα τεθηγμένον ἡδο- ναῖς, καὶ γυναίων ὥραις σεσαγηνευμένον εἰς ἀπώ- λειαν. Οὐκοῦν λελάληκε μὲν περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός. Καὶ νῦν δὲ δι' ἐμοῦ τοῦτο γέγονεν ἐπ' αὐτῆς τὸ ῥῆμα, φησίν. 9Καὶ νῦν λέγω, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθω- τοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ, σὺν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλι- γοστὸς καὶ οὐκ ἔντιμος.9 Εἰς ἀνάμνησιν ἱστορίας ἡμᾶς καὶ νῦν ὁ προφη- τικὸς ἀποκομίζει λόγος. Ἀποφοιτήσασαι γὰρ τῶν Ἱεροσολύμων δέκα τοῦ Ἰσραὴλ φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ· προσ- κεκυνήκασι δὲ ταῖς χρυσαῖς· ἐνιέντος αὐτοὺς εἰς τοῦτο, καὶ δυσσεβῶς κατωθήσαντος Ἱεροβοὰμ τοῦ Νάβατ. Εἶτα καὶ ἑτέρας ἐπενόησαν ἐκεῖ τὰς ψευδο- λατρείας ἕκαστοι τὸ δοκοῦν ἀνατιθέντες ὡς Θεόν. Ἀγανακτήσας τοιγαροῦν ἐπὶ τούτοις ὁ τῶν ὅλων Κύριος, ἅτε δὴ καὶ ὑβρισμένης αὐτοῦ τῆς δόξης, καὶ πεπατημένων τῶν πατρῴων θεσμῶν, μονονουχὶ κατ- εμισθώσατο τὸν Ἀσσύριον Σαλμανασὰρ καὶ ἐπαφῆ- κεν αὐτοῖς, ὃς καὶ πᾶσαν τὴν Σαμαρειτῶν κατεχει- ροῦτο γῆν, τρισὶν ὅλοις ἔτεσιν ἐνιζήσας αὐτῇ· κατὰ τὸν αὐτὸν τουτονὶ χρόνον ἥλω κατὰ κράτος ἡ Μωα- βιτῶν. Οὐκοῦν εἰ καὶ λελάληκε, φησὶ, καὶ πάλαι Θεὸς, ἀλλὰ καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ, τοῦτ' ἔστι, τοῦ βασιλέως Ἀσσυρίων, ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Καὶ διά γε τούτων, ἤτοι τὴν παρὰ αὐτοῖς βασιλείαν φησὶν, ἢ καὶ κατὰ τὰ μεγέθη τῶν πόλεων, καὶ τὴν τῶν ἐνοικούν- των πληθὺν, ἢ τάχα που, τὴν ἐμπειροπόλεμον ἡλι κίαν. Καταλειφθήσεται δὲ, φησὶν, ὀλιγοστὸς καὶ οὐκ ἔντιμος, τοῦτ' ἔστι, δαπανηθήσεται μὲν τῷ πολέμῳ πᾶν ὅπερ ἐστὶ τίμιον παρ' αὐτοῖς· οἱ δέ γε περιλει φθέντες ὀλίγοι τε ἔσονται παντελῶς, ἀτιμώτατοί τε καὶ ἄνανδροι, καὶ τοῦ μηδενὸς ἄξιοι λόγου. Φοβερὸν οὖν ἄρα, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τὸ προσκρούειν ἀποτολμᾷν τῷ πάντα ἰσχύοντι, πῶς οὐχ ἁπάσης ἔσται πρόξενον συμφορᾶς; Σωτή- ριον δὲ καὶ τὸ ὑποκεῖσθαι φιλεῖν αὐτῷ, καὶ αὐτὸν εἰ- δέναι μόνον, καὶ τῶν τῆς πλάνης ἀρκύων ἀποφοιτᾷν, λέγειν τε αὐτῷ μετὰ διαθέσεως ἀγαθῆς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.

{1ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ∆ΑΜΑΣΚΟΥ.}1

Γέγονε μὲν ἀλκιμωτάτη καὶ ἐπισημοτάτη πόλις ἡ ∆αμασκηνῶν· δυσσεβὴς δὲ καὶ θεομάχος, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων παρά γε τῷ παναγίῳ Θεῷ· καὶ ἦν εἰδωλολάτρης, καὶ ταῖς Ἀσσυρίων βδε-λυρίαις τε ὁμοῦ καὶ ὑπεροψίαις κατ' οὐδένα παρα- χωροῦσα τρόπον. Προσκέκρουκε δὲ καὶ ἑτέρως τῷ πάντα ἰσχύοντι Θεῷ. Οἱ γὰρ ἐξ αἵματος Ἰσραὴλ, τοῦτ' ἔστιν, αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ ἀποφοιτήσασαι τῶν Ἱεροσολύμων, καὶ ἐν τῇ Σαμαρείᾳ κατοικήσασαι, προσκεκυνήκασι μὲν ταῖς δαμάλεσι ταῖς χρυσαῖς, κατενεγκόντος αὐτὰς εἰς τοῦτο, καὶ κατωθήσαντος ἀνοσίως Ἱεροβοὰμ τοῦ Ναβάτ· ἀποσκιρτήσασαι δὲ εἰσάπαν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως ἀποπηδήσασαι· νόμου δὲ τοῦ δο- θέντος αὐτοῖς διὰ τοῦ πανσόφου Μωσέως εἰς λήθην ἐνηνεγμένοι. Καιροῦ καλοῦντος ἔσθ' ὅτε, καὶ πολέ- μου μέλλοντος ἥξειν ἐπ' αὐτοὺς, οὐκ ἐπί γε τῷ σώ- ζοντι Θεῷ μᾶλλον ἐποιοῦντο τὴν ἐλπίδα, παρεκάλουν δὲ μᾶλλον τοὺς κατὰ καιρὸν τῆς ∆αμασκοῦ, καὶ ἁπάσης δὲ τῆς Σύρων βασιλεύοντας γῆς ἐπαμῦναί τε σφίσι, καὶ τῆς τῶν πολεμίων ἐξελέσθαι χειρός. Ἠγαν- άκτει τοιγαροῦν καὶ ταύτης μάλιστα τῆς αἰτίας ἕνεκα, καὶ κατεπικραίνετο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός. Ἐπιλαθόμενοι γὰρ εἰσάπαν, ὅτι λελύτρωνται μὲν ἐξ Αἰγύπτου, καὶ τὸν δυσφόρητον τῆς δουλείας ἀπεσείσαντο ζυγὸν, διεβιβάσθησαν δὲ καὶ διὰ θα- λάσσης μέσης, εἶτα τὸ μάννα φαγόντες, καὶ ὕδωρ τῆς πέτρας πεποτισμένοι, κατευμεγεθήσαντές τε παντὸς ἐχθροῦ, κληρονόμοι γεγόνασι τῶν τοῖς πα- τράσιν ἐπηγγελμένων ἀγαθῶν, τὰς ἐξ ἀνθρώπων ἐκάλουν ἐπικουρίας οἱ τάλανες, μονονουχὶ τὸ μὴ δύ- νασθαι σώζειν αὐτοὺς καταψηφιζόμενοι τοῦ Θεοῦ. Ταύτης τοι ἕνεκα τῆς αἰτίας παρεδόθησαν τῷ τῶν Ἀσσυρίων βασιλεῖ, ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ αὐτὴν πεπόρθηκε τὴν ∆αμασκὸν, καὶ ἅπασαν δὲ τὴν τῶν Σύρων ἠρήμωσε γῆν. Ὅτι ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, πιστώσεται λέγων αὐ- τὸς ὁ προφήτης Ἡσαΐας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέ- ραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέωςἸούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲυἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον ∆αβὶδ λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, τοῦτ' ἔστιν,ὁ Σύρος πρὸς τοὺς ἐν τῇ Σαμαρείᾳ. Ὁ μὲν γὰρ Ἀρὰμ διερμηνεύεται Σύρος· ὁ δὲ Ἐφραῒμ ὡς ἀπὸ φυλῆς Ἐφραῒμ, ἅπαντα τὸν Ἰσραὴλ τὸν ἐν τῇ Σα-μαρείᾳ κατῳκηκότα δηλοῖ. Ἐπειδὴ γὰρ ἐκ φυλῆς Ἐφραῒμ γέγονεν Ἱεροβοὰμ ὁ πρῶτος αὐτῶν βεβα-σιλευκὼς, καὶ μετ' ἐκεῖνον οἱ καθ' ἑξῆς, ὡς ἐκ τῆς βασιλευούσης φυλῆς, φημὶ δὴ τῆς τοῦ Ἐφραῒμ, ὁ σύμπας Ἰσραὴλ ὁ ἐν τῇ Σαμαρείᾳ σημαίνεται. Εὑ- ρήσομεν δὲ καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ Φακεὲ, κατεπεφύοντο τῶν ἐξ Ἰσραὴλ, οἱ Σύροι, καὶ ὁ τῆς ∆αμασκοῦ βε- βασιλευκὼς Ῥαασσών. Εἶτα χρήμασι ἀναπείθει τὸν Ἀσσυρίων τύραννον ὁ Ἄχαζ, παρεκάλει δὲ δρομαῖονἥκειν, καὶ ἐπαμῦναι μὲν αὐτῷ, καταδῃῶσαι δὲ τὴν ∆αμασκόν· ὃ δὴ καὶ γενέσθαι συμβέβηκεν. Τίνα τοί- νυν διόλωλε τρόπον ἡ μαχιμωτάτη καὶ πανσθενὴς καὶ ὑβρίστρια, προαναφωνεῖ πάλιν ἡμῖν ἐν τούτοις ὁ προφήτης, καί φησιν· 9Ἰδοὺ ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων.9 Οὐχ ἁπλῶς εἰς πεῖραν πολέμων, καὶ τῶν ἐντεῦθεν κακῶν ἀφήξεσθαί φησιν αὐτήν· ἀρθῆναι δὲ μᾶλλον, τοῦτ' ἔστιν, ἄρδην ἀπολέσθαι, καὶ ἀποπεσεῖσθαι παντελῶς τοῦ εἶναι καὶ πόλιν. Ἔσται γὰρ, φησὶν, εἰς πτῶσιν εἰς τὸν αἰῶνα καταλελειμμένη· καταλε λειμμένη δὲ πρὸς τίνων, ἢ πάντως που τῶν κατοι- κούντων αὐτὴν, οὐχ ὡς ἐπὶ μετῳκηκότων, ἀλλ' ὡς τοῖς τῶν πολεμίων ξίφεσι δεδαπανημένων. Ἔσεσθαι δὲ λέγων αὐτὴν εἰς κοίτην ποιμνίων, τὴν παντελῆ δέδειχεν ἐρημίαν· οὐ γὰρ ἂν ἀνεπαύσαντο ποιμένες, καὶ ἐν αὐτῇ κατέδυσαν αἱ τῶν θρεμμάτων ἀγέλαι, εἴπερ τινὲς ἦσαν ἐν τοῖς οἴκοις αὐτῆς. Ταύτῃ τοι καὶ σφόδρα εἰκότως προσεπάγει λέγων· Καὶ οὐκ ἔσται ὁ διώκων. Οὐδεὶς γὰρ τοῖς ποιμέσιν ἐπιτιμήσει, φη- σὶν, ὅτι κατάλυμα πεποίηνται τὴν οὕτω λαμπρὰν καὶ ἀοίδιμον πόλιν. 9Καὶ οὐκ ἔτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραῒμ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν ∆αμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν.9 Ὑπὲρ τῆς τῶν προκειμένων ἀκριβοῦς σαφηνείας, οἰήσομαι δεῖν ὑπομνῆσαι πάλιν ἱστορίας κειμένης ἐν βιβλίοις Βασιλειῶν. Βασιλεύοντος γὰρ τοῦ Ἄχαζ ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις, Φακεὲ υἱὸς Ῥομελίου βασιλεύων ἐν τῇ Σαμαρείᾳ δέκα φυλῶν κατ- εστρατεύετο τῶν Ἱεροσολύμων. Ἐπειδὴ δὲ ἐδεδίει μὴ ἄρα πως ἀτονήσῃ πρὸς τὸ ἑλεῖν αὐτὴν, σύνοπλον ἐποιεῖτο τὸν Ῥαασσὼν τὸν βασιλέα Σύρων καὶ τῆς ∆αμασκοῦ. Ἔφη δὲ οὕτως αὐτὸς ὁ μακάριος προ-φήτης Ἡσαΐας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβηῬαασσὼν βασιλεὺς Ἀρὰμ, (διερμηνεύεται δὲ Σύ-ρων, ἤτοι Συρίας·) καὶ Φακεὲ υἱὸς Ῥομελίου βασι- λεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ πολεμῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον ∆αβὶδ, λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, τοῦτ' ἔστιν, ὁ Σύρος πρὸς τὸν ἐκ φυλῆς Ἐφραῒμ βασιλεύοντα τῶν ἐν Σαμα- ρείᾳ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Οὐκοῦν ὁ Ἐφραῒμ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν καταλελοιπὼς, χεῖρα καὶ ἐπικουρίαν ὀλίγου παντελῶς ἀξιώσας λόγου, τὸν ∆αμασκοῦ καὶ Σύρων ἡγούμενον ὑπασπιστὴν ἐποιεῖτο. Ταύτης τε ἕνεκα τῆς αἰτίας καὶ μάλα εἰκότως προσκέκρουκε τῷ Θεῷ. Ἡ τοίνυν ∆αμασκὸς, φησὶ, καταδῃωθεῖσά τε καὶ ἠρημωμένη, καὶ τὰς ἐκ τοῦ πολέμου συμ- φορὰς ὑπομείνασα, οὐκέτι ἔσται ὀχυρὰ τοῦ κατα- φυγεῖν Ἐφραΐμ. Ἀλλ' οὐδὲ ἔσται ἐν αὐτῇ βασιλεία· καίτοι φήσειεν ἄν τις, Καὶ μετὰ τὴν πόρθησιν ηὕ- ρηνταί τινες βασιλεύοντες τῆς ∆αμασκοῦ. ∆ιαμέμνη- ται γοῦν καὶ ὁ Παῦλος λέγων, ὅτι "6Ἐν ∆αμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐζήτησεν αὐτὸν πιά- σαι."6 Οὐκοῦν ὁ λόγος ὁ προφητικὸς ἔμφασιν ἔχει πολλήν. Οὐκέτι γὰρ ἔσεσθαί φησιν εὐσθενῆ καὶ ἐπίσημον ἐν τῇ ∆αμασκῷ βασιλείαν, εἰ καὶ γεγόνασι μετὰ τοῦτο τοπάρχαι τινὲς καὶ φύλαρχοι μᾶλλον, καὶ οὐχὶ τῆς ἀληθοῦς βασιλείας τὴν λαμπρότητα περι- κείμενοι. Οὐκ ἔσται τοίνυν ἐν ∆αμασκῷ βασιλεία, φησίν· ἀτονήσει δὲ σὺν αὐτῇ καὶ τὸ λοιπὸν τῶν Σύ- ρων, τοῦτ' ἔστιν, ἅπαν τὸ ἔθνος τὸ ὑπ' αὐτῇ. Μητρό- πολις γὰρ Συρίας ἡ ∆αμασκός. Εἶτα πρὸς αὐτήν φησιν· Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν. Εἰ γὰρ καὶ κλήρου, φησὶ, τοῦ ἐκ- νεμηθέντος ἐμοὶ, τοῦτ' ἔστιν, τῶν ἐξ Ἰσραὴλ εἰς ἐμὲ πεπλημμεληκότων οὐκ ἐφεισάμην, πῶς οὐ πάντη τε καὶ πάντως ὑπομενεῖς καὶ αὐτὴ τὰ ἐκ τοῦ πολέμου βλάβη κατ' οὐδὲν οὖσα βελτίων τοῦ Ἰσραήλ; 9Τάδε λέγει Κύριος Σαβαώθ· Ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακὼβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται.9 Ἰακὼβ ἐν τούτοις ὀνομάζει τοὺς ἐξ Ἰακὼβ γεγο- νότας, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, αἳ τοσοῦτον ἀπεπήδησαν τῆς εἰς Θεὸν ἀγάπης, καὶ τοῦ τὴν ἐλπίδα τοῦ σώζεσθαι ποιεῖσθαι μᾶλλον ἐπ' αὐτῷ, ὥστε καὶ ἐφ' ἑαυτοῖς πεποιθέναι, καὶ ὑψηλὴν ἀνατείνειν ὀφρὺν ἐπὶ πλήθει μόνῳ καὶ δόξῃ. Ἦν τρόπος οὗτος αὐτοῖς. Καὶ τοῦτο ἡμῖν ἐναργέστατα πάλιν προφήτης φησίν. Ἔφη γὰρ περὶ αὐτῶν· Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων. Εἶτα τούτοις ἐπιφέρει· ∆ὸς αὐτοῖς, Κύ- ριε. Τί δώσεις αὐτοῖς; ∆ὸς αὐτοῖς μήτραν ἀτεκνοῦ- σαν, καὶ μαστοὺς ξηρούς. Ἔσται τοίνυν, φησὶ, κατ' ἐκεῖνο καιροῦ, ἔκλειψις τῆς δόξης Ἰακὼβ, τοῦτ' ἔστι, δαπανηθήσεται ταῖς τῶν πολεμίων μαχαίραις ἡ πολλή τε καὶ ἀναρίθμητος πληθὺς τῶν ἐξ Ἰακὼβ, ἐφ' ᾗ καὶ ἐδοξάζετο, καὶ φρονεῖν ἐπεχείρει μέγα. Ἀλλὰ καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται· τοῦτ' ἔστι, καὶ παρ' αὐτοῖς βασιλεία κατενεχθήσεται. Γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος Ὠσηὲ υἱοῦ Ἠλὰ ἐν τῇ Σαμαρείᾳ, ἐλθὼν ὁ Σαλμανασὰρ πεπολιόρκηκε τὴν Σαμάρειαν ἐφ' ὅλοις ἔτεσι τρισὶν, εἷλέ τε αὐτὴν καὶ τὸν Ὡσηὲ μετῴκησεν εἰς Βαβυ- λῶνα. Πίονα τοίνυν τῆς δόξης Ἰακὼβ νοηθεῖεν ἂν ὁ ἐν τῇ Σαμαρείᾳ κατ' ἐκεῖνο καιροῦ βεβασιλευκὼς, ἢ τάχα που οἱ κατὰ πᾶσαν τὴν χώραν λαμπροὶ καὶ ἐπισημότεροι τῶν ἄλλων, πλούτῳ τε καὶ δυναστείᾳ τὸ τῶν ἑτέρων πλεονεκτοῦντες μέτρον, καὶ ἁβρυνό- μενοι ταῖς τρυφαῖς καὶ ταῖς παρὰ πάντων τιμαῖς. 9Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα ἀσταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἄσταχυν ἐν φάραγγι στερεᾷ. Καὶ καταλειφθῇ ἐν αὐτῇ κα- λάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς, ἐπ' ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε, ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ.9 Ὅτι καὶ ἑτοίμως καὶ ἀνιδρωτὶ περιέσονται τῶν ἐν Σαμαρείᾳ πολεμοῦντες Ἀσσύριοι, καὶ πρὸς τούτῳ πάλιν, ὅτι μὴ πρὸς ἅπαν καὶ ὁλοτελῶς οἰχήσεται πρὸς ἀπώλειαν, ἀλλ' ἔσται τι καὶ κατάλειμμα βραχὺ, δια- μεμήνυκεν ἐναργῶς ἐν τούτοις ἡμῖν ὁ προφητικὸς λόγος. Οἱ μὲν γὰρ τὴν τοῦ θερίζειν τὰς ἀστάχυς ἐμπειρίαν ἔχοντες, ἀποκείροντες εὐτέχνως τὸν μὲν σῖτον συλλέγουσιν· ἀεὶ δὲ κατόπιν ἐῶντες ὡς ἄχρη- στον τὴν καλάμην ὅλον ἐπιτρέχουσι τῶν ληΐων τὸ πλάτος. Οἱ δέ γε τρυγᾷν εἰωθότες τὸν τῶν ἐλαιῶν καρ- πὸν, τοῦτο μὲν ῥάβδῳ καταπαίουσιν αὐτὰς, τοῦτο δὲ καὶ χερσὶν ἐπαφώμενοι καὶ τῶν ὀρπήκων ἁρπά ζοντες συναγείρουσιν· ἀλλ' εἰκὸς ἀπομένειν αὐταῖς τρεῖς ἢ τέσσαρας, ἢ πέντε τυχὸν ἐπ' ἄκρῳ τῶν κλά- δων, καὶ τοὺς τῶν τρυγώντων διαλαθεῖν ὀφθαλμούς. Τοιοῦτόν τι συμβήσεσθαί φησι τοῖς ἐν Σαμαρείᾳ· πείσεσθαι γὰρ αὐτοὺς διισχυρίζεται καθὰ καὶ ὁ στά- χυς, ὅτε ταῖς τῶν ἀμώντων περιπίπτει χερσίν· κα- ταλειφθήσεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καλάμην, τοῦτ' ἔστιν, ὀλίγους τῶν ἀσημοτέρων, ἢ καὶ ὡς ῥῶγας ἐλαίας δύο ἢ τρεῖς τὸν τῶν τρυγώντων λαθούσας ὀφθαλμὸν, διάτοι τὸ ἐν τοῖς ἀνωτάτω κεκρύφθαι κλάδοις. 9Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πε- ποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔρ γοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραήλ. Καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ τὰ βδελύγματα αὐτῶν.9 Ὁ σοφώτατος Παῦλος, οὐκ ἀνόνητον εἰδὼς, οὐδὲ εἰκαῖον τὸ χρῆμα, τὸ παιδεύεσθαι παρὰ τοῖς δι' αὐ- τὸν κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, ἐπιστέλλει καί φησιν· "6Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παι- δεύει πατήρ;"6 Παρατίθησι δὲ καὶ τὰ ἐκ τῆς θεο πνεύστου Γραφῆς· ἐπιφέρει γὰρ εὐθύς· "6Υἱὲ, μὴ ὀλι- γώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστι- γοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται."6 Ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς ὁ τῶν ὅλων δημιουργὸς, "6πάντας ἐθέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν."6 Ταύτῃτοι νενουθέτηκε πλειστάκις διὰ προφητῶν ἁγίων τοὺς ἐξ αἵματος Ἰσραὴλ, μάλιστα δὲ τοὺς ἐξ Ἱεροσολύμων μεταφοιτήσαντας εἰς Σαμάρειαν. Οἱ δὲ ἦσαν ἀσχέ- τως ἐπὶ τὸ αὐτοῖς δοκοῦν ἀπονενευκότες, καὶ Θεὸν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, θεραπευταὶ γεγόνασι δαιμονίων, καὶ εἰδώλοις ἀψύχοις προσεκόμιζον τὰς λατρείας. Ἐπειδὴ δὲ πολὺ λίαν ἀμαθαίνοντες, οὐδὲ ὅτι προσήκοι μεταγινώσκειν αὐτοὺς ἐβουλεύοντο, λοιπὸν ἐκολάζετο Θεός. Οὓς γὰρ οὐκ ὀνίνησι λόγος, μεθίστησι πόνος, περιτρέπων αὐτοὺς ὡς ἐξ ἀνάγκης καὶ βίας ἐπὶ τὸ ἀρέσκον Θεῷ. Τοιοῦτόν τι καὶ ὁ μα- κάριος ∆αβὶδ εὑρίσκεται λέγων· "6Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόν- των πρὸς σέ."6 Ὅνπερ γὰρ τρόπον οἱ πωλοδαμνεῖν εἰωθότες, καὶ ταῦτα σοφοὶ, περιτρέπουσι χαλινοῖς τοὺς τῶν ἵππων ἀγριωτέρους εἰς ἐπιστήμονα δρόμον· οὕτως καὶ ὁ τῶν ὅλων Θεὸς, ταῖς ἐκ πόνων ἀνάγκαις, περιίστησι πλειστάκις εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς τὸν ἀπειθῆ καὶ ἐξήνιον. Τοιοῦτόν τι πεπονθότες, οἱ ἐν Σαμαρείᾳ κατῳκηκότες, μετά γε τὸ παθεῖν τὰς ἐκ τοῦ πολέμου συμφορὰς, μόλις ἐπέγνωσαν τὸν κο- λάζοντα καὶ λελυπημένον· καὶ ἀπεσείσαντο μὲν τὰς τῶν εἰδώλων λατρείας, μετέβαλον δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, παρ' αὐτοῦ δὲ δηλονότι προσδοκῶντες ἔσεσθαι τὴν ἐπικουρίαν, καὶ τῶν ἐπενηνεγμένων αὐτοῖς κακῶν τὴν ἀπαλλαγήν. Οὐ γὰρ μὴ πεποιθότες ὦσι, φησὶν, ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ἔθος μὲν γὰρ ἦν αὐτοῖς τὰς τῶν ὀρῶν καταλαμβάνειν κορυφὰς, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης, καθὰ γέγραπται, προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Ἀλλ' οὐκέτι τούτοις ἐμ- βλέψονται, φησὶ, πείρᾳ μαθόντες ὡς εἰκαῖον αὐτοῖς καὶ ἀνόνητον παντελῶς τὸ χρῆμά ἐστιν, μᾶλλον δὲ καὶ ἁπάσης αἴτιον συμφορᾶς. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καὶ διολώλασι, καὶ δέδονται τοῖς ἐχθροῖς. Ἄριστον οὖν ἄρα τὸ φυλάττεσθαι καὶ παντὶ παραιτεῖ- σθαι σθένει τὴν θείαν ὀργὴν, καὶ μὴ πείρᾳ μαθεῖν ἐκδέχεσθαι τὰ κακά. Προσαποδύεσθαι δὲ μᾶλλον καὶ μάλα γοργῶς τὰς αἰτίας, ἐφ' αἷς ἂν ὀργίζοιτο Θεὸς, καὶ πρὸ πληγῆς καὶ μάστιγος ἀπολογεῖσθαι λελυπη- μένῳ διά γε τοῦ παραιτεῖσθαι μὲν τὰ αἰσχίω, τιμᾷν δὲ τὰ κάλλιστα, καὶ πάντα τρόπον ἐπιτηδεύειν ἀρετῆς. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγ- καταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμοῤῥαῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλι- πες τὸν Θεὸν τὸν Σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης.9 Ἐξ αὐτῶν ἀναπείθει τῶν συμβεβηκότων ἐννοεῖν ὅτι γέγονεν αὐτοῖς ἐξ ἀντιστρόφου τὰ πράγματα. Πάλιν μὲν γὰρ ἐνίκουν ἐπικουροῦντος Θεοῦ, καὶ φο- βεροί τινες ἦσαν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώ ραις. Εἷλον γὰρ αὐτὰς ἀνιδρωτὶ, κατευμαρίζοντος αὐτοῖς τοῦ Θεοῦ πᾶν ὅσον ἦν ἄναντές τε καὶ δυσήνυ- τον. Ἐπειδὴ δὲ τῆς ἐκείνων ἀνοσιότητος γεγόνασι μιμηταὶ, δειλοὶ καὶ εὐάλωτοι κατ' ἐκείνους γεγόνασιν. Ἠρήμωνται γὰρ αἱ πόλεις αὐτῶν, καὶ κατελείφθη- σαν ὑπὸ τῶν κατοικούντων ἐν αὐταῖς, κατὰ τὸν ἴσον τρόπον, καθ' ὃν οἱ Εὐαῖοι καὶ Ἀμοῤῥαῖοί ποτε τοῖς αὐτῶν ξίφεσιν ἔπιπτον δαπανώμενοι· ἐναργῆ δὲ καθ- ίστησι τὴν αἰτίαν εὐθὺς τοῦ πρὸς τοῦτο κατολισθεῖν ἀσθενείας αὐτοὺς, καὶ τὴν οὕτως ἀπηνῆ καὶ δύσοι- στον ὑπομεῖναι συμφοράν· Ἐγκατέλιπες γὰρ τὸν Θεὸν τὸν Σωτῆρά σου, φησὶ, καὶ Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης. ∆έον γὰρ εὐχαριστεῖν ἐφ' οἷς εὐηργέτηνται, τοῦτο μὲν δουλείας τῆς ἐν Αἰγύπτῳ λελυτρωμένοι, τοῦτο δὲ κατακρατοῦντες ἐχθρῶν, καὶ καταδῃοῦντες τὰς πόλεις τῶν ἀνθεστηκότων, τοῦτο δὲ ὅτι καὶ εἰς αὐτὴν εἰσεκομίσθησαν τῆς ἐπαγγελίας τὴν γῆν· πο- νηρὰς ἀμοιβὰς ἀντεκόμιζον τῷ ∆εσπότῃ προσκρούον- τες ἀδεῶς, καὶ οὐ καθ' ἕνα λυποῦντες τρόπον, ἀλλὰ νόμου μὲν τοῦ διωρισμένου διὰ τοῦ πανσόφου Μω- σέως μικρὰ κομιδῇ φροντίσαντες, ἀπολακτίσαντες δὲ παντελῶς τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ ἀψύχοις ὕλαις ἀναθέντες τὸ σέβας, εἰρηκότες δὲ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· "6Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγα- γόν σε ἐκ γῆς Αἰγύπτου."6 Ὅτε τοίνυν ἐσμὲν μετὰ Θεοῦ, τὰ αὐτοῦ δηλονότι φρονεῖν σπουδάζοντες, καὶ τὰ αὐτῷ φίλα κατορθοῦν ᾑρημένοι· τότε δὴ πάντως κρείττους ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πατήσομεν ἀρ- χὰς, καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκό- τους τούτου τὰ πνευματικὰ τῆς πονηρίας, τότε πε- ριεσόμεθα, καὶ μάλα γοργῶς, τῶν ἐκτόπων ἡδονῶν καὶ τῶν τῆς σαρκὸς κινημάτων· τότε λογισμοὺς νικήσομεν πονηροὺς, καὶ τὰ πνεύματα τοῦ ἐξουσιά- ζοντος οὐχ εὑρήσει τόπον ἐν ἡμῖν. Ἠμεληκότες δὲ τοῦ προσκεῖσθαι Θεῷ, ἀσθενεῖς καὶ ἄνανδροι, καὶ ὑπὸ πόδας ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πλεονεκτοῦντα τὸν Σατανᾶν οὐδεὶς ἀνακόψει τρόπος. 9∆ιὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον, καὶ σπέρμα ἄπιστον. Τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν φυτεύσεις, πλανηθήσῃ. Τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν, ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοὺς υἱούς σου.9 Ἀσαφείᾳ πολλῇ κατημφιασμένην τοῦ προκειμένου τὴν ἔννοιαν διατρανοῦν ὡς ἔνι πειράσομαι. Ἔστι τοίνυν ὅ φησι τοιοῦτον· Φθάσας ἔφην, ὅτι πλανῶντές τε καὶ πλανώμενοι, καὶ φρονοῦντες ἃ μὴ θέμις οἱ ἐξ Ἰσραὴλ (ἤγουν ὁ Ἐφραῒμ, ἵνα τὰς δέκα νοήσῃς φυ-λὰς, τὰς ἐν τῇ Σαμαρείᾳ μετῳκισμένας), ὑψηλὴν εἶχον τὴν ὀφρὺν, ᾤοντο δὲ μηδένα παντελῶς τῶν ἐχθρῶν τῆς αὐτῶν δύνασθαι κατευμεγεθῆσαι χειρὸς, διάτοι τὸ ἀναριθμήτους εἶναι καὶ σφόδρα πολλούς. Ἀλλ' ἐσφάλλοντο τῆς ἐλπίδος. Πεπτώκασι γὰρ, καὶ οἱ μὲν δεδαπάνηνται τῷ πολέμῳ, οἱ δὲ εἰς τὰς τῶν νενικηκότων ἀποκομίζονται χώρας, αἰχμάλωτοι καὶ περιδεεῖς καὶ ἐν παντὶ γεγονότες κακῷ. Ἐπειδὴ δὲ καιροῦ διιππεύσαντος, ἀνεκομίσθησαν ἐκ τῆς Περσῶν χώρας εἰς τὴν ἁγίαν πόλιν, εἶτα κατέληξαν τοῦ ἀνὰ μέρος ἔχειν τοὺς βασιλεύοντας, κατῳκήκασι δὲ οἱ πάντες τὰ Ἱεροσόλυμα, καὶ τὸν τοῦ Θεοῦ τετιμήκασι νόμον· τότε καὶ ἐν ἀσφαλείᾳ γεγόνασιν οἱ ἐξ αὐτῶν παῖδες, καὶ εἰς τέκνα τέκνων δεδραμήκασιν αἱ διαδο- χαί. Τοιοῦτόν τι διδάσκει καὶ νῦν ὁ λόγος, ὡς περὶ σίτου καὶ ἀσταχύων αἴνιγμα διδούς. Ἐπειδὴ γάρ, φησι, Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης, ταύτης ἕνεκα τῆς αἰτίας ἄπιστον ἔσται, καὶ οὐκ ἀσφαλὲς εἰς διατήρησιν, ὅπερ ἂν φυτεύσῃς φύτευμα, τοῦτ' ἔστι, τὸ ἐκ μέσου σπέρμα τε καὶ γένος. Ὅταν δὲ φυτεύ- σῃς, καὶ πολὺ γεγονὸς ἴδῃς, τότε πλανηθήσῃ. Οἰήσῃ μὲν γὰρ, φησὶ, τῷ πλήθει τεθαρσηκὼς, ἀλλ' οὐκ ἀληθῆ λογιῇ. Ἀσταχύων γὰρ δίκην πεσοῦνται, καὶ ἀνόνητον εὑρήσεις παντελῶς τὴν ἐπί γε τούτοις ἐλπίδα. Τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, τοῦτ' ἔστιν, ἐν φωτὶ γεγονὼς, καὶ λοιπὸν ἐπιγνοὺς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα ∆εσπό- την, σώζοντά τε ῥᾳδίως καὶ ἐπικουρεῖν ἰσχύοντα· τότε τὸ πεφυτευμένον, ἤτοι κατασπαρὲν ἀνθήσει εἰς ἀμητὸν, τοῦτ' ἔστι, τελεσφορηθήσεται· τὸ γὰρ πρό ωρον δαπανᾶσθαι τὸν ἄσταχυν, ζημίαν καὶ πόνων καὶ ἐλπίδος ἐμποιεῖ τοῖς γηπονεῖν εἰωθόσιν· τό γε μὴν εἰς ἀμητὸν ἐλθεῖν, πληρεστάτην δίδωσι τὴν ἐπ' ἀγα- θοῖς ἐλπίδα. Ἀνθήσει τοίνυν εἰς ἀμητὸν, τοῦτ' ἔστι, τελεσφορηθήσεται τὸ σὸν φύτευμα, ὅτ' ἂν γένηταί σοι πρωῒ, τοῦτ' ἔστιν, ὅταν εὑρεθῇς ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ καὶ ἐν ἐπιγνώσει Θεοῦ γεγονώς. Τότε καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου. Παραπέμ- ψεις γὰρ εἰς υἱοὺς καθάπερ τινὰ κλῆρον τὴν εὐθυ- μίαν καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν μέθεξιν. 9Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν! ὡς θάλασσα κυ- μαίνουσα, οὕτω ταραχθήσεσθε· καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει· ὡς ὕδωρ πολὺ ἔθνη πολλὰ, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου. Καὶ ἀποσκορακιεῖ αὐτὸν, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου. καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα.9 Οὐκ ἀπαρακλήτους ἐᾷ τοὺς ἐξ Ἰσραὴλ φιλάνθρω- πος ὢν ὁ τῶν ὅλων Θεὸς, συνεισβάλλουσαν δὲ τῷ φόβῳ τὴν ἐπ' ἀγαθοῖς ἐλπίδα ποιεῖται πλειστάκις, καὶ τοῦτο οἰκονομικῶς, ἵνα δι' ἀμφοῖν ὠφελῇ τοὺς ἀκροωμένους. Ὅτι τοίνυν ἐρημωθήσονται μὲν αἱ πόλεις αὐτῶν, εἴρηται σαφῶς· καὶ ποία γέγονε τοῦ παθεῖν ἡ πρόφασις, ἐδίδαξε λέγων, ὅτι Ἐγκατέλιπες Κύριον τὸν Θεόν σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. Ἀλλ' ὁ πλήξας εὐθὺς ἐπαγγέλλεται καὶ μοτοῦν. Ἐξηγεῖται δέ τι συμβεβηκὸς, ὃ καὶ εἰπεῖν ἀναγκαῖον ὡς ἔνι λόγοις διὰ τὴν χρείαν. Ἐζε- χίου κατὰ καιροὺς τοὺς τῆς βασιλείας διέποντος θρόνους ἐν τοῖς Ἱεροσολύμοις, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Γέγραπται γὰρ ὡδί· Εἶτα πέμπει Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσαλὴμ πολι-ορκῆσαι αὐτὴν, ὃς δὴ καὶ ἀφιγμένος, κατεφλυάρησε μὲν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· μὴ γὰρ δύνασθαι διασώζειν αὐτοὺς, κἂν εἰ βούλοιτο τοῦτο δρᾷν, ὁ παράφρων διετείνετο. Βαρβάρῳ δὲ γλώττῃ καὶ νῷ κεχρημένος, ἔγνω τῇ πείρᾳ μαθὼν, ὅτι σκληρὸν ἀνθρώπῳ παντὶ τῆς ἀνωτάτω κατεπαί- ρεσθαι δόξης. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν ἀλλο- φύλων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀνα- στάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. Ἐπειδὴ δὲ τῶν προσδοκηθέντων ὁ πεπομφὼς ἐσφάλ- λετο, φημὶ δὴ Σενναχηρεὶμ, ὑπενόστησε φυγὰς, καὶ μόλις ἐσώζετο τὰ οἴκοι καταλαβὼν, εἰ καὶ διόλωλε καὶ οὐκ εἰς μακρὰν ὑπὸ τῶν ἑαυτοῦ παίδων. Ἐγέ- νετο γὰρ, φησὶν, ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμελὲχ καὶ Σαρασὰρ, οἱ υἱοὶ αὐτοῦ, ἐπάταξαν αὐτὸν μαχαί- ραις. Ταύτης διαμέμνηται τῆς ἱστορίας ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος, τὴν δέ γε τῶν Ἀσσυρίων ἔφοδον προαφηγεῖται, καί φησιν· Οὐαὶ πλῆθος ἐθνῶν! καὶ τὰ τούτοις ἐφ' ἑξῆς. Ταλανίζει μὲν γὰρ αὐτοὺς, ὡς ὅσον οὐδέ πω τεθνηξομένους ἐν τοῖς Ἱεροσολύ- μοις, διολλύντος ἀγγέλου. Ὅτι δὲ οὐχ ἓν ἦν ἔθνος, πλεῖστα δὲ μᾶλλον, διαδείκνυσιν ἐναργῶς, πλῆθος ἐθνῶν ὀνομάζων αὐτά. Ἐπῄεσαν δὲ ταῖς χώραις, ἤτοι ταῖς πόλεσι τῆς Ἰουδαίας, ὡς ὕδωρ πολὺ καὶ ὡς βίᾳ καταφερόμενον, καὶ θορύβους ἐμποιοῦν, μό- νον δὲ οὐχὶ θαλάσσης δίκην τῶν ἀνθεστηκότων κατα κυμαίνοντες. Νῶτον δὲ αὐτοὺς πολλῶν ἐθνῶν ἐν

τούτοις ἀποκαλεῖ, διάτοι τὸ πολλὰ διώκεσθαι παρ' αὐτῶν ἔθνη. Τρέχουσι δὲ κατὰ νώτου πάντη τε καὶ πάντως τῶν φευγόντων οἱ διώκοντες. Εἶτα τί μετὰ τοῦτο; Ἀποσκορακιεῖ αὐτὸν, φησὶ, τοῦτ' ἔστιν, ὀπίσω πέμψει, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγίδος φέρουσα. Τί γὰρ οὕτως εὐδιαρίπιστον, ὡς χοῦς ἐκ τροχοῦ καὶ ἁλῶνος, πνεύματος λάβρου κατασπιλάζοντος; Ὅτι δὲ ᾤχετο φυγὰς ὁ Σενναχη- ρεὶμ, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς πρὸς αὐτὸν διὰ φωνῆς Ἡσαΐου· "6Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥίνα σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ."6 9Πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωῒ, καὶ οὐκ ἔσται. Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάν- των, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάν- των.9 Φθάσας ἔφην ὅτι περιστήσας ὁ Ῥαψάκης τοῖς Ἱεροσολύμοις τὸ μάχιμον, καὶ οὐκ εἰς μακρὰν αἱρή- σειν αὐτὴν ἀπειλήσας, ἀπόλωλε πανστρατιᾷ πρὸ αὐγῆς καὶ ἡμέρας. Πένθος τοίνυν ἔσται, φησὶ, πρὸς ἑσπέραν, πάντως που προσδοκησάντων ἐν τοῖς Ἱε ροσολύμοις ἔσεσθαι πρωῒ, καὶ τοῦ πολέμου τὴν προσ- βολὴν, ἀλλὰ πέπαυται πρὸ αὐγῆς. ∆ιὰ τοῦτό φησιν· Ἔσται μὲν πένθος πρὸς ἑσπέραν· οὐκ ἔσται δὲ πρὶν ἢ πρωῒ, τοῦτ' ἔστι, πεπαύσεται καὶ καταλήξει τὸ δά- κρυον· καὶ ὁμοῦ τοῖς ἐκ τοῦ παθεῖν οἰχήσεται δείμα- σιν ἐπικουροῦντος Θεοῦ, καὶ παραδόξως ἀνῃρηκότος τὰς τῶν πολεμίων φάλαγγας, καὶ προσέτι τὸν ἡγού- μενον ἐξελάσαντος τῆς Ἰουδαίων γῆς. Τοῦτο καὶ ὁ μακάριος ∆αβὶδ ἐξηγεῖται λέγων· "6Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς πρωῒ ἀγαλλίασις."6 Ἀλλ' οὗτος, φησὶν, ὁ κλῆρος· αὕτη δὲ καὶ ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ διαρπαζόντων ὡς ἴδιον κλῆρον. Κατονειδίζει διὰ τούτων τοὺς ἐξ Ἰσ- ραὴλ, ὅτι πεπράχασι μὲν αὐτοὶ τὰ δι' ὧν ἦν εἰκὸς ὁλόῤῥιζον ἀπολέσθαι τὸ ἔθνος, κατοικτείρει δὲ πάλιν αὐτὸς, καὶ θανάτῳ κολάζει τοὺς διαρπάζοντας τὸν ἐκνεμηθέντα λαὸν αὐτῷ. "6Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγε- νήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ."6 Ἀλλά μοι πρὸς τού-τοις κἀκεῖνο ἄθρει λεπτῶς, καὶ ὡς ἀπό γε τῶν ἱστο- ρικῶς γεγονότων εἰς ἐννοίας ἔρχου τὰς ἐσωτάτω. Ὅταν ἡμᾶς αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνά- μεις, ὕδατος βιαίου δίκην καταχεόμεναι τῆς ψυχῆς, ἢ τοῖς ἔξωθεν πειρασμοῖς ἐμβάλλουσαι, ἤγουν τοῖς ἐμφύτοις κινήμασι τῆς σαρκὸς, ἐκπολιορκεῖν ἐπείγον- ται τὸν εὐσεβηκότα νοῦν· μὴ εἰς ἀδρανῆ δειλίαν κα ταπιπτέτω τις τῶν ἀριστεύειν εἰδότων μετὰ Θεοῦ, ἐπ' αὐτῷ δὲ μᾶλλον ποιησάμενος τὴν ἐλπίδα, παντὸς ἔστω κρείττων δείματος. Τεύξεται γὰρ ὅτι τῆς ἐπι- κουρίας παρὰ αὐτοῦ, πῶς ἔστιν ἀμφιβαλεῖν; Οἶ δὲ γὰρ Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, καὶ ὁ μακάριος δὲ γράφει Παῦλος· "6∆υνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύ- νασθαι ὑπενεγκεῖν."6 Καὶ ὡς ὁ Ψάλτης φησίν· "6Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμέ- νων αὐτὸν, καὶ ῥύσεται αὐτούς."6 Ὅταν δὲ καὶ οἱ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες αἱρετικοὶ, ταῖς ἑαυτῶν δυστροπίαις χρώμενοι κατεπαίρονται τῶν τῆς ἀληθείας προσκυνητῶν, ἐπέρχονται δὲ δεινοὶ καὶ θρασεῖς, ἢ πολέμους ἀνιστάντες καὶ διωγμοὺς, ἢ θλίψεις αὐτοῖς, καὶ θανάτου φόβον ἐπισωρεύοντες· οὐδὲν ἧττον ἀσθενήσουσι καὶ οὗτοι· χειρὶ γὰρ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεὰς, καθὰ γέγραπται. 9Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας! ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Πορεύ- σονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέω- ρον, καὶ ξένον λαὸν, καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατη- μένον.9 Θαυμάσειεν ἄν τις, καὶ δὴ καὶ καθ' ἑαυτὸν ἐκεῖνο τάχα που διαλογιεῖται, καὶ ἐρεῖ· Τοῦ δὴ χάριν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος γέγονε μὲν κατὰ τῆς ∆αμασκοῦ, εἰσκομίζει δὲ μνήμην καὶ τῆς γῆς, τῆς ἐπέκεινα ποταμῶν Αἰθιοπίας; Φαμὲν οὖν ὅτι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, τὸν τῶν ὅλων σωτῆρα Θεὸν καταλιπεῖν ἀφυλάκτως μεμελετηκότες, κατ- ῴχοντο μὲν εἰς πολύθεον πλάνην· κατημεληκότες δὲ εἰς ἅπαν τῆς διὰ Μωσέως ἐντολῆς, ἐπαιδεύοντο παρὰ Θεοῦ, πολέμους αὐτοῖς ἐπανιστάντος κατὰ καιροὺς, καὶ ταῖς ἐντεῦθεν κατατήκοντος συμφοραῖς. Οἱ δὲ, καίτοι δέον ταῖς μεταγνώσεσι θεραπεύειν λελυπήμε- νον, καὶ ἀποφοιτᾷν μὲν τῆς ἑαυτῶν φαυλότητος, ἀνακομίζεσθαι δὲ πρὸς τὸ τῷ νομοθέτῃ δοκοῦν, καὶ τὴν παρ' αὐτοῦ διψῇν ἐπικουρίαν, τὰς τῶν ὁμόρων ἐθνῶν κατεμισθοῦντο συμπνοίας· καὶ ποτὲ μὲν προσίεσαν τοῖς τῆς ∆αμασκοῦ βασιλεῦσι, ποτὲ δὲ τοῖς Αἰγυπτίων· καὶ οὐχὶ μόνον, ἀλλὰ γὰρ καὶ τὰς τῶν ἐπικουρούντων αὐτοῖς ἐθνῶν λατρείας μανθά- νοντες, καὶ αὐτὰς ἠπείγοντο ζηλοῦν. Καὶ γοῦν ὁ Ἄχαζ ὁ τοῦ Ἰωάθαμ βασιλεὺς Ἰούδα, γενόμενος ἐν τῇ ∆α-μασκῷ, εἶτα θυσιαστήριον ἀνατεθειμένον εἰδώλῳ τεθεαμένος ἐκεῖσε καινοπρεπῶς εἰργασμένον, τὸ ἐμφερὲς κατεσκεύασε, καὶ ἀνατέθεικεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐκοῦν γέγονεν ἡ ὅρασις κατὰ ∆αμασκοῦ. Ἰδοὺ γὰρ, φησὶ, ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ οὐκ ἔσται ἔτι ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραΐμ. Ὁρᾷς τὴν αἰτίαν ἐπενηνεγμένην εὐθὺς, τοῦ ἐκ πό- λεων ἀρθήσεσθαι λέγειν τὴν ∆αμασκόν; Οὐ γὰρ ἔτι ἔσται, φησὶν, οὕτως ὀχυρὰ, ὥστε καὶ προσφεύγειν αὐτῇ τὸν Ἐφραῒμ ἐν τῇ Σαμαρείᾳ βεβασιλευκότα. Μεθίστησι τοίνυν τὸν λόγον ἐπὶ τὴν Αἰγυπτίων. Προσ- ίεσαν γὰρ καὶ αὐτοῖς οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ οἱ κατοικοῦντες ἐν τοῖς Ἱεροσολύμοις, καὶ μετεποιοῦντο σφόδρα τῆς παρ' αὐτῶν συνδρομῆς καὶ ἐπικουρίας, ἐπιόντων μάλιστα τῶν Βαβυλωνίων. Καὶ γοῦν διὰ φωνῆς προφήτου φησίν· "6Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις καὶ ἅρμασι πεποιθότες!"6 Συμβέβηκε δέ τι τοιοῦτον. Κατεστρα- τεύετο μὲν γὰρ τῆς Ἰουδαίων γῆς ὁ Ναβουχοδονόσορ κατὰ καιρούς. Ἐν δὲ τῷ παρατρέχειν, ἁπάσας, ὡς ἔπος εἰπεῖν, τὰς τῆς ἑῴας κατεληΐζετο πόλεις. Ἐπειδὴ δὲ τὴν Τυρίων ἑλεῖν ἠθέλησε, νῆσον οὖσαν τὸ τηνικάδε, εἶτα τῶν διαβιβαζόντων πλοίων ἐν ἀπο- ρίᾳ γέγονε, Περσικῷ φρονήματι κεχρημένος, ἐπιθαρ- σήσας δὲ τῷ πλήθει τῆς στρατιᾶς, βατὴν ἐκέλευσε γενέσθαι τὴν θάλασσαν, χώματος ἐγειρομένου, καὶ λεωφόρον αὐτὴν πλατεῖαν ἀποτελοῦντος ἀπὸ τῆς χέρσου μέχρις αὐτῆς τῆς Τυρίων. ∆εδιότες τοίνυν αὐτοὶ οἱ Τύριοι, μὴ ἄρα πως ἡ πόλις ἁλῷ, πρὸς πέρας ἐνηνεγμένων τοῖς Βαβυλωνίοις τῶν ἐγχειρημά- των, ναῦς πανταχόθεν συναγηγερκότες, ἀπεκομί ζοντο τῆς νήσου, ἐρήμην ἀφέντες αὐτῷ τὴν πόλιν. Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ναβουχοδονόσορ, μεθίστη τὴν στρατιὰν ἐπὶ τὸ χρῆναι λαβεῖν τῶν Αἰγυπτίων τὴν χώραν, εἷλέ τε αὐτὴν ἀκονητὶ, Θεοῦ κατεξανιστάντος τοῖς Αἰγυπτίοις αὐτόν· ὅτι καὶ αὐτοὶ μεγάλην ἀνασπῶντες ἀεὶ τὴν ὀφρὺν, κατηλαζονεύοντο τῶν ἐξ Ἰσραὴλ, ὡς οὐκ ἐχόντων Θεὸν τὸν διασώζειν αὐτοὺς ἰσχύοντα. Καλούμενοι γὰρ εἰς ἐπικουρίαν, καὶ εἰς τὸ ἐπαμύνειν αὐτοῖς, ἀλκιμωτέρους ἔφασκον εἶναι τοὺς παρὰ σφίσι θεοὺς τοῦ τῆς Ἰουδαίας Θεοῦ. Ὅτι δὲ τὴν Αἰγυπτίων εἷλεν ὁ Βαβυλώνιος μετά γε τὸν ἱδρῶτα τὸν ἐπὶ Τύρῳ, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος πρὸς τὸν προφήτην Ἰεζεχιήλ· "6Υἱὲ ἀνθρώ- που, Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατ εδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδών· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσαν ἐπὶ Τύρῳ. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου."6 Ἐπιφέρει τοίνυν ὁ προφήτης καὶ αὐτῇ τὸ, Οὐαὶ, καί φησιν· Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποτα- μῶν Αἰθιοπίας! Αἰθιοπίας μὲν οὖν ποταμοὺς τὰ ἑπτὰ στόματά φησι, δι' ὧν ὁ εὐρύς τε καὶ μέγας τῆς Αἰγύ- πτου ποταμὸς τῇ θαλάσσῃ μίσγεται. Γῆν δὲ τὴν ἐπέκεινα ποταμῶν ὀνομάζει, τὴν νῦν οὖσαν Ἀλεξάνδρειαν, καλουμένην δὲ τὸ τηνικάδε Ὦν. Ἦνδὲ δὴ πολυανδροῦσα λίαν, καὶ ἀλκιμωτάτους ἔχουσα τοὺς οἰκήτορας, ἀφειστήκει δὲ βραχὺ τῶν Αἰγύπτου ποταμῶν. Ἀπὸ γὰρ τοῦ τελευταίου στόματος (ὄνομα δὲ αὐτῷ τὸ Ἡρακλεῖον), διίσταται πρὸς ἑσπέραν στα- δίοις τάχα που τὸν ἀριθμὸν ὀγδοήκοντα. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς τὴν μνημονευθεῖσαν οἰκοῦσι πόλιν, ἄνω τε καὶ κάτω τὸν ποταμὸν διαπλεῖν, ἀεὶ μὲν ὄντα ναυ- σίπορον, ἄγειν δὲ καὶ φέρειν τά τε παρ' αὐτῶν εἰς ἑτέρους, παρά τε σφίσι τὰ ἐξ ἑτέρων, καὶ φιλοκερ- δίαις ἐντρυφᾷν ταῖς ἐξ ἐμποριῶν· ταύτῃτοι ταλανί- ζει τὰς ναῦς ὁ προφητικὸς ἐν τουτοισὶ λόγος, καὶ οὐ κατά γε τῶν νηῶν ἐπιφέρει τὸ, Οὐαί· κατ' ἐκείνων δὲ μᾶλλον, οἵπερ ἦσαν αὐταῖς ἀεὶ χρώμενοι, χαίροντές τε καὶ ἐντρυφῶντες, ὡς ἔφην, ταῖς ἐξ αὐτῶν γινομέ- ναις φιλοκερδίαις. Κατειλημμένης γὰρ ἁπάσης τῆς χώρας ὑπὸ τοῦ Ναβουχοδονόσορ, πέπαυται μὲν ἐμπο- ρία πᾶσα, καὶ τῆς εἰς τοῦτο παῤῥησίας τὸ πλάτος ἀνεκόπτετο, διολωλότων τάχα που καὶ τῶν κεκτη- μένων αὐτάς. Οὐαὶ τοίνυν, φησὶν, αἱ πτέρυγες τῶν πλοίων τῆς γῆς ἐκείνης τῆς οὔσης ἐπέκεινα τῶν ποταμῶν Αἰθιοπίας! Πτέρυγας δὲ πλοίων ὀνομάζει τὰ ἱστία, οἷς αἱ τῶν πνευμάτων ἐμπίπτουσαι προσβο- λαὶ, πτηνοῦ δίκην αὐτὰς ἀποφέρουσι διὰ μέσου κύμα- τος. Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. ∆υσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς· ὠδίνει γε μὴν ἱστορίας Ἑλλη- νικῆς ἀφήγησιν, ἣν καὶ ἀναγκαίως ἐροῦμεν, οὐκ ἔξω βαίνοντες τοῦ εἰκότος, ἤγουν τοῦ πρέποντος λόγοις Χριστιανικοῖς, ἀλλ' ὑπέρ γε τοῦ σαφῆ κατα- στῆσαι τοῖς ἀκροωμένοις τὴν τῶν ἐννοιῶν ἀπόδοσιν. Ἔχει δὲ οὕτω τῆς ἱστορίας ὁ λόγος· Μυθολογοῦσί τινες τῶν παρ' Ἕλλησι ποιητῶν Μύῤῥαν γενέσθαι τὴν τοῦ Κινύρου τινὸς θυγατέρα, ὃς δὴ καὶ ἀχαλίνοις ὁρμαῖς ταῖς εἰς φιληδονίαν ἡττώμενος, συνεπλέκετο μὲν ἀσελγῶς τῇ ἰδίᾳ θυγατρὶ, μητέρα δὲ αὐτὴν ἐποίει παιδὸς, ὃν δὴ καὶ ὠνόμασεν Ἄδωνιν. Ἐπερυ-θριῶν δὲ τῷ γεγονότι καὶ τοῖς τῆς φύσεως νόμοις, ὅτι πέπραχεν ἀνοσίως ἐξελεγχόμενος, ἐξέθηκεν ὥς φασι τὸ παιδίον ἐν ὄρει. Λαβοῦσαι δὲ τοῦτο τῶν ἐκεῖσε νυμφῶν τινες, ἃς καὶ ὀρεάδας καλοῦσι δαίμο- νας, ἔθρεψάν τε καὶ διεσώσαντο· ὃς δὴ καὶ ἡβήσας, καὶ ἐν νεανίαις ἤδη τελῶν, εὐπρεπεστάτην μὲν ἔχων τὴν ὥραν ἐφαίνετο· ἥπτετο δὲ κυνηγ[ε]ίας, καὶ τὰς ἐπὶ τούτῳ σπουδὰς καθ' ὕλας ἐποιεῖτο περὶ πολλοῦ. Εἶτα, φησὶ, θεασαμένη τοῦτον ἡ παρ' αὐτοῖς Ἀφρο-δίτη (ἑταιρικὸν δὲ τοῦτο γύναιον ἦν), ἠράσθη τε καὶ συνεγένετο, καὶ περιέπουσα διετέλει. Καὶ πρός γε τοῦτο λελυπημένος ὁ Ἄρης, ἀντεραστὴς ὑπάρχων τῆς Ἀφροδίτης, συῒ παρεικάζεται, καὶ θηρῶντι μὲν ἐπιπηδᾷ, διόλλυσι δὲ παραχρῆμα· καὶ θρήνου πρό- φασις γέγονε μὲν τὸ χρῆμα τῇ Ἀφροδίτῃ, φησίν. Καθίκετο δὲ δυσθυμίας εἰς τοῦτο καὶ λύπης, ὥστε καὶ εἰς αὐτὸν καταφοιτῆσαι τὸν ᾅδην, ἀνακομίσαι θέλουσα τὸν ἐρώμενον. Ἐπειδὴ δὲ ἡ τοῦ Πλούτωνος γυνὴ μετεποιεῖτο τοῦ νεανίσκου σφόδρα, καὶ ἀξιο- θαύμαστον ἔχοντα τὴν ὥραν οὐκ ἠφίει, συνέθεντο πρὸς ἀλλήλας, ὥστε μερίσασθαι τοῦ ἐνιαυτοῦ τὸν κύκλον· καὶ ἐξ ἡμισείας ἔχειν αὐτόν. Ἀνελθούσης δὲ τῆς Ἀφροδίτης, καὶ τοῦτο ἀναγγειλάσης τοῖς ἑαυτῆς οἰκείοις, ἤτοι φίλοις, ἢ λατρευταῖς, ἑορτὴ τὸ χρῆμα γέγονε καὶ πανήγυρις. Ἐπλάττοντο τοίνυν Ἕλληνες ἑορτὴν ἐπὶ τούτῳ τοιαύτην. Προσεποιοῦντο μὲν γὰρ λυπουμένῃ τῇ Ἀφροδίτῃ, διὰ τὸ τεθνάναι τὸν Ἄδωνιν, συνολοφύρεσθαι καὶ θρηνεῖν· ἀνελθού- σης δὲ ἐξ ᾄδου, καὶ μὴν καὶ ηὑρῆσθαι λεγούσης τὸν ζητούμενον, συνήδεσθαι καὶ ἀνασκιρτᾷν· καὶ μέχρι τῶν καθ' ἡμᾶς καιρῶν ἐν τοῖς κατ' Ἀλεξάν- δρειαν ἱεροῖς ἐτελεῖτο τὸ παίγνιον τοῦτο. Μεμαθή- κασι καὶ οἱ ἐξ αἵματος Ἰσραὴλ, καὶ δὴ καὶ ἔδρων αὐτὸ, Θεὸν μὲν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, ἀπο- νενευκότες δὲ πρὸς ἃ μὴ θέμις, καὶ ταῖς τῶν δαιμο- νίων ἀπάταις εἰς ὄλεθρον καὶ ἀπώλειαν ἀσυνέτως συνηρπασμένοι. ∆ιαμέμνηται τούτου καὶ ὁ μακάριος προφήτης Ἰεζεχιήλ· ἔφη γὰρ οὕτως· "6Καὶ ἴδον, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι, θρηνοῦσαι τὸν Θαμμούζ."6 ∆ιερμηνεύεται δὲ ὁ Θαμμοὺζ ὁ Ἄδωνις. Ἐπράττετο δέ τι τοιοῦτον παρὰ τῶν ὄντων ἐν τῇ γῇ τῇ ἐπέκεινα ποταμῶν Αἰθιοπίας, περὶ ἧς ἐν τοῖς ἀνωτέρω βραχὺ σαφῶς εἰρήκαμεν. Κέραμον λαβόντες, εἶτα γράφοντες ἐπιστολὴν πρὸς τὰς ἐν Βίβλῳ γυναῖ- κας, ὡς ηὑρημένου τοῦ Ἀδώνιδος, καὶ ἐνθέντες τε αὐτὴν τῷ κεράμῳ, καὶ σφραγίσαντες, καθίεσαν εἰς τὴν θάλασσαν, τελετάς τινας ἐπ' αὐτῷ ποιησάμενοι· καὶ ὥς γε ἔφασκον, αὐτομάτως εἰς Βίβλον ἀπεκομί- ζετο κατὰ φανερὰς τοῦ ἔτους ἡμέρας. Ὃν δὴ καὶ ἀποδεξάμεναι γυναῖκές τινες τῆς Ἀφροδίτης φίλαι, εἶτα λαβοῦσαι τὴν ἐπιστολὴν ἐπαύοντο τοῦ θρηνεῖν, ὡς ηὑρημένου παρὰ τῆς Ἀφροδίτης τοῦ Ἀδώνιδος. ∆ιαγελᾷ τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος, ὡς εἰδωλο- λάτρας ποτὲ καὶ ἀνοσίους, καὶ ἀπατεῶνας, καὶ θεο- μισεῖς, τοὺς κατοικοῦντας τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας, καί φησιν· Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Ἕπεται δὲ πάντως καὶ τούτῳ τὸ, Οὐαί· καθάπερ ἀμέλει καὶ ταῖς πτέρυξι τῶν πλοίων. Οὐαὶ γὰρ γῆς πτέρυγες πλοίων, φησίν! Οὐκοῦν ἀπὸ κοινοῦ προσεπάγεται τὸ, Οὐαὶ, τῷ ἀποστέλλοντι ἐν θαλάσσῃ ὅμηρα· τοῦτ' ἔστιν, ἐνέχυρα τῆς ὁμοψυχίας. Ὡς γὰρ Ἀφροδίτης τελοῦντες μυστήριον τοῖς ταύτην ἐν Βίβλῳ σεβομένοις, καὶ τὴν ἴσην αὐτοῖς νοσοῦσι μανίαν, ἐξέπεμπον τὰς ἐπιστολὰς, οὐ πλοίοις ἐνθέντες τοὺς διακομιστὰς, ἀλλ' οἷον ἐπάνω τοῦ ὕδατος, διὰ τὸ κεράμῳ, καθάπερ ἔφην, ἐντεθεῖσθαι ταύτας. Ἠναγκά- σμεθα δὲ μύθων ὀδωδότων καὶ γεγηρακότων, καὶ βδελυρίας Ἑλληνικῆς ποιήσασθαι μνήμην, ὑπέρ γε τοῦ σαφηνίσαι μόνον τῶν προκειμένων τὸν νοῦν. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέω- ρον, καὶ ξένον λαὸν καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Φθάσας ἔφην, ὅτι προσκεκρούκασι τοῖς Ἀσσυρίων βασιλεῦσιν οἱ κατοικοῦντες τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰ- θιοπίας· ἐπείπερ αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ, οὐ κατεπηγγέλλοντο μόνον, ἀλλὰ γὰρ καὶ πεπόμφασιν, εἰ καὶ ὤνησαν αὐτοὺς παντελῶς οὐδέν. Οἱ δὲ πρὸς τοῦτο λελυπημένοι, μετὰ τὸ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καταδῃῶσαι τὴν Ἰουδαίαν, κεχωρήκασι κατὰ τῆς Αἰγυπτίων, εἷλόν τε ἅπασαν ἀμογητὶ, Θεοῦ διδόντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν τῆς τῶν ἀνθεστηκότων χειρὸς, διάτοι τὸ λελυπῆσθαι κατ' Αἰγυπτίων. Μέλλοντος τοίνυν καταστρατεύειν τῆς χώρας αὐτῶν τοῦ Βαβυλωνίου, δρομαῖοί τινες ἐβαδί ζοντο ἐκ τῆς Ἰουδαίας, ἀπαγγέλλοντες αὐτοῖς τὴν οὐκ εἰς μακρὰν ἐσομένην ἔφοδον. Καὶ περὶ αὐτῶν φησιν ὁ προφήτης, ὅτι Πορεύσονται ἄγγελοι κοῦ- φοι, τοῦτ' ἔστι, ταχεῖς, καὶ οἱονεὶ πτηνοί τε καὶ ἐλαφροὶ, γείτονά τε καὶ ἐπὶ θύραις ἤδη γεγενημένην τὴν ἐκ τοῦ πολέμου καταμηνύοντες συμφοράν. Ἔθνος δὲ μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπὸν, τοὺς Αἰγυπτίους ὀνομάζει· τὸ, μετέωρον, ἀντὶ τοῦ, ὑπέροπτον, ἤτοι τὸ κοῦφον καὶ ἐλαφρὸν, καὶ ἀνούστατον· ξένον δὲ καὶ χαλεπὸν, ὡς ἐν χαλεπότητι ξενίζον, καὶ οὐκ ἔχον τινὰ τὸν ἐπέκεινα πρὸς τοῦτο. Τίς γὰρ αὐτοῦ ἐπέκεινα, φησίν, ἀντὶ τοῦ, Τίς οὕτω κοῦφος, καὶ ἀμαθὴς καὶ ἀσύνετος, καὶ ἀσυνήθη τοῖς ἄλλοις ἐπιτη δεύων φαυλότητα, ὡς ὁ ἐν Αἰγύπτῳ λαός; Σφόδρα γὰρ ἦσαν εἰδωλολάτραι. Τοιγάρτοι καὶ ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον αὐτοὺς ὀνομάζει. Ἀνέλπιστον μὲν, διάτοι τὸ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καταπεπατημένον δὲ, ὅτι ταῖς τῶν δαιμονίων ἀπάταις πολὺ δὴ λίαν τὸν νοῦν ὑποστρώσαντες. μονονουχὶ τοῖς ἐκείνων ὑπέκειντο ποσίν· ἢ καὶ ἑτέρως ἐκδέξῃ τὸ εἰρημένον. Περιπεσόντες γὰρ ταῖς Ἀσσυρίων χερσὶν, πᾶσαν ἀποβεβλήκασιν εὐθυμίας ἐλπίδα, καταπεπάτηνται δὲ οὕτως, ὡς μηδὲ, ὅσον εἰπεῖν, ἀνασφῆλαι δύνασθαί ποτε, ὑποπεπτωκέναι τε καὶ ὑπεστρῶσθαι ταῖς τῶν νενικηκότων ποσίν. 9Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατ- οικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν.9 Προαπαγγέλλει χρησίμως καὶ τὸν τῆς ἁλώσεως τρόπον. Ὤοντο μὲν γὰρ οἱ τὴν Αἰγυπτίων ἔχοντες γῆν, ἀνάλωτοι γεγενῆσθαι τοῖς Βαβυλωνίοις, διάτοι τὸ πᾶσαν αὐτῶν τὴν χώραν πλείστοις τε ὅσοις καὶ μέντοι καὶ μεγάλοις διεζῶσθαι ποταμοῖς, εὐρείας τε καὶ μακρὰς ἐσχηκέναι τὰς λίμνας. ∆υσέμβατοι γάρ πως, καὶ οὐκ εὐκατάδρομοι λίαν τοῖς καταδῃοῦν ἐθέ- λουσιν, αἱ τοιαίδε τῶν χωρῶν. Ἐπειδὴ δὲ Θεὸς αὐτοῖς ἐπεμήνισεν, ἕτοιμον καὶ τοῦτο τοῖς Βαβυλωνίοις ἐτί- θει. Πᾶσαν γὰρ ὑδάτων ἀποξηράνας σύστασιν, ἱππή- λατον αὐτοῖς ἀπέφηνε τὴν ὑγράν. Τοῦτο οἶμαι δη- λοῦν τὸν προφήτην ἐν τουτοισὶ λέγοντα· Νῦν οἱ ποτα- μοὶ τῆς γῆς πάντες, ὡς χώρα κατοικουμένη, κατ- οικηθήσεται ἡ χώρα αὐτῶν. Τὰ γάρ τοι πλόϊμα, φησὶ, καὶ ἀεί πως ὑγρὰ τῶν χωρίων ἔσται τοιαῦτα, κατὰ τὸν τοῦ πολέμου καιρὸν, ὡς δοκεῖν ἤδη πως καὶ χώραν εἶναι κατοικουμένην διὰ παντὸς, καὶ χέρσον ἁπλῶς ὑδάτων ἔρημον. Τί γὰρ οὐκ ἂν δύναιτο κατορθοῦν ἡ θεία τε καὶ παναλκὴς, καὶ ἀνοτάτω φύσις; 9Ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ, ἀκουστὸν ἔσται.9 Οἱ τῶν τακτικῶν ἡγούμενοι, κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐν γηλόφοις ἱστάντες τινὰς, αἴρεσθαι πλειστά- κις ποιοῦσι σημεῖον· καὶ σύνθημα τοῦτο τῇ στρατιᾷ γίνεται πράγματος ἐναργοῦς. Κέχρηται δὲ καὶ ταῖς διὰ σαλπίγγων φωναῖς, ἢ διανιστάντες ἐπὶ τὸ μάχε- σθαι κατά τινα συνήθη ῥυθμὸν, ἢ καὶ ἀφιστάντες τοῦ πολέμου κατά γε τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν. Ἔστι τοίνυν καὶ τὸ αἰρόμενον ὑψοῦ σημεῖον ἐπισημότατον. Ἑστήκασι γὰρ εἰς ὄρος οἱ τοῦτο δρᾷν εἰωθότες, καὶ μὴν καὶ ἅπασι τοῖς κατὰ τὴν μάχην ἐξάκουστος καὶ σαφὴς ἡ τῶν σαλπίγγων ἠχή. Ἔσται τοίνυν, φησὶ, τῆς Αἰγυπτίων τὸ πάθος γνωριμώτατον οὕτω τοῖς ἁπανταχοῦ, ὥστε παρεικάζεσθαι σημείῳ τῷ κατά τι τῶν ὀρῶν ἐγηγερμένῳ· ἔκπυστον δὲ οὕτω, καθάπερ ἀμέλει καὶ ἡ διὰ τῶν σαλπίγγων ἠχή. Ἀπὸ δὴ τῶν τοιούτων ἐκεῖνο εἰσόμεθα, καὶ πρὸς ὠφελείας ἡμῖν ἔσται πολλῆς, τὸ κατὰ μηδένα τρόπον καταθήγειν εἰς ὀργὰς τὴν ἀκήρατον φύσιν· ἢ πάντη τε καὶ πάντως δρῶντας ἃ μὴ θέμις, καὶ τὴν ὑπ' αὐτῷ λατρείαν παραιτουμένους, ἤγουν συντρέχοντας ἀποστάταις, καὶ τοῖς ὑπὸ θείαν ὀργὴν τοὺς ἑαυτῶν συμπλάττον- τας τρόπους, κοινωνεῖν αὐτοῖς τῆς συμφορᾶς, καὶ τὴν ἴσην πράττεσθαι παρὰ Θεοῦ δίκην. Τοῦτο πεπονθό- τας τοὺς τῶν Αἰγυπτίων οἰκήτορας κατίδοι τις ἄν. Ἐπειδὴ γὰρ προσκεκρούκασιν οἱ ἐξ Ἰσραὴλ, εἶτα σώζειν αὐτοὺς ἐπηγγέλλοντο, κἂν εἰ μὴ βούλοιτο Θεὸς, δίδονται τοῖς ἐχθροῖς εἰς ὄλεθρον καὶ ἀπ- ώλειαν. 9Ὅτι οὔτως εἶπέ μοι Κύριος· Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει, ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμητοῦ ἔσται πρὸ τοῦ θερισμοῦ.9 Σαφὴς μὲν τῆς ἱστορίας ὁ λόγος· πλὴν ἐπιδρομά- δην ἐροῦμεν. Σέσωκε γὰρ τὰ Ἱεροσόλυμα Θεὸς πολι- ορκοῦντος αὐτὰ Ῥαψάκου, καὶ τὴν ἀναρίθμητον τὴν τῶν Ἀσσυρίων πληθὺν περιστήσαντος· σέσωκεν ὅπως; "6Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου,"6 φησὶ, "6καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας."6 Ἔσται τοίνυν, φησὶν, ἀσφάλεια ἐν τῇ πόλει τῇ ἐμῇ. Καὶ ὅτι γέγονα κινδυνεύουσιν ἐπίκουρος ἐγὼ, διαφανὲς οὕτω τοῖς ἁπανταχόσε γενήσεται, ὡς ἔστι λαμπρὸν καὶ ἀκμαιότατον τὸ ἐν μεσημβρίᾳ φῶς. Ἡλίου γὰρ μεσημβρίζοντος, καὶ ἀκμαιοτάτην ἄνωθεν τοῖς ἐπὶ τῆς γῆς ἐνιέντος τὴν ἀκτῖνα, πλουσιωτάτῳ φωτὶ τὰ πάντα καταλαμπρύνεται. Ἔσται τοίνυν, φησὶ, κινδυ νεύουσιν ἡ παρ' ἐμοῦ δοθησομένη τὸ τηνικάδε χάρις τε καὶ ἀσφάλεια, ὥσπερ ἂν εἰ καὶ νεφέλη δρόσου ἐν ἡμέραις ἀμητοῦ πρὸ τοῦ θερισμοῦ. Καὶ τί δὴ βούλε- ται δηλοῦν, ἐρῶ πάλιν· Ἔθος τοῖς ἀμῶσι μὴ πρότε- ρον τοῖς ἀστάχυσιν ἐπαφεῖναι τὸν σίδηρον, εἰ μὴ ἄρα πως προκατενεχθεῖσα δρόσος, εὐαφεστέραν αὐτοῖς τὴν καλάμην ἐργάσηται. Ἐν εὐχῇ τοιγαροῦν τὸ χρῆμα αὐτοῖς, τὸ καθιεῖσθαί φημι παρὰ Θεοῦ τὴν δρόσον. Τριπόθητος οὖν τοῖς ἐν τοῖς Ἱεροσολύμοις ἡ παρὰ Θεοῦ γέγονεν ἀσφάλεια, καθάπερ ἀμέλει καὶ ἡ δρόσος ἐν ἡμέραις ἀμητοῦ πίπτουσα πρὸ τοῦ θε- ρισμοῦ. 9Ὅταν συντελεσθῇ στάχυς, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα. Καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ, καὶ κατακόψει καὶ καταλήψει ἄμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. Καὶ συν- αχθήσεται ἐπ' αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ' αὐτὸν ἥξει.9 ∆υσχερὴς μὲν λίαν καὶ δυσκάτοπτος οὐ μετρίως τῶν προκειμένων ὁ νοῦς. Καὶ αὐτὴ δὲ πρὸς τοῦτο τῆς λέξεως ἡ συνθήκη. Πλὴν ὡς ἔνι διειπεῖν πειράσο- μαι. Ποιεῖται τοίνυν ὡς ἀπὸ τῆς τῶν γεωργῶν ἐπι- στήμης τὸν λόγον. Ἔθος γὰρ ἐκείνοις, ὅταν τῆς ἀμ- πέλου λοιπὸν ἐξανθήσαντας τοὺς βότρυς θεάσωνται, καὶ ἤδη πως τὸ τῶν ὀμφάκων ἔχοντας εἶδος, ἀποκεί- ρειν μὲν τὰς περιττὰς κληματίδας, καὶ τὰ μικρὰ τῶν βοτρυδίων περιττῶς τοῖς μείζοσι παρηρτημένα ταῖς δρεπάναις ἀποτέμνειν, ἵνα καὶ τροφιμωτάτην ἰκμάδα δεχόμενοι τῶν βοτρύων οἱ μείζους τελεσφορεῖσθαι δύναιντο. Τοιοῦτόν τι πεπραχέναι φησὶν ὁ τῶν ὅλων Θεὸς, ἢ ἐπί γε τοῖς Ἀσσυρίοις, ἤγουν καὶ ἐπὶ τοῖς Αἰγυπτίοις· οὐ γάρ τοι λίαν ἐναργὴς ὁ λόγος, κατὰ τί- νων ἂν ἴοι καὶ φέροιτο πρεπωδέστερον. Φαμὲν δὴ, ὅτι εἴτις ἕλοιτο νοεῖν ὡς ἄμπελον μίαν τὴν τῶν Ἀσσυ- ρίων πληθὺν, τὴν πολιορκήσασαν τὴν ἁγίαν πόλιν, εὑρήσομεν ὅτι ὁ μέγας ἐν αὐτῇ νοούμενος βότρυς, τοῦτ' ἔστιν, ὁ τοῖς τῆς βασιλείας θάκοις ἐκλελαμπρυ- σμένος, οὐ συνδιόλωλε τοῖς ἑτέροις, ἀλλὰ σέσωσται μὲν αὐτὸς, δεδαπάνηνται δὲ ὡς ἐν τάξει τῶν μικρῶν βοτρύων ἡ ἑτέρα πληθὺς, καὶ οἷον τῶν περιττῶν κλη- μάτων δίκην καθάπερ τινὶ δρεπάνῃ περιέκειρεν αὐ- τοὺς ἡ τομωτάτη μάχαιρα τοῦ Κυρίου. Πεπτώκασι γὰρ, ὡς ἔφην, ἀγγέλου χειρὶ δαπανώμενοι, καὶ γεγό- νασιν αὐτῶν τὰ πτώματα τρυφὴ τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ ἐπὶ τοῖς Αἰγυπτίοις εἰρῆσθαι λέγειν αὐ- τὰ, συνήσεις ὅτι καταδῃοῦντες αὐτὴν οἱ Ἀσσύριοι, οὐκ ἄρδην ἅπασαν, οὔτε μὴν ὁλοσχερῶς ἀνεῖλον. ἀλλ' οἷον μικροῖς βοτρυδίοις ταῖς κατὰ τόπους συνοικ[ε]ίαις ἢ κώμαις ἐπαφιέντες τὴν μάχαιραν, συνεμέτρησαν τοὺς θυμοὺς τοῦ φιλοικτείρμονος Θεοῦ, παιδεύοντος μὲν τοὺς προσκρούοντας, κολοβοῦντος δὲ πλειστάκις τὰς δίκας, καὶ οὐκ εἰς ἅπαν ἐῶντος ἀπόλλυσθαι τοὺς παιδευομένους. 9Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τετιλμένου καὶ τε- θλιμμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου Σαβαὼθ ἐπεκλήθη τὸ ὄρος Σιών.9 Τὰ ἐν τῷ πολέμῳ συμβησόμενα κατὰ καιροὺς τοῖς Αἰγυπτίων δήμοις εὖ μάλα διειρηκὼς, διαμέμνηται καὶ τῆς μετὰ τοῦτο πρὸς Θεὸν ἐπιστροφῆς, καὶ ὅτι τὴν ἀρχαίαν τῆς ἀπάτης ἀχλὺν, τῶν τῆς διανοίας ὀμ- μάτων ἀποπεμψάμενοι, καὶ ταῖς τῶν εἰδώλων λα- τρείαις ἐῤῥῶσθαι φράσαντες, βαδιοῦνται πρὸς τὰ ἀμείνω· καὶ τὸν μὲν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων ∆ημιουργὸν καὶ Κύριον ἐπιγνώσονται, μεταστοιχειούμενοι δὲ ὥσπερ πρὸς νέαν τινὰ καὶ ἀπόλεκτον ζωὴν, καρποφοροῦσι τῷ Θεῷ τὰ ἐφ' οἷς ἂν εἶεν εὐδόκιμοι καὶ παντὸς ἐπαίνου μεστοὶ, καὶ οἷον δῶρα προσκομιοῦσι τὰ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, τὴν πίστιν, τὴν ἐλπίδα, τὴν ἀγάπην. Τεθλιμμέ- νον δὲ αὐτὸν ὀνομάζει λαὸν, διάτοι τὸ πλείστην ὅσην ὑπομεῖναι ταλαιπωρίαν τὰ ἐκ τῆς θείας ὀργῆς ὑπο- μείναντα. Καὶ πρός γε τούτῳ καὶ τετιλμένον· τάχα που τὴν εἰς τὰ ἀμείνω μετάστασιν αὐτῶν διὰ τούτου δηλῶν. Τὸ γάρ τοι φυτὸν μεταμοσχεύεται, καὶ βό- θρου τοῦ ἐν αὐτῷ ἀποτετιλμένου, μεταχωρεῖ πρὸς ἕτερον· γεωργίας δὲ τῆς ἀρίστης οὗτος ὁ τρόπος τοῖς εἰωθόσι γηπονεῖν. Οὕτω καὶ τῶν ἐν πλάναις ὁ νοῦς, μεταβοθρεύεται, τρόπον τινὰ, τῆς μὲν ἀρχαίας ἀπά- της οἷον ἐκτετιλμένος, ἐμφυτευθεὶς δὲ πρὸς ἑτέρας ἐννοίας, καὶ πρός γε τούτῳ σπουδὰς καὶ γνῶσιν τὴν προὔχουσαν, μᾶλλον δὲ καὶ ἀσυγκρίτως τῆς ἀρχαίας ἐν ἀμείνοσιν. Καρποφορήσειν δὲ αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον, τοῦτ' ἔστι, διηνεκῶς, οὐ διακοπῆς τινος μεταξυμβησομένης, ἀεὶ δὲ μᾶλλον καὶ μέχρι παν- τός. Τοιγάρτοι καὶ μέγαν αὐτὸν ὀνομάζει λαόν· ἢ τὸ πολύχουν αὐτοῦ διὰ τούτου σημαίνων, ἢ ὅτι γέγονεν εὐδόκιμος κεκλημένος διὰ πίστεως τῆς εἰς Χριστόν. Οἱ γὰρ τοὺς ἄλλους ἅπαντας νικῶντές ποτε πρὸς τὰ τῆς εἰδωλολατρείας ἐγκλήματα, νῦν εἰσιν πολλῶν ἀμείνους καὶ συνετώτεροι, καὶ ἀκμαιοτάτην ἔχοντες τὴν εἰς Χριστὸν ἀγάπην, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐτολμίαν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν, ὑπερεπερι[έ]σσευσεν ἡ χάρις. Ποῦ τοίνυν καρ- ποφορήσουσιν; Εἰς τὸν τόπον, φησὶν, οὗ τὸ ὄνομα Κυ- ρίου Σαβαὼθ ἐπεκλήθη ὄρος Σιὼν, τοῦτ' ἔστιν, εἰς τὸ ὄρος τὸ Σιὼν, ἔνθα ἂν ἐπικληθείη τὸ ὄνομα Κυ- ρίου Σαβαώθ. Σημαίνει δὲ διὰ τούτου τὴν Ἐκκλησίαν, τὸ μέγα καὶ νοητὸν ὄρος· χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐ- τῇ, ἀλλ' οὐδὲ τῶν πεπατημένων δογμάτων, ἀλλ' εἴ τι μέγα καὶ ὑψηλὸν, ἡ περὶ Θεοῦ τοῦ κατ' ἀλήθειαν γνῶσις δηλονότι, ἡ δήλωσίς τε καὶ μάλα σαφὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων. Σιὼν δὲ ὅρος ὀνομάζει πλειστάκις ἡ θεόπνευστος Γραφὴ τὴν Ἐκκλησίαν Χριστοῦ, ὡς ἀπό γε τῆς πρώτης ὀνομάζουσα νοητῶς τὴν ἀληθεστέραν Σιὼν, ὅ ἔστιν ὑψηλὴ καὶ σκοπευτή- ριον. Προσέῤῥιπται δὲ διὰ μέσου· Τὸ ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ. Ἤρξατο γὰρ ἡ τῶν Αἰγυπτίων ἐπιστροφὴ πρὸς Θεὸν ἀπό τινος μέρους τῆς χώ- ρας κειμένης ἐπέκεινα τοῦ ποταμοῦ· ἵνα νοῇς τῆς Ῥινοκορουρητῶν, ἤγουν τῶν αὐτόθι πόλεων μίαν. Λέγει γὰρ ἐν τοῖς ἐφ' ἑξῆς, ἐν τῇ ὁράσει τῆς Αἰγύ- πτου· Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐ- τῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον Κυρίῳ· καὶ εἰς τὸν αἰῶνα ἐν χώρᾳ Αἰγύπτου. Καὶ πεπατημένον μὲν ὡς συντετριμμένον ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς· ἐλπίζον δὲ, ὅτι καὶ αὐτὸ πεποίηται τὴν ἐλπίδα λοιπὸν ἐπὶ Χριστῷ, καὶ ταῖς ὑπ' αὐτῷ ζεύγλαις ὑπήνεγκε τὸν αὐχένα, καὶ δεδούλευκεν αὐ- τῷ, καὶ τοὺς τῆς εὐσεβείας κεκάρπικε τρόπους.

