Παραινέσεις περὶ ἤθους ἀνθρώπων καὶ χρηστῆς πολιτείας
Ι ΑΝΘΡΩΠΟΙ λογικοὶ καταχρηστικῶς λέγονται’ οὐκ εἰσὶ δὲ λογιχοί, οἳ τοὺς λόγους καὶ τὰ βιθλία τῶν πάλαι σοφῶν ἐκμαθόντες' ἀλλ᾽ οἳ λογικὴν ἔχοντες φυχὴν καὶ. δυνάμενοι διακρίνειν, τί μὲν ἐστι τὸ καλόν, ποῖον δὲ ἐστι τὸ καχόν' καὶ τὰ μὲν πονηρὰ καὶ Ψυχοθλαθῆ φεύγοντες, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ σπουδαίως διὰ μελέτης ἔχοντες". καὶ ταῦτα πράττοντες μετὰ πολλῆς τῆς πρὸς τὸν Θεὸν εὐχαριστίας οὗτοι μόνοι λογικοὶ ἄνθρωποι κατὰ ἀλήθειαν ὀφείλουσι λέγεσθαι. β΄. Ὅ τῇ ἀληθείᾳ λογιχὸς ἄνθρωπος, μίαν ἔχει σπουδήν, τὸ πείθεσθαι καὶ ἀρέσκειν τῷ Θεῷ τῶν ὅλων καὶ εἷς τοῦτο καὶ μόνον παιδεύεσθαι τὴν ἑαυτοῦ ψυ; χήν, ὅπως εὐαρεστήσῃ τῷ Θεῷ, εὐχαριστῶν τῇ τοιαύτη 'καὶ τοσαϑτῃ αὐτοῦ προνοίᾳ.
καὶ διοικήσει τῶν ὅλων, κἂν ὁποίᾳ ἓν τύχη κατὰ τὸν βίον. "Ατοπον γάρ, τοῖς μὲν ἰατροῖς καὶ πικρὰ καὶ οὐχ. ἀρέσκονο πα ἡμῖν παρέχουσι φάρμακα, εὐχαριστεῖν ὑπὲρ τῆς δγείας τοῦ σώματος' τῷ δὲ Θεῷ ὑπὲρ τῶν δοκούντων ἡμῖν δυσχερῶν ἀχαριστεῖν καὶ μὴ γινώνσχεῖν, ὅτι πάντα δεόντως, καὶ εἰς τὸ συμφέρον ἡμῖν καὶ πρόνοιαν αὐτοῦ γίνεται ἡ γὰρ γνῶσις καὶ ἡ πίστις ἢ πρὸς τὸν Θεόν, σωτηρία καὶ τελειότης ἐστὶ τῆς φυχῆς. γ΄.
;ὴν ἐγκράτειαν καὶ τὴν ἀνεξικαχίαν καὶ τὴν σωφροσύνην καὶ τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν καὶ τὰ ὅμοια τούτοις, μεγίστας καὶ ἐναρέτους δυνάμεις εἰλήφαμεν παρὰ τοῦ Θεοῦ’ ἀντιτεταγμένας καὶ ἄνθισταμένας καὶ βοηθούσας πρὸς τὰ ἐκεῖθεν δυσχερῆ: ἃς τινας δυνάμεις ἐὰν γυμνάζωμεν καὶ πρὸς χεῖρας ἔχωμεν, οὐδὲν ἔτι χαλεπόν ἢ ὀδυνηρόν ἢ ἀφόρητον ὑπολαμθάνομεν ἡμῖν γίνεσθαι᾽ λογιζόμενοι, ὅτι πάντα ἀνθρώπινά ἐστι καὶ νικῶνται ὑπὸ τῶν ἐν ἡμῖν ἀρετῶν. Τοῦτο οὐκ ἐνθυμοῦνται οἳ ἀνόητοι τὴν φυχήν᾽ οὐδὲ γὰρ λογίζονται, ὅτι πάντα καλῶς καὶ δεόντως γίνεται εἰς τὸ συμφέρον ἡμῖν, ἵνα διαλάμφωσιν αἱ ἀρεταὶ καὶ στεφανωθῶμεν ὑπὸ τοῦ Θεοῦ. δ’. Τὴν τῶν χρημάτων κτῆσιν καὶ τὴν πλουσίαν χρῆσιν.
φαντασίαν 3 Γραπτέον μᾶλλον κατὰ. μόνην ὀλιγοχρόνιον λογιζόμενος καὶ γινώσκων, ὅτι ἢ ἐνάρετος καὶ τῷ Θεῷ ἀρέσκουσα πολιτεία, τοῦ πλούτου διαφέρει’ τοῦτο ἀσφαλῶς μελετῶν καὶ διὰ μνήμης ἔχων, οὗ στενάξεις, οὐχ οἰμώξεις, οὗ μέμψῃ οὐδένα, ἀλλὰ περὶ πάντων εὐχαριστήσεις τῷ Θεῷ, ὁρῶν τοὺς χείρονας σαυτοῦ, καὶ λόγῳ καὶ χρήμασιν ἐπερειδομένους' κάκιστον γὰρ πάθος φυχῆς, ἥτε ἐπιθυμία καὶ ᾽ δόξα καὶ ἡ ἄγνοια. . Ὁ λογικὸς ἀνήρ, αὐτὸς ἑαυτὸν θεωρῶν, δοκιμάζει τὰ πρέποντα καὶ τὰ συμφέροντα αὐτῷ” καὶ τίνα μὲν ἴδια τῆς φυχῆς ὑπάρχει καὶ ὠφέλιμα, τίνα δὲ ἀλλότρια αὐτῆς) καὶ οὕτω φεύγει τὰ βλάπτοντα τὴν ψυχὴν ὣς ἀλλότρια καὶ χωρίζοντα αὐτὸν τῆς ἀθανασίας. ς΄. Ὅσον τις μετριώτερον ἔχει τὸν βίον;
τοσοῦτον ὑπάρχει εὔδαιμονέστερος' ὅτι οὗ φροντίζει περὶ πολλῶν᾽ δούλων, γεωργῶν καὶ κτήσεως ἆλόγων’ τούτοις γὰρ ἑαυτοὺς προσηλοῦντες καὶ εἰς τὰ ἐχ τούτων συμθαίνοντα δυσχερῆ περιπίπτοντες, μεμφόμεθα τὸν Θεόν’ ἐκ δὲ τῆς αὐθαιρέτου ἡμῶν ἐπιθυμίας ὁ θάνατος ἀρδεύεται καὶ μένομεν ἐν τῷ σκότει τοῦ βίου τῶν ἅμαρτηµάτων πλανώμενοι, μὴ ἀναγνωρίζοντες ἑαυτούς.
ο δ’, Οὐκ ὀφείλει τις λέγειν, ὅτι οὗ δυνατὸν ἀνθρώπῳ ἐνάρετον βίον ἐπιτυχεῖν, ἀλλ᾽ ὅτι οὐκ εὐχερές: οὐδὲ τοῖς τυχοῦσιν εὔληπτόν ἐστι τὸ τοιοὔτον ἐνάρετον δὲ μετέχουσι βίον, ὅσοι εἰσὶν ἐν ἀνθρώποις εὐσεθεῖς καὶ θεοφιλῆ ἔχοντες νοῦν' ὃ γὰρ κοινὸς νοῦς κοσμιχός ἐστι καὶ τρεπτός, νοήσεις παρέχων ἀγαθάς τε καὶ καχάς, ἀλλοιούμενος τῇ φύσει καὶ πρὸς τὴν ὕλην ἀλλαττόμενος' ὃ δὲ θεοφιλὴς νοῦς τιμωρός. ἐστι τῆς πα τῆς ἐν ή ἐκ τῆς ; αὐθαιρέτως προσγινοβένης. τ.
πι τες) ἀπόλλυται καὶ θολοῦται ἡ ἄτονος Ἐς ὑπὸ τῆς κακίας, Δ᾽ ἐν αὐτῇ ἀσωτείαν, ὑπερηφανίαν, ἀπληστίαν, ὀργήν, προπέτειαν, λύσσαν, φόνον, ὀδυρμόν, φθόνον, πλεονεξίαν, ἁρπαγήν, πόνον, ψεῦδος, ἡδονήν, ὄχνον, λύπην, δειλίαν, νόσον, μῖσος, μέμφιν, ἀδυναμίαν, πλάνην, ἄγνοιαν, ἀπάτην, λήθην Θεοῦ διὰ τούτων καὶ τῶν δμοίων τούτοις τιμωρεῖται ἢ ἀθλία φυχὴ ἢ χωρίζουσα ἑαυτὴν τοῦ Θεοῦ. ϑ΄. Οἱ τὸν ἐνάρετον καὶ εὐλαθῆ καὶ ἐπίδοξον βίον ἀσκεῖν βουλόμενοι, οὐχ . τοῦ πεπλασμένου ἤθους ἢ τῆς ψευδοῦς πολιτείας ὀφείλουσι χρίνεσθαι' ἀλλ᾽ ὥσπερ οἱ τεχνῖται τῶν ζωγράφων καὶ τῶν ἀνδριαντοπλάστων, ἐξ αὐτῶν τῶν ἔργων τὴν ἐνάρετον καὶ θεοφιλῆ πολιτείαν ἐπιδείχνυνται καὶ μα;
παγίδας, οὕτω πάσας τὰς πονηρᾶς ἡδονὰς ἀποστρέφονται. Ὅ πλούσιος καὶ εὐγενὴς παρὰ τοῖς καλῶς φρονοῦσι, παιδεύ"σεως φυχικῆς δίχα καὶ ἀρετῆς βίου ἁπάσης, κακοδαίμων ὑπάρχει' ὥσπερ κ ᾽Αντὶ τοῦ οἷον. ὃ πένης καὶ δοῦλος τὴν τύχην, παιδεύσει καὶ ἀρετῇ βίου κεχοσμημένος, εὐδαίμων ὑπάρχει’ ὥσπερ δὲ οἱ ξένοι ἐν ταῖς ὁδοῖς πλανῶνται, οὕτω καὶ οἱ ἐναρέτου βίου μὴ ἐπιμελούμενοι, ὑπὸ τῆς ἐπιθυμίας πλανώμενοι ἀπόλλυνται. ᾿ ια’.
᾿Ανθρωποποιὸς ὀφείλειν λέγεσθαι, ὃ τοὺς ἀπαιδεύτους ἡμερῶσαι δυνάμενος, ἵνα λόγων καὶ παιδεύσεως ἐρασθῶσι᾽ τὸν αὐτὸν τρόπον καὶ οἱ τοὺς ἀκολάστους τὸν βίον, ἐπὶ τὴν ἐνάρετον καὶ Θεῷ ἀρέσκουσαν πολιτείαν μεταρρυθµίζοντες, ἀνθρωποποιοὶ ὀφείλουσι λέγεσθαι, ὣς τοὺς ἀνθρώπους ἀναπλάττοντες᾽ πρᾳότης γὰρ καὶ ἐγκράτεια, εὐδαιμονία ἐστὶ καὶ ἐλπὶς ἀγαθὴ ταῖς ψυχαῖς τῶν ἀνθρώπων. ιβ’. Πρέπει τοὺς ἀνθρώπους, κατὰ ἀλήθειαν, τὰ ἤθη καὶ τὴν ἑαυτῶν πολιτείαν δεόντως ἀσχεῖν᾽ τούτου γὰρ κατορθωθέντος, εὐχερῶς τὰ περὶ Θεοῦ γινώσκεται' ὃ γὰρ ἐξ ὅλης καρδίας καὶ πίστεως σεβόμενος τὸν Θεόν, προνοεῖται παρ᾽ αὐτοῦ, θυμοῦ καὶ ἐπιθυμίας κρατεῖν' πάντων γὰρ τῶν κακῶν αἰτία ἡ ἐπιθυμία καὶ ὃ θυμός. (γ΄.
"Ανθρωπος λέγεται, ἢ ὁ λογιχός, ἢ ὃ διορθωθῆναι ἀνεχόμενος: ὃ γὰρ ἀδιόρθωτος, ἀπάνθρωπος καλεῖται᾽ ὅτι τοῦτο ἀπανθρώπων ἐστί᾽ καὶ φευχπέοι εἰσὶν οἱ τοιοῦτοι τοῖς γὰρ τῇ καχίᾳ συζῶσιν, οὖν. ἔξεστιν ἐν ἆθανάτοις γενέσθαι ποτέ. -. εδ’. Τὸ λογικὸν ἡμῖν κατὰ ἀλήθειαν συµπαρόν, ἀξίους ἡμᾶς ποιεῖ τοῦ ὀνομάζεσθαι ἀνθρώπους' ἀπολιμπανόμενοι δὲ τοῦ λογικοῦ, τῇ διαπλάσει τῶν μελῶν μόνῃ καὶ τῇ φωνῇ τῶν ἀλόγων διαφέρομεν' ἀναγνωρισάτω οὖν ὃ εὔνους ἄνθρωπος ἑαυτὸν ὄντα ἀθάνατον καὶ μισήσει πᾶσαν αἰσχρὰν ἐπιθυμίαν, τὴν αἰτίαν τοῦ θανάτου γινομένην ἀνθρώποις. τε’.
Ὥσπερ ἑκάστη τῶν τεχνῶν τὰς ὑποχειμένας αὐτῇ ὕλας διακοσμοῦσα, τὴν ἑαυτῆς ἀρετὴν-ἐπιδείχνυται' ως ", ὁ μὲν ξύλα ἐργαζόμενος: ἕτερος δὲ τὸν χαλκόν' ἄλλος δὲ τὸν χρυσὸν καὶ τὸν ἄργυρον᾽ οὕτω καὶ ἡμεῖς τὴν εὐζωῖαν καὶ τὴν ἐνάρετον καὶ Οεῷ ἀρέσκουσαν πολιτείαν ἀκούοντες, ὀφείλομεν φαίνεσθαι, ὅτι ἄνθρωποι τῇ ἀληθείᾳ λογικοὶ ἐσμεν τῇ φυχῇ καὶ οὗ μόνον τῇ διαπλάσει. τοῦ σώματος: ἢ δὲ κατὰ ἀλήθειαν λογικὴ καὶ θεοφιλὴς ψυχή, εὐθὺς τὰ ἐν τῷ βίῳ πάντα γνωρίζει’ καὶ τὸν Θεὸν ἵλάσχεται ἀγαπητικῶς καὶ εὐχαριστεῖ αὐτῷ ἐν ἀληθείᾳ, πρὸς αὐτὸν ἔχουσα τὴν ὁρμὴν καὶ τὴν διάνοιαν πᾶσαν. ις’.
"Ὥσπερ οἳ κυθερνῆται σκοπῷ τὴν ναῦν ἰθύνουσιν, ἵνα μὴ ὑφάλῳ πέτρᾳ ἢ σκοπέλῳ τινὶ ταύτην προσερείσωσιν, οὕτως οἷ τὸν ἐνάρετον βίον ζηλοῦντες, ἐπιμελῶς διασχοπείτωσαν, τίνα μὲν αὐτοῖς πρακτέα καὶ τίνα φευκτέα" καὶ τοὺς ἀληθεῖς καὶ θείους συμφέρειν αὐτοῖς νόμους ἡγείσθωσαν, τὰς μος ἐνθυμήσεις ἐκκόπτοντες τῆς ψυχῆς. Ὥσπερ οἳ κυβερνῆται καὶ οἳ ἡνίοχοι µελέτη καὶ ἐπιμελείᾳ καἌρθονοι τὸ σπουδαζόμενον, οὕτω χρὴ καὶ τοὺς ὀρθοῦ καὶ ἐναρέτου βίου: ἐπιμελουμένους, μελετᾶν καὶ φροντίζειν ὅπως πρεπόντως καὶ Θεῷ ἀρεσκόγτως βιώσωνται’ ὁ γὰρ θέλων καὶ νοήσας ὅτι δύναται, πιστεύων, εἰς ἀφθαρσίαν χωρεῖ. ιη΄.
᾿Ἐλεύθεροί σοι νομιζέσθωσαν, οὐχ οἳ τὴν τύχην ἐλεύθεροι ἀλλ᾽ οἱ τὸν βίον καὶ τοὺς τρόπους ἐλεύθεροι’ οὗ γὰρ πρέπει καλεῖν ἐλευθέρους ταῖς ἀληθείαις, τοὺς ἄρχοντας, πονηροὺς ὄντας ἢ ἀκολάστους’ δοῦλοι γάρ εἰσι τῶν παθῶν τῆς ὕλης᾽ ἐλευθερία δὲ καὶ εὐδαιμονία ἐστὶ ψυχῆς, ἡ Ὑγνησία χαθαρότης καὶ τῶν προσκαίρων ἡ χαταφρόνησις. εϑ΄, Ὑπομίμνῃσχε σαυτόν, ὅτι ἀδιαλείπτως ἐπιδείχνυσθαι χρή ἀλλὰ ἐκ τῆς χρηστῆς πολιτείας καὶ τῶν ἔργων αὐτῶν: οὕτω γὰρ καὶ τοὺς ἰατροὺς οἱ νοσοῦντες, οὐκ ἀπὸ τῶν λόγων, ἄλλ᾽ ἐκ τῶν ἔργων σωτῆρας καὶ εὐεργέτας εὑρίσκουσί τε καὶ γνωρίζουσι. κ΄.
Γνώρισμα τῆς λογικῆς καὶ ἐναρέτου φυχῆς ὑπάρχει, τὸ βλέμμα, τὸ βάδισμα, ἢ φωνή, ὁ γέλως, αἳ διατριβαί, αἳ συντυχίαι "' πάντα γὰρ ἐξἠλλακται καὶ μεθήρμοσται πρὸς τὸ εὐσχημονέστερον' ὁ γὰρ θεοφιλὴς νοῦς αὐτῶν, πυλωρός νηφάλιος ὑπάρχων, ἀποκλείει τὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνθυμήσεων. | κα. ᾿Ἠξέταζε τὰ κατὰ σαυτὸν καὶ δοκίμαζε, ὅτι οἱ ἄρχοντες καὶ δεσπόται τοῦ σώματος μόνον, οὗ γὰρ τῆς φυχῆς ἔχουσι τὴν ἐξουσίαν" καὶ τοῦτο πρόχειρον ἔστω σοι διὰ παντός) ὅθεν, ἢ φόνους ἢ ἄτοπά τινα ἢ ἄδικα καὶ φυχοθλαθῆ ἐπιτάττουσιν, αὐτοῖς οὐ χρὴ πειθαρχεῖν, κἂν τὸ σῶμα αἰκίζωσιν” ὃ γὰρ Θεὸς τὴν ψυχὴν ἐλευθέραν καὶ αὐτεξούσιον ἐδημιούργησεν, ἐφ᾽ οἷς πράττει καλῶς ἢ κακῶς. κ κβ΄.