{1ΤΟΜΟΣ ∆ ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ.}1

9Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίη- τα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.9 Τίνα δὴ τρόπον ἡ τῶν Αἰγυπτίων σέσωσται χώρα καὶ σεσαγήνευται πρὸς εὐσέβειαν, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ, καίτοι πολύθεος καὶ ἐκτόπως νοσοῦσα τὴν πλάνην, πειρᾶται διδάσκειν ὁ προφήτης ἐν τούτοις. Ἦσαν μὲν γὰρ οἷάπερ ἐν σκότῳ βαθεῖ, τὸν μὲν φύσει Θεὸν καὶ ἀληθῶς ὄντα τῶν ὅλων δη- μιουργὸν καὶ Κύριον ἠγνοηκότες παντελῶς, ἀνάπτον- τες δὲ τῇ κτίσει τὸ σέβας· καὶ τὸ ἔτι τούτου παρα- λογώτερον, τεχνουργοὶ τῶν ἰδίων ἀναδεικνύμενοι θεῶν, καὶ πολύμορφον εἰδώλων ἐσμὸν ἐν τοῖς τεμένε- σιν ἔχοντες, ὡς καὶ ζώων ἀλόγων ἀναπλάττειν τύπους, καὶ βωμοὺς ἱστάντας καταθύειν αὐτοῖς. Ἔδει τοίνυν πλεοναζούσης ἐν αὐτοῖς ἁμαρτίας, ὑπερπερισσεῦσαι τὴν χάριν, καὶ τοῖς οὕτως ἐχθίστως νενοσηκόσι ἐπι- λάμψαι τὸν ἰατρὸν, καὶ τοῖς τὴν καρδίαν κατεσκοτι σμένοις τὸ θεῖόν τε καὶ οὐράνιον ἐναστράψαι φῶς. Ἰδοὺ τοίνυν, φησὶ, Κύριος κάθηται ἐπὶ νεφέλης κού- φης, καὶ ἥξει εἰς Αἴγυπτον. Ἀλλὰ τί ἂν βούλοιτο πα ραδηλοῦν τὸ ἐπὶ νεφέλης κούφης ὁρᾶσθαι τὸν Κύριον; Φέρε λέγωμεν ὡς ἔνι· Τινὲς μὲν τῶν ἐξηγητῶν κούφην ἔφησαν εἶναι νεφέλην τὴν ἁγίαν τοῦ Κυρίου σάρκα, τουτ' ἔστι, τὸν ἐκ τῆς Παρθένου ληφθέντα ναόν· καὶ νεφέλῃ παρεικάζουσι, διάτοι τὸ ἀπηλλάχθαι τάχα που κινημάτων καὶ ἐπιθυμιῶν τῶν γεωδεστέρων ἄνω τε καὶ ὥσπερ ὑψοῦ. Πάναγνον γὰρ ἀληθῶς καὶ ἁπάσης γεώδους ἀκαθαρσίας ἀπηλλαγμένον τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἕτεροι δὲ αὖ κούφην ὠνομάσθαι νεφέλην ὑπειλήφασι τὴν ἁγίαν Παρθένον. Οἶμαι δὲ ἔγωγε τάχα που καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ὑποσημῆναι πλάτος, τὸ ἐπὶ νεφέλης κούφης καθῆσθαι λέγειν αὐτόν. Πολυτρόπως μὲν γὰρ οἱ μα- κάριοι προφῆται, τὴν τοῦ Θεοῦ δόξαν καταθεώμενοι, γεγράφασι τὰς ὁράσεις. Ὁ μὲν γὰρ Ἡσαΐας ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τεθεᾶσθαί φησι τὸν Κύριον Σαβαὼθ, περιεστώτων ἐν κύκλῳ τῶν ἀνωτάτω δυνάμεων λογικῶν, ὑμνολογουσῶν τε αὐτὸν, πλήρη τε εἶναι λεγουσῶν τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δέ γε πάνσοφος ∆ανιὴλ Παλαιὸν ἡμερῶν ἐπὶ θρόνου καθίζει· χιλίας τε χιλιάδας λειτουργεῖν αὐτῷ διατείνεται, καὶ μυρίας μυριάδας περιεστάναι φησί· τεθεᾶσθαι δὲ καὶ ὡς Υἱὸν ἀνθρώπου μετὰ τῶν νεφελῶν ἐρχόμενον, καὶ τὰ τούτοις τέθεικεν ἐφεξῆς. Ἰεζεχιὴλ δὲ ὁμοίως στερέωμα, φησὶν, ἴδεν, ὑποκει- μένων τῶν Σαραφείμ· ἐπὶ θρόνου δὲ ἄνθρωπον τε- θεᾶσθαι, ἤτοι εἶδος ἀνθρώπου, οὗ τὰ μὲν ἄνω φησὶν ἠλέκτρῳ προσεοικέναι, τό γε μὴν ἐξ ὀσφύος εἰς πόδας ὡς ὅρασις πυρός. Ἑκάστῃ δὲ τῶν τοιούτων ὁράσεων, ἔμφασίν τινα δόξης τῆς θεοπρεποῦς, καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν, ἀστείως ἡμῖν ὑπαινίττεται. Οὐδὲν οὖν ἄρα τὸ κωλύον κἀν τούτῳ νοεῖν, ἐπὶ νεφέλης κούφης τεθεᾶσθαι τὸν Κύριον, χρειωδέστατά τε καὶ ἀναγκαίως. Ἀποπληροῖ γὰρ ἡμῖν ἡ νεφέλη τύπον ὑετοῦ τε καὶ δρόσου πνευματικῆς, καὶ αὐτοῦ δὲ τοῦ σωτηρίου βαπτίσματος. Καὶ γοῦν ὁ μακάριος Παῦλος, τοὺς ἐξ αἵματος Ἰσραὴλ βεβαπτίσθαι φησὶν ἐν τῇ νε- φέλῃ καὶ ἐν τῇ θαλάσσῃ· ἐπήρτητο καὶ τὴν βαθεῖαν ἐκείνην διαπεραιουμένοις ἔρημον, ἐν ἡμέρᾳ μὲν ἡ νεφέλη· προηγεῖτο δὲ καὶ νυκτὶ στύλος πυρός. Ἐγρά- φετο δὲ δι' ἀμφοῖν ὁ Χριστὸς, ἤτοι τὸ ἐπ' αὐτῷ μυ- στήριον, ἤγουν ὡς ἐν πίστει τε καὶ ἁγίῳ βαπτίσματι, δικαίωσις καὶ ἁγιασμός. Ἔδει τοίνυν ἐπὶ καθάρσει τε καὶ μεταβολῇ ἰόντα τὸν Κύριον τῶν Αἰγυπτίων, θεοπρεπῶς δὲ δηλονότι καὶ νοητῶς, ἐπὶ νεφέλης ὁρᾶ- σθαι κούφης. Οὐ γὰρ ἦν ἑτέρως ἀποσμήχεσθαι τῆς τῶν πλανωμένων ψυχῆς τὴν ἐντετηγμένην αὐτῇ κη- λῖδα, μὴ οὐχὶ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὗ καὶ εἰς τύπον τὴν νεφέλην εἶναι διοριζόμεθα. Κούφη δὲ ἡ νεφέλη καὶ μάλα εἰκότως ὠνόμασται. Βαπτιζόμεθα γὰρ εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ οἱονεί τι δυσδιακό- μιστον ἀληθῶς φορτίον ἀποτρεπόμενοι τὴν ἀσέβειαν, ὑπόπτεροι τρόπον τινὰ διὰ τούτου γινόμεθα, καὶ τὰ ἄνω φρονεῖν, καὶ τὰς καρδίας ἔχειν ὑψοῦ μανθάνομεν. Τό γε μὴν ἐπικαθῆσθαι τῇ νεφέλῃ τὸν Κύριον, ἐκεῖνο οἶμαι δηλοῦν· Ἡ κάθησις ἢ ἀνάπαυσιν, ἤγουν ἐξου- σίαν ἡμῖν ὑπαινίττεται. Οὐκοῦν ἐπαναπαύεται Χρι- στὸς, οὐχὶ τῇ κατὰ νόμον λατρείᾳ ποθὲν, ἐν τελειώσει δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου βαπτίσματος. Βεβασί- λευκε δὲ οὕτω τῶν ἐπὶ τῆς γῆς. Σεισθήσεσθαι δέ φησι τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Ἀνα δεδειγμένου γὰρ ἤδη τοῦ ἁγίου βαπτίσματος, καὶ Χρι- στοῦ λοιπὸν ἐπιλάμψαντος, πᾶσά πως ἀνάγκη, τὰ τῆς ἀρχαίας ἀπάτης ἀφανίζεσθαι παίγνια, καὶ τὰς τοῦ διαβόλου παγίδας ὁρᾶσθαι συντεθραυσμένας. Σε- σαγήνευκε δὲ πρὸς ὄλεθρον καὶ ἀπώλειαν ἅπαν μὲν, ὡς ἔπος εἰπεῖν, ἔθνος τε καὶ γένος, μάλιστα δὲ τῶν ἄλλων τοὺς Αἰγυπτίους. ∆εισιδαιμονέστατοι γὰρ γε- γόνασι παρὰ τοὺς ἄλλους, καὶ τάχα που νικῶντες ἐν πλάνῃ Πέρσας τε καὶ Ἀσσυρίους· καίτοι τῆς θεο- πνεύστου Γραφῆς περὶ τῆς ἐκείνων λεγούσης χώρας, ὅτι γῆ γλυπτῶν ἐστιν. Ἡττηθήσεσθαι δὲ τὴν καρδίαν τῶν Αἰγυπτίων φησὶν, παραχωρήσασαν, ὥς γε οἶμαι, τὸ χρῆναι νικᾷν τοῖς εὐαγγελικοῖς κηρύγμασι, καίτοι πάλαι θεομάχον οὖσαν, καὶ τοῖς τῆς ἀληθείας ἀντεξ- άγουσαν λόγοις. Εὑρήσομεν οὖν τὸν Φαραὼ τοιοῦτον ὄντα σαφῶς. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς ἔφασκεν ἐναργῶς· "6Ὁ Θεὸς τῶν Ἑβραίων ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ, λέγων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λα- τρεύσωσί μοι ἐν τῇ ἐρήμῳ."6 Ὁ δὲ πρὸς αὐτούς· "6Τίς ἐστιν, οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστέλλω."6 Ἡττηθήσεται γὰρ ἡ καρδία αὐτῶν ἐν αὐτοῖς, τοῦτ' ἔστιν, οὐκ ἄθραυστος, οὐδὲ σκληρὰ, καὶ ἀνουθέτητος διαμενεῖ· παραδέξεται δὲ μᾶλλον τὸ σωτήριον κήρυγμα. 9Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι πρὸς Αἰγυ- πτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐ- τοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Καὶ ἐπ- εγερθήσεται πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νο- μόν. Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυ- πτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκε δάσω.9 Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς ἕτερον οὐδὲν, ἢ ἐκεῖνό που πάντως ὅπερ ἔφη Χριστός· "6Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρω- πον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ."6 Ἀναφωνηθέντος γὰρ ἤδη τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, καὶ τῆς εἰς γονέας αἰδοῦς κατημεληκό- τες ἄνθρωποι, πεφρονήκασιν ἐχθρὰ καὶ μεμισημένα αὐτοῖς, καὶ μονονουχὶ τὸν πολέμου νόμον ἐξηρτυμένοι, κατεξανέστησαν ἀδελφῶν. Οἱ μὲν γὰρ τῇ ἀρχαίᾳ συναγορεύοντες πλάνῃ, καὶ ταῖς τῶν εἰδώλων ἀπά- ταις ἀχαλίνως προσνενευκότες, ἀπαράδεκτον ποιοῦν- ται τὸν τῆς πίστεως λόγον. Οἱ δὲ καταγέλαστόν τι χρῆμα καὶ ἀνόσιον παντελῶς ἡγούμενοι προελέσθαι προσκυνεῖν τοῖς παρ' αὐτῶν τεχνουργουμένοις θεοῖς, τοῖς τῆς ἀληθείας προσδεδραμήκασι λόγοις, καὶ μα- κρὰν ὄντες ποτὲ, γεγόνασιν ἐγγὺς, καὶ οἰκεῖοι διὰ τῆς πίστεως ἀναδεδειγμένοι Χριστοῦ, εἴσω τε γεγόνασι τῆς τῶν ἁγίων ἐλπίδος, καὶ κληρονόμοι τέθεινται τῆς εἰς αἰῶνα ζωῆς. Κατασεσεισμένων τοίνυν, φησὶ, τῶν χειροποιήτων Αἰγύπτου, διὰ τὸ ἐλθεῖν ἐν αὐτῇ τὸν Κύριον ἐπὶ νεφέλης κούφης, ἐπανάστασις ἔσται πολλὴ καὶ οἰκείων καὶ συγγενῶν, καὶ καθ' ἕνα καὶ κατὰ πληθὺν οἱ πόλεμοι, ὥστε καὶ πόλιν καὶ νομὸν ἐπὶ νομὸν ποιεῖσθαι τὰς ἐφόδους. Νομὸς δὲ λέγεται παρὰ τοῖς τὴν Αἰγυπτίων οἰκοῦσι χώραν, ἑκάστη πόλις καὶ αἱ περιοικίδες αὐτῆς καὶ αἱ ὑπ' αὐτῇ κῶμαι· καὶ τέ- τριπται παρ' αὐτοῖς ἡ τοιάδε φωνή. Εἶτά φησιν, ὅτι Ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Φαμὲν δὲ ὅτι διά- φορον ἐσχηκότες κατ' ἀλλήλων τὸ φρόνημα, τεθορύ- βηνται μὲν οὐ μετρίως· ἐπαναστάσεις δὲ καὶ μάχας μελετῶντες κατὰ τῶν πεπιστευκότων οἱ πλανώμενοι, πολεμοῦντα αὐτοῖς καὶ ἀνθεστηκότα τὸν τῶν ὅλων εὑρήσουσι Θεόν. ∆ιασκεδάσω γὰρ αὐτῶν τὰς βουλὰς, φησὶν, τοῦτ' ἔστι, πᾶσαν αὐτῶν σκέψιν εἰκαίαν ἀπο- φανῶ, καὶ ἀνόνητα παντελῶς τὰ κατὰ τῶν ἐμοὶ προσδεδραμηκότων ἐπιχειρήματα. 9Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦν- τας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας. Καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν· καὶ βασιλεῖς σκληροὶ κυριεύ- σουσιν αὐτῶν.9 Τίνα δὴ τρόπον, ἢ κατὰ ποῖον ὅλως καιρὸν, Αἰγύ- πτιοι πεπλουτήκασι τὸ σωτήριον κήρυγμα, σπουδὴ τῷ προφήτῃ διατρανοῦν. Οὐκ ἀνόνητος δὲ τῆς ἱστο- ρίας ὁ λόγος τοῖς γε ἅπαξ χρηστομαθεῖν ᾑρημένοις. Καταδῃώσας τοίνυν τὴν τῶν Ἰουδαίων χώραν Οὐε-σπασιανὸς, καὶ κατεμπρήσας τὰ Ἱεροσόλυμα, παν- στρατιᾷ καταβέβηκεν εἰς τὴν Αἰγυπτίων χώραν, χειρωσόμενος καὶ αὐτήν. Ἔδρα δὲ τοῦτο κατὰ βού- λησιν τοῦ Θεοῦ, τοῖς Ῥωμαίων ὑποφέροντος σκή- πτροις χώρας τε ἁπάσας ὁμοῦ καὶ πόλεις. Ἀλλ' ᾤοντο μὲν Αἰγύπτιοι καὶ διαφυγεῖν δύνασθαι ῥᾳδίως τὸν τῆς δουλείας ζυγὸν, εἶναί τε ἀνάλωτοι παντελῶς, διάτοι τὸ πλείστοις ὕδασι διεζῶσθαι τὴν χώραν. Ἀλλ' ἡμαρτήκασι τῆς ἐλπίδος. Θεοῦ γάρ τι κατορθοῦν ἐθέλοντος, πάντα ὑπείκει ῥᾳδίως, καὶ τὰ ἀνέφικτα καὶ δυσήνυτα παραδόξως κατευμαρίζεται. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; κατὰ τὸ γεγραμ- μένον. Συμβέβηκε τοίνυν πάντα τὰ παρ' αὐτοῖς ὕδατος, τά τε ἐν λίμναις, καὶ μέν τοι καὶ ποταμοῖς ἀφανισθῆναι παντελῶς, ὡς διοδεύεσθαι ποσίν. Οὕτω τε λοιπὸν δυσχερείας ἁπάσης ἐψιλωμένην τὴν Αἰγυ- πτίων εὑρὼν, κεκράτηκεν αὐτῆς Οὐεσπασιανός. Κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, συμβέβηκεν εἰσελ- θεῖν εἰς τὴν Αἰγυπτίων τοὺς τὸ θεῖόν τε καὶ σωτήριον ἱερουργοῦντας κήρυγμα, καὶ τὰ ἔθνη σαγηνεύοντας διὰ πίστεως τῆς ἐν Χριστῷ, πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Μεμαθηκότες τοίνυν Αἰγύπτιοι, φησὶ, τῆς Ῥωμαίων στρατιᾶς τὴν παναλκῆ καὶ δυσκατ- αγώνιστον ἔφοδον, τεθορυβημένοι τε λίαν, καὶ ὅποι ποτὲ αὐτοῖς τὸ τοῦ πράγματος ἐκβήσεται πέρας, ἀναμαθεῖν ἐθέλοντες, ἐπερωτήσουσι τοὺς θεοὺς αὐ- τῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ μέντοι καὶ γνώστας. ∆ιάφοροι γὰρ παρ' αὐτοῖς ψευδομαν- τείας ἦσαν τρόποι, καὶ πεπλασμένοι προφῆται. Οἱ μὲν τοὺς νεκροὺς ἐπερωτᾷν προσποιούμενοι· οἱ δὲ καὶ ἀπὸ τῆς σφῶν αὐτῶν καρδίας ἐρευγόμενοι λό- γους. Ἕτεροι δὲ καὶ γνῶσται, τοῦτ' ἔστι, τοὺς ἐκ θυσιῶν καπνοὺς, καὶ τοὺς ἐν τοῖς ἥπασι τῶν σφαζο- μένων ζώων παλμοὺς πολυπραγμονοῦντες ἀνοσίως. Ἀλλ' οὐδεμιᾶς ἔσται, φησὶν, ἐκ μαντείας αὐτοῖς ἡ ὄνησις· οὔτε μὴν ἐπαμῦναι δυναμένους αὐτοὺς εὑ- ρήσουσι, τοὺς νομισθέντας εἶναι θεούς. Παραδώσω γὰρ Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκλη- ρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Σκληροὺς δὲ ὅταν ἀκούσῃς, μὴ ἀπηνεστάτους νοήσῃς, ἀθραύστους δὲ μᾶλλον, καὶ παραχωρεῖν εἰδότας τὸ νικᾷν οὐδενί. Τοιοῦτο γὰρ οἱ Ῥωμαίων γεγόνασιν εὐκλεέστατοι βασιλεῖς, τῆς θείας τε καὶ ἀποῤῥήτου βουλῆς ὑποτιθείσης, ὡς ἔφην, τὰ πάντα αὐτοῖς. Καὶ γοῦν κεκρατήκασι τῆς ὑπ' οὐρανόν. 9Τάδε λέγει Κύριος Σαβαώθ· Καὶ πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ πο- ταμὸς ἐκλείψει, καὶ ξηρανθήσεται. Ἐκλείψου- σιν οἱ ποταμοὶ καὶ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, ἐν παντὶ ἕλει καλάμου, καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλω- ρὸν, πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, πᾶν τὸ σπει- ρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμο- φθορίᾳ. Καὶ στενάξουσιν οἱ ἁλιεῖς, στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας, καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι. Καὶ ἡ αἰσχύνη λήψεται τοὺς ἐρ- γαζομένους τὸ λῖνον τὸ σχιστὸν, καὶ τοὺς ἐργαζομένους τὴν βύσσον· καὶ ἔσονται οἱ ἐργαζό μενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζύθον ποιοῦντες λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέ- σουσιν.9 Συναρμόσεις καὶ τάδε τοῖς ἀρτίως ἡμῖν εἰρημέ- νοις. Εὐυγροτάτην γὰρ οὕτως τὴν Αἰγυπτίων, ξηρὰν ἀπέφηνεν ὁ πάντα ἰσχύων Θεὸς, ὥστε καὶ ἀνιδρωτὶ βάσιμον εἶναι τοῖς ἐθέλουσι διὰ λιμνῶν ἰέναι καὶ ποταμῶν. ∆ιῄρηται δέ πως τῶν Αἰγυπτίων ἡ χώρα· καὶ οἱ μὲν ἔχουσι τὴν γῆν τὴν ἀρόσιμον, καὶ γονιμω- τάτην, καὶ ἀμπελῶσιν ὅτι μάλιστα μελεδωνοί. Οἱ δὲ πρὸς αὐταῖς οἰκοῦσι ταῖς λίμναις, τὰ ἐξ αὐτῶν δρε- πόμενοι. Ἰχθυοθῆραί τε γάρ εἰσι, καὶ πάπυρον ἀποκείροντες, χάρτου τέ εἰσι δημιουργοὶ, καὶ λῖνον ἐργάζονται τὸ σχιστόν. Ἕλειοι δὲ ἄνδρες ἤγουν βου- κόλοι κατονομάζονται· καὶ γάρ εἰσι παρ' αὐτοῖς ἀριθμοῦ κρείττονες αἱ βοῶν ἀγέλαι· πλείστη τε ἄρ- του καὶ οἴνου καὶ τῶν ἄλλων ἡ σπάνις. Ἐκλελοι- πότων τοιγαροῦν τῶν ὑδάτων, φησὶν, πίονται ὕδωρ. Ὀρύττοντες γὰρ ἐν τοῖς αἰγιαλοῖς ἔσθ' ὅτε τινὲς, πότιμον ἀρύονται νᾶμα. Ἐκλείψουσι δὲ καὶ ξηραν- θήσονται οἱ ποταμοὶ, καὶ πᾶσαι αἱ διώρυγες. Ἔσται δὲ σπάνις ὑδάτων ἐν παντὶ ἕλει καλάμου, καὶ παπύ- ρου. Καὶ πᾶν τὸ ἐν τοῖς ὕδασι φυόμενον ξηρανθήσε- ται, φησὶν, ὥστε καὶ στενάξαι τῶν ἰχθύων τοὺς θηρευτὰς, καὶ τοὺς τὸ λῖνον ἐργαζομένους τὸ σχιστὸν, καὶ ἐν ὀδύνῃ γενέσθαι πολλῇ τοὺς ἐργαζομένους αὐτά· καὶ πρὸς τούτοις ἔτι, τοὺς τὸν παρ' αὐτοῖς ζύθον ἀρτύοντας. Ἐκλελοιπότων γὰρ τῶν ὑδάτων, ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ κατευφραίνειν εἰδότος, καὶ τὰ πρὸς ζωὴν αὐτοῖς ἐπιτήδεια παρατιθέντος πλουσίως. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ ἐκ τῆς ἱστορίας δηλούμενον εἴρηται σαφῶς. Εἰ δὲ δή τις ἕλοιτο τῶν ὑδάτων τὴν σπάνιν καὶ ἑτέρως ἐκλαβεῖν, καὶ ἰσχνοτέρων ἐννοιῶν εἰς βάθος ἐλθεῖν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται, παρεικάζων ὕδασι τὸν παρά τε τοῖς τῶν Ἑλλήνων σοφοῖς, γραώδη τε καὶ ἀσύνετον λόγον· ἰχθύσι γε μὴν τὴν τῶν ἀνθρώπων πληθὺν, καὶ μὴν καὶ παπύρῳ, καλάμῳ τε καὶ τοῖς λοιποῖς, ὧν ἐστι τροφὸς ἡ τῶν ὑδάτων φύσις. Ἁλιεῦσί γε μὴν, καὶ οἷς ἂν ἔργον εἴη τὰ ἐν τοῖς ὕδασι, τοὺς σαγη νεύειν εἰδότας τὴν τῶν ἀγελαίων πληθὺν, καὶ καθάπερ λίνοις τισὶν ἐμπλακῆναι παρασκευάζοντας τοῖς εἰς ἀπάτην αὐτοὺς ἀποφέρουσι λόγοις. Οὗτοι στενάξουσι καὶ λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσιν, ἀπρα- κτοῦντος ἤδη πως τοῦ παρ' αὐτοῖς ὄντος λόγου· ὃν καὶ ὕδασι παρεικάζοντες διεβεβαιούμεθα σαφῶς, διὰ τὸ ἐκλελοιπέναι παντελῶς αὐτὸν, ξηρανθήσεσθαι δὲ πάντα τὰ δι' αὐτοῦ τρεφόμενα. Οὗτοι ποιοῦσι τὸν ζύθον· οὐ γὰρ οἶνον προσάγουσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, ἀλλὰ νόθην τινὰ καὶ ἄχρηστον διδασκαλίαν, καὶ τοῖς ἰσχνοῖς αὐτὴν ὥσπερ οὖν οἴον- ται κατασεμνύνοντες λόγοις. Ὑπαινίττεται γὰρ, οἶ- μαι, τουτὶ τὸ βύσσον λέγειν αὐτοὺς ἐργάζεσθαι, τὴν ἰσχνοτάτην ἄγαν. Καὶ λῖνον δὲ τὸ σχιστόν. Σκινδάλα- μοι γὰρ ὥσπερ ἰσχνομυθίας τὰ παρ' αὐτοῖς· πλὴν ἀνόνητα παντελῶς, καὶ ψυχρῶν θεωρημάτων ἀνα- πλιμπλάντα. Ψυχρὸς γὰρ ὁ ζύθος ........ ........................... 9Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σο- φοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται.9 Ἐπηρτημένης γὰρ Αἰγυπτίοις τῆς ἀφύκτου συμ φορᾶς, καὶ μελλούσης ἁλῶναι τῆς χώρας, καὶ ὅσον οὐδέπω τοῖς ἑτέρων ζυγοῖς, κἂν εἰ μὴ βούλοιντο τυχὸν, ὑπενεγκεῖν τὸν αὐχένα, τεθορυβημένος οὐ μετρίως, καὶ ἀφορήτοις δείμασι κατεπτοημένος ὁ καθηγεῖσθαι λαχὼν, συνεκόμισε μὲν τοὺς ἐπίκλην σοφοὺς, τοῦτ' ἔστι, τοὺς μάγους· ἤρετο δὲ καὶ λίαν ἐσπουδασμένως, ὅποι ποτὲ ἄρα τὸ τῶν πραγμάτων αὐτοῖς βαδιεῖται τέλος, καὶ τίνα τρόπον διακρού σαιντο τοῦ πολέμου τὴν ἔφοδον. Οἱ δὲ τοσοῦτον ἀφ- εστήκασι, φησὶ, τοῦ δύνασθαί τι τῶν ἀναγκαίων, ἤγουν ἀληθῶν, εἰπεῖν, ὡς καὶ ἐπ' ἀκράτῳ μωρίᾳ καταγινώσκεσθαι. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, ἀπρα- κτήσειεν ἂν ἡ παντὸς ἀνθρώπου βουλή τε καὶ δύνα- μις. Ἐὰν γὰρ κλείσῃ κατ' ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὸ γεγραμμένον. Σοφοὺς οὖν ἄρα Τάνεως τοὺς ἐν αὐτῇ φησι ψευδοπροφήτας τε καὶ τῶν ἐν τοῖς τε μένεσιν ἐπιμελητάς. Οἳ καὶ ἐπὶ μάγῳ τέχνῃ φρονοῦντες μέγα, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων οὐδὲν ὄντες παντελῶς. 9Πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσι νῦν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπά- τωσαν· Τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ' Αἴ- γυπτον;9 Ἐπὶ ποίοις, φησὶ, κατορθώμασιν ἀνασπάσετε τὴν ὀφρύν; Τί τὴν Αἰγυπτίων ὀνήσαντες χώραν θαυμασθήσεσθε παρ' αὐτῶν, ἢ ποίοις κέχρησθε λόγοις τὸν βασιλεύοντα συναρπάζοντες· λέγον- τες, ὅτι Υἱοὶ συνετῶν ἡμεῖς, τοῦτ' ἔστι, προφητῶν; Μάγοι καὶ ἐκ μάγων· οἳ καὶ τῆς χώρας ἁπάσης, μονονουχὶ βεβασιλεύκασι, διαβόητον ἐσχηκότες πα- ρὰ τοῖς τῶν εἰδώλων θεραπευταῖς τὴν δόξαν, καὶ τοῖς κρατοῦσιν ἀεὶ συνόντες τε καὶ συνδιαιτώμενοι· ἅτε δὴ καὶ βουλὰς ἐφ' ἅπασι τοῖς πρακτέοις εἰσκο μίζειν εἰωθότες, τῶν ψευδωνύμων θεῶν ἐνηχούντων αὐτοῖς τὴν τοῦ συμφέροντος θήραν. Ὅταν τοίνυν ψευδηγοροῦντες ἐλεγχθήσεσθε, φησὶ, καὶ τῶν ἀληθῶν εἰδότες οὐδὲν, πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς; υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Καὶ γέγονε μὲν ἐν τούτοις ὁ προφητικὸς ἡμῖν λόγος, ὡς πρός γε τοὺς δοκοῦντας εἶναι σοφούς· εἶτα μέτεισιν ἐπὶ τὸ αὐτοῦ πρόσωπον τοῦ καθηγεῖσθαι λαχόντος, καὶ φησίν· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ' Αἴγυ- πτον. Εἰ μὴ γάρ εἰσι φένακες, φησὶν, ἢ ἀπατεῶνες καὶ βωμολόχοι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες μόνης, καὶ οὐκ ἀπὸ στόμα- τος Κυρίου· μάνθανε παρ' αὐτῶν τὰ τοῖς Αἰγυπτίοις ἐπηρτημένα, καὶ αὐτίκα δὴ μάλα συμβησόμενα διὰ βουλῆς Κυρίου Σαβαώθ. Ἐπιτωθάζει δὲ ὥσπερ ὁ λό- γος τοῖς οὐκ εἰδόσι Θεὸν, ἀλλ' οἷον ἐν σκότῳ βαθεῖ κειμένοις, διὰ τοῦ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰ- δώλων λατρείαις. Πάνδεινον οὖν ἄρα, μᾶλλον δὲ καὶ εἰκαῖον παντελῶς, τὸ ταῖς τῶν ψευδομάντεων ἀπάταις ἐπιθαρσεῖν· εἰδότες γὰρ ὅλως τὸ σύμπαν οὐδὲν, ἢ τῶν ἐσομένων, ἢ καὶ ὧν ἂν ἐπιφέροι Θεὸς, ἀργυρολογίας ὑπόθεσιν ποιοῦνται τὴν ψευδομαντίαν, καὶ θεοκλυτεῖν ὑποπλάττοντες, τὰ ἀπὸ μόνης τῆς σφῶν βουλῆς ἐρευγό- μενοι, καὶ τὸν τῶν προσκειμένων αὐτοῖς καταγοη τεύοντες νοῦν. Λαλοῦσι γὰρ ἃ ἂν βούλοιτό τις, καὶ μόνον ἐκεῖνό φασιν, ὅπερ ἂν εἶναι τεκμήραιντο τοῖς ἀκροωμένοις καθ' ἡδονήν. Ἀλλ' ὅ γε θεῖος ἡμῖν ἐπι τάττει νόμος τῶν τοιούτων ἀποφοιτᾷν. Ἔχει γὰρ οὕτως· "6Ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται ἐν σοὶ περι- καθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδωνιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπᾴδων, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα."6 Προσεπάγει δὲ τούτοις καὶ φησί· "6Τέλειος ἔσῃ ἐναν- τίον Κυρίου τοῦ Θεοῦ σου."6 Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδωνισμῶν καὶ μαντειῶν ἀκούσονται. Σοὶ δὲ οὐχ οὕτω δέδωκεν Κύ- ριος ὁ Θεός σου· "6Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς."6 Ἀφιλόθεος γὰρ παντελῶς, καὶ τῶν εἰς εὐσέβειαν αὐχημάτων ἔσται γυμνὸς ὁ μαντείαις προσέχων καὶ κληδωνι- σμοῖς, οἰωνοσκοπίαις τε καὶ τοῖς τῶν γοητῶν φενα- κισμοῖς. Ἐλπίδος γε μὴν ἀγαθῆς ἐπίμεστος ἀληθῶς, ὁ τοῖς εὐαγγελικοῖς θεσπίσμασι προσέχων τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς, τὴν τῆς ἀληθείας ψῆφον ἐπιτιθείς. Καὶ γάρ ἐστι προφητῶν ∆εσπότης, καὶ ἁπάσης γνώσεως χωρηγὸς, εἰ καὶ προφήτης ὠνόμα- σται, διάτοι τὸ τῆς ἀνθρωπότητος μέτρον. 9Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς. Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων, καὶ ὁ ἐμῶν ἅμα. Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος.9 Ἐπιμειδιᾷ τρόπον τινὰ τοῖς τῶν ψευδολόγων ἀθύρ μασι, καὶ κενοφωνίαις ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος. Ἤρετο μὲν ὁ τῶν Αἰγυπτίων ἡγούμενος τοὺς ἀεὶ συνόντας αὐτῷ γόητάς τε καὶ ψευδομάντεις, οἳ καὶ ὠνομάζοντο σοφοὶ, πρὸς ποῖον αὐτῷ καταντήσει τέλος τὰ προσδοκώμενα. Ἐπειδὴ δὲ βουλῆς ἡμάρτα- νον, καὶ ψευδοεποῦντες ἠλέγχοντο, καὶ οὐδεὶς ἦν αὐ- τοῖς ὁ βουλῆς ὀνησιφόρου καὶ σκεμμάτων ἐπωφελῶν εἰσκομίζων ὁδόν· κατελογίσθησαν μὲν εἰς οὐδὲν, ἕτε- ροι δὲ λοιπὸν ἐζητοῦντο σοφοί· καὶ δὴ καὶ τεθαυμά- κασί τινες τοὺς ἄρχοντας Μέμφεως, τοῦτ' ἔστι, τοὺς ἱερεῖς τε καὶ μάγους, τοὺς κατά γέ φημι τὴν Μέμφιν. Ἀπόλεκτοι γὰρ ὥσπερ ἐδόκουν εἶναι τὸ τηνικάδε, καὶ μαγικῆς ἐμπειρίας εἰς ἄκρον ἐληλακότες τοῦ παντὸς ἄξιοι λόγου τοῖς εἰδωλολάτραις ἐφαίνοντο. Ἐξέλιπον τοίνυν, φησὶν, οἱ ἄρχοντες Μέμφεως, τοῦτ' ἔστι, κατελογίσθησαν εἰς οὐδὲν, ὑψηλοί τε εἶναι καὶ τεθαυ- μασμένοι παρά τε τῷ βασιλεῖ καὶ ἅπασι τοῖς ἀμφ' αὐτὸν ἔδοξαν εἶναι τῆς Μέμφεως οἱ προεστηκότες. Πλὴν πεπλανήκασι καὶ αὐτοὶ τὴν Αἴγυπτον κατὰ φυλὰς, τοῦτ' ἔστι, κατὰ πόλεις καὶ κώμας· καὶ οὐ καθ' ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πληθύν. Τεθαρ- σήκασι γὰρ αὐτοῖς, καίτοι τῶν ἀναγκαίων οὐδὲν ἔχουσιν εἰπεῖν· τεθαρσήκασι γὰρ τίνα τρόπον; Κύ- ριος γὰρ, φησὶν, ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, τοῦτ' ἔστι, πάντα λόγον ἀληθείας ἀπετίναξε τῆς γλώττης αὐτῶν, ὡς μηδ' ὁτιοῦν ἰσχῦσαι τῶν ἀληθῶν ἢ νοεῖν ἢ λέγειν. Οὐ γὰρ ἔδει ταῖς τῶν εἰδωλολα- τρούντων γλώσσαις ἐνιζῆσαι τὴν ἀλήθειαν. Πεπλα- νήκασι τοίνυν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἔμων ἅμα. Ἔθος γὰρ τοῖς μεθύουσι, τὸ ταῖς ἐξ ἐμέτων περιπίπτειν ἀκαθαρσίαις. Ταύτῃτοι φησίν· Οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. Οὐδὲ γὰρ ἐγχειρημάτων ἅψονται νεανικῶν. Τοῦτο γὰρ ἀρχὴ καὶ κεφαλή. Οὔτε μὴν εἰς εὐκταιότατον αὐτοῖς καταντήσει τέλος τὰ δρώμενα· τοῦτο γὰρ ἡ οὐρὰ καὶ τὸ τέλος· πᾶσα γὰρ σκέψις ἀνθρώπων ἀνόνητος, καὶ πᾶν ἐπικούρημα σαθρὸν, καὶ κατ' οὐδένα τρόπον ὀνῆσαι δυνάμενον· Θεοῦ γὰρ κακοῦντος, ὡς ἔφην, καὶ χεῖρα τὴν παν- αλκῆ τοῖς ἀποσκιρτῶσιν ἐπάγοντος, καὶ εἰς τὸ αὐτῷ δοκοῦν μετατρέποντος τῶν πραγμάτων τὰς φύσεις. 9Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς αἱ γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ, ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ ἐπ' αὐτούς. Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται, διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπ' αὐτήν.9 Οἱ γὰρ πάλαι θρασεῖς καὶ ἀνήμεροι, καὶ κινδύνου παντὸς καταφρονηταὶ, περιδεεῖς ἔσονται, φησὶ, καὶ τεθρυμμένην εὑρήσουσιν ἐν ἑαυτοῖς τὴν καρδίαν, ὡς γυναικῶν τῶν ἀσθενεστάτων ἀποδεῖν οὐδὲν, ἀλλ' οἱονείπως εἰς θηλυπρεπὲς ἀνανδρίας κατολισθεῖν. Πρόφασις δὲ αὐτοῖς τοῦ δείματος, καὶ τῆς ἐπὶ τούτῳ πτοίας, ἡ χεὶρ ἔσται Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπι βαλεῖ ἐπ' αὐτούς. Χεῖρα δὲ Κυρίου Σαβαὼθ ἐν τού- τοις τὸ παναλκὲς θέλημα τοῦ Θεοῦ διορίζεται τῇ Ῥωμαίων βασιλείᾳ τὸ τῶν Αἰγυπτίων ὑποφέροντος ἔθνος. Ἄμαχος δὲ παντελῶς ἡ θεία βουλὴ, καὶ τοῖς τῆς ἀνωτάτω φύσεως σκέμμασι τὸ δοκοῦν πᾶσά πως ἀνάγκη διαπεραίνεσθαι. Ἔσται δὲ πρὸς τούτοις ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· καὶ τί δὴ ἄρα φησὶν ἐν τούτοις, εἴδωμεν ἀκριβῶς· ἀσαφὲς γὰρ λίαν τὸ δηλούμενον. Οὐκοῦν ἐσώζετο μὲν πάλαι τῶν Ἰουδαίων ἡ χώρα προασπίζοντος Θεοῦ, καὶ δυσκαταγώνιστον αὐτὴν ἀποφαίνοντος ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἐν κύκλῳ βασιλείαις τῶν ἐθνῶν. Ἀλλὰ καίτοι τοσοῦτον ἔχουσα τὸν ἐπίκουρον, ἥλω καὶ γέγονεν ὑπὸ Ῥωμαίοις, καὶ ἐμπέπρησται μὲν πᾶσα πόλις, κένανδροι δὲ μεμενήκασιν οἶκοί τε καὶ κῶμαι. Καὶ ποία γέγονεν αὐτοῖς ἡ τοῦ ἁλῶναι πρόφασις; Ἡ βουλὴ δηλονότι Κυρίου, ἣν καὶ ἐπ' αὐτῇ βεβούλευται. Παραδέδοται γὰρ καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ τῇ Ῥωμαίων πανσθενεστάτῃ χειρί. Ἔσται τοίνυν ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Οἱ μὲν γὰρ τῶν ψευδομάντεων λόγος παραθαρσύνειν ἤθελον, ὄτι καὶ ἀμείνους ἔσονται τῆς τῶν ἐπιόντων χειρὸς, καὶ κρατήσουσιν ἀντεξάγοντες. Τὸ δὲ δὴ παραδεδόσθαι καὶ αὐτὴν αὐτοῖς τὴν τῶν Ἰουδαίων χώραν, καίτοι Θεὸν ἔχουσαν τὸν ὑπεραθλοῦντά ποτε, πάνδεινον αὐτοῖς ἐνετίθει τὸ δεῖμα. Προσεδόκησαν γὰρ ἐντεῦθεν, πάντη τε καὶ πάντως τοῖς καταδῃοῦν ἐθέλουσιν ὑποκεῖσθαι, παθούσης τοῦτο καὶ τῆς Ἰουδαίων γῆς, ὡς ἔφην, οὐκ ἠσθενηκότος τοῦ διασώζοντος, ἀλλ' ἰδίοις καὶ αὐτὴν ὑποτιθέντος νεύμασιν, καὶ τοῖς Ῥωμαίων σκήπτροις ὑπάγοντος. ∆οκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τὸ προκείμενον. Ἐπειδὴ γὰρ ὅλως ἐπεσκέψατο τοὺς Αἰγυπτίους, καὶ μετεκόμισεν ἐκ σκότους εἰς φῶς ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπέστησε μὲν τῆς τῶν εἰδωλο- λατρείας ἐθῶν, δεδώρηται δὲ τὸ εἰδέναι λοιπὸν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων δη- μιουργός. Πεπιστεύκασι γὰρ εἰς Χριστόν· ἐγνώκασι δὲ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. Ταύτῃ τοι, φησὶν, ἐκ πολλῆς ἄγαν ἐπιεικείας τε καὶ εὐλαβείας, ἔσται αὐτοῖς ἡ χώρα τῶν Ἰουδαίων εἰς φόβητρον. Τὸ δὲ εἰς φόβητρον ὅταν λέγῃ, νοήσεις τὸν ἐκ τῆς εὐλα βείας φόβον. Τιμῶσι γὰρ ἅπαντες τὰ Ἱεροσόλυμα, διά τοι τὸ ἐκεῖσε γενέσθαι Χριστὸν, καὶ τὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀνατλῆναι σταυρὸν, τεθῆναί τε ἐπὶ μνήματος, ἀναβιῶναί τε αὖ, καὶ ἀναβῆναι πρὸς τὸν Πατέρα. Πάλαι μὲν οὖν μεμίσητο παρὰ τοῖς Αἰγυπτίοις τῶν Ἰουδαίων ἡ χώρα· καὶ γὰρ ἦν μαχό-μενος αὐτοῖς τῆς θρησκείας ὁ τρόπος. Οἱ μὲν γὰρ προσεκύνουν τῇ κτίσει, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· οἱ δὲ λελατρεύκασι τῷ παναγίῳ Θεῷ, καὶ τοῖς παρ' αὐτοῦ διοικούμενοι νόμοις, τῆς εὐαγοῦς πολιτείας γεγόνασιν ἐπιμεληταί. Ἡ τοίνυν μεμιση- μένη χώρα ποτὲ, φόβητρον ὥσπερ τι καὶ εὐλαβείας αὐτοῖς ὑπόθεσις ἔσται, διάτοι τὸ ἐν αὐτῇ γενέσθαι Χριστὸν, ὡς ἔφην, τὸν ἐκ σκότους αὐτοὺς καλέσαντα πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰ γύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι, καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου. Πόλις Ἀσεδὲκ κληθήσεται ἡ μία πόλις.9 Καταθαυμάσειεν ἄν τις καὶ σφόδρα εἰκότως τῆς ἔν γε τούτοις ἰσχνομυθίας τὸν μακάριον προφήτην, καὶ ἠγνοηκότα μὲν παντελῶς οὐδὲν τῶν ἐσομένων κατὰ τοὺς τῆς ἐπιδημίας καιροὺς τῇ τῶν Αἰγυ- πτίων χώρᾳ, προαναφωνοῦντα δὲ τὰ καθ' ἕκαστον, τίνα τρόπον τὸ εὐαγγελικὸν παρεδείχθη κήρυγμα διαγορεύοντα σαφῶς. Ἔσονται τοίνυν, φησὶ, πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανα- νίτιδι, τοῦτ' ἔστι τῇ Σύρων, ἤτοι τῇ κατὰ τὴν Πα λαιστίνην. Μιᾷ γὰρ λαλοῦσι γλώσσῃ Φοίνικες καὶ Παλαιστινοί. Ἀγχιτέρμονες δὲ πάλιν ἀλλήλοις εἰσὶ Παλαιστινοί τε καὶ Αἰγύπτιοι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἀλλ' ἐν τοῖς τῆς Αἰγύπτου πέρασι, τοῖς πρός γέ φημι τὴν ἕω, καὶ θάλασσαν τῆς Παλαιστινῶν γῆς, αἱ πρῶται λοιπὸν ἀνίσχουσιν εἰσβολαί. Ὅμορος τοίνυν τῇ Χαναναίων ἡ Αἰγυπτίων. Ταύτῃ τοι καὶ αἱ πρὸς τοῖς πέρασι τῆς Αἰγύπτου πόλεις, πρῶτον πα- ραδέχονται τὸ σωτήριον κήρυγμα· πέντε δὲ αὗται, ὧν δὴ καὶ πρώτην εἶναί φαμεν τὴν νυνὶ Ῥινοκο- ρουρητῶν. Λαλοῦσι μὲν καὶ τῇ γλώσσῃ Χανανίτιδι. Ἐσπούδασται γὰρ τοῖς ἐν ταύταις ταῖς πόλεσιν, οὐχὶ τῆς Αἰγυπτίων φωνῆς μεταποιεῖσθαι τοσοῦτον, ὅσον τῆς Σύρων. Φασὶ δέ τινες ἐν ἰδίαις συγγραφαῖς δια μνημονεῦσαι σαφῶς τὸν Ἰώσηπον, ὅτι τῆς Ἰουδαίων ἀποφοιτήσας γῆς, Ἰωνίας τις ὀνόματι τελῶν ἐν τοῖς ἐξαίμασι τοῦ Λευῒ καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ τε τιμημένος, ὡς ὁμόρους τῶν Χαναναίων τὰς πέντε ταυτασὶ κατελάβετο πόλεις, φιλονεικήσας πρός τινας τῶν ὁμογενῶν, ἢ τάχα που καὶ δίωξιν ὑπομείνας. Οὗτος, φησὶν, οὐκ εὐαρίθμητον Ἰουδαίων πληθὺν σον- αγηγερκὼς, κατῴκηκεν ἐν μιᾷ τῶν πέντε τουτωνὶ πόλεων, ἣ καὶ ὠνόμασται πόλις Ἀσεδὲκ, τοῦτ' ἔστι δικαιοσύνης. Ἐντεῦθέν φασι τοὺς πρὸς τοῖς Αἰγυ- πτίων τέρμασι κατηθίσθαι τε καὶ ἀγαπᾷν τῇ τῶν Χαναναίων γλώσσῃ λαλεῖν. Μαθήσονται δὲ, φησὶ, καὶ ὀμνύειν τῷ ὀνόματι Κυρίου. Παράδοξον δὲ καὶ τοῦτο. Ἔθος μὲν γὰρ τοῖς ματαίων προσκυνηταῖς ὅρκιον ποιεῖσθαι τὸ ἑκάστῳ δοκοῦν τῶν τοῦ κόσμου στοι- χείων. Οἱ μὲν γὰρ τὸν οὐρανὸν ὀνομάζουσιν, οἱ δὲ τὸν ἥλιον, ἕτεροι δὲ καὶ τὰ ἐν σηκοῖς χειρότευκτα· διαμέμνηνται δὲ κατ' οὐδένα τρόπον τοῦ κατ' ἀλή- θειαν Θεοῦ· οὐ γὰρ ἐγνώκασιν αὐτόν. Τῶν γε μὴν ἐπεγνωκότων ἤδη καὶ πεπιστευκότων, ἐστὶ τὸ καὶ ὀμνύειν τῷ ὀνόματι αὐτοῦ. Οὕτω καὶ ὁ πάνσοφος Μωσῆς τῆς ἐν Αἰγύπτῳ λατρείας ἐκπεφοιτηκότα τὸν Ἰσραὴλ πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν Θεοῦ προσεκόμιζε λέγων· "6Κύριον τὸν Θεόν σου προσκυνή- σεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις."6 Προσετίθει δὲ τού- τοις, ὅτι Καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Ἀπόδειξις τοί- νυν ἐναργὴς τοῦ παραδέξασθαι τὴν πίστιν τὰς πέντε ταύτας πόλεις, τὸ ὀμνῦναι μὲν ἐπ' οὐδενὶ τῶν ματαίων, δέχεσθαι δὲ μᾶλλον εἰς ὅρκου χρείαν τὸ ὄνομα Κυρίου. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου.9 Ἡ μὲν γὰρ Αἰγυπτίων σύμπασα γῆ τεμένεσί τε πεπλήθει καὶ μεμέστωτο βωμῶν· σπονδαὶ δὲ ἦσαν καὶ θυσίαι πανταχῆ, τοῦτο μὲν τοῖς τοῦ κόσμου στοι- χείοις προσκομιζόμεναι παρ' αὐτῶν· τοῦτο δὲ, ὡς ἔφην, καὶ τοῖς ἐν σηκοῖς ἱδρυμένοις ἀγάλμασι δηλον- ότι καὶ δαιμονίων στήλαις. Καὶ τί τοῦτο λέγω, ὅτε καὶ ἀλόγων ζώων ἀναθέντες μορφὰς, τὴν Θεῷ πρέ- πουσαν δόξαν αὐτοῖς ἐχαρίζοντο; Ὅρα τοίνυν ἐξ οἵων εἰς οἷα μεταπέπτωκε τὰ Αἰγυπτίων πράγματα. Οἱ γὰρ πάλαι τῶν ἄλλων ἁπάντων δεισιδαιμονέστεροι, καὶ ἀχαλίνως νενευκότες εἰς τὸ ἐξήνιον, τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο καιροῦ, καθ' ὃ ἂν ἐπιλάμψῃ παρ' αὐτοῖς τὸ σωτήριον κήρυγμα, παραδέξονται τὴν προσκύνησιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ. Ἔσται γὰρ θυσιαστήριον τῷ Κυ- ρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων. Ἔμφασιν ἔχει πολλὴν ὁ λόγος. Εἴρηται γὰρ μετὰ θαύματος. Πῶς γὰρ οὐ παράδοξον τὸ καὶ ἐν αὐτῇ τῇ Αἰγυπτίων χώρᾳ, θυ- σιαστήριον ὁρᾶσθαι Κυρίου; Καὶ πρός γε τούτῳ, καὶ στήλην πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Στήλην δὲ φησὶν ἐν τούτοις, ὥς γ' ἐμοὶ δοκεῖ, ἢ ναὸν ἅγιον Θεοῦ, τοῦτ' ἔστι τὴν Ἐκκλησίαν, ἢ τάχα που καὶ πρώτη τῶν ἄλλων ἐγήγερται πρὸς τὸ ὅριον αὐτῆς, ἤγουν τὸ τοῦ ἁγίου σταυροῦ σημεῖον, ᾧ περιφράττε- σθαι τοὺς πιστεύοντας ἔθος. Κεχρήμεθα γὰρ ἀεὶ τῷ πράγματι, πᾶσαν διαβολικὴν ἐπήρειαν ἀνατρέποντες, καὶ τὰς τῶν δαιμονίων ἐφόδους διακρουόμενοι. Τεῖχος γὰρ ἡμῖν ἄῤῥηκτον ὁ σταυρὸς, καὶ τὸ ἐπ' αὐτῷ καύ- χημα σωτήριον ἀληθῶς· "6Ἐμοὶ δὲ μὴ γένοιτο καυ- χᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ."6 Παρά- δοξα τοίνυν, τὰ ἐκ τῆς προφητείας προηγορευμένα τὸ τηνικάδε, νυνὶ δὲ δὴ καὶ εἰς πέρας ἐκβεβηκότα Θυσιαστήριον γὰρ τῷ Κυρίῳ· πλεῖστά τε ὅσα, καὶ ἀριθμοῦ κρείττονα, κατὰ τὴν Αἰγυπτίων· καὶ τὸ τοῦ σταυροῦ σημεῖον τοῖς ἐνοικοῦσι προσκυνητόν. Πεπι- στεύκασι γὰρ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χρι- στόν. Ἔδοξε δέ τισι τῶν ἐξηγητῶν, ἀντὶ τῆς στήλης τίτλον ὀνομάσαι, καί φασιν εἶναι τοῦτο τὸ ἅγιον Εὐ- αγγέλιον. ∆οξαζέτω δὲ πάλιν ὁ νουνεχὴς τὸ ὡς ἄριστά τε καὶ εὖ ἔχειν δοκοῦν. 9Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλί- βοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄν- θρωπον ὃς σώσει αὐτούς, Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις. Καὶ γνώσονται οἱ Αἰ- γύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυ- ρίῳ, καὶ ἀποδώσουσι.9 Ἄθρει δή μοι πάλιν τῆς προφητικῆς εὐτεχνίας τὴν νῆψιν. Ὥσπερ γὰρ ἀναπυνθανομένου τινὸς καὶ λέγοντος· Τί τὸ χρῆμα; Ποία δὲ γέγονε πρόφασις τοῦ τὸν Κύριον ἐλθεῖν εἰς Αἴγυπτον ἐπὶ νεφέλης κούφης, χαρίσασθαί τε αὐτοῖς τοῦτό τε κἀκεῖνο; διαλαβὼν ὁ προφήτης ἀποκρίνεται καὶ φησίν· Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀπο- στελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. Ἐπεπήδησε μὲν γὰρ ὁ τῆς ἁμαρτίας πατὴρ, τοῦτ' ἔστιν ὁ Σατανᾶς, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῆς ἑαυτοῦ δυστροπίας ἐπιθεὶς ἅπασι τὸν ζυγὸν, ἀπεβου- κόλησε μὲν τῆς εἰς Θεὸν ἀγάπης. Μόνον δὲ οὐχὶ δε- δεμένους ἔχων ὑφ' ἑαυτῷ, πικρῶς τε καὶ ἀνοσίως κατεβιάζετο· ἀλλ' ἡ τοῦ πράγματος φύσις, δεινὴν καὶ ἀφόρητον ἔχουσα τὴν πλεονεξίαν, τῆς ἐκείνου κατ- εβόησε τυραννίδος. Οὕτω νοήσεις κεκράξοντας Αἰ- γυπτίους. Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸν φύσει τῶν ὅλων ∆εσπότην οὐκ ἐγνωκότες, οὐδ' ἂν ὅλως ἐβόησαν πρὸς αὐτόν; Ἀλλ' ὥσπερ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, καὶ οὐκ αὐτό που πάντως, ἰδίαν ἔχον φωνήν· ἀλλ' οἱονεὶ τὴν αὐτὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· τὸν αὐτὸν, οἶμαι, τρόπον νοήσαι τις ἂν καὶ ἐπὶ τῶν εἰωθότων προσκυνεῖν τοῖς ἀκαθάρτοις δαίμοσιν. Εἰ γὰρ καὶ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, ἀλλ' οὖν ὅτι πεπλεονέκτην- ται παρὰ τοῦ Σατανᾶ, δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι τὴν ἐφ' ἑαυτοῖς που πάντως αἰτοῦντες ἐπικουρίαν. Οὕτω βοῆσαί φαμεν καὶ Αἰ- γυπτίους πρὸς Θεὸν, διὰ τοὺς θλίβοντας αὐτοὺς, τοῦτ' ἔστι, τοὺς ὑπὸ χεῖρα τὴν ἑαυτῶν πεποιημένους, καὶ ὥσπερ τινὶ πικροτάτῃ δουλείᾳ καταπιέσαντας, δῆλον δὲ ὅτι τοὺς ἀκαθάρτους δαίμονας. Ἀλλὰ πέμψει αὐ- τοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. Καὶ τίς ὁ ἄνθρωπος, ἢ δηλονότι ὁ Χριστός; τοῦτ' ἔστιν, ἐν ἀν θρωπείᾳ μορφῇ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λό- γος· οὗτος σέσωκεν οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. Σέσωκε δὲ κρίνων· καὶ τί τὸ, κρίνων, ἐστίν; Ἀντὶ τοῦ, δικαίαν ἐπ' αὐτοῖς τὴν κρί- σιν ἐκφέρων. Τὸν μὲν γὰρ πλεονεκτήσαντα Σατανᾶν, καὶ σὺν αὐτῷ τοὺς ἀκαθάρτους δαίμονας ψήφοις ὁσίαις ὑποτιθεὶς, σειραῖς ζόφου ταρταρώσας παρ- έδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασθησομένους τηρεῖν. Τοὺς δέ γε τὴν οὕτως ἀφόρητον ἀνατλάντας πλεονεξίαν, σέσωκέ τε καὶ ἐξείλετο, καὶ ἰδίους ἀπ- έφηνε προσκυνητὰς, τὸ τῆς ἀληθείας αὐτοῖς ἐναστρά- ψας φῶς· καὶ τοῖς τῆς ἐλευθερίας αὐχήμασι περιβα- λών. Οὕτω καὶ αὐτός που φησὶν ὁ Σωτήρ· "6Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν"6 Ὁρᾷς ὅτι δεδίκακε τῷ κόσμῳ, καὶ τὸν πάλαι τυραννήσαντα κατ' αὐτοῦ Σατανᾶν ἐκβέβληκεν, εἴλκυσέ τε πάντας πρὸς ἑαυ- τόν. Ἐγνώκασι γὰρ αὐτὸν καὶ Αἰγύπτιοι. Καὶ δὴ καὶ ἐπεγνωκότες ποιοῦσι θυσίας, εὔχονται δὲ καὶ εὐχὰς, καὶ εἰς πέρας ἄγουσι τὰ ἐπηγγελμένα. Τοῦτο γάρ ἐστι τὸ διὰ φωνῆς τοῦ ∆αβὶδ μελῳδούμενον· "6Εὔξα- σθε καὶ ἀποδῶτε τῷ Κυρίῳ Θεῷ ἡμῶν."6 Ὅρα τοίνυν καινότητα πραγμάτων. Οἱ γὰρ πάλαι τοῖς δαιμονίοις καταθύειν εἰωθότες, οἱ τῷ Σατανᾷ προσκομίζοντες τὰς λατρείας καὶ ἀνατιθέντες χαριστήρια, καὶ μὴν καὶ εὐχὰς, ἤγουν ὑποσχέσεις ἀποπληροῦντες ἐσπου- δασμένως· πεφωτισμένοι τὸν νοῦν διὰ Χριστοῦ, καὶ τοῖς τῆς ἀληθείας δόγμασιν ἐκλελαμπρυσμένοι, τῆς μὲν ἀρχαίας ἀποδραμοῦνται πλάνης, ἐπεγνωκότες δὲ ἅπαξ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον, αὐτῷ τὴν ἐν πνεύματι προσκομίζουσι λατρείαν, πανάγνους πληροῦντες εὐχὰς, καὶ θυσίας ἀναφέροντες, οὐ τὰς δι' αἱμάτων ἔτι καὶ τῆς τῶν ἀλόγων σφαγῆς· πνευ- ματικὰς δὲ μᾶλλον, ὡς ἔφην, καὶ εὐπροσδέκτους διὰ τὸ ἄμωμον. 9Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει· καὶ ἐπιστραφή- σονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς.9 Ὅταν ἐπισκέπτηται Θεὸς, πλήττει μὲν ἔσθ' ὅτε τοὺς ἀνοσίως πεπραχότας, καὶ τὰς ὑπὲρ ὧν εἰς αὐ- τὸν πεπαρῳνήκασι πράττεται δίκας, ὀνίνησι δὲ σφόδρα κατὰ τοῦτον τὸν τρόπον. Οὐ γὰρ ἡττώμενος ἐπιφέρει τὴν μάστιγα, μετατιθεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄμεινον. Ἢ γὰρ ἐκ πλάνης μεθίστησιν εἰς ἀλήθειαν, ἢ καὶ ἀκαθέκτως ἀποκλίνοντας εἰς τὸ πλημμελεῖν τὰ αἰσχίω διδάσκει μεταμανθάνειν, καὶ μεταφοιτᾷν ἐπείγεσθαι πρὸς τὸ ἀρέσκον αὐτῷ. Τοιγάρτοι καὶ ὀνησιφόρον εἰδότες τὸ χρῆμα, τὸ παιδεύεσθαι φημὶ, κεκράγασι πρὸς αὐτὸν οἱ μακάριοι προφῆται· "6Παί- δευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ."6 Καὶ πάλιν· "6Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν."6 Ἔφη δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων συναγωγήν· Πόνῳ καὶ μά- στιγι παιδευθήσῃ, Ἱερουσαλήμ. Παιδεύει τοίνυν οὓς ἂν ἕλοιτο καὶ ἀγαπᾷ. Τοῦτο χαριεῖσθαι καὶ τοῖς Αἰ- γυπτίοις ὁ προφήτης φησί· Πατάξει γὰρ αὐτοὺς ὁ Κύριος πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει. Εἰ γὰρ καὶ δέδονται τυχὸν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοι κεκρατήκασι τῆς γῆς οἱ ὑπ' αὐτοὺς δορυφόροι, ἀλλ' οὖν τόπον ἐσχη- κότες παρ' αὐτοῖς τοῦ θείου κηρύγματος, τὴν μὲν ἐκ τοῦ πεπλανῆσθαι ζημίαν ἀπεφορτίσαντο, μετακεχω- ρήκασι δὲ πρὸς τὸ θειόν τε καὶ οὐράνιον φῶς, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀποκρουσάμενοι δόξαν, ὑγιᾶ λοιπὸν ἐσχήκασι τὴν καρδίαν. Ἐπιστραφήσονται γὰρ πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, τοῦτ' ἔστιν, οἱ πά- λαι διὰ πολλὴν ἀσέβειαν ἐν ἀποστροφῇ γεγονότες τῇ παρὰ Θεῷ, μαθήσονται λοιπὸν οὐκέτι τοῖς βδελύγμασι προσάγειν τὰς ἱκεσίας, τὰς ὑπὲρ ὧν ἂν ἕλοιντο ποιεῖ- σθαι τυχὸν, πρὸς αὐτὸν δὲ μᾶλλον κεκράξονται τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν. Ἔσται δὲ αὐτοῖς οὐ βραδὺς, ἕτοιμος δὲ μᾶλλον εἰς τὸ κα- τανεῦσαι Θεὸς, ἵλεώς τε καὶ εὐμενής. Πρόξενον οὖν ἄρα παντὸς ἀγαθοῦ γένοιτ' ἂν ἀνθρώπῳ παντὶ, τὸ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τὸν τῶν ὅλων Γενεσιουργὸν καὶ Κύριον. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους. Καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσ-συρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.9 Ὁ μακάριος γράφει Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν. Οὐ γὰρ μόνον τοῖς ἄνω πνεύμασι λειτουργι- κοῖς καὶ ἁγίοις συνῆψε τοὺς ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ ἔθνεσιν ἔθνη συμβῆναι παρεσκεύασεν. Πρὸ μὲν γὰρ τῆς ἐπιδημίας τῆς εἰς ἄλληλα ἐπιμιξίας, ἀπενοσφίζετο χώρα τε καὶ πόλις, συχναί τε ἦσαν ἐξαναστάσεις καὶ πολέμων ἔφοδοι πανταχοῦ καὶ τῶν ἰσχυόντων ἆθλα τὰ τῶν ἡττωμένων, καὶ ἀνουθέτητος ἡ πλεονεξία, καὶ τὸ ἀδικεῖν οὓς ἂν δύναιτό τις, εὐκλείας εἶναί τι, καὶ τῶν ὅτι μάλιστα θαυμαστῶν ἐνομίζετο. Ἀλλὰ γέγονεν ἡμῖν εἰρήνη, καὶ κατὰ τοῦτο Χριστός. Ἐπειδὴ γὰρ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν περι- αστράπτων τῇ ὑπ' οὐρανὸν, ἐδίδαξεν ἅπαντας τῆς εὐ- σεβείας τὴν ὁδὸν, καὶ τῆς εἰς Θεὸν καὶ ἀλλήλους ἀγάπης ἀντέχεσθαι, πέπαυται μὲν ἐκεῖνα πάλαι, παρῴχηκε δὲ τὰ ἀρχαῖα, καὶ γέγονε καινὰ, καθὰ γέ- γραπται. Κεκράτηκε γὰρ ἡ εἰρήνη πανταχοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν, ὃ καὶ ἑτέρωθί πού φησιν ὁ προφή- της Ἡσαΐας περὶ πάντων τῶν ἐθνῶν· "6Καὶ συγκό- ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζη- βύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν."6 Γεγονότες γὰρ ἅπαντες ὑπὸ ζυγὸν ἕνα, πνευματικῶς μὲν τὸν ὑπὸ Θεῷ, σωματικῶς δὲ τὸν ὑπὸ Ῥωμαίοις, τὸν ἠρεμαῖον καὶ ἀσύγχυτον, καὶ πολέμου δίχα δια- ζῶσι βίον, ὥστε παντὸς ἐξῃρημένου δείματος, καὶ τοὺς πάλαι πολεμιωτάτους ἀλλήλοις συμφέρεσθαι πρὸς ὁμοψυχίαν. Αἰγύπτιοι γὰρ, φησὶν, ὁδὸν ἕξουσι πρὸς Ἀσσυρίους, καὶ Ἀσσύριοι πρὸς Αἰγυπτίους. Καὶ πορεύσονται Αἰγύπτιοι πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις, οὐ ζυγὸν δουλείας ἐπιῤῥιπτούντων ἐκείνων, ἀλλὰ τοὺς τῆς ἀγάπης δεσμοὺς ἐνειλημμένους ἔχοντας, καὶ ἡδείστας ποιουμένους τὰς ἐπιμιξείας. Ἀσσυρίους γε μὴν ὀνομά- ζει τοὺς τὴν ἕω οἰκοῦντας χώραν. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ, ᾗ εὐλόγησεν ὁ Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ Ἀσ-συρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.9 Ὠνόμασται μὲν ὁ Ἰσραὴλ πρωτότοκος ἐν τέκνοις. Ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, κατόπιν τέθει- ται τῶν ἐθνῶν, καὶ δευτέραν ὥσπερ μετεκληρώσατο τάξιν. Τετήρηται γὰρ καὶ αὐτῷ τῆς ἐπιστροφῆς ὁ καιρός. Γέγραπται γοῦν, ὅτι "6Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται."6 Ἄθρει δὴ οὖν, ἄθρει τρίτον ἐν τούτοις ὠνομασμένον, ἐν τοῖς Ἀσσυρίοις καὶ Αἰγυπτίοις. Ἀσσυρίους δέ φησιν ἐν τούτοις, ὡς ἔφην, τοὺς κατά γε τὴν ἑῴαν ἅπασαν γῆν, μάλιστα δὲ τὴν μέσην τῶν ποταμῶν, ἐν ᾗ καὶ εἶναί φασι γνησίους προσκυνητὰς, καὶ ἀδελφὴν καὶ γείτονα τῆς Αἰγυπτίων ἐπιτηδεύοντας ἄσκησιν, ὡς ἰσάμιλλον ἔχειν τήν τε εἰς πᾶν ὁτιοῦν τῶν ἀγα- θῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ μέν τοι καὶ ἀρε- τήν. Τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεός· Εὐλογημένος ὁ λαός μου, ὁ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις· ἐπ- αριθμεῖται δὲ τρίτος ὁ Ἰσραήλ. Προσεπάγει γὰρ ὅτι Καὶ κληρονομία μου Ἰσραήλ. Καὶ τούτου δὲ τὴν πρόφασιν προαπέδειξεν ἡμῖν ὁ λόγος· κεκυριοκτόνηκε γὰρ καὶ τέθειται εἰς νῶτον, καθά φησιν ὁ ∆αβίδ. Καὶ ἐν τοῖς περιλοίποις γέγονεν ὁ πρωτότοκος. 9Τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐ- τὴν, τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν λέγων· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ἐποίησεν οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. Καὶ εἶπε Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρα- τα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβυτέρους, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.9 ∆ιαπεράνας εὖ μάλα τὸν ἐπὶ τοῖς Αἰγυπτίοις λόγον, καὶ τίνα τρόπον κεκλήσονται διὰ πίστεως εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν προηγορευκὼς, οἰκονομεῖ τι πά- λιν τῶν ὅσαπερ ἦν χρήσιμά τε καὶ ἀναγκαῖα πρὸς ὄνησιν τοῖς ἐξ Ἰσραήλ· καὶ ποῖα δὴ ταῦτά ἐστιν, ὡς ἐν βραχέσιν ἐρῶ. Ἀφειδήσαντες γὰρ καὶ αὐτῆς τῆς εἰς τὸν διὰ Μωϋσέως νόμον αἰδοῦς, καὶ μὴν καὶ τῆς εἰς Θεὸν ἀγάπης ὀλιγωρήσαντες, ἀσυνετώτατα κατεφέ- ροντο πρός γε τὸ δεῖν εἰς πολύθεον καθικέσθαι πλά- νησιν, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεῦσαι. Τοῖς δὲ ἅπαξ εἰς τοῦτο γνώμης ὠλισθηκόσιν ἀνεπι- τήδευτον ἦν τῶν φαύλων οὐδέν. Ταύτης ἕνεκα τῆς αἰτίας ἐπηφίει πλειστάκις αὐτοῖς ὁ τῶν ὅλων Θεὸς πολέμους καὶ μάχας, τοῦτο μὲν τοὺς ἀπό γε τῶν ὁμό- ρων ἐθνῶν, τοῦτο δὲ τοὺς παρὰ Περσῶν τε καὶ Μή δων· οἱ δέ γε τῆς Ἰουδαίας κατεξανιστάμενοι, τὰ ἕτερα τῶν ἐθνῶν προκαταδῃοῦντες ἔσθ' ὅτε, δεινοῖς καὶ ἀφορήτοις δείμασιν ὁμιλεῖν παρεσκεύαζον τοὺς ἐξ Ἰσραήλ. Οἱ δὲ καίτοι δέον τὸν τῶν ὅλων ἐκμειλίσ- σεσθαι Θεὸν, καὶ ἀνοσίων μὲν ἀποφοιτᾷν σπουδασμά- των, μεταχωρῆσαι δὲ μᾶλλον ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ ἀπολογεῖσθαι λελυπημένῳ, διά γε τῆς ἐκ τῶν αἰσχιόνων εἰς τὸ ἄμεινον μεταδρομῆς, οὕτω τε τὴν παρ' αὐτοῦ καὶ μόνου σωτηρίαν ἐπιζητεῖν, καὶ τὴν ἀεὶ σώζουσάν τε καὶ ἐπαμύνουσαν χεῖρα τοῦτο μὲ οὐκ ἔδρων οἱ δείλαιοι, ἐρανιζόμενοι δὲ τὰς ἐξ ἀνθρώ- πων ἐπικουρίας, ποτὲ μὲν τῶν ὁμόρων τινὰς ἐκάλουν εἰς τοῦτο, ποτὲ δὲ τοὺς γείτονας Αἰγυπτίους, προστι- θέντες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καθὰ γέγρα- πται, καὶ καταθήγοντες ὡς εἰς ὀργὰς καὶ ἐπ' αὐτῷ δὴ τούτῳ τὸν πάντα ἰσχύοντα Θεόν. Καὶ γοῦν ἕφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, καὶ οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν."6 Καὶ μὴν καὶ δι' αὐτοῦ τοῦ προφήτου Ἡσαΐου· "6Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν. Ἔστι γὰρ πολλὰ καὶ ἐφ' ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποι- θότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν· καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ."6 Τοῦ τοίνυν Τανα- θὰν, στρατηγὸς δὲ οὗτος βασιλέως Ἀσσυρίων, πολε- μήσαντος τὴν Ἄζωτον, ἑλών τε κατὰ κράτος αὐτήν· γείτων δὲ αὕτη τῇ τῶν Ἰουδαίων χώρᾳ· προσεδόκουν οἱ ἐξ Ἰσραὴλ αὐτίκα δὴ μάλα καὶ αὐτοὶ καὶ λίαν ἀμογητὶ τὰ ἴσα παθεῖν. Ταύτης τε ἕνεκα τῆς αἰτίας τὴν Αἰγυπτίων χεῖρα καταμισθούμενοι πρὸς τὸ ἐπ- αμύνειν αὐτοῖς ταῖς Ἀσσυρίων φάλαγξιν ἀντεξάγειν ἤθελον. Ματαίαν τοίνυν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα Θεός· προαγορεύει δὲ σαφῶς, ὅτι τῆς Ἀσσυρίων δυνά-μεως ἔργον [ἄγρα] ἔσονται καὶ αὐτοὶ, ἁλώσονταί τε κατὰ καιροὺς, καὶ ἐν δορυκτήτων ἔσονται τάξει. Φασὶ γὰρ ὅτι γέγονεν ὑπὸ χεῖρα βασιλέως Ἀσσυρίων κατὰ και- ροὺς ἡ Αἰγυπτίων· καὶ ἐν ὀλίγοις ἕτεσι τρισὶν ἐγκαθ- εσθεὶς αὐτῇ, πᾶσάν τε ἑλὼν κατὰ κράτος, πλείστην ὅσην ἔχων αἰχμαλωσίαν, ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ. Ἐπιτάττει τοίνυν τῷ προφήτῃ Θεὸς, τὸ τοῖς αἰχμα- λώτοις πρέπον τε καὶ σύνηθες σχῆμα λαβεῖν· τοῦτ' ἔστι, γυμνότητά τε καὶ ἀνυποδεσίαν. Τοῖς γὰρ ὅλως νενικηκόσιν οὐ πολὺς τῶν ἑαλωκότων ὁ λόγος· οἱ δὲ εἰς τοῦτο πεσόντες ταλαιπωρίας, κἂν εἴτε τινὲς εἶεν τῶν εὐγενῶν κατὰ σάρκα, κἂν εἴτε τῆς ἀγελαίου πλη- θύος, ἑνὶ τῷ τῆς ἀθλιότητος συνέχονται λίνῳ, οὐκ ἄμφιον ἔχοντες, ἤγουν ἕτερόν τι τῶν τελούντων εἰς κόσμον αὐτοῖς ἢ ἀνάπαυσιν, ἀτημελῶς δὲ οὕτως πρὸς πᾶν ὁτιοῦν τοῖς ἑλοῦσι καταθυμίων, ὡς ἐξ ἀνάγκης ἐρχόμενοι. Προστάττεται τοίνυν, ὡς ἔφην, ὁ θεσπέ- σιος προφήτης, ἀφελεῖν τὸν σάκκον ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὑπολύσασθαί τε τὰ σανδάλια, καὶ διὰ μέσης ἰέναι τῆς Ἱερουσαλὴμ γυμνὸς καὶ ἀνυπόδετος. Ἔδρα δὲ τοῦτο τοῦ δοκεῖν εὐσχήμων εἶναί τις, οὐ σφόδρα πεφροντικὼς, καὶ τῶν ἀρεσκόντων Θεῷ προστιθεὶς οὐδὲν, κἂν εἰ φαίνοιτό τι βαρὺ καὶ μώμου μεστόν. Ἀλλ' ἴσως πρὸς τοῦτο ἐρεῖ τις· ∆ιὰ τί γὰρ μὴ μᾶλ- λον προηγόρευσε μόνον τοῖς ἐξ Ἰσραὴλ τὰ συμβησό- μενα τοῖς Αἰγυπτίοις κατὰ καιρούς; Πεπόρευται δὲ οὕτως γυμνός τε καὶ ἀνυπόδετος ὁ διαβόητος ἐν προ φήταις, τῆς αὐτῷ πρεπούσης εὐκοσμίας ἠφειδηκώς. Πρὸς δὴ τοῦτό φαμεν ὅτι τοῖς τῶν προφητῶν οὐκ ἐπείθοντο λόγοις, μᾶλλον δὲ καὶ ἐπετίμων τοῖς προ- αγορεύειν ἐθέλουσι τὰ ἐσόμενα, λέγοντες· "6Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν."6 Ταύτῃ τοι καὶ μάλα σαφῶς ὁ σώφρων, ὁ κόσμιος, καὶ ἀρετῆς ἁπάσης ἔμπλεως, ὁ προφητικῇ κατεστεμμένος χάριτι, καὶ ἐν ἀσκήσει περιφανὴς, καὶ αὐτὸν ἀπο- δύεται τὸν σάκκον, οὐ τρυφερὸν ἱμάτιον, παχὺ δὲ μᾶλλον καὶ εὐτελές· ἀπολύει δὲ καὶ τῶν ποδῶν τὰ σανδάλια, καὶ ἐν τῷ τοιῷδε βαδίζει σχήματι· ἵν' αὐτὸ δὴ τοῦτο θαυμάζοντες οἱ ὁρῶντες αὐτὸν, ἀναπυνθά νωνται τὰς αἰτίας, καὶ ἐφ' ὅτῳ τοῦτο πέπραχεν εἰ- δέναι σπουδάζοντες, πληροφορηθεῖεν· ὅτι ματαίαν ἔχουσι τὴν ἐπ' ἀνθρώποις ἐλπίδα· καὶ χρῆν δή που μᾶλλον αὐτοὺς γλίχεσθαι μὲν τῆς ἄνωθεν εὐημερίας, ἐπίκουρον δὲ ποιεῖσθαι φιλεῖν τὸν ἀεὶ σεσωκότα Θεόν. Γυμνοῦ τοίνυν καὶ ἀνυποδέτου περινοστοῦντος τὴν Ἰουδαίαν τοῦ μακαρίου προφήτου, καὶ πτοίας ἐγγι- νομένης τοῖς ὁρῶσιν αὐτὸν οὐ μικρᾶς, Εἶπεν, φησὶ, Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου, γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶτέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν. Ὡς γὰρ ἔφην φθάσας, ἐν ὀλίγοις ἔτεσι τρισὶ καταδῃώσας τὴν Αἰ- γυπτίων ὁ τῶν Ἀσσυρίων βασιλεὺς, καὶ μὴν καὶ τοὺς προσοικοῦντας Αἰθίοπας αὐτῇ, καὶ τῇ Θηβαίων γεί τονας, πλείστην ἔχων αἰχμαλωσίαν, καὶ ταῖς Αἰγυπτίων ἐνσπαταλήσας συμφοραῖς· τότε δὴ τότε λαμ- πρὸς οἴκοι πάλιν ἀνεκομίζετο. 9Καὶ ἡττηθήσονται αἰσχυνθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι· ἦσαν γὰρ αὐτοῖς δόξα. Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες, τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοή- θειαν, καὶ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα;9 Τὰ πρόσοικα τῇ Θηβαίων ἔθνη βάρβαρα, Βλέμμυες δὲ οὗτοι, οἳ καὶ εἰσὶν Αἰθίοπες, εὐτεχνέστατα μὲν τὰς βελῶν ἀφαιρέσεις ποιεῖσθαι μεμελετήκασι. Φαρμάκῳ δὲ ταύτας ἀποχρίοντες ὀλεθριωτάτῳ ἐπαφίασι τοῖς μαχομένοις· κἂν εἰ προσψαύσειαν, τεθνήξεται πάν- τως ὁ πληγεὶς, καὶ ὥσπερ τις ὀφιόδηκτος γεγονὼς παραχρῆμα πεσεῖται. Ἦν οὖν ἐν ἔθει καὶ τριβῇ Αἰ γυπτίοις, πολέμου καὶ μάχης ἐπηρτημένων, τὰς τῶν Αἰθιόπων καταμισθοῦν τε φάλαγγας, καὶ μέγα φρονεῖν ἐπ' αὐτοῖς· ἀλλ' ἥλωσαν σὺν αὐτοῖς τῆς τῶν Ἀσσυ ρίων ἀνδρείας ἡττώμενοι. Αἰσχυνθήσονται τοίνυν οἱ Αἰγύπτιοι, φησὶν, ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες. Κατειλημμένων γὰρ καὶ αὐτῶν καὶ νενι κημένων, ἐροῦσιν οἱ ἐν τῇ νήσῳ ταύτῃ κατοικοῦντες· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες ποτὲ τοῦ φυγεῖν εἰς αὐ- τοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βα- σιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα; Νῆ- σον μὲν οὖν τὴν Αἴγυπτον ὀνομάζει, διά τοι τὸ εἶναι περίῤῥυτον ποταμοῖς, καὶ λίμναις ὑδάτων διεζῶσθαι πανταχοῦ· εἰσκομίζει γε μὴν τοὺς ἐνοικοῦντας αὐτὴν, τῆς ἐπὶ τοῖς Αἰθίοψιν ἐλπίδος καταγινώσκοντας. Εἰ γὰρ ἥλωσαν αὐτοὶ, φησὶν, πῶς ἂν ἐκσώσειαν τοὺς ἐπ' αὐτοῖς πεποιθότας; Ἀγαθὸν οὖν ἄρα τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· καὶ ὥς φησιν ὁ προφήτης Ἱερεμίας· "6Ἐπικατάρατος μὲν ἄνθρω-πος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ· εὐλογημένος γε μὴν, ὃς πέ ποιθεν ἐπὶ τῷ Κυρίῳ καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ."6 Ἀεὶ δέ πως ἡμᾶς ὁ προφητικὸς ὀνίνησι λόγος· κἂν εἰ μὴ ἔχοι τυχὸν πνευματικῆς ἀφηγήσεως τρόπον ἡ ἱστορία, ἀλλ' οὖν τὸ ἐξ αὐτῆς ὄφελος οὐ βραχύ. Φησὶ γὰρ ὁ Παῦλος, τυπικῶς συμβαίνειν τοῖς ἀρχαιοτέροις, γεγράφθαι γε μὴν πρὸς νουθεσίαν ἡμῶν.

{1ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΕΡΗΜΟΥ.}1

∆ιαπεράνας εὖ μάλα τὸν ἐπί γέ φημι τοῖς Αἰγυ- πτίοις λόγον, πηνίκα τε καὶ ὅπως κεκλήσονται διὰ πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Θεοῦ διειπὼν ὁ προφήτης, μεταφοιτᾷ πρὸς ἑτέραν ὅρασιν τὴν περὶ τῆς ἐρήμου· καὶ οὐχ ἁπλῶς γῆς ἡμῖν ἐν τούτοις ἀοικήτου καὶ ἐρήμης ποιεῖται μνήμην· ἀλλὰ γὰρ ἔρημον ὀνομάζει τὴν Βαβυλωνίων, ἥ ποτε μὲν ἀριθμοῦ κρείττονας εἶχε τοὺς οἰκήτορας, δεινούς τε καὶ μαχιμωτάτους· ἠρημώθη δὲ οὕτως, ὀργῆς αὐτῇ τῆς ἄνωθεν ἐπενηνεγμένης, ὡς κένανδρον ἀπομεῖναι παντελῶς καταστρατεύσαντος τῆς Βαβυλωνίων Κύρου τοῦ Καμβύσου. Οὗ καὶ ἑτέρωθι διαμνημονεύει λέγων ὁ προφήτης· "6Οὕτως λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη. Πόλεις οὐ συγκληθήσονται."6 Οὗτος εἷλε κατὰ κράτος τὴν ἀλαζόνα ποτὲ καὶ κατὰ παντὸς ἔθνους ἐπαιρομένην, καὶ δυσάντητον ἐν μάχαις, τὴν Βαβυλῶνά φημι. Ποιεῖ δὲ μνήμην καὶ νῦν ὁ προφήτης αὐτῆς, καὶ ἔρημον μὲν ὀνομάζει. Τίνα δὲ τρόπον ἀθλιότητος εἰς τοῦτο κατώλισθεν, ἀφηγεῖται σαφῶς δύο τούτων ἕνεκα καθάπερ ἐγῷμαι. Ἢ γὰρ ἵνα τοὺς Ἰουδαίους ἀποστήσῃ τῆς ἐλπίδος· "6Ἦν γὰρ Ἐφραῒμπεριστερὰ ἄνους,"6 καθά φησιν εἷς τῶν ἁγίων προ φητῶν· "6Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο·"6 ἢ ἵνα παρακαλέσῃ λελυπημένους, ὅτι πεπόρθηται μὲν αὐτῶν ἡ χώρα, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεὼς, δορύληπτοι δὲ γυναιξὶν ὁμοῦ καὶ τέ- κνοις ἀπεκομίσθησαν εἰς τὴν Βαβυλῶνα. Τοῦτο δὲ ἦν διδάσκοντος ἐναργῶς, ὅτι καὶ τῶν πεπορθηκότων αὐ- τοὺς κατεξαναστήσεται Θεὸς, εἰ ζῇν ἕλοιντο κατὰ νόμον, καὶ τῶν θείων ἐνταλμάτων αὐτοῦ γνήσιοι γε- νέσθαι φύλακες. Οὐκοῦν ἀφηγεῖται μὲν ὁ προφήτης. Ἔχει γε μὴν τὸ τῆς ὁράσεως ὕψος προσώπων ἐναλλα- γάς. Ποτὲ μὲν γὰρ ὡς αὐτόπτης τῶν ἐσομένων, καὶ θεωρὸς ἤδη γεγονὼς, ἐξηγεῖται τὰ παραδειχθέντα αὐτῷ παρὰ Θεοῦ· ποτὲ δὲ καὶ τί συμβήσεται κατὰ καιροὺς προφητικῷ πνεύματι προαναφωνεῖ· εἰσκομίζει δὲ καὶ τὸ Βαβυλωνίων ἔσθ' ὅτε πρόσωπον κατοιμωζόν- των ἑαυτοὺς ἐπὶ ταῖς οὕτω δειναῖς καὶ ἀδοκήτοις συμφοραῖς. Ὡς τεθεαμένος τοίνυν τὴν Περσῶν τε καὶ Μήδων, καὶ μὴν καὶ Ἐλαμιτῶν κατὰ τῆς Βαβυλῶνος ἐκστρατιὰν, οὕτω φησί· Καθιππεύσουσί τε καὶ δι- ελεύσονται τὴν ἔρημον. {1Ὡσανεὶ καὶ ἀνέμων καταιγὶς δι' ἐρήμου διέλθοι.}1 Τὴν κόνιν εἶναι ἀναστᾶσα, καὶ μονονουχὶ συγχέουσα τὸ πᾶν. Προσεπάγει δέ· {1Ὅτι φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι.}1 Ἱκανὴ γὰρ λίαν, καὶ ψιλὴ καὶ μόνη τῶν πολεμίων ἡ θέα, καὶ τῶν μαχίμων ἡ ἀλκιμωτάτη πληθὺς κατ- εσκευασμένη πρὸς πόλεμον, σκληρὸν ἐμποιῆσαι δεῖμα τοῖς θεωμένοις. Ἀλλ' οὐ τεθεᾶσθαί φησι μόνον, ἀλλὰ γὰρ καὶ, Ἀνηγγέλη μοι, φησίν· ὁμοῦ γὰρ τῇ θέᾳ, καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο, δῆλον δὲ ὅτι παρὰ Θεοῦ. {1Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ.}1 Ἀνεπίπληκτον, φησὶ, τῶν ἐπιόντων τὸ θράσος. Οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἀνάπτονται πρὸς τὸ ἥμε- ρον· ἀλλ' οὐδέ τις τῶν ἐν αὐτοῖς διενθυμεῖταί τι τῶν ἡκόντων· ἀνομεῖ δὲ ἀκαθέκτως, καὶ ἀθετεῖ κατὰ τὸ αὐτῷ δοκοῦν, οὐ φειδοῦς ἐνούσης τινός· Οὐ γὰρ εἰς ἔλεον βλέπουσιν, ἀλλ' ἔργον αὐτοῖς τὸ ἐσπουδασμένον ἔσται, φησὶν, τὸ ἀνομεῖν τε καὶ ἀθετεῖν. Ἔφη τι τοιοῦ- τον καὶ διὰ φωνῆς τοῦ αὐτοῦ, πρὸς τοὺς τῆς Ἀσσυ- ρίων οἰκήτορας· Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι. Θεοῦ γὰρ ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος, οὐδὲν ἔσται τὸ ἐπικουρεῖν δυνάμενον. Θηριοπρεπὴς δὲ μᾶλλον τοῖς ἐθέλουσι καταδῃοῦν τοὺς ἐφ' οἷς ἂν τρέχοιεν, ἐνοικί- ζεται νοῦς. 9Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. Νῦν στενάξω, καὶ πα- ρακαλέσω ἐμαυτόν. ∆ιὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με, ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπού- δασα τοῦ μὴ βλέπειν. Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.9 Προσωποποιΐας ἔχει δύναμιν ὁ ἔν γε τουτοισὶ λόγος. Εἰσκομίζεται γὰρ ὁ Ἀσσύριος, καὶ δεδιὼς τὴν ἔφ-οδον, καὶ τῶν πολεμίων τὰς φάλαγγας οὐκ ἠγνοηκὼς, καὶ ἐπὶ τίνας αὐταῖς ὁ τοῦ πολέμου σκοπός. Οὐ γὰρ ἐφ' ἑτέρους τινὰς, ἀλλ' ἐμοὶ, φησὶν, οἱ Ἐλαμῖται, καὶ οἱ πανάριστοι τῶν Περσῶν ὡρμήκασι. Στενάξω δὴ οὖν καὶ παρακαλέσω ἐμαυτόν. Τοῖς γὰρ ἐν ἐσχάτῃ συμφορᾷ γεγονόσι δοκεῖ προσεῖναί τις παραμυθίας τρόπος, τὸ θρηνεῖν τε καὶ ὀλοφύρεσθαι. Ἐκθλίβεται γὰρ ἐξ ὀδύνης τὸ δάκρυον. Πρᾶγμα δὲ ξένον εἰ θρη- νοῦσιν Ἀσσύριοι, σκληροὶ καὶ ἀγέρωχοι γεγονότες ἀεὶ, ἐξοφρυωμένοι τε ἅγαν κατὰ πάντων τῶν ἐθνῶν, καὶ οὐκ εὐάντητον ἔχειν οἰόμενοι τὴν ἀντίστασιν. Ἀλλ' οἱ θρασεῖς οὕτω καὶ φρονήμασι τοῖς ὑπὲρ ἄνθρωπον ἐξογκούμενοι, γυναικοπρεπὲς εἰσδέχονται τὸ δάκρυον, καὶ θρῆνον ἐφ' ἑαυτοῖς ἀρτύουσι, πρὸ τῆς τοῦ πολέ- μου πείρας κατακλώμενοι πρὸς ἀσθένειαν. Ἐνεπλή- σθη γὰρ ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν. Ἀλλ' ὅτου δὴ χάριν τὰ τοιαῦτά σοι συμβήσεται, φησὶν, ὦ Ἀσσύριε; Φράσαις ἂν τῷ ἐρομένῳ· Ναὶ, φησίν· οἶδα γὰρ προσκεκρουκὼς διὰ πολλὴν ἁμαρτίαν τῷ πάντων κρατοῦντι Θεῷ. Ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. Κατὰ τοῦτο, φησὶν, ἐμαυτὸν ἠδίκησα, ὅτι μεμελέτηκα πολὺ τὸ δυσήκοον, καὶ σπουδῆς ἔργον ἐθέμην τὸ μὴ βλέπειν, τοῦτ' ἔστι, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός. Ἤκουον μὲν γὰρ τὴν Ἰουδαίων λατρείαν, εἷλον κατὰ κράτος τὴν ἁγίαν πόλιν, πεπόρθηκα τὸν νεών. Ἔσχον ἐκ παρ- ακουσμάτων τὴν μετρίαν εἴδησιν τῶν ἐντεταλμένων τοῖς ἐξ Ἰσραήλ. Μᾶλλον δὲ καὶ ὁ προφήτης Ἰωνᾶς ἀπεστάλη παρὰ Θεοῦ κηρύσσων καὶ λέγων· "6Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται·"6 κατα- δείσας δὲ παραχρῆμα τὴν ἀπειλὴν, μετενόησα μὲν, ἀλλ' ἠδίκησα πάλιν μὴ ἀκούσας, καὶ ἐν σπουδῇ τέ- θειταί μοι τὸ μὴ ὁρᾷν ἅπερ ἦν ὁρᾷν ἀναγκαῖον. Πε- πλάνηται γὰρ ἡ καρδία μου. Καὶ ὑποβρύχιόν με πε- ποίηκεν ἡ ἁμαρτία, καταχωννῦσα τρόπον τινά. Ταύ- τῃ τοι καὶ ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον· γέγονα γὰρ ἐν δείμασι τοῖς τῶν ἐσχάτων. Αὗται τοίνυν φωναὶ τῶν Ἀσσυρίων εἶεν ἄν. Ἔθος γὰρ τοῖς ἁγίοις προ φήταις προσωποποιεῖν τὰς φωνὰς, διὰ τὸ τοῖς ἀκροω- μένοις χρήσιμον. 9Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε. Ἀνα-στάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς.9 Ἔφην ὅτι τῆς προφητείας ὁ λόγος εἰς πολλὰς ἔσθ' ὅτε προσώπων διαφορὰς εὖ μάλα διαποικίλλεται· δεῖ δὲ δὴ πάντως τοὺς, οἵπερ ἂν ἕλοιντο συνιέναι τε καὶ ἀπαγγέλλειν ὀρθῶς, ἐπιτηρεῖν ἀκριβῶς τὰ τοιάδε. Σαφὴς γὰρ ἂν οὕτω γένοιτο, καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες εἰς δυσχερείαν τῶν λεγομένων ἡ γνῶσις. Εἰσκεκόμικε τοίνυν τὸ τῶν Ἀσσυρίων πρόσωπον κλαιόντων ἐφ' ἑαυτοῖς, καὶ συντεθραυσμένων μὲν εἰς δειλίας, ἀφόρητον δὲ τὸν ἐπί γε τοῖς μέλλουσιν ἔσε- σθαι κακοῖς ὠδινόντων τὸ δεῖμα. Εἶτα μέμνηται τοῦ χρόνου, καθ' ὃν αὐτοὺς ἁλῶναί τε καὶ ταῖς ἀνηκέ- στοις συμφοραῖς περιπεσεῖν συμβήσεται· καὶ μὴν καὶ αὐτὴν καθίστησιν ἐναργῆ τῆς ἐπ' αὐτοῖς γεγενη- μένης [ὀργῆς] τὴν αἰτίαν. Γέγραφε γὰρ ὁ μακάριος ∆ανιὴλ, ὅτι "6Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον τοῖς μεγιστᾶσιν αὐτοῦ· χιλίοις κατέναντι τῶν χιλίων ὁ οἶνος."6 Εἶτά φησιν, ὅτι καὶ τὰ ἐκ τῶν Ἱεροσολύ- μων ληφθέντα κατὰ καιροὺς ἅγια σκεύη προσκεκό- μικεν ἀνοσίως, καὶ ἔπινον ἐν αὐτοῖς αὐτὸς καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιται αὐτοῦ. Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, πλὴν ὅτι μεγαλαυχεῖν κατὰ τῆς τοῦ Θεοῦ δόξης· κατεπαίρεσθαί τε τοῦ προεστηκότος τῶν ἐξ Ἰσραὴλ, ὡς κατὰ μηδένα τρόπον ὀνῆσαι δεδυνη- μένου τὸν ἴδιον λαόν. Πίνοντος τοίνυν τοῦ Βαλτάσαρ, καὶ μονονουχὶ γελῶντος τὰ σκεύη τὰ ἅγια· Ὤφθη, φησὶν, ἀστράγαλος χειρὸς, καὶ ἔγραφεν ἐν τῷ τοίχῳ, Μανῆ Θεκὲλ Φαρές· διερμηνεύων τὴν γραφὴν ὁ θεσπέσιος ∆ανιὴλ, ἔφη πρὸς τὸν Ἀσσύριον· ∆ιέῤῥη- ξεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐμέρισεν αὐτὴν, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. Ταυτησὶ τῆς ἱστο- ρίας, ὥς γε οἶμαι, διαμέμνηται νυνὶ, καί φησιν ὁ προφήτης ὡς πρός γε αὐτοὺς τοὺς ἄρχοντας, ἤτοι μεγιστᾶνας, καὶ μέν τοι τὸν Βαλτάσαρ· Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς· σπαταλήσατε, φησὶν, ἐπὶ τρα- πέζαις ἀσώτοις· ἐν ἔθει δέ πώς ἐστιν ὁ λόγος· κα- τακορέσθητε πίνοντες ἀπλήστως. Καὶ τί μετὰ τοῦτο; Πόλεμοι διαδέξονται τὴν πανήγυριν, καὶ οὐκ εἰς μα- κρὰν τὸ παθεῖν· ἀλλ' ἐξ αὐτοῦ τοῦ πότου δραμεῖσθε πρὸς ὅπλα, καὶ ζητήσετε θυρεούς. Παγχάλεπον γὰρ ἀληθῶς τὸ κατεπαίρεσθαι Θεοῦ, καὶ καταθρασύνε- σθαι δόξης, ἧς ἐπέκεινα τῶν ὄντων οὐδέν. ∆έδοται μὲν γὰρ τοῖς Ἀσσυρίοις ὁ Ἰσραήλ· Θεοῦ τὸ χρῆναι παθεῖν αὐτοὺς τὴν αἰχμαλωσίαν διὰ πολλὴν ἁμαρτίαν ἐπενηνοχότος. Οὐ μὴν ἔδει ᾑρηκότας εἰς τοῦτο πε- σεῖν ἀμαθίας καὶ ἀσυνέτων ἐννοιῶν, ὡς οἴεσθαι καὶ φρονεῖν τὴν τοῦ σώζειν αὐτοὺς ἐθέλοντος πλεονεκτῆσαι χεῖρα, καὶ ἀμείνους γενέσθαι τῆς ἀφράστον δυνάμεως τοῦ πάντα ὑπερκειμένου καὶ ἀνεστηκότος τὴν κτίσιν ὡς Θεοῦ. 9Ὅτι οὕτως εἶπε Κύριος πρός με· Βαδίσας σε- αυτῷ στῆσον σκοπόν· καὶ ὃ ἐὰν ἴδῃς, ἀνάγγει- λον. Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου.9 Ἔθος τοῖς ἁγίοις προφήταις ἐν τῷ τῆς θεοπτίας ἤτοι τῶν ὁράσεων καιρῷ, συλλέγειν ὥσπερ ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ ἀπερισπάστῳ διανοίᾳ κατασκέπτεσθαι τὰ δεικνύμενα παρὰ Θεοῦ, καὶ οἷον ὑψοῦ καὶ ἐν ἀποῤῥήτῳ τινὶ περιωπῇ γεγονότας τῶν θείων ἐπ- ακροᾶσθαι λόγων. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προ- φητῶν· "6Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπι- βήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω, τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου."6 Τοιοῦτόν τι νῦν ὁ προφήτης διδάσκει, καί φη- σιν ἀκοῦσαι παρὰ Θεοῦ· Βαδίσας σεαυτῷ στῆσον σκο- πὸν, καὶ ὃ ἐὰν ἴδῃς ἀνάγγειλον· καὶ οὐχ ἕτερόν τινα σκοπὸν ἱστᾷν ἐκελεύετο, ἀλλ' ἑαυτόν που πάντως εὐ- τρεπίσαι πρὸς θεοπτίαν, καὶ οἷόν τινα σκοπὸν ὑψοῦ γεγονότα τῷ νῷ, καταθρεῖν τὰ ἐσόμενα, καὶ ὄψει δέ- χεσθαι τῶν πραγμάτων τὴν θέαν. Εἶδον οὖν, φησὶν, ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Καὶ τί δὴ τοῦτό ἐστιν, ὁ τῶν Ἀσσυρίων θρῆνος διδάξει σαφῶς. Ἔφασκε γάρ· Ἐπ' ἐμοὶ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν πρὸς ἐμὲ ἔρχονται· καὶ Ἐλαμῖται μὲν βάρβαρον ἔθνος, κα- μήλοις ἐποχεῖσθαι μεμελετηκός. Ὁ δέ γε ἀναβάτης τῆς ὄνου τίς ἂν ἕτερος εἴη παρά γε τοὺς Περσῶν ἐξειλεγμένους; οὓς δὴ καί φασιν ἡμιόνοις τε καὶ σκια- δίοις ἐμβεβηκότας ἰέναι πρὸς μάχην, ὡς ἂν μή τις αὐτοὺς ἀπονευρώσῃ πόνος. Ἐπειδὰν δὲ τὸν τῆς μάχης ἴδωσι χῶρον, τὸ τηνικάδε τῶν σκιαδίων κα- ταπηδήσαντες, ἵπποις κέχρηνται ἐξειλεγμένοις. Ὄνου τοίνυν ἀναβάτην τὸν ταῖς ἡμιόνοις ἐποχούμε- νόν φησιν. Εἰ καὶ καθ' ἕτερον τρόπον θεάσασθαι μὲν εἰκὸς τὸν προφήτην, ἵπποις ἐποχούμενον τῶν πολε- μίων τὸ στῖφος, ἑπομένην δὲ πληθὺν καμήλων καὶ ἡμιόνων, ηὐτρεπισμένων τάχα που πρὸς τὴν τῶν λαφύρων μετακομιδήν. Τοῦτο γὰρ ἑτέρωθί πού φη- σιν· "6Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος· ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔγγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν·"6 Λέοντα γὰρ καὶ σκύμνον λέον- τος τὸν Κύρον ἐκάλει, καὶ τοὺς ὑπ' αὐτῷ Πέρσας τε καὶ Μήδους. Ἀσπίδας δὲ καὶ ἀσπίδων ἔγγονα πετο- μένων· τοῦτο ἔστιν, ὀξέως διᾴττειν καὶ πτηνοῖς ἐν ἴσῳ φέρεσθαι μεμελετηκότας, τοὺς ἐκ τῶν ἑτέρων ἐθνῶν, οἷς καὶ ἐποχεῖσθαι καμήλοις ἐν ἔθει καὶ τριβῇ. 9Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐ- ρίαν εἰς τὴν σκοπιὰν Κυρίου.9 ∆ιωμολόγηκεν ὁ προφήτης, ὡς θεάσαιτό τινας ἀναβάτας ἱππεῖς δύο, καμήλου τε καὶ ὅνου· καὶ τίνες ἂν εἶεν οὗτοι, φθάσαντες ἤδη προείπαμεν. Ἐπειδὴ δὲ ἅπαξ τεθέαται, προστάττεται λοιπὸν τὰ ἐκ τῆς ἐφόδου μανθάνειν ἐπείγεσθαι, καὶ τῆς τῶν Χαλδαίων συμφορᾶς τὰ φρικτὰ διηγήματα. Πολλὴ γὰρ ἀκρόασις ἡ τοιάδε κατὰ τὸ ἀληθές. Τοιγάρτοι τῇ Βαβυλῶνι συμβεβηκότα φρικτὰ, καὶ λόγου πέρα παντὸς, καὶ εἰς ἄκρον ἥκοντα κακῶν. Εἷλε γὰρ οὕτως ὁ Κύρος αὐτὴν, ὥστε καταστῆσαι μὲν ἐρήμην αὐτὴν εἰς ἅπαν, ἀνελεῖν δὲ τοὺς ἐν αὐτῇ, καὶ ἐξ αὐτῶν τε τῶν σπηλαίων σαγηνεύοντα τοὺς ὅλως δύνασθαι λαθεῖν προσδοκήσαντας. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι ∆ώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι."6 Εἰσφέρεται δέ που καὶ τῆς Ἱερουσαλὴμ τὸ πρόσωπον ὡς πρός γε τὴν Βαβυλῶνα λέγον· Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ με. Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι αὐτὸν τὴν δικαιοσύνην μου, καὶ ποιήσῃ τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς· καὶ ὄψομαι τὴν δικαιο- σύνην αὐτοῦ. Καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περι- βαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με, Ποῦ Κύριος ὁ Θεὸς σοῦ; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν. Νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ἐξόδοις. Ἡμέραι ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη· καθ' ἣν δηλονότι πεπόρθηται μὲν ὑπὸ Περσῶν τε καὶ Μήδων καὶ Ἐλαμιτῶν, ἠρήμωται δὲ, ὡς ἔφην. Ἀκρόασαι τοίνυν, φησὶν, ἀκρόασιν πολλὴν, τοῦτ' ἔστι, τὰ ἐπὶ τῇ ἁλώσει μακρὰ καὶ φρικτὰ δι- ηγήματα καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. Οὐρίαν φασί τινα γενέσθαι τῶν ὅτι μάλιστα διαφα- νεστάτων ἐν ἱερουργοῖς τοῖς κατὰ τὸν νόμον. Παρά- λαβε τοίνυν, φησὶ, μάρτυρα τῆς δεικνυμένης σοι κατασκοπῆς, ἤγουν ὁράσεως, τὸν Οὐρίαν, καὶ διδα- σκέσθω παρὰ σοῦ τὰ ἐσόμενα. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν διηγήμασιν ἀπειθοῦντες ἔφασκον· "6Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνη- σιν,"6 ταύτῃτοι καὶ λίαν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ἐποιεῖτο μάρτυρας τῶν δεικνυμένων κατὰ καιροὺς, ὡς ἐν ὁράσει προφητικῇ, τοῖς τὸ τῆς προφητείας ἔχουσι πνεῦμα, ἵν' εἰ μὴ βούλοιντο τοῖς παρ' αὐτῶν κατα- πείθεσθαι λόγοις, κἂν οὖν ἐκείνοις θαρσήσειαν, οἳ τῇ κατὰ νόμον ἱερωσύνῃ τετίμηνται παρ' αὐτοῖς. 9Καὶ εἶπεν· Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐν τῇ παρεμβολῇ ἔστην ὅλην τὴν νύκτα· καὶ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος.9 Κεκελευσμένος ὁ προφήτης ἑαυτῷ στῆσαι σκοπὸν, ἀπαγγεῖλαί τε σαφῶς, ὅπερ αὐτῷ δειχθείη παρὰ Θεοῦ· Ἔστην, φησὶ, διὰ παντὸς ἡμέρας, καὶ δι' ὅλης νυ- κτός· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Αὐτὸς ἄρα τίς; ὁ Πέρσης τε καὶ Ἐλαμίτης, ἤγουν ὁ τῆς στρατιᾶς ἡγούμενος, τοῦτ' ἔστιν, ὁ Κύρος. 9Καὶ ἀποκριθεὶς εἶπεν· Πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.9 Τοῦ προφήτου λέγοντος· Ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος, τίνα τρόπον τὰ τῆς ἐφόδου πραχθήσεται, καὶ οὐκ εἰς μακρὰν εὖ μάλα τεθεα- μένου, λοιπὸν ἀποκρίνεται Θεὸς καί φησιν· Πέπτωκε Βαβυλὼν, τοῦτ' ἔστιν, ἡ ἀλαζὼν, ἡ ὑβρίστρια, ἡ σφύρα πάσης τῆς γῆς, καθά φησιν Ἱερεμίας· ἡ πᾶσι τοῖς ἔθνεσι θηριοπρεπῶς ἐπεμβαίνουσα, ἡ γαῦρον αἴρουσα τὸν αὐχένα, χώρας τε καὶ πόλεις καταλειαίνουσα. Πέπτωκε, φησὶ, τοῦτ' ἔστιν, ἀπ- όλωλε παντελῶς· ᾤχετο καὶ πεπάτηται, καὶ κατεῤῥιμ- μένη παντελῶς, καὶ ὑπὸ πόδας τῶν ᾑρηκότων ὁρᾶται κειμένη λοιπόν. Συνετρίβη δὲ καὶ πάντα αὐτῆς τὰ ἀγάλματα καὶ τὰ χειροποίητα. Γῆ γὰρ τῶν γλυπτῶν ἐστι, καθά φησιν ἕτερος τῶν ἁγίων προφητῶν· ἐπεποίθει δὲ λίαν ἐπὶ τοῖς ψευδωνύμοις θεοῖς· καὶ ταῖς παρ' αὐτῶν ἐπικουρίαις σώζεσθαι προσδοκή σασα, πεπάτηται σὺν αὐτοῖς, καὶ ὁμοῦ τοῖς ἰδίοις συνετρίβη σεβάσμασιν. 9Ἀκούσατε, οἱ καταλελειμμένοι, καὶ ὀδυνώμε- νοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.9 Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, καὶ δεδούλευκε τοῖς Βαβυλωνίοις, ἐφιέντος Θεοῦ διὰ πολλὴν ἁμαρτίαν καὶ ταῖς οὕτω μακραῖς αὐτὸν ἐναλῶναι συμφοραῖς. Ἀπομεμενήκασί γε μὴν ἔν τε Ἱεροσολύμοις, καὶ ἐν τῇ Ἰουδαίᾳ πολλοί· πλὴν διετέλουν στένοντές τε καὶ ὀδυνώμενοι, πεπορθημένης αὐτοῖς τῆς χώρας· κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, ἠρημωμένης δὲ κατὰ κράτος τῆς Ἱερου- σαλήμ. Φάρμακον τοίνυν ἐπικουρίας αὐτοῖς εἰς παράκλησιν ἐξυφαίνει χρησίμως ὁ προφήτης τὴν ὅρασιν, καί φησι πρὸς αὐτούς· Ἀκούσατε, οἱ κατα- λελειμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαώθ. Ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγει-λεν ἡμῖν. Ἤδει γὰρ, ᾔδει τὴν Βαβυλωνίων συμφορὰν θυμηδείας αὐτοῖς ἐσομένην πρόξενον, καὶ τὰ κατὰ τῶν λελυπηκότων διηγήματα παρακλήσεως ἔσεσθαι τρόπον τοῖς οὕτω πεπορθημένοις.

{1ΤΟ ΟΡΑΜΑ ΤΗΣ Ι∆ΟΥΜΑΙΑΣ.}1

Καὶ τῆς προκειμένης ὁράσεως οἶμαι δὴ δεῖν προαφηγήσασθαι τὴν ὑπόθεσιν. Συνεῖεν γὰρ ὧδέ τε καὶ οὐχ ἑτέρως οἱ ἐντευξόμενοι. ∆ύο τοίνυν γενέσθην υἱοὶ τῷ Ἰσαὰκ, Ἡσαῦ τε καὶ Ἰακώβ· καὶ ὁ μὲνἩσαῦ Ἐδὼμ ἐπεκλήθη, τοῦτ' ἔστι, γήϊνος· τοιοῦτος γὰρ ἦν ὁ βίος αὐτῷ, καὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ, καθὰ γέγραπται. Ἰακὼβ δὲ ἦν ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν· ἔφη γὰρ οὕτω περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερόν· Καὶ γεγόνασι μὲν ἐξ Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, Ἰουδαῖοι·ἀπὸ δέ γε τοῦ Ἡσαῦ, ἤγουν τοῦ Ἐδὼμ, οἱ Ἰδουμαῖοι,ἤγουν οἱ Ἀγαρηνοὶ, εἰσὶ δὲ οὗτοι Σαρακηνοί. Οὐκ- οῦν ἀδελφοὶ καὶ ἀγχίσποροι τοῖς ἐκ Ἰσραὴλ γεγόνα- σιν οἱ Ἰδουμαῖοι· ἦσαν δὲ καὶ ἀλλήλοις ὅμοροί τε καὶ ἀγχιτέρμονες ἥ τε τῶν Ἰουδαίων καὶ ἡ τῶν Ἰδουμαίων χώρα. Ἀλλ' οὔτε τὸ συγγενὲς, οὔτε μὴν τὸ γειτνιᾷν ἀλλήλοις, ἐβράβευε τοῖς γένεσι τὴν ὁμοψυχίαν. ∆ιεφέροντο γὰρ καὶ τοῖς Ἑλλήνων ἔθεσί τε καὶ νόμοις διαζῶντες Ἰδουμαῖοι, κατεληίζοντο συχνῶς τὴν τῶν Ἰουδαίων χώραν, καὶ πάντων αἴσχιστα δρᾷν εἰς αὐτοὺς ἀπετόλμων. Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας ἀποφορτισάμενοι τὸν ζυγὸν οἱ ἐξ Ἰσραὴλ, ἀνεφοίτων εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, "6Ἀπέστειλε, φησὶν, ὁ Μω- σῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους· καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν· καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων· οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευ- σόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ, οὔτε εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ· Οὐ διοδεύσῃ δι' ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σου."6 Ὁρᾷς ὅπως σκληροὶ καὶ ἀφιλοικτείρμονες γεγόνασιν Ἰδουμαῖοι, καὶ τοῦτο πρὸς ἀδελφούς; Ἀλλ' οὐ μέχρι τούτων αὐτοῖς τὰ ἐγκλήματα· ἀλλὰ γὰρ καὶ ἕτερόν τι πε- πράχασιν ἀνόσιόν τε καὶ ἀπηνές. Εἷλε μὲν γὰρ τὴν τῶν Ἰουδαίων χώραν ὁ Βαβυλώνιος, κατεμπρήσας δὲ τὸν ναὸν καὶ καταδῃώσας τὸν Ἰσραὴλ, τὰ πέρα λό- γου παντὸς κατὰ τῶν ἐνοικούντων εἰργάζετο. Εἶτά τινες τῶν διασεσωσμένων ἐκ μαχαίρας Περσικῆς, ὡς εἰς ὅμορον χώραν τῶν Ἰουδαίων, καὶ ὡς πρὸς ἀδελ- φοὺς καὶ ὁμαίμονας καταφεύγειν ἐσπούδαζον· οἱ δὲ καίτοι δέον ἐπαμῦναι ὡς ἀδελφοῖς, καὶ ἀθλίως πε- πραχότας ἐποικτείρειν αὐτοὺς, καὶ μὴν καὶ ἀνακτᾶ- σθαι φιλοφρόνως, θηριοπρεπῶς ἐπεπήδων· ἔργον δὲ τῆς ἑαυτῶν ὠμότητος ἐποιοῦντο τοὺς φεύγοντας. Καὶ ἐπ' αὐτῷ δὴ τούτῳ, κατῃτιᾶτο λίαν αὐτοὺς ὁ τῶν ὄλων Θεὸς διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου γέγραπται γὰρ ὡδί· "6Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας, καὶ σύν-εσιν ἐξ ὄρους Ἡσαῦ· καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θεμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὅρους Ἡσαῦ, διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα, ἀφ' ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας, ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ· καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ· καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους· καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν."6 Ἄθρει δὴ οὖν ὅπως τῆς Περσικῆς ὠμότητος γεγόνασι μιμηταὶ, καὶ τοὺς ἀνασώζεσθαι προσδοκήσαντας, ταύτης τε ἕνεκα τῆς αἰτίας ὡς πρὸς ἀδελφοὺς ἰόντας καὶ γείτονας ἀπ- εκτόνασιν ἀνηλεῶς. Ἑλόντες τοίνυν τὴν τῶν Ἰου-δαίων χώραν οἱ Βαβυλώνιοι, ἀνακομιζόμενοί τε λοι- πὸν εἰς τὴν ἑαυτῶν, ὁδοῦ πάρεργον ἐποιοῦντο τῆς Ἰδουμαίας τὴν δῄωσιν. Εἷλον γὰρ ἅπαντας καὶ λίαν ἀκονιτὶ, Θεοῦ τὴν ὀργὴν ἐπαφιέντος αὐτοῖς. Καὶ γοῦν ἔφη πάλιν διὰ φωνῆς Ἀβδίου· "6∆ιότι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίη- σας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου."6 Αὕτη τοίνυν ἐν βραχέσι τῆς ἐν χερσὶν ἡμῶν ὁράσεως ἡ ὑπόθεσις. Καὶ δὴ καὶ ἰτέον πρός γε τὰ ἕκαστα, κατά γε τὸ ἐγχωροῦν εἰπεῖν τὰ ἐγγεγραμμένα. 9Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεῖρ.9 Αὕτη ἡ φωνὴ τοῦ πάντων κρατοῦντος Θεοῦ τῷ προ- φήτῃ λεγόντος, ὡς αὐτίκα δὴ μάλα πολέμου τῆς τῶν Ἰδουμαίων κατασκήψαντος γῆς, τραπήσονται πρὸς φυγὴν ἅπαντες οἱ κατοικοῦντες αὐτήν. Σηεῖρ δὲ τῆς Ἰδουμαίας ὄρος ἐστὶ παμμέγεθες, ὑφ' ᾧ λέγεται λαμ- πρὰ παρ' αὐτοῖς εἶναι πόλις. Ὡς οὖν μελλόντων ὡς οὐδέπω τραπέσθαι πρὸς φυγὴν τῶν ἐξ ὄρους Σηεῖρ, ἤτοι τῶν Ἰδουμαίων, Πρὸς ἐμὲ, φησὶ, κάλει, τοῦτ' ἔστιν, ἡκέτωσαν οἱ ἐκεῖθεν φεύγοντες εἰς τὴν Ἰου- δαίαν. Ὥσπερ γὰρ ἐπετώθαζον τοῖς ἐξ Ἰσραὴλ κα-ταφεύγουσι παρ' αὐτοῖς, οὕτω γελασθήσονται, φησὶ, τὰ ἴσα δρῶντες αὐτοῖς, καὶ τῆς Βαβυλωνίων χειρὸς ἡττώμενοι. 9Φυλάξατε ἐπάλξεις, φυλάξω τὸ πρωῒ καὶ τὴν νύκτα.9 Ἔστι μὲν ὁ λόγος ὡς πρὸς Ἰδουμαίους, μονονουχὶ κατονειδίζοντος αὐτοῖς τοῦ Θεοῦ τὸ εἰκαῖον εἰς πό- νους, τοὺς ἐπί γε τὸ δεῖν ἀμύνεσθαι τοὺς ἐχθροὺς, γλίχεσθαι δὲ κατ' οὐδένα τρόπον τῆς παρ' αὐτοῦ σω τηρίας καὶ ἀρωγῆς. Μελλούσης γὰρ ἔσεσθαι τῆς τῶν Ἀσσυρίων ἐφόδου, καὶ τῶν πόλεων ἀποφράττοντες εἰσβολὰς, τὰς ἐπάλξεις ἐτήρουν. Ἀλλ' ἦν ἀνόνητον τὸ χρῆμα αὐτοῖς. Ἥλωσαν γὰρ αἱ παρ' αὐτοῖς πόλεις, καὶ οὐδεὶς ἦν παντελῶς ὁ σωζόμενος. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτοὺς γέγονε λόγος· Ναὶ, φησὶν, ὀρθὰ καὶ εἰκότα βουλεύεσθε, φυλάσσετε τὰς ἐπάλξεις. Εἶτα ὡς παρ' αὐτῶν, Φυλάσσω τὸ πρωῒ, καὶ τὴν νύκτα. "6Ἀλλ' ἐὰν μὴ ὁ Κύριος φυλάξειε πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων."6 Ἔδει γὰρ μᾶλλον ἐπικουρίαν ζητεῖν τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐπιθαρσῆσαι λίθοις. Κατασεσεῖσθαι γὰρ οὕτω φασὶν τῶν παρ' αὐτοῖς πόλεων τείχη, ὡς λίθον ἐπὶ λίθον οὐχ ὁρᾶσθαι κείμενον. 9Ἐὰν ζητῇς, ζήτει, καὶ παρ' ἐμοὶ οἴκει, ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ.9 Εἰ γὰρ δὴ βούλοιο, φησὶν, ἐπικουρίαν ζητεῖν, ζήτει ταύτην παρ' ἐμοῦ τοῦ διασώζειν ἰσχύοντος, καὶ οἴκει παρ' ἐμοὶ, τοῦτ' ἔστιν, ἐμὸς ἔσο καὶ φρόνει τὰ ἐμὰ, τῆς τῶν ψευδωνύμων θεῶν λατρείας σαυτὸν ἀφιστάς. Τοιοῦτόν τί φησιν ὁ Σωτήρ· "6Ὁ ἐμὲ ἀγα- πῶν, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω."6 Κατατρεχούσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων φάλαγγος τὴν τῶν Ἰου- δαίων ἅπασαν γῆν, ἔξω καὶ οἴκων ἢ καὶ πόλεων, καὶ ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, τοῦτ' ἔστιν, ὁμοῦ τοῖς ἀγρίοις καταλύσει θηρίοις· καταυλισθήσῃ δὲ καὶ ἐν τοῖς ἕλεσιν, οὕτω τε λοιπὸν τῆς εἰς ἀδελφοὺς ὠμότητος πραχθήσῃ τὰς δίκας. 9Ἐν τῇ ὁδῷ ∆αιδὰν, εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θεμᾶν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν φευγόντων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.9 Ἀνόσια πεπραχότας καταιτιᾶται τοὺς Ἰδουμαίους, καθάπερ ἤδη προεῖπον, καὶ διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου. Καίτοι γὰρ δέον ἀνηκέστοις περιπεσοῦσι συμφοραῖς τοῖς ἐξ Ἰσραὴλ ἐπαμῦναι συνηλγηκότας, τοῦτο μὲν οὐκ ἔδρων· ἀφιλόστοργοι δὲ καὶ ἀτεράμο- νες, καὶ τῆς τῶν Ἀσσυρίων ὠμότητος ἀγριώτεροι κατεφαίνοντο, τοὺς καὶ ὅλως διαφυγεῖν ἰσχύσαντας τὰς ἐκείνων χεῖρας, ὠμῶς ἀποσφάττοντες. Ὅπερ οὖν ἔδει ποιοῦντας εὐδοκιμεῖν, τοῦτο μὴ πεποιηκότας τε ..... λέγων· Ἐν τῇ ὁδῷ ∆αιδὰν εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θε- μὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν. Ἔδει γὰρ, ἔδει, φησὶν, ὑμᾶς, τοὺς τὴν νοτίαν ἔχοντας χώραν, Θεμὰν γὰρ ἑρμηνεύεται Νότος, τοῖς ἐν τῇ ὁδῷ ∆αιδὰν φεύγουσί τε καὶ πλανωμένοις ἄρτους τε καὶ ὕδωρ προσάγειν, καὶ τὰ ἐξ ἀγάπης τοῖς ἀδελφοῖς πρε- πούσης περαίνειν ἐπείγεσθαι μᾶλλον, καὶ οὐκ ἀν τιφέρεσθαι θηριοπρεπῶς τοῖς ἤδη παθοῦσιν, ἐναλο- μένους τρόπον τινὰ, καὶ καταφορτίζοντας τὸν ζυγὸν τῶν ἤδη πεπιεσμένων ταῖς οὕτω πικραῖς καὶ ἀτι θάσσοις συμφοραῖς. Ἔδει τοίνυν τοῖς φεύγουσιν ὑπαντᾷν φιλοφρόνως. Ἐτρέποντο γὰρ εἰς φυγὴν, οἴκων τε καὶ πόλεων ἀλογήσαντες, διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ τῶν δεινῶν τοξευμάτων· καὶ ὅτι πολλοῖς πεπτώκασι, καὶ ἀριθμοῦ κρείττονες γεγόνασι παρ' αὐτοῖς οἱ νεκροί. 9Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα Κηδὰρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν· Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ.9 Ὅτι γέγονεν ἐγγὺς, καὶ οἷον εἴσω βέβηκε θυρῶν ὁ τῆς Ἰδουμαίας ὄλεθρος, καὶ ὅτι πάντη τε καὶ πάν- τως οἰκήσονται πρὸς ἀπώλειαν, κατεμπιπράντων αὐτοῖς τὰς πόλεις τῶν Βαβυλωνίων, καὶ ἅπασαν δὲ καταδῃούντων τὴν χώραν, προαπαγγέλλει σαφῶς· Εἷς γὰρ ἔσται, φησὶν, ἐνιαυτὸς ὁ μεταξὺ, καὶ οἱ τῆς Κη- δὰρ τοξευταὶ, καί τοι, φησὶν, οὐκ ἀθαύμαστον ἐπ' αὐτῷ δὴ τούτῳ τὴν ὑπόληψιν ἐσχηκότες, ἐκλείψουσί τε καὶ ἀπολοῦνται· καὶ ἀληθὴς ἡ προαγόρευσις. Κύριος γὰρ ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ· ψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια. Ἐνιαυτοῦ γε μὴν μισθωτοῦ φησι τὸν ἀκρι- βῶς ἐκμετρούμενον. Ὁ γάρ τοι τοὺς ἐπὶ ταῖς θητείαις ἱδρῶτας εἰσελθὼν, καὶ ἀπομισθώσας ἑαυτὸν ἑτέρῳ, λεπτῶς τε καὶ ἀκριβῶς ἀεί πως περιεργάζεται τοῦ τῆς μισθώσεως χρόνου τὸ μέτρον. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἴς γε τὸ γράμμα καὶ μέν τοι τὴν ἱστο- ρίαν εἰρήσθω νυνί. Περιενεγκόντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τὸ τὴν ἁγίαν Ἐκκλησίαν καὶ τοὺς ταύ- της τροφίμους, καὶ μὴν καὶ εἰς τὰς τῶν ἑτεροδόξων ἀγέλας, ἐκεῖνό φαμεν· ὅτι κατεπιφύονται πλειστά- κις τὰ Ἑλλήνων στίφη τῶν ὀρθὰ φρονεῖν εἰωθότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον προσκυνεῖν ἑλομένων. Εἶτα διωγμοῖς ὑποθέντες πικροῖς, ἀφορήτοις ἔσθ' ὅτε περιβάλλουσι πόνοις. Ὁμοίως δὲ καὶ οἱ τῶν ἀνοσίων αἱρέσεων τὸν ἰὸν εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καί τοι τὸ Χριστια- νῶν ὄνομα κλέπτοντες, ὑποπλαττόμενοί τε τὴν πρὸς ἠμᾶς ἀδελφότητα, τὰς τῶν ἐχθρῶν ἀγριότητας νι κῶσιν ἔσθ' ὅτε, ἀφιλόστοργοί τε καὶ ἀπηνεῖς. Καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπάρχοντες δι' αὐτῶν ἐλέγχον- ται τῶν πραγμάτων; ἀλλ' οὐκ εἰς ἅπαν αὐτοῖς δια καρτερήσει Θεὸς, ἀνέξεται δὲ οὐδαμῶς ἀφιλοστοργούντων ἄγαν, ἐποίσει δὲ μᾶλλον αὐτοῖς τὰ ἐξ ὀργῆς καὶ δίκης.