Ἡ λογικὴ ψυχὴ σπουδάζει ἀπηλλάχθαὶ ἀνοδίας, τύφου, ἀλαζονίας, ἁπάτης, φθόνου, ἁρπαγῆς καὶ τῶν δμοίων,.ὅσα Ἔργα δαιμόνων καὶ πονηρᾶς ἐστι προαιρέσεως: πάντα δὲ σπουδῇ καὶ μελέτῃ ἐπιμόνῳ κατορθοῦται, ἀνθρώπῳ τῷ ἔχοντι τὴν ἐπιθυμίαν μὴ ὁρμῶσαν ἐπί φαύλας ἡδονάς. «γ΄. Οἱ ὀλίγον καὶ μὴ παντελῆ ἀσκοῦντες βίον, καὶ κινδύνων ἅπαλλάττονται καὶ τῶν φυλαττόντων οὗ χρήζουσι᾽ νικῶντες δὲ τὴν ἐπιθυμίαν ἐν ἅπασι, τὴν ἐπὶ Θεὸν ὁδὸν εδρίσκουσιν εὐμαρῶς. κδ'. Τοῖς λογικοῖς ἀνθρώποις, οὖκ ἀναγκαῖόν ἐστι ταῖς πολλαῖς ὁμιλίαις προσέχειν, ἀλλὰ ταῖς ὠφελούσαις, ὧν ἡγεῖται ἢ τοῦ Θεοῦ θέλησις οὕτω γὰρ εἰς ζωὴν καὶ φῶς αἰώνιον πάλιν χωροῦσιν οἱ ἄνθρωποι. κε΄.
Χρὴ τοὺς ἐνάρετον καὶ θεοφιλῆ ζητοῦντας βίον, ἀπηλλάχθαι οἰήσεως καὶ πάσης κενῆς καὶ φευδοῦς δόξης καὶ σπουδάζειν ἐπὶ τοῦ βίου. καὶ τῆς γνώμης χρηστὴν διόρθωσιν ὁ γὰρ θεοφιλὴς καὶ ἀπαράλλακτος νοῦς, ἀναγωγὴ καὶ δδὸς ἐστιν ἐπὶ τὸν Θεόν. | κς’. Οὐδὲν ὄφελος, μανθάνειν τοὺς λόγους, ἐὰν ἀπῇ ἢ εὐάρεστος καὶ Θεῷ ἀρέσκουσα πολιτεία τῆς φυχῆς' αἰτία δὲ πάντων τῶν κακῶν ἢ πλάνη: καὶ ἢ ἀπάτη καὶ ἢ ἀγνωσία τοῦ Θεοῦ, ' 3. Πρθλ. τὸ τῆς Σοφ, Σειρὰχ ιθ’, 90. 8 το ΤΟΥ ἘΝ ΑΡΙΟΙΣ ΠΑΤΡῸΣ ΗΜΩΝ ο κζ’.
Ἡ μελέτη τοῦ καλλίστου βίου καὶ ἢ ἐπιμέλεια τῆς ψυχῆς, τοὺς ἀγαθοὺς καὶ θεοφιλεῖς ἄνδρας ἀπεργάζεται" ὃ γὰρ ζητῶν τὸν Θεόν, εὑρίσχει, νικῶν τὴν ἐπιθυμίαν ἐν ἅπασιν, εὐχῆς μὴ ἀφιστάμενος' ὃ γὰρ τοιοῦτος δαίμονας οὐ φοδεῖται. τ μη’. Οἱ ταῖς βιοτικαῖς ἐλπίσιν ἐξαπατώμενοι καὶ μέχρι λόγου τὰ τῷ καλλίστῳ βίῳ πρακτέα γινώσχοντες, ὅμοιόν τι πάσχουσι, τοῖς φάρμακα μὲν καὶ ὄργανα τὰ τῆς ἰατρικῆς χρησαμένοις, χρῆσθαι δὲ αὐτοῖς οὔτε εἰδόσιν, οὔτε φροντίζουσιν' ὅθεν πρὸς τὰ γενόμενα παρ᾽ ἡμῶν ἁμαρτήματα μηδέποτε τὴν γένεσιν ἢ ἄλλον τινὰ αἰτιασώμεθα, ἀλλ᾽ ἑαυτούς: ἐὰν γὰρ αὐτὴ θελήσῃ ῥαθυμῆσαι ἢ ψυχή, ἀνίκητος εἶναι οὐ δύναται. .9΄. Τῷ μὴ εἰδότι διακρίνειν τί ἐστι τὸ ἀγαθὸν καὶ ποῖόν ἐστι τὸ κακόν, οὖν.
ἔξεστι κρίνειν τοὺς ἀγαθοὺς καὶ καχούς᾽ ἄνθρωπος γὰρ ὁ γινώσχων τὸν Θεόν, ἀγαθός ἐστιν' εἰ δὲ οὐκ ἔστιν ἀγαθός, οὐδὲν οἶδεν, οὐδὲ γνωσθήσεταί ποτε’ τρόπος γὰρ γνώσεως Θεοῦ, τὸ ἀγαθὸν ἐστιν. Λ’. ᾿Αγαθοὶ καὶ θεοφιλεῖς ἄνδρες, παρόντας κατὰ πρόσωπον τοὺς ἀνθρώπους περὶ τοῦ κακοῦ διελέγχοὺσι’ μὴ παρόντας δὲ οὗ λοιδοροῦσιν' ἆλλ᾽ οὐδὲ τοὺς ἐπιχειροῦντας λέγειν τι συγχωροῦσιν. Ἢ λα’. Ἔν ταῖς ὁμιλίαις πᾶσα τραχύτης ἀπέστω τοὺς γὰρ λογικοὺς τῶν ἀνθρώπων, αἰδὼς καὶ σωφροσύνη πλέον τῶν παρθένων κοσμεῖν ἐπίσταται’ ὁ γὰρ θεοφιλὴς νοῦς, φῶς ἐστι περιλάμπον τὴν ψυχήν, καθάπερ ὁ . ἥλιος τὸ σῶμα. 1β’.
Ἔφ᾽ ἕκαστον τῶν συμπιπτόντων σοι ψυχικῶν παθῶν, μέμνησο, ὅτι τῶν ὀρθῶς φρονούντων καὶ θελόντων ἐν δέοντι καὶ ἀσφαλείᾳ τὰ οἰχεῖα τίθεσθαι, οὐχ ἡ φθαρτὴ τῶν χρημάτων χτῆσις ἡδεῖα αὐτοῖς νομίζεται, ἀλλ᾽ αἲ ὀρθαὶ καὶ ἀληθεῖς δόξαι: αὗται αὐτοὺς εὐδαίμονας ἀπεργάζονται” ὃ μὲν γὰρ πλοῦτος καὶ συλᾶται καὶ ὑπὸ τῶν δυνατωτέρων ἁρπάζεται” ἡ δὲ ἀρετὴ τῆς ψυχῆς, μόνη ἐστὶ χτῆσις καὶ ἀσφαλὴς καὶ ἀσύλητος, καὶ μετὰ θάνατον σῴζουσα τοὺς κεκτημένους αὐτήν' οὕτω γὰρ φρονοῦντας, οὐ συναρπάζουσιν αἲ φαντασίαι τοῦ πλούτου καὶ τῶν λοιπῶν ἡδονῶν. Αγ’.
Οὐ πρέπει τοὺς ἀστάτους καὶ ἀπαιδεύτους ἀποπειρᾶσθαι τῶν ἐλλογίμων ἀνδρῶν, ἐλλόγιμος δέ, ὁ Θεῷ ἀρέσκων ἐστὶν ἀνῆρ, ὁ τὰ πολλὰ σιωπῶν ἢ ὀλίγα καὶ ἀναγκαῖα καὶ Θεῷ ἀρέσκοντα διαλεγόμενος. λδ΄. Οἱ τὴν ἐνάρετον καὶ θεοφιλῆ πολιτείαν μεταδιώκοντες, τῶν τῆς ψυχῆς ἀρετῶν ἐπιμελοῦνται, ὃς ἰδίας αὐτῶν κτήσεως καὶ αἰωνίας τρυφῆς ὑπαρχούσης: τῶν δὲ προσκαίρων ἀπολαύουσιν ὡς ἐνδέχεται καὶ ὣς ὁ Θεὸς δίδωσι καὶ θέλει μετὰ πάσης εὐφροσύνης καὶ εὐχαριστίας τὴν χρῆσιν αὐτῶν ποιούμενοι, κἂν πάνυ τύχῃ μέτρια’ τὸ γὰρ. πολυτελῶς ἐσθίειν, τὰ σώματα τρέφει ὣς ὑλικά' ἢ δὲ γνῶσις τοῦ Θεοῦ καὶ ἡ ἐγκράτεια καὶ ἢ ἀγαθότης καὶ ἢ εὐποιΐα καί ἢ εὐσέθεια καὶ ἢ πρᾳότης τὴν ψυχὴν ἀποθεοῖ. Λε’.
Ὅσοι τῶν κρατούντων ἀτόποις καὶ φυχοθλαθέσι πράξεσιν ἐγχει-. ρεῖν ἀναγκάζουσι, τῆς φυχῆς αὐτεξουσίου δημιουργηθείσης, οὗ χυριεύουσι' τὸ σῶμα δεσμεύουσιν, ἀλλ᾽ οὐχὶ τὴν προαίρεσιν᾽ ἧς ὃ λογικὸς ἄνθρωπος κύριος ὑπάρχει διὰ τὸν κτήσαντα Θεόν' ὅς ἐστιν πάσης ἐξουσίας καὶ ἀνάγκῆς καὶ πάσης δυνάμεως ἰσχυρότερος. 1ς’. Οἱ δυστυχίαν νομίζοντες τὴν ἀποδολὴν τῶν χρημάτων ἢ τέκνων ἢ δούλων ἢ τῆς ἄλλης ὑπάρξεως, γινωσκέτωσαν, ὅτι πρῶτον μὲν ἀρχεῖσθαι δεῖ τοῖς διδομένοις παρὰ τοῦ Θεοῦ' ὅτε δὲ χρὴ ἀποδιδόναι αὐτά, ἑτοίµως τε καὶ εὐγνωμόνως: μηδὲν χαλεπαίνοντας ὑπὲρ τῆς τούτων στερήσεως, μᾶλλον δὲ ἀποδόσεως χρησάµενοι γὰρ τοῖς οὐκ ἰδίοις, πάλιν αὐτὰ ἀπέδωκαν. | | 1ζ'.
Ἔργον χρηστοῦ ἀνθρώπου τὸ μὴ πιπράσχειν τὴν ἐλευθέραν γνώμην, λήψει χρημάτων προσέχοντος, κἂν πάνυ πολλὰ τύχῃ τὰ παρεχόμενα᾽ ὀνείρῳ γὰρ ἔοικε τὰ βιοτικὰ καὶ ἀδήλους καὶ ὀλιγοχρονίους ἔχει τὰς φαν- ᾿ τασίας ὃ πλοῦτος. Λη’. Οἱ τῇ ἀληθείᾳ ἄνθρωποι, τοσοῦτον σπουδαζέτωσαν θεοφιλῶς καὶ ᾿ ἐναρέτως πολιτεύεσθαι, ὥστε διαλάμπειν αὐτῶν τὸν ἐνάρετον βίον μεταξὺ τῶν ἄλλων ἀνθρώπων ὥσπερ τὴν πορφύραν τὴν ἐπιδαλλομένην μικρὰν τοῖς λευκοῖς τῶν ἱματίων, διακοσμοῦσαν αὐτά, ἐκλάμπειν τε καὶ ἐπιγινώσχεσθαι, οὕτω γὰρ ἀσφαλέστερον τῶν τῆς ψυχῆς ἀρετῶν ἐπιμελοῦνται. 19΄.
Τοὺς ἔμφρονας ἀνθρώπους, χρὴ διασκοπεῖν τὴν ἑαυτῶν δύναμιν καὶ τὴν παρασκευὴν τῆς οὔσης ἐν αὐτοῖς ψυχικῆς ἀρετῆς, καὶ οὕτω παρασκευάζεσθαι καὶ ἀντιτάσσεσθαι τοῖς ἀπαντῶσι πάθεσιν, κατὰ τὴν ἑαυτοῖς ᾿ ὑπάρχουσαν δύναμιν, τὴν κατὰ φύσιν δωρηθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ’ ἔστι δὲ πρὸς μὲν τὸ κάλλος καὶ πᾶσαν ἐπιθυμίαν ψυχοδλαθῆ, ἡ ἐγράτεια' πρὸς δὲ πόνους καὶ ἔνδειαν, ἡ καρτερία’ πρὸς δὲ ιλοιδορίαν καὶ θυμόν, ἡ ἀνεξικακία' καὶ τὰ ὅμοια τούτοις. ΕΙΝ μ΄ "Ανδρα ἀγαθὸν καὶ σοφόν, αἰφνιδίως γενέσθαι ἀμήχανον' ἀλλὰ ἐπιπόνῳ μελέτῃ καὶ ἀναστροφῇ καὶ πείρᾳ καὶ χρόνῳ καὶ ἀσκήσει καὶ ἐπι-.
θυµίᾳ τοῦ ἀγαθοῦ ἔργου᾽ ὁ δὲ ἀγαθὸς καὶ θεοφιλὴς ἄνθρωπος, ὁ ἐν ἄληθείᾳ γινώσκων τὸν Θεόν, οὗ παύεται ἀφθόνως πάντα ποιῶν τὰ ἀρέσκοντα τῷ Θεῷ" σπάνιοι δὲ οἳ τοιοῦτοι ἄνδρες εὑρίσκονται. | μα’. Οὐ πρέπει τοὺς ἀφυεστέρους τῶν ἀνθρώπων ἀπελπίζοντας ἔαυτούς, καταρραθυμεῖν τῆς θεοφιλοῦς καὶ ἐναρέτου πολιτείας καὶ χαταφρονεῖν αὐτῆς, ὣς ἀνεφίκτου καὶ ἀκαταλήπτου αὐτοῖς ὑπαρχούσης: ἀλλὰ χρὴ μελετᾶν αὐτοὺς τὴν δύναμιν καὶ ἐπιμελεῖσθαι ἑαυτῶν' κἂν γὰρ μὴ δύνωνται εἷς ἄκρον κτήσασθαι κατὰ ἀρετὴν καὶ τὴν σωτηρίαν, ἐκ μελέτης καὶ τῆς ἐπιθυμίας, ἢ βελτίονες γίνονται ἢ οὐδὲ χείρονες' ὅπερ ἐστὶν οὗ μέτριον ὄφελος τῆς ψυχῆς. μβ΄.
Ὁ ἄνθρωπος κατὰ μὲν τὸ λογικὸν ἐκείνῃ τῇ ἀρρήτῳ καὶ θείᾳ δυνάμει συνάπτεται" κατὰ δὲ τὸ σωματικὸν ἔχει τὴν συγγένειαν πρὸς τὰ ζῷα καὶ ὀλίγοι μέν τινες, ὅσοι τέλειοι ἄνθρωποι καὶ λογικοὶ ὑπάρχουσι, πρὸς τὸν Θεὸν καὶ Σωτῆρα καὶ τὴν γνώμην καὶ τὴν συγγένειαν ἔχειν σποὺδάζουσι’ καὶ τοῦτο διὰ.
τῶν ἔργων καὶ τῆς ἐναρέτου πολιτείας ἐπιδείκνυνται' οἱ δὲ πλείονες τῶν ἀνθρώπων, οἱ ἀνόητοι τὴν ψυχήν, ἐκείνην τὴν θείαν καὶ ἀθάνατον υἴοθεσίαν καταλείψαντες, πρὸς τὴν νεκρὰν καὶ ἀτυχῆ καὶ ὀλιγοχρόνιον συγγένειαν τοῦ σώματος Χλίναντες, ὡς τὰ ἄλογα φρονοῦντες τὰ τῆς σαρχὸς καὶ ὑπὸ τῶν ἡδονῶν ἀναπτόμενοι, χωρίζουσιν ἕαυτοὺς τοῦ Θεοῦ’ καὶ καθέλκουσι τὴν ψυχὴν ἐκ τῶν οὐρᾶνῶν εἰς τὸ βάραθρον ἀπὸ τῶν θελημάτων αὐτῆς. ΄΄ . μγ΄.
Ὃ λογικὸς ἀνήρ, τὴν πρὸς.τὸ θεῖον μετουσίαν κάὶ συνάφειαν ἐνθυμούμενος, οὐδέποτε οὐδενὸς γηΐνου ἢ ταπεινοῦ ἐρασθήσεται' ἀλλ᾽ ἐπὶ τὰ οὐράνια καὶ αἰώνια ἔχει τὸν νοῦν' καὶ: γινώσχει, ὅτι ἢ τοῦ Θεοῦ θέλησις αὕτη ἐστί, τὸ σωθῆναι τὸν ἄνθρωπον, ὣς' ἄῑτία πάντων τῶν καλῶν χαὶ πηγὴ οὖσα τῶν αἰωνίων ἀγαθῶν τοῖς ἀνθρώποις. .. ὃ. Ὅταν εὕρῃς τινὰ φιλονεικοῦντα καὶ μαχόμενον πρὸς τὴν ἁλήθειαν καὶ τὸ φανερόν, παυσάμενος τῆς φιλονεικίας, παραχώρει τῷ τοιούτῳ ἅπαξ ἀπολιθωθέντι τὸ νοητικόν' ὥσπερ γὰρ τοὺς ἐπιτηδείους τῶν οἴνων, τὸ κάκιστον ὕδωρ ἀχρήστους ποιεῖ' τὸν αὐτὸν τρόπον καὶ τοὺς ἐναρέτους τὸν βίον καὶ τὴν γνώμην, αἱ φαῦλαι ὁμιλίαι διαφθείρουσιν. με΄.
ΕΙ πάσῃ σπουδῇ καὶ μηχανῇ χρώμεθα, πρὸς τὸ ἀποφυγεῖν τῆς σωματικῆς ἀπονεκρώσεως, πολλῷ μᾶλλον σπουδάζειν ὀφείλομεν πρὸς τὴν ἀποφυγὴν τῆς ψυχικῆς ἀπονεκρώσεως' τῷ γὰρ θέλοντι σωθῆναι οὐδέν ἐστιν ἐμπόδιον, εἰμὴ μόνον ἀμέλεια καὶ ῥαθυμία ψυχῆς. µε’. Ὅσοι δυσχεραίνουσι νοεῖν τὰ συμφέροντα καὶ τὰ καλῶς λεγόμενα, οὗτοι κακῶς ἔχειν νομίζονται' ὅσοι δὲ νοοῦντες τὴν ἀλήθειαν, ἄναισχύντως φιλονεικοῦσι, τούτων τὸ λογιστικὸν νενέκρωται᾽ καὶ ἐκτεθηρίωται αὐτῶν ὁ τρόπος καὶ οὐ γνωρίζουσι τὸν Θεόν, οὐδὲ πεφώτισται αὐτῶν ἡ ψυχή. :. μζ΄.