{1ΤΟΜΟΣ Εʹ. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ.}1

Τὴν τῶν Αἰγυπτίων, Ἀσσυρίων τε καὶ Ἰδουμαίων ἅλωσιν προηγορευκὼς ὁ προφήτης, ἐπ' αὐτὴν ἔρχεται τὴν ἁγίαν πόλιν, τοῦτ' ἔστι τὴν Ἱερουσαλήμ· καὶ τὰ συμβησόμενα αὐτῇ κατὰ καιροὺς ἐκ θείας ὀργῆς προαφηγεῖται χρησίμως· ἵν' εἰδεῖεν, ὅτι δικαιοσύνης ὑπάρχων πρύτανις ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ αὐτὸ χρῆμα δικαιοσύνη· οὐ τὸν οἰκεῖον ἁπλῶς γεγονότα, διά γε τοῦ πεπαιδαγωγεῖσθαι νόμῳ, τιμᾷ καὶ προσ- ίεται, καὶ φροντίδος ἀξιοῖ· δοκιμάζει δὲ μᾶλλον τὰ ἑκάστῳ βεβιωμένα, καὶ τοῖς μὲν ἀγαθοῖς τὴν ἕξιν διανέμει τὰ ἀγαθά· ἡγεῖται δὲ ξένον καὶ κατ' οὐδένα τρόπον αὐτῷ προσοικειούμενον τὸν τῆς φαυλότητος ἐραστὴν, κἂν εἴ τις εἴη τυχὸν ἀγαπητὸς διὰ τοῦς πατέρας. Ὤοντο τοίνυν ἐκ πολλῆς ἄγαν ἀμαθίας τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ἀνάλωτοι παντελῶς ἔσεσθαι τοῖς ἐχθροῖς, καὶ οὐδενὸς τὸ σύμπαν ἐπι- πηδῶντος αὐτοῖς, τὸν ἠρεμαῖόν τε καὶ ἐν πολλαῖς ἅγαν εὐημερίαις διαβιῶναι βίον, καίτοι Θεῷ προσ- κρούοντες, καὶ εἰς πολλὴν ἄγαν ἀσέβειαν ἀπονενευ- κότες. Προσκεκυνήκασι γὰρ εἰδώλοις, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης ἀναθέντες ἕδη καὶ βωμοὺς τοῖς ματαίοις θυσίας προσῆγον καὶ σπονδὰς ἐπετέλουν, τῆς ὀφειλομένης τῷ παναγίῳ Θεῷ δόξης εἰς ἅπαν ἠφειδηκότες. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶ πρὸς αὐτοὺς περὶ τῆς Ἱερουσαλήμ· "6Καὶ μὴ λέγετε ὅτι, Ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορ- θώσητε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ."6 Κατ- ητιᾶτο δὲ πάλιν αὐτοὺς διὰ Μιχαίου τοῦ προφήτου λέγων· "6Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. ∆ιὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερου- σαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ."6 Ὀξὺ δὲ ὅτι τὸ τοῦ Θεοῦ κρίμα κατὰ παντὸς ἔρχεται τοῦ πλημμελεῖν εἰωθότος φα- νερὸν αὐτοῖς ἐποίει λέγων καὶ ὁ θεσπέσιος Ἰωάννης· "6Γεννήματ' ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύ-ναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δέν- δρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται."6 Ἀχάλινον τοίνυν ἔχοντος Ἰσραὴλ ἐπὶ τὸ χρῆναι πλημμελεῖν τὴν ἐπίδοσιν, προσκειμένου τε καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν εἰδώλων ψευδολατρείαις, τὴν ἐσομένην τῶν Ἱεροσολύμων κατὰ καιροὺς ἅλωσιν προαναφαίνει Θεὸς διὰ τοῦ προφήτου, καί φησιν· 9Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώ- ματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου, οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου.9 Ἔοικε μὲν οὖν τὴν ἐν καιροῖς Ἰεχονίου δῄωσιν ἐν- θάδε δηλοῦν· αἰτιᾶσαι δὲ λίαν τοὺς ἐξ Ἰσραὴλ, ὡς μηδὲ ἐν αὐτοῖς τοῖς κακοῖς, καὶ οὕτως ἄγαν ἀκμαιο- τάταις συμφοραῖς κατορθοῦν εἰδότας τὸ τελοῦν εἰς ὄνησιν, καὶ ὅπερ ἔμελλεν αὐτοῖς εὐμενείας τῆς ἄνω- θεν ἔσεσθαι πρόξενον. Ἔδει γὰρ κλαίοντάς τε καὶ ὀλο- φυρομένους ἀναβαίνειν μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπαγγέλλεσθαι δὲ τὴν μετάγνωσιν, καὶ τῆς ἐφ' οἷς πεπαρῳνήκασιν ἀναμνηστείαν αἰτεῖν, καὶ τὴν παρ' αὐτοῦ καὶ μόνου ζητεῖν ἐπίκουρον χεῖρα. Καὶ τοῦτο αὐτὸς ἐδίδαξε λέγων δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστηρίῳ, εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις, οἱ λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχεν ἐξ οἴκου ὑμῶν θυσία καὶ σπονδή· ἁγιάσατε νηστείαν, κηρύ- ξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆς εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκρά- ξατε πρὸς Κύριον ἐκτενῶς, Οἴμοι, οἴμοι, εἰς ἡμέραν."6 Ταῦτα δὴ οὖν ἔδει δρῶντας αὐτοὺς ἐκμειλίσσεσθαι παρωξυμμένον τὸν διασώζειν ἰσχύοντα. Οἱ δὲ ταυτὶ μὲν ὅτι προσήκει δρᾷν, οὐδὲ εἰς νοῦν τάχα που πλη- ροῦντες ἐδέχοντο, ἀνεφοίτων δὲ εἰς τὰ ἀνώτατα τῶν οἰκειῶν, καὶ κόμμοι μὲν ἦσαν πανταχοῦ, θρῆνοι δὲ παίδων, λιμῷ τάχα που καὶ δίψει δαπανωμένων. Ταυτὶ γὰρ συμβαίνειν ἀνάγκη ταῖς τῶν πόλεων πολιορκου- μέναις. Ταύτῃτοί φησι· Τί ἐγένετό σοι νῦν, ὅτι ἀν έβητε πάντες εἰς δώματα μάταια; ∆ιὰ τί γὰρ, φησὶ, καὶ ἐν τοῖς οὕτως ἀφορήτοις δείμασι, καὶ ὅτι περὶ τῶν ἐσχάτων ὑμῖν οἱ λόγοι, καὶ ὁ σύμπας ἀγὼν, οὐχὶ δὴ κεκράγατε πρὸς Θεὸν, ἀνεπηδήσατε δὲ μᾶλλον εἰς δώματα, καίτοι τοῦ πράγματος ὑμᾶς ὠφελοῦντος οὐδέν; ∆ιὰ τοῦτο γὰρ καὶ μάταια δώματά φησι. ∆ιὰ τί καὶ ἐνεπλήσθη ἡ πόλις βοώντων; οὐχὶ δὴ μᾶλλον πρὸς Θεὸν, ἀλλ' εἰκῆ κεκραγότων, καὶ μονονουχὶ τοῖς εἴσω θυρῶν γεγονόσι κακοῖς οὐ μετρίως ἐπασχαλλόντων. Ἔδει τὸν θρῆνον εἶναι πρὸς μετάγνωσιν, ἔδει τὸ δά- κρυον καταχεῖσθαι πρὸς Θεόν. Ἰδοὺ, φησὶ, πρὶν ἅψα- σθαι μάχης, πρὶν ἐπιλαβέσθαι μαχαίρας, πρὶν μελε- τῆσαι τὴν ἀντίστασιν, πλήρης γέγονε νεκρῶν ἡ πόλις. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς σωτηρίαν, τὸ εἰδέναι κατορθοῦν τὰ δι' ὧν ἄν τις ἔχοι σώζοντα Θεὸν, κἂν εἰ ἐν πικραῖς γένοιτο συμφοραῖς. Ψάλλει γοῦν καί φησιν ὁ μακάριος ∆αβίδ· "6Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ."6 Ἰστέον δὲ ὅτι φάραγγας Σιὼν ὀνομάζει τὴν Ἱερουσα-λήμ. Ἔστι μὲν γὰρ ὄρος ἤγουν ἐν ὄρει ἡ Σιών· ὑπό- κειται δὲ ταῖς ὑπωρείαις Ἱερουσαλὴμ, ὅθεν αὐτὴν καὶ τῆς Σιὼν ἀποκαλεῖ φάραγγα. 9Πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσὶ, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόῤῥω πεφεύγασιν.9 Καταλελοιπότες, ὡς ἔφην, τὸν τῶν ὅλων σωτῆρα Θεὸν τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις ἐπιθαρσήσαντες, σώζεσθαι προσεδόκων. Ἐπειδὴ δὲ ἧκον οἱ πολέμιοι, καὶ ἐν ἀκμαῖς ἦν ὁ τοῦ παθεῖν φόβος, καὶ περιεστώσας ἤδη τὴν χώραν ἤγουν τὴν ἁγίαν πόλιν τὰς τῶν Ἀσσυρίων τεθέανται φάλαγ- γας, ἀπεπήδησαν οἱ ἐν τέλει καὶ ἐν ταῖς ἀνωτάταις τιμαῖς· καθάπερ νεὼς βαπτιζομένης ἀπενήχοντο σώ- ζοντες ἑαυτοὺς, καὶ τοῖς ἐπ' αὐτοὺς ἠλπικόσι μονον- ουχὶ ἐῤῥῶσθαι φράσαντες. Πεφεύγασι τοίνυν ἅπαν- τες, φησὶν, οἱ πάλαι σε σώζειν ὑπισχνούμενοι, καὶ δυσ- καταγώνιστον ἔχειν ὑπονοηθέντες χεῖρα· οἱ δὲ δὴ καὶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν. Συνελήφθη γὰρ ὁ Σεδεκίας ἅμα τοῖς αὐτοῦ παισί· καὶ τοὺς μὲν ἀπ- έσφαξαν οἱ Βαβυλώνιοι, τὸν δὲ τῶν ὀμμάτων ἐκκεκομ- μένων ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν. "6Ματαία τοίνυν ἡ σωτηρία ἀνθρώπων,"6 κατὰ τὸ γεγραμμένον. ∆εῖ δὲ δὴ μόνῳ προσκεῖσθαι Θεῷ, τὸ σοφὸν ἐκεῖνο διακεκρα- γότας· "6Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με."6 Σώζει γὰρ μόνος ὁ τῶν δυνάμεων Κύριος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ ἐκ παντὸς ῥύεται κακοῦ, ὥστε καὶ χαίροντας λέγειν· "6Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας."6 9∆ιὰ τοῦτο εἶπα, Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυρίου Σαβαὼθ, ἐν φάραγγι Σιών.9 Αὕτη τοῦ προφήτου φωνὴ μονονουχὶ κλαίοντος καὶ ταῖς τοῦ γένους ἐποιμώζοντος συμφοραῖς. ∆ι' ὧν δὲ παραιτεῖται τοὺς παρακαλεῖν ἰσχύοντας, τὸ τῆς πλη- γῆς ἐμφανίζει μέγεθος, οἷον οὐκ ἐχούσης θεραπείαν· ἐπενηνεγμένην δὲ μᾶλλον ἀφορήτως αὐτοῖς, πικράν τε καὶ ἀνουθέτητον ἐχούσης τὴν ἔφοδον. Ἡμέρα γὰρ ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυ- ρίου Σαβαὼθ ἐπενήνεκται. "6Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;"6 Ἢ μὲν γὰρ ὀργῆς δίχα τῆς ἄνωθεν τὰ τῆς ἐφόδου παρὰ τῶν Ἀσσυρίων ἐπράττετο, πολλή τις ἄγαν ἐλπὶς τοῖς κάμνουσιν ἦν, τοῦ καὶ ἔσθ' ὅτε κατευμεγεθήσειν δύνασθαι τῶν ἐπιόντων αὐτοῖς, τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀεὶ σώζουσαν αὐτοῖς ὀρέγοντος χεῖρα. Ἐπειδὴ δὲ αὐτὸς ὁ πλήττων ἐστὶν, καὶ παρὰ Κυρίου τὸ καταπάτημα, τίς ὁ ἀνατρέψων αὐτό; "6Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;"6 φησίν. 9Πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶν- ται ἐπὶ τὰ ὄρη.9 Θαύμαζε τὴν νῆψιν τοῦ πνευματοφόρου. Ἐπειδὴ γὰρ ἔφη παρὰ Κυρίου Σαβαὼθ ἐπενεχθήσεσθαι τὴν ταραχὴν καὶ τὴν ἀπώλειαν καὶ τὴν ἡμέραν τοῦ κατα- πατήματος, ἵνα μή τις οἴηται μάτην αὐτοῖς τὸν θεῖον ἐπιπηδῆσαι θυμὸν, ἀνακόπτει παραχρῆμα τὴν ὑπό- νοιαν τῶν ἐξ ἐλαφρίας ἔσθ' ὅτε πρὸς τοῦτο μωρίας καθικέσθαι προσδοκωμένων· καὶ συνάπτει τὴν ἀπο- λογίαν, ἵνα φαίνηται δίκαιος κριτὴς ὁ τῶν ὅλων δη- μιουργός. "6Πλανῶνται"6 γὰρ, φησὶν, "6ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη."6 Καὶ τί δὴ τοῦτο ἐστὶ, ἐξ αὐτῶν μαθήσεις τῶν τοῦ Θεοῦ ῥημάτων. Ἔφη γάρ που πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· Ἴδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώ- δους, καὶ ἐπόρνευσαν ἐκεῖ. Καταλαμβάνοντες γὰρ τὰ ὑψηλὰ τῶν ὀρῶν, βουνούς τε καὶ τεμένη κατεσκεύαζον. Εἶτα τὸ δοκοῦν διαπλάσαντες εἴδωλον, προσεκόμιζον θυσίας αὐτῷ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας εἰς ἅπαν ἠφειδηκότες, τῷ ξύλῳ εἶπαν, ὅτι Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με. Ἆρ' οὖν ὀλίγοι τοῦτο πεπόνθασιν; Οὐδαμῶς, φησί· παγγενεὶ γὰρ καὶ παν- οικὶ πεπλάνηνται μικροὶ καὶ μεγάλοι. Καὶ γοῦν ἔφη πάλιν πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· "6Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακού- σομαι. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ· καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χλυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἐποίησαν σπον δὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με."6 Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ τῇ κτίσει τὸ σέβας καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύ- σαντες, αὐτοὶ ταῖς οἰκείαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτε- ρωτοῖς, κατὰ τὸ γεγραμμένον· καὶ ποιναῖς ὑποφέρει Θεὸς τὸν ἀτιμάζοντα τὴν δόξαν αὐτοῦ, πεπλανημένῃ τε γνώμῃ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπονενευ- κότα. 9Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφ' ἵπποις, καὶ συναγωγὴ παρατάξεως. Καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθή- σονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύ- λας σου, καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλε κτοὺς οἴκους τῆς πόλεως, καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας ∆αβίδ.9 Εἰς ὕψος αἴρει τὰ διηγήματα, καὶ τοῦ πολέμου τὴν ἔφοδον μονονουχὶ ζωγραφεῖ, καὶ καταπτοεῖ τοῖς δεί- μασι τοὺς ἀκροωμένους, συνελαύνων εὐτεχνῶς ἐπί γε τὸ χρῆναι ἑλέσθαι μετανοεῖν· οὐκοῦν ὡς ἤδη τὰ στίφη παρόντα καταθεώμενος, εἴσω τε πυλῶν γεγονότα τὰ τοιάδε φησίν. Ἐλαμῖται δὲ ὡς ἀπὸ πόλεως Περσικῆς, οἳ ἐξ αὐτῆς ὀνομάζονται. Φασὶ δέ τινες ἱππότας αὑ- τοὺς εἶναι Σαρακηνοὺς, ἱπποτοξόται δὲ οὗτοι καὶ τῶν ἄγαν εὐστοχωτάτων, σκληροί τε καὶ ἀκαμπεῖς, καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες. Ὅτι δὲ καὶ ἀριθμοῦ κρείττονες διδάσκει λέγων· Αἱ ἐκλεκταὶ φάραγγές σου πλησθή- σονται ἁρμάτων, καὶ ὅτι ἐμφράξουσιν οἱ ἱππεῖς τὰς πύλας σου, ὡς στενοχωρεῖσθαι λίαν τοὺς ἐλαύνειν ἐθέλοντας· εἰσπηδήσαντες δὲ πᾶσαν οἰκίαν περιεργά- σονται λαμπρὰν, ἀνακαλύψουσι δὲ τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας ∆αβὶδ, τοῦτ' ἔστι, τὸν πλοῦτον τῶν βασιλέων. Ἐβασίλευον γὰρ οἱ ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς γέγονε καὶ ὁ μακάριος ∆αβίδ. Καὶ ταυτὶ μὲν πρὸς ἱστορίαν εἰρήσθω πάλιν. Εἰ δὲ δὴ καὶ πολεμίων δίκην εἰσελάσειαν εἰς νοῦν τὸν ἀνθρώπινον ἢ λογισμῶν ἀσυνέτων στίφη, ἢ καὶ ἡδονῶν σαρκίνων· κατακρα- τοῦσι μὲν ὡς ἁλούσης πόλεως· ἅπαντα δὲ αὐτῆς τὸν πνευματικὸν ἀφανίζουσι πλοῦτον, εὐσεβείας ἁπάσης ἐκπέμποντες, καὶ τῶν ἐξ ἀρετῆς ἀπαμφιεννύντες αὐ- τὸν λαμπρῶν ἀνδραγαθημάτων. Ταύτῃτοί φησιν ἡ θεόπνευστος Γραφή· "6Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπου σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύ- σει ἁμαρτίας μεγάλας."6 Ἀνακοπτόμενα μὲν γὰρ τὰ τοιάδε τῶν παθῶν, ἐπὶ τὸ μεῖον ἔρχεται, καὶ ὀνίνη- σιν ἡ νῆψις τοὺς κεχρημένους αὐτῇ. Ἀνειμέναις δὲ ὥσπερ καὶ ἀνεπιπλήκτοις ὁρμαῖς ἀεὶ πρὸς τὸ χεῖρον ἐξέρποντα, κατασείουσιν ἐκ βάθρων τοὺς νοητῶς νυστάζοντας. 9Καὶ ἴδοσαν ὅτι πλείους εἰσὶν, καὶ ὅτι ἀπέστρε- ψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, καὶ ὅτι καθεῖλον τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει. Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχῶν, ἐσώτε- ρον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐν- εβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ ἴδετε.9 Καταιτιᾶται πάλιν τῶν Ἰουδαίων τοὺς δήμους ἤγουν τοὺς προεστηκότας καὶ ταῖς ἀνωτάτω τιμαῖς κατ ηγλαϊσμένους, ὡς ἡμαρτηκότας μὲν λογισμοῦ τοῦ σώφρονος, πεπραχότας δὲ ἀσυνέτως οὐχ ὅπερ ἦν εἰ- κὸς διασώζειν δύνασθαι κινδυνεύουσαν τὴν Ἱερουσα- λὴμ, ἀλλ' ὅσα τὴν ἐπισκήψασαν αὐτοῖς ὀργὴν ἀγριω- τέραν ἐτίθει, καταθηγομένου τρόπον τινὰ καὶ ἔτι μειζόνως εἰς τὴν ἐπ' αὐτοῖς ἀγανάκτησιν τοῦ πάντων κρατοῦντος Θεοῦ, ἅτε δὴ παρεωραμένου, καὶ οὐδενὸς μὲν ἐπ' αὐτῷ πεποιθότος ἔτι· σπουδαῖς δὲ μᾶλλον καὶ ἀνθρωπίνοις ἐπιχειρήμασιν οἰομένων τῶν ἐξ Ἰσραὴλ κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρός. Φασὶ γὰρ ὅτι ἀπαριθμησάμενοι τὰς τῆς πόλεως οἰ- κίας, εἶτα τὸ ἀπόθετον ὕδωρ ὡσεὶ στοχασμοῖς ἀναμε- τρησάμενοι, συνεῖδον ὅτι πλείους εἰσὶ, καὶ μετωχέ- τευσαν τῆς ἀρχαίας κολυμβήθρας τὸ ὕδωρ εἰς τὴν πόλιν, ἵνα ἔχοιεν ὡσπεροῦν ᾤοντο κατὰ σφᾶς αὐτοὺς τὸ ἀρκέσαι δυνάμενον, εἰ καὶ μακρότερος γένοιτό πως ὁ τῆς πολιορκίας καιρός. Καὶ προσέτι τούτῳ τὰς τῶν τειχῶν ὀχυρώσεις ἐποιοῦντο, φησὶ, τὰς τῆς πό- λεως οἰκίας κατασείοντες. Καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐ- τὴν οὐκ ἴδετε. Ἔδει γὰρ, ἔδει, φησὶ, μὴ ταῖς ἑαυτῶν δυνάμεσιν, ἤγουν εὐτυχίαις ἐπιθαρσῆσαι μᾶλλον, ἀνατεῖναι δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν εἰς τὸν ἀεὶ τειχίσαντα τὴν ἁγίαν πόλιν. Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτῆς καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ὃ καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς ἐπαγγέλλεται αὐτῇ, λέγων· Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυ- κλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς· ἀλλ' οὐδενὸς μὲν ἠξιώσατε λόγου τὸ χρῆμα, φησὶ, παρ εώρατε δὲ τὰ παρὰ Θεοῦ, καὶ τῆς ἄνωθεν ἐπικουρίας ὡς κατ' οὐδένα τρόπον δεδεημένοι, ταῖς ἐκ λίθων ἐπι- βολαῖς ἀνοήτατα τεθαρσήκατε. Ἀλλ' ἦν ἄμεινον παρὰ πολὺ τὴν ἄμαχον ὑμᾶς ἐπικαλέσασθαι χεῖρα, καὶ ζητῆ- σαι λαβεῖν τὰ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν ὀνομάζειν αὐτὸν, οὕτω τε διακειμένους τὸ ἐπὶ ταῖς μεταγνώσεσι καταστάξαι δάκρυον. 9Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα, καὶ πιεῖν οἶνον, λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀπο- θνήσκομεν. Καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου Σαβαὼθ, ὅτι οὐκ ἀφεθή- σεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθά- νητε.9 Ἀληθὲς ὅτι κατὰ τὸ γεγραμμένον· "6Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ·"6 τοῦτο πεπον- θότας κατίδοι τις ἂν τοὺς ἐξ Ἰσραήλ. Ἐν δείμασι γὰρ γεγονότες τοῦ παντὸς κακοῦ, καὶ ἀπηρτημένον ἑαυτοῖς ὁρῶντες τὸν κίνδυνον τὸν ἀπό γε τῆς Ἀσσυ- ρίων ὠμότητος, εἶτα δέον ταῖς σφῶν αὐτῶν ῥᾳθυμίαις ἐποιμώζοντας ἐκμειλίσσεσθαι Θεὸν, κομμόν τε καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων ποιεῖσθαι, καιροῦ πρὸς τοῦτο καλοῦντος, πρὸς πᾶν ἐτράποντο τοὐναντίον. Ἀπαυδήσαντες γὰρ ὥσπερ, καὶ οἷον εἰς ἅπαν ἀπ- ηλγηκότες τρυφὰς ἐπετήδευον, καὶ τὰ εὐφροσύνης ἔργα πληροῦντες ἐσπούδαζον, μόσχους τε καὶ πρόβατα καταθύοντες, μεθυσκόμενοί τε καὶ ταῖς ὑπὲρ κόρον ἐνσπαταλῶντες τρυφαῖς, καὶ μὴν καὶ τὰ ἐξ ἀπογνώ- σεως καὶ φρενὸς ἀγρίας καὶ ἀτημελοῦς ἀλλήλοις ἐπι- φθεγγόμενοι· "6Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν."6 Ὠήθησαν γὰρ κατὰ τὸ εἰκὸς, ὅτι καὶ ἀνήκοος ἔσται τῶν τοιούτων ὁ Θεός· Ἀλλ' ἔστιν ἀνακεκαλυμμένα ταῦτα, φησὶν, ἐν τοῖς ὠσὶν αὐτοῦ· καὶ οὐκ ἂν ὑμῖν ἀφεθείη ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε, τοῦτ' ἔστι, κατοιχήσεσθε πάντως εἰς θά- νατον καὶ φθορὰν, καὶ διὰ ταύτην ὑμῖν τὴν ἁμαρτίαν. Χρὴ τοίνυν ἡμᾶς ἐν ἡμέραις ὀργῆς, ἤγουν τοῖς ἐκ τῶν πειρασμῶν περιθραυομένους δείμασι, μὴ ὑπτιοῦ σθαι πρὸς ῥᾳθυμίαν, πενθεῖν δὲ μᾶλλον καὶ προσ- ιέναι δεδακρυμένους τῷ φιλαγάθῳ Θεῷ, καὶ τοῖς ἐκ νηστείας πόνοις ἑαυτοὺς καταικίζοντας ἐλεεῖσθαι ζη τεῖν, ἐκεῖνο βοῶντας διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· "6Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου."6 Ἐπειδὴ δέ φησιν ὁ προφήτης ἐν τούτοις, ὅτι Ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύ- ρησιν, καὶ ζῶσιν σάκκων, δεῖν ᾠήθην τὰς τοῦ Μη- χαίου φωνὰς, μᾶλλον δὲ τὰς διὰ τοῦ προφήτου παρὰ Θεοῦ γενομένας ἐνυφῆναι τοῖς λόγοις. Γέγραπται δὲ οὕτως· "6Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν· Ἐπι- στράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νη- στείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπι- στρέψατε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτείρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Τίς οἶδεν εἰ ἐπιστρέ- φει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐ- λογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν; Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξατε πρεσβυτέρους, συναγάγετε νή- πια θηλάζοντα μασθοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπίδος καὶ τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;"6 Θεοῦ τοιγαροῦν κατ' ἐκεῖνο καιροῦ κλαυθμὸν καλοῦντος καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, εὐφροσύνας ἐποιοῦντο, καταθήγοντες ἐφ' ἑαυτοῖς καὶ ἔτι μειζόνως εἰς ἀκάθεκτον ὀργὴν τὸν ἀπολέσαι τε καὶ διασῶσαι δυνάμενον. 9Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸν παστοφόριον πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἷπον αὐτῷ· Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σαυτῷ ἐν πέτρᾳ σκηνήν; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στο- λήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ κα- λὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονο- μίας σου καὶ ἐκ τῆς στάσεώς σου.9 Σομνὰς ἐγένετο ταμίας χρημάτων, καὶ ποίων οὔπω σαφὲς, πότερόν ποτε τῶν ἱερῶν, καὶ ἐκνεμηθέντων τῷ ναῷ, ἤγουν τῶν βασιλικῶν, ἔοικε δὲ μᾶλλον τῇ τῶν ἱερῶν χρημάτων ἐπικεῖσθαι συγκομιδῇ, καὶ τοῖς ἀναγκαίως καὶ χρειωδῶς δαπανωμένοις ἔσθ' ὅτε πρὸς ἐπανόρθωσιν σκευῶν ἱερῶν. Φασὶ δὲ αὐτὸν καὶ ἐξ αἵματος ὄντα τοῦ Λευὶ τοῖς τῆς ἀρχιερωσύνης αὐχή- μασιν ὁρᾶσθαι διαπρεπῆ. Μεγαλόφρων δέ τις καὶ ὑπέροφρυς ἄγαν ἦν, καὶ τοῖς λυποῦσι δυσάντητος, καὶ πλεονεξίαις ἐπιπηδῶν, καὶ λημμάτων αἰσχρῶν ἡττώμενος, καὶ φιλοκομπίας ἐραστὴς, καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ἀεὶ θηρώμενος. Ταύτῃτοι καὶ μάλα εἰκότως Θεῷ κατεστυγμένος, μελλούσης τοίνυν ὅσον οὐδέπω καταδῃοῦσθαι τῆς Ἰουδαίας, ἁλῶναι δὲ καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ, ὅτε καὶ νενικηκότες οἱ Βα- βυλώνιοι μετεκόμισαν εἰς τὴν ἑαυτῶν αἰχμάλωτον τὸν Ἰσραὴλ, μνημεῖον ἑαυτῷ περιφανὲς ὁ Σομνὰς εἰργάζετο, καὶ πολυτελεστάτην αὐτῷ τὴν κατα- σκευὴν ἐνετίθει. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτὸν ἐγένετο λόγος. Τί γὰρ τῷ προφήτῃ φησί; Πο- ρεύου εἰς τὸ παστοφόριον, χῶρος οὗτος ἐν τῷ ναῷ, πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· Τί σὺ ὧδε; καὶ τί σοί ἐστιν ὧδε; Τοῦτ' ἔστι, ποῖον ἐνταῦθα κλῆ- ρον ἔχεις; ἢ πῶς ὧδε μένεις; ∆ιὰ τί γὰρ λελατόμη- κας σεαυτῷ μνημεῖον καὶ ἔγραψας ἐν πέτρᾳ σκηνήν; Τί ἄρ' ἔσται; καὶ τί τὸ ἐπηρτημένον; ἢ ποίοις ἄρα, φησὶν, ὁμιλήσεις κακοῖς; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκ- βαλεῖ καὶ ἐκτρίψει ἄνδρα. Ἀπῴχοντο γὰρ, ὡς ἔφην, αἰχμάλωτοι μετὰ τῶν ἀγελαίων οἱ δυνατώτατοι, καὶ ἐκκεκριμένην ἔχοντες τὴν κατὰ τῶν ἄλλων ὑπεροχήν. Ἐπειδὴ δὲ ἀπεκομίσθη καὶ αὐτὸς εἰς αἰχμαλωσίαν, ἀφῄρηται μὲν ὁ τῆς ἀρχιερωσύνης αὐτοῦ στέφανος, ἔῤῥιπται δὲ ὡς σκεῦος ἄχρηστον εἰς γῆν ἀμέτρητον, ἐκεῖ τεθνηξόμενος ἐλέου δίχα παντὸς, οὐκέτι λαμ- προῖς ὀχήμασι καθὰ καὶ πρώην ἐμβεβηκὼς, σεσα- λευμένος δὲ μᾶλλον καὶ ἐξωσθεὶς εἰς ἅπαν τῆς ἐγχειρισθείσης οἰκονομίας αὐτῷ καὶ τῆς στάσεως, τοῦτ' ἔστι, τοῦ παρεστάναι καὶ λειτουργεῖν τῷ Θεῷ. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐν- δύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφα- νόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος καὶ τὴν οἰκο- νομίαν δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ τοῖς ἐνοικοῦσιν Ἰούδα, καὶ δώσω τὴν δόξαν ∆α βὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐ- τοῦ, καὶ ἔσται πεποιθὼς ἐπ' αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.9 Οὔπω τῆς ἱστορίας ἀποφοιτᾷ τὸ διήγημα, φέρεται γὰρ ἔτι κατὰ Σομνᾶ τοῦ ταμίου, λαχόντος μὲν τῆς ἱερωσύνης τὴν δόξαν, κατακεχρημένου δὲ οὕτως αὐτῇ καὶ κατὰ παντὸς ἰόντος τοῦ κατεζευγμένου, ὡς καὶ ἀφορήτως πλεονεκτεῖν καὶ ἅπαξ ἁπλῶς οὐδὲν ἔχειν τῶν ἐκτόπων ἀνεπιτήδευτον. Ἀποῤῥιφέντος δὴ οὗν αὐτοῦ, τοῦτ' ἔστιν, ἀποκομισθέντος εἰς χώραν μακρὰν καὶ ἀμέτρητον, Καλέσω, φησὶ, κατ' ἐκεῖνο τοῦ καιροῦ τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου. Παῖδα δὲ αὐτὸν ἴδιον ἀποκαλῶν μεμαρτύρηκε τὸ εὐήνιον· ὅτι δὲ χαριεῖται τῆς ἱερωσύνης τὴν δόξαν αὐτῷ καθίστη- σιν ἐναργές· στεφανώσειν αὐτὸν ὑπισχνούμενος καὶ λέγων, ὅτι καὶ στολὴν αὐτῷ δώσει, καὶ τὴν οἰκονο- μίαν καὶ τὸ κράτος, τοῦτ' ἔστι, τὸ δύνασθαι κρατεῖν τῶν ὑπὸ χεῖρα λαῶν. Μεμαρτύρηκε δὲ πρὸς τούτοις, ὅτι καὶ ἔσται χρηστὸς, οὐ κατά γε τὸν Σομνὰν ὑπερ όφρυς, ἀλλ' οἷα πατὴρ, ἢ πιστὸς καὶ ἀγαθός. Ἔσται δὲ διὰ τοῦτο καὶ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, τοῦτ' ἔστι, βεβαίως αὐτῷ σωζομένῳ καὶ μένοντι, ὡς ἑλέ- σθαι καὶ πάντα ἔνδοξον καὶ ἐπιφανῆ μονονουχὶ καὶ ἐπ' αὐτῷ ποιεῖσθαι τὴν ἐλπίδα, οὐχ ὡς εἰς Θεὸν, πολ- λοῦ γε καὶ δεῖ, ἀλλ' ὡς εἰς πατέρα χρηστόν. Προστή- σεται γὰρ καὶ ὑπερασπίσει μικροῦ καὶ μεγάλου, φησίν. Ἀγαπηθήσεται δὲ οὕτως, ὡς καὶ ἐκκρεμᾶ σθαι δοκεῖν αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαούς. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ὁ τῆς ἱστορίας ἡμῖν εἰσκομίζει λόγος. Ἔοικε δὲ πάλιν διὰ τῆς ἐσωτάτω θεωρίας ἡμῖν τὸ Χριστοῦ μυστήριον ὑπαινίττεσθαι. Τῇ μὲν γὰρ κατὰ νόμους ἱερωσύνῃ κατεστεμμένοι οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι γεγόνασι μὲν οὐκ εὐήνιοι, σκληροί τε καὶ ἀλαζόνες, καὶ ἐρασιχρήματοι, καὶ βαλαντίων ἁδρῶν ἐρασταὶ, καὶ πᾶν ὁτιοῦν τῶν τῷ Θεῷ κατεστυ- γημένων ἐπιτηδεύοντες. Καὶ γοῦν αὐτὸς ὁ προφήτης Ἡσαΐας ἐν ἀρχῇ τοῦ βιβλίου φησί· "6Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως ἐν, ᾗ δι καιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;"6 Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ- έχοντες. Αἰτιᾶται δὲ αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ οὕτω λέγων· "6Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑπο- κριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, τὸ ἔλεος, καὶ τὴν πίστιν."6 καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, γεγόνασι καὶ κυριοκτόνοι. Ταύ- της ἕνεκα τῆς αἰτίας, ἐξώσθησαν μὲν τῶν τῆς ἱερω- σύνης γερῶν, ἀποκεκίνηνται δὲ τοῦ κατάρχειν λαῶν, καὶ ἐκβέβληνται τῆς ἐγχειρισθείσης αὐτοῖς κατὰ νό- μον οἰκονομίας, ἔξωτε στεφάνων γεγόνασιν ἱερῶν, καὶ στολῆς ἱεροπρεποῦς· κέκληται δὲ μετ' ἐκείνους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχι-ερεύς. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· "6Οὐχ ἑαυτῷ τις ἁρπάζει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν εἰς τὸ γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ."6 Θεὸς γὰρ ὢν φύσει καὶ τῶν ὅλων Κύριος, καὶ τὰς παρὰ πάντων λατρείας δεχόμενος, ἐπειδὴ γέγονεν ἄνθρωπος, κεχρημάτικεν ἡμῶν καὶ ἀρχιερεύς. Λαβεῖν δὲ λέγεται καὶ τὴν δόξαν ∆αβὶδ, τοῦτ' ἔστι, τὴν ἐπί γε τὸν Ἰσραὴλ ἀρχήν τε καὶ βασιλείαν· Ἰσραὴλ δέ φαμεν οὐ τὸν κατὰ σάρκα πάντως, ἀλλὰ τὸν ἐν πνεύματι καὶ νοητόν. Οὐ γὰρ πάντες, φησὶν, οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμπάντες τέκνα, ἀλλ' ὅσοι διὰ πίστεως δεδικαίωνται, κατακολουθήσαντες τοῖς ἴχνεσι τοῦ πατρὸς Ἀβραὰμ, οὗτοι καὶ τέκνα αὐτοῦ, καὶ τῆς ἐπαγγελίας υἱοὶ καὶ Ἰσραὴλ χρηματίζουσιν. Ἀναδειχθέντος τοίνυν τοῦ πάντων ἡμῶν ἀρχιερέως Χριστοῦ, Οὐκ ἔσται, φησὶν, ἀντιλέγων. Οὐ γὰρ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ καθ' ἕτερον δὲ τρόπον. Ἀντείρηκε μὲν γὰρ ὁ Ἰσραὴλ, ἠσμένησε δὲ τὰ ἔθνη τὸ ὑπ' αὐτῷ βασιλεύεσθαι. Καὶ γοῦν εὑρίσκεται λέγων διὰ φωνῆς τοῦ ∆αβὶδ, περὶ μὲν τοῦ Ἰσραήλ· "6Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ·"6 περί γε τῶν ἐθνῶν, "6Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸν ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Πεπαλαίωνται γὰρ καὶ ἐγγὺς γεγόνα- σιν ἀφανισμοῦ, κεκλασμένην δὲ ὥσπερ ἐσχήκασι τὴν διάνοιαν, υἱοὶ γεγονότες ἀλλότριοι, τοῦτ' ἔστιν, οἱ ἐξ Ἰσραήλ."6 Πάλαι μὲν γὰρ ἦν πρωτότοκος, ἐπειδὴ δὲ κατεψεύσαντο τοῦ Χριστοῦ, γεγόνασιν ἀλλότριοι. Τέκνα γὰρ ἀπωλείας, υἱοὶ γεέννης κέκληνται λοιπόν. Ἀλλ' ὅταν, φησὶν, ἀναδείξω τὸν Ἐλιακεὶμ (ὃς ἑρμη-νεύεται Θεοῦ ἀνάστασις· ἐγήγερται γὰρ εἰς ἐπικου- ρίαν ἡμῶν Θεὸς ὢν ὁ Λόγος, ὁ καὶ πάλαι λέγων· Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στενάγμου τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύ- ριος), τότε, φησὶν, ἔσται ἐπ' αὐτῷ πεποιθὼς πᾶς ἔνδο- ξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Οἶκος δὲ τοῦ Πα- τρὸς τοῦ Χριστοῦ τίς ἂν ἕτερος εἴη παρὰ τὴν Ἐκκλη- σίαν; Ἀλλ' εἴ τίς ἐστιν ἔνδοξος ἐν αὐτῇ, οὗτος ἔσται πεποιθὼς ἐπὶ Χριστῷ, καὶ οὐχὶ δὴ μόνος ἔνδοξος, ἀλλὰ γὰρ καὶ εἴ τις εἴη βραχὺς κατά γε τὸν κόσμον φημί. ∆ίκαιος γὰρ καὶ ἀπροσωπόληπτος ὁ τῶν ὅλων Θεὸς, κατὰ τὸ μέτρον δὲ μᾶλλον τῆς πνευματικῆς ἡλικίας, οἱ μὲν γάρ εἰσι πατέρες, οἱ δὲ καὶ ἔτι τέκνα, νεανίαι τε καὶ ἔφηβοι νοητῶς. 9Τάδε λέγει Κύριος Σαβαώθ· Κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται, καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ' αὐτὸν, ὅτι Κύριος ἐλάλησεν.9 Μετὰ τὴν οὕτω μακρὰν ἀφήγησιν, σύντομος καὶ βραχὺς εἰσκεκόμισται λόγος τῶν θείων κριμάτων ἐμφανίζων τὴν ἀποτομίαν, καὶ οἱονεὶ βασιλέως μετὰ τῆς πρεπούσης ἐξουσίας ὁρίζοντος γίγνεσθαι. Βλέ- πει δὲ πάλιν ἡ τῆς ἀποφάσεως δύναμις, εἰ μὲν βού- λοιτό τις, εἰς Σομνὰν τὸν ταμίαν· εἰ δὲ δὴ καὶ πλατύτερον ἐπὶ τῶν κατὰ νόμον ἱερουργούντων, οὕτω συνήσει, καθὰ καὶ ἀποδεδώκαμεν ἀρτίως. Οἱ γὰρ δοκοῦντες ἐν βεβαιώσει κεῖσθαι τῆς εὐημερίας, τοῦτο γάρ ἐστι τὸ ἐστηρίχθαι. δοκεῖν ἐν τόπῳ πιστῷ, πε- πτώκασί τε καὶ τῆς ἐνούσης αὐτοῖς ἀφῄρηνται δόξης, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἀνορθοῦν ἰσχύοντος τοὺς ἤδη κατηρεγμένους, ὅτι Κύριος ἐλάλησεν. "6Ἐὰν γὰρ κλείσῃ κατ' ἀνθρώπου, τίς ἀνοίξει;"6 φησίν.

{1ΤΟ ΟΡΑΜΑ ΤΥΡΟΥ.}1

9Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται, ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος.9 Φέρε δὴ πάλιν διατρανοῦν ὡς ἔνι σπουδάζοντες καὶ τὰ ἐπί γε τῇ Τύρῳ παρὰ Θεοῦ κεχρησμῳδημένα τὴν ἱστορίαν προαφηγησόμεθα, καὶ τίνα τρόπον ἥλω τε καὶ ἀπόλωλε καὶ αἰχμάλωτος ἦκται, κατὰ τὸ γεγραμμένον, σαφὲς καταστήσωμεν. Ὅτε τοίνυν οἱ Βαβυλώνιοι τὴν Ἰουδαίαν καταδῃώσαντες, κατεμπρήσαντες δὲ καὶ αὐ- τὴν τὴν ἁγίαν πόλιν, ἀπεκόμιζον αἰχμάλωτον τὸν Ἰσραὴλ, τὰ κύκλῳ καὶ περίοικα τῶν ἀλλοφύλων ἔθνη, θρασὺν καὶ ἀπύλωτον ἀνοιγοῦντα στόμα, τὴν τοῦ Θεοῦ δόξαν κατακερτομεῖν ἐπεχείρουν. Ἔφασκον γὰρ μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς, ἡττῆσθαι δὲ μᾶλλον καὶ αὐτὸν τὸν ἐπικουροῦντα Θεὸν τῆς τῶν Ἀσσυρίων χειρὸς, μᾶλλον καὶ τοὺς παρὰ σφίσι θεοὺς ᾤοντο μὲν εἶναι καὶ ἀλκιμωτέρους τοῦ τῶν Ἑβραίων Θεοῦ, προεστάναι δὲ καὶ ἀνατειχίζειν αὐτοὺς, ἔξω τε πάσης ἐφόδου τηρεῖν, καὶ ἀμείνους ἀποφαίνειν τῶν Βαβυλωνίων. Καὶ καθ' ἕτερον δὲ τρόπον συγκατεληΐζοντο καὶ αὐτοὶ τὸ τῶν Ἰου- δαίων ἔθνος, τοῦτο μὲν πεπονηκόσιν ἐπιθέμενοι, καὶ ἁρπάζοντες τοὺς ὑπολελειμένους· τοῦτο δὲ καὶ ἀνα τιθέντες τοῖς ψευδωνύμοις θεοῖς σκεύη τε ἱερὰ, καὶ τῆς κατὰ νόμον λατρείας ὡς ἐξ ἀνάγκης ἐκπέμπον- τες τοὺς ὑπὸ ζυγὰ γεγονότας τῆς ὑπ' αὐτοῖς δου- λείας. Καὶ γοῦν ἔφασκε Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Καὶ τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπό- δομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; Ὀξέως δὲ καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύ- ριόν μου, καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπί- λεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοτε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν."6 Ἥλω τοίνυν καὶ ἡ Τύ- ρος ἐξ ὀργῆς Θεοῦ, κατὰ τοιόνδε τινὰ τρόπον· ἦν μὲν γὰρ νῆσος ἔτι πορθμείου διὰ μέσου κεχωρηκό τος, καὶ οὐ μακροῖς διαστήμασι τῆς ἠπείρου διείρ- γοντος. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, ζητεῖ τε αὐτὴν ὁμοῦ ταῖς ἄλλαις ἑλεῖν, ἐκέλευσέ τε ταῖς ὑπὸ χεῖρα στρατιαῖς τὴν μεταξὺ καταχωννύντας θάλασσαν, τῇ τε ἠπείρῳ συνάπτειν αὐτὴν, καὶ νῆσον οὐκέτι μένειν ἐᾷν. Οὗ δὴ γεγονότος ἢ καὶ ἔσεσθαι προσδοκηθέντος οὐκ εἰς μακρὰν, οἱ πλεῖστοι τῶν ἐν τῇ Τύρῳ, ἅτε δὴ καὶ ἐμπορίαν ἔχοντες τὸ ἐπιτήδευμα, καὶ ναυσι- πορεῖν εἰωθότες ἀπενήχοντο τῆς νήσου παισί τε ὁμοῦ καὶ γυναίοις, καὶ εἰς ἑτέρας ἀπῴχοντο πόλεις τε καὶ κώμας. Εἰσελάσαντες τοίνυν οἱ Βαβυλώνιοι τοὺς ἐναπομείναντας ἀπεκτόνασιν, εἷλόν τε πολλοὺς, καὶ τὰ τοῖς νενικηκόσι συνήθη δεδράκασι, πλὴν οὐ μετρίως λελύπηνται μεμαθηκότες ὅτι πλεῖστοί τε ὅσοι, καὶ τῶν ἄγαν ἐπιφανεστέρων ἐν αὐτῇ ναυσὶν ἐνθέν- τες τὰ ὄντα πεφεύγασι. Μέμνηται δὲ τῆς ἱστορίας, καὶ τῆς Ἐζεκιὴλ προφητείας ὁ λόγος. Ἔφη γὰρ οὕτω πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· "6Υἱὲ ἀνθρώπου, Ναβουχοδο- νόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύνα- μιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου. Πᾶσα κεφα- λὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου."6 Μετὰ γάρ τοι τὴν Τυρίων ἅλωσιν ἐπὶ τὸ τῶν Αἰγυπτίων ἔθνος μετετίθει τὴν μάχην ὁ Βαβυλώνιος. Ταυτησὶ τῆς ἱστορίας διαμέμνηται νῦν ὁ μακάριος προφήτης Ἡσαΐας, καὶ ὀλολύζειν κελεύει τὰ τῆς Καρχηδόνος πλοῖα. Ὀλολύζειν δὲ δῆλον ὅτι τὴν Τύρον ὅτι ἀπώ- λετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων. Φασὶ δὲ τὰς Κιτιεῖς οἱ μὲν νήσους Ἑλλαδικὰς, ἤτοι Μακε δονικάς· οἱ δὲ σημαίνεσθαι διὰ τούτου διαβεβαιοῦνται τὴν Κύπρον, ὡς ἐκ μιᾶς τῶν ἐν αὐτῇ πόλεων, οὕτως ὠνομασμένης. Ὀλολύζετε δὲ, φησὶ, διὰ ποίαν αἰτίαν; ἦκται γὰρ αἰχμάλωτος. Ἀλλ' ἴσως ἐρεῖ τις, Ἐποιμώζειν κελεύει τῇ Τύρῳ τὴν Καρχηδόνα, ἤτοι τὰς ἐκεῖθεν ναῦς; ∆ιὰ ποίαν αἰτίαν; ἄποικοι γὰρ Τυρίων γεγόνασι Καρχηδόνιοι. Ἐφρόνουν τε μεγά-λως ἔχοντες μητέρα τὴν Τύρον, ἐπισημοτάτην τε ὁμοῦ καὶ ἀλκιμωτάτην ἐν νήσοις, ταῖς κατά γε φημὶ τὴν ἑῴαν. Φασὶ δὲ καὶ τοὺς ἐκ γῆς Κιτιέων μεγαλοφρονεῖν ἐπ' αὐτῇ, καὶ τοῖς τῶν ἐμποριῶν κέρδεσιν ἐντρυφᾷν. Ὀλολύζετε τοίνυν, φησὶν, οἱ τῆς Καρχηδόνος ἔμποροι, ἤτοι τὰ πλοῖα, ἀπόλωλε γάρ. Ὀλολυζέτω δὲ καὶ ἡ Τύρος, οὐ γὰρ ἔτι ἔρχονται ἐκ τῆς Κιτιέων. Ἦκται γὰρ αἰχμάλωτος. 9Τίνι ὅμοιοι γεγόνασιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ, μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θά- λασσαν ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων, ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μετάβολοι τῶν ἐθνῶν.9 Ποίοις ἄρα, φησὶ, τῶν ἐθνῶν παρεικάσωμεν τοὺς ταύτην κατοικοῦντας τὴν νῆσον; τίνες τοιαῦτα πε πόνθασι, ἢ καὶ οὕτως πεπόρθηνται, καθὰ καὶ οἱ μετάβολοι τῆς Φοινίκης; Ἐμπορία γὰρ Τύροις τὸ ἐπιτήδευμα, καὶ τὸ διαπλεῖν τὴν θάλασσαν ἐν σπουδῇ, κερδῶν ἕνεκα καὶ λημμάτων. Προστι- θεὶς δὲ ὅτι σπέρμα μεταβόλων, ἔδειξεν ὅτι καὶ πα- τρῷον αὐτοῖς τὸ δυσγενὲς, καὶ ἐκ ῥίζης ἀνέ- φυσαν πονηρᾶς, καὶ φιλοκερδίας ἥττονες ἄνωθεν αὐτοῖς καὶ πρόγονοι. Οἱ δὲ καὶ ἀριθμοῦ κρείττονες, ὅσοι τὴν οὕτως αἰσχρὰν παρ' αὐτοῖς ἐπιτηδεύοντες ζωὴν, διδάσκει λέγων· Ὡς ἀμητοῦ εἰσφερομένου οἱ μετάβολοι τῶν ἐθνῶν. Σίτου γὰρ ἀμηθέντος, ἤγουν ἀσταχύων ἐν ἀγρῷ, πολλὴ τῶν δραγμάτων παντα- χόθεν ἡ εἰσφορὰ, καὶ ἡ εἰς τὴν ἅλω συγκομιδή. 9Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν, Οὐκ ὤδινον οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα παρθένους, οὐδὲ ὕψωσα νεανίσκους.9 Ἄποικοι μὲν Τυρίων οἱ Καρχηδόνιοι. Πλὴν ἐσχή- κασι μητέρα Τύριοι τὴν Σιδῶνα· Ἀπὸ γὰρ τῆς Σιδῶνος ἦν ἡ Τύρος. Πλὴν ὡς ἐπί γε θυγατρὶ λαμ- πρᾷ καὶ διαβοήτῳ τῇ Τύρῳ μέγα πεφρόνηκε Σιδών. Ἐπειδὴ δὲ ἥλω, καὶ ἦκται αἰχμάλωτος, τότε φησὶν ἡ θάλασσα, τοῦτ' ἔστιν, αἱ κατὰ θάλασσαν νῆσοι πᾶσαι λοιπὸν ἐροῦσιν· Αἰσχύνθητι, Σιδὼν, ἀπόλωλε γὰρ τῶν σῶν αὐχημάτων τὸ κάλλιστον, καὶ φρούδη γέγονεν ἡ πάλαι δεινὴ καὶ ἀλκμαιοτάτη, πλούτῳ τε πολλῷ διαφανεστάτη. Οὐκοῦν ἡ μὲν θάλασσα ταῦτα ἐρεῖ· Αὐτὴ δὲ τῆς θαλάσσης ἡ ἰσχὺς, τοῦτ' ἔστιν, ἡ κατισχύουσα τῶν νήσων, ἡ Τύρος δὲ δηλονότι ταῖς ἑαυτῆς ἐποιμώζουσα συμφοραῖς, ὅταν ἤδη γυμνὴν ἑαυτὴν τῶν οἰκητόρων, καὶ τέκνων ἐρήμην, τότε δὴ πάντως ἐρεῖ, τὸ, οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξ- έθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους. Ἐν ἴσῳ γὰρ γέγονα, φησὶ, ταῖς μὴ τεκούσαις ὅλως, μηδ' ἀναθρεψάσαις, ἢ νεανίσκους ἢ παρθένους, διά τοι τὸ πάντας ἄρδην καθικέσθαι πρὸς ἀπώλειαν, περιλει- φθῆναι δὲ παντελῶς οὐδένα. 9Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.9 Οὐκ ἠγνόηκεν ὁ προφήτης, ὅτι καθάπερ ἤδη προεῖπον, μετὰ τὴν Τυρίων ἅλωσιν, ἐπὶ τὴν τῶν Αἰγυπτίων χώραν μεταφοιτήσειν ἔμελλεν ὁ Ἀσσύ-ριος. Ὅταν τοίνυν, φησὶν, ἀκουστὰ ταῦτα γένηται παρὰ τοῖς Αἰγυπτίοις, τότε καὶ αὐτοὶ πάντη τε καὶ πάντως ὀδυνηθήσονται, οὐχ ὅτι πεπόρθηται τυχὸν ἡ Τύρος, ἀλλ' ὅτι μεταπεφοίτηκεν ἐπ' αὐτοὺς τὰ ἐκ τοῦ πολέμου κακά. 9Ἀπέλθετε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ κατοι κοῦντες ἐν τῇ νήσῳ ταύτῃ.9 Ἐν ἤθει πολλῷ τῆς προφητείας ὁ λόγος. Οὐ γάρ τοι κυρίως τε καὶ ἀληθῶς ἀπανίστασθαι τῆς Τυρίων παρακελεύεται, μεταχωρεῖν δὲ μᾶλλον εἰς Καρχηδόνα, ἀλλ' οὐδὲ ὀλολύζειν ἁπλῶς, ἀλλ' οἷον κατονειδίζειν φυγόντας, καὶ ἀμετρήτῳ δειλίᾳ συντεθραυσμένους. Χρῆναι δὲ φησὶν ἐποιμώζειν αὐτοὺς ἑαυτοῖς, καὶ ταῖς ἐπενηνεγμέναις αὐτοῖς συμφοραῖς. Ἄμφω δὲ ταῦτα θηλυπρεπῆ, καὶ μειρακίοις μᾶλλον, καὶ τοῖς ἤδη παρηβηκόσιν ἁρμοδιώτερα. Πολέμου μὲν γὰρ περιηγγελμένου, καὶ κατὰ χώρας ἤτοι πόλεως ἔρχε- σθαι προσδοκωμένου, ἅπαν μὲν ὅσον ἐστὶν ἐν ἀκμαῖς εὐτρεπίζεται πρὸς μάχην, καὶ γυμνάζει τὰ τακτικὰ, καὶ ταῖς τῶν πολεμίων φάλαγξι, κἂν εἰ μήπω παρεῖεν, τό γε ἧκον εἰς προθυμίας ἐπιμαίνεται. Γύναια δὲ καὶ μειράκια τὰ εἰς φυγὴν μελετᾷ, καὶ ὀλολύζει κλαίοντα. Ἕτοιμα γὰρ ἀεί πως εἰς φόβον καὶ θρήνους μειράκιον καὶ γυνή. Ἐπιμειδιᾷ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς ταῖς Τυρίων ἀνανδρίαις. Φεύγουσι γὰρ καὶ ὀλολύζουσιν οἱ πάλαι κρατοῦντες ἐν μάχαις δεινοὶ καὶ δυσάντητοι, θρασεῖς καὶ ἀνάλωτοι. 9Οὐχ αὔτη ὑμῶν ἡ ὕβρις ἡ ἀπαρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν; Τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Μὴ ἥσσων ἐστὶν, καὶ οὐκ ἰσχύει; Φθάσας ἔφην, ὅτι τῶν Ἱεροσολύμων πεπορθημένων, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ παρὰ τῆς τῶν Ἀσσυρίων στρατιᾶς, τὰ κύκλῳ καὶ ὅμορα τῶν ἐθνῶν ἐπεγάννυντο μὲν ὡς ἀπολωλότι τῷ Ἰσραὴλ, καὶ ὡς εἰσάπαν ἐκκεκομμένῳ, καὶ ἔσειον ἐπ' αὐτοῖς τὰς σφῶν αὐτῶν κεφαλάς· ᾤοντο δὲ ὅτι πεπτώκασιν ὑπὸ χεῖρας ἐχθρῶν, οὐ διά γε τὰς αὐτῶν ἁμαρτίας, ἀλλ' ὅτι μᾶλλον ἠτόνησεν ὁ σώζων αὐτοὺς, καὶ κρείττους γεγόνασι τῆς τοῦ Θεοῦ χειρὸς οἱ κεκρατη- κότες. Τί οὖν, ὦ Τύριοι, φησίν; Οὐ πρὶν αὐτὴν παραδοθῆναι, ταύτην ἐποιήσασθε κατ' ἐμοῦ τὴν ὕβριν; οὐκ ἐλέγετε τὴν ἐμὴν ἰσχὺν ἥττω καὶ ἐν μείοσιν εἶναι τῶν ὑμετέρων θεῶν; Τίς οὖν ἄρα, φησὶν, ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Ἐγὼ δηλονότι, ὃν ὑμεῖς ἥττονά τε καὶ ἄναλκιν εἰπεῖν τετολμήκατε. Ἐξ αὐτῶν τοιγαροῦν κατατεκμήρασθε τῶν πραγμά- των, πότερόν ποτε ἥττων ἐστὶ τῶν παρ' ὑμῖν θεῶν, ἢ οὐκ ἰσχύει; Ἐγὼ μὲν γὰρ πλημμελοῦντα εἰς ἐμὲ παραδέδωκα τοῖς ἐχθροῖς τὸν ἐξήνιον Ἰσραήλ. Ἐπειδὴ δὲ πλουτεῖτε θεοῖς, καὶ πολλοὶ παρ' ὑμῖν οἱ τιμώμενοι, τίς ἄρα αὐτῶν τὴν τοιάνδε σκέψιν ἐβου- λεύσατο κατὰ Τύρου; Τίς παραδέδωκε τοῖς ἐχθροῖς; χαλεπὸν οὖν ἄρα τὸ διὰ πείρας αὐτῆς ἐκδέχεσθαι ἅπερ ἂν πρέποι παθεῖν. ∆εῖ δὲ οἶμαι τοὺς νουνεχεστά- τους, ἰσχνοῖς διανοίας ὄμμασι μακρόθεν ὁρᾷν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μεμαστιγωμένοις ἁγίοις μὴ ἐπαγάλλεσθαι, μήτε μὴν οἴεσθαι τὴν ἀεὶ σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ἐννοεῖν δὲ μᾶλλον ὅτι περι- πίπτουσιν ἔσθ' ὅτε καὶ πειρασμοῖς ἐφιέντος Θεοῦ. 9Οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων, καὶ ἀτιμάσαι πάντα ἔνδοξον ἐπὶ τῆς γῆς.9 Μέτεισι πάλιν ὁ λόγος ἐπί γε τὸ δεῖν ἀπογυμνοῦν τῆς ἐνούσης ἀλαζονείας αὐτοῖς τὸ ὑπερφερὲς, καὶ μέντοι πρὸς τούτῳ τὸ ἀκόρεστον εἰς φιλοκερδίας. Ἔμποροι γὰρ ὄντες, φησὶ, καὶ οὕτως αἰσχρὸν καὶ δυσγενὲς ἔχοντες τὸ ἐπιτήδευμα, εἰς τοσοῦτον καὶ δόξης καὶ ὑπεροχῆς κεχωρήκασιν, ὥστε καὶ τὰς τοῖς ἄρχουσι πρεπωδεστάτας ἀναδεσμεῖσθαι τιμὰς, καὶ στεφάνοις τοῖς ἐπ' εὐκλείᾳ γενέσθαι γνωριμωτάτους. Ἀλλ' ὁ τῶν δυνάμεων Κύριος, φησὶν, ἐβουλεύσατο παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πάντα τοιοῦτον. Ψῆφον δὲ αὐτῶν τὴν τοιαύτην καθορίζοντος Θεοῦ, καὶ τομὸν ἐπάγοντος κρίμα, τίς ἐπαμῦναι δυνάμενος, ἢ τίς ἂν τὴν θείαν ἀποσοβήσειεν ὀργήν; τίς γὰρ ἔσται κρείττων τῆς πανσθενοῦς ἐξουσίας; Ἢ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει, κατὰ τὸ γεγραμμένον; Οὐκοῦν μὴ οἰέσθωσαν, φησὶν, ὅτι τοῖς ἰδίοις θεοῖς προσκεκρουκότες κατεκομίσθησαν ἐκ δόξης εἰς ἀτιμίαν, ἴστωσαν δὲ μᾶλλον ὅτι κρίμα γέγονε Κυρίου Σαβαὼθ, καθ' οὗ τετολμήκασιν εἰπεῖν. Ὅτι καὶ ἥσσων ἐστὶν καὶ οὐκ ἰσχύει. Οὐκοῦν λέγω- μεν καὶ ἡμεῖς τοῖς παρανομοῦσι μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦτε κέρας, μήτε μὴν ἀν- οσίως ἐπαίρειν αὐτὸ, καὶ ἀδικίαν λαλεῖν κατὰ τοῦ πάντων κρατοῦντος Θεοῦ. 9Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος. Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύσει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασι- λεῖς.9 Μετατίθησι, φησὶ, τὰς σπουδὰς ἐξ ἐμπορικῶν ἐπιτηδευμάτων εἰς γεωπονίας. Οὐ γὰρ ταῖς ὅτι μάλι- στα φιλαιτάταις ἐμπορίαις κεχρήσῃ πάλιν, οὐδὲ ἥξουσιν ἐκ Καρχηδόνος οἱ τὸν ἀμέτρητόν σοι πλοῦ τον συλλέγοντες, καὶ τὴν σὴν ὑποτρέχοντες χεῖρα, τοῦτ' ἔστι, τὴν δύναμιν. ∆υνήσῃ γὰρ οὐδὲν ἔτι παν- τελῶς, καίτοι πολλὰ δυνηθεῖσα κατὰ τὴν θάλασσαν, τοῦτ' ἔστιν, ἀλκιμωτάτη γεγενημένη κατὰ πάσης καὶ νήσου καὶ πόλεως πρὸς τῇ θαλάσσῃ κειμένης, ἡ καὶ πλείστους παροξύνασα βασιλεῖς. ∆εινὴ γὰρ, ὡς ἔφην, κατὰ τὸ ἀρχαῖον ἡ Τύρος καὶ τοῖς ἀπωτάτω καὶ γείτοσιν καὶ τοῖς ἐθνῶν ἡγουμένοις. 9Ἀλλ' ὁ τῶν δυνάμεων Κύριος ἐνετείλατο περὶ Χαναὰν (τοῦτ' ἔστι, περὶ τῆς γῆς τῶν ἀλλοφύλων), ὥστε ἀπολέσαι αὐτῆς τὴν ἰσχύν.9 Ἐπενήνεκται γὰρ τὰ ἐκ τοῦ πολέμου κακὰ διὰ τῆς Ἀσσυρίων ὠμότητος, οὐχὶ δὴ μόνῃ τῇ Τύρῳ ποθὲν, ἀλλὰ γὰρ καὶ ἑτέροις τῶν ἐθνῶν, Μωαβίταις τε καὶ Ἰδουμαίοις, καὶ ἄλλοις τισί. Συλλήβδην δὲ πάντες Χαναναῖοι κατονομάζονται τῶν εἰδώλων οἱ προσκυ- νηταὶ, καὶ οὐκ ἐξ αἵματος ὄντες τοῦ ἐξ Ἰσραὴλ, καὶ γοῦν ὀνειδιζέτω τις ἀκούων, σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ὅταν τοίνυν, φησὶ, τὰ ἐκ τοῦ πολέμου βλάβη κατὰ πάντων ὁμόσε χωρήσῃ τῶν Χαναναίων, τότε τῶν συμβεβηκότων αὐτοῖς τὰς αἰτίας τινὲς συνέντες ἐροῦσιν· Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών. Ἔφην γὰρ ὅτι κατ- ωνείδιζον τὴν Ἰουδαίαν, καὶ κατεγέλων τῶν ἐξ Ἰσραὴλ ὡς ἑαλωκότων, ἐταλάνιζόν τε τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν οὐχ ὡς παρεωραμένην μᾶλλον παρὰ Θεοῦ τοῦ σώζοντος, ἀλλ' ὡς διὰ τοῦτο πεσοῦσαν εἰς τὸ ἁλῶναι καὶ παθεῖν, ὅτι νενίκηται καὶ ἠσθένησε ὁ παρ' αὐτοῖς τιμώμενος Θεὸς, ᾧ τὰς κατὰ νόμον λατρείας ἐτέλουν. 9Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὁ τοῖχος αὐτῆς πέπτωκεν.9 Θεοῦ συνελαύνοντος εἰς ἱδρῶτας καὶ πόνους, τίς ὁ ἐπαμῦναι δυνάμενος; Τῆς πανσθενοῦς δεξιᾶς πολε- μούσης, τίς ἐστι τοσοῦτος ὃς τῆς ἀνηκέστου συμφο- ρᾶς ἐξελεῖται τοὺς κάμνοντας; οὐδεὶς παντελῶς. Ἕπεται γὰρ τοῖς θείοις αὐτοῦ νεύμασι τῶν πραγμά- των ἡ φύσις, καὶ ὅπερ ἂν ἐθέλει γενέσθαι, τοῦτο πάντη τε καὶ πάντως ἀποπεραίνεται. Ἂν τοίνυν, φησὶ, μακρᾶς ἀπέλθῃς ἀποδημίας, ὥστε καὶ εἰς Κι- τιεῖς παραγενέσθαι· φασὶ γὰρ πόλιν εἶναι τῶν κατὰ τὴν Κύπρον μίαν· οἱ δὲ Κιτιεῖς, αὐτὴν εἶναι διισχυ- ρίζονται τὴν Καρχηδόνα· οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, τοῦτ' ἔστι, πόλεμοί σε, καὶ ὁ τοῦ θανάτου φόβος, καὶ οἱ περὶ τοῦ θανάτου εὑρήσουσι κίνδυνοι. Ἀλλὰ κἂν αἰχμάλωτος γενόμενος καταλάβοις τὴν Χαλδαίων, οὐδὲ οὕτως πεπαύσῃ τοῦ καταλγύνεσθαι δεῖν. Οὐ γὰρ ἔσται σοι ἀνάπαυσις, πῶς ἢ τίνα τρό- πον· ἠρήμωται γὰρ καὶ αὐτὴ καταδῃούντων αὐτὴν Περσῶν τε καὶ Ἀσσυρίων, Κύρου δηλονότι καταστρα-τεύοντος, ὅτε καὶ πέπτωκεν ὁ τοῖχος αὐτῆς. Τοῖχον δὲ οἶμαι τῆς Χαλδαίων γῆς, ἢ τὸν προεστηκότα καὶ τὸν βασιλεύοντα φησὶν, ἢ καὶ αὐτὸ τὸ τεῖχος, ἐφ' ᾧ μάλιστα τεθαρσηκότες προσεδόκων οἱ Βαβυλώνιοι πείσεσθαι μὲν τῶν ἀνιαρῶν οὐδὲν, ἄπρακτον δὲ τοῖς πολεμοῦσιν αὐτοῖς γενέσθαι τὴν ἔφοδον. Κατε σκεύαστο γὰρ οὕτως ὡς καὶ ἁμαξῶν παραλλὰξ ἐρχο- μένων, ὁδὸν ἐν αὐτῷ πλατεῖαν ὁρᾶσθαι. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν ἐπ' αὐτῷ δὴ τούτῳ κατασείων ἐλπίδα τῶν Βαβυλωνίων· "6Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται."6 9Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν.9 Ὠδὴ καὶ θρῆνος ὁ ἐν ἀρχῇ τῆς ὁράσεως τέθειται διὰ μέσου· πρέπειν ὅτι μάλιστα τῇ Τύρῳ τὰς τοιαύτας παρὰ πάντων λέγεσθαι φωνὰς, διαβεβαιούμενος τρό- πον τινὰ τῆς προφητείας ὁ λόγος. Ὀλολύζειν δὲ τὰ ἐκ Καρχηδόνος πλοῖα, διά τοι τὸ ἀπολέσθαι τὸ ὀχύ- ρωμα αὐτῶν, τοῦτ' ἔστι, τὴν Τύρον. Καὶ ἡ τοῦ πράγματος ἀφορμὴ διὰ τῶν ἤδη παρῳχηκότων εἴρη- ται σαφῶς. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταληφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου.9 Ἐπετώθαζεν αὐτοῖς Ἱεροσολύμοις ἡ Τύρος, ὡς πεπορθημένοις, καὶ τὰς τοῦ παθεῖν αἰτίας οὐ ταῖς Ἰουδαίων μᾶλλον ἀνετίθει ῥᾳθυμίαις, ὡς προσκε- κρουκότων Θεῷ διὰ τῆς εἰς τὸν νόμον, καὶ τὸ αὐτῷ δοκοῦν παροινίας· ἀλλὰ γὰρ ᾠήθη μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν προεστηκότα, τοῦτ' ἔστι, τὸ τῶν ὅλων Θεόν. Ἥλω καὶ αὐτὴ τοιγαροῦν ταύτης ἕνεκα τῆς αἰτίας, ἰσόχρονον δὲ τῇ αἰχμαλωσίᾳ τῶν ἐξ Ἰσραὴλ ὑπέμεινε τὴν ἐρήμωσιν. Ἔτη γὰρ ἑβδομή-κοντα διατετελέκασι παρὰ τοῖς Χαλδαίοις, τὸν δυσαχθῆ τῆς δουλείας ἔχοντες ζυγόν. Ἐκείνῳ τοιγαροῦν τῷ καιρῷ καταλειφθήσεται, τοῦτ' ἔστιν, ἐρημωθήσεται Τύρος ἀπομενεῖ δὲ κένανδρος, καὶ εἰς τοῦτο παρα- τενεῖ χρόνου μῆκος ὥστε καὶ δοκεῖν χρόνον εἶναι ζωῆς ἀνθρώπου, ἤγουν βασιλείας, τοῦτ' ἔστιν, ἔτος ἑβδομηκοστὸν, καθὰ καὶ ὁ μακάριος ψάλλει ∆αβίδ· "6Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. 9Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἔσται Τύρος ὡς ᾆσμα πόρνης. Λάβε κιθάραν, ῥέμβευσον, πό- λις, πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται.9 Ἡ πολύκοινος καὶ μαχλῶσα γυνὴ, καὶ τὴν τοῦ σώματος ὥραν καταπωλοῦσα τοῖς ἐρασταῖς, ἕως μέν ἐστιν ἡβῶσά τε καὶ νέα, σαγηνεύει πολλοὺς, καὶ πα- γὶς αὐτὴ καὶ οἱονεὶ θέλγητρον τῶν ὁρώντων ἐστὶ τὸ τοῦ σώματος ἄνθος. Ἐπειδὰν δὲ παρηβήσῃ, τότε δὴ τότε, καταμαρανθείσης αὐτῇ τῆς ὥρας, ἀπρακτεῖ μὲν ἤδη περὶ τὴν θήραν, ἑτέρῳ δὲ τρόπῳ μέτεισι τὸ δύνα- σθαι πάλιν ἀθλίων λημμάτων ἐπινοεῖν πορισμούς. Ὠδὴ γὰρ αὐτῇ καὶ μέλος τὸ ἐπιτήδευμα γίνεται· ἐπιγάννυνται γὰρ κιθαριζούσῃ πολλοί. Ἐντεῦθεν αὐτῇ καὶ βραχεῖά τις ἔσθ' ὅτε τῆς παρελθούσης ζωῆς ἀνά- μνησις ἔσται, καὶ τὸ ἐν ἀκμαῖς αὐτῆς κάλλος ἐπαι- νοῦσι τινές. Τοιοῦτόν τι συμβήσεται τῇ Τυρίων, φη- σίν. Ἔσται γὰρ ὡς ἆσμα πόρνης ἐπιλελησμένης, καὶ οὐκέτι τὸν ἐν ἀρχαῖς ἔχουσα κόσμον. Ὠδὴ καὶ μέλος ἔσται πολλοῖς. ∆ιαμεμνήσονται γὰρ τῶν πάλαι προσ- όντων αὐτῇ. Σὺ δὲ, ὦ Τύρος, καθάπερ παλαιά τε καὶ ἀφηβήσασα πόρνη, λάβε κιθάραν, ῥέμβευσον ὡς πόλις γενομένη καθάπερ τις πόρνη ἐπιλελησμένη. Ἀπομα- ρανθείσης γὰρ, ὡς ἔφην, τῆς τῶν γυναίων ὥρας, ἐπι- λανθάνονται ταύτης καὶ οἱ συνηρπασμένοι ποτὲ, καὶ γεγονότες αὐτῆς ἐρασταί. Καλῶς τοίνυν κιθάρισον, καὶ πολλὰ ᾆσον, ἵνα σου κἂν μνεία γένηται. 9Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἐπισκοπὴν ποιήσει Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσε- ται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης, καὶ ἔσται αὐτῆς ἡ ἐμπορία, καὶ ὁ μισθὸς ἅγιον τὸ Κυρίῳ, καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι τοῦ Κυρίου· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν, μνη- μόσυνον ἔναντι τοῦ Κυρίου.9 ∆ικαίᾳ ψήφῳ Θεὸς, ἰσόχρονον, ὡς ἔφην, τῇ αἰχμα- λωσίᾳ τῶν ἐξ Ἰσραὴλ καὶ τὴν τῶν Τυρίων ἐρήμωσιν ἐποιήσατο. Ἐπειδὴ δὲ Κύρου μετὰ Περσῶν τε καὶ Μήδων κατὰ κράτος ᾑρηκότος τὴν Βαβυλωνίων, ἅπα- σαν δὲ τὴν Χαλδαίων καταδῃώσαντος χώραν, ἀνείθη μὲν τῆς αἰχμαλωσίας ὁ Ἰσραὴλ, ὑπενόστησε δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, καὶ τὴν ἁγίαν κατῴκηκε πόλιν. Ἀμνη- σικάκως δὲ ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς Τυρίων ἀπέστη- σε τὴν ὀργήν· συγκεκρότηκε δὲ πάλιν, καὶ ἀναπε φοίτηκεν εἰς τὸ ἐν ἀρχαῖς, ἐμπόριόν τε καὶ κατάλυμα γέγονε, καθὰ καὶ πάλαι πάσαις ταῖς βασιλείαις τῆς γῆς. Πλὴν ἐπιτήρει τὴν διαφοράν. Πάλαι μὲν γὰρ ὁ ἐκ τῆς ἐμπορίας μισθὸς συνεκομίζετο μόνοις τοῖς ταύτην ἐπιτηδεύουσι, καρποὶ ὅλως παρ' οὐδενὸς τὸ σύμπαν προσεκομίζοντο τῷ Θεῷ. Ἐπειδὴ δὲ κεκλημέ- νων τῶν ἐθνῶν εἰς τὴν διὰ πίστεως χάριν, ἔγνω καὶ αὐτὴ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, καὶ ναὸς ἅγιος ἐγήγερται παρ' αὐτοῖς, καὶ θεῖον ἔστη θυσιαστήριον, οὐκ αὐτοῖς ἔτι μόνοις ὁ ἐκ τῆς ἐμπορίας συγκομίζε- ται μισθός· ἀλλὰ γὰρ καὶ ἅγιον ἔσται τῷ Κυρίῳ, τοῦτ' ἔστιν, εἰς ἀνάθημα καὶ καρποφορίαν, ὥστε καὶ φαγεῖν καὶ πιεῖν ἔναντι Κυρίου. Πάλαι μὲν γὰρ τοὺς τῶν εἰδώλων καταλαμβάνοντες σηκοὺς, καὶ τὰ τῶν δαιμονίων τεμένη προσεκόμιζον μὲν θυσίας, πανηγύ- ρεις δὲ τὰς ἐπ' αὐτοῖς ἐπετέλουν, εἰς τιμὴν καὶ δόξαν τῶν ἰδίων σκευασμάτων· ἐπλανῶντο γὰρ ἔτι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐγνώκασι τὸν Θεὸν τὸν ἀληθινὸν, ἅγιον μὲν τῷ Κυρίῳ γέγονεν ὁ τῆς ἐμπορίας μισθὸς, ἐσθί- ουσι δὲ καὶ πίνουσιν εἰς μνημόσυνον ἔναντι Κυρίου, Θεῷ δηλονότι τὰ ἐφ' οἷς ἂν εὖ πράττοιεν ἀνατιθέντες χαριστήρια. 9Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς οἰκοῦντας ἐν αὐτῇ.9 Φθάσας ἔφην ὅτι πεπόρθηται μὲν ἡ Ἱερουσαλὴμ, συγκατεδῃώθησαν δὲ αὐτῇ καὶ αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις. Τά γε μὴν κύκλῳ καὶ περίοικα τῶν ἐθνῶν ἐπεμειδίων κειμένῃ, καὶ μονονουχὶ κατασείοντες ἐπ' αὐτῇ τὰς κεφαλὰς πλατὺ γελῶντες ἔφασκον, τῆς Ἀσσυρίων χειρὸς ἡττᾶσθαι Θεόν· καθάπερ ἀμέλει καὶ ὁ Ῥαψάκης Περσικῆς ἀλαζονείας ἀνάμεστος ὢν, τοῖς ἐν τῷ τείχει καθεζομένοις ἔφασκεν· "6Μὴ ἀπα- τάτω ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου."6 Οὐκοῦν ἐπειδήπερ ὁμοῦ τοῖς ἐκ Βαβυλῶνος καὶ τὰ ἕτερα τῶν ἐθνῶν τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντες ἔφασκον, οὐ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν πάλαι προεστηκότα, ταύτῃ τοι καὶ σφόδρα εἰκότως καὶ τῶν πεπλημμελημένων καὶ τῆς εἰς τοῦτο δυσσεβοῦς ἀθυροστομίας πραττόμενοι δίκας, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις εἰς ἐρήμωσιν. Καὶ τὴν ἐφ' ἑκάστῳ τῶν ἐθνῶν ὅρασιν ὁ τῆς προφη- τείας ἡμῖν ἀφηγήσατο λόγος. Ὑποπεπτώκασι γὰρ τοῖς ἐκ θείας ὀργῆς κινήμασιν, ἀλλόφυλοί τε καὶ Μωα- βῖται, ∆αμασκηνοί τε καὶ Αἰγύπτιοι, καὶ μὴν καὶ οἱ ἐκ τῆς ἐρήμου, Ἀζώτιοί τε καὶ Ἰδουμαῖοι, Τύρος τε πρὸς τούτοις, τελευταία τε καὶ ἡ Βαβυλὼν, καὶ ἅπα- σα δὲ τῶν Χαλδαίων ἡ γῆ, καθ' ὁμοιότητα τῶν ἄλλων ἠρήμωται, Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ κατεξανιστάντος αὐτῆς Ἀσσυρίους τε καὶ Μήδους. Ἀφηγησάμενος τοίνυν ὁ μακάριος προφήτης τὰ ἑκά- στῳ τῶν ὠνομασμένων ἐθνῶν ἐκ θείας ὀργῆς ἐπενη- νεγμένα, διὰ τῶν προκειμένων, μονονουχὶ τοῦ παντὸς λόγου ποιεῖται τὴν ἀνακεφαλαίωσιν, καὶ οἰκουμενι- κὴν ὀνομάζει φθορὰν τὴν κατὰ πολλῶν ἐθνῶν γενομέ- νην. Ταύτῃ τοί φησιν· Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Οὐ γάρ τοι μία καὶ δύο πεπτώκασι πόλεις, κατεφθάρησαν δὲ χῶραί τε καὶ ἔθνη κατά γε τοὺς ἤδη προειρημένους τρόπους. Καταφθερεῖ τοίνυν καὶ ἐρημώσει, φησὶ, τὴν οἰκουμένην, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ καὶ ἀναβάλλεται τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διαλανθάνει πως καὶ ὁ τῶν ἀσεβῶν βίος, καὶ οἱονεὶ κέκρυπται τῆς ἑκάστου ζωῆς τὸ πρόσωπον, ἤγουν ἡ ἐμφάνεια. Ἐπ άγοντος δὲ τὴν ὀργὴν καὶ τὴν ἑκάστῳ πρέπουσάν τε καὶ ὀφειλομένην ἐπιτιθέντος κόλασιν ἀπογυμνοῦται τῶν κολαζομένων τὸ πρόσωπον. Ὁποῖοι γάρ τινές εἰσι καὶ γεγόνασιν, ὁ τῆς τιμωρίας διαδείκνυσι τρόπος, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἀποδώσει Θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Χρῆναι δὲ οἶμαι κἀκεῖνο εἰπεῖν. Ἐπει δὴ γὰρ οἰκουμένην ὁ προφήτης ὠνόμασεν, ἔφη τε αὐ- τὴν καταφθαρήσεσθαι· καὶ μὴν καὶ εἰς ἐρημίαν ἐλ- θεῖν, βούλονταί τινες, ὡς ἐκ μερικῆς ἀγανακτήσεως ἐπὶ τὴν καθ' ὅλου καὶ κατὰ πάντων μεταφοιτῆσαι τῷ προφήτῃ τὸν λόγον· καὶ δὴ καί φασιν ὅτι τὰ συμβη- σόμενα τῷ κόσμῳ, καὶ κατὰ τὸν τῆς συντελείας και- ρὸν προαφηγεῖται σαφῶς. Χρὴ τοίνυν ἡμᾶς καὶ ταῖς ἐκείνων ἐννοίαις ἕπεσθαι δεῖν ἑλομένους διττὴν ποιεῖ- σθαι τὴν ἐφ' ἑκάστῳ τῶν λεγομένων τὴν ἀφήγησιν. Καταφθαρήσεσθαι τοίνυν τὴν οἰκουμένην φησὶ καὶ ἐρημωθήσεσθαι, καὶ τὸ πρόσωπον αὐτῆς ἀποκαλυφθή- σεσθαι, φανερουμένων δηλονότι τῶν ἑκάστῳ πεπρα- γμένων εἴτε ἀγαθῶν εἴτε φαύλων, διασπερεῖ δὲ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ, καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν φέροιτο τῆς ἐννοίας ἡ δύναμις νοήσεις ὅτι τῶν ὠνομασμένων χωρῶν εἰς ἐρημίαν ἐνηνεγμένων, οἱ ἐνοικοῦντες ἐν αὐταῖς, οἱ μὲν διεσπάρησαν, οἱ δὲ καὶ αἰχμάλωτοι γεγονότες τοῖς ἑλοῦσι δεδουλεύκασι, καὶ τὴν ἐνεγκοῦ- σαν ἀφέντες, μετακεχωρήκασιν εἰς ἑτέρας. Εἰ δὲ ἐπὶ τῆς καθ' ὅλου κρίσεως, τὸ διασπαρήσεσθαι τοὺς ἐνοι- κοῦντας ἐν τῇ γῇ κατασημαίνειεν ἂν τὸ διαιρεθήσεσθαι, καὶ τοῦτο διδάξει σαφῶς ὁ Σωτὴρ λέγων, ὅτι "6Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων."6 Οὐκοῦν ἀντὶ τοῦ διελεῖν, ἤτοι ἀπομεριεῖν τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ, τὸ δια- σπερεῖ τέθεικεν ἐν αὐτοῖς. 9Καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ Κύριος, καὶ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγο- ράζων ὡς ὁ πωλῶν, καὶ ὁ δανείζων ὡς ὁ δανειζόμε- νος, καὶ ὁ ὀφείλων, ὡς ᾧ ὀφείλει. Φθορᾷ κατα- φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ, τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.9 Κρατούσης εἰρήνης, πᾶσά πως ἀνάγκη καὶ τοῖς καθήκουσι νόμοις, θείοις τε καὶ ἀνθρωπίνοις διοικεῖ- σθαι καὶ πόλεις καὶ χώρας, καὶ ἀξιωμάτων καὶ ὑπερ- οχῆς σώζεσθαι τάξεις, ἐῤῥῶσθαί τε καὶ πλουτοῦσι τὸ πλουτεῖν, καὶ τοῖς ἐλευθέροις τὴν ἐλευθερίαν. Εἰ δὲ κατασκήψειαν αἱ τῶν πολεμίων φάλαγγες, καὶ βαρ- βαρικῆς ὠμότητος ἔργον μένηται πόλις, ἢ χώρα τυ- χὸν φυρμὸς ἔσται πραγμάτων, καὶ οὐδὲν ἐν τάξει λοιπόν. Φρουδὴ μὲν γὰρ ἱερέων τιμὴ, ἐν ἴσῃ δὲ τάξει παῖς καὶ κύριος, θεράπαινα καὶ κυρία, ὁ ἀγοράζων καὶ ὁ πωλῶν, ὁ δανείζων καὶ ὁ δανειζόμενος, ὁ ὀφεί- λων καὶ ᾧ ὀφείλει· σημαίνεται δὲ διὰ τούτων ὁ πλού- σιος καὶ ὁ πένης. Χωρεῖ γὰρ ἐν ἴσῳ τρόπῳ κατὰ πάν- των ἡ φθορὰ, καὶ ἡ προνομὴ, τοῦτ' ἔστιν, ἡ διαρπαγὴ καὶ ἡ προνόμευσις. Κατασφραγίζει δὲ πρὸς ἀλήθειαν ὁ προφήτης τὸ εἰρημένον ἐπενεγκών· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὅτι δὲ καὶ ἐπὶ τοῦ θείου βήματος ἀπροσωπόληπτόν ἐστι τὸ κρίμα, τίς ὁ μὴ φάναι τολμῶν; Οὐ γὰρ ἀξιωμάτων ὑπεροχὴ διασώζει τινὰς, εἰ μὴ τῆς ἐννόμου πολιτείας ἀγαθοὺς ἔχοι καρ- πούς· ὀνίνησι δὲ κατ' οὐδένα τρόπον ὁ πλοῦτος τοὺς ἐσχηκότας αὐτὸν, ἀλλ' ἐν ἴσῳ καὶ ἐν τῇ τοιᾷδε τάξει παραστησόμεθα πάντες τῷ κριτῇ, κἂν εἴτε μικρὸς καὶ μέγας, πλούσιός τε καὶ πένης. Οὐδὲ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Τοιοῦτόν τι καὶ ἐν τῷ Ἰὼβ γέγραπται· "6Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δέδοικε τὸν κύριον αὐτοῦ."6 9Ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· ἡ δὲ γῆ ἠνόμη- σεν διὰ τοὺς κατοικοῦντας αὐτήν.9 Στυγνὸν ἀεί πως ἐστὶ τοῖς πενθοῦσι τὸ σχῆμα, καὶ κατηφείας μεστοὶ οἱ ὀφθαλμοί τε καὶ παρειαὶ, καὶ κατωχριῶν τὸ μέτωπον· πυρὸς γὰρ δίκην τὴν τοῦ ἀνθρώπου καταφλέγει καρδίαν ἡ ἐπί γε τοῖς τεθνεῶσι λύπη. Τοιοῦτόν τι παθοῦσαν ἔστι καὶ πόλιν ἰδεῖν ἤτοι γῆν τε καὶ χώραν κατειλημμένην ὑπὸ βαρβά- ρων· στυγνὰ γὰρ τὰ πάντα γίνεται, δαπανηθέντων μὲν ξίφεσι τῶν ἐν αὐταῖς, ἐμπεπρησμένων δὲ οἴκων, καὶ τὰ ἐκ τοῦ πολέμου πεπονθότων βλάβη. Οὕτω νοήσεις πενθῆσαι τὴν γῆν, ἧς τὰ τοιάδε παθούσης παθεῖν ἀναγκαῖον καὶ τοὺς ὑψηλοὺς ἐν αὐτῇ, τοῦτ' ἔστι, τοὺς περιφανεστέρους. Οὐ γὰρ δὴ μάλιστα, καὶ τιμῆς καὶ πλούτου καὶ τῶν ἄλλων ἐστερημένοι, τῶν ὅσα φιλεῖ τοῖς ἐνδόξοις ἀκολουθεῖν, φορτικωτέ- ραν ἔχουσι τὴν ἐν τοῖς πεπονθόσι λύπην, ἀνομῆσαι δὲ φησὶ τὴν γῆν διὰ τοὺς κατοικοῦντας αὐτήν. Ὀνο- μάζεται γὰρ, καὶ πόλις ἄνομος, καὶ μέντοι καὶ χώρα πλειστάκις, καίτοι τῆς ἀναισθήτου γῆς οὐκ εἰδυίας τὸ ἀνομεῖν, ἀπὸ δέ γε τῆς τῶν οἰκούντων φαυλότητος ταύτην λαβοῦσαι τὴν κρίσιν. Ἐκλέξῃ δὲ πάλιν καὶ γενικῶς τὸν λόγον. Εἰ γὰρ καθά φησί τις τῶν ἁγίων μαθητῶν, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα, κατὰ τὸν τῆς συντελείας καιρὸν, στυγνὸν ἔσται τὸ τῆς γῆς πρόσωπον, καὶ τοῖς ἐν πένθει προσεοικός. Ὡς δὲ ἄνομος γῆ, τοῦτ' ἔστιν, τοῖς ἀνό- μοις ὑπηρετήσασα καταπίμπραται. Καινοὺς γὰρ οὐ- ρανοὺς καὶ τὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον, γράφει δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 9∆ιότι παρέβησαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον, διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτησαν οἱ κατοικοῦντες αὐτήν.9 Ἀνανήφει πάλιν εἰς τὸ ἀκριβὲς τῆς προφητείας ὁ λόγος. Ἵνα γὰρ μή τινες οἴωνται τὰς δίκας ἐπάγειν ἀναιτίως τισὶ τὸν τῶν ὅλων Θεὸν τοῖς ἐξ ὀργῆς κι νήμασι συνάπτουσι τὰς αἰτίας, καὶ τὰ τῶν κολαζο- μένων ἐγκλήματα διαγγέλλουσι σαφῶς. Πενθήσει τοίνυν ἡ γῆ, διὰ ποίαν αἰτίαν; ∆ιότι παρέβησαν τὸν νόμον καὶ παρέλυσαν διαθήκην αἰώνιον. Ταύ- τῃ τοί φησι· Καὶ ἐπάρατος ἔσται ἡ γῆ. Πεπλημμε λήκασι γὰρ οἱ κατοικοῦντες αὐτήν. Ἔοικε δὲ πάλιν ὁ προφήτης, ἐπειδὴ ταῖς ἄλλαις πόλεσιν ὁμοῦ ἤτοι χώραις καὶ ἡ τῶν Ἰουδαίων ἐξῄτησε δίκας, πε- πόρθηται γὰρ, ὡς ἔφην, τὰ τῶν ὑπὸ νόμον πλημ- μελήματα παρακομίζει εἰς μέσον· Παρέβησαν γὰρ τὸν νόμον, φησὶ, λόγου μὲν αὐτὸν ἀξιοῦντες οὐδενὸς οἱ ἐξ Ἰσραὴλ, εἰς ἑτέραν δὲ ὥσπερ τραπόμενοι τρί- βον, καὶ προσέχοντες διδασκαλίαις ἐντάλμασιν ἀν θρώπων, ἐπειδή γε τὸν καθ' ὅλου λόγον τὴν τῶν ἐννοιῶν ἀπόδοσιν ἀποφέροντες φαμὲν, ὅτι δεδημιούρ- γηκεν ἐν ἀρχαῖς τὸν ἄνθρωπον ὁ τῶν ὅλων Θεὸς, ἐνεχάραξε δὲ φυσικὸν αὐτῷ νόμον, παιδαγωγοῦντα πρὸς εἴδησιν κακοῦ τε καὶ ἀγαθοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς Ἰωάννου φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· ὅτι "6Ἦν τὸ φῶς τὸ ἀλη- θινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον."6 Τοῦτό τοι καὶ ἐν ἐσχάτοις καιροῖς, κατά γε φημὶ τοὺς τῆς ἐπιδημίας, γενέσθαι νοοῦμεν· γέ- γραπται γὰρ, ὅτι "6Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς."6 Τοῦτο τοίνυν τὸν ἐμφύτως ἡμᾶς πηδαλιουχοῦντα νόμον πρὸς εἴδησιν ἀγαθοῦ καὶ κακοῦ παρέβησαν οἱ ἐπὶ τῆς γῆς, καὶ ἤλλαξαν τὰ προστάγματα. Ἐκτισμένοι γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς, ἐτράποντο πρὸς φιλοσαρκίας καὶ φρόνημα τὸ ἐπίγειον. Ταύτῃ τοι καὶ ἐπάρατος ἡ γῆ γέ- γονεν. Προσκεκρούκασι γὰρ τῷ ∆ημιουργῷ διὰ πλεί- στων ὅσων πλημμελημάτων οἱ κατοικοῦντες αὐτήν. 9∆ιὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.9 Ἐπειδὴ γὰρ, φησὶν, ἐπάρατος γέγονεν ἡ γῆ, διά τοι τὸ πλείστην ὅσην ἐν αὐτῇ γενέσθαι τὴν ἀνομίαν, ταύτῃ τοι καὶ ἀδοκήτῳ πτωχείᾳ πεφορτισμένοι, δια σωθήσονται μόλις· καταλειφθήσονται γὰρ βραχεῖς τε καὶ εὐαρίθμητοι. Καὶ ταυτὶ μὲν τόγε ἧκον εἰς τὸ γράμμα, καὶ τὸ τῆς ἱστορίας ἐξωφανές. Πρὸς διάνοιαν δὲ τὴν ἐσωτάτω πάλιν ἐκεῖνό φαμεν, ὅτι πάντη τε καὶ πάντως οἱ ἐπὶ τοῦ θείου βήματος ἐπὶ πολλοῖς ἄγαν πλημμελήμασι καταγνωσθησόμενοι πτωχοὶ πάντως ἔσονται, καὶ ἐν ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, καὶ γυμνοὶ τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμέ νης· κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ καταλειφθήσονται ὀλίγοι, τοῦτ' ἔστιν, οἱ διὰ δι- καιοσύνης εὐαρεστήσαντες τῷ Θεῷ, καὶ πλοῦτον ἔχοντες τὸν ἐξ ἀγαθῶν ἀνδραγαθημάτων· εὐαρίθμη- τοι δὲ οὗτοι κατά γε τὴν τοῦ Σωτῆρος φωνὴν, ὅτι "6Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί."6 9Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν· πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν· πέπαυται φωνὴ κιθάρας, ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν. Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. Ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῆ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται.9 Ἐπῃτιᾶτο πλειστάκις ὁ τῶν ὅλων Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὡς ἀφόρητα μὲν πεπλημμεληκό- τας, ὅτι δὲ κολασθήσονται ταύτῃ τοι προεγνωκότας μὴ μὴν ἑλομένους ἀποκρούεσθαι τὴν ὀργὴν τοῖς μετ- εγνωκόσι πόνοις. Ἔφη γὰρ ὅτι Καὶ ἐκάλεσε Κύριος

Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν, καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε καὶ φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες· "6Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν."6 Καὶ μὴν δι' ἑτέρου προφήτου, φη- σίν· "6Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐν ταῖς στρωμναῖς αὐτῶν. Οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέ- σου βουκολίων γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπα- σχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ."6 Οὐκοῦν εἰς πολλὴν ἄγαν ἐξιτηλίαν ἀπονενευκότες ἐτρύφων οὐκ ἐν καιρῷ, καίτοι δέον ἀσχέτοις δακρύοις καταβρέ- χειν τὴν παρειὰν, καὶ ἀμνηστείαν αἰτεῖν τῶν ἡμαρ- τημένων, ἐπενήνεκται δικαίως αὐτοῖς τὰ ἐκ τοῦ πολέμου βλάβη· καὶ οἱ πάλαι τρυφῶντες παρ' ἐλπίδα περιπεπτώκασι συμφοραῖς. Πεπένθηκεν ἡ ἄμπελος, καὶ οὐκ αὐτὸ τὸ φυτὸν, ἀλλ' οἱ τὸν ἐξ αὐτοῦ πίνοντες καρπὸν, οἱ πάλαι, φησὶν, εὐφραινόμενοι τὴν ψυχὴν κατοιμώξουσι, καὶ ὀλολυγὴ μᾶλλον αὐτοῖς ἔσται τὸ ἐπιτήδευμα. Πέπαυται γὰρ εὐφροσύνη τυμ- πάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν. Αὐ- θάδειαν δέ φησι τὴν ὑπεράγαν ὀφρὺν, ἤτοι τὴν ἀλα- ζονείαν. Καταλήγει δὲ καὶ τὰ ἐκ τοῦ πλούτου φησὶ, καὶ φωνὴ κιθάρας, καὶ πικρὸν τὸ σίκερα τοῖς τρυ- φῶσι ποτὲ, ἔρημοί τε πόλεις καὶ οἶκοι γεγόνασι. Πέπαυται γὰρ πᾶσα εὐφροσύνη τῆς γῆς, εἰ δὲ δὴ καὶ ἐπ' αὐτῆς διαλογίζοιτό τις τοῦ αἰῶνος συντελείας, καθ' ἣν ὁ τῆς κρίσεως ἔσται καιρὸς, ἐρεῖ δὴ πάλιν· ὅτι παρελάσει πᾶσα τῶν ἐν κόσμῳ τρυφὴ, καὶ στε- ναγμὸς ἔσται μᾶλλον καὶ βρυγμὸς ὀδόντων τῶν εἰς ᾅδου κατοιχησομένων· καὶ ὠφελήσει μὲν ὁ πλοῦτος οὐδὲν τοὺς ἐσχηκότας αὐτὸν, ἀργήσει δὲ πᾶσα τρυφὴ, καὶ πεπαύσεται τὰ σωματικὰ, μᾶλλον δὲ καὶ εἰς πι- κρὸν τοῖς φιλαμαρτήμοσι ἐκβήσεται τέλος, ἡ τριπό- θητος αὐτοῖς φιλοσαρκία ποτέ. Ἀποτίσουσι γὰρ λό- γος τῷ πάντων κριτῇ· ὡς γὰρ ὁ σοφώτατος γράφει Παῦλος, τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπρο- σθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον. 9Ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτω καλαμηθήσονται αὐτούς· καὶ ἐὰν παύσῃ ὁ τρυ- γητὸς, οὗτοι φωνῇ βοήσονται.9 ∆είκνυσι πάλιν ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστά- των παραδειγμάτων τῆς τῶν πολεμίων δυστροπίας τὸ ἀπηνὲς φειδομένων οὐδενὸς, οὔτε μὴν ἀνασχομένων ἄμοιρον τῆς ἐνούσης αὐτοῖς ὠμότητος διαφεῖναι τινά. Ἀκριβεῖ γὰρ ὀφθαλμῷ κατασκέπτονται τὸ φυτὸν, οἱ τὸν ἐκ τῶν ἐλαιῶν ζητοῦντες καρπόν· καὶ εἴ που τι πέσοι, τριποθήτως ἁρπάζουσι, καὶ μέχρι μιᾶς συλλέγουσιν· οὕτω, φησὶν, αὐτοὺς καλαμήσονται, πανωλεθρίᾳ καταφθείροντες οἱ πολέμιοι, κἂν ὁ τρυ γητὸς παύσηται, οὗτοι φωνῇ βοήσονται. Ὡς ἐξ ἔθους δὲ πάλιν τοῦ πράττεσθαι πεφυκότος ἐπὶ ταῖς τοῦ τρυγητοῦ συντελείαις δέχεται καὶ τοῦτο. Οἱ γάρ τοι τρυγῶντες ὅταν εἰς τοῦτο καταλήξειαν πόνων, χαί- ροντες ἀλαλάζουσι, καὶ ἄγροικόν τινα συνθέντες ᾠδὴν, ἀποφέρονται τῶν χωρίων. Ὅταν τοίνυν, φησὶν, ἅπαν- τας οἱ πολέμιοι καλαμήσωνται καὶ καταλείψουσι παντελῶς οὐδένα, τότε καθάπερ πεπαυμένου τοῦ τρυγητοῦ, φωνῇ βοήσονται καταλαλάζοντες δηλονότι τῶν κειμένων καὶ πεπτωκόσιν ἐπιγαννύμενοι. Φαμὲν δὴ πάλιν εἰς τὴν ἐσωτάτω βλέποντες ἔννοιαν, ὅτι κατὰ τὸν τῆς κρίσεως καιρὸν οὐδεὶς ἔσται τῶν ἀνο- σίως βεβιωκότων ὃς δυνήσηται λαθεῖν. Ἀλλ' οἱ μὲν πολιτευσάμενοί τε καὶ διαζήσαντες ὀρθῶς καὶ ἐννό- μως εἰς τὰ ἄνω βαδιοῦνται μονάς· οἵ γε μὴν βέβηλοί τε καὶ πονηροὶ πυρὸς ἔσονται παμφάγου τροφή. Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν τοιούτων ἡ συλλογὴ, καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· "6Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ, ἣν ἀναβιβάσαντες, καὶ ἐπὶ τὸν αἰγιαλὸν καθίσαντες συν- έλεξαν καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον."6 Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν ἀνοσίων ἡ ζήτησις, καταλειφθήσεται δὲ τὸ σύμπαν οὐδεὶς τῶν οὕτως βε- βιωκότων· παραδείξει γὰρ ἅπαντας τοῖς εἰς τοῦτο τεταγμένοις ἀγγέλοις ὁ καρδίας εἰδὼς καὶ νεφρούς. 9Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθή- σονται ἅμα τῇ δόξῃ Κυρίου.9 Ἀκριβῆ τὴν κατάσκεψιν ἔσεσθαι λέγων τῶν ἐν ἁμαρτίαις κατειλημμένων, ὡς μηδένα δύνασθαι διαλαθεῖν, οὐκ ἐᾷ καταθραύεσθαι τοῖς εἰς τοῦτο δείμασι τὸν ἀσεβῆ καὶ φιλόθεον. Κἂν γὰρ εἰ λέγοιτο κατὰ πάντων ἰέναι τὰ ἐξ ὀργῆς, ἀλλ' οὖν ὁ τῶν ὅλων Θεὸς οὐ διόλλυσι τὸν δίκαιον μετὰ ἀσεβῶν. Καὶ τοῦτο διδάσκει λέγων διὰ φωνῆς Ἰεζεκιήλ· "6Υἱὲ ἀνθρώ- που, γῆν ἐφ' ᾗ ἐπάγω κρίμα αἵματος, κἂν ὦσιν ἐν μέσῳ αὐτῶν Νῶε καὶ ∆ανιὴλ καὶ Ἰὼβ, οὖτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλε- θρον."6 Καὶ μὴν καὶ ἑτέρωθι φησὶν ὁ αὐτὸς ἡμῖν προφήτης· τεθεᾶσθαι μὲν ἄνδρα ποδήρη ἐνδεδυμένον, καὶ ζώνην ἔχοντα, καὶ ἓξ ἄνδρας ἐρχομένους ὀπίσω αὐτοῦ· καὶ ἑκάστου φησὶν ὁ πέλυξ ἐν τῇ χειρὶ αὐ- τοῦ, καὶ εἶπεν· "6Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείδεσθε, καὶ μὴ ἐλεή- σητε πρεσβύτερον, νεανίσκον, καὶ νήπια, καὶ γυναῖ- κας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων ἄρξασθε."6 Ἐπειδὴ δὲ οἶμαι δεῖν οὐκ ἀβασανίστους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν, τί δή ποτε Νῶέ τε καὶ Ἰὼβ τεθνεώτων ἤδη, τάχα δέ που καὶ αὐτοῦ τοῦ ∆ανιὴλ, σωθήσεσθαί φησιν αὐτοὺς ἐν τῇ ἰδίᾳ δικαιοσύνῃ, καί τοι τῆς ἄλλης ἁπάσης γῆς, καθ' ἧς ἂν ἡ τοῦ θανάτου ψῆφος ἐκφέροιτο, κατα- φθειρομένης. Ἔοικε τοίνυν τῷ μὲν Νῶε παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐαρεστοῦντας αὐτῷ· τῷ γε μὴν ∆ανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπομονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, εὐαρε- στοῦντας αὐτῷ. ∆απανώσης τοίνυν, φησὶ, τῆς ὀργῆς τοὺς ἐπὶ τῆς γῆς, οὐχὶ μόνης τῆς Ἰουδαίων, ἀλλὰ γὰρ καὶ τῆς τῶν ἐθνῶν, οἱ καταλειφθέντες καὶ κρίσει δικαίᾳ τοῦ πάντα τὰ καθ' ἡμᾶς ταλαντεύοντος Θεοῦ διαφυγόντες τὸν ὄλεθρον εὐφρανθήσονται ἅμα τῇ δόξῃ τοῦ Κυρίου· ἡσθήσονται γὰρ ἀνασεσωσμένοι διὰ τῆς ἀῤῥήτου δόξης τοῦ τῶν ἁγίων προεστηκότος, καὶ ἀνατειχίζοντος τὸν εὐσεβῆ τῇ παρ' αὐτοῦ φειδοῖ τε καὶ χάριτι. Προσθήσομεν δὲ τοῖς εἰρημένοις κἀκεῖνο. Κατὰ γάρ τοι τὸν τῆς συντελείας τοῦ παρόν- τος αἰῶνος καιρὸν, καταπεμφθήσονται μὲν εἰς ᾅδου κολασθησόμενοι οἵτινες τῶν ἐκτόπων ἐπιτηδευμάτων γεγόνασιν ἐρασταί. Οἵ γε μὴν καταλειφθέντες, τοῦτ' ἔστιν, οἱ δίκαιοι εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυ- ρίου, συνέσονται γὰρ τῷ Χριστῷ ὅς ἐστι δόξα τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ αὐτὸς, ὅτι "6Ἐγώ σεἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό."6 Καὶ μὴν καὶ αὐτός που φησὶν ὁ Θεὸς καὶ Πατὴρ τῷ μακαρίῳ Μωσῇ· Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ἦ μὴν ἐμπλησθήσεται τῆς δόξης Κυρίου πᾶσα ἡ γῆ. Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ. 9Ταραχθήσεται δὲ τὸ ὕδωρ τῆς θαλάσσης. ∆ιὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται.9 Ὕδωρ καὶ θάλασσαν αἰνιγματωδῶς ὀνομάζει τῶν ἐθνῶν τὴν πληθύν. Ἔθος γὰρ τοῖς ἁγίοις προφήταις τοῦτο δρᾷν. Καὶ γοῦν ὁ μακάριος ∆αβὶδ περί τε τῆς γῆς καὶ τῶν ἐν αὐτῇ φησιν· "6Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων· ἐκεῖ πλοῖα διαπορεύεται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ."6 Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ' οὐδὲ δράκοντά τινα σωμα- τικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασιν ἐνεῖναί φαμεν. ∆ηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷδε τῷ βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα, τοῦτ' ἔστι, τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἀγίων ἐπιβουλεύων ψυχαῖς. Ὕδωρ τοίνυν θαλάσσης τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν· νήσους δὲ τάχα που τὰς πόλεις. Καὶ δὴ καὶ ταραχθήσεσθαί φησιν ἅπαν- τας τοὺς ἐν αὐταῖς, τῆς θείας ὀργῆς ἐπιπηδώσης αὐτοῖς. Τήν γε μὴν τοῦ Χριστοῦ δόξαν ἐν ἁπάσαις ἔσεσθαί φησι κατά τινα τρόπον. Ἐπιγνώσονται δὲ ὅτι τοῖς θείοις νεύμασι πεπόρθηνται δὲ καὶ διολώ- λασι, καὶ τῷ πάντα ἰσχύοντι διὰ τῆς ἐνούσης αὐτοῖς ἀνοσιότητος οὐ μετρίως προσκεκρουκότες δέδονται πρὸς ἐρήμωσιν. Καταγνώσονται δὲ πάντη τε καὶ πάντως τῶν ἰδίων θεῶν, κατ' οὐδένα τρόπον ἐπαμυ- νάντων αὐτοῖς. Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, ἢ τὴν τοῦ Κυρίου δόξαν εἰς ὕψος αἴρεσθαι μέγα. Ἔοικε δὲ τῶν προφητικῶν προαγορεύσεων ὁ σκοπὸς μεταφοιτῆσαι λοιπὸν ἐπὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς ἐσομένης δι' αὐτοῦ σωτηρίας ποιεῖσθαι τὴν ἀνάμνησιν. Οἱ γάρ τοι, φησὶ, καταλειφθέντες ἐπὶ γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου· "6Σεσώσμεθα γὰρ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, καὶ οὐ διὰ τῆς ἐν νόμῳ σκιᾶς δικαιούμενοι."6 ∆ικαιοῖ γὰρ ἡμᾶς ἥκιστα μὲν ὁ νό- μος, ἀπαλλάξει δὲ μᾶλλον πλημμελημάτων ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις, καὶ τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφραίνουσα καταπιαίνει πλου- σίως. Προσδοκῶμεν γὰρ ὅτι καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ, ὅς ἐστι δόξα τοῦ Πατρὸς, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ δὲ ἐκ περάτων εἰς πέρατα τῆς ὑπ' οὐρανὸν, ὁ τῶν ἁγίων ἀποστόλων διαπεφοίτηκε λόγος, μεθιστὰς μὲν τὰ ἔθνη τῆς πολυθέου πλάνης, προσ- κομίζων δὲ τῇ χάριτι τῇ διὰ Χριστοῦ· τεταράχθαι φησὶ τὸ ὕδωρ τῆς θαλάσσης, τοῦτ' ἔστι, τοὺς κατὰ πᾶσαν τὴν ὑφ' ἡλίῳ λαούς. Ταράττονται δὲ ξενοφω- νούμενα, καὶ τῆς μὲν ἀρχαίας ἀπαίροντα πλάνης, μεθορμιζόμενα δὲ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Ταύτῃ τοί φησιν· Ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης. Νήσους δὲ, ὥς γε οἶμαι, φησὶ τὰς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, αἳ καθάπερ ἐν θαλάσσῃ τῷδε τῷ κόσμῳ κείμεναι, τῆς ἐν αὐτῷ τύρβης ἀν- έχουσί τε καὶ ὑπερφέρονται Χριστοῦ διασώζοντος, καὶ τοῖς τῶν διωγμῶν κύμασιν οὐκ ἐῶντος αὐτὰς περιθραύεσθαι. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς θάλασσαν ὀνομάζει τὰ ἔθνη, ταύτῃ τοι τοῦ λόγου τροπῇ νουν- εχῶς ἑπόμενος, νήσους ὀνομάζει τὰς ἐκκλησίας ἐν αἷς ἡ δόξα τοῦ Θεοῦ θαυμάζεται. 9Κύριε ὁ Θεὸς τοῦ Ἰσραὴλ, ἀπὸ τῶν πτε- ρύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ.9 Τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς καὶ εὐφραινο- μένων ἅμα τῇ δόξῃ Κυρίου, καὶ τῶν ἐν αὐταῖς κατ- οικούντων νήσοις, φημὶ δὴ ταῖς ἐκκλησίαις, εἰσκο- μίζει τὸ πρόσωπον ὁ προφήτης ἡμῖν ἐν τούτοις, τὸν τῶν ὅλων δοξολογούντων Θεὸν καὶ λεγόντων· Ἐκ πτερύγων τῆς γῆς ἀκούσατε τέρατα, καὶ πρός γε τούτῳ πεπιστευκότων ὅτι ἔσται τοῖς εὐσεβοῦσιν ἐλπὶς ἀγαθὴ τοῦ δικαιωθήσεσθαι παρ' αὐτοῦ, καὶ μὴν καὶ πλουσίως μετασχεῖν τῆς ἡμερότητος αὐτοῦ. Πτέρυγας δὲ τῆς γῆς ἐοίκασιν ὀνομάζειν τοὺς ἁγίους μυσταγωγοὺς, ὧν τοῖς λόγοις μονονουχὶ καὶ πτε- ρούμενοι τὰ ἄνω φρονοῦμεν, τῶν ἐπιγείων ἀναπη- δῶντες πραγμάτων, καὶ τὸ γεῶδες καὶ σαρκικὸν ἀφέντες φρόνημα τὸ πολίτευμα ἔχομεν ἐν τοῖς οὐρα- νοῖς. Ἐκ τῶν οὕτω νοουμένων τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν τὰ διὰ Χριστοῦ, φησὶ δηλονότι. Μεμυσταγωγήμεθα γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν συγγράμμασι, καὶ τὰς διὰ τοῦ Σωτῆρος θεοσημείας μανθάνοντες, ἑδραιοτάτην ἔχο- μεν ἐν αὐτοῖς τὴν πίστιν, τεθαρσήκαμέν τε καὶ ἀρηρότως διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ καλὴ λίαν ἡ τῶν εὐσεβούντων ἐλπίς· προσδοκῶμεν γὰρ τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ τὰς τοῖς ἀγαπῶσι τὸν Θεὸν ηὐτρεπισμένας τιμάς τε καὶ δόξας. 9Καὶ ἐροῦσιν· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦν- τες τὸν νόμον· φόβος καὶ βόθυνος, καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἔσται, ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσε- ται ἐκ τῆς παγίδος.9 Τίνες ἐροῦσιν; Οἱ καταλελειμμένοι που πάντως ἐπὶ τῆς γῆς, καὶ εὐφραινόμενοι ἅμα τῇ δόξῃ Κυρίου, καὶ οἱ κατοικοῦντες τὰς νήσους, ἤτοι τὰς Ἐκκλη- σίας. Ἐροῦσι δὲ τίσι; Τοῖς ἀθετοῦσι τὸν νόμον, τοῦτ' ἔστι, τοῖς μὴ πιστεύσασιν. Εἰ γὰρ ἐπίστευον τῷ Μωσῇ, ἐπίστευον ἂν τῷ Χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Ὅρα δὲ ὅπως τὴν πίστιν παρα- δεξάμενοι, νουθετοῦσιν εὐθὺς τοὺς ἀθετοῦντας τὸν νόμον, καὶ τὸν ἐκ τῆς ἐσομένης ἐπ' αὐτοῖς κολάσεως ἐπανατείνουσι φόβον, καὶ καταπτοοῦσι τοῖς δείμασι προαπαγγέλλοντες τὰ ἐσόμενα. Φόβος γὰρ, φησὶ, καὶ βόθυνος καὶ παγὶς, τοῦτ' ἔστι, πᾶν εἶδος κακῶν ἐφ' ὑμᾶς, καὶ ἀπόνευσις οὐκ ἔσται τῆς συμφορᾶς. Ἀλλ' εἰ καί τις τὸ δέ τι διαφύγοι τυχὸν τῶν κακῶν ὑφ' ἑτέρου ληφθήσεται, καὶ πάντη τε καὶ πάντως ἑνὶ τῶν ἐνηνεγμένων ἁλώσεται κακῶν. Τοῦτο δὲ παθεῖν τοῖς Ἰουδαίοις συμβέβηκε, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, πεπορθημένης αὐτοῖς τῆς χώρας, πόλεών τε καὶ οἴκων κατασεσεισμένων· καὶ μακρὸν ἕκαστα λέγειν εἰδόσι μάλιστα τοῖς τῆς Ἐκκλησίας τροφίμοις. 9Ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Ταραχῇ ταρα- χθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. Ἔκλινεν καὶ σεισθήσεται ἡ γῆ πᾶσα ὡς ὀπωρο- φυλάκιον, ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ πε- σεῖται, καὶ οὐ μὴ δύνανται ἀναστῆναι, κατ- ίσχυσε γὰρ ἐπ' αὐτῆς ἡ ἀνομία.9 Ἀποδίδωσι τὴν αἰτίαν τῶν ἔσεσθαι προαπηγγελ- μένων, καὶ ὅτι πικραῖς καὶ ἀνεξιτήτοις περιπεσοῦν- ται συμφοραῖς. Ἔφη γὰρ ὅτι φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς· καὶ ὅτι τὸν βόθυνον εἴ τις διαφύγοι ἁλώσεται ὑπὸ τῆς παγίδος. Ποία τοίνυν ἡ τοῦδε πρό- φασις; Θυρίδες, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, τοῦτ' ἔστιν, ἐπεσκέψατο ὁ Θεὸς τοὺς ἐπὶ τῆς γῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ τοῖς εἰωθόσι πλημμελεῖν, οἱονεί πως δοκεῖ καὶ μὴ ἐφορᾷν, κεκλεῖσθαι δὲ μᾶλλον ὁ οὐρανός. Ἐπειδὴ δὲ κατασκέπτεται τῶν ἐπὶ γῆς τὰς ὁδοὺς, τότε δὴ τότε, καθάπερ θυρίδων ἀνεῳγμένων, ἐν ὀφθαλμοῖς ποιεῖται τοὺς ὄντας ἐπὶ τῆς γῆς· ἐπι φέρων δὲ τὰς αἰτίας τοῖς ἑκάστου πλημμελήμασιν ἀναλόγως, θορύβου τὰ πάντα· καὶ δέους ἀναμεστοῖ, καὶ οἷον ἐκ μέθης ἅπαντες οἱ ἐπὶ τῆς γῆς πρὸς πᾶν εἶδος διαῤῥιπτοῦνται κακῶν. Ἐπενήνεκται δὲ χρησί- μως τὸ φάναι καθάπερ τι τῶν ἐν ἀγροῖς ὀπωροφυ- λακίων σεσαλεῦσθαι τὴν γῆν· τὸ ὅτι κατίσχυσεν ἐπ' αὐτῆς ἡ ἀνομία. Ἕως μὲν γὰρ φορητὰ πλημμελοῦσιν οἱ ἐπ' αὐτῆς ἀναδύεται τὰς δίκας, καὶ χαλινοῖ τὴν κί- νησιν ὁ τῶν ὅλων Θεός. Ἀσχέτου γε μὴν τῆς ἁπάντων δυσσεβείας γεγενημένης πᾶσά πως ἀνάγκη, καὶ ἐπ- οπτεύεσθαι παρὰ Θεοῦ τὴν γῆν, καὶ κατισχυούσης ἐπ' αὐτῆς ἀνομίας, μεθύειν τρόπον τινὰ καὶ κραιπα- λᾷν, καὶ πρὸς πᾶν εἶδος καταδονεῖσθαι συμφορᾶς. 9Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. Καὶ συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖ- ται τὸ τεῖχος.9 Λαμπρὸν καὶ τοῦτο κατόρθωμα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς. Ἔδει γὰρ, ἔδει λοιπὸν ἐπιλάμψαντος τοῦ τῆς δικαιοσύνης ἡλίου, τὸν νοητὸν ἐκεῖνον δια- σκίδνασθαι σκότον, ὃν ταῖς ἁπάντων καρδίαις ἐνέχεεν ὁ Σατανᾶς. Ἐσκότισε γὰρ τὰ νοήματα τῶν ἀπίστων, κατὰ τὸ γεγραμμένον, καὶ ἀνέπεισε προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐμερίζοντο γὰρ οἱ πλα- νώμενοι τὰ τοῦ κόσμου στοιχεῖα. καὶ οἱ μὲν τὸν ἥλιον ἐπεγράφοντο θεὸν, οἱ δὲ τὴν σελήνην, ἕτεροι δὲ τῶν ἀστέρων τῶν καθ' ἡδονήν. Νενοσήκασι δὲ ταυτηνὶ τὴν δυσσέβειαν καὶ αὐτοὶ τῶν Ἰουδαίων οἱ δῆμοι. Καὶ γοῦν ἔφη που Θεὸς τὰς ὑπὲρ αὐτῶν ἱκετίας ἀναφέ- ροντί ποτε τῷ προφήτῃ Ἱερεμίᾳ· "6Καὶ σὺ μὴ προσ- εύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Ἦ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με."6 Καὶ μὴν καὶ δι' ἑτέρου προφήτου πρὸς αὐτούς φησι· "6Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μωλὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥεφάν· πρὸς τύπους οὓς ἐποιή- σατε προσκυνεῖν αὐτοῖς."6 Ἐπάξει τοίνυν, φησὶν, ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, τοῦτ' ἔστι, διασκεδάσει τοὺς προσκυνοῦντας τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἡλίῳ τέ φημι καὶ σελήνῃ καὶ ἄστροις. Εἰ κὸς δὲ δὴ τὴν σύμπασαν εἰδωλολατρείαν ὡς ἐκ μέ- ρους ἐν τούτοις κατονομάζεσθαι. Πέπαυται γὰρ τὸ προσκυνεῖν τοῖς τοῦ κόσμου στοιχείοις ἀναδειχθέντος Χριστοῦ. Κόσμου δὲ τοῦ οὐρανοῦ καὶ αὐτὸν εἶναι νοοῦντες τὸν τῆς ἁμαρτίας εὑρέτην καὶ πατέρα, τοῦτ' ἔστι, τὸν Σατανᾶν, κατ' εὐθὺ τάχα που τῆς ἀληθείας ἥξομεν. Εἴρηται γὰρ περὶ αὐτοῦ· Πῶς ἐξ- έπεσεν ἐξ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;"6 Ἐπειδὴ δὲ ἅπαξ διάτοι τὴν ἀρχαίαν, καὶ τὴν πρὸ τῆς ἀποπτώσεως αὐτοῦ δόξαν Ἑωσφόρῳ παρεικάζεται, κόσμον αὐτὸν τοῦ οὐρανοῦ καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὀνομάζει λόγος. Ἐπενεχθήσεσθαι δὲ τὴν χεῖρά φησιν, οὐχὶ δὴ μόνῳ τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἀλλὰ γὰρ καὶ τοῖς βασιλεῦσι τῆς γῆς, τοῦτ' ἔστι, τοῖς ἐκ τῆς πλεονεξίας κεκρατηκόσι τῆς ὑπ' οὐρανὸν, δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, ταῖς πονη- ραῖς καὶ ἀντικειμέναις δυνάμεσι. Βεβασιλεύκασι γὰρ τῆς γῆς, ἰδίους ἀποφήναντες προσκυνητὰς τοὺς ἐν αὐτῇ, καὶ τῆς πρὸς Θεὸν ἀγάπης ὀλιγωρῆσαι παντε- λῶς ἀναπείσαντες. Τούτους τοιγαροῦν τοὺς ἐξ ἀπάτης καὶ ψεύδους καὶ πλεονεξίας κεκρατηκότας ἤγουν βα- σιλεύσαντας συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρω- μα καὶ εἰς δεσμωτήριον. Κατέπεμψε γὰρ αὐτοὺς εἰς τὸ τῆς κολάσεως δεσμωτήριον τοῦ Σωτῆρος ἡ δύναμις, εἰς τὸ ἄφυκτον ὀχύρωμα. Καὶ γοῦν παρεκάλουν οἱ δαίμονες προσιόντες αὐτῷ, ἵνα μὴ προστάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Προσεπάγει δὲ καί φησιν ὁ προφήτης, ὅτι διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν· τετυραννεύκασι μὲν γὰρ ἀπὸ καταβολῆς κό- σμου, καὶ οὐ διαλελοίπασι τῇ θείᾳ τε καὶ ἀποῤ- ῥήτῳ πολεμοῦντες δόξῃ. Παρέτεινε δὲ τὰ τῆς ἀπο- νοίας αὐτοῖς, καὶ μέχρι τοῦ καιροῦ τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἐπισκοπῆς δὲ λοιπὸν ἐπ' αὐτοῖς γενομένης κατεκλείσθησαν εἰς δεσμωτήριον. Πλὴν διὰ πολλῶν τοῦτο πεπόνθασι γενεῶν, τακήσεσθαι δὲ τὴν πλίνθον, καὶ πεσεῖσθαι τὸ τεῖχός φησι, τείχει παρεικάζων τάχα που τὸν Σατα- νᾶν. ∆εινὸς γὰρ εἰς ἀντίστασιν καὶ οἷον πόλις εὐ- πυργοτάτη· ἀλλ' ἥλω καὶ πέπτωκε Χριστοῦ κατα σείοντος. Οὐ γὰρ ἦν δύνασθαι τὴν ἄμαχον αὐτοῦ διεκδύναι δύναμιν. Ὅτι δὲ καθῃρημένου καὶ πεπτω- κότος τοῦ Σατανᾶ, κατηρήμωται τὰ τῆς εἰδωλολα- τρείας παίγνια, καὶ κέκληνται διὰ πίστεως εἰς ἐπί- γνωσιν ἀληθείας οἱ πάλαι πλανώμενοι, μονονουχὶ διαρπαζούσης αὐτοὺς τῆς πανσθενοῦς δεξιᾶς, διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· "6Ἢ πῶς δύναται εἰς τὴν οἰ- κίαν εἰσελθεῖν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπᾶσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;"6 Ἔθος δὲ τῇ θεο- πνεύστῳ Γραφῇ τοὺς ἄγαν ἀλκιμωτάτους, καὶ τείχει καὶ πόλεσι παρεικάζειν, καθάπερ ἀμέλει καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν. Ἔφη γάρ που Θεός· "6Ἰδοὺ τεθείκασιν ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασι τοῖς βασιλεῦσι τῆς γῆς, καὶ πολεμήσωσί σε καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαι- ρεῖσθαί σε, λέγει Κύριος."6 ∆ιαμεμνῆσθαι δὲ ἀναγ- καῖον, ὅτι Ἰησοῦς ὁ τοῦ Ναυῆ, τοὺς πέντε τῶν ἐθνῶν βασιλεῖς κατὰ κράτος ἑλὼν, καὶ νενικηκὼς κατέκλεισεν ἐν σπηλαίῳ, καὶ προσεκύλισε λίθους ἀποφράττων αὐτοῖς τὴν διαδρομήν. Εἰκὼν δὲ ἦν ἀποφράγματος ἀληθοῦς. Κατεκλείσθησαν γὰρ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ τῆς Χριστοῦ ἰσχύος αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις αἱ κατακρατήσασαί ποτε τῆς ὑπ' οὐρανοῦ. Συγκατηργήθη δὲ αὐτοῖς, καὶ τὸ μέγα καὶ ἄῤῥητόν ποτε τεῖχος, τοῦτ' ἔστιν, ὁ Σατανᾶς. Κέκληνται δὲ οὕτω διὰ πίστεως οἱ πλανώμενοι πρὸς τὸ εἰδέναι λοιπὸν τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων δημιουργὸν καὶ Θεὸν καὶ Κύριον. Ἰστέον δὲ ὅτι ταῦτά τινες ἀποφέρουσι καθ' ἑτέραν διάνοιαν ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ, καί φασιν, ὅτι κατὰ τὸν τῆς συντελείας καιρὸν ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Χρῆναι δὲ οἶμαι τοῖς θεωρήμασιν ἑπομένως, καὶ εὖ μάλα συνηρμοσμένως τὰς τῶν προκειμένων ἑκάστοτε διανοίας ἀποπεραίνεσθαι. 9Ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερου-σαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθή- σεται.9 Σιὼν ἑρμηνεύεται ὑψηλὴ, καὶ σκοπευτήριον, ἤγουν Ἱερουσαλὴμ, ὅρασις εἰρήνης. Σκοπευτήριον οὖν τὸ ἀληθὲς καὶ μὴν καὶ εἰρήνης ὅρασις, εἴη ἂν κατά γε τὸ ἀληθὲς ἡ Ἐκκλησία Χριστοῦ. Ἐν αὐτῇ γὰρ ἡ τῶν θείων αὐτοῦ μυστηρίων ὑψηλοτάτη κατάσκεψις πράττεσθαι φιλεῖ, καὶ μὴν καὶ ἡ τῆς εἰρήνης ὅρασις. Εἰρήνην δὲ εἶναί φαμεν τὸν Χριστὸν, ὃν ἐκτῆς θεο- πνεύστου Γραφῆς ἐπιγινώσκομεν, γεγραφότος περὶ αὐτοῦ πανσόφου Μωσέως, καὶ πρός γε τούτῳ τῶν ἁγίων προφητῶν. Περιῃρημένης τοιγαροῦν τῆς βε- βήλου καὶ μυσαρᾶς εἰδωλολατρείας, καὶ ἐκποδὼν γεγονότος τοῦ προσκυνεῖσθαι τὴν κτίσιν, κατακε κλεισμένων δὲ καὶ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον τῶν ἐκ πλεονεξίας κεκρατηκότων τῆς ὑπ' οὐρανὸν, κατατετηγμένου τε τοῦ τείχους, καὶ ἐκ βάθρων αὐ τῶν κατασεσεισμένου, κατά γε τὰς ἤδη προαποδο- θείσας ἐννοίας, βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐνώ- πιον τῶν πρεσβυτέρων δοξασθήσεται. Πρεσβυτέρους δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τελείους τὴν φρένα, καὶ οἱονεὶ τὸν νοῦν πεπολιωμένον ἔχοντας, ὡς δύνασθαι κατιδεῖν τοῖς τῆς καρδίας ὄμμασι, τῶν περὶ αὐτοῦ μυστηρίων τὸ βάθος. Τούτοις καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων· "6Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς."6 Ἀλλ' οἱ γνόντες, θαυ μάζουσι καὶ ἀνάπτουσι δόξαν αὐτῷ τὴν θεοπρεπῆ, βασιλέα καὶ Κύριον τῶν ὅλων ὁμολογοῦντες ὑπάρχειν αὐτόν. Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος εἰς ἅπαν ἐξῃρημένης βεβασίλευκεν ὁ Χριστὸς, διδάξει λέγων αὐτὸς, ὅτε τῆς ἁπάντων ζωῆς ἀντίλυτρον ἑαυτὸν προσεκόμισε τῷ Θεῷ καὶ Πατρὶ, τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπομένων σταυρόν· "6Νῦν κρίσις ἐστὶ τοῦ κό- σμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβλη- θήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν."6 Οὐκοῦν τοῖς ἰδίοις καθυπέταξε σκήπτροις τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, προεκβε- βληκὼς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. Τὸ δὲ τῆς ἐκβολῆς ὄνομα, τῆς κατὰ πάντων πλεονεξίας κατα- σημαίνειν ἔοικε τὴν ἀνατροπήν.

{1ΒΙΒΛΙΟΝ Γʹ. ΤΟΜΟΙ Εʹ ΤΟΜΟΣ Αʹ.}1

9Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑπνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε.9 Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ μακρὸς τῷ προφήτῃ γέγονε λόγος, καὶ διὰ κεκρυμμένων ἐννοιῶν ἐρχόμενος, περί τε τῆς τοῦ διαβόλου σκαιότητος, καὶ τῆς ἐσομένης ἐπ' αὐτῷ κολάσεώς τε καὶ δίκης, καὶ προσέτι καὶ ἀνατροπῆς τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων. Προσετίθει δὲ τούτοις, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὴν ἀνάῤῥησιν. Ἔφη γὰρ, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυ-τέρων δοξασθήσεται. Τούτων τοιγαροῦν ἁπάντων ἕνεκα περιχαρείας ἔμπλεως ὁ προφήτης γίνεται, καὶ τὸν τῶν οὕτω τεθαυμασμένων ἀποτελεστὴν καταγε- ραίρει ταῖς εὐφημίαις. Ταύτῃ τοί φησι· Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, καὶ τεθαυμασμένα πεποίηκας πράγματα. Ἐπειδὴ δὲ περὶ τῶν οὔπω γεγονότων κατ' ἐκεῖνο καιροῦ τὸ Ἐποίησας φησὶν, ὅτι μὲν οὔπω γέγο- νεν, ἔσται γε μὴν πάντη τε καὶ πάντως ὑποδηλοῖ, προ- στιθεὶς τὸ Γένοιτο, Κύριε. Τοῖς μὲν γὰρ τῆς διανοίας ὄμμασιν, ὡς ἐνεστηκότα τὸν τῆς ἐπιδημίας κατεθεῶντο καιρὸν, ἠγνόουν δὲ οὐδαμῶς οὔπω παρόντα, ὡς ἀρχαίαν δέ γε βουλὴν, καὶ θαυμαστὰ πράγματα τῆς ἐνανθρω- πήσεως τοῦ Μονογενοῦς ἀποκαλεῖ τὸ μυστήριον, καὶ τὰ ἐξ αὐτῆς τοῖς ἀνὰ πᾶσαν κατωρθωμένα τὴν γῆν "6Σεσώσμεθα γὰρ ἐν Χριστῷ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχά- τοις τοῦ αἰῶνος καιροῖς,"6 καθά φησιν ὁ σοφώτατος Παῦλος· "6Οὐ γὰρ νέον, ἢ ἀρτιφανὲς τὸ τοῦ Χριστοῦ μυστήριον, ἀλλὰ προώριστο μὲν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, πεφανέρωταί γε μὴν ἐν καιροῖς ἰδίοις."6 9Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ἰσχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν δὲ ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.9 Τῆς ἀληθινῆς καὶ τοῦτο βουλῆς, καὶ τῶν ἀμωμή- των σκεμμάτων τοῦ πάντα ἰσχύοντος Θεοῦ, τὸ κατα- σεισθῆναι πόλεις ὀχυρὰς, γενέσθαι δὲ καὶ εἰς χῶμα, καὶ οἷον ἐκ βάθρων αὐτῶν ἀναμοχλευθῆναι, καὶ ἐλ- πίδος ἔξω γενέσθαι, ἧς οὐ δυνήσονται ἀνασφῆλαί ποτε. Οὐ γὰρ μὴ, φησὶν, εἰς τὸν αἰῶνα οἰκοδομηθῇ. Πόλεις δὲ εἶναί φαμεν τὰς κατασεσεισμένας, οὐχὶ δή που πάντως τὰς αἰσθητὰς, ἤγουν ἀνθρώπους τοὺς ἐν αὐταῖς· οἰόμεθα δὲ μᾶλλον ἑκάστην τῶν πονηρῶν, καὶ ἀντικειμένων δυνάμεων, καὶ πρό γε τῶν ἄλλων, ὠνομάσθαι πόλιν τὸν Σατανᾶν, καὶ τοῦτο ἰσχυράν. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ πύργοις, καὶ τεί- χεσιν ἢ καὶ πόλεσιν ἔσθ' ὅτε παρεικάζειν τοὺς ἄγαν ἀλκιμωτάτους, καθάπερ ἀμέλει καὶ προλαβόντες εἴ πομεν, ὅτι τέθειται παρὰ Θεοῦ, καὶ ὁ μακάριος προ- φήτης Ἱερεμίας, ὡς πόλις ὀχυρὰ, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρόν. Ἀναδεδειγμένου δὲ καὶ ἐπιλάμψαν- τος τῷ κόσμῳ τοῦ Ἐμμανουὴλ, ἀνῄρηται μὲν τῶν ἀντικειμένων δυνάμεων τὸ ἀνόσιον στίφος, ἐξ αὐτῶν δὲ κατεσείσθη βαράθρων [αλ. βάθρων] ὁ Σατανᾶς, πέ- πτωκε δὲ οὕτως ὡς ἀτελευτήτῳ περιπεσεῖν ἀσθε- νείᾳ, καὶ κατ' οὐδένα καιρὸν ἀναστήσεσθαί τε καὶ ἀνανεῦσαι προσδοκᾷν. 9∆ιὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη ἀπὸ ἀνθρώ- πων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. εὐλογήσουσί σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες· ἐν Σιὼν, ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας.9 Κέκληται μὲν εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας ὁ Ἰσραὴλ, καὶ πεπλούτηκε τὰ παρὰ Θεοῦ. Σέσωσται γὰρ, καὶ τὴν τῆς ἐπαγγελίας κε- κληρονόμηκε γῆν. Ἡ δέ γε τῶν ἄλλων ἐθνῶν ἀμέ- τρητος οὖσα πληθὺς τῶν κατὰ πᾶσάν φημι τὴν ὑπ' οὐρανὸν, ἀλλότριος παντελῶς τῶν πνευματικῶν, καὶ ἄνωθεν καθειστήκεισαν ἀγαθῶν, ἄγευστοι τῶν παρὰ Θεοῦ χαρισμάτων, γυμνοὶ τρόπον τινὰ καὶ ἀνείμονες, οὐ τὴν θείαν ἀνέχοντες σκέπην, οὐ τὴν ἐξ ὕψους περιβολὴν, οὐ πλοῦτον εἰς νοῦν τὸν ἐξ ἀρετῆς, οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶν ἐπαίνου μεστὰ, καὶ τοῦ παντὸς ἀξιοῦται θαύματος. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἐπέφανεν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξελὼν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὸ τῆς ἀληθείας πεπλουτήκασι φῶς, τῆς παρ' αὐτοῦ δόξης τὴν μέθεξιν, τῆς εὐαγγελικῆς πολιτείας τὴν μεγαλειό- τητα τὰς ὑπέρ γε τούτων χαριστηρίους ᾠδὰς ἀνα- πέμπουσι τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐπειδήπερ, φησὶν, ὦ ∆έσποτα, καὶ βουλὴν ἀρχαίαν καὶ ἀληθῆ ἐποίησας ἀνακεφαλαιωσάμενος τὰ πάντα ἐν τῷ Χρι- στῷ, καὶ καταφωτίσας μὲν τοὺς ἐν σκότῳ, καθελὼν δὲ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου· καίτοι καθάπερ τινὰς πόλεις οὕτως ἰσχυρὰς εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, ὅλαι τε πόλεις δοξολογήσουσί σε. Ἁπάσαις γὰρ γέγονας βοηθὸς, καὶ σκέπη τοῖς διὰ πτωχείαν τῶν πατρικῶν ἀγαθῶν ἀφορήτως λελυπη- μένοις· ἐῤῥύσω τε αὐτοὺς ἀπὸ πονηρῶν ἀνθρώπων. Ἦσαν γὰρ οὕτω καὶ ἐν τῇ Σιὼν ὀλιγοψυχήσαντές τινες, καθάπερ ἀμέλει ἄνθρωποι δεδιψηκότες. Καὶ τάχα που διὰ τούτων ἡμῖν ὁ προφήτης ἐκεῖνο δηλοῖ. Ἦσαν γὰρ, ἦσαν καὶ ἐν τῷ Ἰσραὴλ οἱ τὴν τοῦ Σω-τῆρος διψῶντες ἐπιδημίαν, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιθυμοῦντες ἰδεῖν· ὁποῖός τις ἦν Συμεὼν ὁ δίκαιος, ὅτε τεχθέντα τὸν Ἰησοῦν εἰς χεῖ-ρας λαβὼν ἔφασκε· "6Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ."6 Καὶ μὴν καὶ ὁ μακάριος Ζαχαρίας ὁ Ἰωάννου πατὴρ ἁγίου Πνεύ- ματος ἔμπλεως γεγονὼς ἐδοξολόγει βοῶν· "6Εὐλογη- τὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ ∆αβὶδ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ, σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. Ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν· τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ ἐν ὁσιό- τητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν."6 Ὁρᾷς ὅπως ἀρχαία καὶ ἀληθινὴ βουλὴ γέγονε τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένη. Τὸ ἀναδειχθῆναί φημι σω- τηρίαν τῷ κόσμῳ τὸν Ἐμμανουὴλ, ὃς γέγονε πνεῦμα ἀνθρώπων ἀδικουμένων. Ἀναπεπνεύκασι γὰρ ἐξ ἐχθρῶν, καὶ ἐῤῥύσθησαν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς καὶ παραδέδονται. Καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν τις τὰς τοιαύτας ἐκλάβοι φωνὰς, ἀνθρώπους κεκλῆσθαί φαμεν, τοὺς πάλαι κρατοῦντας τῶν ἐπὶ τῆς γῆς ἀνοσίους δαίμονας, ὧν τὸ ἀσθενὲς εὖ μάλα καταση- μαίνεται, διὰ τοῦ καὶ ἀνθρώπους αὐτοὺς ὀνομάζε- σθαι. Εἰκὸς δὲ δή που καὶ τοὺς παρ' αὐτοῖς ψευδοδι- δασκάλους, καὶ τοὺς καλουμένους ἱερομύστας, ἢ καὶ ποιητὰς καὶ λογάδας, καὶ τοῖς παρ' Ἕλλησι τετι- μημένης εὐγλωττίας εὑρετὰς ἀνθρώπους κεκλῆσθαι πονηροὺς, ὡς διὰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας τοῖς τῆς ἀπωλείας ἐνιέντας τέλμασι τοὺς ἀπατωμένους. Εἰ δὲ δὴ περὶ τῶν ἐξ Ἰσραὴλ λέγοιτο ταυτὶ, πονη-ροὺς ἀνθρώπους εἶναί φαμεν τοὺς καθηγεῖσθαι λα- χόντας, Γραμματέας τέ φημι καὶ Φαρισαίους· οἳ τὴν τῆς ἱεροσύνης ἔχοντες δόξαν, καὶ τὴν ἐντεῦθεν εὔ κλειάν τε ὁμοῦ καὶ δυναστείαν ἀνειμμένοι τὴν κλεῖδα τῆς γνώσεως ἔλαβον. Καὶ οὔτε αὐτοὶ πεπιστεύκασιν, οὔτε μὴν ἑτέρους συγκεχωρήκασι τοῦτο δρᾷν· παρα δέδονται δὲ τοῖς μὲν ἐν νόμῳ καθηγηταῖς οἱ ὑπὸ χεῖρα λαοὶ, τοῖς γε μὴν ἀκαθάρτοις δαίμοσιν οἱ πλανώμενοι, Θεοῦ παθεῖν αὐτοὺς τὴν παράδοσιν ἐπιτρέψαντος, καθάπερ ἀμέλει καὶ εἰς ἀδόκιμον νοῦν παραδίδονταί τινες ἀναξίους ἑαυτοὺς ἀποφήναντες τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας. 9Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνε- σιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. Ἡ γὰρ βουλὴ αὔτη ἐπὶ πάντα τὰ ἔθνη.9 Προειρηκὼς ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ὡς ἐξ ὁμοιότητος τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων μυστικὴν ἐξυφαίνει διάνοιαν· ὑψηλὴ γὰρ καὶ σκοπευτήριον ἡ Σιὼν, ὅρασις μὲν γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται. Ἀμφότερα δέ ἐστι ταῦτα κατὰ ἀλήθειαν, ἡ Ἐκκλησία Χριστοῦ· ὑψηλὴ γὰρ καὶ περίοπτος, καὶ οἷον ἐν ὄρει κειμένη. Καὶ καθ' ἕτερον δὲ τρόπον ὑψηλὴ νοεῖται πρὸς ἡμῶν, χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐτῇ, καὶ τῶν γηΐνων πρα- γμάτων ἀνῴκισται λίαν. Γέγραπται γὰρ ὅτι "6Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν."6 Ὑψηλὰ δὲ ὁμοίως καὶ τὰ ἐν αὐτῇ θεῖά τε καὶ ἀληθῆ δόγματα. Περὶ Θεοῦ γὰρ ὁ λόγος, ἤτοι περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἰσχνὸς καὶ ἀπεξεσμένος καὶ εἰς μόνην τετραμμένος τὴν ἀλήθειαν. Ὁρᾶται δὲ πά- λιν ἐν αὐτῇ ὁ Χριστὸς ὅς ἐστιν εἰρήνη. Ποιήσει τοίνυν, φησὶ, Κύριος Σαβαὼθ, καὶ οὔτι που μόνοις τοῖς ἐξ Ἰσραὴλ, ὡς ἀγαπητοῖς διὰ τοὺς πατέρας καὶ ἐξειλε- γμένοις, ἀλλὰ γὰρ πᾶσι τοῖς ἔθνεσι, τουτέστι, τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. Ποιήσει δὲ τί; Πίονται, φησὶν, εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Ἔοικε δὲ διὰ μὲν τῆς εὐφροσύνης ὑποδηλοῦν τὸ ἱλαρὸν ἐν ἐλπίδι, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ· συμβασιλεύομεν γὰρ αὐτῷ, καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον ἀποκερδαίνοντες ἁπάσης εἴσω θυμηδίας ἐσόμεθα. ∆ιὰ δέ γε τοῦ οἴνου, τὴν μυστικὴν εὐλογίαν ὑποδηλοῦν, καὶ τῆς ἀναιμάκτου θυσίας τὸν τρόπον, ἣν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ἀποπληροῦν εἰθίσμεθα. Τὸ δέ γε μῦρον ἡμῖν κατασημήνειεν εὖ μάλα τὴν τοῦ ἁγίου Πνεύματος χρίσιν. Γράφει γὰρ ὁ σοφὸς Ἰωάννης· "6Καὶ ὑμεῖς χρίσμα ἔχετε ὑπὸ τοῦ Ἁγίου· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων."6 Κα- ταχριόμεθα γὰρ μύρῳ κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος, σύμβολον τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος τὸ χρίσμα ποιούμενοι. Ἀλλὰ ταυτὶ δὴ πάντα, φησὶ, παράδος τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ πάλαι νόμος, καὶ ἡ κατ' αὐτὸν λατρεία διακονηθεῖσα δι' ἀγγέλων οὐ πᾶ- σιν ἁπλῶς ἐδόθη τοῖς ἔθνεσιν· ἀλλ' ἑνὶ καὶ μόνῳ τῷ ἐξ αἵματος Ἰσραήλ, Ἡ δὲ ἐν Χριστῷ χάρις, καὶ ἡ διὰ πίστεως κλῆσις, ἁγιασμός τε πρὸς τούτοις ὁ διὰ τοῦ Πνεύματος, καὶ αὐτὸ δὲ τὸ μυστήριον διὰ βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ πάντα γέγονε τὰ ἔθνη. Χριστὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία, κατὰ τὴν τοῦ Ἁγίου φωνήν. 9Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖ- λεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.9 Ἐπὶ καιροῦ σφόδρα καὶ ἀναγκαίως τῇ τοῦ μυ- στηρίου παραδόσει, καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος. Ταύτῃ τοι καὶ ἐν καιρῷ τοῦ ἁγίου βαπτίσματος τῆς πίστεως ποιούμε- νοι τὴν ὁμολογίαν, καὶ τῆς σαρκὸς τὴν ἀνάστασιν προσδοκῶμεν ἔσεσθαι, καὶ οὕτω πιστεύομεν. Ὁ τοίνυν θάνατος κατίσχυσε μὲν τοῦ προπάτορος ἡμῶν Ἀδὰμ διὰ τὴν παράβασιν, καὶ ὥσπερ τι θηρίον ὠμόν τε καὶ ἀπηνὲς ἐπιπηδῆσαν ἥρπασε. Θρῆνοί τε λοιπὸν ἐντεῦ- θεν, καὶ οἰμωγαὶ, καὶ δάκρυον, καὶ τὸ ἐπὶ τοῖς τε- θνεῶσι πένθος, κεκρατήκασι τῶν ἐπὶ τῆς γῆς. Πέ- παυταί γε μὴν ἐν Χριστῷ. Τριήμερος γὰρ ἀνεβίω πατήσας τὸν θάνατον, καὶ ὁδὸς γεγονὼς τῇ ἀνθρωπίνῃ φύσει πρὸς τὸ διακρούσασθαι δεῖν τὴν φθοράν. Γέγονε γὰρ πρωτότοκος τῶν νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοι- μημένων. Ἕψεται δὲ πάντως τῇ ἀπαρχῇ, καὶ πρώτῳ τὸ μετ' αὐτὴν, τοῦτ' ἔστιν, ἡμεῖς. Ἐστράφη τοίνυν τὸ πάθος εἰς χαρὰν, καὶ διεῤῥάγη μὲν ὁ σάκκος· περι εζώσμεθα δὲ τὴν θεόσδοτον εὐφροσύνην, ὡς χαίροντας λέγειν· "6Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, φησίν."6 Οὐκοῦν ἀφῄρηται πᾶν δάκρυον· πιστεύοντες γὰρ ὅτι πάντη τε καὶ πάντως ἐγείρει τοὺς νεκροὺς ὁ Χριστὸς οὐ δακρυῤῥοοῦμεν ἐπ' αὐτοῖς, οὔτε μὲν εἰς ἀκράτους καταβαίνομεν λύπας, καθάπερ καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δὲ τοῦ λαοῦ κατονομά- ζειν ἔοικεν αὐτὸν τὸν θάνατον, ὡς γένεσιν ἔχοντα τῆς καθ' ἡμῶν ἐφόδου τὴν παράβασιν. Ἤγουν τάχα που τὴν ἁμαρτίαν δι' ἣν εἰσβέβηκεν ἡ φθορὰ καὶ τὸ τοῦ θανάτου κράτος κεκυρίευκε τῶν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ τὸ τῆς ἀναστάσεως μυστήριον οὐκ εὐπαράδεκτόν ἐστι τοῖς πολλοῖς, ἀπιστεῖσθαι δὲ ἦν εἰκὸς διά τοι τὴν ἐν αὐτῷ μεγαλουργησίαν, προσεπήνεγκεν ὁ μακάριος προφήτης, ὅτι τὸ στόμα Κυρίου ἐλάλησεν. Εἶτα τίς ὁ φάναι τολμῶν, ὡς ψευδοεπήσει ὁ Θεὸς, καὶ οὐχὶ πάντη καὶ πάντως ἐκτελευτήσει πρὸς ἀλήθειαν τὸ ἐπηγγελμένον; "6Οὐρανὸς γὰρ καὶ ἡ γῆ, φησὶ, παρ- ελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν."6 9Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα, καὶ σώσει ἡμᾶς. Οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ, καὶ ἀγαλλιασόμεθα· καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο.9 Ἐπιγνώσεσθε, φησὶ, τὸν ποτίζοντα μὲν εὐφροσύ- νην, καὶ πρός γε τούτῳ καὶ οἶνον, καταχρίοντα δὲ καὶ μύρῳ τοὺς ἐν τῇ νοητῇ Σιών· ἐπιγνώσεσθε δὲ ὅτι Θεὸς κατὰ ἀλήθειάν ἐστι, καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύ- σιν Υἱὸς, καὶ εἰ ἐν τοῦ δούλου φαίνοιτο μορφῇ, τῆς ἁπάντων γέγονε σωτηρίας καὶ ζωῆς ἄνθρωπος γεγο- νὼς, καὶ ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς, δίχα μόνης ἁμαρτίας. Μονονουχὶ γὰρ καὶ χεῖρα, φησὶ, προτείνοντες ἐροῦσιν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπί- ζομεν καὶ ἠγαλλιώμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. Οἶμαι δὲ ἔγωγε τοῦτόν γε μάλιστα τὸν λόγον ἀνῆρθαι πρέ- πειν τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ ταῖς Μωσαϊκαῖς ἐντεθραμ- μένοι φωναῖς καὶ τὰς τῶν ἁγίων προφητῶν προαγο- ρεύσεις οὐκ ἠγνοηκότες, προσεδόκουν ἀφίξεσθαι κατὰ καιρὸν Σωτῆρα, καὶ Λυτρωτὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ γοῦν ὡς ἤδη προεῖπον, Ζαχα- ρίας μὲν ὁ Ἰωάννου πατὴρ προφητεύων ἐν πνεύματι λελάληκε περὶ τοῦ Χριστοῦ, ὅτι "6Κέρας ἐγήγερται τῷ λαῷ σωτηρίας."6 Καὶ Συμεὼν ὁμοίως εἰς χεῖρας ἑλὼν τὸ ἅγιον Βρέφος· "6Εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν."6 Ἐπιγνόντες τοίνυν τὸν πάλαι προηγ- γελμένον, τὴν ἁπάντων ἐλπίδα τὸν Σωτῆρα καὶ Λυ- τρωτὴν ἐροῦσι, φησίν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν. Προσομο- λογήσουσι δὲ ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καί μοι πάλιν ὄρος οἴου λέγεσθαι τὴν Ἐκκλη- σίαν, δέδοται γὰρ ἡ ἀνάπαυσις ἐν αὐτῇ. Ἀκηκόαμεν γὰρ Χριστοῦ λέγοντος· "6∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς."6 Ἀπεφορτισάμεθα γὰρ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν δυσαχθῆ καὶ δυσφόρητον ἁμαρτίαν. Ἀνεπαυσάμεθα δὲ καὶ καθ' ἕτερον τρόπον δειμάτων ἀπηλλαγμένοι τῶν ἐπί γέ φημι τὸ χρῆναι κολάζεσθαι, καὶ τὰς ἐπὶ τοῖς πλημμελήμασιν ἀποτίσαι δίκας. Καὶ οὐ μέχρι τούτων ἡ εἰς ἡμᾶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι- στοῦ γέγονε χάρις· προστέθειται δὲ καὶ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἡ κτῆσις μα- κρὰ καὶ ἀκήρατος ζωὴ, καὶ παντὸς τοῦ καταλυπεῖν εἰωθότος ἡ ἀπόστασις. Γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι "6Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν."6 9Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις, καὶ ἐν ἀμήτῳ. Καὶ ἀν- ήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐτα- πείνωσε τοῦ ἀπολέσαι. Καὶ ταπεινώσει τὴν ὕβριν, ἐφ' ἂ τὰς χεῖρας ἐπέβαλε. Καὶ τὸ ὕψος τῆς κατα- φυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ μεταβή- σεται ἕως τοῦ ἐδάφους.9 Βαθὺς ἀεί πώς ἐστι τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ τὴν εἴσω τε καὶ κεκρυμμένην διέρπει τρίβον. Χρὴ δὴ οὖν ἄρα μὴ τὸ ἐξωφανὲς τοῦ γράμματος πάντη τε καὶ πάντως ἀληθὲς εἶναι νομίζειν, κατασκέπτεσθαι δὲ μᾶλλον τὸν οἱονεί πως ἐγκεχωσμένον τῷ γράμματι νοῦν. Μωαβῖται τοίνυν ὅμοροι μὲν ἦσαν τοῖς Ἰουδαίοις, ἀτοπώτατα δὲ διετέθησαν πρὸς ἀπάτην, καὶ πρός γε τὸ χρῆναι ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. Ὅτι τοίνυν ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ κεκλημένων τῶν ἐθνῶν εἰς τὸ σεπτὸν καὶ θεῖον αὐτοῦ μυστήριον, ἡγιασμένων τε διὰ τῆς πίστεως, ἡ βδελυρὰ καὶ ἀκάθαρτος εἰδωλολατρία πάντη τε καὶ πάντως ἐκ μέσου γενήσεσθαι, τοῖς τῶν πιστευόντων ποσὶν ὑπ- ενηνεγμένου τοῦ Σατανᾶ· δέδωκε γὰρ ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύ- ναμιν τοῦ ἐχθροῦ· διδάσκει λέγων, πατηθήσεσθαι τὴν Μωαβῖτιν, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις. Φαμὲν δὲ δηλοῦν ἐν τούτοις αὐτὸν, ἢ τὴν Μωαβῖτιν λατρείαν, ἤγουν ἐκ μιᾶς χώρας τῆς εἰδωλολατρούσης ἅπαν δέχεσθαι τὸ παράδειγμα, κατὰ πάσης, ὡς ἔφην, τῆς εἰδωλολατρίας ἐκτεινομένου τοῦ λόγου. Οὐκοῦν καταπατηθήσεται, φησὶ, καθάπερ ποσὶν ἁλοώντων ὑποκειμένη. Ἀνήσει δὲ καὶ τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Τίς ἀν- ήσει τὰς χεῖρας; Ὁ τῆς εἰδωλολατρίας εὑρετὴς, ὁ συνέχων τὴν ἀπάτην, καὶ ἀποβουκολήσας Θεοῦ τὸν ἄνθρωπον, τοῦτ' ἔστιν, ὁ Σατανᾶς. Ἀνήσει γὰρ τὰς χεῖρας αὐτοῦ, τοῦτ' ἔστιν, ἐκλυθήσεται πᾶσα ἡ δύνα- μις αὐτοῦ, καὶ ἐνέργεια πρακτική· ἐνεργείας γὰρ εἰς τύπον αἱ χεῖρες λαμβάνονται. Ὥσπερ γὰρ αὐτὸς ἐτα- πείνωσε τοὺς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἀπολέσαι σύμ- παντας, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον ταπεινώσει Χριστὸς τὴν ὕβριν αὐτοῦ, τοῦτ' ἔστι, τὴν ἀφόρητον πλεονεξίαν ᾗ κατὰ πάντων ἐχρήσατο, μονονουχὶ τὰς χεῖρας ἐπάγων, καὶ σκήπτροις ἰδίοις ὑποφέρων ἐκ πλεονεξίας τοὺς ἐπ' ἔργοις ἀγαθοῖς ἐκτισμένους παρὰ Θεοῦ. Εἶτα μέτεισιν ὁ λόγος τῷ προφήτῃ πάλιν. Ὡς πρὸς αὐτὴν τὴν Μωαβῖτιν, ἤτοι τὴν βέβηλον εἰδωλο- λατρίαν, καί φησιν· ὅτι Τὸ ὕψος τῆς καταφυγῆς τοῖ- χον τὸ ταπεινούμενον αὐτὸν εἶναί φαμεν τὸν τῆς εἰδω- λολατρίας καὶ τῆς ἀπάτης προεστηκότα, καὶ οἷον ἀνα- τειχίζοντα αὐτὴν, καὶ συνέχοντα πρὸς τὸ συνεστά- ναι. Ἀλλὰ πεσεῖται, φησί. Καταβαλεῖ γὰρ αὐτὸ Χρι στὸς, καὶ καταβιβάσει μέχρις ἐδάφους, τοῦτ' ἔστιν, εἰς τὸ παντελὲς, καὶ ὁρῶμεν διὰ πραγμάτων εἰς πέρας ἐκβεβηκὸς τὸ προηγγελμένον. Πεπτώκασι γὰρ τεμένη. καὶ τὰ ἐν σηκοῖς ἅπαντα γέγονεν ἐκποδών. Βωμοὶ δὲ οὐκέτι καὶ θυσίαι, καὶ γοητεῖαι, καὶ οἱ τὰ τῆς ἀπάτης ἐπιτηδεύοντες παίγνια. Πέπαυται δὲ πάντα διὰ Χρι- στὸν, καὶ ἀνατέταλκε τοῖς ἐπὶ τῆς γῆς τῆς ἀληθείας τὸ φῶς καὶ ὁ τῆς δικαιοσύνης ἀνισχόμενος ἥλιος τὰς τῶν πιστευόντων εἰς αὐτὸν καταφαιδρύνων καρδίας. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας λέγοντες· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος.9 Καταπατηθείσης γὰρ τῆς Μωαβίτιδος, τοῦτ' ἔστιν, ἀνῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν οἱ τῆς ἀπάτης ἀπηλλαγμένοι, καὶ πρὸς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, τὸν τῆς διανοίας ἀνευρύνοντες ὀφθαλμὸν ἐπιγνώ σονται μὲν, φησὶ, τὸν τῶν ὅλων δημιουργὸν καὶ Κύ- ριον Σωτῆρα καὶ Λυτρωτὴν, τὸν δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, τὸν δι' ἡμᾶς καθιγμένον ἐν τοῖς καθ' ἡμᾶς. Ὠδὴν δὲ αὐτὴν καὶ μέλος καθάπερ ἐκ λύρας ἀνακρουόμενοι δοξολογοῦντες ἐροῦσιν· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν. Καὶ γάρ ἐστιν ἀληθῶς οἷά τις πόλις εὐπυργοτάτη καὶ ἀνάλωτος παντελῶς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἤγουν ἡ εἰς αὐτὸν ἐλπίς. ∆έχεται γὰρ τοὺς φεύγοντας τὴν τοῦ διαβόλου πλεονεξίαν, καὶ ἀνασώζει λαβών. Ταύ- τῃ τοι καὶ ἔφασκεν, ὅτι "6Τὰ πρόβατα τὰ ἐμὰ τῆς φω- νῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδω- μι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἁρπάσει τις ἐκ τῆς χειρός μου αὐτά."6 Πόλις τοιγαροῦν ὀχυρὰ, καὶ σωτήριος, ὁ πάντων Σωτὴρ, πόλις δὲ ἔχουσα τεῖχος καὶ περιέχουσα τεῖχος, τοῦτ' ἔστι, πᾶσαν ἀσφάλειαν. Αἱ γάρ τοι τῶν πόλεων εὖ μάλα τετειχισμέναι, καὶ οὐχ ἁπλῆν ἔχουσι τὴν περιβολὴν, ὠχύρωνται δὲ πρὸς τῷ μεγάλῳ τείχει, καὶ ἑτέρῳ προτειχίσματι. Εἰκὸς δὲ δὴ πάλιν τοὺς τὴν ᾠδὴν ἀναφέροντας περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας εἰπεῖν, τὸ, Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν. Πύλαι γὰρ ᾅδου οὐ κατ- ισχύσουσιν αὐτῆς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· διέζωσται γὰρ καθάπερ τείχει τινὶ διπλῷ ταῖς τε παρὰ τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· καὶ μέν τοι τῇ ἄνωθεν καὶ παρὰ Θεοῦ ὅς ἐστι περίτειχος. Καὶ γὰρ αὐτῶν ἐστιν ἡ ἰσχὺς τῶν ἁγίων πνευμάτων, ἐπείπερ ἐστὶν αὐτός τε καὶ μόνος ὁ τῶν ὅλων δυνά- μεων Κύριος. Ἰστέον δὲ ὅτι παρὰ τοῖς ἱεροῖς Γράμ- μασι Ἰούδας ἔσθ' ὅτε κατωνόμασται Χριστὸς, ὡς ἐκ φυλῆς γεγονὼς τῆς Ἰούδα, κατά γε τὴν Ἰακὼβ φωνὴν λέγοντος· "6Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου."6 Ἐπὶ γῆς οὖν Ἰούδα τὸ μελῳδούμενον. Χριστοῦ γὰρπόλις ἡ Ἐκκλησία. 9Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν, ἀντι- λαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην· ὅτι ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος.9 Ὡς ἐπεγνωκότων ἤδη τῶν ἀνὰ πᾶσαν τὴν γῆν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διωμολογηκότων τε, ὅτι πόλις ἔσται ὀχυρὰ καὶ σωτήριος, τεῖχος ἔχουσα καὶ περίτειχος, λοιπὸν ἀναγκαίως τοῖς ἁγίοις μυστα- γωγοῖς, ἀποστόλοις τέ φημι καὶ εὐαγγελισταῖς δια- κελεύεται, λέγον τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ προφήτου φωνῆς· Ἀνοίξατε πύλας· τοῦτ' ἔστιν, ἀνευρύνατε τοῖς ἐθέλουσι τὴν διὰ πίστεως εἰσβολὴν, τὴν διὰ τῆς ἀμωμήτου μυσταγωγίας δρομὴν, καὶ εἰσίτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν. Τὸ γὰρ θεῖον καὶ εὐαγγελικὸν, καὶ σωτή- ριον κήρυγμα διδάσκει μὲν τοὺς πιστεύοντας τὴν ὑπὲρ νόμον δικαιοσύνην, βεβαίους δὲ εἶναι πρὸς ἀλη- θείας τήρησιν. Οὐ γὰρ ἔτι τὴν ἐν τύποις καὶ σκιαῖς εἰσφέρει λατρείαν, καθάπερ ἀμέλει καὶ ὁ παλαιὸς νόμος, ἀλλὰ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ τοῦτό ἐστιν ἡ ἀλήθεια. Ἐπιλαμβάνεται δὲ ἀληθείας. Ἐφεῖται γὰρ, ὡς ἔφην, οὐ τῶν ἐν σκιαῖς, ἀλλὰ τῶν διὰ Χριστοῦ ὅς ἐστιν ἡ ἀλήθεια. Φυλάττονται δὲ καὶ εἰρήνην. Πῶς ἢ τίνα τρόπον; Εἰσδεχθεὶς γὰρ ὅλως παρὰ Χριστοῦ, καὶ τὴν ἀρχαίαν ἐκείνην καταλύσαι ἔχθραν· διειστήκει γὰρ αὐτοῦ πλανώμενος· ἀκλόνη- τος ἔσται προσκυνητής. Καὶ τοῦτο πληροῦν ἡμᾶς ὁ μακάριος Παῦλος ἀναπείθει γράφων· "6∆ικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ."6 Ἐμαχόμεθα γὰρ τῷ Θεῷ τῇ κτίσει λατρεύοντες καὶ τοῖς τῆς σαρκὸς πάθε- σιν ἐνεχόμενοι. Φίλοι δὲ καὶ εἰρηνικοὶ χρηματίζομεν αὐτῷ καὶ μόνῳ λέγοντες· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Τὸ ὄνομά σου ὀνομάζομεν, καὶ πρός γε τούτῳ τῆς ἐξαιρέτου ζωῆς καὶ εὐαγγελικῆς πολιτείας οἷά τινα στέφανον ἀναδησάμενοι, τὰ αὐχήματα περὶ τῶν τοιούτων εἰκότως ἂν λέγοιτο διὰ τῆς τῶν ἁγίων φωνῆς πρὸς Θεὸν, ὅτι Ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Οὐ γὰρ καταλήξουσι τῆς εἰς Θεὸν ἐλπίδος, διηνεκῶς δὲ μᾶλλον ἐπ' αὐτῷ καυχή- σονται. 9Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις αὐτὰς ἕως ἐδά- φους. Καὶ πατήσουσιν αὐτὰς πόδες πρᾳέων, καὶ ταπεινῶν ἴχνη.9 Ἐπὶ πράγμασι τοῖς ἄγαν τεθαυμασμένοις, ἀνακο- μίζειν ἔθος τοῖς ἁγίοις προφήταις τὰ χαριστήρια τῷ πάντων κρατοῦντι Θεῷ, καὶ οἷον ἀνασκιρτᾷν ἐκ περι- χαρείας. Γνησιότητος δὲ τῆς εἰς ἄκρον ἐπίδειξις ἐναρ- γὴς γένοιτ' ἂν τὸ χρῆμα αὐτοῖς. Χαίρουσι γὰρ λίαν κατευρυνομένην ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν καὶ τοὺς ταύτῃ βασκαίνοντας ἐκ μέσου γεγενημένους· φημὶ δὴ τοὺς ἀκαθάρτους δαίμονας, καὶ πρός γε τού- τοις τὸν Σατανᾶν· οὓς καὶ πόλεσιν ὀχυραῖς παρεικά- ζει, καὶ κατοικεῖν ἐν ὑψηλοῖς διεβεβαιώσατο. Φρό- νημα γὰρ ἐν αὐτοῖς ὑψηλόν πως ἀεὶ καὶ ὑπέρογκον, ὥστε καὶ αὐτῆς τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι χειρὸς, οἴεσθαί τε προσκεκρουκότας ἀγρίως, ἀδικηθήσεσθαι μὲν οὐδὲν, βασιλεύειν δὲ διὰ παντὸς τῶν ἐπὶ τῆς γῆς. Ἀλλὰ σὺ, φησὶ, καὶ μόνος Θεὸς ὁ μέγας αἰώνιος· καὶ ἐξ αὐτῶν τοῦτο δέδειχας τῶν πραγμάτων· ταπεινώσας γὰρ κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς. Τοῦτ' ἔστι, κατέσεισας τὴν τῶν ὑπερηφάνων ἰσχὺν, ὑψηλοὺς ὄντας, καὶ ἀλαζόνας κατεκόμισας εἰς γῆν, καὶ ὡς πόλεις ὄντας ὀχυρὰς ἐκ βάθρων καθεῖλες. Τοῦτο γὰρ τὸ ἕως ἐδάφους. ∆έδωκάς τε αὐτοὺς εἰς καταπάτημα τοῖς ποσὶ τῶν πρᾳέων, καὶ ταπεινῶν. Τίνες δὲ οὗτοι πάλιν, ἢ οἱ τῶν τοῦ Σωτῆρος θεσπισμάτων γνήσιοι φύλακες; οἱ τὸν ἑαυτῶν ∆εσπότην ἀπομιμεῖσθαι σπουδάζοντες ἐπιφωνῶντα καὶ λέγοντα· "6∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν."6 Μεμνήμεθα δὲ πάλιν εἰπόντος αὐτοῦ· "6Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ."6 Πεπάτηται γὰρ ὁ δράκων ὁ ἀποστάτης· καὶ ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν, οἱ κατοικεῖν ἐθέλοντες ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην γεγονότες τοῦ Θεοῦ τοῦ οὐρανοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, προσκυνεῖται γὰρ ἐν οὐρανῷ· "6Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησά- τωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ."6 9Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευ- ασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν.9 Ὁ μακάριος προφήτης Ἱερεμίας, τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς ἐν Χριστῷ δικαιοσύνης διαμέμνη- ται, λέγων τοῖς ἀληθείας ἐρασταῖς· "6Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν."6 Τρί- βοι μὲν γὰρ καὶ ὁδοὶ Κυρίου τῶν ἁγίων προφητῶν οἱ λόγοι, καὶ τῆς διὰ Μωσέως ἐντολῆς, ἡ ὡς ἐν σκιᾷ καὶ τύποις προαγόρευσις μυστηρίου τοῦ κατὰ Χριστόν. Ταυτασὶ τοιγαροῦν τὰς τρίβους διερευνώ- μενοι μανθάνομεν τὴν ὁδὸν τὴν ἀγαθὴν, τοῦτ' ἔστι, τὴν ἐν Χριστῷ πολιτείαν· βαδίσαντες ἐν αὐτῇ ταῖς ἑαυτῶν ψυχαῖς, τὸν ἀληθῆ καὶ διὰ πνεύματος ἁγνι- σμὸν εὑρήσομεν. Εὐθεῖαν τοίνυν φησὶ γενέσθαι τῶν εὐσεβῶν τὴν ὁδὸν, πῶς γὰρ οὐκ εὐθεία καὶ ἄτραχυς, καὶ οὐδὲν ἔχουσα παντελῶς ἄναντες, ὅτε τὸ ῥῆμα τῆς πίστεως λέγοντες δικαιούμεθα, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦμεν κάθαρσιν; Εὐθεῖα δὲ καὶ ἑτέρως ἡ τῶν εὐσεβούντων ὁδός. Ἀνῃρημένων γὰρ τῶν ἐχθρῶν, καὶ καθῃρημένης τῆς τοῦ διαβόλου πλεονεξίας καὶ πάσης δυσχερείας ἐψιλωμένης, τί τὸ ἀνθεστηκὸς ἔτι, καὶ παραλύειν δυνάμενον τῆς εὐσε- βείας τοὺς ἐραστάς; Θέα δὲ ὅπως καταλειανθείσης τῆς τῶν εὐσεβούντων ὁδοῦ τρόπον τινὰ τῶν ἐν τύποις καὶ σκιαῖς ἀνατροπὴν ἔσεσθαί φησι. Ἐπιφέρει γὰρ οὐχ ἁπλῶς, τὸ, Ἡ ὁδὸς Κυρίου κρίσις· τουτέστιν, οὐ μόσχων προσαγωγαὶ, οὐ προβάτων σφαγαὶ, οὐ πόπανα καὶ λιβανωτοί· κρίσις δὲ μᾶλλον, τοῦτ' ἔστι, δικαιοσύνη. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ τῷ τῆς κρίσεως ὀνόματι τὴν δικαιοσύνην ὑποδηλοῦν. Καθάπερ ἀμέλει καὶ ὁ μακάριος ∆αβίδ· "6Τιμὴ, φησὶ, βασιλέως κρίσιν ἀγαπᾷ,"6 τοῦτ' ἔστιν, τὴν δικαιοσύνην· ἐν τιμῇ γὰρ τῇ παρὰ Θεῷ καὶ ἀνθρώποις πᾶσά ἐστι βασιλεία φιλοῦσα δικαιοσύνην. Οὐκοῦν ἡ ὁδὸς Κυρίου κρίσις. Χαίροντας δὲ λίαν εἰσκομίζει πάλιν τοὺς τὴν εὐθεῖαν ταύτην βαδιουμένους ὁδόν· φασὶ γὰρ, ὅτι Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν. Πᾶσα γὰρ ἡμῶν ἡ ἐλπὶς εἰς Χριστὸν, οὗ καὶ ἀεὶ μεμνήμεθα, ταύτην ἔχοντες τὴν ἐπιθυμίαν, ὅτι καὶ δι' αὐτῆς σεσώσμεθα. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.9 Νύκτα καλεῖ, τὸν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυ- ρίου καιρόν· ὄρθρον δὲ τὴν προφητικὴν πρόγνωσιν· φῶς δὲ ἀληθινὸν τὸ Εὐαγγέλιον τοῦ ἡλίου τῆς δικαιο- σύνης Χριστοῦ, ὃ καὶ τῆς ἁπανταχοῦ γῆς μαθεῖν ἐγ- κελεύεται. Καὶ γὰρ οὐκ ἀπὸ φύσεώς φησι τὸ μαθεῖν, ὥσπερ τὸ βλέπειν ἢ τὸ βαδίζειν, ἀλλ' ἀπὸ σπουδῆς καὶ ἐπιμελείας. Ὁ δὲ μὴ μαθὼν ἐκ ζώντων ἀρθήσεται, καὶ τὴν δόξαν Χριστοῦ οὐκ ὄψεται. Οἱ λέγοντες· Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν προσεπάγουσιν ἀναγκαίως καὶ τοῦτο. Τὸν γάρ τοι θεῖον εἰς νοῦν εἰσοικισάμενοι φωτισμὸν, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν σκότον ἀπο- πεμψάμενοι, καὶ τὴν τῆς ἁμαρτίας ἀχλὺν κατηφανι- σμένην ὁρῶντες, ἀναφέρουσιν ᾠδὰς τὰς χαριστηρίους, καθάπερ ἐκ νυκτὸς, καὶ σκότους ὀρθρίζειν λέγοντες, οἷον διαυγαζούσης ἐν αὐταῖς τῆς νοητῆς ἡμέρας, καὶ ἑωσφόρου λοιπὸν ἀνατέλλοντος ἐν ταῖς καρδίαις αὐ- τῶν, καθὰ γέγραπται. Τοῖς τοιούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησιν· "6Οἱ ποτὲ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ."6 Καὶ μὴν καὶ ἑτέρωθι· "6Οὐ γάρ ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλὰ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας."6 Καταλαμπρύνεται γὰρ τῶν πιστευόντων ὁ νοῦς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Ταύτῃ τοί φησι καὶ ὁ θεσπέσιος ∆αβὶδ ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· "6Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου."6 Ἀχλύϊ μὲν γὰρ οἱονεί πως καὶ κατασκιάσμασι τοῖς ἀπό γέ φημι τοῦ γράμματος, ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεπαχύ- νετο νόμος. Ἐν δέ γε τοῖς εὐαγγελικοῖς κη- ρύγμασι γυμνὸν καὶ διαφανὲς τὸ τῆς ἀληθείας ἐκφαίνεται κάλλος, καὶ καταφαιδρύνει τὸν νοῦν ταῖς τῶν εὐσεβούντων διανοίαις φωτὸς δίκην εἰσχεόμενον. 9∆ικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ. Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.9 Ἔφη που ὁ Θεὸς διὰ φωνῆς προφήτου· "6Καὶ ἔσον- ται πάντες διδακτοὶ Θεοῦ."6 Ὅρα δὴ οὖν ὅπως ἐν τούτοις ἡμῖν ὁ λόγος μυσταγωγὸν ὥσπερ τινὰ τοῖς ἐξ ἐθνῶν πιστεύσασιν αὐτὸν εἰσκομίζει γεγονότα Χρι- στόν. Ἔδει γὰρ, ἔδει τοῖς ἄπαξ ἐπεγνωκόσιν, ὅτι φῶς εἰσι τὰ προστάγματα αὐτοῦ ἐπὶ τῆς γῆς, τὴν τοῦ συμφέροντος εἴδησιν ἐνίεσθαι παρ' αὐτοῦ. "6Ὦ τοίνυν, φησὶν, οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς μάθετε δικαιο- σύνην."6 Ἔοικε δὲ τοῦτο τῷ διὰ φωνῆς τοῦ ∆αβίδ· "6Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάν- τες οἱ κατοικοῦντες τὴν οἰκουμένην."6 Ὁ μὲν γὰρ ἐν γράμμασι νόμος πεπαιδαγώγηκε μόνον τὸν κατὰ σάρκα Ἰσραὴλ, ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ τῆς ἡμερότητος ἁπλώσας λίνον ὅλην σεσαγήνευκε τὴν ὑπ' οὐρανόν. Εἰκότως οὖν ἄρα καὶ τοῖς ἀνὰ πᾶ- σαν τὴν γῆν συμβουλεύει, λέγων, ὅτι Χρὴ μανθάνειν αὐτοὺς, τὴν δι' αὐτοῦ λαληθεῖσαν δικαιοσύνην, τοῦτ' ἔστι, τὴν εὐαγγελικήν. Ὅτι δὲ τὸ ἀπειθεῖν τοῖς παρ' αὐτοῦ λόγοις οὐκ ἀζήμιον, προσεπάγει καί φησι· Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιο- σύνην ἐπὶ τῆς γῆς ἀλήθειαν οὐ μὴ ποιήσῃ, οἰχήσεται γὰρ, φησὶν, εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ οἷον ἀπο- σβεσθήσεται. Τοῦτο γὰρ οἶμαι τὸ Πέπαυται δηλοῦν. Πᾶς εἴ τις μὴ προσδέξηται τῆς δικαιοσύνης τῆς εὐαγ- γελικῆς τὴν εἴδησιν, καὶ ὃς ἂν μὴ ποιήσῃ τὴν ἀλή- θειαν. Ἀλήθειαν δὲ πάλιν ἐν τούτοις τῆς ἐν Χριστῷ πολιτείας ἀποκαλεῖ τὴν δύναμιν, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν. Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐκ ἦν ἀλήθεια. Χριστὸς δὲ καὶ τὰ αὐτοῦ θεσπίσματα νοοῖτ' ἂν εἰκότως δικαιο- σύνη καὶ ἀλήθεια. Οἶμαι δὲ δεῖν κἀκεῖνο εἰπεῖν, Γέ- γονεν ἡμῖν παρὰ τοῦ Πατρὸς δικαιοσύνη Χριστὸς, ἔστι δὲ πρὸς τούτῳ καὶ ἀλήθεια. Μάθετε τοίνυν τὴν δικαιοσύνην, φησὶ, καὶ τὴν ἀλήθειαν· τοῦτ' ἔστιν, ἐπί- γνωτε τὸν ἀληθῶς Υἱὸν καὶ τὸν ὅλων δημιουργὸν καὶ Κύριον. Ἀρθήσεται γὰρ καὶ ἐκ μέσου γενήσεται πᾶς ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Τοιοῦτόν ἐστι τὸ δι' αὐτοῦ τοῦ Χριστοῦ τοῖς Ἰουδαίων δήμοις προσπεφωνημένον· "6Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε."6 Καὶ πάλιν· "6Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων, ἤδη κέκρι- ται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὅνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ·"6 Ὁ δὲ ἅπαξ κατακεκριμένος, καὶ ταῖς ἰδίαις ἐναποθανὼν ἁμαρτίαις, πῶς ἂν ἴδοι τὴν δόξαν Κυρίου. Οὐ γὰρ συνέσται Χριστῷ, καὶ τῆς παρ' αὐτοῦ δόξης κατ' οὐδένα τρόπον μετεσχηκὼς, τὸν τῶν ἁγίων οὐκ ὄψεται κλῆρον. 9Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδει- σαν· γνόντες δὲ αἰσχυνθήσονται. Ζῆλος λήψε- ται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναν- τίους ἔδεται.9 Ἀπειλοῦντος Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύ- νην, καὶ τοῖς μὴ ποιοῦσι τὴν ἀλήθειαν· κατά γε τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας λόγους εἰς ἀνάμησιν ὁ προφήτης ἔρχεται τῆς τοῦ Ἰσραὴλ ἀγνοίας τε ἅμα καὶ ἀπειθείας. Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς Θεὸς Λόγος, ὁ παναλκὴς τοῦ Πατρὸς βραχίων, δι' οὗ τὰ πάντα προήχθη πρὸς γένεσιν, ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων ἑαυτὸν καθῆκεν εἰς ἑκούσιον κένωσιν, καὶ τεταπείνωκεν ἑαυτὸν, καθὰ γέγραπται, γενόμενος ἄνθρωπος, ἵνα δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἑαυτόν· καὶ εἰργάζετο μὲν τὰ ὑπὲρ λόγον, καὶ διὰ τῆς τῶν δρωμένων με- γαλοπρεπείας, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, ἠξίου γνωρίζεσθαι, λέγων· "6Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε."6 Εἰ δὲ καί τοι τῶν οὕτω τεθαυμασμένων θεωροὶ γεγονό- τες, καὶ τῶν παρ' αὐτοῦ λόγων αὐτήκοοι, σκληροὶ καὶ ἀνουθέτητοι μεμενήκασι, μᾶλλον δὲ καὶ ἀπύλωτον ἐσχήκασι στόμα. Τετολμήκασι γὰρ Σαμαρείτην, καὶ μέθυσον καὶ τέκτονος υἱὸν, καὶ τὰ ἔτι τούτων ἀπηχέ- στερα δυσσεβοῦντες εἰπεῖν. Ταῦτα τοίνυν διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας προεγνωκὼς ὁ προφήτης ποιεῖ- ται τοὺς λόγους πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καί φησι, Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν. Τῇ μὲν γὰρ ἀξίᾳ τῆς ἰδίας ὑπεροχῆς, καὶ ὡς ἐν δόξῃ τῇ θεοπρεπεῖ, μέγας καὶ ὑψηλός· καὶ μέν τοι καὶ παναλκής ἐστιν ὁ βραχίων τοῦ Πατρὸς, τοῦτ' ἔστιν, ὁ δι' οὗ τὰ πάντα γέγονε Θεὸς Λόγος. Ἐπειδὴ δὲ ὤφθη μετὰ σαρκὸς ἠγνοήκασιν αὐτοῦ τὴν δόξαν. Πλὴν αἰσχυνθήσονται, φησὶν, εἰ μάθοιεν αὐ τὸν ὄντα δηλονότι τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον. Ἔμαθον δὲ τίνα τρόπον; Αὐτοὶ μὲν γὰρ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἀπεκτείνασι, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἠρνήσαντο, καθάπερ φησὶν ὁ θεσπέσιος Πέτρος. Ἐπειδὴ δὲ τὰ τοῦ θανάτου δεσμὰ διαῤῥήξας τριήμε- ρος ἀνεβίω Χριστὸς, καὶ τοῦτο ἐγνώκασιν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, τότε δὴ, τότε καὶ κατ- ησχύνθησαν, καὶ γοῦν δεδιότες μὴ ἄρα πως ἔκπυστον εἰς ἅπαντας τὸ τῆς ἀναστάσεως γένοιτο μυστήριον, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώταις, καθὰ γέ- γραπται· ἵνα εἴπωσιν ὅτι "6Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν."6 Αἰσχυνθήσονται δὲ καὶ καθ' ἕτερον τρόπον. Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐν τῇ συντε- λείᾳ τοῦ αἰῶνος ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἀγγέλων, τότε καὶ ἐντροπὴν ἕξουσι τὴν ἀμήρυτον, υἱοὶ μὲν ὄντες του νυμφῶνος διὰ τοὺς πα- τέρας, αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, πεμπόμενοι δὲ εἰς τὸ σκότος τὸ ἐξώ- τερον. Ἀπαίδευτον τοίνυν εἰκότως ὀνομάζει λαὸν, καὶ ὅτι ζῆλος αὐτοὺς λήψεται, φησὶ, καὶ ὅτι πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἐπειδὴ γὰρ ἀπόπεμπτοι γεγό- νασιν αὐτοὶ, καὶ ἐκβέβληνται τῆς εἰς Χριστὸν ἐλπί- δος, καὶ ἀπεδείχθησαν μὲν ἀλλότριοι τῶν ἐπαγγε- λιῶν, προσελήφθη δὲ τὰ ἔθνη, ταύτῃ τοι κατατρύχον- ται τῷ ζήλῳ, καὶ οἷον ὑπὸ πυρὸς δαπανώμενοι, τοῦ τῆς βασκανίας δηλονότι διατελοῦσιν οἱ δείλαιοι. Γέ- γραπταί τι τοιοῦτον καὶ ἐν ᾠδαῖς περὶ τῶν ἐξ αἵμα- τος Ἰσραὴλ, ὅτι Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς· παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Κἀγὼ παρα- ζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. 9Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν.9 Ἔθος τοῖς ἁγίοις προφήταις, τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ποιεῖσθαι λιτὰς, ἦσαν μὲν γὰρ φιλόθεοι, καὶ τοῖς εἰς εὐσέβειαν αὐχήμασιν εὖ μάλα κατεστεμμέ- νοι. Ἐπειδὴ δὲ ἅπαξ ἐκ ῥίζης πεφήνασιν Ἀβραὰμ καὶ ἐξ αἵματος τῶν ἁγίων πατέρων ἐπιστυγνάζουσιν ἀναγκαίως ὡς ὁμογενέσι τοῖς ἐξ Ἰσραὴλ ὁρῶντες ἀπ- ολλυμένους διά γε τὴν εἰς Χριστὸν δυσσέβειαν. Ταύ- τῃ τοι καὶ νῦν ὁ μακάριος προφήτης Ἡσαΐας πρόσ- εισι λέγων· "6Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν."6 Εἰ γὰρ χαρίσαιο, φησὶ, τὴν εἰρήνην ἡμῖν, παντὸς ἐσόμεθα πλήρεις ἀγαθοῦ, καὶ ἀπεσχήκαμεν τῶν παρὰ σοῦ χαρισμάτων τελειω- τάτην τὴν μέθεξιν. Καὶ ποίαν αἰτοῦσιν εἰρήνην, ἰδεῖν ἀναγκαῖον· ἢ γὰρ αὐτὸν αἰτοῦσι Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ δι' αὐτοῦ συνήφθημεν τῷ Πατρὶ, δι' οἰκειότητος δὲ, δηλονότι τῆς πνευματικῆς. Ἢ γοῦν ἐκεῖνό φασιν. Οἱ μὲν γὰρ οὔπω πιστεύσαντες, καὶ ἀναπόβλητον ἔχοντες τὴν ἐκ τῆς ἁμαρτίας κηλῖδα, διεστήκασι τοῦ Θεοῦ, καὶ ἐν ἐχθρῶν τάξει νοοῦνται δικαίως, γαῦρόν τε ἔχουσι τὸν αὐχένα, καὶ τοῖς τοῦ ∆εσπότου μάχονται νόμοις. Οἱ δὲ εὐπειθεῖς καὶ εὐήνιοι, καὶ πρὸς πᾶν ὁτιοῦν ἕτοιμοι τῶν αὐτοῖς ἀρεσκόντων φιλαίτατοί τέ εἰσι καὶ εἰρή- νην ἔχουσι πρὸς αὐτόν. Ἀλλ' ἔστι τὸ χρῆμα θεόσδο- τον ἀληθῶς, καὶ διὰ τῆς ἄνωθεν φιλοτιμίας ἐρχόμε- νον. ∆ὸς τοίνυν ἡμῖν, ὦ ∆έσποτα, τὸ εἰρηνεῦσαι πρὸς σὲ, καὶ ἐκ μέσου γενομένης τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἑνωθῆναί σοι πνευματικῶς διὰ μεσίτου Χριστοῦ. Τοιοῦτόν ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον· "6∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου καὶ Σω- τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,"6 οὗ δὴ γεγονότος κτῆσις ἐσόμεθα, καὶ κλῆρος Θεοῦ. Ταύτῃ τοι σοφῶς ἐπενήνε- κται τὸ, Κύριε κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴ- δαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Μονοτρόπους γὰρ εἶναι χρὴ, καὶ Θεῷ μόνῳ κατεζευγμένους τοὺς εἰρη- νεύοντας πρὸς αὐτὸν, ὥστε καὶ αὐτὸν εἰδέναι μόνον, καὶ ἑτέρου παντελῶς ψευδωνύμου Θεοῦ, μηδὲ ἐπὶ γλώττης ὅνομα φέρειν. ∆εῖ γὰρ αὐτὸν ὀνομάζειν μό- νον, ὅτι καὶ μόνος ἐστὶν ἐφ' ἡμᾶς φύσει τε καὶ ἀλη- θείᾳ Θεός. Τοιοῦτόν τι καὶ ὁ τοῦ πανσόφου Μωσέως ἡμῖν ἐπεφώνησε νόμος, "6Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ. Ἀμήν."6 9Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. ∆ιὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώ- λεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς.9 Οἱ μόνον εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὀνομάζοντές τε τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαριθμοῦντες αὐτῷ παντελῶς οὐδένα, λέγοντές τε διὰ τοῦτο, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, συνείρουσιν ἀναγκαίως, τὸ, ὅτι Οἱ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ἐκτός σου δὴ πάλιν. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ τῶν ὅλων δημιουρ- γὸς καὶ Κύριος ζωογονεῖ τὰ πάντα, καὶ ἐν αὐτῷ κι νούμεθα, καί ἐσμεν. Ἀλλ' οὐδὲ ἰατροὶ, φησὶν, οὐ μὴ ἀναστήσωσιν· ἑπομένου καὶ τούτῳ τοῦ ἐκτός σου δη- λονότι. Πάντα γὰρ ἡμῖν παρὰ Θεοῦ, καὶ αὐτοῖς ἐποίη- σεν ἐκ γῆς φάρμακα, κατὰ τὸ γεγραμμένον. Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ γράμμα, φημὶ, καὶ τὸν πρό- χειρόν τε καὶ εἰς τοὐμφανὲς λόγον, ἡ τῶν ἐννοιῶν ἀπόδοσις ἔχοι ἂν ὀρθῶς ὧδέ γε, καὶ οὐχ ἑτέρως. Ἐπειδὴ δὲ χρὴ κατὰ νοῦν ἰέναι τὸν λόγον, καὶ τῆς προφητικῆς ἀκριβείας ἀπογυμνοῦν τὸν σκοπὸν, ἐκεῖνό φαμεν ἀναγκαίως· νεκροί τινές εἰσι καὶ οὐχὶ δὴ πάν- τως κατὰ τὴν σάρκα, νενεκρωμένοι δὲ μᾶλλον ὑπὸ φιληδονίας κοσμικῆς, καὶ ζωὴν οὐκ ἔχοντες τὴν ἁγίαν τὴν ἐν Χριστῷ τε καὶ ἀγγελικήν. Ἀλλ' ἐκτός σου, φη- σὶν, οἱ τοιοῦτοι, οὐκ ἂν μεταλάχοιεν τῆς ζωῆς, ἤτοι τῆς ζωοποιούσης χάριτος. Ἐκτός σου δὲ πάλιν οἱ τῶν ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν οἷοί τε τοὺς ἐναλόντας αὐτοῖς, οἱ καὶ ἰατροὶ πνευματικοὶ νοοῖντ' ἂν εἰκότως· οὐκ ἄν τινα τῶν ἠῤῥωστηκότων ἀναστή- σειαν. Ἰατροὺς δέ φαμεν πνευματικοὺς εἶναι, τοὺς ἁγίους προφήτας, ἀποστόλους τε καὶ εὐαγγελιστάς· οἳ διὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἐν πνεύματι χο- ρηγίας τὸν ἰᾶσθαι δυνάμενον καταπλουτοῦντες λόγον θεραπεύουσι τοὺς τετραυματισμένους ὑπό τε τῆς ἁμαρτίας, καὶ τῆς τοῦ διαβόλου σκαιότητος. Εἰκὸς δὲ δή τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑπαινίττεσθαι λόγον· ὁ γάρ τοι Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἰσο σθενῆ καὶ ἰσοκλεᾶ τῷ Φύσαντι καταδεικνὺς ἑαυτὸν ἀνίστη μὲν ἐκ μνημάτων τοὺς νεκροὺς, τοὺς δὲ ἐν ἐσχάταις ὄντας ἰᾶτο νόσοις. Ἀλλὰ καίτοι τῶν οὕτω παραδόξων ἀποτελεστὴς γεγονὼς οὐ τετίμηται παρὰ τῶν τεθεαμένων· ἐδίωκόν τε καὶ οὕτως αὐτὸν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, καὶ διδάσκαλοι. Ἐπειδὴ τοίνυν ἐκτός σού φησιν, οὐκ ἂν ἴδοιεν ζωὴν οἱ νεκροὶ, σὺ γὰρ εἶ καὶ μόνος ὁ ζωοποιεῖν δυνάμενος, οὐδ' ἂν ἀναστήσειεν ἐκ μνημάτων ἰατρὸς, οὓς ἀνέστησας αὐ- τός· ἠπίστησαν δὲ καὶ μετὰ τοῦτο ἔτι, καὶ ἀκαθέκτως λελυττήκασιν, οὓς ἦν εἰκὸς, καὶ πρό γε τῶν ἄλλων ἔσεσθαι πιστούς· διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Ἐπήγαγες γὰρ τὴν ὀρ- γὴν αὐτοῖς, ἣ καὶ ἀπέκειρεν ἀναγκαίως οὐκ ἄρδην ἅπαντα τὸν Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα· ἀλλὰ πᾶν ἄρσεν αὐτῶν, τοῦτ' ἔστι, τὸ ἡγούμενον τά- γμα. Ἡγεμονικώτατον γὰρ ὡς πρός γε τὸ θῆλυ τὸ ἄρσεν. Ἄῤῥενας δὲ ἀποκαλεῖ ἴσως τοὺς οἱονεὶ νεανι- κωτέρους τῶν Ἰουδαίων, οὐ κατὰ τὴν τοῦ σώματος εὐρωστίαν, κατὰ τὴν γνῶσιν δὲ μᾶλλον τῶν νομικῶν ἐνταλμάτων, τοιοῦτόν ἐστι τὸ πρὸς ἕνα τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· "6Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς αὐτούς."6 Καὶ ἰδοὺ ὁμοθυμαδὸν συν- έτριψαν ζυγὸν, διέῤῥηξαν δεσμοὺς, ὅτι δὲ τὸ προὖχόν τε καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκό- τως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· "6Οὐαὶ ὑμῖν, Γραμ- ματεῖς, καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν, καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλό- τερον ὑμῶν."6 Καὶ πάλιν· "6Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ᾔρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε."6 Κολάζεται τοίνυν εἰκότως τὸ ἄρσεν, τοῦτ' ἔστι, τὸ ἐν ὑπεροχῇ καὶ τίμιον. Καὶ ὡς ἐν ἀνδρείᾳ τῇ πνευμα- τικῇ τότε ἧκον εἰς εἴδησιν τὴν κατὰ τὸν νόμον, οἷς καὶ προστεθῆναι βούλεται κακά. Οὐ γὰρ μόνον ἀπο πεπτώκασι τῆς πρὸς Θεὸν οἰκειότητος ἐμπαροινήσαν- τες τῷ Χριστῷ, ἀλλὰ γὰρ καὶ τῷ λιμῷ δεδαπάνην- ται, καὶ ταῖς ἐντεῦθεν περιπεπτώκασι συμφοραῖς, καταδῃωθείσης αὐτῶν τῆς χώρας, καὶ ἀνατετραμμέ- νης εἰς ἅπαν. Οὓς δὲ εἴρηκεν ἄῤῥενας, τούτους καὶ ἐνδόξους ἀποκαλεῖ ὡς διαπρέποντας δηλονότι, καὶ ὑπερκειμένους τῶν ἄλλων, διάτοι τὸ κατεστέφθαι τοῖς τῆς ἱερωσύνης αὐχήμασιν. Τὸ πᾶν ἄρσεν αὐτῶν θεό- δοτον, καὶ σύμμαχον, κακὰ δὲ τὰ κακωτικά φησιν, ἤτοι τὰς θεηλάτους ὀργὰς, λιμοὺς, λοιμοὺς, πολέμους, καὶ τὰ τούτοις ὅμοια. Ἐνδόξους δὲ τοὺς ἐν κακοῖς περιφανεῖς, καὶ ἐν δυναστείαις περιβοήτους. 9Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μι- κρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡς ἡ ὠδίνουσα ἐγ- γίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκρα- γεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.9 Ἐκ πολλῆς ἄγαν φιλοθείας ὁ μακάριος προφήτης κεκινημένος κατὰ τῶν Ἰουδαϊκῶν τολμημάτων εἰρη- κώς τε ὅτι Πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς, ἵνα μή τις εἶναι νομίζηται τραχύς τε καὶ ἀπηνὴς οὐ κατοικτείρεσθαι μᾶλλον παρακαλῶν τοὺς ἡμαρτηκό- τας, ἀλλ' ἐν θλίψει γενέσθαι καὶ κακοῖς, ἐπήνεγκεν ἀναγκαίως τὸ πεφυκὸς ἅπασι συμβαίνειν, φημὶ δὲ τὸ ἐν θλίψει καὶ ἀνάγκαις διαμεμνῆσθαι φιλεῖν τοῦ πάντα ἰσχύοντος Θεοῦ. Τὸ μὲν γὰρ τῆς εὐθυμίας πλάτος ἀνίησιν ἔσθ' ὅτε πρὸς καταφρόνησιν, καὶ οὐδ' ὅσον εἰπεῖν αἰσθάνεσθαι τῶν πλημμελημάτων αὐτοὺς ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας εἰς τοῦτο γνώμης κατολισθή σαντας. Συνελαύνει δὲ ὥσπερ ἡ θλίψις πρὸς Θεὸν, καὶ εἰς ἐπίγνωσιν ἀναφέρει τῶν διεπταισμένων. Οὐκοῦν ταύτης ἕνεκα τῆς αἰτίας, φησὶν, ἔφην ὅτι, Πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς, ἐπείπερ ἐστὶ κοινὸν ἅπασι τότε δὴ μάλιστά σε ποιεῖσθαι διὰ μνήμης, καὶ τὰ σὰ βουλεύεσθαι, καὶ φρονεῖν, ὅταν συμφοραῖς κοι- νωνήσωσιν. Ἐν γὰρ θλίψει μικρᾷ παιδευόμεθα, οὐκ ἄκρατον οὐδὲ εἰς ἅπαν ἀπηνῆ τὴν τιμωρίαν ἐπάγον- τος τοῦ Θεοῦ, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι τὴν ὀργήν. Οὐκοῦν οὐ μισοῦντος ἦν τοὺς ἡμαρτηκό- τας τὸ θλίψιν ἐπάγεσθαι παρακαλεῖν αὐτοῖς, ἀγα- πῶντος δὲ μᾶλλον καὶ παιδεύεσθαι παρακαλοῦντος αὐτούς· ἵνα ἐπείπερ ἐκ προαιρέσεως ἰδίας καρπὸν οὐκ ἐσχήκασι τὴν εὐσέβειαν, κἂν γοῦν ὡς ἐξ ἀνάγκης περιτρέποιντο πρὸς τοῦτο τῆς θείας ὀργῆς εἰς αἴσθη- σιν κεκλημένοι. Τοιοῦτον, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς τοῦ ∆αβὶδ ὀρθῶς εἰρημένον· "6Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ."6 Ἀλλ' ἐκεῖνοι μὲν ἀφόρητα πεπλημμεληκότες, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ περιπεσοῦνται τῇ θλίψει. Ἡμεῖς δὲ οἱ σοὶ καὶ τὰ σὰ φρονοῦντες καὶ λέ- γοντες διετέθημεν οὐχ ἑτέρως ἐπὶ τῷ ἀγαπητῷ σου, τοῦτ' ἔστι, τῷ Υἱῷ· καθάπερ ἀμέλει, καὶ ὠδίνουσα γυνὴ μονονουχὶ κατακεκραγότες τῶν ἀτιμαζόντων αὐτῶν ὀδυνόμενοί τε διὰ τοῦτο λίαν, καὶ πλείστην ὅσην τῶν ἀπειθούντων αὐτῷ ποιούμενοι τὴν καταβο- λήν. Ἔστι δ' ἀληθὲς ὅ φασι. καὶ γοῦν αὐτὸς ὁ μακά- ριος Ἡσαΐας ταῖς Ἰουδαίων ἀθυροστομίαις ἐπιτιμῶν, ἃς πεποίηνται κατὰ Χριστοῦ· "6Ὑμεῖς δὲ,"6 φησὶ, "6προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι· σπέρμα μοιχῶν καὶ πόρνης, ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶτταν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνο- μον;"6 Καὶ μὴν καὶ ὁ μακάριος ∆αβὶδ περὶ αὐτῶν πού φησιν· "6Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸ νῶτον αὐτῶν διὰ παντὸς σύγκα- ψον."6 Πλεῖστοί τε ὅσοι πρὸς τοῦτο παρὰ τῶν ἁγίων προφητῶν γεγόνασι λόγοι κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς, διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν. 9∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς.9 Οἱ λέγοντες, ἐκ φιλοθεΐας γενέσθαι τῷ ἀγαπητῷ τοῦ Πατρὸς, δῆλον δὲ ὅτι τῷ Υἱῷ, καθάπερ ὠδίνουσα γυνὴ, τῇ τοῦ λόγου τροπῇ νουνεχῶς ἐμμένοντες, ὠδι- νῆσαί τέ φασι καὶ μὴν καὶ εἰληφέναι κατὰ γαστρὸς, καὶ τῆς σωτηρίας τὸ πνεῦμα τεκεῖν ἐπὶ γῆς. Πρέπει δ' ἂν, ὡς ἔφην, ὁ τοιοῦτος λόγος προφήταις τε καὶ ἁγίοις ἀποστόλοις τε καὶ εὐαγγελισταῖς οἳ τῆς ἄνωθεν μυσταγωγίας καταπλουτοῦντες τὴν χορηγίαν καὶ οἷόν τινας νοητοὺς δεχόμενοι σπερματικοὺς ἐκτετόκασι τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, τοῦτ' ἕστι, τὴν ἐν πνεύματι διδασκαλίαν, ἣ καὶ ζωῆς ἐστι τῆς εἰς αἰῶ- νας πρόξενος. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ πνεῦμα πλει- στάκις ὀνομάζειν τάς τινων συγγραφάς. "6Καὶ γοῦν δοκιμάζετε,"6 φησὶ, "6τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν."6 Ἀεὶ γὰρ ἐν ἁγίῳ Πνεύματι τὸ σωτήριον λα- λεῖται κήρυγμα, ἤγουν ἐν πνεύματι κοσμικῷ τὰ ὅσα- πέρ ἐστι τῇ ἀληθείᾳ μαχόμενα. Γράφει γοῦν ὁ θεσπέ- σιος Παῦλος περὶ ἑαυτοῦ τε καὶ τῶν ἄλλων ἁγίων· "6Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν."6 Πνεῦμα τοίνυν σωτηρίας τὸ εὐαγγελικὸν ἀποκαλοῦσι κήρυγμα. Ἀποφέρει γὰρ εἰς ἀμήρυτον ζωὴν καὶ εἰς μακραίωνα βίον. 9Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερ- θήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσον- ται οἱ ἐν τῇ γῇ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.9 Ἀξιάγαστος ἀληθῶς τῶν ἁγίων ἡ νῆψις. Ἐννοοῦσι γὰρ ἀεί πως τὸ ἀντιτετάχθαι δοκοῦν, οἷς ἂν πρὸς ἡμᾶς ποιοῖντο λόγοις. Οὐκοῦν ἐπειδήπερ πνεῦμα σωτήριον ἀποτεκεῖν ἔφασκον τοῖς ἐπὶ τῆς γῆς, κατ ισχύοντα δὲ καὶ μετὰ τοῦτο ἔτι τῶν ἐπὶ γῆς ὁρῶσι τὸν θάνατον, οἱονεί τινος λέγοντος· Τίς ἡ ὄνησις τῶν θείων ἡμῖν κηρυγμάτων; ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα; πίπτουσι γὰρ οἱ ἐπὶ τῆς γῆς· ἀντεπάγουσιν ἀναγκαίως τὴν ἀπολογίαν, καὶ δὴ καί φασιν, Ἀναστή- σονται οἱ νεκροὶ, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μα- κάριος Παῦλος· Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, πλὴν ἀνεβίω τριήμε- ρος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ῥίζα τῶν δι' αὐτοῦ μεταπλαττομένων εἰς ζωὴν, καὶ οἷον ἀρχὴ τῆς ἀνθρώπου φύσεως ἀποδυομένης τὴν φθοράν· καὶ πεπλουτήκαμεν μὲν ἐν ἀκλονήτοις ἐλ- πίσι τὴν εἰς αἰῶνα ζωήν. Ἄραρε δὲ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσονται μὲν οἱ νεκροὶ, καταργηθή- σεται δὲ εἰσάπαν τοῦ θανάτου τὸ κράτος· πλὴν οὔπω παρόντος τοῦ καιροῦ καθ' ὃν ἡ ἀνάστασις· ὑποπίπτει τέως ἡ ἀνθρώπου φύσις, τῷ τεθνάναι δεῖν. Καὶ τὸν ἐν Χριστῷ τέως ἠσθενηκότα, καὶ ἐν ἡμῖν τε αὐτοῖς ἐσόμενον ἀσθενῆ κατὰ καιροὺς ὑπομένει θάνατον. Ἆρ' οὖν ἐκεῖνο, φησὶ, τοῖς παρ' ἡμῶν ἀντιτετάξεται λόγοις, ἤγουν σωτηρίοις κηρύγμασι, τὸ πίπτειν ἔτι τοὺς ἐπὶ τῆς γῆς; Καὶ τί τοῦτό ἐστι; παντελῶς οὐ- δέν. Ἀναβιώσονται γὰρ οἱ νεκροὶ, καὶ τὰ ἐν γῇ καὶ μνημείοις σώματα παλινδρομήσει πρὸς ζωήν. Καὶ τίς ἂν γένοιτο τοῦδε δὴ πάλιν ὁ τρόπος; Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστι. Καὶ δρόσον ἐν τούτοις ἀποκαλεῖν ἐγνώκασι τὴν ζωοποιὸν τοῦ πνεύματος ἐνέργειάν τε καὶ δύναμιν, δι' ἧς ἐγερθήσεσθαι τοὺς νεκροὺς ὁ μακάριος ἔφη ∆αβίδ. Ψάλλει γάρ που πρὸς Θεὸν, καί φησιν· "6Ἀποστρέψαντος γάρ σου τὸ πρόσ-ωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπι- στρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτι- σθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς."6 ∆ρόσος οὖν ἄρα ζωοποιὸς τὸ Πνεῦμα παρὰ Πατρὸς δι' Υἱοῦ, καὶ αὐτοῖς τοῖς ἐκ γῆς σώμασιν ἐνιεῖσα τὴν ἀφθαρσίαν. Ἀλλ' οἱ μὲν ἐν γῇ πεσόντες ἀναβιώσονται, ἡ δέ γε τῶν δεδυσσεβηκότων γῆ πεσεῖται, καὶ τοῦτο παθεῖν συνέβη τῇ τῶν Ἰουδαίων χώρᾳ· πεπαρῳνή- κασι γὰρ εἰς Χριστὸν, καὶ εἰς τοὺς ἁγίους μυσταγωγοὺς, καίτοι τὸ τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ τῆς γῆς. 9Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου τόπου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἀνα καλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύ- ψει τοὺς ἀνῃρημένους.9 Τὸ τοῦ Θεοῦ πρόσωπον ἐν τούτοις ἡμῖν εἰσκομίζε- ται τῶν ἁγίων τὸν νοῦν ἐπαλείφοντος εἰς τὸ θληπα- θές. Ἐπειδὴ γὰρ ἔμελλον, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν τὸ τῆς σωτηρίας ποιοῦντες πνεῦμα, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν ἱερουρ- γοῦντες κήρυγμα, δεινοῖς τε καὶ ἀφορήτοις πειρασμοῖς περιπεσεῖσθαι, καὶ αὐτὸν δὲ τὸν ἐπὶ ψυχῇ καὶ αἵματι κίνδυνον ὑπομεῖναι· ταύτῃτοι καὶ μάλα εἰκότως κα- τανεανιεύεσθαι φιλεῖν τῶν τοιούτων αὐτοὺς ἀναπεί- θει, λέγων· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου. Εὐφυέστατα δὲ καὶ εὐφήμως ἄγαν ἀποκαλεῖ τὰ ταμιεῖα τάχα που τὰ ἐν τῇ γῇ μνήματα· καὶ δὴ καὶ ἐν ἴσῳ τοῖς ἀληθῶς ἀποκρυπτομένοις ἀποκλείει τὰς θύ- ρας, καὶ διαλανθάνει ἀνέχεσθαι βραχὺ, ἕως ἂν παρ- έλθῃ ἡ ὀργὴ Κυρίου. Εἴρηται μὲν γὰρ τῇ τοῦ γέ- νους ἀρχῇ, τοῦτ' ἔστι, τῷ Ἀδάμ· "6Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·"6 καὶ ἐπάρατος ἦν διὰ τὴν παράβασιν ἡ ἀνθρώπου φύσις· ταύτῃτοι καὶ ὑπενήνεκται τῇ φθορᾷ. Λυθήσεται δὲ τὰ ἐκ θείας ὀργῆς ἐπενηνεγμένα. Καὶ τοῦτο εἰς ἅπαν κατὰ τὸν τῆς συντελείας καιρὸν καταργουμένου θανάτου, καὶ τῆς τοῦ διαβόλου τυραν- νίδος ἀνῃρημένης, καὶ τῆς ἁμαρτίας ἐκβεβοθρωμένης. Οὐκοῦν ἀποκρύβηθι, φησὶν, ὦ λαός μου, καὶ ἀνάσχου βραχὺ καὶ ὅσον ὅσον, ἕως ἂν ὁ ἐξ ὀργῆς Κυρίου θάνα- τος παρελάσῃ, καὶ ὁ τῆς ἁπάντων ἀναστάσεως ἀνα- δειχθείη καιρός. Εἰ γὰρ καὶ πάθῃς, φησὶ, τὸ τεθνάναι τυχὸν, τῆς τῶν μισούντων σκαιότητος ἐπιῤῥιπτούσης καὶ τοῦτο τοῖς ἁγίοις μυσταγωγοῖς, ἀλλ' οὖν ὁ πάν- των ∆εσπότης ἐποίσει τὴν κόλασιν τοῖς ἀνῃρηκόσιν ἁγίους. Ἐπάγει γὰρ ἀπὸ τοῦ ἁγίου Κύριος τὴν ὀρ- γὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὅμοιον τοῦτό ἐστιν ἐκείνῳ· "6Καὶ ἔβρεξε γὰρ Κύριος παρὰ Κυρίου ἐπὶ Σόδωμα πῦρ καὶ θεῖον."6 Οὐκοῦν ὁ Υἱὸς ἀπὸ τοῦ ἁγίου [ηυμφρεδ. Πατρὸς] Πνεύματος ἐποίσει τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὡς γὰρ αὐτός πού φησιν· "6Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα."6 Ἐν- στάντος δὲ τοῦ καιροῦ, καθ' ὃν ἡ ὀργὴ τοῖς ἀνόσια πεπλημμεληκόσι κατὰ τῶν ἡγιασμένων ἐπενεχθήσε- ται, τὸ αἷμα αὐτῆς ἀνακαλύψει ἡ γῆ, καὶ οὐ κατα- κρύψει τοὺς ἀνῃρημένους, τοῦτ' ἔστι, πᾶν ὅπερ πέ- πτωκεν εἰς γῆν αἷμα τοῦτο ἔσται φανερὸν ἀποκρυβή- σεται οὐδεὶς, ἤγουν εἰς ἀλήθειαν οἰχήσεται τῶν ἠδι- κημένων. Μεμνήσεται γὰρ ἁπάντων ὁ ∆ημιουργὸς, καὶ οὐδεὶς ἔσται παντελῶς τῶν ἀδίκως ἀνῃρημένων, ὃς οὐκ ἔσται γνώριμος, καὶ ἐν μνήμῃ Θεοῦ. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα.9 Ἐπενεχθήσεσθαι τὴν ὀργὴν τοῖς ἠσεβηκόσι, καὶ ἀπεκτονόσιν αὐτοὺς, εὖ μάλα διειρηκὼς συναναιρε- θήσεσθαι τοῖς ἑαυτοῦ τέκνοις, καὶ αὐτὸν ἔφη τὸν Σατανᾶν· οὗ τοῖς στρατηγήμασιν εἴκοντες κατεστρά- τευον τῶν ἁγίων οἱ τοῖς παρ' αὐτῶν κηρύγμασιν ἀντεξάγοντες. Κατ' ἐκεῖνο γὰρ, φησὶ, τοῦ καιροῦ, καθ' ὃν ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς τὴν ἁγίαν τε καὶ τομωτάτην, καὶ μεγάλην μάχαιραν, τὸν παναλκῆ καὶ ἀκαταγώνιστον, τοῦτ' ἔστι, τὸν μονογενῆ Λόγον, ἐπάξει ὁ Πατὴρ ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα· ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δρά- κοντα. ∆ράκοντά τε καὶ ὄφιν ὀνομάζει τὸν Σατανᾶν. Πικρὸς γὰρ καὶ ἰοβόλος, καὶ πρός γε τοῦτο δειλός. Ἀεὶ γὰρ φεύγειν ἔθος αὐτῷ. ∆εινὸς δέ ἐστι καὶ φιλοκακοῦργος. Σκολιοδρομεῖ γὰρ ὥσπερ τὸ θηρίον, πλὴν ἀναιρεθήσεται· καὶ γὰρ ἀπρακτήσει λοιπὸν, μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, ποινὴν ἀνατλὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, ἔργον τε τῆς εἰς αἰῶνα φλογὸς μακράν τε καὶ ἀτελεύτητον ὑπομένων κόλασιν. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς, ἐπιθύμημα ἐξάρχειν κατ' αὐτοῦ. Ἐγὼ πόλις ὀχυρὰ, πόλις πολιορκουμένη· μάτην ποτιῶ αὐτήν. Ἁλώσεται γὰρ νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος.9 ∆ιαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς διὰ πίστεως σεσαγηνευμένοις λόγον, καὶ ὅτι χρίσονται μύρῳ, καὶ πίονται οἶνον ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σαφέστατα διειπών· ὄρος δὲ εἶναί φαμεν τὴν Ἐκκλησίαν· προσεπαγαγών τε ὅτι καὶ ἐκδίκησις ἔσται τῶν ἀνῃρημένων δι' εὐσέβειαν, καὶ μὴν ὅτι τῇ ἁγίᾳ, καὶ μεγάλῃ μαχαίρᾳ πάντη τε καὶ πάντως ὁ ἀποστάτης ἀπολεῖται δράκων, ἀνακομίζει τὸν λόγον ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἀμαθίας τοῖς ἐξ αἵματος τοῦ Ἰσραήλ. Κατ' ἐκεῖνο γὰρ, φησὶ, τοῦ και- ροῦ, καθ' ὃν ἀπαράδεκτον τὴν εἰς Χριστὸν ποιήσονται πίστιν· Ἐγὼ ὁ ἀμπελὼν ὁ καλὸς, οὗ καὶ τὸ κατάρ- χειν ἐπιθύμημα φαίη τις ἄν· ἐγὼ ἡ πόλις ἡ ὀχυρά· πεποίηται γὰρ οὕτως ὡς ἀπό γε τῆς Ἱερουσαλὴμ ὁ λόγος· Ἔσομαι πόλις πολιορκουμένη. Εἶτα τὸ τοῦ Θεοῦ πρόσωπον ὁ προφήτης ἡμῖν εἰσκομίζει, λέγων, ὅτι Μάτην ποτιῶ αὐτήν. Εἰ γὰρ καὶ γέγονε, φησὶν, ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραὴλ, κατὰ τὴν Ἱερε-μίου φωνὴν, ἀλλ' ἐποίησεν ἀκάνθας, καὶ ἀνόνητον ἐφ' ἑαυτῇ τὴν διὰ τοῦ νόμου παράκλησιν ἐποιήσατο. Μάτην οὖν ἄρα πεπότικέ τε αὐτὴν διὰ τοῦ πάλαι νόμου, κἂν εἰ ποτίσειεν ἔτι δι' εὐαγγελικοῦ κηρύγμα- τος, ἀνωφέλητος καὶ οὕτως ὑπομενεῖ. Τί τοίνυν ἐν- τεῦθεν συνέβη παθεῖν αὐτήν; Ἁλώσεται νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος. Ἐπειδὴ γὰρ αὐτὴν πόλιν ὠνόμασεν ἰσχυρὰν, καὶ μέντοι πολιορκουμένην, ἀνα- λόγως τῇ τῶν νοημάτων ἀκολουθείᾳ ἁλῶναί τέ φησιν αὐτὴν, καὶ μὴν ὅτι καὶ τὸ τεῖχος πεσεῖται διισχυρί- ζετο. Τὸ δέ γε νυκτὸς μὲν ἁλῶναι καὶ ἐν ἡμέρᾳ δὲ πεσεῖσθαι τεῖχος, ἔοικέ τι τοιοῦτον ὑποδηλοῦν. Εἴ- ληπται μὲν γὰρ, ἤτοι πεπόρθηται, καθάπερ ἐν ἀχλύϊ καὶ σκότει γεγενημένη διά τοι τὸ μὴ ἀνασχέ- σθαι λέγοντος τοῦ Χριστοῦ "6Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ."6 Ἐπειδὴ δὲ τῶν παρ' αὐτοῦ λόγων ὀλίγα πεφροντικότες διατετελέκασιν, οἱ δείλαοι κατελήφθη- σαν ὡς ἐν σκότῳ. Κατεκράτησε γὰρ αὐτῶν ἡ ἁμαρ- τία. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Χριστοῦ πρὸς αὐτοὺς εἰρημένον· "6Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε."6 Ἥλω τοιγαροῦν, καὶ ἀπομεμένηκεν ἐν ἁμαρτίαις· πέπτωκε δὲ τεῖχος ὡς ἐν ἡμέρᾳ, τοῦτ' ἔστιν, ἐναργῶς τε καὶ ἐμφανῶς, τῆς παρὰ Θεοῦ πε ριβολῆς ἐστέρηται. Τοιοῦτόν τί φησι καὶ ἐν ἀρχαῖς ὁ μακάριος προφήτης Ἡσαΐας· "6Ὁ γὰρ ἀμπελὼν Κυ-ρίου Σαβαὼθ, ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπη- μένον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας."6 Εἶτα προσεπάγει· "6Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖ- χον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνα μου καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν."6 Ὁρᾶς ὅπως ἐστὶν ἀληθὲς ὅπερ ἔφην, τοῦτ' ἔστι τὸ, Μάτην ποτιῶ αὐτήν. Οὐ γὰρ δέδωκεν ἔτι τὸν νοητὸν ὑετὸν τοῖς ἐξ Ἰσραήλ· καθεῖλε δὲ τὸν φραγμὸν αὐτοῦ, καὶ πρός γε τούτῳ τὸν τοῖχον. Καὶ φραγμὸν μὲν ἴσως τὰς ἐκ τῶν ἀγγέλων ἐπικουρίας ἀποκαλεῖ· τοῖχόν γε μὴν ἄληπτόν τε καὶ πεπηγότα τῆς παρ' ἑαυτοῦ δυνάμεως τὴν περιβολήν. Ὄρη γὰρ, φησὶ, κύ- κλῳ αὐτοῦ, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐὰν δὲ λέγῃ τὸ, "6πέπτωκεν,"6 οὐχὶ πάντως ὅτι καὶ κατεκο- μίσθη δηλοῖ, ἀλλ' ὅτι μᾶλλον ἀφῄρηται. Μεμένηκε γὰρ ἀνεπικούρητος ὁ Ἰσραὴλ, καὶ τῆς ἄνωθεν φειδοῦς καὶ ἀγάπης ἀμέτοχος παντελῶς. 9Οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; ∆ιὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν.9 Πεπολιόρκηται μὲν ἡ τῶν Ἰουδαίων χώρα μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οἱ ἐκ παντὸς ἔθνους συναγηγερμένοι, τοῦτ' ἔστιν, ἡ πανσθενὴς τῶν Ῥω- μαίων στρατιὰ κατεξανέστησαν ἀνδρικῶς τοῦ τῶν Ἰουδαίων ἔθνους. Πεπόρθηται δὲ καὶ ἑτέρως, νοητῶς δηλονότι, καὶ κεκρυμμένως· δέδοται γὰρ εἰς κατα- πάτημα τοῖς ἀκαθάρτοις πνεύμασιν. Εἰ γὰρ ἐστέρη- ται τοῦ φραγμοῦ, καὶ τὸ σῶζον αὐτὴν ἀφῄρηται τεῖχος, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι γέγονε νομὴ τῶν νοητῶν θηρίων; Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ ∆αβὶδ περὶ αὐτῆς εἰρημένον πρὸς τὸν τῶν ὅλων Σω- τῆρα Χριστόν· "6Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐ- τῆς, καὶ τρυγῶντες αὐτὴν πάντες οἱ παραπορευό- μενοι τὴν ὁδόν;"6 Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ ὄνος ἄγριος κατενεμήσατο αὐτήν. Ἦ γὰρ τὰ πολύτροπα διὰ τούτων σημαίνει πάθη ὑφ' ὧν κεκρά- τηται τῶν Ἰουδαίων ὁ νοῦς· ἀλογίαν μὲν τὴν ἐσχάτην τοῦ ὅνου σημαίνοντος· ἡδονήν γε μὴν τοῦ ὑός. Ὅτι οὖν γέγονεν εὐάλωτος παντὶ τῷ καταδηοῦν ἐθέλοντι τοῦτο διδάσκει, λέγων· Οὐκ ἔστιν ἢ οὐκ ἐπελάβετο αὐτῆς, οὐ γάρ ἐστι χεὶρ ἤτοι δύναμις, ἢ ἀνθρώπων ἢ πονηρῶν πνευματῶν ἥτις οὐκ ἐπελάβετο αὐτῆς. Ἀλλ', ὦ ∆έσποτα, φαίη τις ἂν ἴσως· οὐ γὰρ ἔσωζες ὡς σὸν ὄντα λαὸν, οὐκ ἐφρούρεις αὐτὴν, καὶ τεῖχος ἦσθα τὸ παναλκές. Ναὶ, φησὶ, πεφρούρηκά τε καὶ περιβέβληκα τῇ παρ' ἐμαυτοῦ χάριτί τε καὶ εὐσθε- νείᾳ· ἀλλ' ἦν ἀναγκαῖον φρουρεῖσθαι τότε καρπὸν ἔχοντα τὸν ἐκ νόμου. Ἐπειδὴ δὲ λοιπὸν κατεκομίσθη εἰς τοῦτο, φησὶν, ἀθλιότητος, καὶ ἀφιλεργίας πνευμα- τικῆς, ὡς καρπὸν ἔχειν τὸν ἐξ ἀρετῆς οὐδένα· ἔοικε δὲ καλάμῃ ψιλῇ καὶ ἀκάρπῳ· τίς με θήσει φυλάσσειν αὐτόν; Ποῖον γάρ ἐστι τὸ ἐκ τῆς ἀσφαλείας ὄφελος, εἰ καρπῶν ἐρήμη γέγονεν ἀγαθῶν; τίς οὖν ἀναπείσει με; Τοῦτο γὰρ τὸ "6Θήσει"6 δηλοῖ φυλάσσειν καλάμην ἐν ἀγρῷ. Ἀλλὰ γὰρ πῶς εἰς τοῦτο ταλαιπωρίας ἐκβέ- βηκεν ἀπολογεῖται λέγων· ∆ιὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Καταδείκνυσιν ἐν τούτοις μονονουχὶ καὶ δακτύλῳ τὴν Ἱερουσαλήμ. Καὶ ἐπειδήπερ, φησὶ, γέγονέ μοι πολεμιωτάτη, ταύτῃτοι καὶ μάλα εἰκότως ἠθέτηκα αὐτήν. Οὐχ ἑτέραν τοίνυν πολεμίαν ἐν ἑαυτῷ γενέσθαι, φησὶν, ἀθετῆσαί τε πάλιν ἑτέραν, αὐτὴν δὲ μᾶλλον τὴν Ἱερουσαλὴμ, ὡς πολεμίαν κα- ταδείκνυσι, καὶ ἠθετεῖσθαί φησιν, ἀποβεβλημένος δηλονότι τῆς πρὸς αὐτὸν οἰκειότητος πνευματικῆς. Ἔφη γὰρ πρὸς αὐτήν· "6Ποσάκις ἠθέλησα ἐπισυν αγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή- σατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος."6 9Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος ὁ Θεὸς πάντα ὅσα συνέταξε. Κατακέκαυμαι, βοήσονται πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.9 Ἐπειδὴ γὰρ γέγονε πολεμία, φησὶ, καὶ ἀντέστη τῷ σώζοντι, καὶ πεπολέμηκεν ὡς ἐχθρῷ τῷ καλοῦντι πρὸς ζωὴν, διὰ τοῦτο πάντα ὅσα συνέταξε, τοῦν ἔστιν, ὥρισέ τε καὶ γενέσθαι βεβούλευται, διεκόμισεν εἰς πέρας. Καὶ τίνα ταῦτά ἐστι; Τὸ ἠθετῆσθαι πάν- τως που, τὸ μηκέτι σχεῖν τὸν νοητὸν ὑετόν. Τὸ ὑπο- μεῖναι τὴν πολιορκίαν, τὸ ἐν ἐνδείᾳ γενέσθαι τῆς ἄνωθεν εὐμενείας, καὶ περιβολῆς. Ἐμπέπρησται γὰρ καὶ εἰς ἀχρειότητα κατεκομίσθη παντελῆ. Καὶ κατακέκαυμαι, βοήσονται πάντες, φησὶν, οἱ κατοι- κοῦντες ἐν αὐτῇ. Κἂν εἰ βούλοιτό τις ἱστορικώτερον τοῖς προσκειμένοις προσβαλεῖν, κατεμπρησθεῖσαν εὑ- ρήσει τὴν Ἱερουσαλήμ. Εἰ δὲ δὴ καὶ καθ' ἕτερον τρόπον, ὁ ἐμπρησμὸς ἐν τούτοις τὴν εἰσάπαν ἀχρειότητα δη- λοῖ. Καὶ τὸν ὁλοτρόπως ἐπιῤῥιφέντα τοῖς Ἰουδαίοις ἀφανισμὸν, μονονουχὶ τῆς θείας ὀργῆς καταπιμ- πράσης αὐτοὺς, καὶ χοῦν οἷά περ καὶ σποδιὰν ἀπο- φαίνοντος. Τοιοῦτόν τί φησι καὶ ὁ θεσπέσιος προ- φήτης Ἱερεμίας ὡς πρός γε τὴν Ἱερουσαλήμ· "6Ἐλαίανὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· ἀνήφθη πῦρ ἐπ' αὐτὴν, μεγάλη ἡ θλίψις ἐπ' αὐτήν."6 Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς. Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀν- θρώπου ψυχὴν, τὸ ἀποφοιτῆσαι Θεοῦ, καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ' αὐτοῦ χάριτος, καὶ ἐπικουρίας. "6Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρα Θεοῦ ζῶντος,"6 καὶ καθά φησιν ὁ Μωσῆς, "6Ὁ Θεὸς ἡμῶν πῦρ κατ- αναλίσκον ἐστίν."6 9Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ. Βλαστήσει, καὶ ἐξ- ανθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκου- μένη τοῦ καρποῦ αὐτοῦ.9 Ὡς τῶν Ἰουδαίων ἀπειρηκότων τὴν εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἀγάπην τε καὶ πίστιν, ὡς ἀπολακτίσαντος μὲν τοῦ ἠγαπημένου, μεταστήσαντος δὲ τὴν κλῆσιν ἐπὶ τὰ ἔθνη, καὶ τοὺς ἐκ περάτων τῆς ὑπ' οὐρανὸν σαγηνεύοντος τοῦ Χριστοῦ διὰ τῶν ἁγίων ἀποστόλων, ὁ μακάριος προφήτης τοῖς ἁπανταχόθεν λαοῖς σοφὸς προαναφαίνεται σύμβουλος, καί φησι πρὸς αὐτούς· Ἀποπεφοίτηκε μὲν ὁ Ἰσραὴλ, ἀπελά-κτισεν ὁ πρωτότοκος, ἀρνεῖται τὴν πίστιν, δεδυσσέ- βηκεν εἰς τὸν λυτρωτήν· ἀλλ' ἡμεῖς οἱ ἐρχόμενοι, τοῦτ' ἔστιν, οἱ μέλλοντες ἥξειν κατὰ καιρούς· ἥξειν δὲ δὴ πάντως ὡς ἀπὸ σκότους εἰς φῶς, ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν· ποιήσωμεν εἰρήνην αὐτῷ, τοῦτ' ἔστι, τὴν ἀρχαίαν καταλύσαντες ἔχθραν, εἰρηνεύσωμεν πρὸς τὸν Θεόν. Ἀνῃρημένης γὰρ τῆς ἁμαρτίας καὶ κατηργημένου τοῦ Σατανᾶ, καὶ οὐδε- νὸς ὄντος ἔτι διακωλύοντος, τοῦ διϊστάντος καὶ χω- ρίζοντος ἡμᾶς ἀπὸ Χριστοῦ, συναινέσωμεν τοῖς αὐ- τοῦ θεσπίσμασιν· ἀκολουθήσωμεν οἷς ἂν βούλοιτό τε καὶ λέγοι, ὑπαγάγωμεν τὸν αὐχένα τοῖς Εὐαγγελι- κοῖς κηρύγμασι· ποιήσομεν γὰρ οὕτω τὴν πρὸς αὐ- τὸν εἰρήνην. Τοιοῦτό τί φησι καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις· "6∆ικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυ- ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ."6 Παρακαλέσας τοίνυν τοὺς ἐρχομένους, περὶ ὧν καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "6Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,"6 μεθ- ίστησι τὸν λόγον ἐπ' αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ὅτι κατακτήσονται τῷ Θεῷ τὴν ὑπ' οὐρανὸν, ἐν- νενοηκὼς, ἤτοι μεμαθηκὼς διὰ τοῦ ἁγίου Πνεύματος ἀνασκιρτᾷ τρόπον τινὰ, καί φησιν ἐκ πολλῆς ἄγαν τῆς περιχαρείας· Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξ ἀνθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Γεγόνασι μὲν γὰρ ἐξ αἵματος Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, οἱ θεσπέσιοι μαθηταί. Ἐπειδὴ δὲ ἐξ ἠοῦς εἰς ἑσπέραν, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, κέκληται πρὸς ἐπίγνωσιν τῶν ἐθνῶν ἡ πληθὺς, καὶ καθά φησι τῆς προφητείας ὁ λόγος, ἐνεπλήσθη ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Καὶ τίνος ἄρα; Ἢ δηλονότι τοῦ Ἰσραὴλ, τοῦτ' ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες· χαρὰν δὲ αὐτοὺς καὶ στέφανον ὁ θεσπέσιος ὠνόμασε Παῦλος· καύχημα γὰρ ἀληθῶς καὶ δόξα τῶν ἁγίων μυσταγω- γῶν οἱ δι' αὐτῶν σεσωσμένοι. 9Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πλη- γήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθή- σεται; Μαχόμενος, καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς.9 Ἕπεται σφόδρα τοῖς εἰρημένοις ἡ τῶν προκειμέ- νων διάνοια· καὶ κατὰ τίνα δὲ τρόπον ἐροῦμεν ὡς ἔνι. Ἔφημεν γὰρ ὅτι τέκνα Ἰακὼβ βλαστήσει καὶ ἐξανθήσει, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρ- ποῦ αὐτοῦ. Ἀλλ' ὥσπερ τινὸς ἀντεγειρομένου τε καὶ λέγοντος· Καίτοι δεδυσσέβηκεν οὐ μετρίως ὁ Ἰσραήλ· σκληρὸς γὰρ γέγονε καὶ δυσάγωγος, καὶ ἀπέκτονε μὲν ἁγίους, ἐπεπήδησε δὲ δικαίῳ παντὶ καὶ προ- φήτῃ, καὶ αἱμάτων ἔχει τὴν χεῖρα μεμεστωμένην· εἶτα πῶς ἐξανθήσει πάλιν, καὶ ὡς γεγονότος τῶν ἐκτόπων οὐδενὸς ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ; πρὸς δὴ τὰ τοιάδε φησὶν ὁ προφή- της· Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πλη γήσεται; Ἢ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Ἐχρήσατο μὲν γὰρ, φησὶ, κατὰ τῶν ἁγίων ἀκράτῳ θυμῷ, καὶ ἀχαλίνοις ὁρμαῖς ἀνεῖλεν αὐτοὺς ὡς κατ' οὐδένα τρόπον οἰκτείρειν εἰδώς. Ἆρ' οὖν ἰσοῤῥόποις ὀργαῖς, καὶ ἰσοστάθμῳ δίκῃ κεχρήσεται κατ' αὐτῶν ἡ τῆς ἡμερότητος πηγὴ, καὶ οὕτως αὐτοὺς ἀνελεῖ, καθὰ καὶ αὐτοὶ τοὺς ἁγίους, ἀνῃρήκασιν; Ἢ νικήσει μᾶλλον ὡς Θεὸς, καὶ οὐκ εἰσάπαν ἀποκερεῖ τὸν ἠγαπημένον, καὶ ἀπόλεκτον γεγονότα ποτὲ διὰ τοὺς πατέρας; Τοιοῦτόν τί ἐστι τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· "6Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαικαὶ ὡς Σεβωεὶμ μετεστράφη ἡ καρδία μου ἐν τούτῳ. Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος."6 Ἔδει γὰρ, ἔδει Θεὸν ὄντα, καὶ οὐκ ἄνθρωπον καθ' ἡμᾶς, καὶ προὔχειν ἐν ἡμερότητι, καὶ ὥσπερ ἐστὶ κατὰ φύσιν ἐπέκεινα παντὸς γενητοῦ, οὕτως ὑπερκεῖσθαι καὶ ὑπερέχειν τὸν ἐπὶ τῆς γῆς, καὶ κατά γέ φημι τὴν φιλανθρωπίαν. Οὐκοῦν ἐξανθήσει μὲν Ἰσραὴλ, ἐμπλησθήσεται δὲ καὶ ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, κατά γε τὸν ἤδη προ- αποδοθέντα λόγον. Οὐ γὰρ οὕτως ἀναιρεθήσεται, φησὶ, καθὰ καὶ αὐτὸς ἀνεῖλεν, οὕτε μὴν ἐν ἴσῳ πα ταχθήσεται τρόπῳ, κἂν εἰ ἐπάταξεν αὐτὸς τοὺς ἁγίους ἀγρίῳ θυμῷ κατεθηγμένος. Ποῖον οὖν ἄρα τὸ μέτρον τῆς ἐπ' αὐτοῖς κινήσεως; Μαχόμενος, φησὶ, καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· τὸ, "6Ἐξαποστελεῖ"6 νο- ήσας ἀντὶ τοῦ, Τῆς πρὸς ἑαυτὸν οἰκειότητος ἀποπέμψε- ται. Τοῦτο πέπραχεν ὁ Σωτήρ· ἀπόπεμπτον γὰρ ἐποίησε τὸν Ἰσραήλ. Μαχόμενός τε καὶ ὀνειδίζων, τὸ δὲ Μα- χόμενος ἀντὶ τοῦ ἐπιπλήττων τεθείημεν. Ἐπιπλήτ- των γὰρ Ἰουδαίοις, καὶ μέντοι καὶ ὀνειδίζων ἔφα- σκεν ὁ Σωτήρ· "6Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτε-νοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλ- μένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγα- γεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ἐπὶ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος."6 Τοῦτο γὰρ ἦν καὶ ἕτερον οὐδὲν, ἢ τὴν ἀπ' αὐτῶν ἀποφοίτησιν οὐκ εἰς μακρὰν ἔσεσθαι διατεινομένου. Οὗ δὴ γεγονότος ἀπόλωλεν ὁ Ἰσραὴλ, εἰ καὶ σέσωσται τὸ κατάλειμμα, καθὰ καὶ αὐτός φησιν Ἡσαΐας· "6Καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται."6 9Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκλη- ρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;9 Ὅρα τὸν προφήτην ἐν τούτοις ἁγιοπρεπεῖ παῤῥησίᾳ χρώμενον, διελέγχοντά τε τὸν Ἰσραὴλ ὅτι πεπολέμη- κεν ἁγίους· καὶ μελέτην ἐποιήσατο, τὸ, οἱονεὶ σκληρῷ τε καὶ ἀνημέρῳ πνεύματι χρώμενον ἀναιρεῖν αὐτοὺς, καὶ ἀτίθασσον αὐτοῖς ἐπαφιέναι τὸ φρόνημα. Εἰ τοί- νυν λέγοιμι, φησὶν, ὅτι αὐτὸς ἀνεῖλε, καὶ ἐπάταξε, οὐ ψευδομυθία τὸ χρῆμα πόθεν, ἀληθὲς δὲ μᾶλλον ἀναφανεῖται τὸ εἰρημένον. Ὁ γὰρ Ἰσραὴλ οὐ σὺ ἦσθα ὁ μελετῶν, ἤγουν εἰωθὼς πνεύματι μὲν, ὡς ἔφην, κεκλῆσθαι σκληρῷ, κατεπιφύεσθαι δὲ θηριοπρεπῶς τῶν ἀπεσταλμένων παρὰ Θεοῦ; Κἂν ἀρνήσῃ, φησὶν, αὐτὸν παροίσω μάρτυρα τὸν τῶν ὅλων κριτήν. Ἔφη γάρ που Χριστὸς πρὸς αὐτούς· "6Τίνα τῶν προφητῶν οὐ κατέκτειναν οἱ πατέρες ὑμῶν; ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ."6 9∆ιὰ τοῦτο ἀφεθήσεται ἡ ἀνομία Ἰακὼβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μα- κράν.9 ∆ιὰ μέσου προστρίψας ὁ μακάριος προφήτης τὸν κατά γε τῶν δεδυσσεβηκότων εἰς τοὺς ἁγίους προ- φήτας ἔλεγχον, ἔχεται πάλιν τῆς τῶν νοημάτων ἀκο- λουθίας, καί φησιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· ∆ιὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. ∆ιὰ τοῦτο· Ποῖον; Ἐπειδὴ γὰρ οὐχ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεται, οὔτε μὴν ὡς αὐτὸς ἐπάταξεν οὕτω πληγήσεται, τῆς ἐνούσης γαληνότητος τῷ Θεῷ νικώ- σης ἀεὶ τὰς ἀνθρωπίνας μικροψυχίας, καὶ οὐχὶ πάν- τη τε καὶ πάντως τοῖς ἐπὶ γῆς πλημμελήμασιν ἰσοπα λεῖς τὰς δίκας ἐπάγοντος, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι τὴν ὀργήν. Ταύτῃτοί φησιν· Ἀφαιρεθή- σεται ἡ ἀνομία Ἰακὼβ, τοῦτ' ἔστι, τεύξεται φιλαν θρωπίας, ἀνήσει δὲ αὐτῷ κατὰ καιροὺς τὰ ἐγκλή- ματα, ἀπαλλάξει καὶ αὐτῶν αἰτιαμάτων· καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ. Ἐπηγγείλατο μὲν γὰρ τῷ Ἀβραὰμ λέγων· "6Ἢ μὴν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου."6 Ἀλλ' οὐκ ἂν ηὐλογήθη κατὰ ἀλήθειαν ὁ θεσπέσιος Ἀβραὰμ, οὐδ' ἂν ἐπληθύνθη τὸ σπέρμα αὐτοῦ, ἀναλόγους τοῖς ἡμαρτημένοις ἐξαι- τουμένων τὰς δίκας τῶν ἐξ αἵματος αὐτοῦ. Ἐπειδὴ δὲ καίτοι πεπραχότες τῶν ἀγαθῶν οὐδὲν, μᾶλλον δὲ κατενηνεγμένοι πρὸς ἀνοσιότητα τὴν ἐσχάτην, πε- πλουτήκασι καὶ αὐτοὶ τὴν ἄφεσιν, τετήρηταί τε καὶ διαβέβηκεν εἰς αὐτοὺς ἡ τῆς εὐλογίας ὑπόθεσις. Ὅταν τοίνυν ἀφέλωμαι, φησὶ, τὴν ἁμαρτίαν αὐτοῦ οὗτος ἔσται τῆς εὐλογίας ὁ τρόπος αὐτῷ. Ἐναργῆ δὲ καθίστησι τὸν καιρὸν καθ' ὃν ἔσται καὶ αὐτὸς τῶν πλημμελημάτων ἐλεύθερος. Ὅταν γὰρ, φησὶν, οἱ διὰ τῆς πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Θεοῦ τῆς ἀρχαίας καταστρατεύσονται πλάνης, ὅταν ἐκ μέσου γένωνται βωμοὶ, καὶ τεμένη, καὶ ὁ τῶν εἰδώλων ἐσμὸς, ὅταν πυρὶ δαπανήσωσι τοὺς τοῖς ἀψύχοις εἰδώλοις ἐκπεπονημένους ναούς· ὅταν ἐκκόψωσι τὰ δένδρα αὐτῶν, καὶ πρός γε τούτοις τὰ χειροποίητα, καθάπερ τινὰ δρυμόν· τότε δὴ τότε ἀνήσει Θεὸς καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ τὰ διεπται- σμένα. Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὅπερ ἔφησε φῶς ὁ θεσπέσιος Παῦλος· "6Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται."6 Τὸ γὰρ ὅλως κατεμπρῆσαι ναοὺς, καὶ τοὺς παραπεπηγότας αὐτοῖς ἀποκεῖραι δρυμοὺς, προσθεῖναι δὲ καὶ αὐτῶν τῶν ἀγαλμάτων τὴν καταστροφὴν, κατασημήνειεν ἂν ἕτε- ρον οὐδὲν ἢ ἐκεῖνό που πάντως, ὅτι τῶν πάλαι πλανωμένων, καὶ προσκυνούντων τοῖς ἔργοις τῶν ἰδίων χειρῶν μετάστασις ἔσται πρὸς ἀληθείας ἐπίγνωσιν, ὥστε πρὸς τοῦτο φιλοθεΐας ἥκειν αὐτοὺς, ὡς καὶ τοῖς πάλαι προσκυνουμένοις παρ' αὐτῶν ἐπαφεῖναι τὰς χεῖρας, καὶ τοὺς ἐκ ξύλων θεοὺς καθάπερ τινὰ δρυ- μὸν ἀποκεῖραι. 9Τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον, καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται, καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῷ πᾶν χλωρὸν, διὰ τὸ ξηρανθῆναι.9 Κατοικούμενον ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ διά τοι τὸ πλείστους μὲν ὅσους, καὶ ἀγαθοὺς ἐσχηκέναι ποιμένας, καὶ μονονουχὶ, καὶ συνοικοῦντας ἔχειν τοὺς ἀπευθύνειν εἰδότας εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων. Οὐκοῦν ἐπεπλήθει ποιμέσιν ἀγαθοῖς, ἀλλ' ἔσται, φησὶν, ἀνειμένον· καὶ τί τὸ ἀνειμένον ἐστὶν, αὐτὸς παρα- χρῆμα διεσάφησε, λέγων· Ὡς ποίμνιον καταλελειμ μένον, τοῦτ' ἔστι, παντὸς ἐπιστάτου, καὶ κηδεμόνος ἠρημωμένον. Οὗ δὴ γεγονότος, εἰς χρόνους προκεί- σεται μακροὺς εἰς βόσκημα. Κατανεμηθήσονται γὰρ αὐτοὺς νοητοί τε καὶ ἀλκιμώτατοι θῆρες, τοῦτ' ἔστιν, ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ καὶ ὑπ' αὐτῷ δυνάμεις πονηραί. Ἀποσοβοῦντος γὰρ οὐδενὸς τῆς ἀνθρώπου καρδίας τὰς τῶν πονηρῶν δαιμόνων ἐφόδους εὐάλω- τος ἔσται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούν- των ἀμελητὶ κατοιχήσεται. Εἰ δὲ χρή τι καὶ τοῖς ἱστορικῶς γεγονόσιν ἀκόλουθον εἰπεῖν, νομὴ γεγόνασι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τῆς Ῥωμαίων στρατειᾶς. Κατέλυσε γὰρ καὶ ἀνεπαύσατο παρ' αὐ- τοῖς οἷάπερ τις μόσχος εὐσθενής· ἀλλ' ὀλίγου δια- γεγονότος καιροῦ, φησὶν, οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι, τοῦτ' ἔστι, μέχρι τοσούτου κατανεμηθήσονται τὴν χώραν ὡς ἀποφανθῆναι ξη- ρὰν, καὶ οὐκ ἔχουσαν ἔτι νομήν. Τοῦτο δέ ἐστιν ἀπό δειξις ἐναργὴς τοῦ μὴ πρότερον ἀποφοιτήσειν αὐτῶν τῆς χώρας τοὺς καταδῃοῦντας αὐτὴν, εἰ μὴ πᾶν ὁτιοῦν τῶν ἐν αὐτοῖς χρησίμων, καὶ μέχρι τῶν ἄγαν εὐτελεστά των μονονουχὶ, καὶ κατεδηδοκόσιν ἴδιον πεποίηνται κλῆρον. Ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος, κἂν εἰ ἕλοιτό τις οἷά τινας μόσχους τὰς τῶν Ἰουδαίων καρδίας κατανενεμῆσθαι λέγειν τοὺς ἀκαθάρτους δαίμονας· μέχρι γὰρ τοσούτου κατέφαγον αὐτὰς ὥστε τάχα που καὶ ἀπορεῖν ἔτι νομῆς, διὰ τὸ μηδὲν ἔτι λοιπὸν ἐν αὐτοῖς σώζεσθαι τῶν ἀγαθῶν, ὃ δαπανᾶσθαι πέφυκε παρ' αὐτῶν. 9Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. ∆ιὰ τοῦτο οὐ μὴ οἰ- κτειρήσῃ ὁ ποιήσας αὐτοὺς, οὐδὲ ὁ πλάσας αὐ- τοὺς οὐ μὴ ἐλεήσῃ.9 Εἰρηκὼς ὅτι τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, καὶ ὅτι νομὴ γενήσεται, καὶ εἰς βόσκημα προσ- κείσεται, κατά γε τοὺς ἤδη προαποδοθέντας λόγους, ὡς ἤδη τοῦ Ἰσραὴλ ἔξω γεγονότος τῆς πρὸς Θεὸν οἰκειότητος διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν καὶ διαθή- κης τῆς πρώτης, ἐθῶν τε τῶν κατὰ τὸν νόμον ἀπο- πεπαυμένων εὐαγγελίζεσθαι τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν ταῖς ἁγίαις προστέταχε γυναιξὶν, ὧν καὶ ὁ Ματθαῖος διαμέμνηται, λέγων ὡδί· "6Ὀψὲ δὲ Σαβ- βάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μα- ρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ ἄλλη θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο. Ἐπειδὴ δὲ γεγόνασι περιδεεῖς, ἔφη πρὸς αὐτὰς ὁ μακάριος ἄγγε- λος· Μὴ φοβεῖσθε ὑμεῖς. Οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ, καθὼς εἶπεν. ∆εῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο, καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. Καὶ μετά γε τὰς τοῦ ἀγγέλου φωνὰς, ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε, ὑπάγετε ἐπαγγείλατε τοῖς μαθηταῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται."6 Οὐκοῦν ἀφιεμένου τοῦ Ἰσραὴλ, ὑμεῖς αἱ σοφαὶ γυναῖκες, φησὶν, ἥκετε, καὶ μάλα γοργῶς εὐαγγελιζόμεναι τὴν ἀνάστασιν τοῦ τὸν θάνατον ἀποκτείναντος, καὶ ἀνελόντος τὴν φθο- ρὰν, καὶ δικαιοῦντος τῇ πίστει τοὺς ἡμαρτηκότας, καὶ ἀπαλλάττοντος μολυσμῶν τοὺς ἐναλόντας αὐτοῖς, τοῦ μεταπλάττοντος εἰς καινότητα ζωῆς τοὺς προσ- ιόντας αὐτῷ, τοῦ τὴν νέαν τοῖς ἐπὶ γῆς ἀναδείξαντος ζωὴν, τοῦτ' ἔστι, τὴν εὐαγγελικὴν, καὶ στήσαντος μὲν τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς, καταλαμπρύ- ναντος δὲ τὴν ἀλήθειαν, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως τὴν ὁδὸν ἐναργῆ καταστήσαν- τος τοῖς σεβομένοις αὐτόν. Ἥκετε δὲ οὖν. Ἀποπέ-πτωκε γὰρ τῆς ἐλπίδος ὁ Ἰσραήλ. Οὐ γάρ ἐστι λαὸς ἔχων σύνεσιν. Πεπώρωται γὰρ τὴν καρδίαν, καὶ με μένηκεν ἐν σκότει, καὶ τῇ τῆς ἁμαρτίας ἀχλύϊ κε- κράτηται. Οὐ γὰρ ἤθελε προσέχειν λέγοντι τῷ Χρι- στῷ· "6Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ."6 Χρῆναι δέ φημι τὴν τοῦ Σωτῆρος οἰκονομίαν, καὶ ἐπί γε ταυταισὶ ταῖς πανσόφοις ἀποθαυμάσαι γυναιξί. Φαίη γὰρ ἂν, οἶναι, τίς· Οὐ γὰρ ἦσαν ἅγιοι μαθηταὶ, οἷς ἦν τάχα που καὶ ἄμεινον, ἅτε δὴ καὶ τῶν θείων δογμάτων ἱερουρ- γοῖς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελίσασθαι τὴν ἀνά- στασιν; ∆ιατί γὰρ οὐχὶ δὴ μᾶλλον ἐκεῖνοι τεθέανται πρῶτοι τοῦ θανάτου τὸ κράτος παραλύσαντα τὸν Ἰησοῦν, ὤφθη δὲ γυναιξὶ, καὶ τὸ τῆς ἀποστολικῆς ἀξίωμα περιθεὶς αὐταῖς ἰέναι κελεύει, φάναι τε τοῖς μαθηταῖς, ὅτι καὶ ἐκ νεκρῶν ἐγήγερται ὁ Χριστὸς, καὶ πρῶται τεθέανται τὴν δόξαν αὐτοῦ; Πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα θεραπεύσῃ τὸ ἀῤῥωστοῦν, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάξῃ τὸν ἄνθρωπον. Ἔδει δὴ οὖν, ἔδει χαρίσασθαι γυναιξὶ τὸ εὐαγγελί- σασθαι πρώταις τὴν ἀνάστασιν. Ἐπειδὴ γὰρ ἡ πρώ- τη, καὶ ἀρχαιοτέρα γυνὴ παρεκόμισε τὸν Ἀδὰμ εἰς παράβασιν, ταῖς τοῦ ὄφεως ὑπηρετοῦσα φωναῖς, καὶ γέγονεν αὕτη τοῦ θανάτου πρόξενος, πῶς οὐκ ἔδει τῶν οὕτως δεινῶν ἐγκλημάτων ἀποκρούσασθαι τὰς αἰτίας διὰ τῆς ἀποστολῆς; "6Οὗ γὰρ ἐπλεόνασε,"6 φη- σὶν, "6ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις."6 ∆έδοται τῆς σωτηρίας τὸ Εὐαγγέλιον τῇ τὸν θάνατον διακονη- σαμένῃ γυναικί. Εἴρηται γὰρ πρὸς αὐτὰς ἀναγκαίως τὸ Χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ· ἔφη γὰρ πρὸς αὐτήν· "6Ἐν λύπαις τέξῃ τέκνα."6 Λέλυται τοίνυν τοῖς δευτέροις τὰ πρῶτα, καὶ τεθε- ράπευται τὸ ἠῤῥωστηκός. Αὐταῖς οὖν ἄρα τὸ εὐαγγελίζεσθαι δεῖν ἐπιτάττει τῆς πρὸς Ἰουδαίους ἀγά- πης ἀποφοιτήσαντος τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀνούστατοί τε καὶ ἀμαθεῖς ἀπομεμενήκασι, φησὶν, οὐκ ἂν ἐλεήσειεν αὐτοὺς ὁ ποιήσας αὐτοὺς, οὐδ' ἂν εἶεν ἄξιοι τοῦ κατοικτείρεσθαι δεῖν. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥι-νοκουρούρων. Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα.9 Ἐγηγερμένου τοῦ Χριστοῦ, καὶ τοῖς ἁγίοις ἐπι- τάξαντος ἀποστόλοις· "6Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·"6 καὶ μὴν καὶ εἰς αὐτοὺς ἀναβάντος τοὺς οὐρανοὺς, ἐπενήνεκται τοῖς εἰς ἑαυτὸν ἀνοσίως πεπαρῳνηκόσι τὰ ἐξ ὀργῆς, τῆς ἄνωθεν δὲ δηλονότι. ∆εδαπάνηνται γὰρ καὶ σιδήρῳ καὶ πυρὶ, κατεξανιστάσης αὐτῶν τὸν πόλεμον τῆς Ῥωμαίων χειρὸς, καὶ πάσας μὲν αὐτῶν κατεμπιπράσης τὰς πόλεις, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ τὸν διαβόητον ἐκεῖνον καθελούσης ναόν. Τερματίζεται τοίνυν τῶν Ἰουδαίων ἡ χώρα, τοῖς τε Εὐφράτου νάμασιν ὡς ἠῶ τε καὶ νότον, καὶ τῇ καλουμένῃ Ῥινοκορούρων. Πόλις τε αὕτη τήν τε Αἰγυπτίων ὁρίζουσα, καὶ μέντοι τὴν Παλαιστινῶν. Οὐκοῦν τῆς Ἰουδαίας ἡμῖν τοὺς ὅρους ὀνομάσας, συμφράξαι διαβεβαιοῦται τὸν Κύριον τὰ ἐμπεριεχό- μενα πάντα, τοῦτ' ἔστιν, ἅπασαν τὴν Ἰουδαίαν. Τὸ δὲ συμφράξει τέθεικεν ἀντὶ τοῦ πολιορκήσει, καὶ κα ταθλίψει, καὶ εἰς ἀπορίαν κατοίσει τὴν ἐσχάτην. Ἡ γὰρ σύμφραξις, ἤγουν ὁ συγκλεισμὸς τὴν διάφυκτον κάκωσιν ἤτοι συμφορὰν ὑπεμφήνειεν ἄν. Καὶ καθ' ἕτερον δὲ τρόπον τὸ συμφράξει νοήσεις. Συγκέκλει- σται γὰρ ὥσπερ τῶν Ἰουδαίων ὁ νοῦς, ὥστε κατὰ μηδένα δύνασθαι τρόπον τὸ τῆς ἀληθοῦς θεοπτίας εἰσ- δέξασθαι φῶς, μήτε μὴν συνιέναι τὸ Χριστοῦ μυστή- ριον, ὥσπερ ὁ μακάριος γράφει Παῦλος· "6Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται."6 Καὶ τοῦτο, οἶμαι, ἔστιν ἡ σύμφραξις. Ὅτι δὲ οὐ κατὰ πᾶσαν τοῦτο γέγονε τὴν ὑπ' οὐρανὸν, ἤγουν κατὰ πάντων τῶν ἐθνῶν, ἀλλὰ κατὰ μόνης τῆς Ἰουδαίας καὶ τῶν ἐν αὐτῇ παρέδειξεν ἐναργῶς· οὐχ ἁπλῶς τὴν σύμφραξιν συμβῆναι λέγων, ἀλλ' ἐκ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥινοκορού- ρων. Καὶ ταυτὶ μὲν τοῖς Ἰουδαίων δήμοις ἀπεκτο- νόσι τοὺς προφήτας, καὶ λιθοβολήσασι τοὺς ἀπεσταλ- μένους παρὰ Θεοῦ, προστεθεικόσι δὲ καὶ αὐτὸν τὸν Υἱὸν, συμβήσεσθαί φησιν. Εἶτα μεθίστησι τὸν λόγον εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, διαλεγομένου τε καὶ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις, ἤγουν ἅπασι τοῖς κατὰ καιρὸν ἱερουρ- γοῦσι τὸ Εὐαγγέλιον αὐτοῦ, καὶ μυσταγωγεῖν εἰωθό- σιν· Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Τοῦτ' ἔστι, μὴ πολὺς ἔστω λόγος τοῖς τὸ διδάσκειν πεπιστευμένοις, κἂν εἰ μὴ ὁρῷτο κατὰ πληθὺν εἰστρέχων ὁ Ἰσραήλ· ἀλλ' εἴ τις εἴη συνετὸς ἐν αὐτοῖς καλείσθω διὰ τῆς πίστεως, ἡκέτω δὲ καὶ καθ' ἕνα, καὶ οἷον ἐξειλεγμένος. Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ πλειστάκις αὐτοῖς προσπεφωνήκασι, καθά- περ ἀμέλει καὶ ὁ θεσπέσιος Πέτρος· "6Καὶ νῦν, ἀδελφοὶ,"6 φησὶν, "6οἶδα, ὅτι κατ' ἄγνοιαν ἐπράξατε, καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυ- ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν."6 Καὶ σεσαγήνευται μὲν οὐ μέτριος πληθύς· πλὴν τό γε ἧκον εἰς ἅπαν τὸ Ἰουδαίων ἔθνος ὀλιγοστοὶ παντελῶς, καὶ οἷον καθ' ἕνα παρεδέχθησαν οἱ σεσωσμένοι, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ. 9Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ.9 Ἔθος τοῖς ἁγίοις προφήταις ἀσαφείᾳ τινὶ τὸν ἑαυτῶν κατακρύπτειν λόγον, καὶ ἐπείτοι πρὸς ὀργὰς ἀχάλινοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ μέσην τινὰ δια- νοιῶν ἰέναι τρίβον, ὡς εἶναι πλειστάκις ἀσυμφανὲς τὸ δηλούμενον. Σαλπίσαι μὲν κατ' ἐκεῖνο καιροῦ φησιν, οὐχ ἑτέρους, ὥς γε οἶμαι πάλιν, πλὴν ὅτι τοὺς ἁγίους μυσταγωγοὺς, σαλπίσαι δὲ οὐχ ἁπλῶς, ἀλλὰ σάλπιγγι τῇ μεγάλῃ, τοῦτ' ἔστι, τοῖς εὐαγγελικοῖς κηρύγμασι κεχρημένους μονονουχὶ κατηχῆσαι καὶ μέγα τι καὶ ἐξαίσιον ἀνακεκραγέναι τοῖς ἐπὶ τῆς γῆς. "6Καὶ γάρ τοι κατὰ ἀλήθειαν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν."6 Σάλπιγγι γὰρ ἐκέχρητο κατὰ καιροὺς καὶ ὁ μέγας Μωσῆς, πλὴν οὐ τῇ μεγάλῃ· ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν, καὶ τῶν νομικῶν κηρυγμάτων ἡ δύναμις εἰς μόνην τὴν τῶν Ἰουδαίων συνεστέλλετο χώραν. Τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα διὰ πάσης ἔρχεται πό- λεώς τε καὶ χώρας, καὶ οἷον ὅλης κατεβρόντησε τῆς ὑπ' οὐρανόν. Γέγραπται δέ τι τοιοῦτον καὶ ἐν τοῖς Μωσέως βιβλίοις· "6Κατεφοίτησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ."6 Ἐγί- νοντο δὲ καπνοὶ καὶ χάλαζαι, καὶ γνόφῳ βαθεῖ τὸ αἰθέριον κατεμελαίνετο σῶμα· ἀλλὰ καὶ φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Εἶτα τούτοις ἐπιφέρει λέγων· Ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προ- βαίνουσαι ἰσχυρώτεραι σφόδρα, σφόδρα. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ ἰσχνόφωνος ἀνεφωνήθη νόμος, προβαίνον- τος δὲ τοῦ καιροῦ, τῆς σάλπιγγος αἱ φωναὶ γεγόνα- σιν ἰσχυραὶ σφόδρα, σφόδρα. Κατ' ἐκεῖνο, φησὶ, τοῦ καιροῦ τοίνυν τῇ μεγάλῃ σάλπιγγι, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν ἀναφωνήσουσι κήρυγμα, συλλέγοντες τοὺς πεπλανημένους καὶ τοὺς ἐν τάξει τῶν δορυκτή- των γεγενημένους, καὶ τοὺς τῆς εἰδωλολατρίας ἐνα- λόντας βρόχοις τῆς ἀρχαίας ἀπάτης ἐξέλκοντες. Ἥξουσι γὰρ, φησὶν, οἱ ἀπολόμενοι ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσ- κυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱε- ρουσαλήμ. ∆ύο τέθεικε χώρας τὰς ὅτι μᾶλλον τῶν ἄλλων δεισιδαιμονεστέρας, τήν τε Ἀσσυρίων, φημὶ, καὶ τῶν Αἰγυπτίων. Ἀλλ' οἱ ἐν αὐταῖς ἀπολωλότες, φησὶν, ἥξουσι κεκλημένοι διὰ τῆς πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Κυρίου, καὶ Θεοῦ, καὶ προσκυνήσουσιν αὐτῷ, οὐκ ἐν τοῖς τεμένεσιν ἔτι τοῖς μεμολυσμένοις, ἀλλ' ἐπὶ τὸ ἅγιον ὄρος, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, ἣν καὶ Ἱερουσαλὴμ ὀνομάζει· ὄρος μὲν ὅτι χθαμαλὸν ἢ χαμαιῤῥιφὲς οὐδὲν τὸ σύμπαν ἐν Ἐκκλησίαις, ἀλλ' ὑψηλοῖς τε καὶ ἐπηρμένοις διαπρέπει δόγμασιν. Ἱερουσαλὴμ δὲ ὅτι ὅρασις ἀληθῶς εἰρήνης ἐστίν. 9Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραῒμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου.9 Προαποφήνας, ὅτι κεκλήσονται διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσκυνήσουσι τῷ Κυρίῳ πάντες ὅσοι διολώλασι τοῖς τῆς εἰδωλολατρίας βρό- χοις ἐνισχημένοι, μετακομίζει τὸν λόγον ἐπὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ καὶ τῆς κατὰ Χριστοῦ δυσσεβείας γεγόνασιν ἀρχὴ καὶ πρόφασις τοῖς ὑπὸ χεῖρα λαοῖς. Οὐ γὰρ ἀπεκόμιζον εἰς ἐπίγνωσιν αὐτοὺς τῶν πάλαι προηγγελμένων διά τε τοῦ νόμου καὶ τῶν προφητῶν, ἀλλὰ γὰρ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις ἀποσυναγώγους ἐποιοῦντο τοὺς ὁμολογοῦντας ὅτι αὐτός ἐστιν ὁ Χριστός. Οὕτω γάρ που φησὶν ὁ θεσπέσιος Ἰωάν- νης. Κατασείοντες δὲ ὥσπερ τὴν ἐπ' αὐτῷ πίστιν, καὶ τῶν ἀγελαίων τὸν νοῦν τῆς εὐθείας ἀποκομίζοντες, Σα- μαρείτην καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον ὠνόμαζον τὸν Ἰησοῦν. Καὶ τὸ ἔτι τούτων δυσσεβέστερον. Πιλάτῳ προσῆγον, καὶ δὴ καὶ σταυροῦσθαι παρακε- κλήκασιν, ἀπεκτόνασί τε τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον ἐπ' αὐτοῖς, πλὴν ἀνεβίω πατήσας τὸν θάνατον· ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, καὶ εἴπερ ἦν ἐν σαρκί. Οὐαὶ τοίνυν, φησὶ, τῷ στεφάνῳ τῆς ὕβρεως. Στέφανον αὐτοὺς ἀποκαλεῖ. Καὶ γὰρ ἦσαν αὐτοὶ τοῦ παντὸς Ἰσραὴλ στέφανος ὥσπερ τις καὶ δόξα, τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ τὸ τῆς ἡγεμονίας λαχόντες ἀξίωμα. Ἀλλ' οὐ μεμενήκασιν ἐν ταῖς ἐκνεμηθείσαις αὐταῖς εὐκλείαις τε καὶ ὑπεροχαῖς, ἀποπεπτώκασι δὲ μᾶλλον ὕβρεως στέφανος γεγονό- τες. Περιβέβληνται γὰρ ἀτιμίᾳ καὶ μώμῳ καὶ τοῖς εἰς δυσσέβειαν ἐγκλήμασι γεγονότες ἔνοχοι, καθάπερ ἄνθος κατεμαράνθησαν. Γεγόνασι γὰρ αὐτοὶ καὶ μι- σθωτοὶ τοῦ Ἐφραΐμ. Ἐφραῒμ δέ φησι τὸν Ἰούδαν,διάτοι τὸ ἐκ φυλῆς εἶναι τῆς Ἐφραΐμ. Αὐτὸν οὖν ἄρα κατεμισθοῦντο τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστη- κότες, πρός γε τὸ χρῆναι ταῖς αὐτῶν μιαιφονίαις ὑπηρετεῖν καὶ παραδοῦναι τὸν ∆ιδάσκαλον. Ὃ δὴ καὶ πέπρακται. Οὐαὶ τοίνυν τῷ στεφάνῳ τῆς ὕβρεως, φησὶ, τοῦτ' ἔστι, τοῖς ἡγουμένοις, οἳ καὶ ἐμισθώ- σαντο τὸν Ἐφραῒμ, τοῦτ' ἔστι, τὸν ἐκ φυλῆς Ἐφραΐμ. Γεγόνασί τε ταύτης ἕνεκα τῆς αἰτίας ὡς ἄνθος ἐκ- πεσὸν ἐκ τῆς δόξης. Ὥσπερ γὰρ δόξα τοῖς ἄνθεσι τὸ ἔξω τε ὁρᾶσθαι μαρασμοῦ, καὶ ἐν τῷ τῆς ἰδίας φύ σεως κάλλει, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον νοηθείη ἂν καὶ ἐφ' ἡμῶν αὐτῶν. Ἕως μὲν γάρ ἐσμεν ἐν οἷς ἡμᾶς εἶναι πρέπει, τῆς ἑαυτῶν ψυχῆς ἀδιαλό- βητον εὖ μάλα τηροῦμεν τὸ κάλλος· παρατετραμμένης δὲ τῆς ἐν ἡμῖν διανοίας ἐφ' ἃ μὴ προσῆκεν, ἄνθος ἐσόμεθα τῆς αὐτῷ πρεπούσης δόξης ἐκπεπτωκός. Ὃ δὴ καὶ πεπόνθασιν οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ γνώμην, καὶ λόγους, καὶ ἐγχειρήματα, καὶ πᾶν ὁτιοῦν τῶν ἐκτόπων καταθήγοντες τοῦ Χριστοῦ. Ποῦ δὲ τὸ ἄνθος ἦν τὸ ἐκπεσὸν τῆς δόξης, καὶ τίνα τρόπον ἀπεκληρώσατο; Ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος. Ὄρος δὲ παχὺ τὸν Ἰσραὴλ ὀνομάζει· παχὺ μὲν, ὅτι ταῖς εὐθυμίαις κατεπιαίνετο· ὄρος δὲ, διάτοι τὸ ὑψοῦ τεθεῖσθαι παρὰ Θεοῦ, κατά γε τὸ ἔνδοξον, φημί. Αὐτὸς γάρ πού φησι περὶ τῶν ἐξ Ἰσραήλ· "6Υἱὸν ἐγέν-νησα καὶ ὕψωσα."6 Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ ὄρει παρεικάζειν ἐσθ' ὅτε. Ἔκειντο τοίνυν ἄνθος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, τοῦτ' ἔστιν, ἐπάνω πάντων, καὶ ἐπὶ πάντας ὡς ἡγούμενοι, καὶ τὸ κατάρχειν τῶν ἄλ- λων, ταῖς ἐκ νόμου λαχόντες ψήφοις. Οὗτοι δὲ ἦσαν οἱ μεθύοντες ἄνευ οἴνου. Καὶ γὰρ ἦν ἐξ ἀμπέλου Σοδό- μων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, καὶ θυμὸς δρακόντων ἀνίατος. Κατ- εμεθύσκοντο γὰρ οὐκ οἶνον τοῦτον πίνοντες τὸν αἰσθη τὸν, ἀλλὰ τὸ ἐξ ἀκράτου θυμοῦ, καὶ μανίας μέ- θυσμα, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν σκοτισμὸν ταῖσαὐτῶν διανοίαις εἰσο ικιζόμενοι. 9Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου ὡς χάλαζα καταφερομένη, οὐκ ἔχουσα σκέπην βίᾳ καταφερομένη, ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν τῇ γῇ, ποιήσει ἀνάπαυσιν ταῖς χερσὶ καὶ τοῖς ποσὶ, καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ.9 Τίνα τρόπον αὐτοῖς τὰ δεινὰ συμβήσεται, καὶ ὅτι τῆς εἰς Χριστὸν δυσσεβείας ἀποτίσουσι δίκας σκληρῷ τε καὶ ἀνημέρῳ παραπεσόντες θυμῷ τοῦ τὰ δίκαια κρίνοντος, διὰ τούτων ἡμῖν ὁ προφητικὸς ὑπεμφαίνει λόγος. Ἥξει γὰρ, ἥξει, φησὶ, σκληρὸς καὶ δυσάντητος καθ' ὑμῶν ὁ θυμὸς Κυρίου, ἤξει δὲ οὕτως ὡσανεὶ καὶ χάλαζα καταφέροιτο κατά τινων οὐκ ἐχόντων σκέπην, καταφερόμενος δὲ σὺν βίᾳ, τοῦτ' ἔστιν, ἀφορήτως, ἐντόνως δὲ μᾶλλον καὶ μονονουχὶ κατα- σφενδονῶντός τινος, καὶ ἀγρίως τισὶν ἐπιφέροντος. Ἥξει δὲ οὖν ὡς χάλαζα, φησὶν, ἢ καὶ ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν. Ἄμαχον δὲ καὶ τοῦτο. Ποταμοῦ γὰρ, φέρε εἰπεῖν, ἤτοι χειμάῤῥου ῥαγδαιό- τατα καταφερομένου, ποῖον ἔσται τὸ ἀντιστατοῦν, καὶ ἀντισχεῖν δυνάμενον, καὶ τῇ τῶν ὑδάτων ῥύμῃ μὴ παραχωροῦν; Ἥξει δὴ οὖν ὡς ὕδωρ ὅλην ἐπι- κλύζον τὴν χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων. Ἔσται δὲ οὕτως ἀπηνὴς ἡ καταφορὰ, ὡς καὶ ἀνά- παυσιν ποιῆσαι τῇ γῇ. Ἀνάπαυσιν δὲ ποίαν ἄρα, καὶ τίνα; Ταῖς χερσὶ καὶ τοῖς ποσί. Καὶ ἔσται τοιοῦτος τῶν εἰρημένων ὁ νοῦς. Οἱ γάρτοι νήχεσθαι μεμελε- τηκότες, εἰ μὲν εἴη τυχὸν ἠρεμαία τε καὶ οἷον εὐαφὴς τῶν ὑδάτων ἡ στάσις, πόδας τε καὶ χεῖρας συστέλ- λοντες, καὶ ἐκτείνοντες, διαπονηθέντες τε συμμέτρως, τὸν ἐκ τοῦ καταπνίγεσθαι διαδράσκουσι κίνδυνον. Τῆς δὲ τῶν ὑδάτων ὁρμῆς ἀπρόσιτον παντελῶς ἐχούσης τὴν προσβολὴν παύεται τοῦ νήχεσθαι πάν- τη τε καὶ πάντως ὁ ἐναλοὺς, καὶ δοκεῖ μὲν ἀπαλλάτ- τεσθαι πόνου, καταπνίγεται δὲ λοιπὸν ὡς ἐξ ἀνάγκης τε καὶ βίας πάντη τε καὶ πάντως ὑποβρύχιος γεγο- νώς. Οὐκοῦν διαγελᾷ πως ὁ λόγος, καὶ εἰρωνεύεται, ἀνάπαυσιν τῇ γῇ ποιῆσαι λέγων τὸ ὕδωρ, ἀνάπαυσιν δὲ ταῖς χερσὶ καὶ τοῖς ποσί. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχὸν, Εἰκῆ πονείτω μηδεὶς, εἰς ἀντίστασιν τῆς μελλούσης κατὰ πάντων ἰέναι συμφορᾶς. Ἥξει γὰρ οὕτως ῥαγδαίως, ὡς ἀπρόσβλητον εἶναι παντε- λῶς καὶ ἀνόνητον ὁλοτρόπως τοῖς ἐθέλουσι πονεῖν γενέσθαι τὸ χρῆμα. ∆ιανήξεται γὰρ οὐδεὶς, κατα κομισθήσεται δὲ καὶ ἄκων, οὗπερ ἂν φέροι τὸ καθ- έλκον ὕδωρ, τοῦτ' ἔστι, τῶν Ῥωμαίων στρατείας ἡ βιαιοτάτη καὶ ἄθραυστος χείρ. Τότε δὴ τότε κατα πατηθήσεται, τοῦτ' ἔστιν, ὑπὸ πόδας κείσεται τῶν εἰρηκότων ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ. Τίνες δὲ οὗτοι, διὰ τῶν ἤδη προειρημένων ἐγνώκαμεν. 9Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομοι σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.9 Τί τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, τί δὲ δὴ πρὸς τοῦτο κατασημάνειεν ἂν, τὸ ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ κεῖσθαί τε αὐτὸ καὶ ὁρᾶσθαι, διὰ τῶν ἔναγχος εἰρημένων κατέστη γνώριμον. Ἄνθος μὲν γὰρ, τὸ ὡς ἐν ὄρει περίοπτον, ἤτοι τὸν Ἰσραὴλ, ἤγουν τοὺς καθηγεῖσθαι λαχόντας εὖ μάλα συνήσεις. Ἀλλ' ἔσται, φησὶν, ὡς πρόδρομος σύκου. Μελλόντων γὰρ τῶν ἐν συκῇ πεπαίνεσθαι καρπῶν, εἴπερ τι τῶν ἄλλων προελάσειε τυχὸν, γένοιτό τε οὕ τως ἐδώδιμον, ἐπιπηδᾷ μὲν προθύμως ὁ τεθεαμένος, γλίχεται δὲ καταπιεῖν, καὶ τάχα που ταῖς εἰς τοῦτο διαπύροις ὁρμαῖς καὶ τό γε ἧκον εἰς ὄρεξιν αἰτιᾶται μέλλουσαν τὴν χεῖρα πρὸς ἔκτασιν, καὶ διευρύνων τὸ στόμα, τοῖς κλάδοις ἐκπηδᾷ. Οὕτως ἔσται, φησὶ, τοῖς ἁρπάζουσιν ὁ Ἰσραήλ. Καταπέποται γὰρ, ὡς ἔφην, ὑπὸ Ῥωμαίων, ἡδεῖά τε γέγονε τοῖς ἑλοῦσι τροφή. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος Σαβαὼθ ὁ στέ- φανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ. Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων [κωλύον] ἀνελεῖν.9 Τίνα τε καὶ ὅπως τοῖς κυριοκτόνοις συμβήσεται, διεσάφησεν ἡμῖν ὁ λόγος ἐν τούτοις· προσεπάγει δὲ λοιπὸν τὴν ἐπί γε τοῖς πεπιστευκόσιν ἐξήγησιν· οὐ γὰρ εἰς ἅπαν ἀπόλωλεν ὁ Ἰσραήλ. Σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Πεπίστευκε γὰρ εἰς Χριστὸν οὐ μετρία πληθὺς, ἧς γέγονεν ἀρχή τις ὥσπερ καὶ πρωτόλιον ὁ τῶν ἁγίων ἀποστόλων χορός. Κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶν, ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπί- δος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ. Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος στεφανώσει τοὺς πεπιστευκότας ἐλπίδι τε καὶ δόξῃ, καὶ ἐλπίδι μὲν τῆς τῶν ἐσομένων ἀγαθῶν δηλονότι, δόξῃ δὲ, ὅτι συμβασιλεύσουσιν αὐτῷ, καὶ τῶν ἀνωτάτω γερῶν εἴσω γεγονότες, ζηλωτοί τε ἔσονται καὶ ἀπόβλεπτοι. Τί γὰρ ἔσται τὸ ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῖς ἐλπίζουσι λαβεῖν τῆς ἐν Χριστῷ βασιλείας τὸν στέ- φανον; Τούτοις ἑτέρωθί φησιν αὐτὸς ὁ προφήτης Ἡσαΐας· Καὶ ἔσῃ στέφανος κάλλους, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. ∆όξῃ γὰρ ἀτελευτήτῳ τοὺς εἰς αὐτὸν πιστεύοντας στεφανώσει Χριστὸς, καταπιαίνει δὲ καὶ ἐλπίδι λιπαρωτάτῃ. Ἔσται δὲ τῶν τοιούτων ἐν μεθέξει, φησὶν, ὁ καταλειφθείς μου λαὸς, τοῦτ' ἔστι, τὸ ἐξ Ἰουδαίων κατάλειμμα· συνεισδεχθέντος δηλονότι καὶ τοῦ ἑτέρου λαοῦ, τοῦτ' ἔστι, τῶν ἐθνῶν οἳ καὶ ἐπὶ Χριστῷ φρονοῦντες μεγάλα προσεύχονται, καὶ κεκράγασι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Κύριε, ὡς ὅπλῳ εὐ- δοκίας ἐστεφάνωσας ἡμᾶς. Εὐδοκήσαντος γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅπλον ἡμῖν ἀῤῥαγὲς ἐδείχθη καὶ γέγονεν ὁ Χριστὸς, τοῖς τοῦ πονηροῦ βέλεσιν ὑπὲρ ἡμῶν ἑαυτὸν ἀντεξάγων, ἄτρωτόν τε καὶ ταῖς ἐκεί- νου δυστροπίαις ἀχείρωτον τὸν ἑαυτοῦ τετήρηκε λαόν. Τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, κατασημαίνει λέγων περὶ τοῦ καταληφθέντος λαοῦ, τοῦτ' ἔστι, τῶν ἐν πίστει δεδικαιωμένων· Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. Πάλαι μὲν γὰρ ἅπαξ, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς γένος ἀνεῖλεν ὁ Σατανᾶς τοῖς τῆς ἁμαρτίας βόθροις ἐγκαθείς. "6Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν ἅμα, ἠχρειώθησαν,"6 κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔκρινεν ἡμῶν τὴν κρίσιν, δεδίκακεν ὥσπερ ἡμῖν τε καὶ τῷ πλεονεκτήσαντι Σατανᾷ, καὶ κατ- εψηφίσατο μὲν ἐκείνου τὸν ὄλεθρον, ἀπέστησε δὲ τῶν ἐπὶ τῆς γῆς ὡς ὀλετῆρα, καὶ ἀνδροκτόνον, σέσωκε δὲ οὕτως τοὺς ἀπολωλότας, τοῦτ' ἔστιν, ἡμᾶς. Τοῦτο διδάσκων φησὶ, Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καίτοι φησὶν ἐναργῶς, "6Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ."6 Πῶς οὖν ἄρα φησὶν, ὅτι κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ἡμεῖς γάρ ἐσμεν οἱ πάλαι βοῶντες διὰ φωνῆς προ- φητῶν· "6Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρί- σει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου."6 Ὅτι καὶ δικαίας κρίσεως ἐφ' ἡμᾶς γενομένης εὐχαριστοῦντές φαμεν, "6Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμαστά σου, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε."6 Καὶ διὰ ποίαν αἰτίαν; Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιο- σύνην, ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· ἐπετιμήθησαν γὰρ τὰ τῶν δαιμόνων στίφη, συν- απόλωλε δὲ τούτοις ὁ ἀσεβὴς, τοῦτ' ἔστιν, ὁ Σατανᾶς. Καταλειφθήσονται τοίνυν, τοῦτ' ἔστι, περισω θήσονται ἐπὶ πνεύματι κρίσεως· ἔκρινε γὰρ καὶ δεδικαίωκεν, ὡς ἔφην, ἐπὶ κρίσιν καὶ ἰσχὺν, τοῦτ' ἔστιν, ὀρθοκρισίᾳ καὶ δυνάμει, δῆλον δὲ ὅτι τῇ θεοπρεπεῖ, κωλύων ἀνελεῖν τοὺς εἰς αὐτὸν πιστεύοντας. 9Οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανή θησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξ- έστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέ- θης τοῦ σίκερα· ἐπλανήθησαν. Τοῦτ' ἔστι φά- σμα.9 Καταδεικνύει τρόπον τινὰ τοὺς ὠλισθηκότας, καὶ διὰ τῆς οὕτω μακρᾶς ἀπειθείας προσκεκρουκότας Θεῷ. Πεπλάνηνται γὰρ οἱ τοιοίδε, φησὶν, οἶνον καὶ μέθυσμα πεπωκότες, οὐκ αἰσθητὸν ἢ σωματικὸν, σκοτισμὸν δὲ μᾶλλον ἑλόντες εἰς νοῦν, ὃν τοῖς εἰωθόσι ῥᾳθυμεῖν ὁ παγχάλεπος ἐνίησι δράκων. Γράφει γὰρ ὁ θεσπέσιος Παῦλος, ὅτι ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐσκότισε τὰ νοήματα τῶν πιστῶν, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Θεοῦ. Οἶνον οὖν ἄρα καὶ σίκερα τὸν ἐκ τῆς τοῦ διαβόλου δυστροπίας ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνιέμενον σκότον εὖ μάλα καλεῖ. Καὶ καταπλήττεται δὲ ὥσπερ, οὐχ ὅτι μόνη τοῦτο παθοῦσα φαίνεται τῶν ἀγελαίων ἡ ἀμαθεστάτη πληθὺς, ἀλλὰ γὰρ ἔτι πρὸς ἐκείνοις, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον. Οἶνον δὲ πάλιν τὸ ἐκ τῆς ἀμαθίας μέθυσμά φησι. Θαυμα- στὸν δὲ ὅτι τοῖς ἄλλοις ὁμοῦ τοῦτο πεπονθότας κατ- ίδοι τις ἂν ἱερέα καὶ προφήτην. Οὓς γὰρ ἦν εἰκὸς καὶ τοὺς ἄλλους ἅπαντας ἀπευθύνειν δύνασθαι πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ τὴν τῆς σωτηρίας καταδεῖξαι τρίβον, οὗτοι τάχα που καὶ πρό γε τῶν ἄλλων τὸν σκότον ἐδέχοντο, ὥστε καὶ καταδονεῖσθαι, καὶ πάντα πνεύματι περιφέρεσθαι, καὶ τοῦτο ἐκ μέ- θης τῆς νοητῆς. Φαίη δ' ἄν τις τὸ πρᾶγμα οἷόν τι γενέσθαι φάσμα, τοῦτ' ἔστι, θάμβος ἢ ἔκπληξιν. Προφήτην δέ φησιν ἐν τούτοις οὐχὶ πάντως τὸν ἀληθῆ καὶ παρὰ Θεοῦ, ἐκεῖνον δὲ μᾶλλον τὸν οἱονεὶ δόξαν ἑαυτῷ τὴν προφητικὴν περιπλάττοντα· περὶ ὧν φησι διὰ φωνῆς Ἰεζεχιήλ· Οὐαὶ, οἱ προφητεύοντες ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. ∆ια βέβληνται δὲ καὶ διὰ φωνῆς Ἡσαΐου· φησὶ γάρ που περὶ τῆς Ἱερουσαλὴμ, Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώ- ρων ἔκρινον, οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. 9Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας.9 Πεπλανῆσθαι λέγων ἱερέα τε ὁμοῦ καὶ προφήτην, καὶ μὴν καὶ ἐκστῆναι φρενὸς ἀγαθῆς διὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλου Σοδόμων, μέθυσμά τε τὸ νοητὸν, προσεπενεγκὼν δὲ ὅτι τοῦτό ἐστι φάσμα, τοῦτ' ἔστι, κατάπληξις, καὶ οἷόν τι θάμβημα, καταδείκνυσιν εὐ- θὺς καὶ τὴν τοῦ καταπεπλῆχθαι πρόφασιν, καὶ τῆς τῶν ἱερέων ἐκστάσεώς τε καὶ μέθης τὰ ἐγκλήματα. Ταύτῃ τοί φησιν, Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν. Ἐπάρατος γὰρ ἡ τῶν Ἰουδαίων σκέψις γέγονεν ἀληθῶς, ἡ ἐπί γέ φημι τῷ πάντων Σωτῆρι ἡμῶν Ἰησοῦ Χρι- στῷ. Προαπέστειλε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἁγίους προφήτας, καὶ ἀπεκτόνασιν αὐτούς. Εἶτα μετ' ἐκείνους πέπομφε τὸν ἀγαπητὸν λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος αὐτοῦ, κατά γε τὴν ἐν τοῖς Εὐαγγε λίοις παραβολήν. Οἱ δὲ τοῦ ἀμπελῶνος προεστηκότες ἀγνωμονέστατοι γεωργοὶ, καίτοι συνέντες ὅτι αὐτός ἐστιν ὁ υἱὸς, καὶ ὁ τοῦ χωρίου δεσπότης, εἶπον, φη- σὶν, ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρο- νομίαν αὐτοῦ. Ἐπάρατος τοίνυν, φησὶν, ἡ τοιάδε βουλή. Ταύτης καὶ ὁ μακάριος ∆αβὶδ μέμνηται λέγων ποτὲ μὲν, ὅτι "6Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμε- λέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυ- ρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ."6 Ποτὲ δὲ πάλιν περὶ τῶν τὰ τοιάδε πεπλημμεληκότων· Καθελεῖς αὐ- τοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτοὺς, ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι. Ὄσον μὲν γὰρ ἧκεν εἰς δύναμιν ἐπιχειρημά- των, ἀπέκτειναν τὸν υἱὸν, οἰηθέντες ὅτι τὸν δεσποτι- κὸν αὐτοὶ καθέξουσι κλῆρον· ἀνεβίω δὲ ὡς Θεὸς, καὶ ἀπώλεσε μὲν κακοὺς κακῶς, τοὺς ἀλητηρίους καὶ ἀγνώμονας γεωργοὺς, ἐκδέδωκε δὲ τὸ χωρίον ἑτέ- ροις, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγ γελισταῖς, καὶ τοῖς τῶν ἁγίων Ἐκκλησιῶν διδασκά- λοις. Ἐπάρατος οὖν ἡ τῶν Ἰουδαίων βουλὴ, γέγονε γὰρ ἕνεκα πλεονεξίας. Πλεονεξία γὰρ ἀληθῶς τὸ ἐθε- λῆσαι τοὺς οἰκέτας κατεπιφύεσθαι τοῦ δεσπότου, ἴδιόν τε πεποιῆσθαι κλῆρον τὸν οὗ τετάχαντο γεωργοὶ, καίτοι μισθὸν ἔχοντες διαρκῆ τῆς ἱερωσύνης τὰ γέρα, καὶ τὰς ἐκ τοῦ τῶν ἄλλων προτετάχθαι τιμάς. 9Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλα μεν ἀγγελίαν;9 Ἔθος τοῖς ἁγίοις προφήταις, καὶ πάσῃ δὲ τῇ θεο- πνεύστῳ Γραφῇ διὰ δύο πράγματα ἐπείγεσθαι καὶ συν- ωθεῖν ἐπὶ τὸ βιοῦν ὀρθῶς ἑλέσθαι τὸν ἄνθρωπον. Ἢ γὰρ τοῖς τῆς κολάσεως δείμασι τὸν ἀπεσκληκότα νοῦν οἱονεὶ περιθραύοντες μετασοβοῦσιν ἐπὶ τὸ ἄμεινον, ἢ ταῖς τῶν γερῶν ὑποσχέσεσιν ἀποτελοῦσιν εὐτολμοτέ- ρους περὶ τὸ χρῆναι τληπαθεῖν ὑπὲρ τῶν εἰς εὐσέ- βειαν ἀνδραγαθημάτων· ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἡσαΐου πρὸς Ἰουδαίους, "6Καὶ ἐὰν θέλητε καὶ εἰσ- ακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα."6 Ὡς οὖν ἀτιμάσαντα τῶν ἁγίων προφητῶν τοὺς λό- γους τὸν ἐξήνιον Ἰσραὴλ μονονουχὶ καταδείκνυσι, λέγων· Τίνι ἀνηγγείλαμεν ἀγγελίαν; ἰδοὺ γὰρ, ἰδοὺ τίνι; φησὶν, ἀντὶ τοῦ, σκληρῷ τε καὶ ἀπειθεῖ καὶ ἀσυνέτῳ λαῷ διηκονησάμεθα, καὶ τοὺς ἄνωθεν παρὰ Θεοῦ διαπορθμεύσαντες λόγους, ἀνηγγείλαμεν αὐτῷ κακὰ, τοῦτ' ἔστι, τὰς κολάσεις, τὰς ἀπειλὰς, αἳ πάντη τε καὶ πάντως τοῖς τῶν ἀπειθεῖν εἰωθότων κατηργηθήσονται κεφαλῆς. Ἀνηγγείλαμεν ἀγγελίαν, τοῦτ' ἔστιν, εὐηγγελισάμεθα τὰ ἀγαθὰ τὰ τοῖς ἀγα- θουργεῖν εἰωθόσιν ηὐτρεπισμένα παρὰ Θεοῦ. Ὠφέλη- ται δὲ παντελῶς οὐδὲν ὁ δυσμετακόμιστος Ἰσραὴλ, ὁ πεπηγὼς εἰς τὸ πλημμελὲς, καὶ πολὺ νοσήσας τὸ δυσήκοον. Ὅταν τοίνυν λέγει τὸ, τίνι; τῷ κατ' οὐδένα τρόπον ἀξίῳ δηλοῖ· καὶ γάρ τοι μετὰ τὴν οὕτω σαφῆ τῶν ἁγίων προφητῶν προαγόρευσιν, οὐδὲν ἧττον ἀμείλικτοί τε ἦσαν καὶ πονηροὶ, καὶ δυστροπίας ἁπάσης ἐπίμεστον ἔχοντες τὴν καρδίαν. Γεγόνασι δὲ καὶ πικρίας διαβολικῆς ὑπηρέται γοργοί· σταυρῷ γὰρ παρέδωκαν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστὸν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