Τὰ γένη τῶν ζῴων ὃ Θεὸς ἀλλεπαλλήλῳ χρεία παρήγαγε τῷ λόγῳ αὑτοῦ' τὰ μὲν ὣς ἐσθιόμενα" τὰ δὲ ὡς ὑπηρετήσοντα" τὸν δὲ ἄνθρωπον ἐδημιούργησε θεατὴν αὐτῶν καὶ τῶν ἔργων αὐτῶν καὶ εὐχάριστον ' ἐξηγητήν" ὅθεν σπουδαζέτωσαν οἳ ἄνθρωποι, μήπως ἀθέατοι καὶ μὴ νοήσαντες τὸν Θεὸν καὶ τὰ ἔργα αὐτοῦ, ἀποθάνωσιν, ὥς τὰ θηρία τὰ ἄλογα: γινώσχειν δὲ χρὴ τὸν ἄνθρωπον, ὅτι ὃ θεὸς πάντα δύναται’ οὐδὲν δέ ἐστι τῷ τὰ πάντα δυναμένῳ ἐναντίον" ἀλλ᾽ ἐκ τοῦ μὴ ὄντος πάντα ἃ βούλεται ἐποίησε καὶ ποιεῖ τῷ λόγῳ αὐτοῦ εἰς σωτηρίαν ἀνθρώποις. . μη΄.
Τὰ ἐν οὐρανῷ ἐστιν ἀθάνατα, διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἀγαθότητα΄ τὰ δὲ ἐπὶ γῆς, ἐγένοντο θνητά, διὰ τὴν ἐνυπάρχουσαν ἐν' αὐτοῖς αὖθαίρετον καχίαν, ἥτις ἐπιγίνεται τοῖς ἀνοήτοις ἐκ τῆς ῥαθυμίαςιαὐτῶν καὶ τῆς ἀγνωσίας τοῦ Θεοῦ. .. | μϑ΄. Ὁ θάνατος νοούμενος τοῖς ἀνθρώποις, ἀθανασία ἐστί” μὴ νοούµενος δὲ τοῖς ἰδιώταις, θάνατός ἐστιν καὶ τοῦτον τὸν θάνατον οὗ χρὴ φοθεῖσθαι, ἀλλὰ τὴν ἀπώλειαν τῆς ψυχῆς, ἥτις ἐστὶ ἢ ἀγνωσία τοῦ Θεοῦ" ἐκεῖνο γὰρ δεινὸν τῇ ψυχῇ ἐστιν. . | ν΄’.
Ἡ κακία, πάθος τῆς ὕλης ἐστίν' ὅθεν οὐκ ἐγχωρεῖ σῶμα δίχα κακίας γενέσθαι ἢ δὲ λογικὴ ψυχὴ νοοῦσα τοῦτο, διασείεται τῆς ὕλης τὸ βάρος, ὅπερ ἐστὶν ἢ κακία, καὶ ἐκ τοῦ τοιούτου βάρους ἀνανεύουσα, γινώσχει τὸν Θεὸν τῶν ὅλων καὶ ὥσπερ ἐχθρῷ καὶ πολεμίῳ προσέχει τῷ σώματι, μὴ πειθομένη αὐτῷ᾽ καὶ οὕτω στεφανοῦται ἀπὸ Θεοῦ ἢ ψυχή, ὣς τὰ πάθη τῆς καχίας καὶ τῆς ὕλης νικήσασα. να. Ἡ χακία γνωσθεῖσα ὑπὸ τῆς ψυχῆς, μισεῖται ὣς θηρίον δυσωδέ-᾽ στατον' ἀγνοηθεῖσα δέ, φιλεῖται ὑπὸ τοῦ ἀγνοοῦντος αὐτήν' καὶ ἔχει αὖτὸν αἰχμάλωτον, δουλαγωγοῦσα τὸν ἑαυτῆς ἐραστήν' καὶ ὃ κακοδαίμων καὶ ἄθλιος, οὔτε δρᾷ τὸ συμφέρον αὐτῷ, οὔτε νοεῖ, ἀλλὰ νομίζει κοσμεῖσθᾶι ὑπὸ τῆς κακίας, καὶ ἀγάλλεται. ΠΠ | νβ΄.
Ἡ καθαρὰ ψυχή, ἀγαθὴ ὑπάρχουσα, φωτίζεται καὶ κατἀλάμπεται ὑπὸ τοῦ Θεοῦ, καὶ τότε ὃ νοῦς ἀγαθὰ νοεῖ -καὶ λόγους θεοφιλεῖς γεννᾷ" ὅταν δὲ ὑπὸ τῆς καχίας βορθορωθῇ ἢ ψυχή, τοῦ Θεοῦ ἀποστρεφομένου αὐτήν, μᾶλλον δὲ τῆς ψυχῆς χωριζούσης ἑαυτὴν ἀπὸ τοῦ Θεοῦ, πονηροὶ δαίμονες ἐπεισελθόντες τῷ λογισμῷ, τὰς ἀνοσίας πράξεις ὑποβάλλουσι τῇ φυχῇ᾽ μοιχείας, φόνους, ἁρπαγάς, ἱεροσυλίας καὶ τὰ ὅμοια, ὅσα ἔργα δαιμόνων ἐστί. | νγ'.
Οἱ γινώσκοντες τὸν Θεόν, πληροῦνται πάσης ἀγαθῆς εὐνοίας καὶ τῶν οὐρανίων ἐπιθυμοῦντες, τῶν βιοτικῶν καταφρονοῦσιν᾽ οἱ δὲ τοιοὗτοι, οὔτε πολλοῖς ἀρέσκουσιν, οὔτε πολλοῖς ἀρέσκονται’ ὣς ἐκ τούτου μὴ μόνον μισεῖσθαι αὐτούς, ἀλλὰ καὶ καταγελᾶσθαι, παρὰ τοῖς πολλοῖς τῶν ἀνοήτων" πάντα δὲ πάσχειν ὑπὸ ἐνδείας ἀνέγούται, Ὑινώσκοντες, ὅτι τὰ φαινόμενα τοῖς πολλοῖς κακά, ἐκείνοις ἀγαθά ἐστιν’ δ γὰρ νοῶν τὰ οὐράνια, πιστεύει τῷ Θεῷ, γινώσχων ὅτι πάντα ποιήματά ἐστι τῆς ἐκείνου θελήσεως: ὁ δὲ [νὴ νοῶν, οὐ πιστεύει ποτὲ ὅτι ὃ κόσμος ἔργον ἐστὶ τοῦ Θεοῦ καὶ διὰ σωτηρίαν ἀνθρώπου ἐγένετο. νδ'.
Οἱ τῆς κακίας πεπληρωμένοι καὶ τῇ ἀγνωσίᾳ μεθύοντες, οὐ γινώσκουσι τὸν Θεόν' οὐδὲ γὰρ νήφουσι τῇ ψυχῇ’ ὃ δὲ Θεὸς νοητός’ καὶ οὐχ. ὁρατὸς μέν, φανερώτατος δὲ ἐν τοῖς ὁρατοῖς, ὥσπερ ψυχὴ ἐν τῷ σώματι’ εἰ δὲ σῶμα χωρὶς ψυχῆς ἀδύνατον συστῆναι, οὕτω καὶ πάντα τὰ ὁρώμενα καὶ ὄντα, χωρὶς Θεοῦ συστῆναι ἀδύνατον. νε’. Διατὶ ἐγένετο ὃ ἄνθρωπος; ἵνα τὰ ποιήματα τοῦ Θεοῦ πατανοῶν, θεάσηται αὐτὸν καὶ δοξάσῃ τὸν κτίσαντα αὐτὰ διὰ τὸν ἄνθρωπον: ὁ δὲ νοῦς ὁ τῷ Θεῷ ἐπέραστος, ἀόρατόν ἐστιν ἀγαθόν, ὑπὸ Θεοῦ τοῖς ἀξίοις δωρούμενος διὰ χρηστῆς πολιτείας. ; νς’.
᾿Ελεύθερός ἐστιν, ὃ μὴ δουλεύων ταῖς ἡδοναῖς, ἀλλ᾽ ἐκ φρονήσεως καὶ σωφροσύνης κυριεύων τοῦ σώματος καὶ ἀρκούμενος μετὰ πολλῆς εὐχαριστίας τοῖς διδοµένοις αὐτῷ παρὰ Θεοῦ, κἂν πάνυ τύχῃ μέτρια" ὁ γὰρ θεοφιλὴς νοῦς καὶ ἡ ψυχή, ἐὰν συμφωνήσωσιν, εἰρηνεύει ὅλον τὸ σῶμα, καὶ μὴ βουλόμενον" τῆς γὰρ ψυχῆς θελούσης, πᾶσα σωματικὴ κί-νησις ἀποσθέννυται. νζ΄.
Οἵ μὴ ἀγαπῶντες τὰ παρόντα αὐτοῖς εἰς ὕπαρξιν, ἀλλὰ πλειόνων ὀρεγόμενοι, δουλοῦσιν ἑαυτοὺς τοῖς πάθεσι τοῖς ταράττουσι τὴν ψυχὴν καὶ ἐπιβάλλουσιν αὐτῇ λογισμοὺς καὶ φαντασίας, ὅτι τὰ αὐτὰ κακά ἐστι’ καὶ ὥσπερ οἱ ὑπὲρ τὸ μέτρον χιτῶνες, τοὺς ἀγωνιζομένους εἰς τὸν δρόμον ἐμποδίζουσι’ τὸν αὐτὸν τρόπον καὶ ἣ ὄρεξις τῆς ὑπὲρ τὸ μέτρον περιουσίας, τὰς ψυχὰς ἀγωνίζεσθαι ἢ σωθῆναι οὗ συγχωρεῖ. νη΄. Ἐν ᾧ τις ἄκων καὶ μὴ θέλων ἐστί, τούτῳ φυλακή ἐστιν αὐτῷ καὶ τιμωρία. Στέργε τοίνυν τὰ παρόντα σοι, ἵνα μὴ ἀχαρίστως φέρων, σεαυτὸν τιμωρήσῃ μὴ αἰσθανόμενος: μία δὲ ὁδός ἐστι πρὸς τοῦτο, ἡ τῶν βιοτικῶν καταφρόνησις.
νϑ΄, "Ὥσπερ τὸ δρατιχὸν ἔχομεν παρὰ τοῦ Θεοῦ εἰς τὸ γνωρίζειν τὰ φαινόμενα, τί μὲν τὸ λευχόν, ποῖον δὲ τὸ χρῶμα τοῦ µέλανος' οὕτω καὶ τὸ λογικὸν δεδώρηται ἡμῖν παρὰ τοῦ Θεοῦ, εἰς τὸ διακρίνειν τὰ συμφέροντα τῇ φυχῇ’ ἐπιθυμία δέ, λογισμοῦ ἀποσπωμένη, ἡδονὴν γεννᾷ καὶ τὴν Φυχὴν σωθῆναι ἢ τῷ Θεῷ συναφθῆναι οὗ συγχωρεῖ. '.
Οὐ τὰ γινόμενα κατὰ φύσιν ἐστὶν ἁμαρτήματα, ἀλλὰ τὰ κατὰ προαίρεσιν, πονηρά οὐδὲ τὸ ἐσθίειν ἐστὶν ἁμαρτία, ἀλλὰ τὸ μὴ εὐχαρίστως καὶ κοσμίως καὶ ἐγκρατῶς ἐσθίειν: διὰ τὸ ἑστήχειν τὸ σῶμα ἐν τῇ ζωῇ δίχα πάσης πονηρᾶς ἐπινοίας' ἀλλ᾽ οὐδὲ τὸ ἁγνῶς δρᾶν ἐστιν ἅμαρτία, ἀλλὰ τὸ φθονερῶς καὶ ὑπερηφάνως χαὶ ἀπλήστως δρᾶν, καὶ τὸ μὴ ἀκούειν εἰρηνικῶς, ἀλλ᾽ ὀργίλως’ καὶ τὸ μὴ χαλιναγωγεῖν τὴν γλῶσσαν εἰς εὐχαριστίαν καὶ προσευχήν, ἀλλ᾽ εἰς τὸ καταλαλεῖν' καὶ τὸ μὴ ἐργάζεσθαι τὰς χεῖρας εἰς ἐλεημοσύνην, ἀλλ᾽ εἰς φόνους χαὶ ἁρπαγάς) καὶ οὕτως ἕκαστον τῶν μελῶν ἁμαρτάνει, τὰ πονηρὰ ἀντὶ ἀγαθῶν, παρὰ τὸ θέλημα τοῦ Θεοῦ, αὐτοπροαιρέτως ἐργαζόμενον. | ξα΄.
Εἰ ἀμφιθόλως ἔχεις, ὅτι ἕκαστον τῶν πραττομένων ἐφορᾶται ὑπὸ . τοῦ Θεοῦ, σκόπησον, ὅτι ἄνθρωπος ὢν καὶ χοῦς, δύνασαι ἅμα καὶ ἐν ταὐτῷ περὶ παντοίων τόπων σχοπεῖν καὶ ἐννοεῖν' πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τὰ πάντα δρῶν, ὣς κόκκον σινάπεως, ὁ τὰ πάντα ζωογονῶν καὶ. τρέφων, ὡς βούλεται; ἐβ᾽.
Ὅταν κλείσῃς τὰς θύρας τοῦ οἰκήματος καὶ μόνος ὑπάρχης, γίνωσχε, ὅτι συµπάρεστί σοι ὃ ὑπὸ τοῦ Θεοῦ ἀφορισθεὶς ἑκάστῳ ἀνθρώπῳ ἄγγελος' ὃν οἱ ἕλληνες οἰκεῖον δαίμονα καλοῦσιν οὗτος ἀκοίμητος καὶ ἀπαραλόγιστος ὑπάρχων, ἀεὶ συμπάρεστί σοι’ πάντα βλέπων καὶ ὑπὸ σκότοὺς μὴ ἐμποδιζόμενος: μετὰ τούτου καὶ τὸν Θεὸν ἐν παντὶ τόπῳ ὑπάρχοντα᾿ οὐδὲ γάρ ἐστι τόπος ἢ ὕλη τις, ἐν μή ἐστιν δ Θεός, ὡς πάντων μείζων καὶ πάντας ἐμπεριέχων ἐν τῇ χειρὶ αὐτοῦ. ΜΜ... ἔγ'. ΕΙ οἳ στρατιῶται τῷ Καίσαρι πίστιν φυλάττουσι, διὰ τὸ χορηγεῖσθαι παρ᾽ αὐτοῦ τὰς τροφάς, πόσῳ μᾶλλον σπουδάζειν ὀφείλομεν εὖχαριστεῖν ἀδιαλείπτως ἀσιγήτοις στόμασι καὶ ἀρέσκειν τῷ Θεῷ τῷ πάντα Χτίσαντι διὰ τὸν ἄνθρωπον; ἔδ'.
Ἥ πρὸς τὸν Θεὸν εὐγνωμοσύνη καὶ ἡ χρηστὴ πολιτεία, ἀνθρώπου καρπός ἐστιν, ἀρέσκων τῷ Θεῷ' οἱ δὲ καρποὶ τῆς γῆς, οὐκ ἐν μιᾷ ὥρᾳ τελεσφοροῦνται, ἀλλὰ χρόνῳ καὶ δετοῖς καὶ ἐπιμελείᾳ᾽ τὸν αὐτὸν τρόπον καὶ οἳ καρποὶ τῶν ἀνθρώπων, ἀσκήσει καὶ μελέτῃ καὶ χρόνῳ καὶ καρτερίᾳ καὶ ἐγκρατείᾳ καὶ ὑπομονῇ λαμπρύνονται᾽ ἐὰν δὲ διὰ τούτων δόξῃς ποτὲ εἶναί τισιν εὐλαθής, ἀπίστει σεαυτῷ, μέχρις ἂν ἧς ἐν τῷ σώματι καὶ μηδὲν δόκει τῶν σῶν ἀρέσχειν τῷ Θεῷ' ἴσθι γάρ, ὅτι οὗ ρῴδιόν ἐστιν ἀνθρώπῳ, ἕως τέλους φυλάξαι τὸ ἀναμάρτητον. -. ξε’..
Λόγου παρὰ ἀνθρώποις οὐδὲν τιμιώτερον οὕτω δυνατός ἐστιν ὁ λόγος, ὅτι λόγῳ καὶ εὐχαριστίᾳ τὸν Θεὸν θεραπεύομεν' ἀχρήστῳ δέ, ἢ δυσφήμῳ λόγῳ χρώμενοι, καταχρίνομεν ἡμῶν τὴν ψυχήν: ἀναισθήτου τοίνυν ἀνθρώπου ἐστὶν ἔργον, τὸ τῇ γενέσει ἑαυτοῦ ἢ ἄλλῳ τινὶ ἔγκαλεῖν; ἐφ᾽ οἷς ἁμαρτάνει’ ἢ λόγῳ 3) ἔργῳ πονηρῷ αὐτεξουσίως χρώμενος. ’. ἕς.
Εἰ τὰ πάθη τοῦ σώματος θεραπεύειν σπουδάζομεν, διὰ τὸ καταγέλαστον τῶν ἐντυγχανόντων, πολλῷ μᾶλλον πᾶσα ἀνάγκη τὰ πάθη τῆς φυχῆς θεραπεύειν σπουδάζωμεν: ὡς κατὰ πρόσωπον Θεοῦ μέλλοντες κρίνεσθαι' ἵνα μὴ ἄτιμοι εὑρεθῶμεν ἢ καταγέλαστοι᾽ .ἔχοντες γὰρ τὸ αὖτεξούσιον, ἐὰν θελήσωμεν, ἐπιθυμοῦντες τῶν πονηρῶν πράξεων, μὴ ἐπιτυγχάνειν αὐτῶν, τοῦτο δυνάμεθα καὶ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ ἐστί, τὸ τῷ Θεῷ ἀρεσκόντως βιῶσαι’ καὶ οὐδεὶς ἡμᾶς ἀναγκάσει ποτέ, μὴ θέλοντας πρᾶξαί τι πονηρόν: οὕτω γὰρ ἀγωνιζόμενοι, ἐσόμεθα ἄξιοι. τοῦ «Θεοῦ ἄνθρωποι” καὶ ὡς "Αγγελοι ἐν οὐρανοῖς διαιτώμενοι. | ξζ'.
᾿Εὰν θέλης, δοῦλος εἶ τῶν παθῶν ἐὰν θέλης, ἐλεύθερος εἶ καὶ οὐχ ὑποκλινεῖς τοῖς πάθεσιν: ὁ γὰρ Θεὸς αὐτεξούσιόν σε ἐποίησε’ καὶ ὃ νικῶν τὰ πάθη τῆς σαρκός, στεφανοῦται τῇ ἀφθαρσίᾳ εἰ μὴ γὰρ ἦσαν τὰ πάθη, οὐκ ἂν ἦσαν αἳ ἀρεταί’ οὔτε στέφανοι οἱ ὑπὸ τοῦ Θεοῦ τοῖς ἀξίοις τῶν ἀνθρώπων δωρούμενοι. ξη’. Οἳ μὴ ὁρῶντες τὸ συμφέρον αὐτοῖς καὶ τὸ ἀγαθὸν“γνωρίζοντες, τυφλώττουσι τὴν ψυχήν καὶ τὸ διακριτικὸν ἐκπεπώρωται᾽ ὅθεν τούτοις οὗ χρὴ προσέχειν τὸν νοῦν, ἵνα μὴ τοῖς αὐτοῖς ἐξ ἀνάγκης περιπέσωμεν καὶ ἡμεῖς ἀπρονοήτως, ὣς τυφλοί. ξὺ’.
Ἐπὶ τοῖς ἁμαρτάνουσιν, οὐ χρὴ ὀργίζεσθαι, κἂν ἐγκλήματα ἢ τὰ δρώμενα παρ᾽ αὐτῶν, κολάσεως ἄξια' ἀλλὰ τοὺς μὲν πταίοντας, διὰ τὸ δίκαιον αὐτό, ἐπιστρέφειν ὀφείλομεν: καὶ κολάζειν εἰ οὕτω τύχοι, εἴτε ὃ; ἑαυτῶν, εἴτε δι᾽ ἑτέρων᾽ ὀργίζεσθαι δὲ ἢ. θυμοῦσθαι οὐ χρή᾽ διότι ἡ ο ἡ κατὰ πάθος ποιεῖ μόνον καὶ οὗ κατὰ κρίσιν καὶ τὸ δίκαιον ὅθεν οὓς παρὰ δέον ἐλεοῦντας ἀποδέχεσθαι χρή! διὰ δὲ τὸ καλὸν αὐτὸ 14 ΤΟΥ͂ ΕΝ ΑΠΙΟΙΣ ΠΑΤΡῸΣ ΗΜΩΝ καὶ τὸ δίκαιον, χρὴ τιμωρεῖσθαι τοὺς πονηροὺς καὶ οὐχὶ διὰ τὸ οἰκεῖον πάθος τῆς ὀργῆς. ἫΝ | ο΄.
Ἢ κτῆσις τῆς ψυχῆς μόνη ὑπάρχει ἀσφαλὴς καὶ ἀσύλητος' ἔστι δέ, ἢ ἐνάρετος καὶ Θεῷ ἀρέσχουσα πολιτεία καὶ γνῶσις καὶ Ἡ πρᾶ- ΄ δις τῶν ἀγαθῶν ἔργων᾽ ὃ γὰρ πλοῦτος, τυφλός ἐστιν ὁδηγὸς καὶ σύμθουλος ἀνόητος' καὶ ἀπόλλυσι τὴν ἀναίσθητον ψυχήν, ὅ κακῶς καὶ τρυφηλῶς τῷ πλούτῳ χρησάμενος. οα΄. Χρὴ τοὺς ἀνθρώπους, ἢ μηδὲν περισσὸν κεκτῆσθαι, ἢ ἔχοντας, οὕτω γινώσχειν ἀσφαλῶς, ὅτι τὰ ἐν τῷ βίῳ πάντα, κατὰ φύσιν φθαρτὰ καὶ εὐαφαίρετά εἶσι καὶ ἀπόθλητα καὶ κλαστά, καὶ πρὸς τὰ συμθαίνοντα ὀλιγωρεῖν οὐκ ὀφείλουσι. | .. οβ΄.
Τὰς σωματικὰς ἀλγηδόνας, γίνωσχε, φυσικῶς τοῦ σώματος ἰδίας ὑπαρχούσας, ὣς φθαρτοῦ καὶ δλικοῦ' χρὴ οὖν ἐπὶ τῶν τοιούτων παθῶν, καρτερίαν καὶ ὑπομονὴν εὐχαρίστως προβαλέσθαι τὴν πεπαιδευμένην Φυχὴν καὶ μὴ μέμφεσθαι τῷ Θεῷ διατὶ σῶμα ἐποίησεν. ογ΄. Οἱ ἐν τοῖς Ὀλυμπίοις ἀγωνιζόμενοι, οὐκ ἐπὶ τῇ τοῦ ἑνὸς ἢ «δευτέρου ἢ τρίτου νίκῃ στεφανοῦνται" ἀλλ᾽ ὅταν πάντας τοὺς ἄγωνιζομένους αὐτοῖς νικήσωσιν' οὕτω τοίνυν χρή, ἕκαστον θέλοντα ὑπὸ τοῦ Θεοῦ στεφανωθῆναι, γυμνάζειν τὴν αὐτοῦ ψυχὴν ἐπὶ τὸ σωφρονεῖν οὗ μόνον περὶ τὰ σωματικά, ἀλλὰ καὶ περὶ κέρδη καὶ ἁρπαγὰς καὶ φθόνον καὶ περὶ τροφὰς καὶ χενὰς δόξας καὶ λοιδορίας καὶ θανάτους καὶ ὅσα τοιαῦτά ἐστιν. οὗ.
Μὴ διὰ τὸν ἀνθρώπινον ἔπαινον, τὴν χρηστὴν καὶ θεοφιλῆ πολιτείαν ἐπιτηδεύσωμεν' ἀλλὰ διὰ σωτηρίαν τῆς ψυχῆς, τὴν ἐνάρετον ζωὴν ἐπιλεξώμεθα" ὁ γὰρ θάνατος καθ᾽ ἡμέραν ἐστὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν βλεπόμενος καὶ τὰ ἀνθρώπινα ἄδηλα. οε΄. Ἔν τῇ ἡμετέρᾳ, ἐξουσίᾳ ἐστί, τὸ σωφρόνως βιῶσαι: τὸ δὲ πλουτῆσαι, οὐχ ἔστιν ἐν τῇ ἡμετέρᾳ, ἐξουσίᾳ: τί οὖν ; δεῖ καταχρίνειν τὴν ἡμῶν ψυχὴν διὰ φαντασίαν πλούτου ὀλιγοχρόνιον, ἣν κτήσασθαι ἐξουσίαν οὖν ἔχομεν ; ἄλλ᾽ ἐπιθυμοῦντες τοῦ πλούτου μόνον; ὦ ! τί ἀνοήτως τρέχομεν, ἀγνοοῦντες, ὅτι πρὸ πασῶν τῶν ἀρετῶν ἐστιν ἢ ταπεινοφροσύνη, ὥσπερ καὶ πρὸ πάντων τῶν παθῶν ἐστιν ἡ γαστριμαργία καὶ ἐπιθυμία τῶν βιοτικῶν. ος’.
Μεμνῆσθαι δεῖ ἀδιαλείπτως τοὺς ἔμφρονας, ὅτι μικρῶν καὶ ὀλιγοχρονίων πόνων ἀνεχόμενοι ἐν τῷ βίῳ, μεγίστης ἡδονῆς καὶ τρυφῆς αἰωνίου ἀπολαύομεν ἄνθρωποι μετὰ θάνατον’ ὅθεν ὅ παλαίων τοῖς πάθεσι καὶ θέλων στεφανωθῆναι ὑπὸ τοῦ Θεοῦ, ἐὰν πέσῃ, μὴ μικροψυχήσῃ ᾿ καὶ μείνῃ ἐν τῷ πτώματι, ἀπελπίζων ξαυτοῦ' ἀλλ᾽ ἀναστὰς πάλιν παλαίσῃ καὶ φροντίσῃ στεφανωθῆναι' ἕως ἐσχάτης ἀναπνοῆς, ἐγειρόμενος ἐκ τοῦ συμβαίνοντος πτώματος οἳ γὰρ σωματικοὶ κόποι, ὅπλα εἰσὶ τῶν ἀρετῶν καὶ σωτήριοι γίνονται τῆς ψυχῆς. οζ'.
Αἱ βιοτικαὶ περιστάσεις, τοὺς ἄνδρας καὶ τοὺς ἀθλητὰς τοὺς ἀξίους, στεφανωθῆναι ὑπὸ τοῦ Θεοῦ ποιοῦσι' νεκρῶσάι οὖν δεῖ ἐν τῇ ζωῇ αὐτῶν τὰ μέλη ἀπὸ τῶν βιοτικῶν πάντων' ὁ γὰρ νεκρός, οὐδέποτε φροντίσει περί τινος βιοτικοῦ. | οὐ’. Οὐ πρέπει τὴν λογικὴν καὶ ἀθλοῦσαν ψυχήν, εὐθέως καταπτήσσειν καὶ δειλιᾶν πρὸς τὰ συμβαίνοντα πάθη, ἵνα μὴ καταγελασθῇ ὥς δειλή᾽ ὑπὸ γὰρ τῶν βιοτικῶν φαντασιῶν ταρασσομένη, ἐξίσταται τοῦ πρέποντος ἡ φυχΎ᾽ τῶν γὰρ αἰωνίων ἀγαθῶν ἡγοῦνται αἱ ψυχικαὶ ἀρεταὶ . ἡμῶν᾽ τῶν δὲ κολάσεων αἴτιοι γίνονται αἱ αὐθαίρετοι κακία. τῶν ἄνθρώπων. | οὐ΄.
Ὃ μὲν λογικὸς ἄνθρωπος, ὑπὸ τῶν ἐν αὐτῷ λογικῶν αἰσθήσεων, διὰ τῶν παθῶν τῆς ψυχῆς, πολεμεῖται' εἰσὶ δὲ αἱ μὲν τοῦ σώματος αἰσθήσεις πέντε' ὅρασις, ὄσφρησις, ἀκοή, γεῦσις καὶ ἀφή' διὰ τῶν πέντε τούτων αἰσθήσεων, τοῖς τέσσαρσι πάθεσι τοῖς ἰδίοις ὑποπίπτουσα, αἰχμαλωτεύεται ἢ ἀθλία ψυχή᾽ εἰσὶ δὲ τὰ τέσσαρα πάθη τῆς φυχῆς, κενοδοξία, χαρά, θυμὸς καὶ δειλία’ ὅταν τοίνυν διὰ φρονήσεως καὶ τοῦ ἐπιλογισμοῦ, καλῶς στρατηγήσας ὃ ἄνθρωπος κατακρατήσῃ καὶ νικήσῃ τὰ πάθη, οὐχ ἔτι πολεμεῖται' ἀλλ᾽ εἰρηνεύει τῇ ψυχῇ καὶ στεφανοῦται ὑπὸ τοῦ Θεοῦ ὡς νικήσας.
θάνουσιν᾽ ἄλλοι δὲ κλίνην οὐκ ἔχοντες, ἀλλ᾽ ἐπὶ τοῦ ἐδάφους καθεύδοντες, οὐδὲν ἧττον, ὥσπερ οἱ ἐπὶ τῆς κλίνης κοιμώµενοι ῥέγχουσι' καὶ πὸ μέτρον τῆς νυχτὸς ἀναμείναντες, ἕωθεν τὰς κλίνας καταλείψαντες τοῦ πανδοχείου, κοινῇ πάντες ἐξέρχονται, τὰ ἴδια μόνα βαστάζοντες' τὸν αὐτὸν τρόπον, καὶ οἳ ἐν τῷ βίῳ ἐρχόμενοι ἅπαντες, καὶ οἱ μετρίως ζήσαντες καὶ οἱ ἐν δόξῃ καὶ πλούτῳ βιώσαντες, ὥσπερ ἐκ πανδοχείου ιτοῦ βίου .ἐξέρχονται᾽ μηδὲν τῆς ἐκ τοῦ βίου τρυφῆς καὶ τοῦ πλούτου "λάμδάνοντες μεθ᾽ ἑαυτῶν, εἰμὴ μόνα τὰ ἴδια ἔργα, ἢ καλὰ ἢ κακά, τὰ πραχθέντα αὐτοῖς ἐν τῇ ζωῇ αὐτῶν. ! πα.
Ἔν ὑπερεχούσῃ ἐξουσίᾳ ὑπάρχων, μὴ εὐχερῶς τινι θανάτῳ ἀπειλῆσῃς᾽ γινώσκων, ὅτι κατὰ τὴν φύσιν καὶ σὺ θανάτῳ ὑπόπεισαι καὶ ὥσπερ τελευταῖον χιτῶνα ἢ ψυχὴ τὸ σῶμα ἀποδύεται’ τοῦτο σαφῶς ἐπιστάμενος, πρᾳότητα ἄσκησον, καὶ εὖ ποιῶν εὐχαρίστει διαπαντὸς τῷ Θεῷ' ὃ γὰρ μὴ οἰκτείρων, οὐχ. ἔχει ἀρετὴν ἐν ἑαυτῷ. πβ΄. Τὸν θάνατον διαφυγεῖν, ἐστὶν ἀδύνατον καὶ ἀμήχανον' ὅπερ γινώσχοντες οἱ κατὰ ἀλήθειαν λογικοὶ ἄνθρωποι καὶ γεγυμνασμένοι ταῖς ἀρεταῖς καὶ τῷ θεοφιλεῖ λογισμῷ, δέχονται τὸν θάνατον δίχα στεναγμῶν καὶ φόθου καὶ πένθους᾽ τὸ ἀπαραίτητον αὐτοῦ καὶ τὴν ἀπαλλαγὴν τῶν ἐν τῷ βίῳ κακῶν ἐνθυμούμενοι. πγ΄. Τοὺς ἐπιλελησμένους τῆς.
χρηστῆς πολιτείας καὶ Θεῷ ἀρεσκούσης καὶ τὰ ὀρθὰ καὶ θεοφιλῆ δόγματα μὴ φρονοῦντας, μισεῖν μὲν οὗ χρή, ἐλεεῖν δὲ μᾶλλον ὡς πηροὺς τοῦ διακριτικοῦ " καὶ τυφλοὺς τὴν καρδίαν καὶ τὴν διάνοιαν᾽ τὸ γὰρ κακὸν ὣς καλὸν ὑποδεξάμενοι, ὑπὸ ἀγνοίας ἀπόλπ’. Τῶν ἐν τοῖς πανδοχείοις εὑρισχομένων, τινὲς αὐτῶν κλίνας λαμ-. κ "Ἴσ, τὸ διακρι τεκόν. 16 ΤΟΥ ΕΝ ΑΡΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ λυνται’ καὶ οὗ γνωρίζουσι τὸν Θεὸν οἱ τρισάθλιοι καὶ ἀνόητοι τὴν φυχήν. πὸ’. Τοὺς περὶ εὐσεθείας καὶ εὐζωῖας λόγους πρὸς τοὺς πολλοὺς ὅμιλεῖν παραιτοῦ᾽ οὐ διὰ φθόνον λέγω, ἀλλ᾽ ὅτι τοῖς ἀλογίστοις καταγέλα-᾽ στος, οἶμαι, δόξεις’ τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ χαίρει οἳ δὲ τοιοῦτοι λόγοι .
ὀλίγους ἔχουσι τοὺς ἀκροατάς: τάχα δὲ πάνυ σπανίους" βέλτιον δὲ τὸ μὴ λαλεῖν, ὅτι μή, ὃ θέλει ὃ Θεὸς πρὸς σωτηρίαν ἀνθρώπου. πε. Ἢ ψυχὴ συμπάσχει τῷ σώματι τὸ δὲ σῶμα οὐ συμπάσχει τῇ φυχῇ' ὡς οἷον τοῦ σώματος τεμνομένου, συμπάσχει καὶ ἢ φυχή’ ἐρρωμένοὺ τε καὶ δγιαίνοντος: τοῦ σώματος, τὰ πάθη τῆς ψυχῆς συνήδεται' τῆς δὲ ψυχῆς διανοουμένης, οὐκ ἔτι διανοεῖται τὸ σῶμα μένει δὲ καθ᾽ ἑαυτὸ καταλελειμμένον’ τὸ γὰρ διανοεῖσθαι πάθος ἐστὶ ψυχῆς: ὥσπερ καὶ ἡ ἄγνοια καὶ ἢ ὑπερηφανία καὶ ἡ ἀπιστία καὶ ἢ πλεονεξία καὶ τὸ μῖσος καὶ ὁ φθόνος καὶ ἢ ὀργὴ καὶ ἢ ὀλιγωρία καὶ ἡ κενοδοξία καὶ ἢ τιμὴ καὶ ἡ διχόνοια καὶ ἢ αἴσθησις τοῦ ἀγαθοῦ: τὰ γὰρ τοιαῦτα διὰ τῆς ψυχῆς ἐνερεἴται. τ πς΄.
᾿ΕἘννοῶν τὰ περὶ Θεοῦ, εὐσεθὴς ἔσο' ἄφθονος, ἀγαθός, σώφρὠν, πρᾷος, χαριστιχὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος, καὶ τὰ ὅμοια, αὕτη γάρ ἐστιν ἡ ἀσύλητος κτῆσις. τῆς ψυχῆς, τὸ ἀρέσκειν τῷ Θεῷ διὰ τῶν τοιούτων καὶ τὸ μηδένα κρίνειν. ἢ λέγειν περὶ μηδενός; ὅτι ὃ δεῖνα κακός ἐστι καὶ ἥμαρτεν: ἀλλὰ βέλτιόν ἐστι τὰ ἑαυτοῦ κακὰ ζητεῖν καὶ σκοπεῖν καθ ἑαυτὸν τὴν ἑαυτοῦ πολιτείαν, -εἴ ἐστιν ἀρέσκουσα τῷ Θεῷ' τὶ γὰρ ἡμῖν μέλει, ἐὰν ἄλλος ἐστὶ πονηρός; πζ΄.
Ὃ τῇ ἀληθείᾳ ἄνθρωπος, σπουδάζει εὐσεθὴς εἶναι' εὐσεθὴς δέ ἐστιν, ὃ τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶν: ἀλλότρια δέ ἐστι τοῦ ἀνθρώπου, πάντα τὰ κτιστά' πάντων τοίνυν καταφρονεῖ, ὣς εἰκὼν τοῦ Θεοῦ’ εἰχὼν δὲ Θεοῦ γίνεται ἄνθρωπος, ὅταν ὀρθῶς καὶ ἀρεσκόντως Θεῷ πολιτεύεται᾽ ἄλλως δὲ οὐχ οἷόν τε τοῦτο γενέσθαι, ἐὰν μὴ ἀποστῇ ἄνθρωπος τῶν βιοτικῶν' ὁ δὲ νοῦν ἔχων θεοφιλῆ, πᾶσαν ψυχικὴν ὠφέλειαν καὶ πᾶσαν εὐλάθειαν ἐξ αὐτοῦ γενομένην ἐπίσταται' ὁ θεοφιλὴς ἀνὴρ οὐδένα ἄλλον μέμφεται, ἐφ᾽ οἷς αὐτὸς ἁμαρτάνει᾽ τοῦτο δέ, σφζοβένης ψυχῆς ἐστι σημεῖον. πη’. Ὅσοι τὴν πρόσκαιρον κτῆσιν βιαίως ἔχειν σπουδάζουσι καὶ τὴν ὄρεξιν τῶν ἔργων τῆς κακίας ἀγαπῶσιν, ἀγνοοῦντες τὸν θάνατον καὶ τὴν ἀπώλειαν τῆς ἰδίας ψυχῆς;
καὶ οὐ σκοποῦσι οἱ ἄθλιοι τὸ συμφέρον αὐτοῖς: οὗ λογίζονται τί πάσχουσι μετὰ θάνατον ὑπὸ. τῆς «κακίας οἳ ἄνθρωποι. "σὺ, Ἡ κακία, πάθος τῆς ὕλης ἐστί: τῆς δὲ κακίας ἀναίτιος ὁ Θεός’ γνῶσιν δὲ καὶ ἐπιστήμην καὶ τὸ διακριτικὸν τοῦ ἀγαθοῦ τε καὶ κακοῦ καὶ τὸ αὐτεξούσιον παρέσχε τοῖς ἀνθρώποις’ ἢ δὲ τίκτουσα τὰ πάθη τῆς κακίας, ἐστὶν ἡ ἀμέλεια καὶ ἢ ῥαθυμία τῶν ἀνθρώπων" ἀναίτιος γὰρ παντάπασίν ἐστιν ὃ Θεός’ αἱρέσει δὲ γνώμης οἱ δαίμονες γεγένηνται πονηροί᾽ ὥσπερ καὶ τῶν ἀνθρώπων οἳ πλεῖστοι.
α΄ Ὁ τῇ εὐσεθείᾳ συζῶν ἄνθρωπος, τὴν κακίαν παρεισδύναι τῇ φυχῇ οὗ συγχωρεῖ᾽ καχίας δὲ ἀπούσης, τὸ ἀχίνδυνον καὶ ἀθλαθὲς ὑπάρχει τῇ ψυχῇ᾽ τῶν γὰρ τοιούτων, οὔτε δαίμων σκαιός, οὔτε εἱμαρμένη χρατεῖ’ ὁ γὰρ Θεὸς ῥύεται αὐτοὺς τῶν κακῶν καὶ ζῶσιν ἀθλαδεῖς φυλαττόμενοι ἰσόθεοι' κἄν τις τὸν τοιοῦτον ἄνδρα ἐπαινέσῃ, καταγελᾷ παρ᾽ ἑαυτῷ τοὺς ἐπαινοῦντας αὐτόν κἂν φέγη, οὐκ ἀπολογεῖται πρὸς τοὺς λοιδοροῦντας οὐδὲ γὰρ ἀγανακτεῖ πρὸς τὰ λεγόμενα παρ᾽ αὐτοῦ. - γα.
Τὸ κακὸν τῇ φύσει παρέπεται, ὥσπερ ὃ ἴὸς τῷ χαλκῷ καὶ ὁ ῥύπος τῷ σώματι᾽ ἆλλ᾽ οὔτε τὸν ἰὸν ὅ χαλκουργὸς ἐποίησεν, οὔτε τὸν ῥύπον οἳ γεννήσαντες' οὕτως οὐδὲ τὴν κακίαν ὁ (ϑεὸς ἐποίησε' δέδωκε δὲ καὶ γνῶσιν καὶ διάκρισιν τῷ ἀνθρώπῳ, ἵνα φύγῃ τὸ κακόν, ὣς εἰδώς, ὅτι βλά᾿πτεται παρ᾽ αὐτοῦ καὶ κολάζεται" ὅρα οὖν ἀσφαλῶς, μήποτε, ἰδὼν εὖδαι-. μονοῦντά τινα ἐν δυναστείᾳ καὶ πλούτῳ, μακαρίσῃς αὐτόν, φαντασθεὶς ὑπὸ τοῦ δαίμονος’ ἀλλ᾽ ὁ θάνατος γενέσθω σοι εὐθέως πρὸ ὀφθαλμῶν καὶ ο ποτε οὐδενὸς κακοῦ ἢ βιοτικοῦ ἐπιθυμήσης.
᾿ | Ὑ β΄ Ὁ Θεὸς ἡμῶν, τοῖς ἐν οὐρανοῖς ἀθανασίαν ἐχαρίσατο᾽ τοῖς δὲ ἐπὶ γῆς μεταθολὴν ἔχτισεν' ἐν δὲ τῷ παντὶ ζωὴν καὶ χίνησιν ἐδωρήσατο᾽ πάντα δὲ διὰ τὸν ἄνθρωπον' μὴ οὖν συναρπαζέτω σε ἢ βιοτικ φαντασία τοῦ δαίμονος, τοῦ ὑποθάλλοντος τὰς πονηρὰς ἐνθυμήσεις τῇ ψυχῇ’ ἀλλ᾽ εὐθὺς τὰ οὐράνια ἀγαθὰ ἐνθυμούμενος, παρὰ σεαυτῷ λέγε᾽ ἐὰν θέλω, ἐν ἐμοί ἐστι τὸ νικῆσαι καὶ τοῦτον τὸν ἀγῶνα τοῦ πάθους’ οὗ νικήσω δέ, ἐὰν θέλω ἐπιτυχεῖν τῆς ἐμῆς ὀρέξεως" τοῦτον οὖν ἄσκησον τὸν δυνάμενον σῴζειν σου ΤῊ ψυχήν. ΚΑ Ζωή ἐστιν ἡ ἕνωσις καὶ συνάφεια τοῦ νοὸς χαὶ τῆς ψυχῆς καὶ.
τοῦ σώματος' ὃ δὲ θάνατός ἐστιν οὐκ ἀπώλεια τῶν συναφθέντων, ἀλλὰ διάλύσις τῆς γνώσεως αὐτῶν᾽ τῷ γὰρ Θεῷ πάντα σῴζεται καὶ ΕΕ τὴν διάλύσιν. Ἠδ', Ὁ νοῦς οὐκ. ἔστι ψυχή, ἀλλὰ δῶρον Θεοῦ, σῷζον τὴν φυχήν, καὶ προτρέχει καὶ συμθουλεύει τῇ ψυχῇ ὃ νοῦς, ὃ τῷ Θεῷ ἀρεστός' τῶν μὲν προσκαίρων καὶ ὑλικῶν καὶ φθαρτῶν καταφρονῆσαι" ἐρασθῆναι δὲ τῶν αἰωνίων καὶ ἀφθάρτων καὶ ἀθλων ἀγαθῶν" καὶ περιπατεῖν ἐν σώματι ἂνθρωπος, τὰ ἐν οὐρανοῖς καὶ τὰ περὶ Θεὸν καὶ πάντα ὁμοῦ διὰ τοῦ νοῦ κατανοῶν καὶ θεωρῶν' καὶ ἔστιν ὁ θεοφιλὴς νοῦς, εὐεργέτης καὶ σωτηρία ἂνθρωπίνης φυχῆς. Με’.
Ψυχ} ἐν σώματι γενομένη, εὐθὺς ἀπὸ τῆς λύπης καὶ τῆς ἥδονῆς σκοτίζεται καὶ ἀπόλλυται καὶ ὥσπερ χυμοί εἶσι τοῦ σώματος, ἤ τε λύπη καὶ ἡδονή: ὅ δὲ θεοφιλὴς, νοῦς ἀντιπράττων, λυπεῖ τὸ σῶμα καὶ σῴζει τὴν ψυχήν, ὡς ἰατρὸς τέμνων ἢ καίων τὰ σώματα. ς'. Ὅσαι ψυχαὶ ὑπὸ τοῦ λογικοῦ μὴ ἡνιοχοῦνται καὶ κυθερνῶνται ὑπὸ τοῦ νοῦ, ἵνα ἄγχη καὶ ἐπέχῃ καὶ κυβερνᾷ, αὐτῶν τὰ πάθη, τουτέστι τήν τε λύπην καὶ τὴν ἡδονήν' αὗται αἱ ψυχαὶ ὃς τὰ ΞΡ ἀπόλλυνταϊ ὃ --- Φιλοκαλία τ. Α’ 18 ΤΟΥ ΕΝ ΑΠΟΙΣ ΠΑΤΡΟΣ ἩΜΩ͂Ν ζῷα, παρασυρομένου τοῦ λογικοῦ ὑπὸ τῶν παθῶν ὡς ἡνιόχου νικηθέντος ὑπὸ τῶν ἵππων. Ἠζ'.
Μεγίστη νόσος ψυχῆς καὶ ὄλεθρος καὶ ἀπώλεια τὸ μὴ γινώσχειν τὸν Θεόν, τὸν τὰ πάντα ποιήσαντα διὰ τὸν ἄνθρωπον καὶ δωρησά- ΄ [μενον αὐτῷ τόν τε νοῦν καὶ τὸν λόγον, δι᾽ ὧν ἀνιπτάμενος, Θεῷ συνάπτεται ἄνθρωπος, νοῶν καὶ δοξάζων τὸν Θεόν. γη. Ἢ μὲν ψυχὴ ἐστιν ἐν τῷ σώματι, ἐν δὲ τῇ ψυχῇ ἐστιν ὁ νοῦς ἐν δὲ τῷ νῷ ἐστιν ὁ λόγος: δι᾽ ὧν ὁ Θεὸς νοούμενος καὶ δοξαζόμενος, ἆθανατίζει τὴν φυχήν, ἀφθαρσίαν αὐτῇ καὶ τρυφὴν αἰώνιον δωρούμενος᾽ ὁ γὰρ Θεὸς πᾶσι τοῖς γινομένοις τὸ εἶναι διὰ μόνην ἀγαθότητα ἐδωρήσατο. Ἠδ'. Ὃ Θεὸς αὐτεξούσιον ποιήσας τὸν ἄνθρωπον, ὣς ἄφθονος καὶ ἀγαθός, παρέσχεν αὐτῷ καὶ τὸ δύνασθαι, ἐὰν θέλῃ, ἀρέσκειν τῷ Θεῷ. ᾿Αρέσχει δὲ τῷ Θεῷ, τὸ μὴ εἶναι κακίαν ἐν ἀνθρώπῳ.
Εἰ δὲ παρὰ ἀνθρώποις ἐπαινεῖται μὲν τὰ καλὰ ἔργα καὶ αἱ ἀρεταὶ τῆς ὁσίας καὶ θεοφιλοῦς φυχῆς, καταγινώσχεται δὲ τὰ αἰσχρὰ καὶ αἳ πονηραὶ πράξεις, πόσῳ μᾶλλον παρὰ τῷ Θεῷ, τῷ θέλοντι σωτηρίαν ἀνθρώπου γίνεσθαι ; ϱ’. Τὰ μὲν ἀγαθὰ παρὰ Θεοῦ, ὃς ἀγαθοῦ, λαμβάνει ὃ ἄνθρωπος διὰ τοῦτο γὰρ καὶ ἐδημιουργήθη ὑπὸ τοῦ Θεοῦ. Τὰ δὲ κακὰ ἑαυτῷ ἐπισπᾶται ὁ ἄνθρωπος, ἐξ αὑτοῦ καὶ τῆς ἐν ἑαυτῷ κακίας καὶ ἐπιθυμίας καὶ ἀναισθησίας. | ρα’. Ἡ ἀλόγιστος ψυχή, ἀθάνατος οὖσα καὶ δεσπόζουσα τοῦ σώματος, δουλεύει τῷ σώματι διὰ τῶν ἡδονῶν, οὐχ. ἐννοοῦσα, ὅτι τρυφὴ σώματος, βλάθη ψυχῆς. ᾿Αναισθητοῦσα δὲ καὶ μωραίνουσα, φροντίζει τῆς τρυφῆς τοῦ σώματος. ϱβ. Ὃ Θεὸς ἀγαθός, ὁ ἄνθρωπος πονηρός.
Οὐδὲν καχὸν ἐν οὐρανῷ, οὐδὲν ἀγαθὸν ἐπὶ τῆς γῆς. Ὁ δὲ λογικὸς ἄνθρωπος τὸ βέλτιον ἐπιλέγεται καὶ γνωρίζει τὸν Θεὸν τῶν ὅλων καὶ εὐχαριστεῖ καὶ ὑμνεῖ αὐτὸν καὶ πρὸ τοῦ θανάτου μυσάττεται τὸ σῶμα, καὶ τὰς αἰσθήσεις τὰς πονηρὰς οὐχ ἐᾷ ἐκτελεσθῆναι, εἰδὼς αὐτῶν τὴν ἀπώλειαν καὶ τὴν ἐνέργειαν. 0γ΄. Ὃ πονηρὸς ἀνὴρ πλεονεξίαν μὲν ἀγαπᾷ, δικαιοσύνης δὲ κατα᾽ φρονεῖ᾽ μηδὲ τὸ ἀθέδαιον καὶ ἄστατον καὶ ὀλιγοχρόνιον τοῦ βίου λογιζόμενος, μηδὲ τὸ ἀδωροδόκητον καὶ ἀπαραίτητον τοῦ θανάτου ἐνθυμούμενος. Εἲ δὲ πρεσθύτης ὑπάρχει αἰσχρὸς καὶ ἀνόητος, ὥσπερ σεσηπὸς ξύλον πρὸς πᾶσαν χρῆσίν ἐστιν ἀποίητος. ϱδ'.
Ὥσπερ τὴν πεῖραν τῶν λυπούντων λαμβάνοντες, τότε τῶν ἡδονῶν καὶ τῆς χαρᾶς αἰσθανόμεθα: οὐδὲ γὰρ ἡδέως πίνει, ὃ μὴ διφήσας᾽ - οὐδὲ ἡδέως ἐσθίει, ὁ μὴ πεινάσας' οὐδὲ ἡδέως κοιμᾶται, ὁ μὴ σφόδρα νυστάξας οὐδὲ αἴσθησιν τῆς χαρᾶς λαμθάνει, ὃ μὴ πρότερον λυπηθείς᾽ οὔ:τως οὐδὲ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσομεν, εἰμὴ τῶν ὀλιγοχρονίων καταφρονήσωμεν. | Ὅ λόγος τοῦ νοῦ ὑπηρέτης ἐστίν. Ὃ γὰρ θέλει ὁ νοῦς, τοῦτο καὶ ὃ κ: ἑρμηνεύει, Ὃ νοῦς πάντα δρᾷ καὶ τὰ ἐν οὐρανοῖς: καὶ οὐδὲν αὐτῷ ἐπιρα. ὁ μόνον ἢ ἁμαρτία" τῷ δὲ καθαρῷ οὐδὲν ἀκατάληπτον, ὥσπερ τῷ λόγῳ οὐδὲν ἄλεκτον. οζ΄. Διὰ μὲν τὸ σῶμα, ὃ ἄνθρωπος θνητός’ διὰ δὲ τὸν νοῦν καὶ τὸν λόγον ἀθάνατος. Σιωπῶν νοεῖς νοήσας λαλεῖς.
Ἔν γὰρ τῇ σιωπῇ ὃ νοῦς τίχτει τὸν λόγον. Ἐθχάριστος δὲ λόγος Θεῷ προσφερόμενος, σ᾽ ἀνθρώπου εδρίσχεται. ρη’. Ὃ λαλῶν τὰ ἀλόγιστα, νοῦν οὐκ ἔχει. Οὐδὲν γὰρ νοῶν λαλεῖ. ᾿Αλλὰ σκόπησον τί σοι συμφέρει ποιεῖν πρὸς σωτηρίαν τῆς ψυχῆς. | οὗ”. Ὃ λόγος ὃ νοῦν ἔχων καὶ ψυχωφελὴς ὑπάρχων, Θεοῦ δῶρόν ἐστιν. Ὥσπερ καὶ λόγος ὃ φλυαρίας γέμων καὶ ζητῶν οὐρανοῦ καὶ γῆς μέτρα καὶ διαστήματα καὶ ἡλίου μεγέθη καὶ ἄστρων, ἀνθρώπου ματαιοπονοῦντος εὕρημά ἐστι. Τὰ γὰρ μηδὲν ὠφελοῦντα, μάτην κομπούμενος ζητεῖ, ὡς μετὰ κοσχίνου ὕδωρ θέλων ἀντλῆσαι. Ταῦτα γὰρ ἀνθρώποις οὗ δυνατὸν ἐστιν εδρεῖν. οι’.
Οὐδεὶς τὸν οὐρανὸν βλέπει καὶ τὰ ἐν αὐτῷ νοῆσαι δύναται, εἰμὴ μόνος ὃ ἄνθρωπος, ὁ ἐναρέτου βίου ἐπιμελούμενος καὶ νοῶν καὶ δοξάζων τὸν ποιήσαντα αὐτὸν εἰς σωτηρίαν καὶ ζωὴν ἀγθρώπου. Ἠπίσταται γὰρ ἀσφαλῶς ὃ θεοφιλὴς καὶ τοιοῦτος ἀνήρ, ὅτι χωρὶς τοῦ Θεοῦ, οὐδέν ἐστι. Πανταχοῦ δέ ἐστι καὶ ἐν πᾶσιν, ὣς ἀπεριόριστος ὑπάρχων ὃ Θεός. ρια΄. Ὡς ἀπὸ τῆς μητρῴας γαστρὸς ἐξέρχεται ἄνθρωπος, οὕτω χαὶ ἀπὸ τοῦ σώματος ἢ ψυχὴ γυμνὴ ἐξέρχεται. Ἡ μὲν καθαρὰ καὶ φωτεινὴ" ἡ δὲ σπίλους ἔχουσα τὰ πταίσματα᾽ ἑτέρα δέ, μέλαϊνα τοῖς πολλοῖς παραπτώμασιν. Ὅθεν ἢ λογικὴ καὶ θεοφιλὴς ψυχή, ἐνθυμουμένή καὶ λογιζομένη τὰ μετὰ θάνατον κακά, εὐσεδῶς πολιτεύεται" ἵνα μὴ αὐτοῖς καταχριθεῖσα περιπέσῃ.
Οἱ γὰρ ἀπιστοῦντες, καὶ ἀσεθοῦσι καὶ ἁμαρτάνουσι, τῶν ἐχεῖ καταφρονοῦντες, οἳ ἀνόητοι τὴν ψυχήν. | ϱιβ΄. "Ὥσπερ ἐξελθὼν τῆς γαστρός, τῶν ἐν τῇ γαστρὶ οὐ μνημονεύεις" οὕτω καὶ τοῦ σώματος ἐξελθών, οὗ μνημονεύεις τῶν ἐν σώματι. ριγ΄. "Ἕδσπερ ἐξελθὼν τῆς γαστρός, κρείττων καὶ μείζων ἐγένου τῷ σώματι. οὕτω καὶ τοῦ σώματος καθαρὸς καὶ ἄσπιλος ἐξερχόμενος, κρείττων ἔσῃ καὶ ἄφθαρτος, ἐ ἐν τοῖς οὐρανοῖς διαιτώμενος, | οιδ’. Ὥσπερ ἐν τῇ γαστρὶ τοῦ. σώματος τελειωθέντος, ἀνάγκη τε' χθῆναι' οὕτω τὴν ψυχήν, ἐν τῷ σώματι τὸν ὁρισθέντα ὑπὸ τοῦ Θεοῦ ὅρον πληρώσασαν, ἀνάγχη ἐξελθεῖν τοῦ σώματος. οιε’. Ὕδσπερ ἐὰν χρήσῃ τῇ φυχῇ οὔσῃ ἐν τῷ σώματι, οὕτω καὶ αὐτὴ ᾿ἐξελθοῦσα τοῦ σώματος κέχρηταί σοι.
Ὅ γὰρ τῷ σώματι καλῶς καὶ τρυφηλῶς ἐνταῦθα χρησάμενος, ἑαυτῷ κακῶς ἐχρήσατο μετὰ θάνατον. Κατέκρινε γὰρ τὴν ἑαυτοῦ ψυχὴν ὣς ἀνόητος. οις’. Ὥσπερ τὸ σῶμα ἐν τῆς μητρῴας γαστρὸς ἐξερχόμενον ἀτελές, ἀνατραφῆναι οὗ δύναται, οὕτω καὶ ἢ ψυχὴ τοῦ σώματος ἐξελθοῦσα καὶ τὴν τοῦ Θεοῦ γνῶσιν διὰ χρηστῆς πολιτείας μὴ) κατορθώσασα, σωθῆναι ἢ Θεῷ συναφθῆναι οὗ δύναται. | -. ριζ’. Τὸ σῶμα συναπτόµενον τῇ ψυχῇ, ἐκ τοῦ σκότους τῆς γαστρὸς εἰς τὸ φῶς ἐξέρχεται. Ἡ δὲ ψυχὴ συναπτομένη τῷ σώματι, εἰς τὸ σκότος τοῦ σώματος συνδεσμεῖται. Διὸ πρέπει μισεῖν καὶ παιδεύειν τὸ σῶμα ὥς ἐχθρὸν καὶ πολέμιον ὑπάρχοντα τῇ ψυχή. Ἡλῆθος γὰρ ἐδεσμάτων καὶ ἡδυφαγίας ἐπεγείρει τὰ πάθη τῆς κακίας τοῖς ἀνθρώποις.
᾿Ειγκράτεια δὲ ' γαστρὸς ταπεινοῖ τὰ πάθη καὶ σῴζει τὴν ψυχήν. | οιή’. Τοῦ σώματος ἡ ὅρασις, οἱ ὀφθαλμοί εἶσι' τῆς δὲ ψυχῆς ἣ ὅρασις, ὃ νοῦς ἐστι. Καὶ ὥσπερ σῶμα ὀφθαλμοὺς μὴ ἔχον, τυφλόν ἐστι καὶ τὸν ᾿ἥλιον, πᾶσαν τὴν γῆν καὶ τὴν θάλασσαν καταλάμποντα, οὐ βλέπει, οὐδὲ τοῦ φωτὸς ἀπολαῦσαι δύναται, οὕτω καὶ ἡ ψυχή, νοῦν ἀγαθὸν καὶ χρηστὴν πολιτείαν μὴ ἔχουσα, τυφλὴ ἐστι καὶ τὸν Θεὸν τὸν ποιητὴν καὶ εὐεργέτην τῶν ὅλων οὗ κατανοεῖ, οὔτε δοξάζει, οὔτε τῆς ἀφθαρσίας αὐτοῦ καὶ τῶν αἰωνίων ἀγαθῶν ἐν ἀπολαύσει γενέσθαι οὐ δύναται. ριϑ΄. ᾿Αναισθησία καὶ μωρία φυχῆς ἐστιν ἢ ἀγνωσία τοῦ Θεοῦ.
Τὸ γὰρ κακὸν ἐκ τῆς ἀγνωσίας τίχτεται᾽ τὸ δὲ ἀγαθὸν ἐκ τῆς γνώσεως τοῦ Θεοῦ προσγίνεται τοῖς ἀνθρώποις καὶ σῴζει τὴν ψυχήν. ᾿Κὰν οὖν τὰ θελήματά σου μὴ ποιεῖν σπουδάζης, νηφάλιος ὑπάρχων καὶ γνωρίζων τὸν Θεόν, ἔχεις τὸν νοῦν σου ἐπὶ τὰς ἀρετάς. ᾿Ειὰν δὲ τὰ θελήματά σου τὰ πονηρὰ πρὸς ἦδονὴν σπουδάζῃς ποιεῖν, ἀγνωσίαν Θεοῦ μεθύων, ἀπόλλυσαι, ὣς τὰ ἄλογα, μὴ ἐνθυμούμενος τὰ μετὰ θάνατόν σοι συμθησόμενα κακά. ρκ'. Πρόνοιά ἐστι τὰ κατὰ ἀνάγχην θείαν γινόμενα, ὥσπερ τὸ ἐφ᾽ ἑκάστης ἡμέρας ἀνατέλλειν καὶ δύειν τὸν ἥλιον καὶ τὸ καρποφορεῖν τὴν γῆν. Οὕτω καὶ νόμος λέγεται τὸ κατὰ ἀνάγκην ἀνθρωπίνην γινόμενον. Πάντα δὲ διὰ τὸν ἄνθρωπον γέγονε. ρκα΄'.
Ὅσα μὲν ὁ Θεὸς ποιεῖ, ὡς ἀγαθός, διὰ τὸν ἄνθρωπον ποιεῖ. Ὅσα δὲ ὁ ἄνθρωπος ποιεῖ, ἑαυτῷ ποιεῖ καὶ τὰ καλὰ καὶ τὰ κακά. Ἵνα δὲ μὴ θαυμάζης τὴν τῶν κακῶν εὐδαϊμονίαν, γίνωσχε, ὅτι ὥσπερ αἱ πόλεις τρέφουοι τοὺς δημίους καὶ οὐχ ἐπαινοῦσι αὐτῶν τὴν καχίστην προαίρεσιν, ἀλλὰ διὰ τούτων τοὺς ἀξίους κολάζουσαι, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Θεὸς τοὺς πονηροὺς τῶν βιοτικῶν πατἀδυναστεύειν συγχωρεῖ, ὥστε δι᾽ αὐτῶν τιμωρεῖσθαι τοὺς ἀσεδοῦντας. Ὕστερον δὲ καὶ τούτους παραδίδωσι τῇ κρίσει, ἐπειδὴ οὐχ ὡς τῷ Θεῷ διακονοῦντες, ἀλλὰ τῇ οἰκείᾳ πονηρίᾳ δουλεύοντες, τὰ δεινὰ τοῖς ἀνθρώποις πεποιήκασιν. οχβ΄.
Οἵ τὰ εἴδωλα σεθόµενοι, εἰ ἐγίνωσκον καὶ ἔθλεπον τῇ καρδίᾳ τί σέβονται, οὐκ ἂν ἀπεπλανῶντο οἳ ἄθλιοι τῆς εὐσεβείας. ᾿Αλλὰ θεω3. 'Ἐννοεῖται, τοὺς ἀξίους τιμωρίας. ροῦντες τὴν εὐκοσμίαν καὶ τὴν τάξιν καὶ. τὴν πρόνοιαν τῶν γεγονότων τε καὶ τῶν γινομένων ὑπὸ τοῦ Θεοῦ, ἐγνώριζον ἂν τὸν ποιήσαντα αὐτὰ διὰ ἄνθρωπον. | ρχγ'. Ὅ ἄνθρωπος ὡς κακὸς καὶ ἄδικος ἀποκτεῖναι δύναται. Ὁ δὲ Θεὸς ζωὴν χαριζόμενος καὶ τοῖς ἀναξίοις οὗ παύεται. Ὡς ἄφθονος γὰρ καὶ ἀγαθὸς τὴν φύσιν ὑπάρχων, ἠδουλήθη γενέσθαι τὸν κόσμον καὶ ἐγένετο. Καὶ γίνεται διὰ τὸν ἄνθρωπον καὶ τὴν σωτηρίαν αὐτοῦ. οκδ’. ᾿Ανθρωπός ἐστιν ὃ τὸ σῶμα νοήσας τί ἐστιν ὅτι φθαρτόν ἐστι καὶ ὀλιγοχρόνιον.
Ὃ γὰρ τοιοῦτος καὶ τὴν ψυχὴν νοεῖ, ὅτι θεία ἐστὶ καὶ ἀθάνατος καὶ ἐμφύσημα Θεοῦ ὑπάρχουσα, εἷς δοκιμὴν καὶ ἀποθέωσιν συνεδέθη τῷ σώματι. Ὁ δὲ τὴν ψυχὴν νοήσας, ὀρθῶς καὶ ἀρεσκόντως Θεῷ πολιτεύεται, τῷ σώματι μὴ πειθόμενος, ἀλλ᾽ δρῶν τὸν Θεὸν τῷ νῷ ἑαυτοῦ ο καὶ τὰ δωρούμενα τῇ ψυχῇ παρὰ τοῦ Θεοῦ αἰώνια ἀγαθὰ θεωρεῖ νοητῶς. κε΄. ᾿Αγαθὸς καὶ ἄφθονος ἀεὶ ὢν ὃ Θεός, τὴν ἐξουσίαν δέδωκε τῷ ἀνθρώπῳ τοῦ καλοῦ καὶ τοῦ κακοῦ, γνῶσιν αὐτῷ δωρησάμενος, ἵνα θεωρῶν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ, γνωρίσῃ τὸν ποιήσαντα τὰ πάντα διὰ τὸν ἄνθρωπον. Τῷ δὲ ἀνοσίῳ ἔξεστι θέλειν καὶ μὴ νοεῖν.
Ἔξεστι γὰρ αὐτῷ καὶ ἀπιστεῖν καὶ ἀτυχεῖν καὶ τὰ ἐναντία τῆς ἀληθείας νοεῖν: τοσαύτην ἔχει - ἄνθρωπος ἐξουσίαν καὶ τοῦ καλοῦ καὶ τοῦ κακοῦ. Οχκς΄. Ἡρόσταξίς ἐστι Θεοῦ τό, αὐξανομένης τῆς σαρχός, τὴν ψυχὴν πληροῦσθαι νοῦ' ἵνα ὃ ἄνθρωπος ἐκ τοῦ καλοῦ καὶ τοῦ κακοῦ τὸ ἀρέσκον αὐτῷ ἐπιλέξηται. Βυχὴ δὲ μὴ ἐπιλεγομένη τὸ καλόν, νοῦν οὐκ ἔχει. Ὅθεν, ὅλα μὲν τὰ σώματα ψυχὴν ἔχει’ οὐ πᾶσα δὲ ψυχὴ λέγεται νοῦν ἔχειν. Ὁ γὰρ θεοφιλὴς νοῦς παραγίνεται τοῖς σώφροσι καὶ» δδίδις καὶ δικαίοις καὶ ᾿ καθαροῖς καὶ ἀγαθοῖς καὶ ἐλεήμοσι καὶ τοῖς εὐσεθοῦσι. Καὶ ἢ παρουσία τοῦ νοῦ γίνεται αὐτῷ βοήθεια πρὸς Θεόν. ρκξ΄'. Ἐν μόνον οὐκ ἔξεστιν ἀνθρώπῳ, τὸ εἶναι ἀθάνατον ".
Θεῷ συναφθῆναι ἔξεστιν αὐτῷ, ἐὰν νοήσῃ, ὅτι δύναται. Θέλων γὰρ καὶ νοῶν καὶ πιστεύων καὶ ἀγαπῶν, διά χρηστῆς πολιτείας, Θεοῦ συνόμιλος γίνεται ὁ ἄνθρωπος. 3 οπή”. Ὁ ὀφθαλμὸς τὰ φαινόμενα θεωρεῖ. Ὁ δὲ νοῦς τὰ ἀόρατα κατανοεῖ. Ὅ γὰρ θεοφιλὴς νοῦς, φῶς ἐστι τῆς ψυχῆς. Ὃ νοῦν ἔχων θεοφιλή, τὴν καρδίαν πεφώτισται καὶ δρᾷ τὸν Θεὸν τῷ νῷ ἑαυτοῦ. ο. ϱ.ϑ΄, Οὐδεὶς ἀγαθός, αἰσχρός ὃ δὲ μὴ καλός, πάντως κακὸς καὶ φιλοσώματος. Πρώτη δὲ ἀρετή ἐστιν ἀνθρώπου, ἢ τῆς σαρχὸς καταφρόνησις. Τῶν γὰρ προσχαίρων καὶ φθαρτῶν καὶ ὑλικῶν ὃ χωρισμός, ὅ κατὰ προαίρεσιν καὶ οὗ κατ᾽ ἔνδειαν, τῶν αἰωνίων καὶ ἀφθάρτων ἀγαθῶν κληρονόμους ἡμᾶς ποιεῖ. | ο ϱΛ. Ὃ νοῦν ἔχων, οἶδεν ἑαυτὸν τί ἐστιν, ὅτι φθαρτός ἐστίν -ἄνθρωπος.
Ὁ δὲ εἰδὼς ἑαυτόν, πάντα οἶδεν, ὅτι ποιήματα Θεοῦ ἐστι καὶ διὰ σωκ Πάντως τ σώματι τοῦ: νόησον καὶ « τῇ ψυχῇ᾽ ἀλ) καὶ αὐτὸ μετ τὴν ἀνάστασ ἀθανατισθήσ. ται. - Δηλαδὴ φρόνησις 3 Τὸ δὲ ἀθάνατον ἐνταῦ. θα, ὥς πολυχρόνιον καὶ ἐπὶ πολὺ διαμένον, ἐκλαμδάνεται, ο ΠΟΥ͂ ἘΝ ΑΤΊΟΙΣ ΠΑΤΡῸΣ ΗΜΩΝ τηρίαν ἀνθρώπου ἐγένετο. Πάντα γὰρ νοῆσαι καὶ πιστεῦσαι ὀρθῶς, ἐν τῇ ἐξουσίᾳ τοῦ ἀνθρώπου ἐστί. Γινώσκει δὲ ἀσφαλῶς ὁ τοιοῦτος ἀνήρ, ὅτι οἱ τῶν βιοτικῶν καταφρονοῦντες, κόπον μὲν ἐλάχιστον ἔχουσι; τρυφὴν δὲ καὶ ἀνάπαυσιν αἰωνίαν κομίζονται παρὰ τοῦ Θεοῦ μετὰ θάνατον. ολα’. Ὥσπερ τὸ σῶμα χωρὶς ψυχῆς νεκρόν ἐστιν, οὕτω καὶ ἢ ψυχὴ χωρὶς τοῦ νοητικοῦ, ἀργή ἐστι καὶ τὸν Θεὸν κληρονομῆσαι ο δύναται. - ϱ1β’.
Μόνου ἀνθρώπου ὃ Θεὸς ἀκούει. Μόνῳ ἀνθρώπῳ ὁ Θεὸς φαίνεται. Φιλάνθρωπος ὁ Θεός, ὅπου ἐὰν ἢ, καὶ Θεός. Μόνος ἄνθρωπος ἄξιος Θεοῦ προσκυνητής. Διὰ τὸν ἄνθρωπον ὃ Θεὸς μεταμορφοῦται. ϱλγ΄. Ὁ Θεὸς ἀνθρώπῳ πάντα ἐποίησε τὸν οὐρανόν, καὶ κοσμοῦσιν ἀστέρες. Διὰ τὸν ἄνθρωπον τὴν γῆν. "Ανθρωποι γεωργοῦσι δι᾽ ἑαυτούς. Οἱ τῆς τοῦ Θεοῦ προνοίας τοσαύτης μὴ αἰσθανόμενοι, ἀνόητοι τὴν ψυχήν. λδ΄. Τὸ καλὸν ἀφανές ἐστιν, ὥς τὰ ἐν οὐρανῷ, Τὸ κακὸν φανερὸν ἐστι, ὡς τὰ ἐν τῇ γῇ. Καλόν ἐστι, τὸ σύγκρισιν μὴ ἔχον. Ὁ δὲ νοῦν ἔχων ἄνθρωπος, τὸ κάλλιον ἐπιλέγεται. Μόνῳ γὰρ ἀνθρώπῳ ὃ Θεὸς καὶ τὰ ποιήματα αὐτοῦ νοητά ἐστιν. | ολε΄. Ὃ νοῦς ἐν τῇ ψυχῇ φαίνεται καὶ ἢ φύσις ἐν τῷ σώματι.
Καὶ ὁ νοῦς μὲν τῆς ψυχῆς ἀποθέωσίς ἐστιν, ἢ δὲ φύσις τοῦ σώματος, διάχυσις ὑπάρχει. Καὶ ἐν παντὶ μὲν σώματι φύσις ἐστίν, οὐχ ἐν πάσῃ δὲ ψυχῇ νοῦς" ὑπάρχει' διόπερ οὐδὲ πᾶσα σῴζεται φυχή. ο]ς΄. Ψυχή, ἐν τῷ κόσμῳ ὣς γεννητή. Νοῦς δὲ καὶ ὑπὲρ τὸν κόσμον, ὡς ἀγέννητος. Ἡ δὲ νοοῦσα τὸν κόσμον καὶ θέλουσα σωθῆναι φυχή, ἐφ᾽ ἑκάστης ὥρας ἔχει νόμον ἀπαράβατον καὶ καθ᾽ ἑαυτὴν λογιζομένη, ὅτι νῦν ὁ ἀγὼν καὶ ἡ ἐξέτασις, καὶ οὗ συγχωρεῖ ἀναλαθέσθαι τὸν κριτήν, καὶ ὅτι ἀπόλλυται ψυχὴ καὶ σῴζεται διὰ μικρὰν καὶ αἰσχρὰν ἡδονήν. οΛξ’. Ἔν τῇ γῇ ἐκτίσθη ὑπὸ τοῦ Θεοῦ γέννα καὶ θάνατος. Ἐν δὲ τῷ οὐρανῷ πρόνοια καὶ ἀνάγκη. Πάντα δὲ διὰ τὸν ἄνθρωπον καὶ σωτηρίαν αὐτοῦ γέγονεν.
᾿Ανενδεὴς πάντων ἀγαθῶν ὑπάρχων ὁ Θεός, δι ἀνθρώπδυς - οὐρανὸν καὶ γῆν καὶ στοιχεῖα ἐδημιούργησε, διὰ τούτων πᾶσαν ἀπόλαυσιν ἀγαθῶν αὐτοῖς φιλοτιμούμενος. Ἢ ολη’. Τὰ θνητὰ τοῖς ἀθανάτοις ὑπόκεινται. Τὰ δὲ ἀθάνατα" τοῖς θνητοῖς ὑπηρετεῖ, τουτέστι, τὰ στοιχεῖα τῷ ἀνθρώπῳ, διὰ τὴν φιλανθρωπίαν καὶ ἔμφυτον ἀγαθότητα τοῦ κτίσαντος Θεοῦ. | ρλϑ΄. Ὃ πένης γενόμενος καὶ βλάψαι μὴ δυνάμενος, εἰς τοὺς εὐσεθεῖς (τῇ πράξει) οὗ λογίζεται. ᾿Αλλ᾽ ὁ δυνάμενος βλάψαι καὶ τῇ ἑαυτοῦ δυνάμει εἰς. τὸ κακὸν μὴ χρώμενος, ἀλλὰ τῶν ταπεινοτέρων φειδόμενος, διὰ τὴν περὶ Θεὸν εὐσέθειαν; ἐκεῖνος ἁμοιδῶν ἀγαθῶν ἐντὸς γίνεται καὶ μετὰ θάνατον. Ομ’.
Διὰ τὴν φιλανθρωπίαν τοῦ κτίσαντος ἡμᾶς Θεοῦ, πλεῖσταί εἶσι τῶν ἀνθρώπων πρὸς σωτηρίαν ὁδοί, αἱ τὰς ψυχὰς ἐπιστρέφουσαι καὶ ἀνά- : γοῦσαι αὐτὰς εἰς τοὺς οὐρανούς. Κομίζονται γὰρ αἱ τῶν ἀνθρώπων ψυχαί, ἀντὶ μὲν τῆς ἀρετῆς, ἀντιμισθίας ἀντὶ δὲ τῶν πλημμελημάτων, τὰς τιμωρίας. ομα΄. Ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ τὸ Ηνεῦμα ἐν τῷ Υἱῷ καὶ ὁ Πατὴρ ἐν ἀμφοτέροις ἐστί. Πίστει δὲ πάντα τὰ ἀόρατα καὶ νοούμενα γινώσκει ὃ ἄνθρωπος. Πίστις δὲ ἐστιν ἢ ἐθελούσιος τῆς ψυχῆς συγκατάθεσις. ομβ΄.
Ὥσπερ οἱ διά τινας χρείας ἢ περιστάσεις τοῖς μεγίστοις τῶν ποταμῶν ἐγκολυμθᾶν ἀναγκαζόμενοι, ἐὰν νήφωσι, διασῴζονται᾽ κἂν γὰρ βίαια τυγχάνῃ τὰ ρεύματα, μικρὸν καὶ πωθέντες , εἴτινος δήποτε τῶν παρὰ ταῖς ὄχθαις πεφυκότων δρασσόμενοι, διασῴζονται.
Όσοι δὲ μεθύοντες εὑρεθῶσιν, εἰ καὶ μυριάκις εἰς τὸ ἄκρον τὸ κολυμθᾶν ἐμελέτησαν, ἀλλὰ τῷ οἴνῳ νικώμενοι, τοῦ ῥεύματος ὑποδρύχιοι γίνονται καὶ ἔξω τῶν ζώντων εὑρίσκονται" τὸν αὐτὸν τρόπον καὶ ἢ ψυχὴ εἰς τὰ σύρματα καὶ τὸν περισπασμὸν τῶν ῥευμάτων τοῦ βίου ἐμπίπτουσα, ἐὰν μὴ ἐκ τῆς κακίας τῆς ὕλης ἀνανήψασα, γνωρίσῃ ἑαυτήν, ὅτι θεία ὑπάρχουσα καὶ ἀθάνατος, τῇ ὀλιγοχρονίᾳ καὶ πολυπαθείᾳ καὶ θνητῇ ὕλη τοῦ σώματος εἰς δοχιινὴν συνεδέθη, καθέλκεσθαι ὑπὸ τῶν σωματικῶν ἡδονῶν εἰς ἀπώλειαν" καὶ χαταφρονοῦσα ἑαυτῆς καὶ ἀγνωσίᾳ μεθύουσα καὶ μὴ ἀντιλαμβανομένη ἑαυτῆς, ἀπόλλυται καὶ ἔξω τῶν σῳζομένων εδρίσκεται᾽ ποταμοῦ γὰρ δίκην, συνυποσύρει πολλάκις ἡμᾶς τὸ σῶμα πρὸς ἀπρεπεῖς ἡδονάς. Ἢ ρμγ΄.
Ἡ λογικὴ ψυχή, ἐπὶ καλῆς προαιρέσεως ἀμετακίνητος ἑστῶσα, ὥσπερ ἵππον ἡνιοχεῖ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικὸν τὰ ἀλόγιστα αὐτῆς πάθη καὶ νικῶσα χαὶ ἄγχουσα καὶ περιγενομένη᾽ αὐτῶν, στεφανοῦται᾽ καὶ τῆς ἐν οὐρανοῖς ἀξιοῦται διαίτης ἔπαθλον τοῦτο νίκης καὶ τῶν κόπων λαμθάνουσα παρὰ τοῦ κτίσαντος αὐτὴν Θεοῦ. " | ϱµδ’. Ἡ κατὰ ἀλήθειαν λογικὴ φυχή, ὁρῶσα τὰς«τῶγ πονηρῶν εὖτυχίας καὶ τὴν τῶν ἀναξίων εὐημερίαν, οὗ θορυθεῖτᾶι, φανταζομένη αὐτῶν τὴν ἐν τούτῳ τῷ βίῳ ἀπόλαυσιν, ὥσπερ οἱ ἀλόγιστοι τῶν ἀνθρώπων.
᾿Επίσταται γὰρ σαφῶς καὶ τῆς τύχης τὸ ἄστατον καὶ τοῦ βίου τὸ ἄδηλον καὶ τῆς ζωῆς τὸ ὀλιγοχρόνιον καὶ τῆς δίκης τὸ ἀδωροδόκητον καὶ πιστεύει ἑαυτὴν ἢ τοιαύτη ψυχὴ ὑπὸ τοῦ Θεοῦ παρὰ τὴν ἀναγκαίαν τροφὴν μὴ ἁμελουμένην. | | οµε’. Ἡ ζωὴ τοῦ σώματος καὶ ἡ ἐν πλούτῳ πολλῷ καὶ δυναστείᾳ τοῦ βίου τούτου ἀπόλαυσις, θάνατος γίνεται τῆς φυχῆς' ὁ δὲ κόπος καὶ ἢ ὑπομον) καὶ ἡ ἔνδεια ἡ μετ᾽ εὐχαριστίας καὶ ὃ θάνατος τοῦ σώματος, ζωή ἐστι καὶ τρυφὴ αἰωνία τῆς ψυχῆς. | ομς΄. Ἡ λογικὴ ψυχὴ τῆς δλυκῆς κτίσεως καὶ τῆς ὀλιγοχρονίου ζωῆς καταφρονοῦσα, ἐπιλέγεται τὴν οὐράνιον τρυφήν καὶ τὴν αἰωνίαν ζωὴν, διὰ τῆς χρηστῆς πολιτείας παρὰ Θεοῦ ταύτην λαμβάνουσα. | ομζ΄.
Οἱ τὴν ἐσθῆτα βεθορθορωµένοι, μολύνουσι τὸν χιτῶνα τῶν προστριθόντων αὐτοῖς. Τὸν αὐτὸν τρόπον καὶ οἱ χαχοὶ τὴν προαίρεσιν καὶ τὴν πολιτείαν οὐχ ὀρθοί, τοῖς ἁπλουστέροις συνδιατρίδοντες καὶ προσλεγόµενοι τὰ μὴ δέοντα, βορβόρου δίκην διὰ τῆς ἀκοῆς μολύνουσι τὴν ψυχήν. «ἴσως χγεπφωὼ' θέντος. οµη’. ᾿Αρχὴ ἁμαρτίας, ἢ ἐπιθυμία ἐστί, δι᾽ ἧς ἀπόλλυται ἢ λογυκὴ φυχή. Αρχὴ δὲ σωτηρίας καὶ βασιλείας οὐρανῶν, ἡ ἀγάπη γίνεται τῇ φυχή. ομῦ΄.
"Ὥσπερ ὁ χαλκὸς ῥαθυμούμενος καὶ τῆς δεούσης ἐπιμελείας μὴ ἀξιούμενος, ἐκ τῆς χρονίας δέσεως καὶ ἀργίας ὑπὸ τοῦ ἐπιγενομένου ἰοῦ διασήπεται καὶ ἄχρηστος καὶ ἀκαλλὴς ἀπεργάζεται τὸν αὐτὸν τρόπον "καὶ ἢ φυχὴ ἀργοῦσα καὶ μὴ) φροντίζουσα περὶ χρηστῆς πολιτείας καὶ τῆς "πρὸς Θεὸν ἐπιστροφῆς, χωρίζουσα ἑαυτὴν διὰ πονηρῶν πράξεων τῆς σκέπῆς τοῦ Θεοῦ, ὑπὸ τῆς κακίας τῆς ἐπιγενομένης ὑπὸ τῆς ῥαθυμίας, τῇ ὕλη, . τοῦ σώματος, ὣς χαλκὸς ὑπὸ τοῦ ἰοῦ ἀναλίσκεται καὶ ἀκαλλὴς καὶ ἄχρη«Ἴσως κατ ἀρετήν, στος πρὸς σωτηρίαν εὑρίσκεται. ' ον. Ὃ Θεὸς ἀγαθὸς καὶ ἀπαθὴς καὶ ἀμετάθλητός ἐστιν.
Εἱ δέ τις «τὸν μὲν Θεὸν μὴ μεταθάλλεσθαι, εὔλογόν τε ἡγεῖται καὶ ἀληθές: ἀπορεῖ δέ, πῶς ἀγαθοῖς μὲν χαίρει, κακοὺς δὲ ἀποστρέφεται καὶ ἁμαρτάνουσι μὲν ἐργίζεται' θεραπευόμενος δέ, ἵλεως γίνεται; ῥητέον, ὣς οὔτε χαίρει ὃ Θεὸς οὔτε ὀργίζεται: τὸ γὰρ χαίρειν καὶ λυπεῖσθαι, πάθος οὔτεδώροις θεραπεύεται᾽ ἡδονῇ γὰρ ἂν ἡττηθείη" οὐ θέμις ἔκ τῶν ἀνθρωπίνων πραγμάτων εὖ ἢ κακῶς ἔχειν τὸ θεῖον.᾿Αλλ᾽ ἐκεῖνος μὲν ἀγαθός ἐστι καὶ ὠφελεῖ μόνον, βλάπτει δὲ οὐδέποτε, κατὰ ταῦτα καὶ ὥσαύτως ἔχων᾽ ἡμεῖς δὲ ἀγαθοὶ μένοντες δι΄ ὁμοιότητα, Θεῷ συναπτόμεθα' κακοὶ δὲ γενόμενοι δι᾽ ἀνομοιότητα, χωριζόμεθα τοῦ Θεοῦ.
Καὶ " τὴν ἀρετὴν ζῶντες ἐχόμεθα τοῦ Θεοῦ: κακοὶ δὲ γενόμενοι, ἐχθρὸν ἡμῖν ποιοῦμεν ἐκεῖνον, οὐκ εἰχῆ ὀργιζόμενον: ἀλλὰ τῶν ἁμαρτημάτων, Θεὸν μὲν ἐν ἡμῖν οὐκ ἐώντων ἐλλάμπειν, δαίμοσι δὲ κολαστικοῖς συναπτόντων. Εἰ δὲ εὐχαῖς καὶ εὐποιῖαις λύσιν ἁμαρτημάτων εὑρίσχομεν, οὐ τὸν Θεὸν θεραπεύομεν καὶ μεταδάλλομεν, ἀλλὰ διὰ τῶν ὁρωμένων καὶ τῆς πρὸς τὸ θεῖον ἐπιστροφῆς, τὴν ἡμετέραν κακίαν ζώμενοι, πάλιν τῆς τοῦ Θεοῦ ἀγαθότητος ἀπολαύομεν ὥστε ὅμοιον λέγειν, τὸν Θεὸν τοὺς καχοὺς ἀποστρέφεσθαι καὶ τὸν ἥλιον τοῖς ἐστερημένοις τῆς ὁράσεως κρύπτεσθαι. | | ρνα’. Ἡ εὐσεθὴς ψυχὴ γινώσκει τὸν Θεὸν τῶν ὅλων.
Οὐδὲν γὰρ ἄλλο ἐστὶν εὐσέδεια, εἰμὴ τὸ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, ὅπερ ἐστὶ γνῶσις Θεοῦ ἐν τῷ ἄφθονον εἶναι, σώφρονα, πρᾷον, χαριστικὸν κατὰ δύναμιν, χοινωνικόν, ἀφιλόνεικον καὶ ὅσα ἐστὶν ἀρέσκοντα τῇ βουλήσει τοῦ Θεοῦ. ϱνβ’. Ἡ γνῶσις τοῦ Θεοῦ καὶ ὃ φόθος αὐτοῦ, ἴασίς ἐστι τῶν τῆς ὕλης παθῶν. ᾿Αγνωσίας γὰρ Θεοῦ, τῇ ψυχῇ συνούσης, τὰ πάθη ἀνίατα διαμείναντα διασήπει τὴν ψυχήν' ὥσπερ ὑπὸ χρονίου ἕλκους διασηποµένης αὐτῆς ὑπὸ τῆς κακίας, ἧς ἀναίτιος ὃ Θεός, ἐπιστήμην καὶ γνῶσιν καταπέμψας ἀνθρώποις. | ; ονγ΄. Τὸν ἄνθρωπον ἐπιστήμης καὶ γνώσεως ἐπλήρωσεν ὁ Θεός, τὰ πάθη καὶ τὴν αὐθαίρετον κακίαν ἐκκαθάραι σπουδάζων καὶ τὸ θνητὸν εἰς ἀθανασίαν διὰ τὴν ἑαυτοῦ ἀγαθότητα μεταθεῖναι βουλόμενος. ρνδ΄.
Ὃ νοῦς ὃ ἐν τῇ καθαρᾷ χαὶ φιλοθέῳ φυγῇ, ἐν ἀληθείᾳ δρᾷ τὸν Θεὸν τὸν ἀγέννητον καὶ ἀθεώρητον καὶ ἄλεχτον, τὸν μόνον καθαρὸν τοῖς «αθαροῖς τῇ καρδίᾳ. Ονε΄’. Στέφανος ἀφθαρσίας καὶ ἀρετὴ καὶ σωτηρία ἀνθρώπου ἐστίν, εὐθύμως καὶ εὐχαρίστως φέρειν τὰς συμφοράς' κρατεῖν δὲ θυμοῦ, γλώσσης, Ὑαστρός, ἡδονῶν, τοῦτο μεγίστη βοήθεια γίνεται ψυχῆς. ους’. Ἡ διακρατοῦσα τὸν κόσμον, τοῦ Θεοῦ πρόνοιά ἐστι. Καὶ οὐχ ἔστι ᾿ τόπος οὐδεὶς ἔρημος τῆς προνοίας. Πρόνοια δέ ἐστιν, αὐτοτελὴς λόγος τοῦ Θεοῦ, ὃ τυπωτικὸς τῆς εἰς τὸν κόσμον ἐρχομένης ὕλης καὶ δημιουργὸς καὶ τεχνίτης τῶν γινομένων ἁπάντων.
Οὐδὲ γὰρ οἷόν τε τὴν ὕλην διακοσμεῖσθαι χωρὶς τῆς διακρινούσης δυνάμεως τοῦ λόγου, ὅς ἐστιν εἰκὼν καὶ νοῦς καὶ ποφία καὶ πρόνοια τοῦ (Θεοῦ. ονζ΄. Ἡ ἐκ τῆς ἐνθυμήσεως ἐπιθυμία, ῥίζα ἐστὶ τῶν παθῶν τῶν συγγενῶν τοῦ σκότους. Καὶ ἢ ψυχὴ οὖσα ἐν τῇ ἐνθυμήσει τῆς ἐπιθυμίας, ἀγνοεῖ ἑαυτήν, ὅτι Θεοῦ ἐμφύσημά ἐστι καὶ οὕτω φέρεται ἐπὶ τὸ ἁμάρτημα, οὗ λογιζομένη τὰ μετὰ θάνατον κακὰ ἢ ἀνόητος. . ονή΄. Μεγίστη καὶ ἀνίατος νόσος φυχῆς καὶ ἀπώλεια, ἢ ἀθεότης καὶ τὸ φιλόδοξον. Ἡ ἐπιθυμία γὰρ τοῦ κακοῦ, ὑστέρημά ἐστι τοῦ ἀγαθοῦ. ᾿Αγαβὸν δὲ ἐστι, τὸ ἀφθόνως τὰ καλὰ πάντα ποιεῖν, ὅσα ἀρέσχει τῷ Θεῷ τῶν ὅλων. ' ρνϑ΄. Ὃ ἄνθρωπος μόνος τοῦ Θεοῦ δεκτικός ἐστι.
Τούτῳ γὰρ μόνῳ τῷ ζῴῳ ὁμιλεῖ ὁ Θεός, νυκτὸς μὲν δι᾽ ὀνείρων, ἡμέρας δὲ διὰ τοῦ νοῦ. Καὶ διὰ πάντων τοῖς ἀξίοις αὐτοῦ ἀνθρώποις προλέγει καὶ προσημαίνει τὰ μέλλοντα ἀγαθά. αν | | οξ΄. Οὐδὲν δύσκολόν ἐστι τῷ πιστεύοντιωκὰὶ βουλόμένῳ νοῆσαι τὸν Θεόν. Εἰ δὲ θέλεις αὐτὸν καὶ θεωρῆσαι, βλέπε τὴν εὐκοσμίαν καὶ τὴν πρόνοιαν ἁπάντων τῶν γεγονότων τε καὶ γινομένων τῷ λόγῳ αὐτοῦ. Πάντα δὲ διὰ τὸν ἄνθρωπον. οξα”. "Άγιος ὀνομάζεται, ὃ καθαρὸς ἀπὸ κακίας καὶ ἁμαρτημάτων. Ὅθεν καὶ μέγιστόν ἐστι ψυχῆς κατόρθωμα, καὶ ἀρέσκει Θεῷ, τὸ μὴ εἶναι κακίαν ἐν ἀνθρώπῳ. | | οξβ’. "Ὀνομά ἐστι σημασία ἑνὸς τῶν πολλῶν. Ὅθεν ἀνόητόν ἐστι τὸ νομίζειν τὸν Θεόν, ἕνα ὄντα καὶ μόνον, ἄλλο ἔχειν ὄνομα.
Τὸ γὰρ Θεὸς τοῦτο σημαίνει, τὸν ἄναρχον, τὸν τὰ πάντα ποιήσαντα διὰ τὸν ἄνθρωπον. οξγ΄'. Εἰ σύνοιδας σεαυτῷ πράξεις πονηράς, ἔχποπτε ἐκ τῆς ψυχῆς σου τῇ τῶν καλῶν προσδοχίᾳ. Δίκαιος γὰρ ὃ Θεὸς καὶ φιλάνθρωπος. οξδ΄'. Γνωρίζει τὸν Θεὸν ὃ ἄνθρωπος καὶ γνωρίζεται ὑπὸ τοῦ Θεοῦ, ὁ σπουδάζων διὰ παντὸς ἀχώριστος εἶναι τοῦ Θεοῦ. ᾿Αχώριστος δὲ τοῦ Θεοῦ γίνεται ὃ ἄνθρωπος, ὃ ἀγαθὸς παρὰ πάντα καὶ πάσης κρατῶν ἡδονῆς: ο κατὰ ἔνδειαν τῆς τούτων χορηγίας, ἀλλὰ κατὰ βουλὴν καὶ ἐγκράτεια: οἰκείαν. | 20 ΤΟΥ ΕΝ ΑΠΙΟΙΣ ΠΑΤΡῸΣ ΗΜΩΝ οξε’. Εὐποίει τὸν ἀδικοῦντά σε καὶ φίλον ἕξεις τὸν Θεόν. Μηδενὶ διάθαλλε τὸν ἐχθρόν σου. "Άσκησον ἀγάπην, σωφροσύνην, ὑπομονήν, ἐγχράτειαν καὶ τὰ ὅμοια.
Αὕτη γὰρ ἐστιν ἡ τοῦ Θεοῦ γνῶσις, διὰ ταπεινοφροσύνης καὶ τῶν τοιούτων, ἀκολούθησις τῷ Θεῷ. "Ἔργα δὲ ταῦτα οὗ τῶν τυχόντων, ἀλλὰ νοητικῆς ἐστι ψυχῆς. Οξς'. Διὰ τοὺς ἀσεθῶς τολμῶντας λέγειν ἔμψυχα τὰ φυτὰ καὶ λάχανα, ἔγραψα τὸ κεφάλαιον τοῖς ἁπλουστέροις πρὸς εἴδησιν. Τὰ φυτὰ ζωὴν μὲν ἔχει τὴν φυσικήν, ψυχὴν δὲ οὐχ ἔχει. Λογικὸν δὲ ζῷον ὃ ἄνθρωπος λέγεται’ ὅτι νοῦν ἔχει καὶ ἐπιστήμης ἐστὶ δεκτικός. Τὰ μέντοι ἄλλα ζῷα τὰ ἐπίγειά τε καὶ ἀέρια, φωνὴ ἐν αὐτοῖς ἐστιν, ὅτι πνεῦμα ἔχει καὶ ψυχήν. Καὶ πάντα μὲν τὰ αὐξανόμενά ἐστι καὶ μειούμενα, ζῷα, ὅτι ζῇ καὶ αὐξάνεται; οὗ μέντοι καὶ ψυχὴν ἔχει. Τῶν δὲ ζῴων διαφοραὶ τέσσαρές εἶσι. Τὰ μὲν γὰρ αὐτῶν ἀθάνατά ἐστι καὶ ἔμψυχα, ὡς οἳ "Αγγελοι.
Τὰ δὲ νοῦν καὶ φοχὴν καὶ πνεῦμα ἔχει, ὣς οἱ ἄνθρωποι. Τὰ δὲ πνεῦμα ἔχει καὶ ψυχήν ὡς τὰ ζῷα. Τὰ δὲ μόνον ζωὴν ἔχει, ὡς τὰ φυτά. Καὶ ζωὴ μὲν ἐπὶ τῶν φυτῶν, χωρὶς ψυχῆς καὶ πνεύματος καὶ νοῦ καὶ ἀθανασίας συνίσταται. Τὰ ἄλλα δὲ πάντα, χωρὶς ζωῆς οὗ δύνανται εἶναι. Πᾶσα δὲ ψυχή, ἀνθρωπίνη δηλο᾿νότι, ἀεικίνητός ἐστιν ἀπὸ τόπου εἰς ἕτερον τόπον. οζ΄. Ὅταν ἡδονῆς τινος φαντασίας ἀναλάθῃς, φύλασσε σαυτόν, μὴ εὐθέως συναρπασθῇς ὅπ᾽ αὐτῆς, ἀλλὰ μικρὸν ὑπερτιθέμενος, μνήσθητι τοῦ θανάτου καὶ ἐνθυμήθητι πῶς ἄμεινόν ἐστι τὸ συνειδέναι σεαυτῷ, ταύτην τὴν πλάνην τῆς ἡδονῆς νενικηκότι. Οξη΄. "Ὥσπερ ἐν τῇ γεννήσει τὸ πάθος ἐστί- τὸ γὰρ γινόμενον ἐν τῷ βίῳ καὶ φθείρεται᾽ οὕτω καὶ ἐν τῷ πάθει ἢ κακία ὑπάρχει.
Μὴ οὖν εἴπης, οὖν ἠδύνατο ὁ Θεὸς τὴν κακίαν ἐκκόψαι. Οἱ γὰρ τοῦτο λέγοντες, ἄναισθη. τοῦντες καὶ µωραίνοντες λέγουσιν. Οὐχ ἐχρῆν μὲν οὖν τὸν Θεὸν ἐκκόψαι τὴν ὕλην. Τῆς γὰρ ὕλης ἐστὶ ταῦτα τὰ πάθη. Ὃ δὲ Θεὸς κατὰ τὸ συμφέρον ἐξέχοφε τὴν καχίαν ἐκ τῶν ἀνθρώπων, νοῦν καὶ ἐπιστήμην καὶ γνῶσιν καὶ διάκρισιν τοῦ καλοῦ δωρησάμενος αὐτοῖς ἵνα, γινώσκοντες τὴν κακίαν, ὅτι βλαπτόμεθα ἐξ αὐτῆς, φεύγωμεν ἀπ᾽ αὐτῆς. Ὃ δὲ ἀνόητος ἄνθρωπος ἐπακολουθεῖ τῇ καχίᾳ χαὶ σεμνύνεται ἐπ᾿ αὐτῇ καὶ ὥσπερ δικτύῳ περιτυχὼν μάχεται ὑπ᾿ αὐτῆς ἔνδον εἱλούμενος καὶ μηδέποτε ἀνανεῦσαι δυνάμενος καὶ ἰδεῖν καὶ γνωρίσαι τὸν Θεόν, τὸν τὰ πάντα εἰς σωτηρίαν καὶ ἀποθέωσιν ἀνθρώπου ποιήσαντα. οξϑ’.
Τὰ θνητὰ ἑαυτοῖς φθονεῖ ἐκ τοῦ προεπίστασθαι τόνδε τὸν θάνατον. Καὶ τὸ μὲν ἀθάνατον, ἐκ τοῦ ἀγαθὸν εἶναι προσγίνεται τῇ δσίᾳ ψυχ᾽ ς ; θνητόν, ἐκ τοῦ κακὸν εἶναι συµθαίνει τῇ ἀνοήτω καὶ ἀθλίᾳ ψυχῇ. Ὅταν εὐχαρίστως ἐπὶ τὴν οἰκείαν κοίτην τραπῇς, τὰς εὐεργεσίας νὴ τὴν τοσαύτην πρόνοιαν τοῦ Θεοῦ εἰς ἑαυτὸν ἐνθυμούμενος, πληρωθεὶς ἀγαθῆς ἐννοίας, πλέον εὐφραίνῃ καὶ γίνεταί σου ὃ τοῦ σώματος ὕπνος, τῆς ψυχῆς νῆψις, καὶ ἡ σύμμυσις τῶν ὀφθαλμῶν σου, ἀληθὴς Θεοῦ ὅρασις, καὶ ἡ σιωπή σου, ἐγκύμων τοῦ ἀγαθοῦ γινομένη, δίδωσιν ἐξ ὅλης ψυχῆς καὶ ἰσχύος, ἀνατεταμένην αἰσθητικὴν δόξαν τῷ τῶν ὅλων Θεῷ. Καχίας γὰρ ἀπούσης ἀνθρώπου, ἡ εὐχαριστία καὶ μόνη.
ὑπὲρ πᾶσαν πολυτελῆ θυσίαν, ἀρέσκει τῷ Θεῷ" ᾧ ἢ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. μα ΜΗΝ εϑ ή ἐν Ὃς “αὖ, ος ζ 4“Νν ον ο αν ὧν. Ὅς ἃ απ Ἑνίος -ὖτ ες σ τον; παν ραν, κατανοῶν Ξερεύνησον ἑαυτόν, ἀδελφέ, ο) Ὁ 13 πο Ὁ Ὁ κ. Ὁ ο Ε Έτος Ο ο ο 20ο αν αυ ο ϐ) ο 1ο ο Ὁ ο Β ἐπὶ ὰ ἔλθῃ ἐ όφασις πονηρ να μῆ στα ΟΣΙΟΣ Πατὴρ ἡμῶν Ἡσαΐας ὁ ᾿Αναχωρητής, ἔζη ἐν ἔτει ἀπὸ Χριστοῦ τριαποσιοστῷ ἑθδομηκοστῷ, σύγχρονος γεγονὼς τῷ ᾿Αθθᾷ Μακαρίῳ τῷ μεγάλῳ. Νυκτὸς δὲ καὶ ἡμέρας ταῖς θείαις ἐμμελετήσας γραφαῖς καὶ δαψιλῆ τὰ γάµατα τῆς πγευματικῆς τῶν πηγῶν τοῦ σωτηρίου Ν.. ἔνντομος βιογ;ο«φία ΗΓΗΤΝ ΤΟΥ͂ ὯΝ ἠχώΡΗΤΟΥ.
σοφίας ἐχ ἀντλήσας, πολλῶν καὶ καλλίστων λόαγ --- μποτ τω ρωσαρταςν-ξ, πολ - μπουν στο) γων ἐγένετο ποιητής, διαφόρους ψυχωφελεῖς ὑποθέσεις περιεχόντων, ὣς ὅλην βίθλον ἐκ τούτων συναπαρτίζεσθαι. “Ων καὶ τὸ λογίδιον τουτὶ ἀποτεμαχίσαντες, τοῖς τηρῆσαι ποθοῦσι τὸν οἰκεῖον νοῦν, παρεθήκαμεν. Διδάσκει γὰρ ὣς ἐν συντόμῳ, ὅπως τε χρὴ τὰς προσθολὰς τῶν λογισμῶν ἀποχρούειν χαὶ ἀκατάγνωστον τὴν συνείδησιν ἔχειν, κρυπτῶς τε μελετᾶν χαὶ ἐν ἀταραξίᾳ πάσῃ ἐπιστημόνως διαφυλάττειν τὸ τῆς ψυχῆς τριμερές. «Φε β-βοϑεςθ,-.ΤΟΥ ΑΠΟΥ͂ ΗΣΑΙΟΥ ΤΟΥ͂ ΑΝΑΧΏΡΗΤΟΥ ΠΕΡῚ ΤΗΡΗΣΕΩΣ ΤΟΥ ΝΟΟΣ ΚΕΦΑΛΑΙΑ ΚΖ’ «τε οὗ νοός ἐστιν ἣ ὀργὴ κατὰ φύσιν ἐν τοῖς πάθεσιν.
Καὶ χωρὶς ὀρΥῆς, οὐδὲ ἆγνεία γίνεται τῷ ἀνθρώπῳ, ἐὰν μὴ ὀργισθῇ εἰς πάντα τὰ σπειρόµενα τῷ ἀνθρώπῳ εἷς αὐτὸν παρὰ τοῦ ἐχθροῦ. Καὶ ὅτε εὗρεν αὐτὸν ὁ ᾿Ἰακώ6᾽, ὠνείδισε τοὺς ἐχθροὺς αὑτοῦ, λέγων αὐτοῖς: ἅτιμοι, χαὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι χυνῶν τῶν ἐμῶν νομάδων”. Ὃ θέλων δὲ ἐλθεῖν εἰς τὴν κατὰ φύσιν ὀργήν, ἐκκόπτει πάντα τὰ θελήματα αὑτοῦ, ἕως οὗ στήσει ἑαυτὸν ἐν τῷ κατὰ φύσιν τοῦ νοῦ. β΄. ᾿Κιὰν ἧς ἀνθιστάμενος τῇ ἔχθρᾳ καὶ ἴδῃς αὐτὴν ἀσθενήσασαν ἀπὸ σοῦ φεύγειν εἰς τὰ ὀπίσω, μὴ χαρῇ σου ἢ καρδία᾽ ὅτι ἡ χαχία τῶν πνευμά-. των, ὀπίσω αὐτῶν ἐστιν. Ἑτοιμάζουσι γὰρ πόλεμον χείρονα τοῦ πρώτου καὶ.
ο ἐῶσιν αὐτὸν ὀπίσω τῆς πόλεως καὶ ἐντέλλονται αὐτῷ μὴ κινηθῆναι. Καὶ ἐὰν ἀντιστῇς ἀντιδαίνων αὐτοῖς, φεύγουσιν ἀπὸ προσώπου σου ἐν ἀσθενείᾳ. Καὶ ἐὰν ὑφωθῇ ἡ καρδία σου, ὅτι ἐδίωξας αὐτοὺς καὶ καταλείψῃς τὴν πόλιν, οἳ μὲν ἐγείρονται ἐκ τῶν ὀπίσω, οἳ δὲ ἵστανται ἔμπροσθεν καὶ ἐῶσι τὴν ταλαίπωρον φυχὴν ἐν μέσῳ αὐτῶν, μὴ ἔχουσαν ἔτι καταφυγήν. Πόλις ἐστὶν ἢ προσευχή. Ἔνστασις δὲ ἡ ἐν ο Ἰησοῦ ἀντιλογία. Βάσις δὲ ὅ θυμός. γ΄.
Στῶμεν οὖν ἀγαπητοὶ ἐν φόδῳ Θεοῦ, φυλάττοντες καὶ τηροῦντες τὸ πρακτικὸν τῶν ἀρετῶν' μὴ) διδόντες πρόσκομμα τῇ συνειδήσει ἡμῶν, ἀλλὰ προσέχοντες ἑαυτοῖς ἐν φόθῳ Θεοῦ) ἕως οὗ καὶ αὐτὴ ἐλευθερώσει ἑαυτὴν μεθ᾽ ἡμῶν, ὅπως γένηται μεταξὺ ἡμῶν καὶ αὐτῆς ἕνωσις καὶ λοιπὸν αὐτὴ γένηται ἡμῶν φύλαξ, δεικνύουσα ἡμῖν ἕκαστον, εἰς ὃ ἐκκόπτομεν. Ἔὰν δὲ μὴ ὑπακούσωμεν αὐτῆς, ἀποστήσεται ἀφ᾿ ἡμῶν καὶ καταλείπει ἡμᾶς καὶ πίπτομεν εἰς τὰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν καὶ οὐχ ἐῶσιν ἡμᾶς οὐχ ἔτι. Καθὼς ἐδίδαξεν ἡμᾶς ὃ Δεσπότης ἡμῶν λέγων γνῶθι τὸν ἀντίδικόν σου, ἕως εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ καὶ τὰ ἑξῆς’. Λέγουσι τὴν συνείδησιν ἀντίδικον εἶναι, ὅτι ἀνθίσταται τῷ ἀνθρώπῳ θέλοντι ποιῆσαι τὸ θέλημα αὐτοῦ τῆς σαρχός.
Καὶ ἐὰν μὴ ἀκούσῃ αὐτῆς ὃ ἄνθρωπος, παραδίδωσιν αὐτὸν τοῖς ἐχθροῖς αὐτοῦ. 1. Ἱραπτέον Ἰώ6, 9, Ἰὼθλ, 14. 8. Ματθ. ε’, 95. ΠΕΡΙ ΤΗΡΗΣΕΩΣ, ΤΟΥ ΝΟΟΣ τ. Θ1 δ΄. Ἐὰν ἴδῃ ὃ Θεός, ὅτι ὑπετάγη αὐτῷ ὁ.νοῦς ὅλῃ δυνάμει καὶ οὐχ ἔχει ἄλλην βοήθειαν, εἰμὴ αὐτὸν μόνον, ἐνδυναμοῖ αὐτόν, λέγων’ μὴ φοθοῦ παῖς µου ᾿Ιακώβ, ὀλιγοστὸς Ἰσραήλ.' Καὶ πάλιν᾽ μὴ φοβοῦ, ὅτι ἐλυτρω-΄ σάμην σε’ ἐκάλεσά σε τὸ ὄνομά μου' ἐμὸς εἶ σύ’ καὶ ἐὰν διαθαίνῃς δι᾽ ὕδατος, μετὰ σοῦ εἶμι’ καὶ ποταμοὶ οὗ συγκλείσουσί σε. Καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ κατακαυθῇς καὶ φλὸξ οὗ χατακαύσῃ σε' ὅτι ἐγὼ [Κύριος ὃ Θεός σου ὃ ἅγιος Ἰσραήλ, ὃ σῴζων σε." ε’.
᾿Εἰὰν οὖν ἀκούσῃ ὃ νοῦς τὴν παρρησίαν ταύτην, πατατολμᾶᾷ τῆς ἔχθρας λέγων τίς ἐότιν ὁ πολεμῶν με; ἀντιστήτω μοι. Καὶ τίς ὁ πρινόμενός μοι; ἐγγισάτω μοι. Ἰδοὺ Κύριος βοηθός µου, τίς καχώσει μοι; Ἴδοὺ πάντες ὑμεῖς ὣς ἱμάτιον παλαιωθήσεσθε ὑπὸ σητός". ς΄. Ἐὰν ἡ καρδία σου φύσει τὴν ἁμαρτίαν ἐμίσησεν, ἐνίκησε καὶ ἀπέστησεν αὐτὴν ἐκ τῶν τικτόντων τὴν ἁμαρτίαν. Καὶ ἔθου τὴν κόλασιν ἐνώπιόν σου καὶ γίνωσκε ὅτι ὃ βοηθός σου συμπαραμένει σοι. Καὶ σὺ ἐν μηδενὶ λυπῶν αὐτόν, ἀλλὰ κλαίων ἐνώπιον αὐτοῦ καὶ λέγων" σόν ἐστι τὸ ἔλεος, τοῦ λυτρώσασθαί µε Κύριε. ᾿Αδυνάτως γὰρ ἔχω ἐγὼ τὰς χεῖρας ἐκφυγεῖν τῶν ἐχθρῶν δίχα τῆς σῆς βοηθείας. Ἡροσέχων καὶ τῇ Χαρδίᾳ σου, καὶ αὐτός σε διαφυλάττει ἀπὸ παντὸς χαχοῦ.
ὃν Ὀφείλει ὁ μοναχὸς ἀποκλεῖσαι αὐτοῦ πάσας τὰς πύλας τῆς φυ» χῆς, ἤγουν τὰς αἰσθήσεις, τοῦ μὴ πτωματισθῆναι δι᾽ αὐτῶν. Καὶ ἐὰν ἴδῃ ὁ νοῦς ἑαυτόν, μὴ καταπυριευόµενον ὑπό τινος, ἑτοιμάζεται εἰς ἀθανασίαν, ἐπισυνάγων τὰς αἰσθήσεις αὐτοῦ ἐπὶ τὸ αὐτὸ καὶ ποιῶν αὐτὰς ἓν σῶμα. η’. ᾿Βιὰν ἐλευθερωθῇ ὃ νοῦς ἀπὸ πάσης ἐλπίδος τοῦ κόσμου τῶν ὅρωμένων, τοῦτό ἐστι τὸ σημεῖον ὅτι ἀπέθανεν ἐν σοὶ ἡτἁμαρτία, 9΄. Ἔὰν ἐλευθερωθῇ ὁ νοῦς, ἢ μεσότης, ἣν Έχει μεταξὺ ἑαυτοῦ καὶ τοῦ ος ἀπέρχεται. Ἐὰν ἐλευθερωθῇ ὁ νοῦς ἀπὸ πάντων τῶν ἐχθρῶν; αὐτοῦ καὶ σαθθατίση, ἔστιν ἐν ἑτέρῳ αἰῶνι καινῷ, καινὰ λογιζόμενος καὶ ἄφθαρτα. ΄ Λοιπὸν ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί". ια.
Στέλλουσιν οἳ δαίμονες ἑαυτοὺς ἐν πανουργίᾳ πρὸς καιρόν, ἴσως ὃ ἄνθρωπος ἀπολύσῃ τὴν ἑαυτοῦ καρδίαν, νομίζων ὅτι ἀνεπαύθη᾽ καὶ ἄφνω εἰσπηδῶσιν ἐπὶ τὴν ταλαίπωρον φυχὴν καὶ ἁρπάζουσιν αὐτὴν ὥς στρουθίον' καὶ ἐὰν ἐπικρατέστεροι αὐτῆς γένωνται, ταπεινοῦσιν αὐτὴν ἄνελεημόνως ἐν παντὶ ἁμαρτήματι, χαλεπώτερον παρὰ τὰς ἀρχάς, ὑπὲρ ὧν ηὔχετο συγχωρηθῆναι. Σταθῶμεν οὖν ἐν φόθῳ Θεοῦ καὶ φυλάξωμεν τῇ καρδίᾳ, ἐπιτελοῦντες τὸ πραχτικὸν ἡμῶν φυλάττοντες τὰς ἀρετάς, αἵτινες χωλύουσι τὴν κακίαν τῶν ἐχθρῶν. ΄ ιβ΄. Ὁ διδάσκαλος ἡμῶν ᾿Τησοῦς Χριστός, εἰδὼς τὴν τος αὖτῶν ἀνελεημοσύνην καὶ οἰχτειρῆσας τὸ γένος τῶν ἀνθρώπων, ἐνετείλατο