{1ΤΟΜΟΣ Βʹ.}1 9Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπ- εσπασμένοι

ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσ- δέχου, ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν, ἔτι μικρὸν, διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας.9 Κατέληξε μὲν ἡμῖν ὁ πρῶτος λόγος εἰς τὸ, Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγε- λίαν; ∆ιερμηνεύοντες δὲ τῶν προειρημένων τὴν δύ- ναμιν, λέγομεν ὅτι τὸ τῶν ἁγίων προφητῶν εἰσεκο μίσθη πρόσωπον ἐπιτιμώντων τρόπον τινὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὡς εἰκῆ μὲν τοῖς παρ' αὐτῶν ἐντε- τυχηκόσι λόγοις, ὠφεληθεῖσι δὲ παντελῶς οὐδὲν, καί- τοι καὶ κακῶν αὐτοῖς, καὶ μέντοι καὶ ἀγγελίας προηγορευμένων. Καὶ κακὰ μὲν εἶναι τὰς τοῖς εἰω- θόσι πλημμελεῖν ηὐτρεπισμένας κολάσεις διαβε- βαιούμεθα, ἀγγελίας τε τὰς ἐπ' ἀγαθαῖς ἐλπίσι τι- μάς. Ὡς οὐδὲν οὖν τὸ σύμπαν ὠφελημένων τῶν ἐξ αἵματος Ἰσραὴλ, εἰ καὶ ἀνηγγέλκασιν αὐτοῖς οἱ προ- φῆται τὰ παρὰ Θεοῦ, ἀπειλάς τέ φημι καὶ τῶν ἐσο- μένων ἀγαθῶν ὑποσχέσεις, Τίνι, φησὶν, ἀνηγγείλα- μεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Σεσιγη- κότων δὲ ὥσπερ τῶν ἁγίων προφητῶν, καὶ μέχρι δὴ τούτων τὸν οἰκεῖον στησάντων λόγον, αὐτὸς ὁ τῶν ὅλων Θεὸς τοῖς ἁγίοις ἐπιφωνεῖ λέγων· Οἱ ἀπογεγα- λακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ' ἐλ- πίδι. Οἱ μὲν γὰρ ἀνουθέτητοι, φησὶν, καὶ πολὺ νο- σοῦντες τὸ ἐξήνιον, ἐξώσθησαν εἰκότως, καὶ τῆς ἐν Χριστῷ σωτηρίας ἀμέτοχοι γεγονότες βαδιοῦνται πρὸς ὄλεθρον. Ὑμεῖς δὲ λοιπὸν οἱ διὰ πίστεως κεκλη- μένοι πρὸς ἐπίγνωσιν ἀληθείας, οἱ καθάπερ τινὸς μαστοῦ καὶ γάλακτος ἀπεσπασμένοι τῆς ἐν νόμῳ παιδαγωγίας· οἱ τροφὴν μὲν πάλαι νηπιοπρεπῆ δε- χόμενοι, καὶ ἀμαθεστέραν ἔχοντες τὴν φρένα, προ- βεβηκότες δὲ νῦν εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς τὴν τελείοις πρέπουσαν μεταφοιτήσαντες τροφὴν, καὶ οὐ μεμενη- κότες ἄπειροι λόγου δικαιοσύνης, κατευθύνατε τὰς ἑαυτῶν καρδίας εἰς παραδοχὴν τοῦ νέου κηρύγματος τῆς εὐαγγελικῆς πολιτείας τῶν διὰ Χριστοῦ θεσπι- σμάτων. Ἀνδρίζεσθε πρὸς ὑπομονὴν, καὶ εἰ θλίψις ἐπέρχοιτο συχνή τε καὶ ἀλλεπάλληλος ἐγηγερμένων τῶν πειρασμῶν, καὶ τῆς τῶν διωκόντων ὠμότητος ἐπιφυομένης ὑμῖν, καρτερήσατε βραχὺ, καὶ ἐπὶ βραχὺ προσδέχεσθε τὰς θλίψεις, ἵνα καὶ ἐλπίδα πλουτήση- τε, τήν γέ φημι τὴν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον. "6Ὀφθαλμὸς γὰρ, φησὶν, οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν."6 Εἶτα δια- δείκνυσι ποία τις ἔσται πρώτη κατ' αὐτῶν ἡ θλίψις. ∆ιὰ φαυλισμὸν γὰρ, φησὶ χειλέων, καὶ διὰ γλώσσης ἑτέρας. Ἔστι δὲ τοιοῦτος τῆς προφητείας ὁ νοῦς. Ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, ὅτι "6Κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ συνηγμένοι ἐπὶ τὸ αὐτὸ, καὶ ἰδοὺ ἐγένετο ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας."6 Εἶτά φησιν· "6Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς."6 Προστέταχε γὰρ αὐτοῖς ὁ Χριστὸς ἀπὸ Ἱεροσολύμων μὴ χωρί- ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἕως ἂν ἐνδύσωνται ἐξ ὕψους δύναμιν. Εἶτα κατελ- θόντες ἐλάλουν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἅπασι δὲ τοῖς ἐξ ἑτέρων χωρῶν ταῖς δοθείσαις αὐτοῖς παρὰ Θεοῦ γλώσσαις, "6καὶ κατεπλήττοντο μὲν ἀκροώμενοι, καὶ δὴ καὶ ἔφασκον, Οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντές εἰσιν Ἰουδαῖοι; Καὶ πῶς πάντες ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ γλώσσῃ λαλούντων αὐτῶν; Ἄλλοι δὲ ἔλεγον,"6 φησὶν, "6ὅτι Γλεύκους μεμεστωμένοι,"6 τοῦτ' ἔστι, μεθύουσι, τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας. Ἐλάλουν μὲν γὰρ γλώσσαις ἑτέ- ραις, τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ τοῦτο προειρη- κότος. Ἐν ἑτερογλώττοις γὰρ, φησὶ, καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' ὣς πιστεύ- σουσιν. Ἀλλὰ καίτοι δέον εἰς πληροφορίαν δέχεσθαι τὸ σημεῖον, ἐννοήσαντας τὴν ἐπὶ τούτῳ γεγενημένην παρὰ Θεοῦ προαγόρευσιν, τοῦτο μὲν οὐκ ἔδρων, κατονειδίζοντες δὲ τὸ μεθύειν αὐτοῖς μεμενήκασιν ἐν ἀπειθεία. 9Ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ λέγοντες αὐτῷ· Τοῦτο τὸ ἀνάπαυμα τῷ πίνοντι, καὶ τοῦτο τὸ σύν- τριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν.9 Ἔφη που Θεὸς ἐπὶ ταῖς Ἰουδαίων ἀπονοίαις ἀγα- νακτῶν· Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ- σαι λόγων Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν παραδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, οὐ μὴ εὕρωσιν. Οὐκοῦν ἐπενήνεκται λιμὸς νοητὸς τοῖς ἐξ Ἰσραὴλ, καὶ ἐπειδήπερ οὐ παρεδέξαντο διὰ τῆς πίστεως τὸν ἄρτον τῆς ζωῆς τὸν ἐξ οὐρανοῦ καταβε βηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ· ταύτῃτοι καὶ μάλα εἰκότως ἐν ἐνδείᾳ γεγόνασι τῆς θεοσδότου τρο- φῆς· "6Οὐ γὰρ ἐπ' ἄρτῳ,"6 φησὶ, "6μόνῳ ζήσεται ἄν- θρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στό- ματος Θεοῦ."6 Καὶ πεπαρῳνήκασι μὲν εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καίτοι δεδυσσεβηκότα οὐ φορητῶς ἐκάλει πρὸς μετάγνωσιν διὰ τῶν ἁγίων ἀποστόλων. Προσπεφώ- νηκε γοῦν αὐτοῖς ὁ μακάριος Πέτρος, ὅτι δὴ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς. Πλὴν καὶ τοῦτο προσετίθει, "6Καὶ νῦν, ἀδελ- φοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν."6 Οἱ τοίνυν, φησὶν, ἀπεσπασμένοι ἀπὸ μαστοῦ τε καὶ γάλακτος, οἱ κεκλημένοι πρὸς ἀποστολήν. Καὶ τῶν νέων κηρυγμάτων γεγονότες ἱερουργοὶ, λαλήσουσι τῷ λαῷ τούτῳ καταδεικνύοντες ἐναργῶς, ποία μὲν ἀνάπαυσις ἔσται τῷ πίνοντι, καὶ οἷον τὸ σύντριμμα, τοῦτ' ἔστι, τί τὸ ὠφέλιμον, καὶ τὸ ἐναντίον. Καὶ οὐκ ἂν ἀκούσειεν ἄν. Ὅθεν, οἶμαι, κεκινημένος τις τῶν ἁγίων ἔφη πρὸς αὐτούς· "6Σκληροτράχηλοι καὶ ἀπει- θεῖς τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ ἁγίῳ Πνεύματι ἀντιπί- πτετε."6 Ἄθρει γὰρ ὅπως καίτοι δεδυσσεβηκότες οὐ φορητῶς παιδαγωγοὺς ἐσχήκασι τοὺς ἁγίους ἀποστόλους ἀποκομίζοντας εἰς μετάγνωσιν καὶ τὴν τοῦ συμφέροντος γνῶσιν ἐνιέντας αὐτοῖς· οἱ δὲ ἦσαν ἀγέρωχοι, καὶ πολὺ λίαν ἀπεσκληκότες, καὶ ἀσχέτως ἀπονενευκότες εἰς τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ τρόπου. 9Καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψει, ἐλπὶς ἐπ' ἐλπίδι.9 Τίσιν ἔσται; Τοῖς ἁγίοις ἀποστόλοις δηλονότι καὶ εὐαγγελισταῖς, οἳ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα, περιῄεσαν τὴν ὑπ' οὐρανὸν σαγηνεύοντες τοὺς πεπλα- νημένους, προσκομίζοντες διὰ πίστεως τῷ Χριστῷ τοὺς πάλαι λέγοντας τῷ ξύλῳ· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθω, Σὺ ἐγέννησάς με. Πλὴν οὐκ ἀνιδρωτὶ κατωρ- θώκασι τῆς οἰκείας ἀποστολῆς τὸν δρόμον, ἀλλὰ θλι- βόμενοι, κακουχούμενοι, καὶ τὰς τῶν ἀφιλοθέων ὑπομένοντες ἐπιβουλάς. Γέγονεν οὗν αὐτοῖς τὸ λόγιον Κυρίου θλίψις ἐπὶ θλίψει, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἐλπὶς ἐπὶ ἐλπίδι. Ἀνατλάντες γὰρ τοὺς ὑπέρ γε τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας, ἐπ' ἐλπί- σιν ἔσονται μακραῖς, μᾶλλον δὲ καὶ ἀτελευτήτοις, καὶ τὸν τῆς ἀφθαρσίας περικείσονται στέφανον συμ- βασιλεύοντες τῷ Χριστῷ. 9Ἔτι μικρὸν, ἔτι μικρὸν, ἵνα πορευθῶσι, καὶ πέσωσιν εἰς τὰ ὀπίσω, καὶ κινδυνεύσωσι, καὶ συντριβήσονται, καὶ ἁλώσονται.9 Καταθήγει πρὸς ἀνδρείαν, καὶ ἀλείφει πρὸς ὑπο- μονὴν τοὺς ἁγίους μυσταγωγούς. ∆ιεκήρυττον μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς σωτηρίας αὐτοῖς εὐηγγελίζοντο λόγον. Ἀλλ' ἐπεπήδων αὐτοῖς θηρίων ἀτιθάσσων δίκην, εἰσεκόμιζον εἰς συνέδρια, καὶ οἷά τι τῶν ἄγαν ἐκτοπωτάτων ἐγκαλοῦντες αὐτοῖς τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, λοιδορίαις μὲν ταῖς κατ' αὐτῶν ἐχρῶντο πικραῖς, καταικισάμενοι δὲ, καὶ ταῖς διὰ μαστίγων πληγαῖς καταξαίνοντες ἔφασκον· "6Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν."6 Καὶ καθ' ἑτέρους δὲ τρόπους ἐπιφυόμενοι, καὶ ἀγρίως ἐπιβουλεύοντες, συντριβῆς αὐτοῖς καὶ ἱδρώτων γεγόνασι πρόξενοι. Ἐξυφαίνει τοίνυν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς διαρκῆ τὴν παράκλησιν, καὶ τὸν ὅσον οὐδέπω παρεσόμενον τῶν διωκόντων ὄλεθρον προαναφαίνει λέγων· Ἔτι μικρὸν, ἔτι μικρόν. Οὐ γὰρ μακρὸς ἔσται, φησὶν, ὁ καιρὸς τοῦ καὶ ὀπίσω πεσεῖν αὐτοὺς, συντριβῆναί τε καὶ κινδυνεῦσαι, καὶ μὴν καὶ ἁλῶναι καὶ πορευθῆναι πρὸς ὄλεθρον. Ταυτὶ δέ φαμεν τοῖς Ἰουδαίων συμ- βῆναι λαοῖς νοητῶς τε ἅμα καὶ σωματικῶς, ἤγουν αἰσθητῶς. Κεκινδυνεύκασι γὰρ καὶ ἀπολώλασι κατὰ δύο τρόπους, τοῦτο μὲν πολέμῳ τε καὶ πολιορκίαις δαπανώμενοι. Τοῦτο δὲ, καὶ αὐτῷ τῷ Σατανᾷ γλυκὺ γεγονότες θήραμα, καὶ ταῖς ἑαυτῶν κεφαλαῖς τὸν ἐκ τῆς ἀσεβείας ἐπαντλήσαντες ὄλεθρον. 9∆ιὰ τοῦτο ἀκούσατε λόγου Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλὴμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας. Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα.9 Ἐπειδὴ γὰρ, φησὶν, ἀφόρητα τὰ ἐσόμενα καθ' ὑμῶν, καὶ τοὺς μέχρι παντὸς ἀσεβεῖν εἰρημένους πικρά τε καὶ δυσδιάφυκτος ἐκδέξεται δίκη· διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου. Ἦν γὰρ ἀπονεῦσαι τοῦ κακοῦ, τοῖς ἀποστολικοῖς κηρύγμασιν ἐπενεγκόν- τας τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς ἀμελητὶ συννεύοντας. Ἀκούσατε τοίνυν τὸν λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τεθλιμμένους δὲ φησὶ τοὺς ἐξ Ἰσραὴλ, ἅτε δὴ τῷ κατακρίνοντι νόμῳ πεφορτισμέ- νους. Ὀργὴν γὰρ ὁ νόμος κατεργάζεται, καὶ ἀθετή- σας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν, ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Τοιγάρτοι καὶ ὁ σοφώ- τατος Παῦλος τοῖς μετὰ τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ὑπονοστεῖν ἐθέλουσιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ἐπιστέλλει καί φησι· "6Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ὑμῶν πεπλάτυται, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχω- ρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν, τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις."6 Τεθλιμμένοι τοίνυν εἶεν ἂν οἱ ὑπό γε τῇ Μωσέως ἐντολῇ ἔτι κείμε- νοι καὶ πεπιεσμένοι τρόπον τινὰ, καὶ τοῦ νόμου τὸ δυσαχθὲς ἔχοντες εἰς νοῦν καὶ καρδίαν. Προσπεφώ- νηκε μὲν οὖν ἄρχουσί τε καὶ λαοῖς. Εἶτα μεταξὺ παρεντίθησί τινα τῶν Ἰουδαίων λόγον, ἐξ ἀπονοίας τε καὶ οἷον ἐξ ἀπογνώσεως αὐτοῖς ἀνοσίως ἐξηυρη- μένον. Καὶ ποῖος οὗτός ἐστι, ἀναγκαίως με εἰπεῖν· ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς μακρόθυμός τε καὶ ἀνεξίκα- κος ὢν, οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπηφίει τὴν κόλα σιν, ἀνεβάλλετο δὲ τὴν ὀργὴν καταπτοῶν τοῖς δείμασι καὶ τῇ προαγορεύσει τῶν ἐσομένων κακῶν μετασο- βῶν ἔσθ' ὅτε πρὸς μετάγνωσιν. Ταύτῃ τοι πλειστάκις διὰ τῶν ἁγίων προφητῶν εὑρήσομεν λέγοντα τὸ, Ἰδοὺ ἔρχεται, καὶ τὸ, ἔτι μικρὸν, ἔτι μικρὸν, καὶ τὸ, ὅσον, ὅσον. Ἀλλ' οἱ θρασεῖς καὶ ἀγέρωχοι, καίτοι δέον ἐπανορθοῦν τοῖς δευτέροις τὰ ἐπταισμένα, γέλωτος ἐποιοῦντο πρόφασιν τοῦ ∆εσπότου τὴν ἡμερότητα. Ἅμα τε γὰρ ἤκουον προφήτου λέγοντος τὸ, Ἕτι μι-κρὸν, ἔτι μικρὸν, ὅσον, ὅσον· εὐθὺς πρὸς ἀλλήλους ἔφασκον, Καιροὶ μεταξὺ κείσονται μακροὶ τῶν τοῦ προφήτου ῥημάτων, καὶ τῆς ἀναδείξεως τῶν προ- ηγγελμένων. Ἡμεῖς τεθνηξόμεθα, καὶ τοῖς μεθ' ἡμᾶς ὁ θεῖος ἐφαλεῖται θυμός. Καὶ γοῦν ἔφη Θεὸς πρὸς τὸν προφήτην Ἰεζεχιήλ, "6Υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λέγουσιν· Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προ φητεύει. ∆ιὰ τοῦτο εἶπον, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος· οὐ μὴ μηκύνωσιν οὐκ ἔτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω. Ὅτι λαλήσω λόγον καὶ ποιήσω Ἀδωναῒ Κύριος."6 Ὀνειδίζει τοίνυν τοῖς ἐξ Ἰσραὴλ, ὡςεἰωθόσι καταφρονεῖν, καὶ μονονουχὶ λέγουσιν· Ἐποιή- σαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανά- του συνθήκας. Ποῖαι δὲ αὗται; Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς. Μόνον γὰρ οὐχὶ, φησὶ, κἂν εἰ μὴ φωνῇ λέγοιεν, ἀλλ' οὖν αὐτοῖς κεκρά- γασι τοῖς δρωμένοις, ὅτι Συνθήκας· πεποιήμεθα πρὸς τὸν ᾅδην, λήψεται γὰρ ἡμᾶς· Κἂν εἰ ἐπέλθοι τυχὸν ἡ καταιγὶς, ἤγουν ὁ ἀπειληθεὶς καθ' ἡμῶν ἔσεσθαι κίνδυνος, οὐ μὴ ἐπέλθῃ ἡμῖν. Τεθείκαμεν γὰρ ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Οἱ γὰρ ἑαυτοὺς ἀναπλάσαντες τὸ δοκοῦν, καὶ φάσκον- τες, ὅτι Τεθνηξόμεθα πρὸ τῆς καταιγίδος, ἤτοι πρὸ τῶν συμφορῶν, πῶς οὐ ψεῦδος ἔθεντο τὴν ἑαυτῶν ἐλπίδα; Οὐ γὰρ ἦν ἐν αὐτοῖς τὸ διαφυγεῖν δύνασθαι, καὶ φθάσαι τῷ θανάτῳ τῶν ἀπειληθέντων τὴν ἔφοδον, ἔκειτο δὲ μᾶλλον ἐν ἐξουσίᾳ τῆς θείας τε καὶ ἀποῤῥήτου δυνάμεως, καὶ ὑπεροχῆς. 9∆ιὰ τοῦτο οὕτω λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβάλ- λω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλε- κτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καται- σχυνθῇ. Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς.9 Ταῦτα συναπτέον τοῖς ἀνωτέροις τῶν διὰ μέσου προσεῤῥιμμένων· ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τί δὲ δὴ καὶ ἀκοῦσαι προστέταχεν; Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντι- μον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. Λίθον μὲν οὖν ἐκλεκτὸν, πολυτε- λῆ καὶ ἔντιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, καὶ τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα. Ὅτι δὲ αὐτὸς κρηπίς τε καὶ ἔρεισμα, καὶ ἀκλόνητος ὑποβάθρα γέγονε τῇ νοητῇ Σιὼν, τοῦτ' ἔστι, τῇ Ἐκκλησίᾳ, διατρανοῖ λέγων εἰς τὰ θεμέλια βεβλῆσθαι αὐτὸν παρὰ τοῦ Πατρός. Ἀκρο- γωνιαῖον δὲ εἶναί φησιν, ὡς διὰ πίστεως μιᾶς κατα σφίγγοντα πρὸς ἑνότητα τὴν πνευματικὴν τοὺς δύο λαοὺς, τόν τε ἐξ Ἰσραὴλ, φημὶ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν· ἀεὶ γάρ πως ἐν ταῖς γωνίαις τῶν οἰκοδομη- μάτων δύο συμβαίνουσι τοῖχοι, καὶ ἀλλήλοις συναρ- μολογούμενοι κατασφίγγονται πρὸς ἑνότητα. Ἀλλ' ὁ πιστεύων, φησὶν, ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ἄθρει δὲ ὅπως ἀνίησι τρόπον τινὰ τοὺς πεπιεσμέ- νους, καὶ τοῖς τεθλιμμένοις κατευρύνει τῆς εὐαγγε- λικῆς πολιτείας τὸ ἐλεύθερον. Ὦ γὰρ τεθλιμμένοι, φησὶν, ἰδοὺ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ἀναπείθει δὲ διὰ τούτου τῆς τοῦ νόμου δυσαχθείας ἀπολύσασθαι τὸν αὐχένα, καὶ τῆς ἀνοήτου, καὶ ἀδρανοῦς ἀποφοιτῆσαι σκιᾶς, ἀνθελέσθαι δὲ μᾶλλον τὴν διὰ πίστεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν ἁρπάσαι πόνον ἔχουσαν οὐδένα. Θήσω δὲ, φησὶν, εἰς ἐλπίδα κρίσιν, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ γὰρ ὡς αὐτός φησιν ὁ Σωτήρ· "6Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα."6 Τοῦτο συνεὶς ὁ μακάριος Παῦλος ἐπι- στέλλει καί φησιν, ὅτι "6Τοὺς πάντας ἡμᾶς φανε- ρωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον."6 Ἔσεσθαι τοίνυν τὴν κρίσιν ἐλπίζομεν, ἐλεεῖσθαι δὲ οὕτως ὡς ἂν ἑκάστῳ πρέπει, καὶ ἀναλόγως δηλονότι τοῖς κατωρ- θωμένοις. Τοῦτο γὰρ οἶμαι δηλοῖ τὸ, ἐλεημοσύνην γίνεσθαι παρὰ τοῦ κρίνοντος ἡμᾶς εἰς σταθμοὺς, τοῦτ' ἔστι, κατὰ τὸν τοῦ δικαίου, καὶ οἷον ἰσοῤῥοποῦντα ταῖς ἀγαθουργίαις λόγον. 9Καὶ οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην, οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. Πρωῒ, πρωῒ παρελεύσε- ται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά.9 Ἔφην, ὅτι τῶν ἁγίων προφητῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, προαγορευόντων τὰ ἐσόμενα, καὶ τὴν θείαν ὀργὴν μονονουχὶ καὶ παροῦσαν ἤδη καταδεικνύντων αὐτοῖς, εἰς ἐκτόπους ἀπονοίας ἀπογαυρούμενοι δι- ελογίζοντό τε καὶ ἔφασκον, ὅτι Κἂν εἰ γένοιτο ταῦτα τυχὸν, ἀλλ' οὖν εἰς ἀνάβλησιν ἔσται καιρῶν, καὶ οὐκ αὐτίκα παρέσται τῶν προηγγελμένων τὸ πέρας, δαπανηθήσεται δὲ τῆς ἡμετέρας ζωῆς ὁ χρόνος, καὶ μεθ' ἡμᾶς ἔσται τὰ δεινά. Ταῦτα δὲ λέγοντες καὶ ἐνθυμούμενοι, μονονουχὶ καὶ συνθήκας ἐδόκουν μετὰ τοῦ θανάτου ποιεῖσθαι, καὶ οἷον ἐλπίδα τὴν πρὸς τὸν ᾅδην. Ταύτῃ τοί φησι πρὸς αὐτούς· Οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. Φοβήθητε μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμεί- νῃ. Οἶδε γὰρ, οἶδε καρδίας καὶ νεφροὺς, καὶ τῶν εἰς νοῦν κινημάτων τὴν δύναμιν ὁ τῶν ὅλων ∆ημιουργός. Ὅταν οὖν ἐλπίδα τὴν τοιαύτην ἔχουσα φησί· Μὴ ἆρά πως τὰ ἐν ὑμῖν ἐγνωκὼς ἀποστήσῃ ταύτην ὑμῶν τὴν μετὰ τοῦ θανάτου συνθήκην; Ἀποστήσει δὲ τίνα τρόπον; Εἰ γὰρ ἐπέλθοι τὰ ἐξ ὀργῆς, τοῦτ' ἔστιν, ἡ καταιγὶς, οὐχ ἕτεροί τινες τῶν μεθ' ὑμᾶς, ἀλλ' ὑμεῖς αὐτοὶ γενήσεσθε εἰς καταπάτημα. Καὶ λήψεται ὑμᾶς πρωῒ πρωῒ, τοῦτ' ἔστιν, οὐκ εἰς μακρὰν, ἀλλ' οἷον ὄρθρου τε καὶ αὔριον. Οὐκ ἔσται ὅλως ἀνάπαυ- σις ἐκ κακῶν, ἀλλ' ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρὰ, τοῦτ' ἔστι, κατὰ πάντα καιρὸν τῇ τῶν δεινῶν προσδοκίᾳ δαπανηθήσεσθε. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ ἀποστήσων τῆς συμφορᾶς τὴν ἔφοδον; ἢ τίς τῷ θείῳ διαμάχεται θυμῷ; 9Μάθετε ἀκούειν, στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι. Καὶ αὐτοὶ δὲ ἀσθενοῦμεν, τοῦ ἡμᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών. Μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία.9 Ἀγαθὸς ὢν λίαν ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώ- πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ- θεῖν. Ταύτῃ τοι νουθετῶν τοὺς ἠσθενηκότας καὶ ἀνακομίζων εἰς εὐθεῖάν τε καὶ ἀπλανῆ τρίβον τοὺς τῆς ἑαυτῶν ψυχῆς κατημεληκότας, διὰ παντὸς ἔρχε- ται τρόπου τε καὶ λόγου. Ποτὲ μὲν γὰρ ταῖς τῶν κολάσεων ἀπειλαῖς καὶ τοῖς ἐξ ὀργῆς δείμασι προ- καταπτοῶν πρὸς τὸ ἄμεινον, ποτὲ δὲ ταῖς τῶν ἀγαθῶν ὑποσχέσεσι σαγηνεύει πρὸς τὸ συμφέρον. Ἀπειλήσας τοιγαροῦν καὶ προειρηκὼς, ὅτι τε πάντη τε καὶ πάντως ἁλώσονται μὲν ὑπὸ τῆς καταιγίδος, ἤτοι τῆς ὅσον οὐδέπω κατ' αὐτῶν ἐσομένης συμφορᾶς, καὶ ὅτι κατὰ πάντα καιρὸν ἐν ἐλπίσιν ἔσονται πονηραῖς· κατὰ τὸν τῆς παρακλήσεως χαρίζεται λόγον καὶ ἀπογινώσκειν οὐκ ἐᾷ. Καθάπερ τις τῶν ὅτι μάλιστα σοφῶν καὶ εὐτεχνεστάτων ἰατρῶν, οἳ τῶν τοῦ σώμα- τος μελῶν τὰ ἠῤῥωστηκότα, ποτὲ μὲν δριμεῖ θερα πεύουσι φαρμάκῳ, καὶ τοῖς ἄγαν εὐσθενεστάτοις ἐπικουρήμασι τὴν ἐπὶ τὰ χείρω τῶν παθῶν ἐπίδοσιν ἀνακόπτουσι, ποτὲ δὲ συμμέτροις καὶ οἷον ἡμερωτά- τοις μονονουχὶ καταγοητεύοντες, εὖ μάλα καταμαλ- θάσσουσιν. Ἀπειλήσας τοίνυν νουθετεῖ, καὶ τοῖς εὐαγγελικοῖς κηρύγμασιν ὑποθῆναι τὸν νοῦν διακε- λεύεται, λέγων· Μάθετε ἀκούειν, στενοχωρούμενοι. Εἶτα, φησὶ τὸ, Οὐ δυνάμεθα μάχεσθαι. ∆ιαμνημο- νεύει δὲ καὶ τῶν ἐν τῇ φάραγγι Γαβαῶν γεγονότων κατὰ καιρούς. Καὶ πεποίηται μὲν ἀσυμφανῶς λίαν ἡ τῶν λέξεων ἀπόδοσις, καὶ αὐτὸ δὲ τῆς συνθήκης τὸ ὕφος. Οἶμαι δὲ δεῖν τὰ ἐκ τῆς ἱστορίας εἰπεῖν. Ἔσται γὰρ οὕτω καὶ μόλις ἐναργὲς τοῖς φιλομαθέσι τὸ δη- λούμενον. Στρατηγοῦντος τοίνυν καὶ καθηγουμένου τῶν ἐξ Ἰσραὴλ τοῦ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ταῖς τῶν ἐθνῶν χώραις οὐ φορητῶς κατασκήπτοντος, πλείστων τε ὅσων ἀπολωλότων, τὰ ἶσα παθεῖν δεδιῶτες οἱ ἐκ Γαβαῶν, πόλις δὲ αὕτη τῶν ἀλλοφύλων μία, προσ- δεδραμήκασιν αὐτῷ, καὶ ψευδοεποῦντες ἔλαθον ἐν ἀρχαῖς, καὶ δὴ καὶ εἰσεδέχθησαν. Ἐπειδὴ δὲ μετὰ τοῦτο, τίνες τε καὶ ὅθεν εἰσὶν ἐγνώσθησαν, ὑδροφόροι τε καὶ ξυλοκόποι γεγόνασι τῇ συναγωγῇ. Τοῦτο μεμαθηκότες οἱ τῶν ἐθνῶν βασιλεῖς, πέντε δὲ οὗτοι, κατεστράτευσαν τῆς Γαβαῶν, ἐγκαλοῦντες ὅτι προσ- πεφεύγασι τοῖς ἐξ Ἰσραήλ. Ἐπειδὴ δὲ ἦσαν ἐν ἐσχάτοις οἱ ἐκ Γαβαῶν, καὶ ἀμήχανον ἑαυτοῖς ἐλογί- ζοντο τὴν ἀντίστασιν, σώζεσθαι παρεκάλουν διὰ χειρὸς τοῦ Ἰησοῦ. Ὁ δὲ τοῖς ἅπαξ ὑπ' αὐτῷ γεγονόσιν ἐπικουρῶν τοῖς τῶν ἀλλοφύλων στρατηγοῖς ἀντετάτ- τετο. Εἶτα τί τὸ τηνικάδε τῶν διὰ χειρὸς Θεοῦ γενέ- σθαι συμβέβηκε, διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει γὰρ οὕτως· "6Καὶ ἐπείπερ ἐγένετο εἰς αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν ἡμέραν ἐπορεύθη ἐκ Γαλγάλων, καὶ ἐξέστησεν αὐτοὺς ὁ Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ, καὶ συντρίψει συνέτριψε μεγάλῃ ἐν Γαβαῶν, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶμ, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζακῆ, καὶ ἕως Μαδαϊκά. Ἐν δὲ τῷ φυγεῖν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶμ, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, ἕως Ἀζηκᾶ· καὶ ἐγένοντο πλείους οἱ ἀποθνήσκοντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἐπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ."6 ∆έχεται τοίνυν ὡς ἀπό γε τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, εἰκόνα καὶ τύπον τῆς ἐσομένης τῆς ἐξ Ἰσραὴλ ἐπικουρίας παρὰ Θεοῦ τοῦ σώζειν εἰδότος, εἴπερ ἕλοιντο τοῖς τοῦ Σωτῆρος ἡμῶν καταπείθεσθαι λόγοις. Ὑμεῖς γὰρ, φησὶν, οἱ στενοχωρούμενοι, τοῦτ' ἔστιν, οἱ διὰ πλεί- στης ὀδύνης κεχωρηκότες, οἱ ταῖς ἀπωλείαις καὶ τοῖς τῶν ἐσομένων δείμασιν οἱονεί πως ἐκτεθλιμμένοι, μάθετε ἀκούειν, καλέσατε καὶ αὐτοὶ Ἰησοῦν εἰς ἐπικουρίαν, εἴπατε καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς Γαβαῶν· Οὐ δυνάμεθα μάχεσθαι, καὶ ἀσθενοῦμεν τοῦ συναχθῆναι, πρὸς ἀντίστασιν δηλονότι τῶν ἐπιόν- των ἐχθρῶν. Καὶ τί τοῦτο, λέγουσιν, ἔσται; Γνώσεσθε, φησὶν, ὅτι κἂν εἰ φέροιτο καθ' ὑμῶν, ὥσπερ ὄρος, ἔφοδος ἀνδρῶν ἀσεβῶν, ἔσται κατ' αὐτῶν τὰ ἐν τῇ φάραγγι Γαβαῶν. Κατὰ γὰρ τῶν πολεμούντων ὑμῖν μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, καὶ πικρίας ἔργα, τοῦτ' ἔστιν, ὀργῆς. Καὶ τίς ἄρα, ἢ δηλονότι ὁ ἐπαμύνων Θεός; Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρή- σεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Ὀργὴ γὰρ, φησὶ, ξένη τε καὶ ἀσυνήθης καταστρατεύεται τῶν διωκόντων ὑμᾶς. Πολεμήσει τε αὐτοῖς ὑψοῦ τε καὶ ἄνωθεν ὁ οὐρανὸς καταχέων ὥσπερ τινὰ χάλαζαν τὰ ἐξ ἀκράτου θυμοῦ. Τοιοῦτόν τί φησι καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· "6Εἰ ὁ λαός μου ἤκουσέ μου Ἰσραὴλ, ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου."6 9Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσά- τωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα, καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυ- ρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.9 Εἰσφέρεται πάλιν τὸ τοῦ μακαρίου προφήτου πρόσ- ωπον τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ἐπισκῆπτόν τε καὶ λέγον, ὅτι πάντη τε καὶ πάντως δεήσει τὸ μήτε χαίρειν αὐτοὺς, τοῦτ' ἔστι, μὴ τοῖς κατὰ Χριστοῦ τολμήμασιν ἐναβρύνεσθαι, καταστυγνάζειν δὲ μᾶλλον, καὶ δακρυῤῥοεῖν ἐπί γε ταῖς σφῶν αὐτῶν ἀσεβείαις, μήτε μὴν συντείνειν κατὰ τῶν ὑπὸ χεῖρα λαῶν τοὺς ἀπό γε τοῦ νόμου δεσμοὺς, ἐφεῖναι δὲ μᾶλλον πι- στεύουσιν εἰς Χριστὸν ἔξω γενέσθαι τῆς ἀρχαίας ἐν- τολῆς, καὶ τὰ ἐν σκιαῖς ἀφέντας καὶ τύποις, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ ἐπιδέχεσθαι προσκύνησιν. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ ὃν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ὅτι δὲ δεσμὸς οἷά τις ὁ νόμος ἦν, δικαιῶν μὲν οὐδένα· τετελείωκε γὰρ οὐδέν· κατα σφίγγων δὲ ὥσπερ εἰς κόλασιν τοὺς ἠσθενηκότας, καὶ ταῖς παραβάσεσιν ἐνόχους ὄντας ἐληλεγμένους, οὐκ ἂν ἐνδοιάσειέ τις. Ὅθεν οἶμαι καὶ μάλα ὀρθῶς τὸν μα- κάριον προφήτην ∆αβὶδ εἰς τὴν διὰ πίστεως χάριν ἰέναι γοργῶς συμβουλεύειν τοῖς ἐξ Ἰσραὴλ, λέγοντα· "6∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν."6 Ἦσαν γὰρ, ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ καταφορτίζοντες ἀνοσίως τοὺς ὑπεζευγμένους, καὶ ζυγὸν αὐτοῖς ἐπιτιθέντες τὸν δυσαχθῆ, δῆλον δὲ ὅτι τὸν τῶν νομικῶν ἐνταλμάτων, καὶ οἱονεί τισιν ἀῤῥήκτοις σειραῖς κατασφίγγοντες. Ταύτῃ τοί φησι πρὸς αὐτοὺς ὁ προφήτης· Μὴ ἰσχυ- σάτωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σα- βαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ποῖα ταῦτά ἐστι τὰ συντετελεσμένα καὶ συντετμημένα πράγματα; Τὸ κήρυγμα τὸ εὐαγγελικὸν, ἡ διὰ πί- στεως χάρις, ἡ ἐν Χριστῷ δικαίωσις, ὁ διὰ τοῦ Πνεύ- ματος ἁγιασμός. Ὁ μὲν γὰρ νόμος οὐ συντετμημέ- νος ἦν, οὔτε συντετελεσμένος. Τετελείωκε γὰρ, ὡς ἔφην, οὐδέν. Ἦν δὲ ὥσπερ καὶ ἐν κύκλοις, καὶ ἐν μακραῖς τοῦ γράμματος περιόδοις τὰ ἐν αὐτῷ θεωρή- ματα. Τὸ δέ γε σωτήριον κήρυγμα τελειοτάτην ἔχει καὶ συντετμημένην ὁδόν· ἀποφέρει γὰρ διὰ πίστεως εἰς δικαιοσύνην καὶ ἁγιασμόν. Καὶ ὁ μὲν νόμος μό- νοις ἐδόθη τοῖς ἐξ Ἰσραὴλ, διακονοῦντος Μωσέως. Ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, καὶ οὐκ ἔτι μόνον τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος προσεφώνει τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· Ἄκουε, Ἰσραήλ· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ τῆψάλλοντος λύρας· "6Ἀκούσατε,"6 φησὶ, "6ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην."6 9Ἐνωτίζεσθε, καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου.9 Ἐν τουτοισὶ πάλιν τὸ αὐτοῦ τοῦ Σωτῆρος εἰσφέρε- ται πρόσωπον, μονονουχὶ κατεπᾴδοντος τοῖς ἐξ Ἰσραὴλ, ἀναπείθοντός τε καὶ μάλα σαφῶς τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων προσέσθαι λόγον, καὶ τὰς αὐτοῦ φωνὰς, μὴ κατόπιν παραῤῥίπτειν τῆς διὰ Μωσέως ἐντολῆς. Ὅτι δὲ οὐκ ἠμελημένως, οὔτε μὴν ἀτημελῶς προσέρχεσθαι δεῖ τοῖς θείοις τε καὶ εὐαγγε- λικοῖς ἐμφανίζει λέγων· Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου. Προσοχῆς γὰρ χρεία, καὶ μέν τοι καὶ εὐπειθείας τοῖς εἰς τοῦτο ἥκουσι λογισμῶν ἀγαθῶν, ὡς τῆς ἑαυτῶν διανοίας τὸ πλάτος κατεμπλῆσαι ζη- τεῖν τῆς ὑπὲρ νόμον εἰσηγήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Ὅτι γὰρ ἀναδειχθέντος αὐτοῦ τὸ μετα- ποιεῖσθαί τισι τῆς κατὰ νόμον λατρείας ἐπισφαλές τε καὶ ἐπιζήμιον πιστώσεται λέγων ὁ Παῦλος τοῖς μετὰ τὴν πίστιν τὴν εἰς αὐτὸν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας ὑπονοστήσασιν ἐπὶ τὰ Μωσέως, ἤτοι τὰ ἐν νόμῳ· "6Κατ- ηργήθητε ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλ- πίδα δικαιοσύνης ἀπεκδεχόμεθα."6 Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι διά γε τοῦ φάναι Χριστόν· Προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. Εἰ γὰρ δὴ βούλεσθε, φησὶ, ταῖς τοῦ νόμου σκιαῖς ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ προσοχῆς τῆς δεούσης ἀξιοῦν τοὺς τύπους, ἀκούσεσθε πάντως τῶν ἐμῶν λόγων. Γρά- φομαι γὰρ ἐν τύποις, καὶ ξένον οὐδὲν εἰσκεκόμικε τῶν ἐμῶν θεσπισμάτων ἡ δύναμις, εἴ γε δὴ νοοῖτο πνευματικῶς ὁ νόμος. "6Εἰ γὰρ ἐπιστεύετε,"6 φησὶ, "6Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν."6 9Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀρο- τριᾷν· ἢ σπόρον ἑτοιμάσαι πρὶν ἐργάσεσθαι τὴν γῆν; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν, καὶ ζέαν ἐν τοῖς ὁρίοις σου.9 Βαθὺ μὲν λίαν τὸ αἴνιγμα, καὶ δυσκάτοπτος κομι- δῇ τῶν προκειμένων ὁ νοῦς· ἐρῶ δὲ ὡς ἔνι, καὶ κατά γε τὸ ἐγχωροῦν. Ἀπόβλητον ἐποιοῦντο τοῦ Σωτῆρος τὸν λόγον οἱ τάλανες Ἰουδαῖοι, καὶ πρόφασις ἦν αὐ- τοῖς, τὸ ἀπρὶξ ἔχεσθαι φιλεῖν τῆς διὰ Μωσέως ἐντο- λῆς. Ὤοντο γὰρ ὅτι καὶ εὐσεβοῦσι τάχα που, μετα- ποιούμενοι μὲν τῶν ἐν τύποις, διαπτύοντες δὲ ὥσπερ τῆς ἀληθείας τὸ κάλλος. Ταύτῃ τοι καὶ ἐδίωκον τὸν Ἰησοῦν, ὡς τῆς νομικῆς ἐντολῆς τὴν δύναμιν ἑτέρω- σέ πη παροχετεύοντα, καὶ εἰς ἑτέραν αὐτοὺς ἀποφέ ροντα λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν. ∆έχεται τοίνυν ὡς ἀπό γε τῆς ἐν χερσὶν οὔσης αὐτοῖς γε- ωργίας τὸ παράδειγμα, καί φησιν· Μὴ ὅλην τὴν ἡμέ- ραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Καὶ ὃ βούλεται δη- λοῦν, ἔστι τοιοῦτον. Αἱ τῶν εἰδωλολατρούντων καρδίαι σκληραί τέ εἰσι καὶ ἄτεγκτοι, καὶ οἱονεί τις ἀγρία γῆ κεχερσωμένη. ∆εῖ τοίνυν αὐταῖς, καθάπερ τινὸς ἀρό- τρου, τοῦ διαπτύσσοντος λόγου, τοῦ τῆς κατηχήσεως δηλονότι· ἵνα καὶ τὸν ἄνωθεν καὶ τὸν ἐξ οὐρανοῦ προσδέξωνται σπόρον· οὕτω τε λοιπὸν καρποφορή- σειαν τῷ Θεῷ τὴν εἰς πᾶν ὅτι τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν. Τοιοῦτόν τι γέγονε τοῖς ἐξ Ἰσραήλ. Ἦσαν μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι προσκυνοῦν- τες θεοῖς, κέκληνταί γε μὴν διὰ τοῦ πανσόφου Μω- σέως· δέδοται δὲ καὶ νόμος αὐτοῖς, ἀρότρου δίκην δια- τέμνειν αὐτοῖς εἰδὼς τὰς συνεσφιγμένας αὐτῶν καρ- δίας, καὶ νοῦν τὸν κεχερσωμένον. Ἀλλ' ἦν ἀναγκαῖον μὴ μόνον αὐτοὺς εἰς ἀρχὰς καλεῖσθαι τῆς νοητῆς γε- ωργίας, ἐπιλάμψαντος δὲ ἤδη τοῦ πάντων ἡμῶν Σω- τῆρος Χριστοῦ, καρποφορεῖν τῷ Θεῷ καὶ τῆς ἐν πνεύ- ματι λατρείας τὴν δύναμιν. Οὐκοῦν ἐπειδήπερ, ὡς ἔφην, ἀπόβλητον ἐποιοῦντο τὸν διὰ Χριστοῦ λόγον, προκείμενοι τοῖς Μωσέως, ταύτῃτοι καὶ λίαν εἰκότως μεθίστησιν αὐτοὺς τοῦ τοιοῦδε φρονήματος, λέγων· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Ἢ τὴν ἀνήροτον γῆν τὴν ἀγρίαν, καὶ ἀκανθοτόκον δια- πτύσσων, φησὶν, ἵνα ἕτοιμος γένοιτο πρὸς τὴν τῶν σπερμάτων παραδοχὴν, μὴ διὰ παντὸς ἀροτριᾷ; Ὁ δὲ τὴν γῆν, φησὶν, ἐργάζεσθαι βουλόμενος, ἆρα πρὶν εἰς νοῦν τοῦτο λαβεῖν ἑτοιμάσει σπέρμα; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον, καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Ἔδει γὰρ, ἔδει, φησὶ, προομαλισθῆναι διὰ τῆς ἐν τύποις ἐντολῆς τὴν τῶν παιδαγωγουμένων καρδίαν, καὶ οἱονεί τινος γῆς εὐτρεπισθῆναι τὸ πρόσωπον, ὡς ἑτοιμοτάτην ὁρᾶσθαι πρὸς τὸ δύνασθαι λοιπὸν ἐπιτηδείως ἔχειν εἰς καρποφορίαν. Ὁ δέ γε γηπόνος, φησὶ, κἂν ὁμαλίσῃ τὸ πρόσωπον τῆς γῆς, οὐκ εὐθὺς οὐδὲ ἐκ πρώτης τῶν στερεωτέρων σπερμάτων ποιεῖται τὴν καταβολὴν, ἀλλ' ὅσα ἄν εἰσι τέως μικρὰ, καὶ ἀσθενῆ, τοῦτ' ἔστι, μελάνθιον καὶ κύμινον· καὶ γυμνασθείσης δὲ ἤδη τῆς γῆς εἰς καρποφορίαν, τότε δὴ τότε σπείρει, φησὶ, καὶ πυρὸν καὶ κριθὴν καὶ ζέαν. Τρόπος γὰρ οὗτος γηπονίας ἐντέχνου ἐν τοῖς σοῖς ὁρίοις. Γέγονεν οὖν ἅπασι μονονουχὶ προομαλιστὴς ὁ νόμος καὶ οἷά τις εὐτεχνέστατος γεωργὸς, κατασπείρων ἐν τοῖς παιδ- αγωγουμένοις, οἱονεί τι μελάνθιον καὶ κύμινον, τὰ μικρά τε καὶ ὡς ἐν σκιαῖς, καὶ ὅσα τῶν σπερμάτων, αὐτὰ καθ' ἑαυτὰ, καὶ μόνα, ἐδώδιμα μὲν οὐδαμῶς, ζητοῦντα δὲ πάντως τὴν πρὸς ἕτερα συμπλοκὴν, ἵνα ὁρῷτο καὶ χρήσιμα. Εἰ γὰρ δὴ προσεπάγοιτο πυρῷ καὶ κριθῇ, τοῦτ' ἔστιν, ἄρτοις τοῖς ἐκ πυρῶν, ἢ κριθῆς, τότε δοκεῖ πως εἶναι καὶ χρειωδέστατα. Τοιαύτη δέ πώς ἐστι καὶ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Εἰ γὰρ μὴ ἔχοι τὸ συμφέρεσθαι δοκεῖν διὰ πνευματικῆς ἑρμηνείας τῇ στερεωτέρᾳ τροφῇ, τοῦτ' ἔστι, τῇ εὐαγγελικῇ, μόνη καὶ καθ' ἑαυτὴν οὐδὲν ἂν ἔχοι τὸ ὠφελοῦν. 9Καὶ παιδευθήσῃ κρίματι Θεοῦ, καὶ εὐφρανθή- σῃ. Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάγει περὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάν- θιον, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται· οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Καὶ ταῦτα παρὰ Θεοῦ Σαβαὼθ ἐξῆλθε τὰ τέ- ρατα.9 Ἀδρανῶς ἔχοντος τοῦ νόμου, φησὶ, πρὸς κάθαρσιν ἁμαρτιῶν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, ἀχρεῖα δὲ πέ- φηνε τὰ ἐν τύποις, εἰσκεκόμισται δὲ κρίμα τὸ ζωο- ποιὸν, καὶ ἐπωφελέστατον ἀληθῶς. Καὶ ποῖον τοῦτό ἐστιν; Ἐπειδὴ γὰρ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον, ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λό- γος, συντετελεσμένον καὶ συντετμημένον πρᾶγμα προθεὶς, τοῦτ' ἔστι, τὴν ἐν πίστει δικαίωσιν. Σὺ τοί- νυν, φησὶν, ὁ Ἰσραὴλ, εὐήνιον ὑποθεὶς τῷ πάντων Σωτῆρι Χριστῷ τὸν αὐχένα, τῷ παρ' αὐτοῦ κρίματι παιδευθήσῃ, τοῦτ' ἔστιν, ἐπὶ τὸ μανθάνειν τῆς παρ' αὐτοῦ σωτηρίας τὴν ὁδόν. Ἔσῃ γὰρ οὕτως ἐν εὐ φροσύνῃ. Ἐπειδὴ δὲ ἅπαξ τὸν ἐπὶ μελανθίῳ τε καὶ κυμίνῳ πεποίηται λόγον, δέχεταί τι χρήσιμον ἐξ αὐ- τῶν, καί φησιν· Οὐ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, καὶ τὰ ἑξῆς. Ἦν μὲν γὰρ παραβάσεσιν ἔνοχος ὁ Ἰσραὴλ, καὶ πρὸς αὐτὴν τὴν τοῦ νόμου τή- ρησιν ῥᾴθυμος γεγονὼς ἡλίσκετο. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεός· "6Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ."6 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀν- θρώπων. Ἆρ' οὖν οὐκ ἂν ἐξέτισε δίκας καὶ μάλα εἰκότως ῥᾳθυμίας τῆς εἴς γε τὸν νόμον; Ναί, φησιν. Ἀλλ' ἔστι φιλάνθρωπος ὁ τοῦ νομοθέτου σκοπός. Ὥσπερ γὰρ τὸ μελάνθιον, φησὶν, οὐ σκληρῶς καθαί- ρεται, οὔτε μὴν ἁμάξης τροχὸς περιάγει ἐπὶ τὸ κύ- μινον, ἀλοῶν δηλονότι, καὶ λεπτύνων αὐτὸ, καθάπερ ἀμέλει καὶ ἐπὶ σίτου πράττεται, ῥάβδῳ δὲ μᾶλλον καθαίρεται ἤγουν ἐκτινάσσεται· οὕτω τοῖς εἰς τὸν νόμον ἡμαρτηκόσιν ὁ νομοθέτης προσενεχθήσεται, δίκας μὲν οὐκ ἀπαιτῶν σκληρὰς, ῥάβδῳ δὲ μᾶλλον, καὶ συμμέτροις κινήσεσιν ἀποκαθαίρων αὐτούς. Προστιθεὶς δὲ ὅτι τὸ κύμινον μετὰ ἄρτου βρωθήσε- ται, δέδειχεν ὅτι τῆς νομικῆς λατρείας τὸ ἐξωφανὲς αὐτὸ καθ' ἑαυτὸ καὶ μόνον ἀχρεῖον εἰς ὄνησιν. Ἔσται δὲ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰ τῇ στερεᾷ συνάπτοιτο τροφῇ, τοῦτ' ἔστι, τοῖς εὐαγγελικοῖς θεσπίσμασι. ∆ιερμηνεύων γε μὴν τὸ αἴνιγμα, τὸ ἐπί γε τῷ κυμίνῳ καὶ μελανθίῳ φημί· καὶ τί ἂν βούλοιτο, δηλοῦντος ὅτι ῥάβδῳ τὸ μελάνθιον ἐκτινάσσεται, προσεπάγει καί φησιν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Ἔσο- μαι γὰρ οὐ βαρύμηνις, φησὶν, ἀλλ' οὐδὲ δίκην ὑμῶν καταψηφιοῦμαι τὴν ἐσχάτην, οὐδὲ πικρὸν ἐφ' ὑμῖν ἐξοίσω τὸ κρίμα, ὡς καὶ εἰς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς συμβαίνουσιν. Ὅτι δὲ εἰς ἄκρον ἀνεξι- κακίας ἐληλακὼς, κἀν τούτῳ δὴ πάλιν ὁ τῶν ὅλων Θεὸς φαίνεται προσαποδείκνυσι λέγων· Καὶ ταῦτα παρὰ Κυρίου Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Τέρας γὰρ ἀληθῶς, καὶ σημεῖον οὐκ ἀθαύμαστον, τὸ ἐν τοσούτοις ὄντα παραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραὴλ, καὶ ἀν- αριθμήτων ἐγκλημάτων ἀποκερδᾶναι τὴν ἄφεσιν, Θεοῦ κατοικτείροντος. 9Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.9 Τὴν ἀμνηστίαν αὐτοῖς τὴν ἐφ' οἷς πεπαρῳνήκασιν ὑπισχνούμενος, καὶ ὅτι πικρὸς οὐκ ἔσται λίαν ἐπ' αὐτοῖς εὖ μάλα διειρηκὼς βουλῆς ἀγαθῆς ἐπιλαβέσθαι κελεύει· καταιτιᾶται δὲ, ὅτι ματαίαν παράκλησιν, μέγα τι καὶ ὑψηλὸν χρῆμα εἶναι νομίσαντες, ἔξω φέ- ρονται τοῦ εἰκότος. Ποία δὲ ἡ παρ' αὐτοῖς καὶ μεγάλη νομισθεῖσα παράκλησις, ἔχουσα δὲ τὸ ἀνόνητον; Ἐκείνη που πάντως. Ἔφασκον γὰρ, Ποιήσομεν δια-θήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἀλλ' οἱ ταῦτα διενθυμούμενοι, καὶ κενὴν ἔχοντες τὴν ἐλπίδα, οἰηθέντες τε ὅτι τεθνήξον- ται πρὸ τῶν δεινῶν ἤκουον ἐναργῶς· Καταιγὶς φερο- μένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. 9Οὐαὶ πόλις Ἀριὴλ, ἣν ∆αβὶδ ἐπολέμησε. Συν- αγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγε- σθε γὰρ σὺν Μωάβ· ἐκθλίψω γὰρ Ἀριὴλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος, Καὶ κυκλώσω, ὡς ∆αβὶδ ἐπὶ σέ· καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους, καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται. Καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθε- νήσει.9 ∆έχεταί τι τῶν ἱστορικῶς γεγονότων ἐν καιρῷ τῆς βασιλείας τοῦ μακαρίου ∆αβὶδ, καὶ τοῦτο ποιεῖ μο- νονουχὶ πρὸς ἀνάδειξιν τῶν πολμηθέντων κατὰ Χρι- στοῦ παρὰ τῆς Ἰουδαίων συναγωγῆς. Τύποι γὰρ τῶν ἀληθῶν τὰ ὡς ἐν σκιαῖς τοῖς ἀρχαιοτέροις συμβεβη- κότα. Οὐκοῦν ἡ νῦν Ἱερουσαλὴμ, Ἰεβοὺς ἐκαλεῖτό ποτε. Ταύτην πεπολιόρκηκεν ὁ μακάριος ∆αβίδ. Καὶ διὰ ποίαν αἰτίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμ- μάτων. Ἔχει γὰρ οὔτως, ἐν τῇ δευτέρᾳ τῶν Βασι- λειῶν· "6Καὶ ἀπῆλθε ∆αβὶδ, καὶ πάντες οἱ ἄνδρες αὐ- τοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοι-κοῦντα τὴν γῆν, καὶ ἐῤῥέθη τῷ ∆αβὶδ, ὅτι Οὐκ εἰσελεύσεται ∆αβὶδ ὧδε· ὅτι ἀνέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες, ὅτι Οὐκ εἰσελεύσεται ὧδε. Καὶ κατ- ελάβετο ∆αβὶδ τὴν περιεχομένην Σιών. Αὕτη ἡ πόλις τοῦ ∆αβίδ. Καὶ εἶπε ∆αβὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι τοὺς τυφλοὺς, καὶ τοὺς χωλοὺς τοὺς πολεμοῦντας ψυχὴν ∆αβίδ."6 Οὐκοῦν τῷ μὲν μακαρίῳ ∆αβὶδ οἱ ἀπό γε τῆς Ἱερουσαλὴμ ἤτοι τῆς Ἰεβοῦς ἀντέστησαν τυφλοὶ καὶ χωλοὶ, καὶ τοῦτο πεποιηκότες οἰκτρῶς διολώλασι. Κατελάβετο γὰρ αὐτὴν, ἀντέστησαν δὲ τῷ πάντων Σωτῆρι Χριστῷ, κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ και- ρὸν, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ, καὶ τυ- φλοί· οὐ γὰρ ᾔδεισαν ὀρθοποδεῖν. Ἀλλ' οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέχοντο φῶς, οἱ τὴν πίστιν οὐ προσιέμενοι, γραμματεῖς δὴ μάλιστα καὶ Φαρισαῖοι. Καὶ γοῦν ἔφη διὰ φωνῆς τοῦ ∆αβίδ· "6Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν."6 Ἐπιστέλλει δὲ αὐτοῖς καὶ ὁ Παῦλος λέγων· "6∆ιὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλε- λυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον."6 Ὅτι δὲ ἦσαν καὶ τυφλοὶ, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· "6Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι· καὶ οἱ βλέ- ποντες τυφλοὶ γένωνται."6 Ἀνέβλεψαν μὲν γὰρ τὰ ἔθνη, καίτοι μὴ ὁρῶντά ποτε. Τετύφλωνται δὲ τῶν Ἰουδαίων οἱ δῆμοι, καίτοι βλέποντες τὸ Χριστοῦ μυστήριον τό γε ἧκον εἰς τὴν διὰ νόμου μυσταγωγίαν. Ταλανίζει τοίνυν τὴν Ἱερουσαλὴμ, καί φησιν· Οὐαὶ πόλις Ἀριὴλ, ἣν ∆αβὶδ ἐπολέμησεν· Ἀριὴλ δὲ αὐτήν φησιν, ὀνόματι κεχρημένος τῷ κατὰ συνήθειαν τοῖς πολλοῖς. Ἑρμη- νεύεται μὲν γὰρ Ἀριὴλ, λέων Θεοῦ. Ἐπειδὴ δὲ κατὰ πᾶσαν τῶν ἄλλων χωρῶν καὶ ἐθνῶν ἀφορήτους ἐποιεῖτο τὰς ἐφόδους Ἱερουσαλὴμ, νικῶσα διὰ Θεοῦ, καὶ λέοντος δίκην ἁρπάζουσα καὶ σπαράττουσα τοὺς ἀνταίροντας, τοιαύτην ἔλαχε τὴν ἐπωνυμίαν. Οὐαὶ τοίνυν, φησὶν, ὦ ἀθλία πόλις· ἡ ποτὲ μὲν ὡς λέαινα καταβρυχομένη τῶν ἐθνῶν, περιπεσοῦσα δὲ μετὰ τοῦτο ταῖς οὕτω πικραῖς καὶ ἀνηκέστοις συμφοραῖς. Πεπολέμηκε μὲν γὰρ αὐτὴν πάλαι ὁ ∆αβὶδ, ὁ δὲ ἐκ σπέρματος αὐτοῦ γεγονὼς μετ' αὐτὸν, τοῦτ' ἔστι Χριστός. Εἶτά φησι πρὸς αὐτούς· Συναγάγετε γεννή- ματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν· φάγεσθε μὲν γὰρ σὺν Μωάβ. Ἐν δυσὶ γὰρ ὅλοις ἔτεσιν ἅπασαν περινοστῶν τὴν Ἰουδαίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῖς πανσόφοις ἐχρήσατο διδασκαλίαις, καὶ τὸ θεῖον αὐ- τοῖς καὶ εὐαγγελικὸν παρετίθει κήρυγμα. Καιροῦ τοιγαροῦν, φησὶν, ἐνεστηκότος, καὶ διδόντος τοῦ δύ- νασθαι τροφὰς συλλέγειν πνευματικὰς, καὶ οἷον εἰς ἀποθήκην σωρεύειν αὐτὰς, εἰς νοῦν καὶ καρδίαν, μὴ νωθροὶ περὶ τοῦτο γένησθε. Πάντα δὲ μᾶλλον ὄκνον ἀποπεμψάμενοι, προθύμως συλλέξατε. Φάγεσθε γὰρ σὺν Μωάβ· ἡ Μωαβιτῶν χώρα γέγονέ ποτε δεισιδαι- μονεστάτη, καὶ ἦν ὅλως ἐν αὐτῇ οὐδεὶς, ὁ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσκυνεῖν ἀνεχόμενος. Οὐκ οὖν ὡς ἀπὸ χώρας μιᾶς τῆς εἰδωλολατρούσης ἅμα τὸ σύμπαν τῶν πλανωμένων πρόσωπον δέχεται, καί φησιν, ὅτι Φάγεσθε γὰρ σὺν Μωάβ. Εἰσκέκλην- ται γὰρ καὶ τὰ ἔθνη, καὶ κοινὴ γέγονε τροφὴ τοῖς τε ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτοῖς δὲ τοῖς πλανωμένοις, ποτὲ τὸ εὐαγγελικὸν καὶ Σωτήριον κήρυγμα. Εἶτα προσεπάγει καί φησι, Ἐκθλίψω γὰρ Ἀριὴλ, ἀποδώ-σεις δὲ τούτῳ τῷ πρώτῳ. Ἔφη γὰρ, ὅτι Οὐαὶ, πόλις Ἀριήλ. Εἶτα διὰ μέσου παρενθεὶς τὰ ἐκ τῆς συμβου- λῆς πάλιν ἔχεται τοῦ σκοποῦ, καί φησιν· Ἔφην, ὅτι Οὐαὶ, πόλις Ἀριήλ· ἐκθλίψω γὰρ αὐτὴν, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοὶ, τοῦτ' ἔστιν, Ἐγὼ πάντα τὸν πλοῦτον αὐτῆς, καὶ πᾶσαν τὴν ἰσχὺν λή- ψομαι· καὶ τοῦτο νοήσεις αἰσθητῶς τε ἅμα καὶ πνευ- ματικῶς. Ὁ μὲν γὰρ ἐπίγειος αὐτῶν κεκένωται πλοῦτος, ἁρπαζόντων δηλονότι τῶν πολιορκούντων αὐτήν. Συντέθραυσται καὶ ἡ πάλαι μεγάλη, καὶ δια- βόητος ἰσχὺς, νενίκηνται γὰρ ὑπὸ τῆς τῶν Ῥωμαίων χειρός. Γυμνοὶ δὲ πρὸς τούτῳ γεγόνασι τῶν ἐξ ἀρε- τῆς αὐχημάτων, καὶ παντὸς ἀγαθοῦ πτωχείαν, ἠῤ- ῥωστηκότες συναποβεβλήκασι τοῖς ἄλλοις, καὶ τῆς ἐν νόμῳ σοφίας τὸν πλοῦτον. Λέγω δὲ, ὅτι Κυκλώσω ἐπὶ σὲ χάρακα, καθήσω ἐπὶ σὲ πύργους, τὴν γεγενη μένην πολιορκίαν κατὰ τῆς Ἱερουσαλὴμ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὑπεμφαίνει. Ἐπειδὴ δὲ γεγόνα- σιν ἀλάζονες οἱ Φαρισαῖοι, καὶ φωνὰς ἠρεύγοντο κατὰ τοῦ Χριστοῦ δεινάς τε καὶ ἐπηρμένας. Ἔφασκον γάρ· "6Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί."6 Ταύτῃτοί φησιν, ὅτι Ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν. Καὶ οὐκ αὐτοὶ πάντως οἱ λόγοι τοῦτο πείσονται κατὰ τὸ ἀληθὲς, ἀλλ' οἱ τολμήσαντες εἰπεῖν αὐτοὺς, ἔσονται καταβεβλημένοι, οἱ πάλαι φορτικὰ καὶ ὑπέρογκα λα- λεῖν εἰωθότες ὑπενηνεγμένοι τοῖς ἐκ τοῦ πολέμου κα- κοῖς. Σμικρὰν καὶ ἀσθενεστάτην ἕξουσι τὴν φωνὴν, φθέγξονται δὲ οὕτως, καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς γῆς φωνοῦντες, τοῦτ' ἔστιν, οἱ νεκυομάντεις, οἳ ἐπει- δὰν προσποιοῦνται ψυχὴν ἀνενεγκεῖν, ἰσχνόν τι καὶ τετριγὸς ὑποφωνοῦσι μόλις, ὡς αὐτῆς ἠρέμα καὶ ἀπὸ τῆς γῆς λαλούσης ψυχῆς. 9Καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ Κυρίου Σαβαώθ.9 Ἀσεβεῖς ὀνομάζει τοὺς εἰς Χριστὸν παροινήσαν- τας, καὶ σταυρῷ παραδόντας τὸν Λυτρωτὴν, καὶ τῆς σωτηρίας τὸν χορηγὸν θανάτῳ περιβαλεῖν τολμήσαν- τας, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς ἐν σαρκί. Τοῦτον τὸν πλοῦτον ὡς κονιορτὸν ἀποιχήσεσθαί φησιν, ἀπο- πτῆναι δὲ καὶ ὡς χοῦν ἀπὸ τροχοῦ· καὶ οὐκ ἐν μή- κει χρόνου, ἀλλ' ἐν βραχεῖ, καὶ οἷον ἐν στιγμῇ. Καὶ ὅτι τὸ χρῆμα παρὰ Κυρίου Σαβαὼθ συμβήσεται, διαμεμήνυκεν ἀναγκαίως, ἵνα μή τις ἐλπὶς αὐτοὺς διαπαίζῃ κενὴ προσδοκῶντας ὅτι καὶ διαφεύξονται. 9Ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σει- σμοῦ, καὶ φωνῆς μεγάλης· καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα.9 Τί ἂν βούλοιτο δηλοῦν τὸ, Παρὰ Κυρίου Σαβαὼθ, διατρανοῖ λέγων, ὡς ἔσται τις ἐπ' αὐτοῖς ἐπισκοπή. Περιόψεται γὰρ ὁ Θεὸς οὐδαμῶς καὶ Πατὴρ τὴς εἰς τὸν Υἱὸν δυσσεβείας τὰ ἐγκλήματα. Ἀλλ' ἐποίσει, φησὶ, καθάπερ τινὰ βροντὴν, καὶ σεισμὸν, καταιγίδα, καὶ φλόγα πυρὸς κατεσθίουσαν τοῦ πολέμου τὴν ἔφοδον. 9Καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ, ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευ- σαν ἐπὶ Ἱερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ' αὐτὴν, καὶ θλίβοντες αὐτήν· καὶ ἔσονται ὡς ἐν ὕπνῳ πεινῶντες καὶ ἐσθίοντες, καὶ ἐξανα- στάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον. Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξ- αναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ὑπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών.9 Ὡς κονιορτὸν ἔσεσθαι λέγων, καὶ ὡς χοῦν ἀπὸ τροχοῦ τὸν πλοῦτον τῶν ἀσεβῶν, δῆλον δὲ ὅτι τῶν εἰς Χριστὸν πεπαρῳνηκότων, οὐδὲ αὐτοῖς τοῖς κατα- δῃώσασιν ἐν ἀσφαλεῖ καὶ βεβαίᾳ γενήσεσθαι κτήσει διισχυρίζεται. Ἔσονται γὰρ οὕτω πεπλουτηκότες, φησὶν, ὡς ἂν εἰ καί τινες τῶν ἐν ὁράσει νυκτερινῇ καταπλουτῆσαι μὲν οἰηθέντων, κεκερδακότων δὲ παντελῶς οὐδέν. Ἔξυπνοι γὰρ γεγονότες, τὴν τῶν ὀνειράτων ἀπάτην ἐπιγνώσονται, καὶ ὅπερ εἶναι νενομίκασιν ἀληθὲς, τοῦτο δὴ πάντως εὑρήσουσι σκιὰν οὖσαν, καὶ δόκησιν. Συμβαίνει δέ τι τοιοῦτον, καὶ ἐπὶ τῶν ἢ πείνῃ τυχὸν ἢ δίψει κατισχημένων ἰδεῖν· ὀρεκτιᾷ μὲν γὰρ ἡ τοῦ σώματος φύσις ἀναγ- καίως τὰ ἑαυτῆς· ὕπνου τε μήν ἐσθ' ὅτε τὸν νοῦν κατακηλήσαντος, οὐδὲν ἧττον ἡ φύσις ἐν ἐπιθυμίαις ἐστὶν ὧν ἂν βούλοιτο τυχόν. Ἐντεῦθεν, οἶμαί που, καθάπερ τινὲς ἀτμοὶ καὶ φαντασίαι λεπταὶ τοῦ πράγματος περιθέουσι τὸν νοῦν, ἀλλ' ἔσται ματαία καὶ ἀνόνητος παντελῶς ἡ δόκησις, ὕπνου λοιπὸν τῶν ὀμμάτων ἀπονοστήσαντος. Οὕτως ἔστω, φησὶν, ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών. Πότε δὲ ἢ πῶς γενέσθαι ταυτὶ συμβέβηκε, παρείσθω λέγειν. 9Ἐκλύθητε, καὶ ἔκστητε, καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐ- τῶν, καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ γλυπτά.9 Προσδιαλέγεται πάλιν τοῖς τῶν θείων θεσπισμά- των καταφρονηταῖς, καὶ παρ' οὐδὲν ἡγεῖσθαι μεμε- λετηκόσι τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικόν. Καίτοι γὰρ παρὸν αὐτοῖς, καὶ σφό- δρα ἑτοίμως, τῆς διὰ Χριστοῦ σωτηρίας ἀποκερδᾶναι τὴν χάριν, εὐήνιον τὸν τῆς διανοίας ἐπάγουσιν αὐ- χένα. Τοῦτο μὲν οὖν οὐκ ἔδρων οἱ δείλαιοι, περι- αυτιζόμενοι δὲ καὶ μεγάλα φρονοῦντες ἐφ' ἑαυτοῖς ἀνέδην ἔφασκον· "6Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μα- θηταί· ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν."6 Ἀλλ' ἤκουον Χριστοῦ λέγοντος ἐναργῶς· "6Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου."6 Καὶ πάλιν· "6Ἕως τὸ φῶς ἔχετε, περι- πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς κατα- λάβῃ."6 Ἐπειδὴ δὲ καίτοι τῶν οὕτω σεπτῶν ἀκροώμε- νοι λόγων γεγόνασι μὲν κατ' οὐδένα τρόπον ἐαυτῶν ἀμείνους ἢ σοφώτεροι· σκληροὶ δὲ καὶ ἀκαμπεῖς κατεφωρῶντο λοιπόν. Τότε δὴ τότε καὶ μάλα εἰκότως κατελήφθησαν ὑπὸ τῆς σκοτίας ἐκλέλυνται δὲ τρόπον τινὰ, καὶ φρενὸς ἐξέστησαν ἀγαθῆς, καὶ καθάπερ ἐξ οἴνου κεκραιπαληκότες πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτό- πων εὐκόλως καταδεδόνηνται. Τοιοῦτόν τι σημαίνων φησὶ πρὸς αὐτούς· Ἐκλύθητε, καὶ ἔκστητε καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδ' ἀπὸ οἴνου. Οἶδε γὰρ, οἶδε καταμεθύσκειν τὸν νοῦν, οὐχὶ πάντη τε καὶ πάντως οἶνος ὁ αἰσθητὸς, ἤγουν τὸ μεθύσκον κέρασμα, τοῦτ' ἔστι, τὸ σίκερα. Συμφοραὶ δὲ μᾶλλον τοῦτο δρῶσι νεανικώτερον, καὶ οἷά τις πώρωσις ἐκ θείας ὀργῆς τῇ διανοίᾳ συμβαίνουσα, τοῦτο γὰρ, οἶμαι, διδάσκει λέγων· Καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐ- τῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ γλυπτά. Οἱ γὰρ πάλαι, φησὶ, διὰ τῆς τοῦ νόμου παιδαγωγίας σεσοφωμένοι, καὶ τῆς ἀληθείας τὸ κάλλος ὡς ἐν ἀμυδραῖς ἔτι κατα θεώμενοι ταῖς σκιαῖς, καὶ συνιέντες ἐκ μέρους τῶν ἁγίων προφητῶν τοὺς λόγους, καὶ αὐτοῦ δὴ τούτου στερηθήσονται. Καμμύσει γὰρ τοὺς τῆς διανοίας αὐ- τῶν ὀφθαλμοὺς, καίτοι πάλαι βλέποντας τὰ γλυπτά [σεπτ. κρυπτὰ, νον γλυπτά]. Πείσεται δὲ τοῦτο, φησὶν, ἄρχων, καὶ προφήτης, τοῦτ' ἔστιν, ἡγούμενος καὶ ἱερέως. Ὠνόμαζον γὰρ προφήτας τοὺς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντας τὰ προφητῶν. Ἦσαν δέ τινες παρὰ τοῖς Ἰουδαίοις νομομαθείας ὑπόληψιν ἔχοντες καθηγηταὶ καὶ διδάσκαλοι, καθάπερ ἀμέλει καὶ Γαμαλιὴλ, περὶ οὗ πολὺς παρ' αὐτοῖς ὁ λόγος ἦν. 9Καὶ ἔσται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμ- ματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. Καὶ δοθή- σεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· Ἀνά- γνωθι τοῦτο, καὶ ἐρεῖ· Οὐκ ἐπίσταμαι γράμματα.9 Ἔφη που πρὸς Ἰουδαίους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· "6Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε."6 Οὐκοῦν εἰκῆ πεπονήκασιν ἄνω τε κάτω τὴν διὰ Μωσέως ἐντολὴν ἀειλογοῦντες οἱ ἐξ Ἰσραὴλ καὶ προσποιούμενοι μὲν τῶν νομικῶν γραμμάτων εἰς νοῦν καὶ καρδίαν οὐκ ἀγεννῆ συλλέ- ξασθαι σύνεσιν, οὐ μὴν ἐπιζητοῦντες Χριστὸν, καίτοι τοῦ νόμου τὸ αὐτοῦ λαλοῦντος μυστήριον. Ἤκουον γὰρ πάλιν· "6Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν."6 Οὐκοῦν ἐπειδήπερ οὐ πολὺς ἦν παρ' αὐτοῖς ὁ τοῦ νόμου λό- γος, μᾶλλον δὲ ἀπεκτόνασι τὸν δι' αὐτοῦ προαναφω- νούμενον, καὶ τῆς εἰς Μωσέα τιμῆς ἀλογήσαντες κατεσφραγίσθη τρόπον τινὰ παρὰ Θεοῦ, καθάπερ βιβλίον ἒν ἡ θεόπνευστος Γραφή. Ἓν γὰρ ἡ πᾶσά ἐστι καὶ λελάληται δι' ἑνὸς τοῦ ἁγίου Πνεύματος· κατεσφραγίσθη δὲ τινά τρόπον; Οὔτε γὰρ οἱ ἀνα- γνῶναι δυνάμενοι, καὶ εἰδότες γράμματα συνιέναι τι δύνανται τῶν ἐν αὐτῷ, οὔτε μὴν καὶ εἰ μή τις εἰδείη γράμματα γνώσεταί τι τῶν κεκρυμμένων ἐν αὐτῷ· ἀλλ' ἔσται πᾶσιν ἐν ἴσῳ τρόπω κατεσφραγισμένος ὁ νόμος, ὡς ἄληπτον παντελῶς, καὶ τοῖς τὴν λέξιν εἰ δόσι, τὴν τῶν ἐννοιῶν γενέσθαι δύναμιν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ ∆αβὶδ πρὸς τὸν Θεὸν ὑμνού- μενον· "6Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκυψον."6 9Καὶ εἶπε Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μά- την δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀν- θρώπων καὶ διδασκαλίας.9 Ὑποκρινόμενοι γὰρ Ἰουδαῖοι τῶν νομικῶν ἐνταλ- μάτων τὸ βάθος ὁρᾷν, καὶ ἐπὶ γλώττης ἔχοντες τὴν πάλαι διωρισμένην τοῖς πατράσιν ἐντολὴν, μεμετρή- κασιν ἐν τούτῳ καὶ μόνῳ τῆς πρὸς Θεὸν λατρείας τὴν δύναμιν. Ἔδρων μὲν γὰρ τῶν τεθεσπισμένων τὸ σύμπαν οὐδὲν, ἀτιμάσαντες δὲ ὥσπερ τὴν τοῦ νομοθέ- του βούλησιν ἐτράποντο πρὸς διδασκαλίαν, καὶ ἀν- θρώπων ἐντάλματα. Παραδόσεις γάρ τινας εἰκαίας καινοτομοῦντες ἑαυτοῖς ᾤοντο μὲν εἶναι φιλόθεοί τε καὶ ἀγαθοὶ, ἠλέγχοντο δὲ δι' αὐτῶν τῶν πραγμάτων τὴς εἰς Θεὸν ἀγάπης ἀσυνέτως ἀποπηδήσαντες. Οὐκοῦν τό γε ἧκον εἰς τὸ ἐπὶ γλώττης ἔχειν τὸν νό- μον, ἐγγὺς ἑαυτοὺς ἐνόμιζον εἶναι Θεοῦ, διὰ δέ γε τοῦ μὴ ἀνέχεσθαι πληροῦν αὐτὸν, ἀποφοιτῶντες ἠλέγ- χοντο, καὶ ἔξω που γεγονότες αὐτοῦ. Ὅτι γὰρ τοῖς ἀνθρώπων ἐντάλμασι προσέκειντο μᾶλλον, κἀντεῦθεν ἂν γένοιτο καταφανές· "6Προσήεσαν μὲν γάρ ποτε τῷ Σωτῆρι λέγοντες οἱ Γραμματεῖς, καὶ οἱ Φα- ρισαῖοι· ∆ιατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅτε ἄρτον ἐσθίουσι. Καὶ πρός γε ταῦτο ἔφασκεν ὁ Κύριος· ∆ιατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε· Τίμα τὸν πατέ- ρα σου, καὶ τὴν μητέρα σου· καὶ ὁ κακολογῶν πα- τέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ, ἢ τῇ μητρὶ, ∆ῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῖ διὰ τὴν παράδοσιν ὑμῶν."6 Προσεπήνεγκε δὲ τούτοις τὸ προκείμενον ὑμῖν ῥητόν· ἔφη γὰρ, ὅτι "6Ὑποκρι- ταὶ καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν λέγων Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ."6 Οὐκοῦν ἐπειδή περ τὸν παιδαγωγὸν ἀτιμάσαντες, καὶ τοῦ μηδενὸς ἀξιώσαντες λόγου τὸν παρὰ Θεοῦ νόμον ἐτράποντο πρὸς διδασκαλίας καὶ ἐντολὰς ἀνθρώπων, κατεσφρα- γίσθη ταύτῃτοι, καὶ σφόδρα εἰκότως τὸ τῆς θεοπνεύ στου Γραφῆς βιβλίον. Οὐ γὰρ ἦν ἀκόλουθον τὴν διὰ τῆς θεοπνεύστου Γραφῆς πλουτίσαι σύνεσιν τοὺς κα- ταφρονοῦντας αὐτῆς. 9∆ιὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.9 Μετεκομίσθη γὰρ ὥσπερ ὁ τῶν Ἰουδαίων δῆμος κατὰ πολλοὺς, οἶμαι, τρόπους. Κλῆρος μὲν γὰρ ὠνο- μάσθη Θεοῦ, μερίς τε αὐτοῦ καὶ σχοίνισμα· μετετέθη δὲ ὥσπερ. Οὐ γὰρ ἔτι κλῆρος κεχρημάτικεν αὐτῷ, μερὶς δὲ γέγονεν ἀλωπέκων, καὶ δέδοται τῷ Σατανᾷ, καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν εἰς τροφὴν, μετετέθη δὲ καὶ ἀπό γε τοῦ φρονεῖν ὀρθῶς, εἰς ἀδόκιμον νοῦν ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν, ἐκ τοῦ εἶναι σοφὸς εἰς ἐσχάτην ἀβελτηρίαν. Ἀπολῶ γὰρ, φησὶ, τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. Εἶναι μὲν γὰρ ἐδό- κουν σοφοί τε καὶ πολυγνώμονες οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, νομομαθείας ἔχοντες δόξαν, ἀλλὰ κέκρυπται παρὰ Θεοῦ, καὶ μονονουχὶ συνεστάλη τῶν σοφῶν ἡ σύνεσις, τοῦτ' ἔστιν, ὁ νόμος, ἤγουν ἡ θεό πνευστος Γραφή. 9Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου· οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν τῷ σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσι· Τίς ἡμᾶς ἑώρακε; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν;9 Ὅτε ποινὴν καὶ δίκην καθορίζει τινῶν ὁ τῶν ὅλων Θεὸς, εὐθὺς ἐπιφέρει τὰς τοῦ πράγματος αἰ- τίας, καὶ ἵστησιν ἐναργῆ τὰ τῶν πεπονθότων ἐγκλή- ματα, ἵνα καὶ δίκαιος ὁρῷτο πάντα κολάζων ἐν δίκῃ. Ἔφη τοίνυν ὡς ἀσύνετοι παντελῶς ἔσονται τῶν Ἰου-δαίων οἱ δῆμοι κατεσφραγισμένου τοῦ νόμου, καὶ ἁπάσης ἐξῃρημένης τῆς ἐν αὐτοῖς συνέσεως, ἀπομεῖ- ναι τυφλοὺς, νοητῶς δηλονότι. Ποῖα τοιγαροῦν τὰ ἐγ- κλήματα, καὶ ἐπὶ τίσιν αὐτοῖς τὸ ἔν γε τούτῳ κατ- ολισθεῖν συμβέβηκε διατρανοῖ παραχρῆμα. Πλεῖσται γὰρ ὅσαι κατὰ Χριστοῦ γεγόνασιν αἱ παρ' αὐτῶν σκέ- ψεις, καὶ ἀπᾴδουσαι Θεῷ. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, οὐ διὰ Κυρίου· καὶ δὴ καὶ ᾤοντο κατὰ σφᾶς αὐτοὺς βουλεύεσθαι μὲν λεληθότως, καὶ ἐγχειρημάτων ἅπτε- σθαι πικρῶν ὡς τάχα που καὶ λέγειν, Τίς ἡμᾶς ἑώρακεν, ἢ τίς γνώσεται ἃ ἡμεῖς ποιοῦμεν; Ἀλλ' ἠγνόησαν ὅτι τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν οὐκ ἂν διαλάθοι βουλὴ, καὶ σκέψις ἀνθρώπου πικρὰ, καὶ ἐγ- χειρημάτων δύναμις, κἂν εἰ πράττοι τὸ τυχὸν ἐν σκό- τει καὶ κεκρυμμένως. Κατεμισθοῦντο μὲν γὰρ τὸν προδότην Ἰούδα, μονονουχὶ λέγοντες· ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Καὶ δὴ σταυρῷ παρέδωσαν, καὶ τό γε ἧκον ἐπ' αὐτοῖς ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς· ἐγηγερμένῳ δὲ πάλιν ἐκ νε- κρῶν ἐπεφύοντο δεινοὶ καὶ λεληθότως ἔδρων τὰ ἐξ ἀνοσίας τε καὶ βασκάνου φρενός. Ἐγηγέρθαι γὰρ γνόντες αὐτὸν, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώ- ταις τοῖς τοῦ τάφου φρουροῖς, ἵνα εἴπωσιν ὅτι οἱ μα- θηταὶ αὐτοῦ διὰ νυκτὸς λαθόντες ἔκλεψαν αὐτόν. Οὐαὶ τοίνυν, φησὶν, οἱ τὰς τοιάσδε βουλὰς ποιεῖν εἰωθότες, οὐ διὰ Κυρίου μᾶλλον, ἀλλ' ὡς ἔν γε τῷ Βεελζεβούλ. 9Οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας;9 Εἰρηκὼς ὅτι Μεταθήσω τὸν λαὸν τοῦτον, ὅτι πάντη τε καὶ πάντως κατορθώσει τὸ χρῆμα καὶ λίαν ἀμογητὶ διαδείκνυσιν ἐν τούτοις, μεταπλασθήσεσθαι λέγων αὐτοὺς εἰς ὅπερ ἂν ὁ δημιουργήσας ἐθέλοι, καθάπερ ἀμέλει, καὶ τὸ διὰ χειρῶν κεραμέως τεχν- ουργούμενοι. Τοιοῦτόν τι πάλιν καὶ ὁ προφήτης Ἱερεμίας ἐδιδάσκετο· "6Ἀνάστηθι γὰρ, φησὶ, καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. Καὶ κατέβην εἰς τὸν οἶ- κον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἀπὸ τῶν χειρῶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῖ ποιῆσαι, καὶ εἶπε Κύριος πρός με· Μὴ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι ποιῆσαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ; Ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου."6 Μεταπλάττει γὰρ εὐκόλως, ἐφ' ὅπερ ἂν ἕλοιτο τὸ παρ' αὐτοῦ γεγονὸς ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργός. 9Οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται;9 Ἔσεσθαι λέγων αὐτοὺς ὡς πηλὸν κεραμέως, καὶ μεταπλασθήσεται πρὸς τὰ αἰσχίω· διά τοι τὸ πλεί- στην ὅσην ἐν αὐτοῖς εἶναι τὴν ἁμαρτίαν τινὰ τρόπον ἔσται τὸ χρῆμα διαδείκνυσιν ἐναργῶς, καὶ καταλευ- καίνει τρόπον τινὰ τὸ ἀμυδρῶς εἰρῆσθαι δοκοῦν. Λί- βανος μὲν ὄρος ἐστὶ τῆς Φοινίκης, καὶ ἦσαν πάντες οἱ ἐν αὐτῷ καὶ περὶ αὐτὸ κατοικοῦντες ἄνθρωποι τῶν ὅτι μάλιστα δεισιδαιμονεστάτων, ὁμοίως δὲ καὶ τὸ Χαρμὲλ ὄρος ἦν ἐν τῇ Ἰουδαίων χώρᾳ, παμμέγεθες ἐν ᾧ κατοικῆσαι λέγεται καὶ ὁ Θεσβίτης Ἠλίας. Οὐκ- οῦν ἀπὸ τῶν ὀρῶν ἤτοι τῶν χωρῶν ἐν αἷς τὰ ὄρη τοὺς ἐνοικοῦντας ἐν αὐτοῖς κατασημᾶναι βούλεται, καί φησιν, ὅτι Μετατεθήσεται, ὅ ἐστι μεταβληθήσεται ὁ Λίβανος, ἔσται δὲ ὡς τὸ Καρμήλιον ὄρος. Τὸ δὲ ὄρος τὸ Καρμήλιον ὡς ὁ Λίβανος, τοῦτ' ἔστιν, οἱ μέν ποτε τοῖς εἰδώλοις λατρεύοντες τὸν ἐν τῇ Ἰουδαίᾳ προσκυνούμενον ἐπιγνώσονται Θεὸν, καὶ ἐν τάξει τοῦ πρωτοτόκου Ἰσραὴλ καταλογισθήσονται. Οἵ γε μὴν ἐκ σπέρματος Ἰσραὴλ τοῖς τὸν Λίβανον οἰκοῦσι καὶ πλανωμένοις ποτὲ γενήσονται παραπλήσιοι. Ἐκβέ- βληται μὲν γὰρ ὁ Ἰσραὴλ τῆς πρὸς Θεὸν οἰκειότητος διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Προσελήφθη δὲ τὰ ἔθνη καὶ ἡγιασμένα διὰ τοῦ Πνεύματος θείας φύ σεως γεγόνασι κοινωνοί. Μετατεθήσεται τοίνυν, ὁ Λίβανος, φησὶν, ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται, τοῦτ' ἔστιν, ὡς ὕλη ξύλων ἀγρίων, ὧν τὸ τέλος εἰς καῦσιν. Ἢ καὶ καθ' ἕτερον τρόπον. ∆ρυτόμοι γὰρ ὥσπερ γεγόνασι τοῖς ἐξ Ἰσραὴλ οἱ καταδῃοῦντες αὐτὸν, καὶ τοῦτο, οἶμαι, δη- λοῖ λέγων ὁ προφήτης Ζαχαρίας· "6∆ιάνοιξον, ὧ Λίβα- νος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος"6 Ἄθρει δὴ οὖν, ὅτι καὶ αὐτὸς τῷ Λιβάνῳ παρεικάζει τὴν Ἰουδαίαν, ὡς οὐδὲν διαφέ-ρουσαν τῶν ἐν αὐτῷ πάλαι, τοῦτ' ἔστι, τῶν πλανω- μένων. Πίτυν δὲ καὶ κέδρον, καὶ μέν τοι καὶ δρῦν τοὺς ἐν αὐτῇ πεσόντας ἀποκαλεῖ. Ὑψηλοὶ γὰρ ὄντες, ὑψοῦ τε ᾐρμένοι, καθάπερ ὑπὸ πυρὸς δεδαπάνηνται τῆς θείας ὀργῆς. 9Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λύ- γους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ. Ὀφθαλμοὶ τυφλῶν βλέψονται, καὶ ἀγαλ- λιάσονται πτωχοὶ διὰ Κυρίου ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἐθνῶν ἐμπλησθήσονται εὐ- φροσύνης.9 Τὴν τῶν ἐθνῶν κλῆσιν διά γε τῶν προκειμένων ἡμῖν ἐναργέστατα δηλοῖ. Ἔστι δὲ καθάπερ ἐξ ἀντι στρόφου τῶν πραγμάτων τὴν φύσιν ἰδεῖν συμβαίνου- σαν. Ἔφη μὲν γὰρ ὅτι κατασφραγισθήσεται τὸ τοῦ νόμου βιβλίον ἤγουν ἁπάσης τῆς θεοπνεύστου Γρα φῆς, καὶ τὸν τῶν Ἰουδαίων κρυβήσεται νοῦν τῶν θείων λογίων ἡ γνῶσις· ὡς τὸν μὲν εἰδότα γράμματα, φάναι τὸ, Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γὰρ, τὸν μὴ εἰδότα δὲ, φάναι τὸ, Οὐκ οἶδα γράμματα, ἀλλ' ὅτι κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν Θεοῦ καὶ τὸ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς νοῦν καὶ καρδίαν εἰσ δέξονται φῶς, καὶ αὐτὸν δὲ συνήσουσι τὸν διὰ Μω- σέως νόμον, καίτοι κωφοὶ καὶ ἀνήκοοι γεγονότες ποτὲ, καὶ οἷον ἐν ὁμίχλῃ καὶ σκότῳ διατρίβοντες, ὡς ἐν ἀμαθίᾳ καὶ πλάνῃ καθίστησιν ἐναργές. Ἠσθῆ- σθαι δέ φησιν αὐτοὺς, οὐκ ἐφ' ἑτέροις τισὶ τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἀλλ' ἐπὶ Κυρίῳ, τοῦτ' ἔστι, Χριστῷ. Πτωχοὶ γὰρ ὄντες, καὶ τῶν ἀγαθῶν οὐδὲν ἔχοντες εἰς νοῦν, ἀλλ' ἐν ἐνδείᾳ πάσης ὑπάρ χοντες ἀρετῆς, καὶ ἐλπίδα μὴ ἔχοντες· ἄθεοι γὰρ ἦσαν ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον· πλησθή- σονται ἐν εὐφροσύνῃ. Ἔσονται γὰρ, καὶ ἁμαρτίας ἐλεύθεροι καὶ πλήρεις ἁγιασμοῦ, καὶ θανάτου κρείτ- τονες, καὶ ἐλπίδων ἐπίμεστοι τῶν παρὰ Θεοῦ, διηνεκοῦς εὐφροσύνης μέτοχοι. 9Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσ- κομμα θήσουσι, καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.9 Ὡς ἐκ μέσου γενομένων, καὶ ἐκβεβλημένων τῆς πρὸς Θεὸν οἰκειότητος τῶν ἐξ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν· σέσωσται γὰρ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν· ἐκλελοιπέναι φησὶν ἄνο- μόν τε καὶ ὑπερήφανον· ἄνομοι μὲν γὰρ ὡς μηδὲ αὐτὸν τετηρηκότες τὸν νόμον, τραπόμενοι δὲ μᾶλλον εἰς διδασκαλίας καὶ ἐντάλματα ἀν- θρώπων. ὑπερήφανοι δὲ λίαν καὶ κατωφρυωμένοι δεινῶς ὡς Χριστὸν ἀτιμάσαντες. Ποτὲ μὲν γὰρ ἔφα- σκον· "6Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε;"6 Ποτὲ δὲ πάλιν· "6Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα. Τίνα σεαυτὸν ποιεῖς;"6 Καὶ μὴν καὶ ἑτέρωθι κατίδοι τις ἂν αὐτοὺς ἀνοσιώτατα λέγον- τας τοὺς Γραμματέας τε καὶ Φαρισαίους· "6∆αιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;"6 Ἐξωλοθρεύ- θησαν τοίνυν οἱ παρανομοῦντες ἀεὶ διὰ πολλὴν κα- κίαν καὶ τῆς ἐνούσης αὐτοῖς δυστροπίας τὸ μέγεθος. Οὗτοι δὲ ἦσαν οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· ἀποκομίζοντες γὰρ, ὡς ἔφην, τοὺς ὑπὸ χεῖρα λαοὺς τῆς εἰς τὸν νόμον αἰδοῦς, ἁμαρτάνειν παρ- εσκεύαζον τὸν ἴδιον λόγον ἤτοι τὰ ἑαυτῶν ἐντάλματα τηρεῖν ἀναπείθοντες· καὶ ταῦτα ἡγεῖσθαι παρασκευ- άζοντες νόμον· καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, ἐποι- οῦντο πρόσκομμα τοὺς ἐλέγχοντας ἐν πύλαις. Οἱ μὲν γὰρ ἅγιοι προφῆται τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ δια- πορθμεύοντες λόγους, τοὺς ἐξ Ἰσραὴλ ἤλεγχον ἐσθ' ὅτε, καὶ τοῦτο ἐν παῤῥησίᾳ καὶ οὐ λεληθότως, ἀλλ' οἷον ἐν πύλαις. Οἱ δὲ καθηγεῖσθαι λαχόντες τῶν ὑπὸ χεῖρα ποιμνίων, καὶ παιδαγωγεῖν ὀφείλοντες εἰς πᾶν ὁτιοῦν τῶν χρησίμων τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμή- του παρεκθέοντας ὁδοῦ, τοὺς ὠφελοῦντας ἐλέγχους ἐποιοῦντο πρόσκομμα, πλάνους τάχα που καὶ ψευ δοεπεῖς ὀνομάζοντες. Σκοπὸς γὰρ ἦν αὐτοῖς τὸ ἐν ἀδίκοις πράγμασι τὴν τοῦ δικαίου δύναμιν παρευθύ- νειν ἀεί. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, Ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον, οἷον τοῦ νόμου λέγοντος, "6Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,"6 καὶ, "6Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω."6 Αὐτοὶ λέγειν ἐδίδασκον τοῖς γεγεννηκόσι τοὺς ἐξ αὐτῶν γεννωμέ- νους· ∆ῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῆς. Κἂν εἰ τοῦτ λέγοιεν, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μη- τέρα αὐτοῦ. Ἐξέστω, φησὶ, μὴ τιμᾷν πατέρα, ἢ μη- τέρα. Τοῦτο γὰρ αὐτοῖς ὠνείδιζεν ὁ Χριστὸς λέγων· Ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ· Οὐ νῦν αἰ σχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον με- ταβαλεῖ Ἰσραήλ· ἀλλ' ὅταν ἴδωσι τὰ παιδία αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.9 Ἀνανήφει πανταχοῦ τῆς προφητείας ὁ λόγος, καὶ τῶν εἰωθότων φιλοψογεῖν προαναβλέπει τὴν κακουρ γίαν. Ἔφη γὰρ μὲν, ὅτι Ἐξέλιπεν ἄνομος, ἀπώλετο ὑπερήφανος· ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἐκ πολλῆς ἄγαν ἀμαθίας οἴεσθαί τινας ψευδοεπῆσαι τὸν Θεόν· οὐκ εἰσάπαν ἀπολωλότος τοῦ Ἰσραὴλ, σεσωσμένου δὲ, ὡς ἔφην, τοῦ καταλείμματος· ταύτῃτοι καὶ σφόδρα χρησίμως διαμέμνηται τῆς ἐλπίδος τῆς τετηρημένης τῷ Ἰσραὴλ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Κληθήσονται καὶ αὐτοὶ διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ ὀπίσω δρα- μοῦνται τῶν ἐθνῶν. Ὄταν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τί οὖν φησι· ∆ιὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ ὃν ἀφώρισεν ἐξ Ἀβραάμ; Ἐξειλεγμένοςγὰρ ἦν ἀπὸ πάντων τῶν ἐθνῶν ὁ Ἰσραὴλ, καὶ οἷά τις κλῆρος ἐξαίρετος τῷ Θεῷ, τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακὼβ κατελογίσθη γένος. Ἀλλ' οὐ νῦν αἰσχυνθή σονται, φησὶν, οὐδὲ νῦν μεταβαλοῦσι τὸ πρόσωπον, τοῦτ' ἔστιν, οὐκ εὐθὺς ὅτε καὶ δεδυσσεβήκασιν εἰς Χριστὸν, ἐν ἐπιγνώσει γεγονότες τῆς ἑαυτῶν ἁμαρ- τίας αἰσχυνθήσονται, καὶ οἷον μεταχωρήσουσιν, ὡς πρός γε τὸ δεῖν οὐκέθ' ὁρᾶσθαι τοιούτους. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ μεταβαλεῖν τὸ πρόσωπον· ἀλλὰ προϊόντος τοῦ καιροῦ, ὅταν οἱ ἐξ αὐτῶν γεγονότες ἴδωσί μου τὰ ἔργα, τοῦτ' ἔστιν, ὅταν θεάσωνται κε- κλημένην τὴν ὑπ' οὐρανὸν, καὶ πιστεύσαντας τοὺς ἀνὰ πᾶσαν τὴν γῆν εἰς ἐμέ· ὅταν ἴδωσι τὴν τοῦ διαβόλου δύναμιν κατασεσεισμένην, ἀνῃρημένης δὲ δηλονότι τῆς ἀρχαίας ἐκείνης, καὶ βεβήλου πλάνης, καὶ ὁμοῦ τεμένεσιν εἰδώλων ἐμπεπρησμένων, τότε ἁγιάσουσι τὸ ὄνομά μου, ἀντὶ τοῦ, ἅγιον ἡγήσονταί με καὶ αὐτοί· ἁγιάσουσι δὲ ὡς ὄντα κατὰ ἀλήθειαν τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραήλ. Οὕτω γάρ με φοβηθήσονται. Ὁδὸς δὲ πρὸς σωτηρίαν ἀεί πώς ἐστιν ὁ τοῦ Θεοῦ φόβος. Γέγραπται γὰρ, ὅτι "6Φόβος Κυρίου ζωὴν ποιεῖ."6 9Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπα- κούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσον- ται λαλεῖν εἰρήνην.9 Ἁγιάσαντες γὰρ τὸ ὄνομα τοῦ πάντων ἡμῶν Σω- τῆρος Χριστοῦ, καὶ ἀραρότως πεπιστευκότες, ὡς ἔστιν αὐτὸς ἅγιος τοῦ Ἰακὼβ, καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ γνώσονται σύνεσιν· καίτοι πνεύματι πλάνης κατ- ισχημένοι ποτὲ, καὶ τὸν νόμον ἔχοντες κατεσφρα- γισμένον· οἱ δὲ ἀεὶ γογγύζοντες μαθήσονται ὑπ- ακούειν. ∆ιεγόγγυζον γὰρ κατὰ Χριστοῦ οἱ τῶν Ἰου δαίων δῆμοι, ποτὲ μὲν λέγοντες· "6Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;"6 ποτὲ δὲ πρὸς τούτοις, καὶ διώκειν αὐτὸν οὐ παραιτούμενοι"6 καὶ εἰς ἐγκλήματος δύναμιν καταγράφοντες αὐτῷ τὴν ἀλήθειαν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ Υἱὸν ἑαυτὸν ὠνόμαζε τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐδὲν οὖσαν τὴν τοῦ νόμου σκιὰν ἀποφαίνων, τῆς ἐν πνεύματι λα- τρείας παρετίθει τὸ κάλλος. Οἱ δὲ ἐδίωκον αὐτὸν, "6Οὐ μόνον, φησὶν, ὅτι ἔλυε Σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ."6 Οἱ τοίνυν καταγογγύζοντες μαθήσονται ὑπακούειν, φη- σὶν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λα- λεῖν εἰρήνην. Τῶν γὰρ μὴ ὀρθὰ περὶ Χριστοῦ λαλεῖν εἰωθότων ἐψέλλιζον αἱ γλῶσσαι, πλὴν μαθήσονται, φησὶ, τὰ αὐτοῦ λαλεῖν καὶ τὰ εἰς εἰρήνην ἐρεύγεσθαι μᾶλλον, οὐκ ἀποφοιτοῦντες ἔτι πρὸς ἀπόνοιαν τὴν πρώτην, ὑποφέροντες δὲ μᾶλλον αὐτῷ τὸν τῆς δια- νοίας αὐχένα. Λαλεῖν δὲ εἰρήνην πρὸς τὸν Ἰησοῦν εἴ τις λέγει, Κύριος ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. 9Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίαν ἐφ' ἁμαρτίαις· οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυ- πτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. Ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ' Αἴγυπτον ὄνειδος, ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροί· μάτην κοπιά- σουσι πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς, οὔτε εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλ' εἰς αἰσχύ- νην καὶ ὄνειδος.9 Ταλανίζει πάλιν ὡς φιλαμαρτήμονας καὶ ἀποστά- τας γεγονότας τοὺς ἐξ Ἰσραὴλ, πονηρούς τε ἄγαν καὶ πικρὰ βουλευομένους, οὐ διὰ Θεοῦ. Οὐ γάρ τοι θέμις μετὰ Θεοῦ βουλεύεσθαι, τοὺς ἐπί τινι τῶν φαύλων ὁμογνωμονεῖν ἐθέλοντας. Βουλεύσεται δὲ μετὰ Θεοῦ, καὶ χωρήσει πρὸς τὰ πρακτέα πᾶς εἴ τίς ἐστιν εὐσεβής τε καὶ ἀγαθὸς, καὶ δικαιοσύνης ἐραστής. Γέγραπται γὰρ, ὅτι "6Λογισμοὶ δικαίων κρίματα."6 Καταιτιᾶται τοίνυν τὸν ἀπόκλητον Ἰσραὴλ, ὡς ἀπ-ᾴδουσαν τῷ Θεῷ γνώμην εἰσενεγκάμενον ἐπὶ Χριστῷ. ∆ιεσκέπτοντο μὲν γὰρ συνεδρεύοντες, καὶ δὴ καὶ ἔφασκον· "6Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ὑμῶν καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἕτερος δέ τις τῶν τεταγμένων ἐν ἡγου- μένοις, Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται."6 Σαφέστερον τοῦτο αὐτὸ διδάσκει λέγων ὁ Κύριος ἐν παραβολαῖς εὐαγγελικαῖς, ὅτι "6Ὁ τὸν ἀμπε-λῶνα φυτεύσας οἰκοδεσπότης, ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους, ὥστε κομίσασθαι τοὺς καρποὺς, ἀπεκτόνασι δὲ τούτους οἱ γεωργοί."6 Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἐκείνων δυσσεβείας γεγόνασιν ἐγκλήματα· ἀλλὰ γὰρ καὶ τὸν υἱὸν τεθεαμένοι μετὰ τοὺς οἰκέτας ἀπεσταλμέ- νον παρὰ τοῦ πατρὸς, εἶπον, φησὶν, ἐν ἑαυτοῖς, "6Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ."6 Ἀποστάται τοιγαροῦν οἱ τῶν οὕτω πικρῶν καὶ ἀνοσίων σκεμμά- των εἰσηγηταὶ, οἱ προστιθέντες ἁμαρτίαν ἐφ' ἁμαρ- τίας· ἀπεκτόνασι γὰρ, ὡς ἔφην, προφήτας ἁγίους· εἶτα καὶ αὐτὸν μετ' ἐκείνους τὸν κληρονόμον, τοῦτ' ἔστι, τὸν υἱόν. Ὅτι δὲ ἐκ πολλοῦ ἄνωθεν αὐτοῖς ἡ γνώμη πρὸς ἀπόστασιν βλέπει τὴν ἀπὸ Θεοῦ, πληροφορεῖν πειρᾶται λέγων· Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴ- γυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων, προσέῤῥιπτε διὰ μέσου τὸ, Ἐμὲ δὲ οὐκ ἐπερώτησαν. Ἡ δέ γε τῶν νοημάτων ἀκολουθία τοῦτον ἔχει τὸν τρόπον· Οὐαὶ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκέπην εὑράσθαι τὴν ἀπό γε τῶν Αἰγυπτίων. Περιηγγελμένου γὰρ αὐτοῖς πολέμου καὶ μάχης καὶ τοῦ βασιλέως Ἀσσυρίας κατὰ τῆς Ἰουδαίων χώρας ὅπλα κινήσαντος προδεδραμήκασιν Αἰγυπτίοις, καὶ τὴν παρ' αὐτῶν ἐπικουρίαν ἐκάλουν, καίτοι δέον ἐκμειλίσσεσθαι Θεὸν, ἀποτρίβεσθαί τε ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς, τὰ ἐφ' οἷς αὐτῷ προσκεκρού- κασιν. Ὅτι γὰρ τὴν παρ' αὐτοῦ πλουτοῦντες εὐμέ- νειαν, οὐκ ἂν ὑπηνέχθησαν τοῖς τῶν πολεμούντων ποσὶν, ἡ τῶν ἤδη φθασάντων πιστώσεται πεῖρα. Τίνα γὰρ οὐ νενικήκασι; τίνος οὐ κεκρατήκασι διὰ Θεοῦ; Ἀλλ' οὐδὲν εἶναι καταλογιζόμενοι τὸ σώζε-σθαι παρ' αὐτοῦ, μᾶλλον δὲ τὸ μὴ δύνασθαι σώζειν τινὰς τῆς πανσθενοῦς καθορίζοντες δεξιᾶς τὰς ἐξ ἀνθρώπων ἐζήτουν ἐπικουρίας. Ἀλλ' ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς εἰς αἰσχύνην καὶ ὄνειδος. Εἰσὶ γὰρ ἐν Τάνει, φησὶν, ἀρχηγοὶ, ἄγγελοι πονηροί. Κατέβησαν γὰρ εἰς Αἴγυπτον οἱ ἐξ Ἰσραὴλ, ᾤοντό τε, καθάπερ ἔφην ἀρτίως, ἀρκέσειν αὐτοῖς τῶν ἐν Τάνει καθηγη- τῶν, ἤτοι βασιλέων, τὴν ἐπικουρίαν. Ἀλλ' ἦλθον κἀκεῖσέ τινες ἀπαγγέλλοντες τοῖς κρατοῦσι τῆς χώρας πονηρὰ, καὶ δύσοιστα, κεχώρηκε γὰρ κατὰ τῶν Αἰ- γυπτίων ὁ Ἀσσύριος, μετά γε τὸν πρὸς Τυρίους πόλεμον. Μάτην οὖν ἄρα, φησὶν, οἳ ἐξ Ἰσραὴλ κο- πιάσουσι κατατρέχοντες πρὸς λαὸν, ὃς κατ' οὐδένα τρόπον αὐτοὺς ὀνῆσαι δυνήσεται. Ἔσται γὰρ αὐτοῖς οὔτε ἀποχρόντως ἔχων εἰς ἐπικουρίαν, οὔτε μὴν εἰς τὸ δύνασθαι τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν, ἀλλ' εἰς αἰσχύνην, καὶ ὄνειδος. Ἕπεται γὰρ ἀεὶ τοῖς τὴν ἑαυτῶν καρδίαν ἀποστήσασι τῆς εἰς Θεὸν ἐλπί- δος, τὸ πάντη τε καὶ πάντως παντὶ περιπίπτειν κακῷ. Καὶ ἀληθεύει λέγων ὁ μακάριος ∆αβίδ· "6Ἀγαθὸν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Ἐκρύεται δὲ καὶ παντὸς ἀπαλλάττει κακοῦ τοὺς ἀγαπῶντας αὐτὸν, καὶ αὐτῷ προσκεῖσθαι σπουδάζοντας."6

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

5
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία