165.τ ΑΣΧΟΛΙΩ ΕΠΙΣΚΟΠΩ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

165.1 Παλαιὰν ἡμῖν εὐχὴν ὁ ἅγιος Θεὸς ἐξεπλήρωσε κατα ξιώσας ἡμᾶς γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. Τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων δι' ἑαυτῶν ἀπολαῦσαι. Ἐπειδὴ δὲ τοῦτο ἥ τε τοῦ τόπου διάστασις ἀφαιρεῖται καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ ἀγάπης τρέφεσθαι τὴν ψυχήν. Ὃ καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου. Πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων. Καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾶν τὴν ψυχὴν οἷον δι' ἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. Πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον ἡ πάντων μαρτυρία παρίστησιν, ἀλλ' ὅτι τὰ ἐν σοὶ καλὰ τῆς πατρίδος ἡμῶν ἐστι σεμνο λογήματα. Οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. Ὥστε εἰκότως ἡ πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. Καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις, ἐδόξαζε τὸν Θεὸν ἀκούουσα τὴν τῶν Πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἐν σοί. Οἷα δέ σου καὶ τὰ παρόντα; Μάρτυρι νέον ἀνθήσαντι ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου τὴν ἐνεγκοῦσαν ἐτίμησας, οἷόν τις εὐγνώμων γεωργὸς τοῖς παρασχομένοις τὰ σπέρματα τὰς ἀπαρχὰς τῶν καρπῶν ἀποπέμπων. Ὄντως πρέποντα ἀθλητῇ Χριστοῦ τὰ δῶρα· μάρτυς τῆς ἀληθείας ἄρτι τὸν τῆς δικαιοσύνης ἀναδησάμενος στέφα νον, ὃν καὶ ὑπεδεξάμεθα χαίροντες καὶ ἐδοξάσαμεν τὸν Θεὸν τὸν ἐν πᾶσι τοῖς ἔθνεσι πληρώσαντα λοιπὸν τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ. Παρακέκλησο δὲ καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι ἐν ταῖς προσευχαῖς καὶ σπουδαίως ὑπὲρ τῶν ψυχῶν ἡμῶν προσεύχεσθαι τῷ Κυρίῳ, ἵνα καταξιωθῶμέν ποτε ἄρξασθαι καὶ αὐτοὶ δου λεύειν τῷ Θεῷ, κατὰ τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ ἃς ἔδωκεν ἡμῖν εἰς σωτηρίαν.

166.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

166.1 Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵν' εἴπω τὸ τοῦ ∆αβὶδ) ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. Καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος. Καὶ μακαριώτερος δὲ ὁ τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. Οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετὴν οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλ' ἐν ταῖς δυσχε ρείαις τῶν πειρασμῶν ἀνεφάνης καὶ τῶν διωκόντων γέγο νας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης. Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν, καὶ ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. Ὢ τῆς πραγματείας! Οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα! ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. Οὐ γὰρ εἰς τέλος ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. Τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. Σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καί, ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας.

167.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

167.1 Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καί, τὸ τούτου μεῖζον, εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. Ἡμεῖς δέ, εἰ μὲν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, εὐχόμεθα ἰδεῖν τὴν σὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. Ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχό μενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν, προσαγορεύομεν τὴν σὴν τελειότητα καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. Οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμ μάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώ πισμα, ὅτι λόγος ἡμῶν ἐστι παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.

168.τ ΑΝΤΙΟΧΩ ΠΡΕΣΒΥΤΕΡΩ Α∆ΕΛΦΙ∆Ω ΣΥΝΟΝΤΙ ΕΝ ΤΗ ΕΞΟΡΙΑ

168.1 Ὅσον ὀδύρομαι τὴν Ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας διαθλοῦντι ἀγῶνα. Πέπεισμαι γὰρ ὅτι ὁ Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. Ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως, τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότος; Ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα ἡλίκος ἐστὶ τὴν σύνεσιν, διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. Ἀλλὰ παράσχοι ὁ Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας. Ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ οὗ μιᾶς ἡμέρας συνουσία αὔταρκες ἐφόδιον πρὸς σωτηρίαν.

169.τ ΓΡΗΓΟΡΙΩ ΒΑΣΙΛΕΙΟΣ

169.1 Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ ἥμερον καὶ φιλάν θρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγὼν καὶ τὴν κοινὴν ἀσχη μοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. ∆εῖ δὲ ὅμως τὴν σὴν εὐλάβειαν, μαθοῦσαν τὰ κατ' αὐτόν, οὕτω λῦσαι τὴν ἀτιμίαν. Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυ κέριος ἐχειροτονήθη μὲν παρ' ἡμῶν τῆς κατὰ Οὐήνεσαν Ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. Καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. Ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος. Παρθένους δὲ ἀθλίας συναγαγὼν κατ' ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας, ἀγελαρχεῖν ἐπεχείρησε καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθεὶς ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλ' ἀφορμὴν βίου ταύτην ὥσπερ ἄλλος ἄλλην τινὰ προστησάμενος, καὶ μικροῦ τὴν Ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν ἐπίσκοπον καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον. Καὶ τέλος, ἵνα τι λόγῳ ἐπιτιμηθῇ μικρὸν παρ' ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύ μναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. Συλήσας τῶν παρθένων ὅσας ἠδύνατο καὶ νύκτα τηρήσας δραπέτης γίνεται. Πάνυ σοι δεινὰ ταῦτα φανεῖται. Σκόπει καὶ τὸν καιρόν. Ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. Ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπό μενον καὶ περιχορεύοντα καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. Καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος, ἀλλ' ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους καὶ μετ' ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι περιυβρίζει καὶ ἀτιμοῖ ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος. Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ γὰρ κοινὸς πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρ θένων ἐπανελθεῖν. Τύχοι γὰρ ἄν τινος φιλανθρωπίας, εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθέ νους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ Ἐκκλησίᾳ. Εἰ δὲ μή, τάς γε βουλομένας τυραννεῖσθαι μὴ συγχωρήσῃς, ἀλλ' ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς, ἢ μαρτυρόμεθά σοι ὃ καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς Ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετ' ἐπιστήμης καὶ τῆς πρεπούσης εὐσταθείας, τοῦτο ἄριστον· εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.

170.τ ΓΛΥΚΕΡΙΩ

170.1 Μέχρι τίνος ἀπονοῇ καὶ κακῶς βουλεύῃ περὶ σεαυ τοῦ, κινεῖς μὲν ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; Ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. Εἰ γὰρ καὶ πατρικῶς ἐπετιμή σαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς. Ταῦτά σοι παρ' ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. Εἰ δὲ μακρύνεις ἀφ' ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας οὐ πρὸς Θεόν, ἀλλ' εἰς βάραθρον.

171.τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ

171.1 Ἐπέσταλκά σοι καὶ πρῴην περὶ Γλυκερίου καὶ τῶν παρθένων. Οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλ' ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. Οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην ὡς ἐφ' ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς ἢ ἄλλοις χαριζόμενος. Ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου ἐγγυη τής. Καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. Εἰ δὲ ἀντιτείνοιεν, ἐπ' ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.

172.τ ΣΩΦΡΟΝΙΩ ΕΠΙΣΚΟΠΩ

172.1 Ὅπως ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν οὐδὲν δεόμεθα γράφειν. Εἰκάζεις γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι. Τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. Τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; Οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ καὶ ῥῆμα εἰρηνικὸν καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερηυχαριστήσαμεν τῷ Κυρίῳ δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. Εἰ γὰρ αἱ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; Καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; Εὖ δὲ ἴσθι, εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. Καίτοιγε μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώμα τος ἀρρωστία, ἀλλ' ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. Τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν Πατέρων πρεσ βεύοντι πίστιν, ὡς ὁ τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυ τέρων λόγος, καταξιωθῆναι περιτυχεῖν ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν Ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες ἐργάται ὄντες τῶν ἐντολῶν ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ καὶ ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα διαφυλάσσοντες.

173.τ ΠΡΟΣ ΘΕΟ∆ΩΡΑΝ ΚΑΝΟΝΙΚΗΝ

173.1 Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ, ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. ∆ιόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. Καὶ γράφοντες μέντοι καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν, ἐν ταῖς καρδίαις ἡμῶν φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. Τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντα τῇ ἐπαγγελίᾳ τὰ ἐφεξῆς ἐπα γαγεῖν. Τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν παντός· τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾶν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται, ὥστε καὶ γλώσσῃ πεπαιδευμένῃ χρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ Εὐαγγε λίου καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστή σεως καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ ∆ημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. Ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθω θῆναι χρῄζοντα ἐπ' αὐτῆς τῆς ἀληθείας εὑρήκαμεν. Καὶ μὴν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι μήτε, εἴ τι ἐκ φύσεως ἐνυπάρχει ἡμῖν πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου, τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος κατα βεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἐπιλειπούσης ἡμᾶς τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστη ρίου, πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπ' αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.

174.τ ΠΡΟΣ ΕΛΕΥΘΕΡΑΝ

174.1 Ἐγὼ καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν ἐπέσχον ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς πειρασμοὺς ὑμῖν ἐπεγείρειν διὰ τοὺς φιλεχθρῶς πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας ὥστε πολυπραγμονεῖν εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. Ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρ ξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ ἐχρῆν περὶ τῶν κατὰ τὴν ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρ ελθόντι ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος. Ὅτι μακαρία ἐστὶ ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς, ἐπὶ τῆς μεγάλης ἡμέρας καθ' ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν Κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. Ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν ἢ παντελῶς ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου γίνεται. Οἷς δ' ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοι κος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπίπτειν. Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ καὶ ἔχε τὸν φόβον ἐν τῇ καρδίᾳ καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παρα λάμβανε. Μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ μὴ διαλείπῃς ταῦτα ποιοῦσα. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ βοηθὸς ἡ προσευχὴ καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθό τητι τοῦ Θεοῦ καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλ' ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· «Ἰδοὺ πάρειμι».

175.τ ΜΑΓΝΗΝΙΑΝΩ ΚΟΜΗΤΙ

175.1 Πρῴην ἐπέστελλέ μοι ἡ σεμνότης σου ἄλλα τινὰ καὶ περὶ πίστεως γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. Ἀλλ' ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδὴν καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι. ∆ιὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην ἀποστεῖλαι ἃ ἐπεζητήσατε. Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομέ νων, οἳ ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, ἐὰν ἡμῶν τὰ αἴσχιστα κατα ψεύσωνται. Ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει. Ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλ' ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν, ὀνόματα δὲ ἀρκεῖν ἡμῖν ἐκεῖνα ὁμολογεῖν ἃ παρελάβομεν παρὰ τῆς Ἁγίας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. Οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλ' ἐν τῇ ὑγιεῖ περὶ τῆς Θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.

176.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

176.1 Παράσχοι ὁ ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ καὶ πάντα πράττοντι κατὰ νοῦν τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησις γένηται ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν ἣν δι' ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυ σιν ἔθος ἐστὶν ἡμῶν τῇ Ἐκκλησίᾳ. Πέπεισο γάρ, τιμιώ τατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι, πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρ' ἡμῖν λαός, τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας ὡς τῆς σῆς παρουσίας, τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆ κας. Ἵνα οὖν καὶ ὁ Κύριος δοξασθῇ καὶ λαοὶ εὐφρανθῶσι καὶ τιμηθῶσι μάρτυρες καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλο μένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶ συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. Ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. ∆ιὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.

177.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ

177.1 Καταλέγειν μὲν πάντας τοὺς δι' ἡμῶν εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον, οὕτω πολλοὺς σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρὸς ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. ∆ικαιότατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, ὁ αἰδεσιμώτατος ἡμῶν ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. ∆ιὸ παρακα λοῦμεν καὶ τῷ δικαίῳ χαριζόμενον καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρὶ καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. Ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἥν, εἰ μὴ ὁ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεται.

178.τ ΑΒΟΥΡΓΙΩ

178.1 Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. Οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδ' ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου, τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρ' ἡμῶν. Ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. Ἃ δὲ παρ' ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα μηδέ, τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας, καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπο νοίας παραπολαῦσαι, ἀλλὰ τυχεῖν δικαστηρίου καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. Ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κήρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμέ νων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.

179.τ ΑΡΙΝΘΑΙΩ

179.1 Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. ∆ιὸ θαρρούντως πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν ἐκ προγόνων, πλείονος δὲ δι' ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφ' ἡμῶν πα ραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην τῆς μὲν ἀληθείας ἕνεκεν εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. Μεγάλη γὰρ ἂν γένοιτο ῥοπὴ αὐτῷ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι προηγουμένως μὲν τῷ δικαίῳ χαριζό μενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.

180.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ ΕΥΜΑΘΙΟΥ ΕΝΕΚΕΝ

180.1 Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρη μένῳ ἔπαθον τὴν ψυχήν. Τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρ' ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; Καὶ βουλευσάμενος πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχε ρείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. Σὸν οὖν τὸ ἐφεξῆς τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ὑφ' ἡμῖν μάρτυσιν ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι. Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρ' αὐτοῦ δέησις τοῖς Βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπράξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. Καὶ γὰρ χριστιανῷ χαρίζῃ καὶ εὐγενεῖ καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. Ἐὰν δὲ προσθῶμεν ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐ τὸν εὐποιίας ὑποδεχόμεθα χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῇ σῇ σεμνότητι ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθ' ἡμᾶς ἀνεχομένῃ οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.

181.τ ΟΤΡΗΙΩ ΕΠΙΣΚΟΠΩ ΜΕΛΙΤΙΝΗΣ

181.1 Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. Ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γινόμεθα παραμυθία. Καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. Φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόν των λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστιν ὁ κοινὸς ἡμῶν πατήρ. Ἀμέλει καὶ νῦν οὐ γράμματι σημαίνειν ἔχομεν, ἀλλ' αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε καὶ ὅπως φέροντα τὰ συμπίπτοντα. Εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἐπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.

182.τ ΠΑΥΛΙΝΩ ΠΡΕΣΒΥΤΕΡΩ

182.1 Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς Ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακρο θύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε τὸν μέγαν μισθὸν ὑποδέξησθε.

183.τ ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΣΑΜΟΣΑΤΩΝ

183.1 Ὅταν ἀπίδω ὅτι ὁ μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς οἰκουμένης καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν πεπείρανται παθημάτων, οὐ παντα χοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπ' ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν ἐπὶ τοῖς οἰκονομηθεῖσιν. Εἰ γὰρ μὴ ἐγεγόνει ἡ θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. Ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ἡ ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς. Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφὴν καὶ περίστητε μὲν τὸν ποιμένα τῆς Ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων φανῆναι θρόνων, ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ὑμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. Ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατὸν δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμει βόμενοι καὶ ἅμα οὐ μικρῶς ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.

184.τ ΕΥΣΤΑΘΙΩ ΕΠΙΣΚΟΠΩ ΙΜΜΕΡΙΑΣ

184.1 Οἶδα ὅτι στυγνοποιὸν πρᾶγμα ἡ ὀρφανία καὶ πολυάσχο λον, διὰ τὸ ἐρημίαν ἐπάγειν τῶν προεστώτων. Ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ· περιτρέχειν τὰ τοῦ Χριστοῦ ποίμνια διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. Ἀλλ' ἐπειδὴ πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου, ὁσάκις ἂν δυνατόν σοι, ἐπιστέλλειν ἡμῖν καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. Τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι, ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. Εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσω πεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.

185.τ ΘΕΟ∆ΟΤΩ ΕΠΙΣΚΟΠΩ ΒΕΡΟΙΑΣ

185.1 Οἶδα ὅτι εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλ' ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. Καὶ τοῦτο τεκμαίρομαι οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλ' ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. Πλὴν ἀλλ', ὅσον δυνατόν σοι, ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. Οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, ὁ δι' ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. Παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατ' ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν ∆εσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρ' αὐτοῦ δωρεαῖς.

186.τ ΑΝΤΙΠΑΤΡΩ ΗΓΕΜΟΝΙ

186.1 Ὡς καλὴ ἡ φιλοσοφία τά τε ἄλλα καὶ ὅτι οὐδὲ ἰατρεύεσ θαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει, ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρ' αὐτῇ καὶ πρὸς ὑγείαν ἀρκεῖ. Τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω, ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας. Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν καὶ τῆς παροιμίας καταγελάσεσθαι ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. Καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατ' αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλ' οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτ' ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.

187.τ ΑΝΤΙΠΑΤΡΟΣ ΒΑΣΙΛΕΙΩ

187.1 ∆ὶς κράμβη θάνατος, ἡ βάσκανός φησι παροιμία. Ἐγὼ δὲ πολλάκις αἰτήσας ἅπαξ ἀποθανοῦμαι, πάντως δὲ καὶ μὴ αἰτήσας. Εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.

188.τ ΑΜΦΙΛΟΧΙΩ ΠΕΡΙ ΚΑΝΟΝΩΝ

Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. Σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώ μεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. Ἐπιστα τικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπ' αὐτῆς τῆς ἐρωτήσεως πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκό μενοι, καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀκριβὲς μέριμνα. Ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν καὶ ἐπισκέψασθαι ἀκριβῶς καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων ἀναμνησθῆναι καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρ' ἑαυτῶν ἐπιλογίσασθαι. 188.1 Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον καὶ καλῶς ἀπεμνημόνευσας ὅτι δεῖ τῷ ἔθει τῶν καθ' ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας. Τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ, καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν ∆ιονύσιον παρῆλθεν. Ἐκεῖνο γὰρ ἔκριναν οἱ παλαιοὶ δέχεσθαι βάπ τισμα τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυνα γωγάς. Αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους καὶ κατ' αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους, σχίσματα δὲ τοὺς δι' αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας, παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. Οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ' ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν καὶ συνα πῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλη σίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. Σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας Αἱρέσεις δὲ οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιωνιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεως ἡ διαφορά. Ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς τὸ μὲν τῶν αἱρετικῶν παν τελῶς ἀθετῆσαι· τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυ ναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. Οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρετικοί· εἰς γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισ χύντως ἐπιφημίσαντες. Εἴτε οὖν ὡς ἀνθρώπους θεοποι οῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ Ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημίαν. Τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; Οὐ γὰρ ἐβαπ τίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. Ὥστε, εἰ καὶ τὸν μέγαν ∆ιονύσιον τοῦτο παρέλαθεν, ἀλλ' ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. Τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον καὶ πᾶσιν ἐναργὲς οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. Πλὴν ἀλλ' ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαροὺς καὶ Ἐγκρατίτας καὶ Ὑδροπαραστάτας, διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ Ἁγίου Πνεύ ματος ἐφ' ἑαυτοῖς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακο πῆναι τὴν ἀκολουθίαν. Οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν Πατέρων ἔσχον τὰς χειροτονίας, καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευ ματικόν· οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος Ἁγίου ἑτέροις παρέχειν ἧς αὐτοὶ ἐκπεπτώκασι. ∆ιὸ ὡς παρὰ λαϊκῶν βαπτιζομένους τοὺς παρ' αὐτῶν ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι, ἵν' αὑτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ, ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκα ταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. Νομίζω τοίνυν ὅτι, ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν εἰληφὸς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρ' αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. Ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον καὶ τοῖς οἰκονομήσασι τὰ καθ' ἡμᾶς Πατράσιν ἀκο λουθητέον. Ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. Εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσω πείτω. Οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. Παντὶ δὲ λόγῳ τυπω θήτω τοὺς ἐπὶ τὸν βαπτισμὸν ἐκεῖνον προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. Οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοῒν καὶ Σατορνῖνον, ἀπ' ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. Ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησίας, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς. 188.2 Ἡ φθείρασα κατ' ἐπιτήδευσιν φόνου δίκην ὑπέχει. Ἀκριβολογία ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρ' ἡμῖν οὐκ ἔστιν. Ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γενη σόμενον, ἀλλὰ καὶ αὐτὸς ὁ ἑαυτῷ ἐπιβουλεύσας, διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. Πρόσεστι δὲ τούτῳ καὶ ἡ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν ἐπίνοιαν τῶν ταῦτα τολμών των. ∆εῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν· ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν. 188.3 ∆ιάκονος μετὰ τὴν διακονίαν πορνεύσας ἀπόβλητος μὲν τῆς διακονίας ἔσται, εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον τῆς κοινωνίας οὐκ εἰρχθήσεται, διότι ἀρχαῖός ἐστι κανών, τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι, ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ «Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό», καὶ δι' ἑτέραν δὲ αἰτίαν, ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφ' οὗ ἐξέπεσον τόπον ἀναλαμβά νονται, ὁ δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. Ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ τῆς διακονίας ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. Ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. Καθόλου δὲ ἀληθέστερον ἴαμα ἡ τῆς ἁμαρτίας ἀναχώρησις. Ὥστε ὁ διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατ' ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν ὑφ' ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. Ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας, ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ. 188.4 Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα ὃν καὶ ἐπὶ τῶν διγάμων ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη. Τοὺς δὲ τριγάμους ἐν τρισί, καὶ τετράσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. Ὀνο μάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. ∆ιὸ καὶ ὁ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ· «Ὃν νῦν, φησίν, ἔχεις οὐκ ἔστι σου ἀνήρ», ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσρήματι. Συνήθειαν δὲ κατε λάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν, οὐκ ἀπὸ κανόνων, ἀλλ' ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. ∆εῖ δὲ μὴ πάντη αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλ' ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν ἢ τρισί, καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾶν τῷ τόπῳ τῆς κοινωνίας. 188.5 Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή, δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται τὴν μετάνοιαν καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ. 188.6 Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλο γίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾶν αὐτῶν τὴν συνάφειαν. Τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελὲς καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθ' ἡμῶν λαβὴν ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς, 188.7 Ἀρρενοφθόροι καὶ ζωοφθόροι καὶ φονεῖς καὶ φαρ μακοὶ καὶ μοιχοὶ καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. Ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. Τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετα νοήσαντας ἐπὶ τῇ ἀκαθαρσίᾳ ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδ' ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι. Ἥ τε γὰρ ἄγνοια συγγνώμης αὐτοὺς ἀξίους ποιεῖ καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως καὶ ἡ παράτασις ἐν τοσούτῳ χρόνῳ γενομένη. Σχεδὸν γὰρ ὅλην γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. Ὥστε κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας. 188.8 Ὁ ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ γαμετῆς χρησάμενος φονεύς ἐστι. Καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως εἰπεῖν περὶ τούτων πλατύ τερον, διότι πολλαὶ ἐν τοῖς ἑκουσίοις καὶ ἀκουσίοις διαφο ραί. Ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρ ξαντος τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα ἢ δένδρον ἀνθρώπου τυχεῖν. Ἡ μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι ἢ τὸν καρπὸν κατασεῖσαι, ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον ὁ παραπεσών, ὥστε τὸ τοιοῦτον ἀκούσιον. Ἀκούσιον μέντοι καὶ εἴ τις βουλόμενος ἐπιστρέψαι τινὰ ἱμάντι ἢ ῥάβδῳ μὴ σκληρᾷ τύπτοι, ἀποθάνῃ δὲ ὁ τυπτό μενος. Ἡ γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. Ἐν τοῖς ἀκου σίοις ἐστὶ κἀκεῖνο τὸ ἀμυνόμενόν τινα ἐν μάχῃ, ξύλῳ ἢ χειρί, ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν. Ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. Ὁ γὰρ τοσούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν ἢ ὁ μὴ πεφεισμένως τὴν πληγὴν ἐπαγαγὼν δῆλός ἐστι διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους ἀφειδῶν τοῦ ἀνθρώπου. Ὁμοίως καὶ ὁ ξύλῳ βαρεῖ καὶ ὁ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. Ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγὴν ὥστε ἀνελεῖν τὸν πληγέντα· καίτοι ἡ σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶς θανα τῶσαι. Ὁ μέντοι ξίφει χρησάμενος ἢ ᾡτινιοῦν τοιούτῳ οὐδεμίαν ἔχει παραίτησιν, καὶ μάλιστα ὁ τὴν ἀξίνην ἀκοντίσας. Καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπ' αὐτῷ εἶναι, ἀλλ' ἠκόντισεν, ὥστε καὶ τῷ βάρει τοῦ σιδήρου καὶ τῇ ἀκμῇ καὶ τῇ διὰ πλείστου φορᾷ ὀλεθρίαν ἀναγκαίως τὴν πληγὴν γενέσθαι. Ἑκούσιον δὲ πάλιν παντελῶς καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχον οἷόν ἐστι τὸ τῶν λῃστῶν καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. Οὗτοι μὲν γὰρ διὰ χρήματα ἀναιροῦσι τὸν ἔλεγχον ἀποφεύγοντες, οἵ τε ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι οὔτε σωφρονίσαι, ἀλλ' ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. Καὶ μέντοι, κἂν δι' ἄλλην τινὰ αἰτίαν περίεργον φάρμακόν τις ἐγκεράσῃ, ἀνέλῃ δέ, ἑκούσιον τιθέμεθα τὸ τοιοῦτον· οἷον ποιοῦσιν αἱ γυναῖκες πολλάκις, ἐπαοιδαῖς τισι καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαι πειρώμε ναι καὶ προσδιδοῦσαι αὐτοῖς φάρμακα σκότωσιν ἐμποιοῦντα ταῖς διανοίαις. Αἱ τοιαῦται ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελό μεναι, ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγο ρευμένον τῆς ἐπιτηδεύσεως ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. Καὶ αἱ τοίνυν τὰ ἀμβλωθρίδια διδοῦσαι φάρμακα φονεύτριαί εἰσι καὶ αὐταί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια. Ταῦτα μὲν εἰς τοσοῦτον. 188.9 Ἡ δὲ τοῦ Κυρίου ἀπόφασις, κατὰ μὲν τὴν τῆς ἐννοίας ἀκολουθίαν, ἐξ ἴσου καὶ ἀνδράσι καὶ γυναιξὶν ἁρμόζει, περὶ τοῦ μὴ ἐξεῖναι γάμου ἐξίστασθαι παρεκτὸς λόγου πορνείας. Ἡ δὲ συνήθεια οὐχ οὕτως ἔχει, ἀλλ' ἐπὶ μὲν τῶν γυναικῶν πολλὴν εὑρίσκομεν τὴν ἀκριβολογίαν, τοῦ μὲν Ἀποστόλου λέγοντος ὅτι· «Ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι», τοῦ δὲ Ἱερεμίου ὅτι· «Ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται», καὶ πάλιν· «Ὁ ἔχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής». Ἡ δὲ συνήθεια καὶ μοιχεύοντας ἄνδρας καὶ ἐν πορνείαις ὄντας κατέχεσθαι ὑπὸ γυναικῶν προστάσσει. Ὥστε ἡ τῷ ἀφειμένῳ ἀνδρὶ συνοικοῦσα οὐκ οἶδα εἰ δύναται μοιχαλὶς χρηματίζειν. Τὸ γὰρ ἔγκλημα ἐνταῦθα τῆς ἀπολυσάσης τὸν ἄνδρα ἅπτεται κατὰ ποίαν αἰτίαν ἀπέστη τοῦ γάμου. Εἴτε γὰρ τυπτομένη μὴ φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον ἢ διαζευχθῆναι τοῦ συνοικοῦντος· εἴτε τὴν εἰς χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη ἡ πρόφασις ἀξιόλογος. Εἰ δὲ διὰ τὸ ἐν πορνείᾳ αὐτὸν ζῆν, οὐκ ἔχομεν τοῦτο ἐν τῇ συνηθείᾳ τῇ ἐκκλη σιαστικῇ τὸ παρατήρημα, ἀλλὰ καὶ ἀπίστου ἀνδρὸς χωρίζεσθαι οὐ προσετάχθη γυνή, ἀλλὰ παραμένειν διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Ὥστε ἡ καταλιποῦσα μοιχαλίς, εἰ ἐπ' ἄλλον ἦλθεν ἄνδρα. Ὁ δὲ καταλειφθεὶς σύγγνωστος καὶ ἡ συνοι κοῦσα τῷ τοιούτῳ οὐ κατακρίνεται. Εἰ μέντοι ὁ ἀνὴρ ἀποστὰς τῆς γυναικὸς ἐπ' ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχός, διότι ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ἡ συνοικοῦσα αὐτῷ μοιχαλίς, διότι ἀλλότριον ἄνδρα πρὸς ἑαυτὴν μετέστησεν. Οἱ ὀμνύοντες μὴ καταδέχεσθαι τὴν χειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν. Εἰ γὰρ καὶ δοκεῖ τις εἶναι κανὼν ὁ συγχωρῶν τοῖς τοιούτοις, ἀλλὰ πείρᾳ ἐγνώκαμεν ὅτι οὐκ εὐοδοῦνται οἱ παρορκήσαντες. Σκοπεῖν δὲ δεῖ καὶ τὸ εἶδος τοῦ ὅρκου καὶ τὰ ῥήματα καὶ τὴν διάθεσιν ἀφ' ἧς ὀμωμόκασι καὶ τὰς κατὰ λεπτὸν ἐν τοῖς ῥήμασι προσθήκας· ὡς, ἐὰν μηδεμία ᾖ μηδαμόθεν παραμυθία, χρὴ παντελῶς ἐᾶν τοὺς τοιούτους. Τὸ μέντοι κατὰ Σευῆρον πρᾶγμα, ἤτοι τὸν ὑπὸ τούτου χειροτονηθέντα πρεσβύτερον, τοιαύτην τινά μοι δοκεῖ παραμυθίαν ἔχειν, εἰ καί σοι συνδοκεῖ. Τὸν ἀγρὸν ἐκεῖνον τὸν ὑποκείμενον τῇ Μηστίᾳ, ᾧ ἐπεκηρύχθη ὁ ἄνθρωπος, κέλευσον Οὐασόδοις ὑποτελεῖν. Οὕτω γὰρ κἀκεῖνος οὐ παρορκήσει μὴ ἀναχω ρῶν τοῦ τόπου, καὶ ὁ Λογγῖνος ἔχων τὸν Κυριακὸν μεθ' ἑαυτοῦ οὐκ ἐρημώσει τὴν ἐκκλησίαν, οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῆς ἀργίας καταδικάσει. Καὶ ἡμεῖς δόξομεν μὴ παρὰ κανόνας ποιεῖν τι, συμπεριφερόμενοι τῷ Κυριακῷ ὀμόσαντι μὲν συμπαραμένειν Μινδανοῖς, καταδεξαμένῳ δὲ τὴν μετάθεσιν. Ἡ γὰρ ἐπάνοδος φυλακὴ ἔσται τοῦ ὅρκου. Τὸ δὲ εἶξαι αὐτὸν τῇ οἰκονομίᾳ εἰς ἐπιορκίαν αὐτῷ οὐ λογισθήσεται, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ὅρκῳ μηδὲ πρὸς βραχὺ ἀναχωρήσειν Μινδάνων, ἀλλὰ παραμε νεῖν εἰς τὸ ἐφεξῆς. Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην ἡμεῖς συγχωρήσομεν, εἰπόντες ὅτι ὁ τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ Ἐκκλησίαν ὑπὸ τοιούτου λυμαι νομένην ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος παρὰ τὰ Εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος δι' ὧν μετετέθη, ψευδομένου δὲ νῦν δι' ὧν τὴν λήθην σχηματίζεται. Ἐπειδὴ δὲ οὔκ ἐσμεν καρδιῶν κρι ταί, ἀλλ' ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα συγγνώμην δόντες ἀνθρωπίνῳ πάθει τῇ λήθῃ. Ὁ δὲ τὸν ἀκούσιον ποιήσας φόνον ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. ∆ῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωσέως παρατηρήσομεν, καὶ τὸν κατακλιθέντα μὲν ἐπὶ τῶν πληγῶν ἃς ἔλαβε, βαδί σαντα δὲ πάλιν ἐπὶ τῇ ῥάβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφο νεῦσθαι. Εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάς, ἀλλ' οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν ὁ τυπτήσας φονευτὴς μέν, ἀλλ' ἀκούσιος διὰ τὴν πρόθεσιν. Τοὺς διγάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε. Τοὺς ἐν πολέμοις φόνους οἱ πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο, ἐμοὶ δοκεῖν, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. Τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, ὡς τὰς χεῖρας μὴ καθαρούς, τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι. Ὁ τόκους λαμβάνων, ἐὰν καταδέξηται τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι καὶ τοῦ λοιποῦ τοῦ νοσή ματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην. Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος καὶ λογιζομένου ὅτι ἠναγκασ μένη ἐστὶν ἡ λέξις τῆς ἑρμηνείας τὸ ἑαυτῆς εὔσημον ἐκδι δούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς Ἑβραϊκῆς φωνῆς σημαινό μενον μετατιθείσης. Ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπ' ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμο ποιίᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. Ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη ἀμφότερα τὰ γένη. Τὸ δὲ αἴτιον ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα. Τὰ μὲν γὰρ διανήχεται τὸ ὕδωρ, τὰ δὲ ἐπινήχεται τῷ ἀέρι. ∆ιὰ τοῦτο μὲν οὖν κοινῇ αὐτῶν ἐπεμνήσθη. Τὸ δὲ σχῆμα τοῦ λόγου ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀποδοθέν, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα καὶ πάνυ οἰκείως. Τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπο ρευόμενα τρίβους θαλασσῶν. Οὐ γὰρ εἴ τι ἔνυδρον, καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλλαιναι καὶ ζύγαιναι καὶ δελφῖνες καὶ φῶκαι, καὶ προσέτι ἵπποι καὶ κύνες καὶ πρίονες καὶ ξιφίαι καὶ οἱ θαλάσσιοι βοῦς, εἰ δὲ βούλει, καὶ ἀκάληφαι καὶ κτένες καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστιν ἰχθύς, καὶ πάντα ἃ διαπορεύεται τρίβους θαλασσῶν. Ὁ δὲ Νεεμᾶν οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παρὰ τῷ κυρίῳ αὐτοῦ, τουτέστι τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. Πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος.

189.τ ΕΥΣΤΑΘΙΩ ΑΡΧΙΑΤΡΩ

189.1 Ἔστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλανθρωπία τὸ ἐπιτήδευμα. Καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως καὶ μὴ διαμαρτεῖν τοῦ πρέποντος, εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθ' ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. Ἀλλά σοι διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους, οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. Ταῦτα δὲ λέγω οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατ' ἐμαυτὸν διδαχθεὶς πείρᾳ ἐν πολλοῖς τε ἄλλοις καὶ διαφερόντως νῦν, ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ, ἣν ῥεύ ματος πονηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. Ἐγὼ γὰρ πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθ' ἡμῶν ἐπιχείρησιν ἀπο βλέπων, σιωπᾶν ᾤμην δεῖν καὶ δέχεσθαι καθ' ἡσυχίαν τὰ ἐπαγόμενα, μηδὲ ἀντερεῖν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν ἀκμὴν εἰσωθοῦντι. Σὺ δὲ καλῶς ποιῶν μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύου, ἀλλὰ διελέγχειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν κατευη μεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους. 189.2 Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσω πείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθ' ἡμῶν ἀναλαβόντες μῖσος. Ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπή σαντα, τοῦ δὲ ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγο μένην αἰτίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾶν· οὕτως οἷς τὸ καθ' ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάσσουσι καθ' ἡμῶν καὶ ἐγκλήματα καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμέ νουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετ' ὀλίγον δὲ ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθ' ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσι. Βέβηκε δὲ αὐτοῖς ἐπ' οὐδενὸς ἡ κακία, ἀλλ' ὅταν τούτου τοῦ ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται, καὶ ἀπ' ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. Τρεῖς θεοὺς πρεσβεύεσθαι παρ' ἡμῶν αἰτιῶνται καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. Ἀλλ' ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια, καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν ὅτι ἀνατεθεμάτισται παρ' ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεοὺς καὶ οὐδὲ χριστιανὸς εἶναι κρίνεται. Ἀλλ' ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθ' ἡμῶν ὁ Σαβέλλιος, καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλεῖται τῷ ἡμετέρῳ λόγῳ. Πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον, τὴν ἀλήθειαν, προβαλλόμεθα δεικνύντες ὅτι ἐπίσης τῷ Ἰουδαϊσμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν. 189.3 Τί οὖν; Ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκα μόντες ἡσύχασαν; Οὐκ ἔστι ταῦτα. Ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὑτωσὶ τὸ ἔγκλημα καθ' ἡμῶν συντι θέντες τρεῖς ὑποστάσεις ὁμολογούντων· μίαν ἀγαθότητα καὶ μίαν δύναμιν καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. Καὶ οὐκ ἔξω τοῦτο τῆς ἀληθείας φασί· λέγομεν γάρ. Ἀλλ' ἐγκαλοῦντες τοῦτο προφέρουσιν ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει καὶ ἡ Γραφὴ οὐ συντίθεται. Τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; Οὐ νομίζομεν δίκαιον εἶναι τὴν παρ' αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. Εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ἀπόδειξιν ὀρθότητος ἡ συνήθεια, ἔξεστι καὶ ἡμῖν πάντως ἀντιπρο βάλλεσθαι τὴν παρ' ἡμῖν ἐπικρατοῦσαν συνήθειαν. Εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἀκο λουθητέον ἐκείνοις. Οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτη σάτω Γραφή, καὶ παρ' οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. Τί οὖν ἐστι τὸ ἔγκλημα; ∆ύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθ' ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις, ἕτερον δὲ τὸ μηκέτι μηδὲν τῶν θεοπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν, καθὼς προείρηται, τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα καὶ πάντα τὰ τοιαῦτα μοναδικῶς ἐξαγγέλλειν. Πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως. Οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς ὑποστάσεις λέγειν. Οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν. 189.4 Ἀλλ' ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. Ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι ἢ τῷ μηδεμίαν συνθήσεται. Οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπι νοῆσαι. Ἀλλ' οὔτε πολλὰς λέγειν ἡ θεόπνευστος συγχωρεῖ διδασκαλία, εἴπου καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα· «Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος.» Καὶ ἑτέρωθι· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνων τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; Ἀλλ' ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸ Θεὸν εἶναι, καὶ τὸν Υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι· τὸ δὲ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συναριθμούμενον μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι, ἀλλ' ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. Οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν διὰ βραχέων, καὶ πρὸς ταύτην τὴν ἔννοιαν. 189.5 Τίς οὖν ὁ ἡμέτερος λόγος; Παραδιδοὺς ὁ Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. Οὐ γὰρ ἔν τινι συντεταγμένον ἐν ἑτέροις ἀποσχοι νίζεται, ἀλλ' ἐν τῇ ζωοποιῷ δυνάμει, καθ' ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ, καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμο νικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. Οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. Οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινω νίαν συγχωροῦντας τῷ Πνεύματι τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. Πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. Οὐ γὰρ ἐπ' ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προση γορία, ἐφ' ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου, ἀλλ' ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. Κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνε δείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. Εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλή λοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι μόνης ἀποσχοι νίζειν αὐτὸ τῆς θεότητος; Ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. Εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτοις πάντως ἀνάξιον. Εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. Κατα μανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνό ματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως εὑρεθή σεται μηδὲν τῆς τοῦ Θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. Τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται, μᾶλλον δὲ οὐ φείδεται ἡ θεία Γραφὴ τῆς ὁμωνυμίας ταύτης οὐδὲ ἐπὶ τῶν ἀπεμφαι νόντων πραγμάτων, ὅταν τὰ εἴδωλα τῇ τοῦ Θεοῦ προση γορίᾳ κατονομάζῃ. «Θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν ἀρθήτωσαν καὶ ὑποκάτω τῆς γῆς βληθήτωσαν». Καὶ «Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια». Καὶ ἡ ἐγγαστρίμυθος ἐν ταῖς μαγγανείαις αὐτῆς ψυχαγωγοῦσα τῷ Σαοὺλ τὰς ἐπιζητουμένας ψυχὰς θεοὺς ἑωρακέναι φησίν. Ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων, καθώς φησιν ἡ Γραφή, καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορθώσας παρὰ Θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς Γραφῆς ἱστορεῖται. Καὶ πολλὰ τοιαῦτά ἐστι συλλεξάμενον ἐκ τῶν θείων παρα θέσθαι Γραφῶν, ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν ὑπὲρ τὰς λοιπὰς τὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτε, καθὼς εἴρη ται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως λεγόμενον εὑρίσκομεν. Τὸ δὲ τοῦ ἁγίου ὄνομα καὶ τοῦ ἀφθάρτου καὶ τοῦ εὐθέος καὶ τοῦ ἀγαθοῦ οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. Οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ Ἅγιον Πνεῦμα πρὸς τὸν Υἱὸν καὶ τὸν Πατέρα οὐκ ἀντι λέγουσι, τίς ὁ λόγος μόνῳ τούτῳ κατασκευάζειν ἀκοι νώνητον εἶναι οὗ μετέχειν ἐδείχθη, κατὰ τινὰ ὁμώνυμον χρῆσιν, καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα; 189.6 Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσ ηγορίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς Πατέρα καὶ Υἱὸν τὴν τοῦ Πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. Οὐκοῦν δειξά τωσαν διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. Εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφ' ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλοτρίως διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν. Ἐπεὶ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς τῶν ζητουμένων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευ γόντων τὴν γνῶσιν ἡμῶν λογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. Οὐκοῦν, ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος ἐνεργουμένας, διαφόρους εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχαζόμεθα. Οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι· οὔτε ψύχει τὸ πῦρ οὔτε θερμαίνει ὁ κρύσταλλος, ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχω ρίζονται ἀπ' ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι. Ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, ἐν μηδενὶ διαφέρουσάν τι ἢ παραλλάσσουσαν, ἀνάγκη τῇ ταὐτότητι τῆς ἐνεργείας τὸ ἡνω μένον τῆς φύσεως συλλογίζεσθαι. 189.7 Ἁγιάζει καὶ ζωοποιεῖ καὶ φωτίζει καὶ παρακαλεῖ καὶ πάντα τὰ τοιαῦτα ὁμοίως ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Καὶ μηδεὶς κατ' ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν, ἀκούσας τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν Πατέρα λέγοντος· «Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου». Ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· πᾶσα χάρις καὶ δύναμις, ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθά νατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις, καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθὸν ὃ μέχρις ἡμῶν καταβαίνει. Ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία ἔν τε τῇ νοητῇ κτίσει καὶ ἐν τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερ κειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ Ἁγίου Πνεύ ματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμ βάνοντος. Εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάλεξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπ' ἐκείνων τὴν τοῦ Πνεύματος δύναμιν, ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. Ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν. Ὁ δὲ συντιθέ μενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ Πατρὸς καὶ Υἱοῦ τῇ δυνάμει τοῦ Πνεύματος οἰκονομεῖσθαι ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. Οὐκοῦν ἡ τῆς ἐνεργείας ταὐτότης ἐπὶ Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. Ὥστε, κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ Ἁγίῳ Πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται. 189.8 Ἀλλ' οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασ κευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς Γραφῆς ὅτι χειροτονητὴ φύσις οὐ γίνεται. Μωσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρημα τίζοντος ὅτι «Θεόν σε δέδωκα τῷ Φαραώ». Οὐκοῦν ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει. Ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπι νοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. Εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. Ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. Ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. Οὐκοῦν ἄλλο μέν τι ἐστὶν ἡ οὐσία ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. Τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν· τῆς δὲ κατὰ τὴν φύσιν παραλλαγῆς οὐδεμίαν καταλαμβάνομεν ἐναργῆ τὴν ἀπόδειξιν, καθὼς εἴρηται, τῆς τῶν ἐνεργειῶν ταὐτότητος τὸ κοινὸν τῆς φύσεως ὑποσημαινούσης. Εἴτε οὖν ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, οὕτω μίαν φαμὲν εἶναι καὶ τὴν θεότητα· εἴτε, κατὰ τὰς τῶν πολλῶν δόξας, φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν Ἁγίαν Τριάδα διοριζόμεθα.

190.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

190.1 Ἀξίως τῆς σεαυτοῦ ἐμμελείας καὶ σπουδῆς, ἧς ἀεὶ ἐπαινέτης εἰμὶ ἐγώ, ἐμερίμνησας τὰ περὶ τῆς Ἐκκλησίας Ἰσαύρων. Ὅτι μὲν οὖν τῷ παντὶ λυσιτελέστερον ἦν εἰς πλείονας ἐπισκόπους καταδιαιρεθῆναι τὴν μέριμναν αὐτόθεν εἶναι δῆλον καὶ τῷ τυχόντι νομίζω. Οὐδὲ γὰρ τὴν σὴν σύνεσιν τοῦτο ἔλαθεν, ἀλλ' ὡς ἔχει καὶ ἐπεσημήνω καλῶς καὶ ἐγνώρισας ἡμῖν. Ἐπειδὴ δὲ οὐκ εὔκολον εὑρεῖν ἄνδρας ἀξίους, μήπου, ἕως βουλόμεθα τὸ ἐκ τοῦ πλήθους ἀξιόπιστον ἔχειν καὶ ὑπὸ πλειόνων ἀκρι βέστερον ποιεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ οἰκονομεῖσθαι, λάθωμεν διὰ τὸ τῶν καλουμένων ἀδόκιμον εἰς εὐτέλειαν τὸν λόγον καταβαλόντες ἀδιαφορίας μελέτην τοῖς λαοῖς ἐμποιεῖν; Οἶδας γὰρ καὶ αὐτὸς ὅτι ὁποῖοι δ' ἂν ὦσιν οἱ προεστῶτες, τοιαῦτα, ὡς ἐπὶ τὸ πολύ, καὶ τὰ ἤθη τῶν ἀρχομένων γίνεσθαι εἴωθεν. Ὥστε τάχα βέλτιον ἕνα τινὰ δόκιμον, εἴπερ καὶ τοῦτο ῥᾴδιον, προβαλέσθαι τῆς πόλεως προστάτην καὶ ἐπιτρέψαι τῷ ἐκείνου κινδύνῳ οἰκονο μεῖσθαι τὰ καθ' ἕκαστον, μόνον ἐὰν ᾖ τις δοῦλος Θεοῦ, ἐργάτης ἀνεπαίσχυντος, μὴ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν· ὅς, ἐὰν εἰδῇ ἑαυτὸν μικρότερον πρὸς τὴν φροντίδα, προσλήψεται ἐργάτας εἰς τὸν θερισμόν. Ἐὰν οὖν εὕρωμεν τοιοῦτον, ὁμολογῶ πολλῶν ἀντάξιον εἶναι τὸν ἕνα καὶ ταῖς Ἐκκλησίαις λυσιτελέστερον καὶ ἡμῖν δὲ ἀκινδυνότερον οὕτως οἰκονομῆσαι τῶν ψυχῶν τὴν ἐπιμέλειαν. Ἐὰν δὲ τοῦτο μὴ ῥᾴδιον ᾖ, σπουδὴ γενέσθω ἡμῖν πρότερον ταῖς μικροπολιτείαις ἤτοι μητροκωμίαις ταῖς ἐκ παλαιοῦ ἐπισκόπων θρόνον ἐχούσαις δοῦναι τοὺς προϊσταμένους, καὶ τότε τὸν τῆς πόλεως ἀναστήσωμεν, μήποτε ἐμπόδιον ἡμῖν πρὸς τὴν μετὰ ταῦτα οἰκονομίαν γένηται ὁ προβαλλόμενος, καὶ εὐθὺς ἀρξώμεθα ἡμεῖς τοῖς οἴκοι πολεμεῖν διὰ τὸ πλειόνων βούλεσθαι ἄρχειν, καὶ μὴ καταδέχηται τὰς χειροτονίας τῶν ἐπισκόπων. Ἐὰν δὲ τοῦτο βαρὺ ᾖ καὶ ὁ χρόνος μὴ ἐπιτρέπῃ, ἐκεῖνο σπουδα σάτω ἡ σὴ σύνεσις, τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρῳ τὸν ἴδιον κύκλον διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς. Τὸ δὲ ἐφεξῆς ἡμῖν ὑπάρξει τεταμιευμένον, εἰς τὸ κατὰ τὸν προσήκοντα καιρὸν δοῦναι πᾶσι τοῖς λοιποῖς ἐπισκόπους οὓς ἂν κυριωτέρους εἶναι κρίνωμεν αὐτοὶ διὰ πολλῆς ἐξετάσεως δοκιμάσαντες. 190.2 Ἠρωτήσαμεν Γεώργιον, ὡς ἐκέλευσεν ἡ θεοσέβειά σου, καὶ εἶπεν ἃ καὶ ἡ σὴ εὐλάβεια ἀνήνεγκεν, ἐφ' οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν ἐπιρρίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου. Πιστεύω γὰρ τῷ ἁγίῳ Θεῷ ὅτι δώσει σύνεσιν πρὸς τὸ ἑτέρῳ τρόπῳ ἐξελέσθαι τῶν ἀναγκῶν καὶ ἡμῖν ἄλυπον τὴν ζωὴν προξενῆσαι. Ἐὰν οὖν οὐ δοκῇ τοῦτο, αὐτὸς καταξίωσον ὑπομνηστικόν μοι ἀποστεῖλαι περὶ τίνος χρὴ ἀξιώματος σπουδὴν εἰσενέγκασθαι, ἵνα ἀρξώμεθα αἰτεῖν ἕκαστον τῶν ἐν δυνάμει φίλων τὴν χάριν ταύτην εἴτε προῖκα εἴτε καὶ μετρίου τιμήματος, ὡς ἂν ἡμᾶς ὁ Κύριος εὐοδώσῃ. Ἐπέστειλα τῷ ἀδελφῷ Οὐαλερίῳ, ὡς προσέταξας. Τὰ Νύσσης πράγματα ὅμοιά ἐστι τοῖς παρὰ τῆς σῆς θεοσεβείας καταλειφθεῖσι καὶ προκόπτει ἐπὶ τὸ βέλτιον τῇ συνεργίᾳ τῶν σῶν προσευχῶν. Οἱ μέντοι τότε ἀπορραγέντες ἡμῶν οἱ μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον, οἱ δὲ μένουσι τὴν ἐκεῖθεν ἀναμένοντες φήμην. ∆υνατὸς δὲ ὁ Κύριος καὶ τούτων ματαιῶσαι τὰς ἐλπίδας κἀκείνοις ἄπρακτον τὴν ἐπάνοδον ποιῆσαι 190.3 Τὸ μάννα ὁ Φίλων ἑρμηνεύων ἔφη, ὥσπερ ἐκ παρα δόσεώς τινος Ἰουδαϊκῆς δεδιδαγμένος, τοιαύτην αὐτοῦ εἶναι τὴν ποιότητα ὥστε κατὰ τὴν φαντασίαν τοῦ ἐσθίον τος μετακίρνασθαι, καὶ εἶναι μὲν καθ' ἑαυτὸ οἱονεὶ κέγχρον ἑψημένον ἐν μέλιτι, παρέχειν δὲ νῦν μὲν ἄρτου, νῦν δὲ κρέως καὶ κρέως τοιοῦδε ἢ πετεινοῦ ἢ χερσαίου, νῦν δὲ λαχάνου καὶ λαχάνου τοῦ κατὰ τὴν ἐπιθυμίαν ἑκάστου, καὶ ἰχθύος, ὡς τὸ ἰδίωμα τῆς καθ' ἕκαστον γένος ποιότητος ἀκριβῶς ἐν τῇ γεύσει τοῦ ἐσθίοντος διασώζεσθαι. Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν ἡ Γραφή, διὰ τὸ τῶν λοιπῶν ἁρμάτων δύο εἶναι τοὺς ἐπιβάτας, τόν τε ἡνίοχον καὶ τὸν ὁπλίτην· τὰ δὲ τοῦ Φαραῶ δύο μὲν εἶχε τοὺς πολεμοῦντας, ἕνα δὲ τὸν τὰς ἡνίας τῶν ἵππων ἔχοντα. Σύμπιος ἡμῖν ἐπέστειλε θεραπευτικὴν ἐπιστολὴν καὶ κοινωνικήν, ᾧ ἡμεῖς ἀντιγράψαντες ἐπέμψαμεν τῇ εὐλα βείᾳ σου τὰ γράμματα, ἵνα ἄγαν ἐγκρίνας κελεύσῃς αὐτῷ ἀποσταλῆναι δηλονότι μετὰ προσθήκης καὶ σῶν γραμμά των. Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ Ἁγίου φιλανθρωπίᾳ.

191.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

191.1 Ἐντυχόντες τοῖς γράμμασι τῆς εὐλαβείας σου πολλὴν τῷ Θεῷ τὴν χάριν ἔσχομεν, ὅτι ἀρχαίας ἀγάπης ἴχνη εὕρομεν ἐν τοῖς ῥήμασι τῆς ἐπιστολῆς· ὅς γε οὐκ ἔπαθες τὸ τῶν πολλῶν οὐδὲ φιλονείκως ἔσχες πρὸς τὸ μὴ καὶ αὐτὸς κατάρξαι τῆς ἀγαπητικῆς ὁμιλίας, ἀλλ' ὡς πεπαι δευμένος τὸ ἐκ ταπεινοφροσύνης μεγαλεῖον περιγινόμενον τοῖς ἁγίοις, οὕτως εἵλου διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι. Καὶ γὰρ οὗτος νόμος τῆς ἐν χριστια νοῖς νίκης καὶ ὁ ἔλαττον ἔχειν καταδεξάμενος στεφανοῦ ται. Ἵνα οὖν μὴ ἀπολειφθῶμεν τοῦ ἀγαθοῦ ζήλου, ἰδοὺ καὶ αὐτοὶ ἀντιφθεγγόμεθά σου τὴν σεμνότητα καὶ δείκ νυμεν τὴν προαίρεσιν ἡμῶν, ὅτι, Θεοῦ χάριτι τῆς κατὰ τὴν πίστιν συμφωνίας ἐρρωμένης ὑμῖν, οὐδὲν ἕτερόν ἐστι τὸ ἐμποδίζον πρὸς τὸ εἶναι ἡμᾶς ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι διὰ τῆς κλήσεως. Τῆς οὖν σῆς ἐστιν ἀγάπης τῇ ἀγαθῇ ἀρχῇ καὶ τὰ ἐφεξῆς ἀποδοῦναι, συντάττειν μὲν περὶ σεαυτὸν τοὺς ὁμοψύχους, δηλῶσαι δὲ καὶ χρόνον καὶ τόπον τῆς συντυχίας, ἵνα οὕτω τῇ τοῦ Θεοῦ χάριτι ἀπολαβόντες ἀλλήλους τῷ ἀρχαίῳ εἴδει τῆς ἀγάπης τὰς Ἐκκλησίας οἰκονομήσωμεν, τοὺς παρ' ἑκα τέρου μέρους βαδίζοντας τῶν ἀδελφῶν ὡς ἴδια μέλη προσιέμενοι, προπέμποντες ὡς ἐπὶ οἰκείους καὶ ὑποδεχό μενοι πάλιν ὡς παρ' οἰκείων. Τοῦτο γὰρ ἦν ποτὲ τῆς Ἐκκλησίας τὸ καύχημα, ὅτι ἀπὸ τῶν περάτων τῆς οἰκου μένης ἐπὶ τὰ πέρατα μικροῖς συμβολαίοις ἐφοδιαζόμενοι οἱ ἐξ ἑκάστης Ἐκκλησίας ἀδελφοὶ πάντας πατέρας καὶ ἀδελφοὺς εὕρισκον· ὃ νῦν μετὰ τῶν ἄλλων ἀφῄρηται ἡμῶν ὁ ἐχθρὸς τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ, καὶ κατὰ πόλεις περιγεγράμμεθα καὶ ἕκαστος δι' ὑποψίας ἔχομεν τὸν πλησίον. Καὶ τί γὰρ ἄλλο ἢ ἐψύξαμεν τὴν ἀγάπην ἀφ' ἧς μόνης τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ἡμῶν εἶπε χαρακτηρίζεσθαι; Καὶ εἰ δοκεῖ, πρότερον αὐτοὶ μετ' ἀλλήλων γνωρίσατε ἑαυτούς, ἵνα γνῶμεν πρὸς τίνας ἡμῖν ἔσται ἡ συμφωνία. Καὶ οὕτως ἐκ κοινῆς συγκαταθέσεως τόπον τινὰ τὸν ἀμφοτέροις ἀνεπαχθῆ καὶ χρόνον ταῖς ὁδοιπορίαις πρέποντα ἐκλεξάμενοι, δραμούμεθα παρ' ἀλλήλους καὶ ὁ Κύριος ἡμᾶς κατευοδώσει. Ἐρρωμένος καὶ εὔθυμος εἴης ὑπερευχόμενός μου, καὶ χαρισθείης μοι τῇ τοῦ Ἁγίου φιλανθρωπίᾳ.

192.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ

192.1 Εἰ αὐτὸς διπλῆν ἔλαβες χάριν, ὡς αὐτὸς τῇ ἀνυπερ βλήτῳ προθυμίᾳ περὶ τὰ ἀγαθὰ ἔργα ἐπέστειλας ἡμῖν, μίαν μὲν τῷ δέξασθαι γράμματα, δευτέραν δὲ τῷ ὑπουργῆ σαι τῇ χρείᾳ ἡμῶν, πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν, γράμμασί τε τῆς ἡδίστης φωνῆς ἐντυχόντας καὶ τὴν ἐπιζητηθεῖσαν χρείαν τοσούτῳ τάχει πληρωθεῖσαν ὁρῶντας; Ὥστε ἡδέως δεξάμενοι τὸ ἀποσταλὲν διὰ τὴν οἰκείαν αὐτοῦ φύσιν, πολλῷ ἥδιον αὐτὸ προσηκάμεθα τῷ σὲ εἶναι τὸν τῆς κατασκευῆς αὐτοῦ προεστῶτα. Παρά σχοι δὲ ἡμῖν ὁ Κύριος ἰδεῖν σε ἐν τάχει, ὥστε ἀπὸ γλώττης ὁμολογῆσαι τὴν χάριν καὶ πάντων ὁμοῦ τῶν ἐν σοὶ καλῶν ἀπολαῦσαι.

193.τ ΜΕΛΕΤΙΩ ΑΡΧΙΑΤΡΩ

193.1 Ἡμῖν οὐδ' ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφεύγειν, ἀλλ' ἕνεκεν μὲν τοῦ προϊδέσθαι τὸ μέλλον οὐδὲν ἴσως χείρους τῶν γεράνων ἐσμέν, τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσοῦτον τῶν ὀρνίθων ἀπο λιμπανόμεθα ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι μικροῦ δεῖν. Πρῶτον μὲν γὰρ ἀσχολίαι μέ τινες τῶν κατὰ τὸν βίον πραγμάτων κατέσχον, ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λά βροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ. Εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον ἢ εἴκοσι διαρκέσασαι κύκλους. Νυνὶ δέ, ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. Ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον ἢ αἱ τρικυμίαι τοῖς πλέουσιν. Ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτωμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. Ἐὰν δὲ διασώσῃ ἡμᾶς ὁ Κύριος τῇ μεγάλῃ ἑαυτοῦ χειρί, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα, ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. Μόνον εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι. 194.τ ΖΩΙΛΩ 194.1 Οἷα ποιεῖς, ὦ θαυμάσιε, προλαμβάνων ἡμᾶς εἰς τὸ τῆς ταπεινώσεως μέτρον; Ὅς γε τοιοῦτος ὢν τὴν παίδευσιν καὶ οὕτως εἰδὼς ἐπιστέλλειν, ὡς δηλοῖ τὰ γράμματα, ὅμως ἀξιοῖς, ὡς ἐπὶ τολμηροτέρᾳ τινὶ ἐγχειρήσει καὶ ὑπερβαι νούσῃ σου τὴν ἀξίαν, συγγνώμης παρ' ἡμῶν τυγχάνειν. Ἀλλὰ τῆς εἰρωνείας ταύτης ἀφέμενος ἐπίστελλε ἡμῖν διὰ πάσης προφάσεως. Εἴτε γὰρ ἡμῖν λόγων μέτεστιν, ἥδιστα λογίου ἀνδρὸς γράμμασιν ἐντευξόμεθα· εἴτε καὶ τὸ τῆς ἀγάπης καλὸν ὅσον ἐστὶ παρὰ τῆς Γραφῆς πεπαιδεύμεθα, τοῦ παντὸς ἀξίαν τιθέμεθα ἀνδρὸς ἀγαπῶντος ἡμᾶς ὁμιλίαν. Εἴη δέ σε γράφειν ἃ εὐχόμεθά σοι ἀγαθά, ὑγείαν σώματος καὶ εὐθηνίαν οἴκου παντός. Τὰ δὲ ἡμέτερα μηδὲν ἀνεκτότερα γίνωσκε τῆς συνηθείας εἶναι. Ἀρκεῖ δὲ τοσοῦ τον εἰπεῖν καὶ ἐνδείξασθαί σοι τοῦ σώματος ἡμῶν τὴν ἀσθένειαν. Τὴν γὰρ νῦν κατέχουσαν ἡμᾶς εἰς τὸ ἀρ ρωστεῖν ὑπερβολὴν οὔτε λόγῳ ἐνδείξασθαι ῥᾴδιον οὔτε ἔργῳ πεισθῆναι, εἴπερ ἐκείνων ὧν αὐτὸς ᾔδεις εὑρέθη τι πλεῖον παρ' ἡμῶν εἰς ἀρρωστίαν. Θεοῦ δὲ τοῦ ἀγαθοῦ ἔργον δοῦναι ἡμῖν δύναμιν πρὸς τὸ ἐν ὑπομονῇ φέρειν τὰς ἐπὶ συμφέροντι ἡμῖν ἐπαγομένας εἰς τὸ σῶμα πληγὰς παρὰ τοῦ εὐεργετοῦντος ἡμᾶς Κυρίου.

195.τ ΕΥΦΡΟΝΙΩ ΕΠΙΣΚΟΠΩ ΚΟΛΩΝΕΙΑΣ ΑΡΜΕΝΙΑΣ

195.1 ∆ιὰ τὸ μακρὰν ἀπῳκῆσθαι τῶν ὁδευομένων τόπων τὴν Κολώνειαν ἣν ὁ Κύριος ἔδωκεν ὑπὸ σοὶ διιθύνεσθαι, πολλάκις, κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. Ἀλλὰ νῦν ἢ αὐτόν σε πα ρέσεσθαι προσδοκῶντες ἢ διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ἐλαττώσῃ τὰς θλίψεις καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφ' ἡμῶν ἀπαγάγῃ. Ἔσται δὲ τοῦτο, ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας.

196.τ ΑΒΟΥΡΓΙΩ

196.1 ∆ιάττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατ' ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια τῷ στρα τιωτικῷ παρέχοντα, νῦν δὲ Βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. Εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον μέν σοι προιοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι, ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. Τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου ὅσον ἀναπνεῖν μόνον.

197.τ ΑΜΒΡΟΣΙΩ ΕΠΙΣΚΟΠΩ ΜΕ∆ΙΟΛΑΝΟΥ

197.1 Μεγάλαι καὶ πολλαὶ τοῦ ∆εσπότου ἡμῶν αἱ δωρεαὶ καὶ οὔτε τὸ μέγεθος αὐτῶν μετρητὸν οὔτε τὸ πλῆθος ἀριθμητόν. Μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ ἡ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι διὰ τῆς ἐν τοῖς γράμμασι προσφω νήσεως. Καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τῆς τοῦ γράμμα τος ὁμιλίας. Ἐπεὶ οὖν ἐγνωρίσαμέν σε δι' ὧν ἐφθέγξω, καὶ ἐγνωρίσαμεν οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνή μαις ἡμῶν ἐντυπωσάμενοι, ἀλλὰ τοῦ ἔσω ἀνθρώπου τὸ κάλλος ποικιλίᾳ λόγων καταμαθόντες, ὅτι ἕκαστος ἡμῶν ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ, ἐδοξάσαμεν τὸν Θεὸν ἡμῶν τὸν καθ' ἑκάστην γενεὰν ἐκλεγόμενον τοὺς αὐτῷ εὐαρεστοῦντας· ὃς πρότερον μὲν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἤγειρεν ἄρχοντα τῷ λαῷ αὐτοῦ, καὶ τὸν Ἀμῶς ἐκ τοῦ αἰπολίου ἐνδυναμώσας διὰ τοῦ Πνεύματος ὕψωσεν εἰς προφήτην, νῦν δὲ ἄνδρα ἐκ τῆς βασιλευούσης πόλεως, ἀρχὴν ὅλου ἔθνους πεπιστευμένον, ὑψηλὸν τῷ φρονήματι, γένους λαμπρότητι, περιφανείᾳ βίου, λόγων δυνάμει, πᾶσι τοῖς κατὰ τὸν βίον περίβλεπτον, εἵλκυσεν εἰς τὴν τῶν ποιμνίων τοῦ Χριστοῦ ἐπιμέλειαν. Ὅς, πάντα ῥίψας τὰ τοῦ βίου πλεονεκτήματα καὶ ἡγησάμενος αὐτὰ ζημίαν ἵνα Χριστὸν κερδήσῃ, τοὺς οἴακας ἐπετράπη τῆς μεγάλης καὶ περιβοήτου ἐπὶ τῇ εἰς Θεὸν πίστει τοῦ Χριστοῦ Ἐκκλησίας. Ἄγε τοίνυν, ὦ Θεοῦ ἄνθρωπε, ἐπειδὴοὐ παρ' ἀνθρώπων παρέλαβες ἢ ἐδιδάχθης τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλ' αὐτός σε ὁ Κύριος ἀπὸ τῶν κριτῶν τῆς γῆς ἐπὶ τὴν προεδρίαν τῶν Ἀποστόλων μετέθηκεν, ἀγω νίζου τὸν καλὸν ἀγῶνα, διόρθωσαι τὰ ἀρρωστήματα τοῦ λαοῦ, εἴ τινος ἄρα τὸ πάθος τῆς Ἀρειανῆς μανίας ἥψατο, ἀνανέωσαι τὰ ἀρχαῖα τῶν Πατέρων ἴχνη, καὶ τῆς πρὸς ἡμᾶς ἀγάπης ὃν κατεβάλου τοῦτον θεμέλιον ἐποικοδομεῖν σπούδαζε τῇ συνεχείᾳ τῶν προσρήσεων. Οὕτω γὰρ δυνησό μεθα ἐγγὺς ἀλλήλων εἶναι τῷ πνεύματι, εἰ καὶ τῇ οἰκήσει τῇ ἐπὶ τῆς γῆς παμπληθὲς ἀπῳκίσμεθα. 197.2 Ἡ δὲ περὶ τὸν μακαριώτατον ∆ιονύσιον τὸν ἐπίσκο 197.2 πον φιλοτιμία σου καὶ σπουδὴ πᾶσάν σοι μαρτυρεῖ ἀγάπην πρὸς τὸν Κύριον, τιμὴν εἰς τοὺς προλαβόντας, σπουδὴν περὶ τὴν πίστιν. Ἡ γὰρ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ τὸν ∆εσπότην ἔχει ᾧ δεδουλεύ κασι, καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν δῆλός ἐστι τὸν ἴσον ζῆλον ἔχων τῆς πίστεως, ὥστε μία αὕτη πρᾶ ξις πολλῆς ἀρετῆς ἔχει τὴν μαρτυρίαν. Γνωρίζομεν δέ σου τῇ ἐν Χριστῷ ἀγάπῃ ὅτι οἱ σπουδαιότατοι ἀδελφοί, οἱ παρὰ τῆς εὐλαβείας σου εἰς τὴν τοῦ ἀγαθοῦ ἔργου διακονίαν προτιμηθέντες, πρῶτον μὲν παντὶ τῷ κλήρῳ ἔπαινον ἤνεγκαν διὰ τῆς ἐμμελείας τῶν τρόπων· ἐν γὰρ τῇ καθ' ἑαυτοὺς εὐσχημοσύνῃ τὸ κοινὸν πάντων εὐσταθὲς κατεμήνυον. Ἔπειτα πάσῃ σπουδῇ καὶ ἐμμελείᾳ χρησάμενοι κατετόλμη σαν μὲν χειμῶνος ἀβάτου, ἔπεισαν δὲ μετὰ πάσης εὐτονίας τοὺς πιστοὺς φύλακας τοῦ μακαρίου σώματος τὰ φυλακτή ρια τῆς ἑαυτῶν ζωῆς παραχωρῆσαι τούτοις. Καὶ γίνωσκε ὅτι οὔτε ἀρχαὶ οὔτε δυναστεῖαι ἀνθρώπων ἐξίσχυσαν ἄν ποτε βιάσασθαι τοὺς ἀνθρώπους ἐκείνους, εἰ μὴ τὸ εὔτονον τῆς προαιρέσεως τῶν ἀδελφῶν τούτων ἐξεδυσώπησεν αὐτοὺς πρὸς τὴν συγχώρησιν. Συνήργησε δὲ μάλιστα πρὸς τὸ καταπραχθῆναι τὰ σπουδαζόμενα καὶ ἡ παρουσία τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου υἱοῦ ἡμῶν Θηρασίου τοῦ συμπρεσβυτέρου, ὃς αὐθαιρέτως τὸν κόπον τῆς ὁδοιπορίας ὑποδεξάμενος ἔπαυσε μὲν τὸ σφοδρὸν τῆς ὁρμῆς τῶν ἐκεῖ πιστῶν, λόγῳ δὲ συμπείσας τοὺς ἀντεχομένους, ἐπὶ πρεσ βυτέρων καὶ διακόνων καὶ ἄλλων πολλῶν τῶν φοβουμένων τὸν Κύριον μετὰ τῆς πρεπούσης εὐλαβείας ἀνελόμενος τὰ λείψανα, συνδιέσωσε τοῖς ἀδελφοῖς· ἃ μετὰ τοσαύτης χαρᾶς ὑποδέξασθε μεθ' ὅσης λύπης προέπεμψαν οἱ φυλάσσοντες. Μηδεὶς διακρινέσθω, μηδεὶς ἀμφιβαλλέτω· οὗτός ἐστιν ἐκεῖνος ὁ ἀήττητος ἀθλητής. Ταῦτα γνωρίζει τὰ ὀστᾶ ὁ Κύριος τὰ συνδιαθλήσαντα τῇ μακαρίᾳ ψυχῇ. Ταῦτα μετ' αὐτῆς στεφανώσει ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδό σεως αὐτοῦ τῇ δικαίᾳ, κατὰ τὸ γεγραμμένον· ὅτι δεῖ ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξε διὰ τοῦ σώματος. Μία λάρναξ ἦν ἡ ὑποδεξαμένη τὸ τίμιον ἐκεῖνο σῶμα, οὐδεὶς ὁ πλησίον αὐτοῦ κατακείμενος, ἐπίσημος ἡ ταφή, μάρτυρος ἡ τιμή. Χριστιανοί, οἱ ξενίσαντες, ταῖς ἰδίαις χερσὶ καὶ κατέθεντο τότε καὶ ἀνείλοντο νῦν. Οὗτοι ἔκλαυσαν μὲν ὡς πατέρος καὶ προστάτου στερούμενοι, προέπεμψαν δὲ τὴν ὑμετέραν χαρὰν τῆς ἰδίας παρακλήσεως προτιμοτέραν θέμενοι. Οἱ παραδόντες τοίνυν εὐλαβεῖς, οἱ ὑποδεξάμενοι ἀκριβεῖς. Οὐδαμοῦ ψεῦδος, οὐδαμοῦ δόλος, μαρτυροῦμεν ἡμεῖς· ἀσυκοφάντητος ἔστω παρ' ὑμῶν ἡ ἀλήθεια.

198.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

198.1 Μετὰ τὴν ἐπιστολήν, τὴν διὰ τῶν ὀφφικιαλίων κομισθεῖσαν ἡμῖν, μίαν ἄλλην ἐδεξάμην μετὰ ταῦτα πρὸς ἡμᾶς ἀποσταλεῖσαν. Αὐτοὶ δὲ ἐπεστείλαμεν, οὐ πολλὰς μέν, διὰ τὸ μηδὲ ἐπιτυχεῖν τῶν πρὸς ὑμᾶς ἀφικνουμέ νων, πλὴν πλείους τῶν τεσσάρων, ἐν αἷς καὶ τὰς ἀπὸ Σαμοσάτων κομισθείσας ἡμῖν ἐπὶ τοῖς πρώτοις γράμμασι τῆς σῆς θεοσεβείας, ἐσφραγισμένας διεπεμψάμεθα τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Λεοντίῳ τῷ ἐξισωτῇ τῆς Νικαίας, παρακαλέσαντες δι' ἐκείνου τῷ φροντίζοντι τῆς οἰκίας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Σωφρονίου ἀποκομισθῆναι, ὥστε ἐκεῖνον ἐπιμεληθῆναι τῆς πρὸς ὑμᾶς διακομιδῆς. Ἐπεὶ οὖν πολλὰς διαβαίνουσι χεῖρας αἱ ἐπιστολαί, εἰκὸς τὴν παρὰ ἕνα ἀσχολίαν ἢ ῥᾳθυμίαν αἰτίαν γενέσθαι τοῦ μὴ ὑποδέχεσθαι τὴν σὴν εὐλάβειαν. Ὥστε συγγνώμην ἔχε, παρακαλοῦμεν, τῇ σπάνει τῶν γραμμάτων. Τὸ δὲ ὅτι ἀπο στεῖλαί τινα δέον ἐξ ἡμῶν αὐτῶν οὐκ ἐποιήσαμεν, τοῦτο αὐτὸς μὲν τῇ σεαυτοῦ συνέσει ὀρθῶς ἐπεζήτησας καὶ καθήψω ἡμῶν. Γίνωσκε δὲ τὸν παρ' ἡμῖν χειμῶνα τοσοῦτον γεγενῆσθαι ὥστε πάσας μὲν ὁδοὺς ἐκκλεισθῆναι μέχρι τῶν ἡμερῶν τοῦ Πάσχα, μηδένα δὲ ἡμᾶς ἔχειν τὸν εὐθαρσῶς πρὸς τὰ τῆς ὁδοῦ δυσχερῆ διακείμενον. Καὶ γὰρ εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν, ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων πρὸς τὰς ὁδοιπορίας, διὰ τὸ μήτε ἐμπορεύεσθαι μήτε τὴν ἔξω διατριβὴν αἱρεῖσθαι, τὰς δὲ ἑδραίας τῶν τεχνῶν μεταχειρίζεσθαι τοὺς πολλούς, ἐκεῖθεν ἔχοντας τὴν ἀφορμὴν τοῦ ἐφ' ἡμέραν βίου. Αὐτίκα καὶ τὸν ἀδελφὸν τοῦτον, ὃν νῦν ἀπεστείλαμεν πρὸς τὴν εὐλάβειάν σου ἐκ τῆς χώρας μεταστειλάμενοι, ἐχρησά μεθα αὐτῷ διακόνῳ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων, ἵνα καὶ τὰ ἡμέτερα σαφῶς διαγγείλῃ καὶ τὰ αὐτόθεν ἡμῖν ἐναργῶς καὶ ταχέως τῇ τοῦ Θεοῦ χάριτι διακομίσῃ. Καὶ τὸν ποθεινότατον ἀδελφὸν Εὐσέβιον τὸν ἀναγνώστην πάλαι ἐπειγόμενον πρὸς τὴν σὴν θεοσέβειαν ἐπέσχομεν, τὸ τῶν ἀέρων εὐκραὲς ἀναμένοντες. Καὶ νῦν μέντοι ἐν φροντίδι οὐ τῇ τυχούσῃ εἰμί, μήποτε αὐτῷ τὸ περὶ τὰς ὁδοιπορίας ἄηθες ξενισμὸν ἐμποιήσῃ καὶ ἀρρωστίας αἰτίαν παράσχῃ τῷ σώματι εὐαφόρμως ἔχοντι πρὸς τὴν ἀσθένειαν. 198.2 Τὰ μέντοι καινοτομηθέντα περὶ τὴν Ἀνατολὴν πε ριττὸν ἡμᾶς ἐστι διὰ γραμμάτων σημαίνειν, αὐτῶν τῶν ἀδελφῶν ἀκριβῶς δυναμένων ἀφ' ἑαυτῶν διαγγεῖλαι. Γίνωσκε δέ, τιμιωτάτη μοι κεφαλή, ὅτι ἡνίκα ταῦτα ἐπέστελλον, οὕτω διεκείμην φαύλως ὥστε πάσας με λοιπὸν τοῦ ζῆν τὰς ἐλπίδας ἐπιλελοιπέναι. Καὶ γὰρ οὐδὲ ἐξαριθμήσασθαι δυ νατὸν τῶν ἐπιγινομένων μοι συμπτωμάτων τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν καὶ τὸ μέγεθος τῶν πυρετῶν καὶ τὴν κακοήθειαν ὁποῖα· πλὴν ὅτι ἐκ πάντων ἓν τὸ συναγόμενον, πληρῶσαι ἡμᾶς λοιπὸν τὸν χρόνον τῆς παροικίας τοῦ δυστήνου τούτου καὶ ὀδυνηροῦ βίου.

199.τ ΑΜΦΙΛΟΧΙΩ ΠΕΡΙ ΚΑΝΟΝΩΝ

Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προταθείσας ἡμῖν ἐρωτήσεις ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. Ὀλίγοι γὰρ καὶ παρ' ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ πα ρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας. Ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδύτητος δὸς ἡμῖν τὴν συγγνώμην. Ἐθαυμάσαμεν δέ σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπει νοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος καὶ μανθάνειν παρ' ἡμῶν οἷς οὐδὲν μέγα πρόσεστι εἰς γνῶσιν. Ἀλλ' ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρ' ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι καὶ ὑπὲρ δύναμιν. Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον διὰ τὸν ὅρκον. Ἐγὼ δὲ ἤδη τινὰ καὶ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετ' αὐτοῦ ὀμωμοκότων τοῖς κατ' Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθει κώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. Τὸ δὲ αὐτὸ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλ' ἐν Ἰκονίῳ, ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. Ἔστιν οὖν δεκτὸς ὁ ἀνὴρ ἐκεῖνος, ἀπαιτού μενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάξαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς. Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησα μένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑπο πεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπαλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθ' ὁμοιό τητα τῶν διγάμων διαταξάμενοι. Ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προιοῦσα ἡ Ἐκκλησία κραταιοτέρα γίνεται καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσ έχειν ἀκριβῶς τῷ τε κατ' ἔννοιαν φαινομένῳ πράγματι καὶ τῇ τῆς Γραφῆς διανοίᾳ ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. Χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. Ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου· «Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». Εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ ὡς τὴν εἰς Χριστὸν ἀθετή σασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ ∆εσπότῃ; Μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καὶ τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. Οὐκοῦν ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται· ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. Ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν πρὶν ἢ παύσασθαι τῆς ἁμαρ τίας· οὕτω δηλονότι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. Ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ καὶ ἀποταξαμένη τῷ γάμῳ καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. Τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφ' οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλή ρωσιν ἔχῃ. Οὐ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον, εἶτα παραμείνασαν καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκα ταλέγεσθαι χρὴ ταῖς παρθένοις καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. Πολλὰς γὰρ γονεῖς προσάγουσι, καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινές, πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικού μενοι. Ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην. Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν· οἳ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδεδέχθαι τὴν ἀγαμίαν. Πλὴν καὶ ἐπ' ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσή κειν, ἐρωτᾶσθαι αὐτοὺς καὶ λαμβάνεσθαι τὴν παρ' αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ. Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμο λόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. «Ὅσα γὰρ ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ.» Αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ ∆εσπότου. Ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ, μετὰ πάντωνκαὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. Καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. Τούτους δέ, δηλονότι, ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται. Ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως. Εἰ ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδάν, μὴ ἀρκεσθεὶς τῷ γάμῳ, εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις· οὐ μέντοι ἔχομεν κανόνα τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται· διότι ἡ μοιχαλὶς μὲν «Μιαινομένη, φησί, μιανθήσεται», καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ «Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής»· ὁ μέντοι πορ νεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς τὴν γυναῖκα ἑαυτοῦ συνοικήσεως. Ὥστε ἡ μὲν γυνὴ ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς παραδέξεται, ὁ δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. Καὶ τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος, ἡ δὲ συνήθεια οὕτω κεκράτηκε. Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι πρὶν ἢ ἀφελέσθαι αὐτῶν καὶ ἐπ' ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μνηστευσαμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτὰς εἴτε ἀποστῆναι. Εἰ δὲ σχολάζουσάν τις λάβοι, ἀφαιρεῖσθαι μὲν δεῖ καὶ τοῖς οἰκείοις ἀποκαθιστᾶν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν εἴτε ἀδελφοὶ εἴτε οἱτινεσοῦν προεστῶτες τῆς κόρης, κἂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον, ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. Τὸν μέντοι ἐκ διαφθορᾶς, εἴτε λαθραίας εἴτε βιαιοτέρας, γυναῖκα ἔχοντα ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. Ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἡ ἐπιτίμησις. Χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας, τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν, τῷ τρίτῳ εἰς μετάνοιαν, τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ ἀπεχομένους τῆς προσφορᾶς, εἶτα αὐτοὺς ἐπι τρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ. Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων ἢ ἀδελφοῖς δυσὶ γαμουμένων ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. Ὁ δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβὼν οὐ πρότερον δεχθήσεται πρὶν ἀπο στῆναι αὐτῆς. Χήραν τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ Ἀπόστολος γαμουμένην παρορᾶσθαι. Ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλ' ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. Ἡ μέντοι χήρα ἑξη κονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. Ἐὰν μέντοι πρὸ ἑξή κοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου. Ὁ τὴν διεφθαρμένην ὑφ' ἑαυτοῦ εἰς γυναῖκα κατέχων τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται. Ἡ πορνεία γάμος οὐκ ἔστιν, ἀλλ' οὐδὲ γάμου ἀρχή. Ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. Ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν, ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται. Περὶ τοῦ πρεσβυτέρου τοῦ κατ' ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος ὥρισα ἃ ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. Ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. Εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. Εὐλογία γὰρ ἁγιασμοῦ μετάδοσίς ἐστιν. Ὁ δὲ τοῦτο μὴ ἔχων διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα πῶς ἑτέρῳ μεταδώσει; Μήτε τοίνυν δημοσίᾳ μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις μήτε τι ἄλλο λειτουργείτω, ἀλλὰ ἀρκούμενος τῇ προεδρίᾳ προσκλαιέτω τῷ Κυρίῳ συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα. Ἐκεῖνό γε μὴν γελοῖόν μοι κατεφάνη τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. Ὥστε καταξίωσον διδάσκειν αὐτοὺς τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι· τὴν μέντοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. Οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετ' εὐχαριστίας λαμ βανόμενον. Ὥστε ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία. Ἄρχοντας μέντοι ὀμνύειν ἐπὶ τῷ κακοποιεῖν τοὺς ἀρχομένους καὶ πάνυ θεραπεύεσθαι προσῆκε. Θεραπεία δὲ τούτων διττή· μία μὲν μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως, ἑτέρα δὲ μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρί σεσιν. Ὥστε ὅρκῳ προληφθείς τις εἰς κακοποιΐαν ἑτέρου τὴν μὲν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικ νύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. Οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκή σαντι, ὅς, ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεὺς ἐγένετο τοῦ προφήτου. Ἅπαξ δὲ ὁ ὅρκος ἀπηγόρευται, πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι. Ὥστε μεταφρονεῖν χρὴ τὸν ὀμνύοντα, οὐχὶ σπουδάζειν βεβαιοῦν ἑαυτοῦ τὸ ἀνόσιον. Ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτο πίαν. Εἴ τις ὀμόσειεν ἐξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτῷ; Εἴ τις φονεύσειν; Εἴ τις ὅλως δι' ὅρκου ἐντολήν τινα παρα βήσεσθαι; Ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. Ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσῆκε βεβαιοῦσθαι, οὕτω τὴν ἁμαρτίαν παντοίως καθήκει ἀκυ ροῦσθαι καὶ ἀφανίζεσθαι. Περὶ τῶν ἁρπαζόντων κανόνα μὲν παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα· τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. Τὸ δὲ μὴ βιαίως γενόμενον ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ ᾖ μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος. Αὐτεξουσία δὲ ἡ χήρα, καὶ ἐπ' αὐτῇ τὸ ἀκολουθῆσαι. Ὥστε τῶν σχη μάτων ἡμῖν οὐ φροντιστέον. Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ ἑτέρῳ συνοική σασα, μοιχᾶται. Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοὶ τοῦ βαθμοῦ κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται. «Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.» Ἡ γυνὴ ἡ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος τῷ τοῦ φόνου ἐγλήματι ὑποκείσθω. Τὰς μοιχευθείσας γυναῖκας καὶ ἐξαγορευούσας δι' εὐλάβειαν ἢ ὁπωσοῦν ἐλεγχομένας δημοσιεύειν οὐκ ἐκέλευσαν οἱ πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσαις, ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέ ταξαν μέχρι τοῦ συμπληροῦσθαι τὸν χρόνον τῆς μετανοίας. Ἐπὶ δὲ τοῦ καταλειφθέντος χρὴ σκοπεῖν τὴν αἰτίαν τῆς ἐγκαταλείψεως, κἂν φανῇ ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου. Ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται. Στρατιώτιδες αἱ τῶν ἀνδρῶν ἀφανῶν ὄντων γαμη θεῖσαι τῷ αὐτῷ ὑπόκεινται λόγῳ ᾧπερ καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν μὴ ἀναμείνασαι τὴν ἐπάνοδον, πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν. Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν ὁ γαμήσας ἐπὶ μὲν τῇ πρώτῃ μοιχείαν ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνεύθυνος ἔσται. Αἱ κόραι αἱ παρὰ γνώμην πατρὸς ἀκολουθήσασαι πορνεύουσι, διαλλαγέντων δὲ τῶν γονέων δοκεῖ θεραπείαν λαμβάνειν τὸ γεγονός· οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλὰ ἐπιτιμηθήσονται τρία ἔτη. Ἡ τῷ μοιχῷ συζῶσα, μοιχαλίς ἐστι πάντα τὸν χρόνον. Ἡ παρὰ γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδι δοῦσα ἐπόρνευσεν, ἡ δὲ μετὰ ταῦτα πεπαρρησιασμένῳ γάμῳ χρησαμένη ἐγήματο. Ὥστε ἐκεῖνο μὲν πορνεία, τοῦτο δὲ γάμος. Αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον. Ἡ ἐν τῇ χηρείᾳ ἑαυτῆς ἐξουσίαν ἔχουσα ἀνδρὶ συνοικεῖν ἀνέγκλητος, εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοι κέσιον, τοῦ Ἀποστόλου εἰπόντος· «Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.» Οἱ ἄνευ τῶν κρατούντων γάμοι πορνεῖαί εἰσιν. Οὔτε οὖν πατρὸς ζῶντος οὔτε δεσπότου οἱ συνιόντες ἀνεύθυνοί εἰσιν, ὡς, ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τὸ τοῦ γάμου βέβαιον. Ὃς θανάτου πληγὴν τῷ πλησίον ἔδωκε φονεύς ἐστιν, εἴτε ἦρξε τῆς πληγῆς εἴτε ἠμύνατο. Ἡ διάκονος ἡ τῷ Ἕλληνι συμπορνεύσασα δεκτή ἐστιν εἰς τὴν κοινωνίαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ἑβδόμῳ ἔτει, δηλονότι ἐν ἁγνείᾳ ζῶσα. Ὁ δὲ μετὰ τὴν πίστιν Ἕλλην πάλιν τῇ ἱεροσυλίᾳ προσιὼν ἐπὶ τὸν ἔμετον ὑποστρέφει. Ἡμεῖς δὲ τῆς διακόνου τὸ σῶμα ὡς καθιερω μένον οὐκέτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ. Ὃς ἐάν τις τὸ ὄνομα λαβὼν τοῦ χριστιανισμοῦ ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προση γορίας. Ἡ δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς κατὰ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. Γάμου οὖν οὐκ εἰρχθήσεται. Κάλλιον δέ, ἐὰν μείνῃ οὕτως. Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται τῷ αὐτῷ ὑπόκεινται λόγῳ ᾧ καὶ Ναυατιανοί, ὅτι περὶ μὲν ἐκείνων κανὼν ἐξεφωνήθη, εἰ καὶ διάφορος, τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. Ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπ τίζομεν τοὺς τοιούτους. Εἰ δὲ παρ' ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ Ῥωμαίοις οἰκονο μίας τινὸς ἕνεκα ἀπαιτεῖσθαι διὰ τὸ βάπτισμα αὐτῶν, ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω, ὅτι, ἐπειδὴ ὥσπερ Μαρ κιωνιστῶν ἐστιν ἀποβλάστημα ἡ κατ' αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον καὶ ἀποστρεφομένων τὸν οἶνον καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. Μὴ γὰρ λεγέ τωσαν ὅτι «Εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα ἐβαπτίσθημεν» οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. Ὥστε, ἐὰν ἀρέσῃ τοῦτο, δεῖ πλείονας ἐπισκόπους ἐν ταὐτῷ γενέσθαι καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει. Ἡ δὲ ἐγκαταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει. Εἰ γὰρ ὁ Κύριος εἶπεν· «Ὅτι ἐάν τις καταλίπῃ γυναῖκα, ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι», ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. Πῶς γὰρ δύναται ὁ μὲν ἀνὴρ ὑπεύθυνος εἶναι ὡς μοιχείας αἴτιος, ἡ δὲ γυνὴ ἀνέγκλητος εἶναι, ἡ μοιχαλὶς παρὰ τοῦ Κυρίου διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν προσαγορευθεῖσα; Αἱ πρὸς ἀνάγκην γενόμεναι φθοραὶ ἀνεύθυνοι ἔστωσαν. Ὥστε καὶ ἡ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ οἰκείου δεσπότου, ἀνεύθυνός ἐστιν. Τριγαμίας νόμος οὐκ ἔστιν. Ὥστε νόμῳ γάμος τρίτος οὐκ ἄγεται. Τὰ μέντοι τοιαῦτα ὡς ῥυπάσματα τῆς Ἐκκλησίας ὁρῶμεν, δημοσίαις δὲ καταδίκαις οὐχ ὑπο βάλλομεν ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα.

200.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

200.1 Ἡμᾶς ἀρρωστίαι ἐξ ἀρρωστιῶν διαδέχονται, καὶ ἀσχολίαι ἐκκλησιαστικῶν τε ὁμοῦ πραγμάτων καὶ τῶν ταῖς Ἐκκλησίαις ἐπηρεαζόντων συνέσχον παρὰ πάντα τὸν χειμῶνα καὶ τὸν μέχρι ταύτης τῆς ἐπιστολῆς χρόνον. ∆ιὸ οὔτε ἀποστεῖλαί τινα οὔτε ἐπισκέψασθαι τὴν εὐλάβειάν σου δυνατὸν ἡμῖν ἐγένετο. Εἰκάζομεν δὲ καὶ τὰ σὰ τοιαῦτα ἕτερα εἶναι, οὐ κατὰ τὴν ἀρρωστίαν λέγω, μὴ γένοιτο· παράσχοι γὰρ ὁ Κύριος ὑγείαν τῷ σώματί σου διαρκῆ πρὸς ὑπηρεσίαν τῶν ἐντολῶν αὐτοῦ ἀλλ' ὅτι ἡ μέριμνα τῶν Ἐκκλησιῶν καὶ σοὶ τὸν αὐτὸν ἐμβάλλει περισπασμόν. Καὶ νῦν ἔμελλόν τινα ἀποστέλλειν αὐτοῦ τούτου ἕνεκεν, ὥστε γνωρίσαι ἡμῖν τὰ περὶ τῆς διαθέσεώς σου. Ἐπεὶ δὲ ὁ ποθεινότατος υἱὸς Μελέτιος παραπέμπων τοὺς νεολέκτους ὑπέμνησεν ἡμᾶς ὅτι εἴη σε δι' αὐτοῦ προσειπεῖν, ἐδεξά μεθα τὴν ὑπόθεσιν τῶν γραμμάτων ἄσμενοι καὶ τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν, ἀνδρὶ ἐξαρκοῦντι καὶ ἀντ' ἐπιστολῆς εἶναι διά τε τὸ τοῦ τρόπου φιλάληθες καὶ διὰ τὸ μηδὲν ἀγνοεῖν τῶν καθ' ἡμᾶς. ∆ι' οὗ παρακαλοῦμεν τὴν εὐλάβειάν σου προηγουμένως εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα δῷ ὁ Κύριος ἐμοὶ μὲν ἀπαλλαγὴν τοῦ φορτικοῦ τούτου σώμα τος, ταῖς δὲ Ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην, σοὶ δὲ ἡσυχίαν καὶ ἄδειαν τοῦ, ἐπειδὰν διαθῇς τὰ κατὰ τὴν Λυκαονίαν ἀποστολικῶς ὡς ἐνήρξω, ἐπισκέπτεσθαι καὶ τὰ ὧδε, κἄν τε ἐνδημῶμεν τῇ σαρκὶ κἂν ἀποδημῆσαι ἤδη πρὸς τὸν Κύριον ἐπιταχθῶμεν, ἵνα αὐτὸς ὡς ἰδίων, ὅπερ οὖν καὶ ἐστίν, ἀντέχῃ τῶν καθ' ἡμᾶς τόπων καὶ στηρίζῃς μὲν τὰ σαθρά, ἐπεγείρῃς δὲ τὰ νωθρά, πάντα δὲ τῇ χάριτι τοῦ Πνεύματος τοῦ ὄντος ἐν σοὶ μετακοσμήσῃς πρὸς τὸ εὐά ρεστον τῷ Κυρίῳ. Τοὺς δὲ τιμιωτάτους υἱοὺς ἡμῶν Μελέ τιον καὶ Μελίτιον, οὓς πόρρωθεν οἶδας καὶ ἑαυτοῦ κρίνεις, ἔχε ἐν παρακαταθήκῃ εὐχόμενος ὑπὲρ αὐτῶν. Αὔταρκες γὰρ αὐτοῖς τοῦτο πρὸς πᾶσαν ἀσφάλειαν. Ὥστε καὶ τοὺς συνόντας τῇ ὁσιότητί σου καὶ πάντα τὸν κλῆρον καὶ τὸν λαὸν τὸν ὑπὸ σοῦ ποιμαινόμενον καὶ τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς προσειπεῖν παρ' ἡμῶν καταξίωσον. Τῆς μνήμης τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου μέμνησο καὶ μὴ ἀναμείνῃς δευτέραν ὑπόμνησιν, μηδὲ ἐμπρόθεσμον σπουδάσῃς ποιήσασθαι τὴν ἀπάντησιν, ἀλλὰ προλαβεῖν καὶ εὐφρᾶναι ἡμᾶς, ἐὰν ἄρα ἔτι ὦμεν ἐπὶ τῆς γῆς. Ἕως τότε ἐρρωμένος ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν, διαφυλαχθείης ἡμῖν καὶ ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις χάριτι τοῦ Ἁγίου.

201.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

201.1 Πολλῶν ἕνεκεν ἐπιθυμῶ συντυχεῖν σοι, ἵνα καὶ συμ βούλῳ χρήσωμαι περὶ τῶν ἐν χερσὶ πραγμάτων, καὶ ὅλως ἵνα διὰ μακροῦ θεασάμενός σε ἔχω τινὰ παραμυθίαν τῆς ἀπολείψεως. Ἐπειδὴ δὲ τὰ αὐτὰ ἀμφοτέρους ἐπέσχεν, ἥ τε ὑμῖν συμβᾶσα ἀσθένεια καὶ ἡ παλαιοτέρα ἡμῶν ἀρρωστία μήπω ἀπολείψασα, ἀμφοτέροις δῶμεν συγγνώμην, εἰ βούλει, ἀμφότεροι, ὥστε δι' ἑαυτῶν ἀλλήλους ἀφεῖναι τοῦ ἐγκλήματος.

202.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

202.1 Καὶ ἄλλως μέν μοι πολλοῦ ἄξιον τὸ συντυγχάνειν τῇ σεμνότητί σου, νῦν δὲ καὶ μάλιστα, ὅτε τοιοῦτόν ἐστι τὸ συνάγον ἡμᾶς πρᾶγμα. Ἀλλ' ἐπειδὴ τὰ λείψανα τῆς ἀρρωστίας μου τοιαῦτα ὡς μηδὲ τὴν βραχυτάτην μοι κίνησιν συγχωρεῖν, ὅς γε, ἵνα τὴν μέχρι τῶν μαρτυρίων ὁδὸν ὀχήματι πορευθῶ, πάλιν μικροῦ πρὸς τὴν αὐτὴν ὑπέστρεψα νόσον, ἀνάγκη συγγνώμης τυχεῖν παρ' ὑμῶν. Κἂν μὲν ᾖ δυνατὸν ὑπερτεθῆναι τὸ πρᾶγμα ὀλίγαις ὕστερον ἡμέραις, καὶ συνέσομαι ὑμῖν τῇ τοῦ Θεοῦ χάριτι καὶ κοι νωνήσω τῶν φροντίδων. Ἐὰν δὲ ἐπείγῃ τὰ σπουδαζόμενα, πράξατε μὲν τῇ τοῦ Θεοῦ συνεργίᾳ τὰ ἐν χερσί, συνα ριθμήσατε δέ με ἑαυτοῖς ὡς παρόντα καὶ τῶν καλῶς γινομένων συνεφαπτόμενον. Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.

203.τ ΤΟΙΣ ΠΑΡΑΛΙΩΤΑΙΣ ΕΠΙΣΚΟΠΟΙΣ

203.1 Ἐγένετό μοι πολλὴ ὁρμὴ τῆς συντυχίας ὑμῶν, καὶ ἀεί τι ἐπεγένετο κώλυμα ἐμποδίζον μου τὴν προθυμίαν. Ἢ γὰρ ἡ τοῦ σώματος ἀσθένεια ἐνεπόδισέ μοι (ἣν οὐκ ἀγνοεῖτε πάντως ὅση μοι πάρεστιν ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, συντραφεῖσά μοι καὶ παιδεύουσά με κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονο μοῦντος Θεοῦ) ἢ αἱ τῶν Ἐκκλησιῶν ἐπιμέλειαι ἢ οἱ πρὸς τοὺς ἐπανισταμένους τῷ λόγῳ τῆς ἀληθείας ἀγῶνες. ∆ιὸ μέχρι τοῦ παρόντος ἐν θλίψει πολλῇ καὶ λύπῃ διάγω συνειδὼς ὅτι τὸ καθ' ὑμᾶς ἐλλέλειπταί μοι. Ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ τοῦ διὰ τοῦτο τὴν διὰ σαρκὸς ἐπιδημίαν καταδεξαμένου, ἵνα καὶ τοῖς ὑποδείγμασι τῶν πρακτέων ῥυθμίσῃ τὸν βίον ἡμῶν καὶ διὰ τῆς ἰδίας φωνῆς ἀναγγείλῃ ἡμῖν τὸ Εὐαγγέλιον τῆς βασιλείας, ὅτι· «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις», καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκο νομίαν, τὴν ἑαυτοῦ εἰρήνην ὁ Κύριος κατέλιπεν εἰπών· «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», οὐ δύναμαι πεῖσαι ἐμαυτὸν ὅτι ἄνευ τῆς εἰς ἀλλήλους ἀγάπης καὶ ἄνευ τοῦ εἰς ἐμὲ ἥκοντος εἰρηνεύειν πρὸς πάντας δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. Πολὺν μὲν γὰρ ἀνέμεινα χρόνον εἴ ποτε καὶ παρὰ τῆς ὑμε τέρας ἀγάπης γένηταί τις πρὸς ἡμᾶς ἐπίσκεψις. Οὐ γὰρ ἀγνοεῖτε ὅτι δημοσίᾳ προκείμενοι πᾶσιν, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, ἡμεῖς τὸν θυμὸν τῶν αἱρετικῶν κυμάτων ὑποδεχόμεθα, καὶ περὶ ἡμᾶς ῥηγνύμε νοι τὰ κατόπιν ἡμῶν οὐκ ἐπικλύζουσι. Τὸ δὲ ἡμεῖς ὅταν εἴπω, οὐκ εἰς τὴν ἀνθρωπίνην ἀναφέρω δύναμιν, ἀλλ' εἰς τὴν τοῦ Θεοῦ χάριν τοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων τὸ δυνατὸν ἑαυτοῦ δεικνύντος, καθά φησιν ὁ προφήτης ἐκ προσώπου τοῦ Κυρίου λέγων· «Ἢ ἐμὲ οὐ φοβηθήσεσθε τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ;» Τῷ γὰρ ἀσθενεστάτῳ καὶ εὐκαταφρονήτῳ πράγματι, τῇ ψάμμῳ, τὴν μεγάλην καὶ βαρεῖαν θάλασσαν ἐπέδησεν ὁ ∆υνατός. Ἐπεὶ οὖν τοιοῦτόν τι ἐστὶ καὶ τὸ καθ' ἡμᾶς, ἀκόλουθον ἦν παρὰ τῆς ὑμετέρας ἀγάπης καὶ τῶν γνησίων τινὰς ἀπο στέλλεσθαι συνεχῶς εἰς ἐπίσκεψιν ἡμῶν τῶν καταπονου μένων καὶ γράμματα ἀγαπητικὰ φοιτᾶν πρὸς ἡμᾶς, ἐπιτρέψατε, συνεχέστερον, τοῦτο μὲν στηρίζοντα ἡμῶν τὴν προθυμίαν, τοῦτο δὲ καί, εἴ τι σφαλλόμεθα, διορθού μενα. Οὐκ ἀρνούμεθα γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι ἄνθρωποι ὄντες καὶ ἐν σαρκὶ ζῶντες. 203.2 Ἀλλ' ἐπειδὴ τὸν πρὸ τούτου χρόνον ἢ διὰ τὸ μὴ συνιδεῖν τὸ πρέπον παρελίπετε τὰ ὀφειλόμενα ἡμῖν, ἀδελφοὶ τιμιώτατοι, ἢ διὰ τὸ προληφθῆναι παρά τινων εἰς τὰς καθ' ἡμῶν διαβολὰς οὐκ ἐνομίσατε ἡμᾶς ἀξίους εἶναι ἀγαπητικῆς ἐπισκέψεως, ἰδοὺ νῦν καὶ κατάρχομεν τοῦ γράμματος αὐτοὶ καὶ τὰς ἐπιφερομένας ἡμῖν αἰτίας ὁμολο γοῦμεν ἑτοίμως ἔχειν ἐφ' ὑμῶν ἀποδύσασθαι, μόνον ἐὰν καταδέχωνται οἱ ὑβρίζοντες ἡμᾶς ἀντιπρόσωποι ἡμῖν ἐπὶ τῆς ὑμετέρας εὐλαβείας καταστῆναι. Ἐλεγχθέντες μὲν γὰρ καὶ ἡμεῖς τὴν ἁμαρτίαν ἡμῶν ἐπιγνωσόμεθα καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ ἐκ τῆς τῶν ἁμαρτωλῶν ἡμῶν κοινωνίας ἑαυτοὺς ὑποστέλ λοντες καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν ὡς τὴν κεκρυμ μένην ἡμῶν κακίαν δημοσιεύσαντες. Ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε ἡμᾶς, ἡμεῖς μὲν οὐδὲν ἐσόμεθα ἠδικημένοι ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώ τατον κτῆμα τὴν πρὸς ὑμᾶς ἀγάπην, ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθε ἡμᾶς οὐκ ἔχοντες καὶ τῷ Εὐαγγελίῳ δόξετε μάχεσθαι τῷ εἰπόντι· «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον καὶ γνῷ τί ποιεῖ;» Ὅ τε καταχέων ἡμῶν τὰς λοιδορίας τὸν τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγων, φανήσεται πονηρὰν ἑαυτῷ προσηγορίαν ἐπε νεγκὼν ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. Τὸν γὰρ διαβάλλοντα πῶς ἄλλως προσῆκεν ὀνομάζειν ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν αὐτῷ τιθεμένους; Μήτε οὖν ὁ λοιδορῶν ἡμᾶς «διάβολος» ἔστω, ἀλλὰ κατήγορος· μᾶλλον δὲ μηδὲ τὸ τοῦ κατηγόρου δεχέσθω ὄνομα, ἀλλ' ἀδελφὸς ἔστω ἐν ἀγάπῃ νουθετῶν καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταί, ἀλλ' ἐλέγχων δοκιμασταί, μήτε ἡμεῖς ἀνιάτρευτοι καταλειφθῶμεν μὴ φανερουμένης ἡμῖν τῆς ἁμαρτίας ἡμῶν. 203.3 Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι οἱ τὴν παραλίαν οἰκοῦντες ἔξω ἐσμὲν τοῦ πάθους τῶν πολλῶν καὶ οὐδὲν τῆς παρ' ἑτέρων ἐπικουρίας δεόμεθα· ὥστε τίς ἡμῖν χρεία τῆς πρὸς ἑτέρους κοινωνίας; Ὁ γὰρ Κύριος τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἠπειρώταις διὰ τῆς ἀγάπης συνέδησεν. Οὐδὲν ἡμᾶς χωρίζει ἀπ' ἀλλήλων, ἀδελφοί, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. Εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. Εἴτε κεφαλὴν ἑαυτοὺς τῆς καθόλου Ἐκκλησίας λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί· χρείαν ὑμῶν οὐκ ἔχω. Εἴτε καὶ ἐν ἄλλῃ τάξει τῶν ἐκκλησιαστικῶν μελῶν ἑαυτοὺς τάσσετε, οὐ δύνασθε λέγειν τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις ἡμῖν τό· χρείαν ὑμῶν οὐκ ἔχομεν. Αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι καὶ οἱ ὀφθαλμοὶ ἐν τῇ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσιν. Ἡμεῖς μὲν γὰρ ὁμολογοῦμεν τὸ ἑαυτῶν ἀσθενὲς καὶ ἐπιζητοῦμεν τὴν σύμπνοιαν ὑμῶν. Οἴδαμεν γὰρ ὅτι, κἂν μὴ παρῆτε τῷ σώματι, τῇ διὰ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξετε ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ὄφελος. Ὑμᾶς δὲ οὐκ ἔστιν οὔτε παρὰ ἀνθρώποις εὐπρεπὲς οὔτε τῷ Θεῷ εὐάρεστον ταῖς τοιαύταις κεχρῆσθαι φωναῖς αἷς οὐδὲ τὰ ἔθνη κέχρηνται τὰ μὴ εἰδότα τὸν Θεόν. Ἀλλὰ κἀκεῖνα ἀκούομεν, κἂν εἰς πάντα αὐτάρκη τὴν χώραν νέμωνται, τῆς γοῦν τῶν μελλόντων ἕνεκεν ἀδηλίας τὴν πρὸς ἀλλήλους συμμαχίαν ἀσπάζεσθαι καὶ τὴν ἐπιμιξίαν ὡς ἔχουσάν τι κέρδος μεταδιώκειν. Ἡμεῖς δὲ ἐκείνων ὄντες τῶν πατέρων, οἳ ἐνομοθέτησαν διὰ μικρῶν χαρακτήρων τὰ τῆς ἐπιμιξίας σύμβολα ἀπὸ περάτων τῆς γῆς εἰς πέρατα περιφέρεσθαι καὶ πάντας πᾶσι πολίτας καὶ οἰκείους εἶναι, νῦν ἀποτέμνομεν ἑαυτοὺς τῆς οἰκου μένης καὶ οὔτε ἐπαισχυνόμεθα τῇ μονώσει οὔτε ζημίαν φέρειν τὸν διασπασμὸν τῆς ὁμονοίας τιθέμεθα οὔτε φρίσ σομεν ὅτι εἰς ἡμᾶς φθάνει ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία εἰπόντος ὅτι «∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» 203.4 Μή, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τοῦτο, ἀλλὰ καὶ ἐπὶ τοῖς παρελθοῦσι παρακαλέσατε ἡμᾶς γράμμασιν εἰρηνικοῖς καὶ ἀγαπητικαῖς προσφωνήσεσιν, οἱονεὶ πραείᾳ τινὶ ἐπαφῇ τὸ τῆς καρδίας ἡμῶν ἕλκος ὃ ἐκ τῆς παρελ θούσης ἀμελείας ἐνεποιήσατε ἡμῖν παραμυθούμενοι. Καὶ εἴτε αὐτοὶ βούλεσθε πρὸς ἡμᾶς ἀπαντῆσαι καὶ δι' ἑαυτῶν ἐρευνῆσαι τὰ ἀρρωστήματα ἡμῶν, εἰ ὄντως τοιαῦτά ἐστιν οἷα ἀκούετε ἢ ταῖς ἐκ τοῦ ψεύδους προσθήκαις βαρύτερα ὑμῖν ἀπαγγέλλεται τὰ ἁμαρτήματα ἡμῶν, γενέσθω καὶ τοῦτο. Ἕτοιμοι ἡμεῖς ὑπτίαις χερσὶ τὴν παρουσίαν ὑμῶν ὑποδέξασθαι καὶ προθεῖναι ἑαυτοὺς εἰς ἀκριβῆ βάσανον· μόνον ἀγάπη προηγείσθω τῶν γινομένων. Εἴτε καὶ βούλεσθε παρ' ἑαυτοῖς ὑποδεῖξαί τινα τόπον ἐν ᾧ γενόμενοι καὶ ὑμῖν τὸ ὀφειλόμενον τῆς ἐπισκέψεως χρέος ἀποπληρώσομεν καὶ ἑαυτῶν τὴν ἐνδεχομένην πεῖραν παρέξομεν, ὥστε καὶ τὰ προλαβόντα ἰάσασθαι καὶ τοῦ λοιποῦ μηδεμίαν διαβολαῖς χώραν καταλιπεῖν, καὶ τοῦτο γενέσθω. Πάντως γάρ, εἰ καὶ ἀσθενῆ περιφέρομεν σάρκα, ἀλλ' ἕως ἀναπνέομεν ὑπεύ θυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδομὴν τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ. Μὴ οὖν παραλογίσησθε ἡμῶν τὴν παράκλησιν ταύτην, μὴ εἰς ἀνάγκην ἡμᾶς ἀγάγητε καὶ πρὸς ἄλλους ἐξειπεῖν τὴν ὀδύνην ἡμῶν. Μέχρι γὰρ νῦν, γινώσκετε, ἀδελφοί, ἐν ἑαυτοῖς τὴν λύπην στέγομεν αἰσχυνόμενοι τοῖς πόρρωθεν ἡμῶν κοινωνικοῖς τὴν πρὸς ἡμᾶς ἀλλοτρίωσιν ὑμῶν διαγγεῖλαι, ἵνα μὴ κἀκείνους θλίψωμεν καὶ χαρὰν τοῖς μισοῦσιν ἡμᾶς ἐμποιή σωμεν. Ταῦτα μόνος ἐπέστειλα νῦν, γνώμῃ δὲ τῶν ἐν Καππαδοκίᾳ πάντων ἀδελφῶν ἔγραψα, οἳ καὶ παρεκάλεσάν με μὴ τῷ τυχόντι χρήσασθαι διακόνῳ τοῦ γράμματος, ἀλλ' ἀνδρὶ ὃς δυνήσεται διὰ τῆς ἐπιστολῆς ὅσα παρήκαμεν, φοβούμενοι μὴ εἰς πολλὴν ἀμετρίαν τὸν λόγον ἐκβάλωμεν, ταῦτα διὰ τῆς ἑαυτοῦ συνέσεως ἣν ἔχει ἐκ τῆς χάριτος τοῦ Θεοῦ ἀναπληρῶσαι. Λέγομεν δὲ τὸν ποθεινότατον ἡμῖν καὶ εὐλαβέστατον ἀδελφὸν Πέτρον τὸν συμπρεσβύ τερον, ὃν καὶ δέξασθε ἐν ἀγάπῃ καὶ προπέμψατε πρὸς ἡμᾶς εἰρηνικῶς, ἵνα γένηται ἡμῖν ἀγαθῶν ἄγγελος.

204.τ ΤΟΙΣ ΝΕΟΚΑΙΣΑΡΕΥΣΙΝ

204.1 Πολὺν χρόνον ἀπεσιωπήσαμεν πρὸς ἀλλήλους, ἀδελφοὶ τιμιώτατοι ἡμῖν καὶ περιπόθητοι, ὥσπερ οἱ πρὸς ὀργὴν διαναστάντες. Καίτοι τίς οὕτω βαρύμηνις καὶ δυσδιάλλακτος τῷ λελυπηκότι ὥστε ὅλῃ σχεδὸν ἀνθρώπου γενεᾷ τὴν ἐκ τοῦ μίσους ὀργὴν συμπαρεκτεῖναι; Ὃ περὶ ἡμᾶς ἐστιν ἰδεῖν γινόμενον οὐδεμιᾶς τοῦ διεζεῦχθαι δικαίας ἀφορμῆς ὑπαρχούσης, οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί, ἀλλὰ τὸ ἐναντίον πολλῶν καὶ μεγάλων πρὸς τὴν ἄκραν ἡμῖν φιλίαν καὶ ἕνωσιν ἐνυπαρχόντων τὸ ἐξ ἀρχῆς· ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου, τῆς ἐντολῆς τοῦ Κυρίου διαρ ρήδην εἰπόντος ὅτι «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους», καὶ πάλιν τοῦ Ἀποστόλου σαφῶς τὸ τῆς ἀγάπης καλὸν παριστῶντος ἡμῖν τοῦτο μὲν ἐν οἷς ἀποφαίνεται πλήρωμα νόμου εἶναι τὴν ἀγάπην, τοῦτο δὲ ὅταν προτίθησι πάντων ὁμοῦ τῶν μεγάλων τὸ τῆς ἀγάπης καλόν, ἐν οἷς φησίν· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου κἂν παραδῷ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι», οὐχ ὡς δυναμένου ποτὲ τῶν ἀπηριθμημένων ἑκάστου δίχα τῆς ἀγάπης ἐνεργηθῆναι, ἀλλὰ βουλομένου τοῦ ἁγίου, ὡς αὐτὸς εἶπε, τῷ καθ' ὑπερβολὴν τρόπῳ τὴν κατὰ πάντων ὑπεροχὴν προσμαρτυρῆσαι τῇ ἐντολῇ. 204.2 ∆εύτερον δὲ ὅτι, εἴ τι μέγα συμβάλλεται πρὸς συνά φειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τε εἰσὶ καὶ ἡμῖν διδάσκαλοί τε τῶν μυστηρίων τοῦ Θεοῦ καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες. Γρηγόριον λέγω τὸν πάνυ καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παρ' ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, ἄλλος ἐπ' ἄλλῳ, ὥσπερ τινὲς ἀστέρες ἐπανατέλλοντες κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα καταλιπεῖν τῆς κατ' οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. Εἰ δὲ καὶ αἱ σωματικαὶ οἰκειό τητες οὐκ ἀπόβλητοι, ἀλλὰ καὶ μέγα συμβαλλόμεναι πρὸς ἀρραγῆ συνάφειαν καὶ κοινωνίαν βίου, καὶ ταῦτα ἡμῖν ὑπῆρξε πρὸς ὑμᾶς τὰ δίκαια. Τίνος οὖν ἕνεκεν, ὦ σεμνο τάτη πόλεων (δι' ὑμῶν γὰρ τῇ πόλει πάσῃ διαλέγομαι), οὐ γράμμα ἥμερον αὐτόθεν, οὐ φωνὴ δεξιά, ἀλλ' ἤνοικται μὲν ὑμῶν τὰ ὦτα τοῖς διαβάλλειν ἐπιχειροῦσιν; Ὥστε τοσοῦτον πλέον στενάζειν ὀφείλω, ὅσῳ περ ἂν μᾶλλον ἴδω τὸ σπου δαζόμενον αὐτοῖς κατορθούμενον, ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον· ὃς ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν. Πλὴν ἀλλ' ὑμεῖς ἀνάσχεσθέ μου τῆς παρ ρησίας· ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες πάντα ἀνεξετάστως ταῖς ψυχαῖς παρα δέχεσθε, καὶ οὐδεὶς ὁ τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν. Τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζό μενος; Τίς ἠλέγχθη ψευδόμενος μὴ παρόντος τοῦ συκο φαντουμένου; Ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν ὁ μὲν λοίδορος διατείνηται ἦ μὴν οὕτως ἔχειν, ὁ δὲ λοιδορούμενος μήτε παρῇ μήτε ἐπακούῃ τῶν βλασφημιῶν; Οὐδὲ αὐτὴ ἡ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλ' ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵν' οὕτως ἐκ τῆς παρα θέσεως ἑκατέρων τῶν λόγων διαδειχθῇ ἡ ἀλήθεια; «Κρίμα δίκαιον κρίνατε» πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν. 204.3 Καὶ ταῦτα λέγω οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικασ τηρίου ἐταμιεύετο, ἐν οἷς φησίν· «Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας». Ἀλλ' ὅμως, ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοὰς καὶ διαβέβληται μὲν ἡμῶν ὁ βίος, διαβέ βληται δὲ ἡ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ καὶ αὐτὸς ἑαυτόν· τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα, εὖ ἴστε, οὐ καταφρονῶν τῆς παρ' ὑμῖν ὑπολήψεως (πῶς γὰρ ὅς γε, ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;), ἀλλ' ὁρῶν ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις ὁ τὰ ἐλάττονα ζημιούμενος εἰμὶ ἐγώ. Ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε, καὶ ὁ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δὲ ἀλλοτριοῖ τοῦ Κυρίου, διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. Ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἢ ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. Τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθεὶς τὴν ἀλήθειαν; 204.4 Τί οὖν φημί, ἀδελφοί; Οὐχ ὅτι ἀναμάρτητός τις ἐγὼ οὔθ' ὅτι ὁ βίος ὁ ἐμὸς οὐχὶ πλήρης ἐστὶ μυρίων ἐλαττω μάτων. Οἶδα γὰρ ἐμαυτὸν καὶ οὐ διαλείπω γε στάζων τὸ δάκρυον ὑπὲρ τῶν ἁμαρτημάτων, εἴ πως δυνηθείην ἐξιλά σασθαί μου τὸν Θεὸν καὶ διαφυγεῖν τὴν ἀπειληθεῖσαν κόλασιν. Ἀλλ' ὅτι ὁ τὰ ἡμέτερα κρίνων, εἰ μὲν καθαρὸν ἔχειν διαβεβαιοῦται τὸν ὀφθαλμόν, καρφολογείτω ἡμῶν τὸ ὄμμα. Ὁμολογοῦμεν γὰρ δεῖσθαι πολλῆς τῆς ἐκ τῶν ὑγιαινόντων ἐπιμελείας. Εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ ὅσῳ περ ἂν μᾶλλον ᾖ καθαρός (διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην), μετ' ἐμοῦ ζητείτω τὸν ἰατρὸν καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ ὁ Κύριος ὃς ἀποκαλύψει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος· «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε» καὶ «Μὴ κατα δικάζετε, ἵνα μὴ καταδικασθῆτε». Ὅλως δέ, ἀδελφοί, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστὶ τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν Ἐκκλησιῶν λέγοντι· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον»; Εἰ δὲ ἀνίατος ἡμῶν ἡ ἀνομία, τί οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα ἐλευθεροῖ τῆς παρ' ἡμῶν βλάβης τὰς Ἐκκλησίας; Μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπ' ὀδόντα λαλου μένης καθ' ἡμῶν λοιδορίας. Τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε κἂν τῶν ἀγοραίων τις μεθ' ὑπερβολῆς ἐπιδείξαιτο, οἷς ἡ γλῶσσα πρὸς πᾶσαν ἠκό νηται λοιδορίαν. Ἀλλ' εἰσὶν ἐπίσκοποι· κληθῶσιν εἰς ἀκρόασιν. Ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν· συναχθήτωσαν οἱ δοκιμώτατοι. Λεγέτω μετὰ παρρησίας ὁ βουλόμενος, ἵνα ἔλεγχος ᾖ τὸ γινόμενον καὶ μὴ λοιδορία. Ὑπ' ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας· μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν. Ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον ἢ χαλεπαίνεσθαι. 204.5 Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν ἡ συγ γραφή, πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. Ἀναγ νωσθήτω τὸ ἔγκλημα. ∆οκιμασθήτω εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον ἢ τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. Πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς δια νοίας οὐκ ἀκριβὲς κεκτημένοις, ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἴσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. Καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρ μένοις. Ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. Καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως ὁ κριτὴς ἀπολιμπάνηται. ∆εῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. Ἢ τὰ μὲν γεωργίας ἔργα ἀδύνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικός, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται ὁ μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς, λόγων δὲ κριτὴς εὐθὺς ὁ βουλόμενος ἔσται, ὁ μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι οὔτε χρόνον ἐν ᾧ μεμάθηκεν οὔτε ὅλως ἐπαΐων τι μικρὸν ἢ μεῖζον τῶν περὶ λόγους. Ἐγὼ δὲ ὁρῶ ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύμα τος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· «Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργή ματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευ μάτων». Ὥστε, εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμα τικῶν ὁ τὰ ἡμέτερα κρίνειν βουλόμενος. Εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. Καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρ' ἡμῶν. Ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφ' ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. Οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν ὥστε πάντων δεῖσθε τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; Ἀλλ' ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφ' ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας. Ἐὰν δέ τι δοκῇ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσι τῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα, ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδείξεις. Πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν. 204.6 Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναρ γεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τήθῃ μακαρίᾳ γυναικὶ παρ' ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρ' ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. Ἐπεὶ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. Καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παρα δεξάμενοι οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσω νύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. Ἀλλ' εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον καὶ ῥήματα λαλοῦντας εὐσεβῆ ἢ τοῖς γε παρ' ἡμῶν λεγο μένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατ' αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν Πατέρων ἡμῶν ἀκολουθήσαντες. Ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου Πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, ἃ καὶ ἔχω ἐν ταῖς χερσὶ καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσεν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι μηδὲν διακρινο μένους ἐπ' αὐτῷ, καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας, νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑπο δέξασθαι, τοὺς ταύτην ὁμολογοῦντας τὴν πίστιν ἐγκατέ τασσον τῇ μερίδι τῶν κοινωνικῶν. 204.7 ∆ικαιότερον δὲ τὰ καθ' ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλ' ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. Ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίωνὅσον ὑμῖν ἐστὶ πρόσοικον, Μακεδόνες, Ἀχαιοί, Ἰλλύριοι, Γάλλοι, Σπάνοι, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον· οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα καὶ πάλιν δέχονται παρ' ἡμῶν. Ὧν ἐστὶν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι ὅτι σύμψυχοι πάντες ἐσμέν, τὸ ἓν φρονοῦντες. Ὥστε ὁ τὴν πρὸς ἡμᾶς κοινω νίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀπορρηγνύς. Περιβλέψασθε, ἀδελφοί, πρὸς τίνας ἐστὶν ὑμῖν ἡ κοινωνία· ἐπειδὰν παρ' ἡμῶν μὴ δεχθῆτε, τίς ὑμᾶς λοιπὸν ἐπιγνώσεται; Μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν Ἐκκλησίας. Μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ κατ' ἐμαυτὸν στε νάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι αἰτίας οὐκ οὔσης αἱ μέγισται τῶν Ἐκκλησιῶν καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι αὗται νῦν διεστή κασι· μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι. Μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα ἃ μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμ μένα ἔχω παρ' ἐμαυτῷ. Βέλτιόν ἐστιν ἡμᾶς ἐκ ποδῶν γενέσθαι, τὰς δὲ Ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, ἢ διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. Ἐρωτήσατε τοὺς πατέρας ὑμῶν καὶ ἀναγγελοῦσιν ὑμῖν ὅτι, εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. Συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι, συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι, αὐτοῖς δὲ τοῖς ποιμέσι τοσοῦτον περιῆν τῆς πρὸς ἀλλήλους ἀγάπης ὥστε ἑκάτερον αὐτῶν διδασκάλῳ τῷ ἑτέρῳ καὶ ἡγεμόνι χρῆσθαι εἰς τὰ πρὸς Κύριον.

205.τ ΕΛΠΙ∆ΙΩ ΕΠΙΣΚΟΠΩ

205.1 Πάλιν ἡμεῖς τὸν ἀγαπητὸν καὶ συμπρεσβύτερον Μελέτιον ἐκινήσαμεν ἐπὶ τὴν σὴν ἀγάπην προσηγορίας ἡμῶν διακο μίζοντα. Οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο δουλαγωγῶν τὴν σάρκα διὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίνοντες διὰ τοιούτων προσφθέγ γεσθαί σε, τῶν δυναμένων ὅσα διαφεύγει τὸ γράμμα παρ' ἑαυτῶν ῥᾳδίως ἀναπληρῶσαι καὶ οἱονεὶ ἀντ' ἐπιστολῆς ἐμψύχου γενέσθαι τῷ τε γράφοντι καὶ τῷ δεχομένῳ, καὶ τὸν αὐτοῦ δὲ πόθον ἀναπληροῦντες ὃν ἔχει ἀεὶ περὶ τὴν σὴν τελειότητα ἀφ' οὗ εἰς πεῖραν ἀφίκετο τῶν ἐν σοὶ καλῶν, καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν, δι' οὗ καὶ τὸ τῆς ἐπισκέψεως ἀποπληροῦμεν χρέος καὶ παρακα λοῦμεν προσεύχεσθαί σε ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, ἵνα δῷ ἡμῖν ὁ Κύριος ἤρεμον καὶ ἡσύχιον βίον διάγειν, τῆς ἐκ τῶν ἐχθρῶν τοῦ Εὐαγγελίου ἐπηρείας ἀπαλλαγεῖσιν. Εἰ δὲ καὶ τῇ σῇ συνέσει ἀκόλουθον καὶ ἀναγκαῖον καταφαίνεται εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ συντυχεῖν καὶ τοῖς λοιποῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς τὴν παραλίαν κατοικοῦσιν ἐπισκόποις, αὐτὸς καὶ ἡμῖν ἀπόδειξον τόπον καὶ καιρὸν καθ' ὃν ἔσται τοῦτο καὶ τοῖς ἀδελφοῖς ἐπίστειλον, ἵνα ἐπὶ ὡρισμένοις καταλιπόντες ἕκαστος τὴν ἐν χερσὶν ἀσχολίαν δυνηθῶμέν τι τῶν εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ ποιῆσαι, καὶ ἀνελεῖν μὲν τὰς ἐξ ὑπονοιῶν νῦν ἡμῖν πρὸς ἀλλήλους ἐγγινομένας λύπας, κυρῶσαι δὲ τὴν ἀγάπην ἧς ἄνευ ἀτελῆ εἶναι πάσης ἐντολῆς ἐργασίαν αὐτὸς ἡμῖν ὁ Κύριος διωρίσατο.

206.τ ΕΛΠΙ∆ΙΩ ΕΠΙΣΚΟΠΩ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

206.1 Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφε λείᾳ. Εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν δι' ἐπιστολῶν οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς, ἀλλ' αὐτὸς ἂν δι' ἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ κέρδους. Νῦν δὲ οὕτω διάκειμαι ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι ἃς ἀναγκαίως ποιού μεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροι κίας. Ἀλλὰ παράσχοι ὁ Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυ μίαν καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας. Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος μήπου σοὶ ἐμπόδιον γένηται ἡ περὶ τῶν οἰκείων λύπη. Καὶ γὰρ ἔμαθον ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν ὡς μὲν πάππῳ λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἔκ τε τῆς κατὰ τὸν χρόνον ἐμπειρίας καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν. Καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων ὁ Κύριος. Οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν, ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα καὶ τοῖς προλαβοῦσι τῶν μακαρίων ἀνδρῶν ὑποδείγμασιν, ὧν τὸ μεγαλοφυὲς τῆς διανοίας ἐπὶ τῶν περιστατικῶν καιρῶν μάλιστα διεδείκνυτο. Ἵνα οὖν καὶ αὐτὸς ὑπόδειγμα ἀνδρείας καὶ τῆς ἐπὶ τοῖς ἐλπιζομένοις ἀληθινῆς διαθέσεως καταλείπῃς τῷ βίῳ, δεῖξον σαυτὸν μὴ καμπτόμενον τῷ πάθει, ἀλλ' ὑψηλότερον ὄντα τῶν λυπηρῶν, τῇ μὲν θλίψει ὑπομένων, τῇ δὲ ἐλπίδι χαίρων. Μηδὲν οὖν τούτων γένηται κώλυμα πρὸς τὴν ἐλπιζομένην ἡμῖν συντυχίαν. Τοῖς μὲν γὰρ νηπίοις αὐτάρκης ἡ ἡλικία πρὸς τὸ ἀνέγκλητον, ἡμεῖς δὲ ὑπεύ θυνοί ἐσμεν τὰ διατεταγμένα ἡμῖν ὑπηρετεῖν τῷ ∆εσπότῃ καὶ εἰς πάντα εὔθετοι εἶναι τῇ οἰκονομίᾳ τῶν Ἐκκλη σιῶν, ἧς μεγάλους τοὺς μισθοὺς τοῖς πιστοῖς καὶ φρο νίμοις οἰκονόμοις ὁ Κύριος ἡμῶν ἐταμιεύσατο.

207.τ ΤΟΙΣ ΚΑΤΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΝ ΚΛΗΡΙΚΟΙΣ

207.1 Ἡ μὲν συμφωνία τοῦ καθ' ἡμῶν μίσους καὶ τὸ μέχρις ἑνὸς πάντας ἀκολουθῆσαι τῷ προεστῶτι τοῦ καθ' ἡμῶν πολέμου ἔπειθέ με ὁμοίως ἀποσιωπᾶν πρὸς ἅπαντας, καὶ μήτε γράμματος φιλικοῦ μήτε τινὸς ὁμιλίας κατάρχειν, ἀλλ' ἐν ἡσυχίᾳ πέσσειν τὴν ἐμαυτοῦ λύπην. Ἐπειδὴ δὲ χρὴ μήτε πρὸς τὰς διαβολὰς ἀποσιωπᾶν, οὐχ ἵνα διὰ τῆς ἀντι λογίας ἡμᾶς αὐτοὺς ἐκδικῶμεν, ἀλλ' ἵνα μὴ συγχωρήσωμεν εὐοδωθῆναι τῷ ψεύδει καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ, ἀναγκαῖον ἐφάνη μοι καὶ τοῦτο προσθεῖναι τοῖς πᾶσι καὶ ἐπιστεῖλαι ὑμῶν τῇ συνέσει, εἰ καὶ ὅτι πρῴην κοινῇ παντὶ τῷ πρεσβυτερίῳ γράψαντες οὐδεμιᾶς παρ' ὑμῶν ἀπο κρίσεως ἠξιώθημεν. Μὴ κολακεύετε, ἀδελφοί, τοὺς τὰ πονηρὰ δόγματα ταῖς ψυχαῖς ὑμῶν ἐπάγοντας, μηδὲ κατα δέξησθε περιορᾶν ἐν γνώσει ὑμετέρᾳ τὸν λαὸν τοῦ Θεοῦ διὰ τῶν ἀσεβῶν διδαγμάτων καταστρεφόμενον. Σαβέλλιος ὁ Λίβυς καὶ Μάρκελλος ὁ Γαλάτης μόνοι ἐκ πάντων ἐτόλμησαν καὶ διδάξαι ταῦτα καὶ γράψαι ἅπερ νῦν παρ' ὑμῖν, ὡς ἴδια ἑαυτῶν εὑρήματα, ἐπιχειροῦσι προφέρειν οἱ καθηγούμενοι τοῦ λαοῦ βαμβαίνοντες τῇ γλώσσῃ καὶ οὐδὲ εἰς πιθανὴν κατασκευὴν ἀγαγεῖν τὰ σοφίσματα ταῦτα καὶ τοὺς παρα λογισμοὺς ἐξαρκοῦντες. Οὗτοι ῥητὰ καὶ ἄρρητα καθ' ἡμῶν δημηγοροῦσι καὶ πάντα τρόπον τὰς συντυχίας ἡμῶν ἐκκλί νουσι. Τίνος ἕνεκεν; Οὐχὶ τὸν ἐν τοῖς πονηροῖς ἑαυτῶν διδάγμασιν ἔλεγχον ὑφορώμενοι; Οἵ γε ἐπὶ τοσοῦτον ἡμῶν κατηναισχύντησαν ὥστε καὶ ὀνείρους τινὰς ἐφ' ἡμᾶς συμπλάσαι διαβάλλοντες ἡμῶν τὰς διδασκαλίας ὡς βλα βεράς· οἵ, κἂν πάντα τὰ τῶν φυλλοχόων μηνῶν φαντάσματα ταῖς ἑαυτῶν κεφαλαῖς ὑποδέξωνται, οὐδεμίαν ἡμῖν βλασ φημίαν δυνήσονται προστρίψασθαι, πολλῶν ὄντων ἐφ' ἑκάστης Ἐκκλησίας μαρτυρούντων τῇ ἀληθείᾳ. 207.2 Κἂν τὴν αἰτίαν ἐρωτηθῶσι τοῦ ἀκηρύκτου τούτου καὶ ἀσπόνδου πολέμου, ψαλμοὺς λέγουσι καὶ τρόπον μελῳδίας τῆς παρ' ὑμῖν κεκρατηκυίας συνηθείας παρηλ λαγμένον, καὶ τοιαῦτά τινα ἐφ' οἷς ἐχρῆν αὐτοὺς ἐγκα λύπτεσθαι. Ἐγκαλούμεθα δὲ ὅτι καὶ ἀνθρώπους ἔχομεν τῆς εὐσεβείας ἀσκητάς, ἀποταξαμένους τῷ κόσμῳ καὶ πάσαις ταῖς βιωτικαῖς μερίμναις ἃς ἀκάνθαις παρεικάζει ὁ Κύριος, εἰς καρποφορίαν ἐλθεῖν τὸν λόγον μὴ συγχω ρούσαις. Οἱ τοιοῦτοι τὴν νεκρότητα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσι καὶ ἄραντες τὸν ἑαυτῶν σταυρὸν ἕπονται τῷ Θεῷ. Ἐγὼ δὲ παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα καὶ ἔχειν ἄνδρας παρ' ἐμαυτῷ, ὑπ' ἐμοὶ διδασκάλῳ, τὴν ἄσκησιν ταύτην προελομένους Νῦν δὲ ἐν Αἰγύπτῳ μὲν ἀκούω τοιαύτην εἶναι ἀνδρῶν ἀρετήν, καὶ τάχα τινὲς καὶ ἐπὶ τῆς Παλαιστίνης τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν κατορ θοῦσιν. Ἀκούω δέ τινας καὶ ἐπὶ τῆς Μέσης τῶν ποταμῶν τελείους καὶ μακαρίους ἄνδρας. Ἡμεῖς δὲ παῖδές ἐσμεν πρός γε τὴν τῶν τελείων σύγκρισιν. Εἰ δὲ καὶ γυναῖκες εὐαγγελικῶς ζῆν προελόμεναι παρθενίαν μὲν γάμου προτι μῶσαι, δουλαγωγοῦσαι δὲ τὸ φρόνημα τῆς σαρκὸς καὶ ἐν πένθει ζῶσαι τῷ μακαριζομένῳ, μακάριαι τῆς προαιρέσεως, ὅπου ἂν ὦσι τῆς γῆς. Παρὰ δὲ ἡμῶν μικρὰ ταῦτα στοιχειουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν. Εἰ δέ τινα ἀκοσμίαν τῷ βίῳ τῶν γυναικῶν ἐπιφέρουσιν, ἀπολογεῖσθαι μὲν ὑπὲρ αὐτῶν οὐ καταδέχομαι. Ἐκεῖνο δὲ ὑμῖν διαμαρτύρομαι, ὅτι, ἃ μέχρι νῦν ὁ Σατανᾶς ὁ πατὴρ τοῦ ψεύδους εἰπεῖν οὐ κατεδέξατο, ταῦτα αἱ ἄφοβοι καρδίαι καὶ τὰ ἀχαλίνωτα στόματα φθέγγεται ἀδεῶς. Γινώσκειν δὲ ὑμᾶς βούλομαι ὅτι ἡμεῖς εὐχόμεθα καὶ ἀνδρῶν καὶ γυναικῶν συντάγματα ἔχειν, ὧν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, τῶν τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἳ οὐ μεριμνῶσι περὶ βρωμάτων καὶ ἐνδυμάτων, ἀλλ' ἀπερίσπαστοι ὄντες καὶ εὐπάρεδροι τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας προσμένουσι ταῖς δεήσεσιν. Ὧν τὸ στόμα οὐ λαλεῖ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ ψάλλουσιν ὕμνους τῷ Θεῷ ἡμῶν διηνεκῶς, ἐργαζόμε νοι ταῖς ἑαυτῶν χερσίν, ἵνα ἔχωσι μεταδιδόναι τοῖς χρείαν ἔχουσι. 207.3 Πρὸς δὲ τὸ ἐπὶ ταῖς ψαλμῳδίαις ἔγκλημα, ᾧ μάλιστα τοὺς ἁπλουστέρους φοβοῦσιν οἱ διαβάλλοντες ἡμᾶς, ἐκεῖνο εἰπεῖν ἔχω, ὅτι τὰ νῦν κεκρατηκότα ἔθη πάσαις ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις συνῳδά ἐστι καὶ σύμφωνα. Ἐκ νυκτὸςγὰρ ὀρθρίζει παρ' ἡμῖν ὁ λαὸς ἐπὶ τὸν οἶκον τῆς προσ ευχῆς, καὶ ἐν πόνῳ καὶ ἐν θλίψει καὶ συνοχῇ δακρύων ἐξομολογούμενοι τῷ Θεῷ, τελευταῖον ἐξαναστάντες τῶν προσευχῶν εἰς τὴν ψαλμῳδίαν καθίστανται. Καὶ νῦν μὲν διχῆ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μὲν τὴν μελέτην τῶν Λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δὲ καὶ τὴν προσοχὴν καὶ τὸ ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς διοικούμενοι. Ἔπειτα πάλιν ἐπιτρέψαντες ἑνὶ κατάρχειν τοῦ μέλους οἱ λοιποὶ ὑπηχοῦσι· καὶ οὕτως ἐν τῇ ποικιλίᾳ τῆς ψαλμῳδίας τὴν νύκτα διενεγκόντες μεταξὺ προσευχό μενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἐξ ἑνὸς στόματος καὶ μιᾶς καρδίας, τὸν τῆς ἐξομολογήσεως ψαλμὸν ἀναφέρουσι τῷ Κυρίῳ, ἴδια ἑαυτῶν ἕκαστος τὰ ῥή ματα τῆς μετανοίας ποιούμενοι. Ἐπὶ τούτοις εἰ ἡμᾶς ἀποφεύγετε, φεύξεσθε μὲν Αἰγυπτίους, φεύξεσθε δὲ Λιβύας ἀμφοτέρους, Θηβαίους, Παλαιστίνους, Ἄραβας, Φοίνικας, Σύρους καὶ τοὺς πρὸς τῷ Εὐφράτῃ κατῳκισμέ νους, καὶ πάντας ἁπαξαπλῶς παρ' οἷς ἀγρυπνίαι καὶ προσευχαὶ καὶ αἱ κοιναὶ ψαλμῳδίαι τετίμηνται. 207.4 Ἀλλ' οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρηγορίου. Ἀλλ' οὐδὲ αἱ λιτανεῖαι ἃς ὑμεῖς νῦν ἐπιτηδεύετε. Καὶ οὐ κατηγορῶν ὑμῶν λέγω· ηὐχόμην γὰρ πάντας ὑμᾶς ἐν δάκρυσι ζῆν καὶ μετανοίᾳ διηνεκεῖ, ἐπεὶ καὶ ἡμεῖς οὐδὲν ἕτερον ἢ λιτανεύομεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, πλὴν ὅσον οὐκ ἀνθρωπίνοις ῥήμασιν, ὥσπερ ὑμεῖς, ἀλλὰ τοῖς λογίοις τοῦ Πνεύματος τὸν Θεὸν ἡμῶν ἐξιλεούμεθα. Ὅτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστοῦ Γρηγορίου τίνας ἔχετε μαρτυρίας; Οἵ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε. Γρηγόριος οὐ κατεκαλύπτετο ἐπὶ τῶν προσ ευχῶν. Πῶς γάρ; Ὅ γε τοῦ Ἀποστόλου μαθητὴς γνήσιος τοῦ εἰπόντος· «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ», καὶ «Ἀνὴρ μὲν οὐκ ὀφείλει κατακαλύπτεσθαι εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων». Ἔφευγε τοὺς ὅρκους ἡ καθαρὰ ἐκείνη ψυχὴ καὶ ἀξία τῆς τοῦ Ἁγίου Πνεύματος κοινωνίας, ἀρκουμένη τῷ ναὶ καὶ τῷ οὒ διὰ τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως». Οὐκ ἠνείχετο εἰπεῖν τὸν ἀδελφὸν ἑαυτοῦ μωρὸν ἐκεῖνος· ἐφοβεῖτο γὰρ τὴν ἀπειλὴν τοῦ Κυρίου. Θυμὸς καὶ ὀργὴ καὶ πικρία ἐκ τοῦ στόματος ἐκείνου οὐκ ἐξεπορεύετο. Λοι δορίαν ἐμίσει ὡς εἰς βασιλείαν οὐρανῶν οὐκ εἰσάγουσαν. Φθόνος καὶ ὑπερηφανία τῆς ἀδόλου ψυχῆς ἐκείνης ἀπε λήλατο. Οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ πρὶν καταλλαγῆ ναι τῷ ἀδελφῷ. Ψευδῆ λόγον καὶ τεχνικὸν ἐπὶ διαβολῇ τινων μεμηχανημένον οὕτως ἐβδελύσσετο ὡς εἰδὼς ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου γεγέννηται καὶ ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Τούτων εἰ μηδέν ἐστιν ἐν ὑμῖν, ἀλλὰ καθαρεύετε πάντων· τῷ ὄντι ἐστὲ μαθηταὶ τοῦ μαθητοῦ τῶν ἐντολῶν τοῦ Κυρίου. Εἰ δὲ μή, σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε, περὶ μὲν ἤχου φωνῆς τοῦ κατὰ τὰς ψαλμῳδίας ἀκριβολογούμενοι, τὰς δὲ μεγίστας τῶν ἐντολῶν παραλύοντες. Εἰς τούτους με τοὺς λόγους ἤγαγεν ἡ ἀνάγκη τῆς ἀπολογίας, ἵνα διδαχθῆτε ἐκβάλλειν τὴν δοκὸν τῶν ὀφθαλμῶν ὑμῶν καὶ τότε ἐξαίρειν τὰ ἀλλότρια κάρφη. Πλὴν ἀλλὰ πάντα συγχωροῦμεν, εἰ καὶ ὅτι οὐδὲν ἀνεξέταστον παρὰ Θεῷ. Μόνον ἐρρώσθω τὰ προηγούμενα καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγάσατε. Τὰς ὑποστάσεις μὴ ἀθετεῖτε. Τὸ ὄνομα τοῦ Χριστοῦ μὴ ἀπαρνεῖσθε. Τὰς Γρηγορίου φωνὰς μὴ παρεξηγεῖσθε. Εἰ δὲ μή, ἕως ἂν ἐμπνέωμεν καὶ δυνώμεθα φθέγγεσθαι, ἀμήχα νον ἡμᾶς ἐπὶ τοσαύτῃ λύμῃ ψυχῶν σιωπᾶν.

208.τ ΕΥΛΑΓΚΙΩ

208.1 Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὢν καὶ μελέτην τοῦτο καὶ τέχνην ποιησάμενος, ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. Ἀλλ' ἔοικεν ἡ Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. Καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ, ἐπειδὴ ἡ μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς ὁ τῶν ἀκουόντων λόγος. Ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα δι' ἡμᾶς, οὐ τῶν δι' ἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. Ὁ αὐτὸς τοίνυν ἔσο καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς καὶ μεμνη μένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου. ∆ίκαιον δέ που τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας.

209.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΠΟΛΟΓΙΑ

209.1 Συνεκληρώθης ταῖς λύπαις καὶ τοῖς ὑπὲρ ἡμῶν ἀγῶσι. Τοῦτο δὲ ἀπόδειξιν ἔχει νεανικῆς ψυχῆς. Ὁ γὰρ τὰ ἡμέτερα οἰκονομῶν Θεὸς τοῖς τὰ μεγάλα διαφέρειν δυνα μένοις ἀγωνίσματα μείζονας ὑποθέσεις εὐδοκιμήσεων προξε νεῖ. Καὶ σὺ τοίνυν βάσανον τῆς περὶ τοὺς φίλους ἀρετῆς, ὥσπερ τὴν κάμινον τῷ χρυσίῳ, τὸν σαυτοῦ βίον προέθηκας. Εὐχόμεθα οὖν τῷ Θεῷ καὶ τοὺς λοιποὺς βελτίους γενέσθαι καί σε ὅμοιον ἑαυτῷ διαμεῖναι· καὶ τὰ τοιαῦτα ἐγκαλοῦντα μὴ παύσασθαι οἷα νῦν ἐνεκάλεσας, τὴν τῶν γραμμάτων ἔνδειαν ἀντὶ μεγίστης ἀδικίας ἡμῖν προφέρων. Φίλου γὰρ τὸ ἔγκλημα, καὶ ἀνάμενε τὸ τὰ τοιαῦτα ἀπαιτεῖν ὀφλήματα. Οὐ γὰρ οὕτω τις ἄτοπός εἰμι φιλίας χρήστης.

210.τ ΤΟΙΣ ΚΑΤΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΝ ΛΟΓΙΩΤΑΤΟΙΣ

210.1 Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν οὐδὲ τὰς αἰτίας λέγειν δι' ἃς ἐγὼ νῦν ἐπὶ τῶν τόπων εἰμὶ τούτων. Καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα τοσούτων μαρτύρων ἄξιον. Ἀλλ' οἶμαι, οὐχ ἃ βουλόμεθα ποιοῦμεν, ἀλλ' ἐφ' ἃ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι, ἐπεὶ ἔμοιγε τὸ παντε λῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. Ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύληται, καί εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ διδασκο μένους, ἀλλ' αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. Ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τήθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατε χουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν παρέξων πράγματα, ἀλλ' ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυ μίαν. 210.2 Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν καὶ ὀνειρο σκόπους μισθοῦσθαι καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; Ἐγὼ γάρ, εἰ καὶ παρ' ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας παρεστησάμην. Καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς ἡ πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρ' ὑμῖν ἀνδρῶν, οἱ ἐν τέλει· μετὰ δὲ ταῦτα ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς· τί μὲν οὐχὶ διδόντες; Τί δὲ οὐχ ὑπισχνούμενοι; Ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν. Πῶς οὖν ὁ τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἄκλητος εἰσωθίζεσθαι; Πῶς δὲ ὁ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον νῦν διώκειν τοὺς διαβάλλοντας; Μὴ οἰηθῆτε, ὦ ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. Οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη οὔτε Ἐκκλησίᾳ παραβάλοι ᾗ τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰάκων καθεζόμε νοι ἐμποιοῦσι. Πόθεν γὰρ γέγονε θορύβου πλήρης ἡ πόλις, ὅτε οἱ μὲν ἔφευγον οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν οὐδενὸς ἐπιόντος, χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; Πόθεν ἄλλοθεν ταῦτα; Ἢ οὐχὶ καὶ παιδὶ γνώριμον ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; Ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς λέγειν, ὑμῖν δὲ συνορᾶν καὶ πάνυ ῥᾴδιον. Ὅταν γὰρ ἡ μὲν πικρία καὶ ἡ διάστασις μηδεμίαν ἔχῃ ὑπερβολὴν εἰς χαλεπότητα, ἡ δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ κατα γέλαστος ᾖ, δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. Οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεσ τιν. Ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι ἐκλαλῆ σαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. Τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα. Εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγ μασι. Τὴν δὲ ἀληθεστάτην αἰτίαν δι' ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. Ἀλλ' ἀκούσατε. 210.3 Πίστεως διαστροφὴ παρ' ὑμῖν μελετᾶται ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπ' ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου οὗ τὰ διδάγματα ἔναυλά ἐστιν ἔτι καὶ νῦν ὑμῖν δηλονότι. Τὸ γὰρ τοῦ Σαβελλίου κακὸν πάλαι μὲν κινηθέν, κατασβεσθὲν δὲ παρὰ τῶν Πατέρων, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθ' ἡμῶν ὀνείρους πλάττοντες. Ἀλλ' ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ὁ ἐκ τῆς κραιπά λης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαϊσμός ἐστιν ὁ Σαβελλισμὸς ἐν προσ χήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγό μενος. Ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ ἢ οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; Ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾅδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. Παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. Λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσ θαι τοὺς παρ' ὑμῖν σοφοὺς καὶ λέγειν ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί, καὶ ἐπὶ τούτῳ γάνυσθαι μὲν καὶ μέγα φρονεῖν ὡς ἐπὶ οἰκείῳ εὑρήματι. Εἴρηται γάρ, φησίν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε». Καὶ διὰ τὸ εἰρῆσθαι· «Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. Οὐ γὰρ εἴρηται ὅτι εἰς τὰ ὀνόματα, ἀλλ' εἰς τὸ ὄνομα. 210.4 Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφ' αἵματος ἡμε τέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζων τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφ' ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. Ἐντεῦθεν γὰρ ἡμᾶς ὁ Ἀνόμοιος σπαράσσει, ἑτέρωθεν δέ, ὡς ἔοικεν, ὁ Σαβέλλιος. Ἀλλ' ὑμᾶς παρακαλῶ τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν· εἰδέναι δὲ ὅτι ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον «Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς». Πρὸς δὲ τὸ ὅτι «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου», ἐκεῖνο εἰδέναι χρὴ ὅτι ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα ταῦτα λέγει. Εἰ δὲ εἴρηται· «Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι. Ὡς γὰρ ὁ εἰπὼν Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς συλλαβῆς· οὕτως ὁ εἰπὼν «ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος», τρία εἰπὼν συνέπλεξεν αὐτὰ τῷ συνδέσμῳ, ἑκάστῳ ὀνόματι ἴδιον ὑποβεβλῆσθαι τὸ σημαι νόμενον ἐκδιδάσκων, διότι πραγμάτων ἐστὶ σημαντικὰ τὰ ὀνόματα. Τὰ δὲ πράγματα ἰδιάζουσαν καὶ αὐτοτελῆ τὴν ὕπαρξιν ἔχειν οὐδεὶς τῶν καὶ μικρὸν μετεχόντων τοῦ φρο νεῖν ἀμφιβάλλει. Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος φύσις μὲν ἡ αὐτὴ καὶ θεότης μία, ὀνόματα δὲ διάφορα περιωρισμένας καὶ ἀπηρτισμένας τὰς ἐννοίας ἡμῖν παρισ τῶντα. Ἀμήχανον γάρ, μὴ ἐν τοῖς ἑκάστου ἰδιώμασι τὴν διάνοιαν γενομένην ἀσύγχυτον, δυνηθῆναι Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὴν δοξολογίαν ἀποπληρῶσαι. Ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα μηδὲ διδάσκειν οὕτω, κατώρθωται ἡμῖν τὰ σπουδαζόμενα. Καίτοι χαλεπὴν αὐτοῖς οὖσαν ὁρῶ τὴν ἄρνησιν, διὰ τὸ πολλοὺς ἔχειν τῶν λόγων τούτων τοὺς μάρτυρας. Πλὴν ἀλλ' οὐ σκοποῦμεν τὰ παρελθόντα, τὰ παρόντα μόνον ὑγιαινέτωσαν. Ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμένωσιν, ἀνάγκη καὶ πρὸς ἄλλας Ἐκκλησίας ἐκβοῆσαι ἡμᾶς τὴν καθ' ὑμᾶς συμφορὰν καὶ ποιῆσαι παρὰ πλειόνων ἐπισκόπων γράμματα ὑμῖν ἀφικέσθαι, τὸ μέ γεθος τοῦτο τῆς ὑποκατασκευαζομένης ἀσεβείας καταρ ρηγνύντα. Ἢ γὰρ προὔργου τι ἔσται εἰς τὴν σπουδὴν ἢ πάντως ἡ παροῦσα διαμαρτυρία ἀφίησιν ἡμᾶς τῆς αἰτίας ἐπὶ τοῦ Κριτηρίου. 210.5 Ἤδη δὲ καὶ ἐν συντάγμασιν οἰκείοις κατεβάλοντο τοὺς λόγους τούτους· οὕσπερ καὶ ἀπέστειλαν πρῶτον τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Μελετίῳ τῷ ἐπισκόπῳ καὶ λαβόντες παρ' αὐτοῦ τὰς προσηκούσας ἀποκρίσεις, ὡς αἱ τῶν τερά των μητέρες ἐπαισχυνόμεναι τοῖς πηρώμασι τῆς φύσεως, οὕτω καὶ αὐτοὶ τὰς αἰσχρὰς ἑαυτῶν ὠδῖνας τῷ προσήκοντι σκότῳ κατακρύψαντες τιθηνοῦνται. Καθῆκαν δέ τινα πεῖραν δι' ἐπιστολῆς καὶ πρὸς τὸν ὁμόψυχον ἡμῶν Ἄνθιμον τὸν Τυάνων ἐπίσκοπον, ὡς ἄρα Γρηγορίου εἰπόντος ἐν ἐκθέσει πίστεως Πατέρα καὶ Υἱὸν ἐπινοίᾳ μὲν εἶναι δύο, ὑποστάσει δὲ ἕν. Τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλ' ἀγωνιστικῶς ἐν τῇ πρὸς Γελιανὸν ∆ιαλέξει, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες. Ἐν ᾗ πολλὰ τῶν ἀπογραψαμένων ἐστὶ σφάλματα, ὡς ἐπ' αὐτῶν τῶν λέξεων δείξομεν ἡμεῖς, ἐὰν ὁ Θεὸς θέλῃ. Ἔπειτα μέντοι τὸν Ἕλληνα πείθων οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα, ἀλλ' ἔστιν ὅπη καὶ συνδιδόναι τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνοι πρὸς τὰ καίρια. ∆ιὸ δὴ καὶ πολλὰς ἂν εὕροις ἐκεῖ φωνὰς τὰς νῦν τοῖς αἱρετικοῖς μεγίστην ἰσχὺν παρεχομένας, ὡς τὸ κτίσμα καὶ τὸ ποίημα καὶ εἴ τι τοιοῦτον. Πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα εἰς τὸν περὶ τῆς θεότητος ἀναφέρουσι λόγον οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες, ὁποῖόν ἐστι καὶ τοῦτο τὸ παρὰ τούτων περιφερόμενον. Εὖ γὰρ εἰδέναι χρὴ ὅτι ὥσπερ ὁ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει, οὕτως ὁ τὸ ἰδιάζον τῶν ὑπο στάσεων μὴ διδοὺς εἰς τὸν Ἰουδαϊσμὸν ὑποφέρεται. ∆εῖ γὰρ τὴν διάνοιαν ἡμῶν οἱονεὶ ἐπερεισθεῖσαν ὑποκειμένῳ τινὶ καὶ ἐναργεῖς αὐτοῦ ἐντυπωσαμένην τοὺς χαρακτῆρας, οὕτως ἐν περινοίᾳ γενέσθαι τοῦ ποθουμένου. Μὴ γὰρ νοήσαντας τὴν πατρότητα μηδὲ περὶ ὃν ἀφώρισται τὸ ἰδίωμα τοῦτο ἐνθυμηθέντας, πῶς δυνατὸν Θεοῦ Πατρὸς ἔννοιαν παραδέξασθαι; Οὐ γὰρ ἐξαρκεῖ διαφορὰς προσώ πων ἀπαριθμήσασθαι, ἀλλὰ χρὴ ἕκαστον πρόσωπον ἐν ὑποστάσει ἀληθινῇ ὑπάρχον ὁμολογεῖν. Ἐπεὶ τόν γε ἀνυπόστατον τῶν προσώπων ἀναπλασμὸν οὐδὲ Σαβέλλιος παρῃτήσατο, εἰπὼν τὸν αὐτὸν Θεόν, ἕνα τῷ ὑποκειμένῳ ὄντα πρὸς τὰς ἑκάστοτε παραπιπτούσας χρείας μετα μορφούμενον, νῦν μὲν ὡς Πατέρα, νῦν δὲ ὡς Υἱόν, νῦν δὲ ὡς Πνεῦμα Ἅγιον διαλέγεσθαι. Ταύτην πάλαι κατασβεσθεῖ σαν τὴν πλάνην ἀνανεοῦνται νῦν οἱ τῆς ἀνωνύμου ταύτης αἱρέσεως ἐφευρεταί, οἱ τὰς ὑποστάσεις ἀθετοῦντες καὶ τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπαρνούμενοι. Οὕς, ἐὰν μὴ παύσωνται λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὀδύρεσθαι χρὴ μετὰ τῶν ἀρνησιχρίστων. 210.6 Ταῦτα ἀναγκαίως ὑμῖν διεστειλάμεθα, ἵνα τὰς ἀπὸ τῶν πονηρῶν διδαγμάτων βλάβας φυλάξησθε. Τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρ' ὑμῖν ὀνειροσκόποι φασί, ταῦτά ἐστι καὶ κώνειον καὶ ἀκόνιτον καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. Ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὕς, εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκο τουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύ ματος τὰς ἐλλάμψεις. Οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφη τεία, ὥς φησι Ζαχαρίας· «Κύριος ἐποίησε φαντασίαν καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν». Οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἡσαΐαν ἐνυπνιαζόμενοι κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Καὶ ἔστι πνεῦμα ψευδὲς ὃ ἐν τοῖς ψευδοπροφήταις γενόμενον Ἀχαὰβ ἐξηπάτησε. Ταῦτα εἰδότας ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. Ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθεὶς οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ οὐδὲ ἀράσασθαι τὸν Ἰσραὴλ ὃν οὐκ ἀρᾶται Κύριος. Εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις. Εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρ' αὐτοῦ φαν τάσματα τῶν σωτηρίων διδαγμάτων.

211.τ ΟΛΥΜΠΙΩ

211.1 Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητός σου ἡδίων ἐμαυτοῦ καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθὼν αὐτόν σε ἔδοξα καθορᾶν. Οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες οὕτω διέθηκαν ὥστε ἐπιλαθέσθαι με τοῦ παρ' ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶ λαι καὶ ὀνειροκάπηλοι εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐ τοὺς χάριν καθ' ἡμῶν περιφέρουσιν. Ἐπιστολὰς δὲ τὰς μὲν ἔγραψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς. Μόνον εἴη τι ὄφελος παρ' αὐτῶν τοῖς λαμβάνουσιν.

212.τ ΙΛΑΡΙΩ

212.1 Ἐμὲ δὲ τί οἴει πεπονθέναι ἢ τίνα γνώμην ἔχειν, ἐπειδὴ ἐπεδήμησα μὲν τῷ ∆αζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; Οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ὃ ἔσχον περὶ σὲ εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν ὡς φιλαλήθη ψυχὴν ὑγιὲς τῶν πραγμά των τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. Καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. Σὲ δὲ καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι καθορᾶν τὴν ἀλήθειαν. Καὶ γὰρ αἰσθάνομαί σου μὴ πα ρέργως ἔχοντος πρὸς τὰ τῶν Ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολήν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς ὁ παρα λαβὼν ὥστε διακομίσαι ἡδέως ἂν μάθοιμι, ὥστε εἰδέναι τὸν ἀδικήσαντα. Οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων. 212.2 Πόσου πότ' ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου, ὑπὲρ τοῦ γνωρίσαι με σοὶ τὰ λυποῦντά με (φέρει γάρ, ὡς οἶδας, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζητουμένων, οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλ' αὐτὸν δι' ἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα καὶ ἐπεξιόντα; Οἱ γὰρ ἔμψυχοι λόγοι δρα στικωτέραν τε ἔχουσι τὴν πειθώ, πρός τε τὸ εὐεπιχεί ρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί. Καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενί, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρ' ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα μετὰ τῶν ἀνθρώπων ὁρῶντες ὡς μεῖζόν τι ὄντας ἢ κατὰ ἄνθρωπον, οὗτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν καὶ ἐπ' αὐτοῖς διαβάλλειν ταῖς ἀδελφότησιν, ὡς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι. Τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν, νῦν, καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ ὅτι καὶ θαλάσσης, διατεθρύλημαι. Οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς Ἐκκλησίαις ἐπάγοντες πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν. Οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἀρχῶν ἐκείνων ὡρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες, διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις ἐφ' ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς, εἰ καὶ ὅτι ὁ Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε. Ταῦτα πῶς οὐ λυπηρά; Πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; Ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν τὴν ἀσθένειαν τῆς σαρκός, ὑφ' ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Σὲ δὲ ἐπὶ τοῖς πάθεσι τοῦ σώματος παρακαλῶ μεγαλοφυῶς καὶ ἀξίως τοῦ καλέ σαντος ἡμᾶς Θεοῦ διακεῖσθαι· ὅς, ἐὰν ἴδῃ ἡμᾶς μετ' εὐχαριστίας δεξαμένους τὰ παρόντα, ἢ ἐπανήσει τὰ λυποῦντα, ὡς ἐπὶ τοῦ Ἰώβ, ἢ τοῖς μεγάλοις στεφάνοις τῆς ὑπομονῆς ἀμείψεται ἐν τῇ μετὰ ταύτην τὴν ζωὴν ἡμῶν καταστάσει.

213.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝ∆ΡΙ ΕΥΣΕΒΕΙ

213.1 Κύριος ὁ παρασχόμενός μοι ταχεῖαν ἐπὶ ταῖς θλίψεσι τὴν ἀντίληψιν αὐτός σοι τῆς ἀναπαύσεως ἣν ἀνέπαυσας ἡμᾶς ἐν τῇ παρούσῃ διὰ τοῦ γράμματος ἐπισκέψει πα ράσχοιτο τὴν ἀντίληψιν, τῇ ἀληθινῇ καὶ μεγάλῃ εὐφροσύνῃ τοῦ πνεύματος τὸν ἐπὶ τῇ παρακλήσει μισθὸν τῆς ταπει νώσεως ἡμῶν ἀποπληρῶν. Ἔτυχον γάρ πως τὴν ψυχὴν κεκακωμένος, ἐν πολυανθρώπῳ συλλήψει κτηνώδη τινὰ καὶ παντελῶς ἄλογον τοῦ λαοῦ καταμαθὼν ῥᾳθυμίαν καὶ τῶν ἀγόντων αὐτοὺς παλαιὰν καὶ δυσδιόρθωτον συνήθειαν τοῦ κακοῦ. Ἐπεὶ δὲ εἶδον τὰ γράμματα καὶ τὸν ἐν αὐτοῖς τῆς ἀγάπης θησαυρόν, ἐπέγνων ὅτι ἐπέλαμψεν ἡμῖν τοῖς ἐν πικρίᾳ ζῶσι γλυκεῖαν παραμυθίαν ὁ οἰκονομῶν τὰ ἡμέτερα. ∆ιὸ καὶ ἀντιφθέγγομαί σου τὴν ὁσιότητα παρακαλῶν τὴν συνήθη παράκλησιν, μὴ διαλιπεῖν σε εὐχόμενον ὑπὲρ τῆς ἐλεεινῆς μου ζωῆς, μήποτε τῇ φαντασίᾳ τοῦ βίου τούτου καταβαπτισθεὶς ἐπιλάθωμαι μὲν τοῦ Θεοῦ, τοῦ ἐγείροντος ἀπὸ γῆς πτωχόν, ἔπαρσιν δέ τινα παθὼν εἰς κρίμα ἐμπέσω τοῦ διαβόλου, ῥᾳθυμήσας δὲ τῆς οἰκονομίας καθεύδων ὑπὸ τοῦ ∆εσπότου καταληφθῶ, ἢ καὶ διὰ τῶν βλαβερῶν ἔργων προστιθεὶς καὶ τύπτων τὴν συνείδησιν τῶν συνδούλων, ἢ καὶ μετὰ τῶν μεθυόντων γινόμενος, ἐν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ πάθω τὰ τοῖς πονηροῖς τῶν οἰκονόμων ἠπειλημένα. Παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προ σευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν, ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ ἐν τῇ ἀποκαλύψει τῶν κρυπτῶν τῆς καρδίας ἡμῶν κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. 213.2 Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατ' ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον ἐπὶ προφάσει δὴ τῆς εἰρήνης· καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τῶν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν Ἐκκλησιῶν συναγαγόντα μετ' αὐτῶν ὁρμῆσαι πρὸς τὸν Βασιλέα. Ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει. Τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μή τι αὐτὸς συμβουλεύσεις. Ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλήν, ὥστε κρατυνθῆναι τὴν γνώμην. ∆ιὸ παρακαλῶ θᾶττον ἡμῖν διά τινος τῶν σπουδαίων ἀδελφῶν τὸ παραστὰν τῇ τελειότητί σου καὶ ἐνθέῳ συνέσει φανερωθῆναι.

214.τ ΠΡΟΣ ΤΕΡΕΝΤΙΟΝ ΚΟΜΗΤΑ

214.1 Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν (εἰρήσεται γὰρ τἀληθές) λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστὶν ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ἐπιστρέφειν. Ἔπειτα εἰς ἔννοιαν ἐλθόντες ὅτι τάχα ὁ Κύριος βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθ' ἡμᾶς Ἐκκλησίας συνέ χουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φα νῆναι, καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου. 214.2 Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. Πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοὴ ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονται τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως, ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου τοῦ ἐπισκόπου. Οὓς καὶ γράμματα ἀκούω νῦν τῶν ∆υτικῶν περιφέρειν αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν Ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. Καὶ οὐ θαυμάζω τοῦτο. Οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα, οἱ δὲ καὶ δοκοῦντες εἰδέναι φιλονεικότερον μᾶλλον ἢ ἀληθέστε ρον αὐτοῖς ἐξηγοῦνται. Πλὴν ἀλλ' ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἀγνοεῖν τὴν ἀλήθειαν ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν δι' ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτα τος ἐπίσκοπος Ἀθανάσιος. Τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενό μενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι παρακαλοῦμεν ὑπ' αὐτῶν διδαχθῆναι. Πλὴν ἀλλ' ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα. Κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθεύειν αὐτὴν δι' αὐτῶν τῶν ἔργων βεβαιουμέ νην. Οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθα ἑαυτοὺς πεῖσαί ποτε ἢ Μελέτιον ἀγνοῆσαι ἢ τῆς ὑπ' αὐτὸν Ἐκκλησίας ἐπιλαθέσθαι ἢ τὰ ζητήματα ὑπὲρ ὧν ἐξ ἀρχῆς ἡ διάστα σις γέγονε, μικρὰ ἡγήσασθαι καὶ ὀλίγην ἔχειν νομίσαι διαφορὰν πρὸς τὸν τῆς εὐσεβείας σκοπόν. Ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος ἐπ' αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι, ἀλλ' οὐδ' ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων. 214.3 Ἐνθυμήθητι γάρ, ὦ θαυμάσιε, ὅτι οἱ παραχαράκται τῆς ἀληθείας, οἱ τὸ Ἀρειανὸν σχίσμα τῇ ὑγιεῖ τῶν Πατέρων ἐπεισάγοντες πίστει, οὐδεμίαν ἄλλην αἰτίαν προβάλλονται τοῦ μὴ παραδέχεσθαι τὸ εὐσεβὲς τῶν Πατέ ρων δόγμα ἢ τὴν τοῦ ὁμοουσίου διάνοιαν, ἣν αὐτοὶ πονη ρῶς καὶ ἐπὶ διαβολῇ τῆς πίστεως ἐξηγοῦνται λέγοντες τὸν Υἱὸν κατὰ τὴν ὑπόστασιν ὁμοούσιον λέγεσθαι παρ' ἡμῶν. Οἷς ἐάν τινα δῶμεν ἀφορμὴν ἐκ τοῦ περιφέρεσθαι τοῖς δι' ἁπλότητα μᾶλλον ἢ διὰ κακίαν ταῦτα ἢ τὰ τούτοις παραπλήσια λέγουσιν, οὐδὲν κωλύει καὶ ἡμᾶς ἀναντιρρή τους μὲν δοῦναι καθ' ἑαυτῶν τὰς λαβάς, ἰσχυρὰν δὲ ἐκείνοις κατασκευάσαι τὴν αἵρεσιν, οἷς μία μελέτη ἐστὶν ἐν τοῖς ἐπὶ τῆς Ἐκκλησίας λόγοις οὐ τὰ ἑαυτῶν κατασκευάζειν, ἀλλὰ τὰ ἡμέτερα διαβάλλειν. Τίς δ' ἂν γένοιτο τῆς διαβολῆς ταύτης χαλεπωτέρα καὶ μᾶλλον δυναμένη τοὺς πολλοὺς διασαλεῦσαι, ἢ εἰ φανείησάν τινες ἐξ ἡμῶν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος μίαν ὑπόστασιν λέγοντες, οἳ κἂν πάνυ τὸ τῶν προσώπων διά φορον ἐναργῶς δογματίζωσιν, ἀλλ' οὖν τῷ παρὰ τοῦ Σα βελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος· ἕνα μὲν εἶναι τῇ ὑποστάσει τὸν Θεόν, προσωποποιεῖσθαι δὲ ὑπὸ τῆς Γραφῆς διαφόρως κατὰ τὸ ἰδίωμα τῆς ὑποκειμένης ἑκάστοτε χρείας, καὶ νῦν μὲν τὰς πατρικὰς ἑαυτῷ περιτι θέναι φωνάς, ὅταν τούτου καιρὸς ᾖ τοῦ προσώπου, νῦν δὲ τὰς Υἱῷ πρεπούσας, ὅταν πρὸς τὴν ἡμετέραν ἐπιμέ λειαν ἢ πρὸς ἄλλας τινὰς οἰκονομικὰς ἐνεργείας ὑπο βαίνῃ, νῦν δὲ τὸ τοῦ Πνεύματος ὑποδύεσθαι πρόσωπον, ὅταν ὁ καιρὸς τὰς ἀπὸ τοῦ τοιούτου προσώπου φωνὰς ἀπαιτῇ· ἐὰν οὖν καὶ παρ' ἡμῖν φανῶσί τινες ἓν τῷ ὑποκειμένῳ Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα λέγον τες, τρία δὲ πρόσωπα τέλεια ὁμολογοῦντες, πῶς οὐχὶ σαφῆ καὶ ἀναντίρρητον δόξουσι παρέχεσθαι τὴν ἀπόδειξιν τοῦ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ ἡμῶν; 214.4 Περὶ δὲ τοῦ ὅτι ὑπόστασις καὶ οὐσία οὐ ταὐτόν ἐστι, καὶ αὐτοί, ὡς νομίζω, ὑπεσημήναντο οἱ ἀπὸ τῆς ∆ύσεως ἀδελφοὶ ἐν οἷς τὸ στενὸν τῆς ἑαυτῶν γλώττης ὑφορώμενοι τὸ τῆς οὐσίας ὄνομα τῇ Ἑλλάδι φωνῇ παραδεδώκασιν, ἵνα, εἴ τις εἴη διαφορὰ τῆς ἐννοίας, σώζοιτο αὕτη ἐν τῇ εὐκρινεῖ καὶ ἀσυγχύτῳ διαστάσει τῶν ὀνομάτων. Εἰ δὲ δεῖ καὶ ἡμᾶς τὸ δοκοῦν ἡμῖν ἐν βραχεῖ εἰπεῖν, ἐκεῖνο ἐροῦμεν ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. Ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνά ἐστι καὶ ὁ δεῖνα. Οὕτω κἀκεῖ ὁ μὲν τῆς οὐσίας λόγος κοινός, οἷον ἡ ἀγαθότης, ἡ θεότης, ἢ εἴ τι ἄλλο νοοῖτο· ἡ δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος ἢ τῆς υἱότητος ἢ τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται. Εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ πρόσωπα, αὐτόθεν ἔχει ὁ λόγος τὴν ἀτοπίαν· εἰ δὲ ἐν ὑποστάσει αὐτὰ εἶναι ἀληθινῇ συγχωροῦσιν, ὃ ὁμολογοῦσι, καὶ ἀριθ μείτωσαν, ἵνα καὶ ὁ τοῦ ὁμοουσίου λόγος διαφυλαχθῇ ἐν τῇ ἑνότητι τῆς θεότητος καὶ ἡ τῆς εὐσεβείας ἐπί γνωσις Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων ὑποστάσει κηρύσσηται. Ὅμως δὲ ἐκεῖνο βούλομαι πεπεῖσθαι τὴν σεμνότητά σου, ὅτι καὶ σὲ καὶ πάντα τὸν παραπλησίως σοι τῆς ἀληθείας φροντίζοντα καὶ τοὺς ὑπὲρ τῆς εὐσε βείας ἀγωνιζομένους μὴ ἀτιμάζοντα ἀναμένειν δεῖ κα θηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν Ἐκκλησιῶν, οὓς ἐγὼ στύλους καὶ ἑδραίωμα τῆς ἀληθείας τίθεμαι, καὶ τοσούτῳ πλέον αὐτοὺς αἰδοῦμαι ὅσῳ ἂν μακρότερον ἐξοικισθῶσιν ἀντὶ τιμωρίας αὐτοῖς ἐπαγομένου τοῦ χωρισμοῦ. Παρακαλῶ οὖν, φύλαξον ἡμῖν σεαυτὸν ἀπρόληπτον, ἵν' ἔχωμέν σοι ἐπαναπαύεσθαι ὃν ἐν πᾶσιν ἡμῖν ὁ Θεὸς βακτηρίαν καὶ ἔρεισμα ἐχαρίσατο.

215.τ ∆ΩΡΟΘΕΩ ΠΡΕΣΒΥΤΕΡΩ

215.1 Εὐθὺς ἐπιτυχὼν ἀφορμῆς ἐπέστειλα τῷ θαυμασιωτάτῳ ἀνδρὶ Τερεντίῳ τῷ κόμητι, λογισάμενος ἀνυποπτότερον εἶναι τὸ διὰ ξένων αὐτῷ γράφειν περὶ τῶν προκειμένων καὶ ἅμα βουλόμενος μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον. Τῷ διαψη φιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημοσίῳ δρόμῳ ὁδεύοντι ᾧ καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα. Τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντι νουπόλεως μέχρι τῶν καθ' ἡμᾶς ὅρων πολεμίων πεπληρω μένης. Εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός· μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν ὁ θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ὁ ἀδελφός. Ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς Ἐκκλησίας, καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ, τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς παρὰ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει θωπείας ἀνελευθέρου τὸ ἦθος;

216.τ ΜΕΛΕΤΙΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ

216.1 Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον. Καὶ γὰρ μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι. Κἀκεῖθεν ἡ ἐπὶ τὸν Πόντον ἡμᾶς διεδέξατο ἀποδημία, ἱκανῶς τὸν ∆αζιμῶνα ταράξαντος τοῦ Εὐσταθίου καὶ πολλοὺς ἀναπείσαντος τῶν ἐκεῖ ἀποσχισθῆναι τῆς Ἐκκλησίας ἡμῶν. Ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου τοῦ ἀδελφοῦ ἡμῶν, ὃ διὰ τὸ προσεγ γίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν. Οἱ μὲν γὰρ ἔφευγον οὐδενὸς διώκοντος, ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρ' αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι. Ἐπεὶ δὲ ἐπανήλθομεν ἐκ τῶν ὄμβρων καὶ τῶν ἀθυμιῶν πολλὴν ἀρρωστίαν συνα γαγόντες, εὐθὺς ἡμᾶς ἐκ τῆς Ἀνατολῆς κατέλαβε γράμ ματα σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς ∆ύσεως ἐπιστολάς τινας ὥσπερ τινὸς ἀρχῆς συνθήματα κεκομίσθαι, καὶ μέγα φρονεῖν τοὺς στασιαστὰς τοῦ μέρους ἐκείνου καὶ ἐπαγάλλεσθαι τοῖς γράμμασιν, εἶτα καὶ πίστιν προτεί νεσθαι καὶ ἐπὶ ταύτῃ ἑτοίμως ἔχειν συνάπτεσθαι τῇ καθ' ἡμᾶς Ἐκκλησίᾳ. Πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλη ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα Τερέντιον, ᾧ ταχέως ἐπέστειλα καθ' ὅσον ἦν μοι δυνατόν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς καὶ διδάσκων τὴν κατ' αὐτοὺς ἀπάτην.

217.τ ΑΜΦΙΛΟΧΙΩ ΠΕΡΙ ΚΑΝΟΝΩΝ

Ἀπὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν (ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν, καὶ κατ' ἐπίσκεψιν τῶν ἐπιτηδείων) καὶ τὸ σῶμά μου συντετριμμένον ἐπα ναγαγὼν καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα. Ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν ποιοῦμαι τὴν συντυχίαν σου, ἣν οἰκονομήσειεν ὁ Ἅγιος γενέσθαι ὅπου ἀνε παχθὲς ᾗ καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ. Καὶ γὰρ οὐ χαλεπόν μοι, εἰ καταλάβοις τὸν οἶκον τὸν ἐπὶ τῆς Εὐφημιάδος, γενέσθαι ὁμοῦ τά τε ὧδε ὀχληρὰ διαφεύγοντι καὶ πρὸς τὴν ἀνυπόκριτόν σου ἀγάπην ἐπειγομένῳ. Τάχα δέ μοι καὶ ἄλλως ἀναγκαίαν ποιεῖ τὴν μέχρι Ναζιανζοῦ ὁδὸν ἡ ἀθρόα τοῦ θεοφιλεστάτου ἐπισκόπου Γρηγορίου ἀναχώρησις, μετὰ ποίας αἰτίας γενομένη ἀγνοουμένη μέχρι τοῦ νῦν. Ὁ δὲ ἄνθρωπος, περὶ οὗ κἀγὼ ἤμην διαλεχθεὶς τῇ τελειότητί σου καὶ αὐτὸς νῦν ἤλπισας ἕτοιμον εἶναι, γίνωσκε ὅτι μακρᾷ ἀρρωστίᾳ περιπεσὼν καὶ κάμνων λοιπὸν περὶ αὐτὰς τὰς ὄψεις, ἐκ τοῦ παλαιοῦ πάθους καὶ τῆς ἔναγχος αὐτῷ ἐπισυμβάσης νόσου παντελῶς ἄχρηστος πρὸς τὰς τυχούσας ἐνεργείας ἀπέμεινεν. Ἄλλος δὲ οὐκ ἔστι παρ' ἡμῖν. Ὥστε βέλτιον, εἰ καὶ ἡμῖν ἐπέτρεψαν τὸ πρᾶγμα, ἀλλ' οὖν ἐξ αὐτῶν ἐκείνων τινὰ προβληθῆναι. Καὶ γὰρ ἡγεῖσθαι χρὴ ταῦτα μὲν τῆς ἀνάγκης εἶναι τὰ ῥήματα, τὴν δὲ ψυχὴν αὐτῶν ἐκεῖνο βούλεσθαι ὅπερ ἐξ ἀρχῆς ἐπεζήτησαν, οἰκεῖον εἶναι τὸν καθηγούμενον. Εἰ δέ ἐστί τις τῶν νεοφω τίστων, κἂν δοκῇ τῷ Μακεδονίῳ κἂν μή, ἐκεῖνος προ βληθήτω. Τυπώσεις δὲ αὐτὸν πρὸς τὸ δέον, τοῦ ἐν πᾶσι συνεργοῦντός σοι Κυρίου καὶ τὴν εἰς τοῦτο χάριν παρε χομένου. Τὸ κατὰ τοὺς κληρικοὺς ἀδιορίστως οἱ κανόνες ἐξέθεντο κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρί ζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν εἴτε καὶ ἀχειροθέτῳ ὑπηρεσίᾳ προσκαρ τεροῖεν. Ἡ τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα, εἰ μὲν οὖν δυναμένη περισώσασθαι κατεφρόνησεν ἢ συγκαλύψειν τὴν ἁμαρτίαν ἐντεῦθεν νομίζουσα ἢ ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω. Εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι καὶ δι' ἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ ἡ μήτηρ. Ἡ χήρα δούλη τάχα οὐ μέγα ἔπταισεν, ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς. Ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή. Οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλ' ἡ προαίρεσις. ∆ῆλον δὲ ὅτι τὸ τῆς διγαμίας μένει αὐτὴν ἐπιτίμιον. Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνου οἶδα ἐπιστείλας τῇ θεοσεβείᾳ σου κατὰ τὸ ἐμοὶ δυνατὸν καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι, τῆς δὲ σῆς συνέσεώς ἐστι κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπι τίμια ἢ καὶ ὑφεῖναι. Οἱ τοῖς λῃσταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες, τῆς κοινωνίας εἴργονται τοῦ ἀγαθοῦ· κληρικοὶ δὲ ὄντες, τοῦ βαθμοῦ καθαιροῦνται. «Πᾶς γάρ, φησίν, ὁ λαβὼν μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται». Ὁ ἑκουσίως φονεύσας, μετὰ δὲ τοῦτο μεταμεληθείς, εἴκοσιν ἔτεσιν ἀκοινώνητος ἔσται τοῖς ἁγιάσμασι. Τὰ δὲ εἴκοσιν ἔτη οὕτως οἰκονομηθήσεται ἐπ' αὐτῷ. Ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν. Μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τοὺς ἀκροωμένους δεχθήσεται καὶ ἐν πέντε ἔτεσι μετ' αὐτῶν ἐξελεύσεται. Ἐν ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται. Ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται. Πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων. Ὁ ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων. Οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπ' αὐτῷ οὕτω. ∆ύο μὲν ἔτη προσκλαύσει, τρία δὲ ἔτη ἐν ἀκροωμένοις διατελέσει, τέσσαρσιν ὑποπίπτων, καὶ ἐνιαυτῷ συσταθήσεται μόνον, καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται. Ὁ μοιχεύσας ἐν δέκα καὶ πέντε ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· ἐν τέσσαρσι μὲν προσκλαίων ἔτεσιν, ἐν πέντε δὲ ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας. Ὁ πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· δύο προσκλαίων, καὶ δύο ἀκροώμενος, καὶ δύο ὑποπίπτων, καὶ ἑνὶ συνεστὼς μόνον· τῷ ὀγδόῳ δεχθήσεται εἰς τὴν κοινωνίαν. Ἡ παρθενίαν ὁμολογήσασα, καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας, τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθ' ἑαυτὴν ζωῆς πληρώσει. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων, καὶ ἐκπι πτόντων. Ὁ κλέψας, εἰ μὲν ἀφ' ἑαυτοῦ μεταμεληθεὶς κατη γορήσειεν ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνον τῆς κοι νωνίας τῶν ἁγιασμάτων· εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσι. Μερισθήσεται δὲ αὐτῷ ὁ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν, καὶ τότε ἀξιούσθω τῆς κοινωνίας. Ὁ τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρσεσιν ἐπιδεικνύμενος τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομη θήσεται. Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται. Ὁ ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑπο πίπτων, ἐνιαυτὸν συνεστὼς μόνον, καὶ τότε τῆς κοινωνίας ἀξιούμενος. Ὁ γοητείαν ἢ φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομούμενος ὡς ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας. Ὁ τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· ἐν δυσὶ προσκλαίων, ἐν τρισὶν ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστώς, καὶ τότε δεχθησόμενος. Ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολο γήσεται. Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώ πων στάσις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται. Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀπρόκοπος. Κλεψιγαμήσας δὲ ἄνευ μνηστείας παυθήσεται τῆς ὑπηρεσίας. Τὸ δὲ αὐτὸ καὶ ὑπηρέτης. ∆ιάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας τῆς λειτουργίας ἐπισχεθήσεται, τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. Τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. Εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρεθήσεται. Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτη μάτων καὶ μὴ ὁμολογήσας, ἀλλ' ἐλεγχθείς, τοῦ τοσούτου χρόνου εἰς ὃν ὁ ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ. Ὁ μάντεσιν ἑαυτὸν ἐπιδοὺς ἤ τισι τοιούτοις τὸν χρόνον τῶν φονέων καὶ αὐτὸς οἰκονομηθήσεται. Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει, καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ᾧ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας. Ἐὰν μέντοι γε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμέ νοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολο γούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο τὸ ὑπερ βάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώ σεως ἄξιος, τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν. Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. Μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκὼς καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς Κύριον τὰς δεήσεις. Μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ καταξιούσθω προσευχῆς. Ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συν τριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ἡ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. Καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας ἀξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω χωρὶς προσφορᾶς, καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας. Ὁ αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων. Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφ θεῖσαν γυναῖκα καὶ ἑτέραν ἀγόμενος κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. Κεκανό νισται δὲ παρὰ τῶν Πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς, καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν. Ὁ αὐτὸς δὲ τύπος κρατείτω καὶ ἐπὶ τῶν δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφό ρους χρόνους. Οἱ δὲ ταῖς μητρυιαῖς ἑαυτῶν ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧ καὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι. Τὴν δὲ πολυγαμίαν οἱ Πατέρες ἀπεσιώπησαν ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώ πων. Ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα ∆ιὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι, δηλονότι ἐνιαυτὸν προσκλαύσαντας, καὶ τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι. Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς τελέ σαντες καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν Πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν. Οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες καὶ μὴ φέροντες τοὺς πόνους καὶ αἰκι σθέντες πρὸς τὴν ἄρνησιν ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι, καὶ ἐν τρισὶν ὑποπε σόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν. Οἱ δὲ ἄνευ ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων καὶ ὀμόσαντες ὅρκους Ἑλληνικοὺς ἐκβάλλεσθαι μὲν ἐν τρισὶν ἔτεσι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι, ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν τρισὶν ἔτεσι, καὶ ἐν ἄλλοις τρισὶ συστάντας τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ. Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται τοῖς ἐπιτιμίοις, ὥστε μετὰ ἓξ ἔτη εἶναι αὐτοὺς δεκτούς. Εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παρα δεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετά νοιαν ἐπιδειξάμενοι ἀποκατασταθήσονται εἰς τὴν κοινω νίαν τοῦ σώματος τοῦ Χριστοῦ. Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐξακολουθοῦντες ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν καὶ καθάρσει ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. Ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν τρισὶν ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν. Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. Οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσ έχομεν. Ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ κατα δέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν ὅτι· «Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν». Μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις, ἀλλὰ φοβη θέντες τὸ βαρὺ κρίμα καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀντα ποδόσεως τοῦ Κυρίου πρὸ ὀφθαλμῶν λαβόντες, μὴ θελή σωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι. Εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλι καῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς ὁ Κύριος καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους ὁ λαὸς καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες· εἰ μὴ ἔγνωσαν μηδὲ συνῆκαν ὅτι διὰ ταῦτα ἦλθεν ἐφ' ἡμᾶς ἡ ὀργὴ τοῦ Θεοῦ, τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος; Ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν, συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ Πονηροῦ· ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.

218.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

218.1 Τὴν μὲν χρείαν, ἧς ἕνεκεν παρεγένετο ὁ ἀδελφὸς Αἰλιανός, κατώρθωσεν ἐφ' ἑαυτοῦ οὐδεμιᾶς παρ' ἡμῶν συνεργίας προσδεηθείς. Ἡμῖν δὲ διπλῆν ἔδωκε χάριν, κομίσας τε γράμματα τῆς σῆς θεοσεβείας καὶ ἀφορμὴν τῶν πρὸς σὲ γραμμάτων ἡμῖν παρασχόμενος. Καὶ προσα γορεύομεν οὖν δι' αὐτοῦ τὴν ἀληθινήν σου καὶ ἀμίμητον ἀγάπην, καὶ παρακαλοῦμεν προσεύχεσθαι περὶ ἡμῶν νῦν, εἴπερ ποτέ, τῆς ἐκ τῶν προσευχῶν σου βοηθείας προσ δεομένων. Τὸ γὰρ σῶμά μου ἐκ τῆς ὁδοῦ τῆς ἐπὶ τὸν Πόντον συντριβὲν ὑπὸ ἀρρωστίας συνέχεται οὐκ ἀνεκτῶς. Ἐκεῖνο δὲ καὶ πάλαι ἐβουλόμην γνώριμον ποιῆσαι τῇ σῇ συνέσει (οὗ ὡς ὑπ' ἄλλης προηγουμένης αἰτίας διακρουσθεὶς ἐξελα θόμην), νῦν δὲ ὑπομιμνήσκω ἵνα καταξιώσῃς ἄνδρα σπου δαῖον πέμψαι εἰς τὴν Λυκίαν καὶ κατασκέψασθαι τίνες εἰσὶν οἱ τῆς ὀρθῆς πίστεως. ∆εῖ γὰρ τάχα μὴ παροφθῆναι αὐτούς, εἴπερ ἀληθῆ ἐστιν ἅ τις τῶν ἐκεῖθεν παραγενο μένων πρὸς ἡμᾶς εὐλαβῶν διηγήσατο· ὅτι πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς. Εἰ δὲ μέλλει τις ἀπιέναι, ἐπιζη τησάτω ἐν Κορυδάλοις Ἀλέξανδρον ἀπὸ μοναζόντων ἐπίσκοπον καὶ ἐν Λιμύρᾳ ∆ιάτιμον καὶ ἐν Κύροις Τατιανὸν καὶ Πολέμωνα καὶ Μακάριον πρεσβυτέρους, ἐν Πατάροις ἐπίσκοπον Εὔδημον, ἐν Τελμεσῷ Ἱλάριον ἐπίσκοπον, ἐν Φέλῳ Λολλιανὸν ἐπίσκοπον. Τούτους καὶ ἔτι πλείους ἀνεγνώρισέ τις ἡμῖν ὡς ὑγιαίνοντας περὶ τὴν πίστιν, καὶ πολλὴν ἔσχον χάριν τῷ Θεῷ, εἴ τινες ὅλως ἐν τῷ κλίματι τῷ Ἀσιανῷ ἔξω εἰσὶ τῆς βλάβης τῶν αἱρε τικῶν. Ἐὰν μὲν οὖν ᾖ δυνατόν, τέως ἄνευ γραμμάτων αὐτοὺς κατασκεψώμεθα· πεισθέντες δέ, λοιπὸν καὶ ἀπο στέλλομεν ἐπιστολὴν καὶ σπουδάζομέν τινα ἐξ αὐτῶν προσκαλέσασθαι εἰς τὴν συντυχίαν ἡμῶν. Γένοιτο δὲ πάντα ἐν καιρῷ περὶ τὴν ποθεινοτάτην ἡμῖν Ἐκκλησίαν τὴν Ἰκονίου. Πάντα τὸν τίμιον κλῆρον καὶ τοὺς συνόντας τῇ θεοσεβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ.

219.τ ΤΩ ΣΑΜΟΣΑΤΩΝ ΚΛΗΡΩ

219.1 Ὁ πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ ὃ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διαδειχθῆναι εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθ' ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε, μὴ συγχω ρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχ θῆναι οἷον δύνασθαί τινας περιτρέψαι ἢ διασαλεῦσαι ἀπὸ τῆς πίστεως τῆς εἰς τὸν Χριστόν. Κούφοις γὰρ καὶ εὐκατα γωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατ' αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς ὑπομονῆς ηὐτρέπισεν. Ἀλλ' ὁ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν ὁ ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τῇ χρηστότητι τοῦ Θεοῦ, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρο νοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. ∆ιὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμ ματος τοῦδε παράκλησιν. Εἰ μὲν οὖν ἦν δυνατόν, αὐτὸς ἂν παραγενόμενος δι' ἐμαυτοῦ ἱκέτευσα ὑμᾶς. Ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθ' ἱκετηρίας ὑμῖν προτείνομεν, ἵνα αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλο νεικίαν καὶ ταχέως μοι διαπέμψησθε τὴν ἀγαθὴν ἀγγελίαν, ὅτι ἀφήκατε ἀλλήλοις τὰς μέμψεις. 219.2 Ἐκεῖνο γὰρ εἰδέναι βούλομαι τὴν σύνεσιν ὑμῶν, ὅτι ἐκεῖνος μέγας παρὰ Θεῷ ὁ ταπεινοφρόνως ὑποκατακλιθεὶς τῷ πλησίον, καὶ ἀνεπαισχύντως ἐφ' ἑαυτὸν δεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος τὴν εἰρήνην χαρίσασθαι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Γενέσθω οὖν ἐν ὑμῖν ἅμιλλα ἀγαθή, τίς πρῶτος καταξιωθῇ υἱὸς Θεοῦ κληθῆναι, διὰ τῆς εἰρηνοποιίας ἑαυτῷ τὸ ἀξίωμα τοῦτο περιποιησάμενος. Ἐπέστειλε δὲ καὶ ὁ θεοφιλέστατος ἐπίσκοπος ὑμῖν τὰ πρέποντα, καὶ ἐπιστέλλει πάλιν τὰ ἐπι βάλλοντα αὐτῷ. Πλὴν ἀλλὰ καὶ ἡμεῖς διὰ τὸ ἔτι συγκεχωρῆ σθαι ἐγγύτεροι ὑμῶν εἶναι ἀμελεῖν τῶν καθ' ὑμᾶς οὐ δυνά μεθα. Ὅθεν καὶ παραγενομένου τοῦ εὐλαβεστάτου ἀδελφοῦ Θεοδώρου τοῦ ὑποδιακόνου καὶ εἰπόντος τὴν Ἐκκλησίαν ἐν λύπῃ εἶναι καὶ ταραχῇ, σφοδρῶς συντριβέντες καὶ βαθείᾳ ὀδύνῃ τὴν καρδίαν πληγέντες ἡσυχάσαι οὐκ ἠνεσχόμεθα, ἀλλὰ παρεκαλέσαμεν ὑμᾶς πᾶσαν δικαιολογίαν τὴν πρὸς ἀλλήλους ῥίψαντας καταπράξασθαι τὴν εἰρήνην, ἵνα μήτε ἡδονὴν τοῖς ἐναντίοις παράσχησθε, μήτε τὸ καύχημα τῆς Ἐκκλησίας προδῶτε ὃ νῦν εἰς πᾶσαν τὴν οἰκουμένην διαβε βόηται, ὅτι οἱ πάντες ὡς ὑπὸ μιᾶς ψυχῆς καὶ καρδίας οἰκο νομούμενοι ἐν ἑνὶ σώματι οὕτω διάγετε. Πάντα τὸν λαὸν τοῦ Θεοῦ, τούς τε ἐν ἀξιώμασι καὶ δυναστείαις πολιτικαῖς καὶ τοῦ παντὸς κλήρου τὸ πλήρωμα διὰ τῆς ὑμετέρας εὐλαβείας κατασπαζόμεθα καὶ παρακαλοῦμεν ὁμοίους ἑαυτοῖς διαμεῖ ναι. Οὐδεμίαν γὰρ προσθήκην ἐπιζητοῦμεν, διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι.

220.τ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΒΕΡΟΙΑ

220.1 Μεγάλην ὁ Κύριος ἔδωκε παραμυθίαν τοῖς ἀπολιμπανο μένοις τῆς κατ' ὀφθαλμοὺς συντυχίας, τὴν διὰ τοῦ γράμ ματος ὁμιλίαν ἐξ ἧς ἐστι μανθάνειν οὐ τὸν σωματικὸν χαρακτῆρα, ἀλλ' αὐτῆς τῆς ψυχῆς τὴν διάθεσιν. Ὅθεν καὶ νῦν δεξάμενοι τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, ὁμοῦ τε ἐγνωρίσαμεν ὑμᾶς καὶ τὴν περὶ ὑμᾶς ἀγάπην ταῖς καρδίαις ἡμῶν ἀνελάβομεν, οὐ δεηθέντες χρόνου μακροῦ συνήθειαν ἐμποιοῦντος ἡμῖν. Ἐξ αὐτῆς γὰρ τῆς ἐναποκειμένης τοῖς γράμμασι διανοίας εἰς τὸ φίλτρον τοῦ κάλλους τῆς ψυχῆς ὑμῶν ἐξεκαύθημεν. Καὶ γὰρ πρὸς τοῖς ἐπεσταλμένοις, τοι ούτοις οὖσιν, ἔτι καὶ ἡ τῶν μεσιτευόντων ἀδελφῶν ἐπιτη δειότης ἐναργέστερον ἡμῖν ἐδείκνυ τὰ καθ' ὑμᾶς. Ὁ γὰρ πο θεινότατος καὶ εὐλαβέστατος συμπρεσβύτερος ἡμῶν Ἀκάκιος, πλείονα τῶν ἐπεσταλμένων διηγούμενος καὶ ὑπ' ὄψιν ἄγων τὴν καθημερινὴν ὑμῶν ἄθλησιν καὶ τὴν εὔτονον ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν, τοσοῦτον ἡμῖν ἐνεποίησε τὸ θαῦμα καὶ τοσοῦτον ἤγειρε τὸν πόθον τῆς ἀπολαύσεως τῶν ἐν ὑμῖν καλῶν, ὥστε προσεύχεσθαι ἡμᾶς τῷ Κυρίῳ γενέσθαι ποτὲ καιρὸν καὶ διὰ τῆς οἰκείας πείρας γνωρίσαι τὰ καθ' ὑμᾶς. Καὶ γὰρ ἀπήγγειλεν ἡμῖν οὐ μόνον ὑμῶν τῶν τὴν λει τουργίαν τοῦ θυσιαστηρίου πεπιστευμένων τὴν ἀκρίβειαν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς τὴν συμφωνίαν καὶ τῶν καθηγου μένων τῆς πόλεως καὶ προπολιτευομένων αὐτῆς τὸ μεγαλο φυὲς τῶν τρόπων καὶ τὸ γνήσιον τῆς περὶ Θεὸν διαθέσεως, ὥστε μακαρίσαι ἡμᾶς τὴν ἐκ τῶν τοιούτων συμπληρουμέ νην Ἐκκλησίαν καὶ εὔχεσθαι νῦν πλέον δοθῆναι ὑμῖν τὴν πνευματικὴν γαλήνην, ἵνα, ἃ νῦν ἐν τῷ καιρῷ τῆς ἀθλήσεως ἐπεδείξασθε, τούτων ἐν τῷ τῆς ἀνέσεως χρόνῳ κομίσησθε τὴν ἀπόλαυσιν. Πέφυκε γάρ πως τὰ δυσχερῆ κατὰ τὴν πεῖραν ἡδονὴν φέρειν τοῖς ὑπομιμνησκομένοις. Τὸ δὲ νῦν ἔχον παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν, μὴ ἀπαγορεύειν πρὸς τὴν συνέχειαν τῶν κακώσεων. Ἐγγὺς γὰρ οἱ στέφανοι καὶ ἐγγὺς ἡ ἀντίληψις τοῦ Κυρίου. Μὴ ἐκχέητε τὰ προπεπονη μένα ὑμῖν, μὴ ἀχρειώσητε τὸν κόπον τὸν διὰ πάσης τῆς οἰκουμένης βεβοημένον. Ὀλιγοχρόνιοι τῶν ἀνθρωπίνων πραγμάτων αἱ καταστάσεις· «Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.» Τῆς διαμενούσης ἐντολῆς ἀντεχόμενοι τῆς παρερχομένης φαντασίας καταφρονήσωμεν. Πολλὰς Ἐκκλησίας ἀνώρθωσε τὸ καθ' ὑμᾶς ὑπόδειγμα. Πολύν, κατὰ τὸ λανθάνον, ἑαυτοῖς συνηγάγετε τὸν μισθὸν δι' ὧν τοὺς ἀπειροτέρους εἰς τὸν ὅμοιον ζῆλον προσεκαλέσασθε. Πλούσιος ὁ μισθαποδότης, δυνάμενος ὑμῖν ἄξια χαρίσασθαι τῶν ἀγώνων τὰ ἔπαθλα.

221.τ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΒΕΡΟΙΑ

221.1 Ἔγνωμεν ὑμᾶς προλαβόντες, ποθεινότατοι, ἐκ τῆς ἐκβε βοημένης ὑμῶν εὐλαβείας καὶ τοῦ στεφάνου τῆς κατὰ Χριστὸν ὁμολογίας. Καὶ ἴσως ἄν τις ὑμῶν φαίη· «καὶ τίς ὁ εἰς τὴν μακρὰν ταύτην διαπορθμεύσας;» Κύριος αὐτός, ὃς τοὺς εὐσεβοῦντας εἰς αὐτὸν τρόπῳ λύχνου τιθεὶς ἐπὶ τὴν λυχνίαν φαίνειν ποιεῖ καθ' ὅλης τῆς οἰκουμένης. Ἢ οὐχὶ τοὺς ἀριστέας τῶν ἀγωνιστῶν ἀνακηρύττειν εἴωθε τὸ τῆς νίκης βραβεῖον, καὶ τοὺς μηχανικοὺς ἡ τοῦ ἔργου ἐπίνοια; Εἰ δὲ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἄληστος ἡ μνήμη δια μένει, τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας περὶ ὧν αὐτός φησιν ὁ Κύριος· «Τοὺς δοξάζοντάς με δοξάσω», πῶς οὐχὶ γνωρί μους καὶ διαφανεῖς τοῖς πᾶσι καταστήσει, ταῖς ἀκτῖσι τοῦ ἡλίου συνεφαπλῶν τῆς ἐξαστραπτούσης αὐτῶν λαμπηδόνος τὸ φαιδρόν; Μείζονα δὲ αὖθις ἡμῖν τὸν περὶ ὑμᾶς πόθον ἐνεθήκατε γραμμάτων ἡμᾶς ἀξιώσαντες, καὶ γραμμάτων τοιούτων, ἐν οἷς πρὸς τοῖς προλαβοῦσιν ὑπὲρ τῆς εὐσεβείας παλαίσμασι πλουσίαν καὶ ἀκμαιοτέραν τὴν ὑπὲρ τῆς ἀληθοῦς πίστεως καρτεροψυχίαν ἐπεδαψιλεύεσθε. Ἐφ' οἷς συνηδό μεθα ὑμῖν καὶ συνευχόμεθα ὅπως ὁ τῶν ὅλων Θεός, οὗ ὁ ἀγὼν καὶ οὗ τὸ σκάμμα καὶ δι' οὗ οἱ στέφανοι, προθυμίαν ἐμποιήσῃ, ῥῶσιν ψυχῆς παράσχῃ, καὶ εἰς τελείαν διευδο κίμησιν τὴν παρ' αὐτῷ τὸ ἔργον ὑμῶν ἀγάγῃ.

222.τ ΠΡΟΣ ΧΑΛΚΙ∆ΕΑΣ

222.1 Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ θλίψεως ἐπιφανέν, ὁποῖον γίνεται πολλάκις ἀγωνισ ταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσ χυθέν. Ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασ μῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπερρώσθημεν καὶ τῇ μνήμῃ τῶν καθ' ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ἡμῖν ἀγῶνα. Ὁ γὰρ ἐμπρησμὸς ὁ τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέ ξας ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ Ἐκκλη σιῶν ἃς τέως ἐκίνει πρὸς δάκρυον ὁ ἐκ γειτόνων καπνός. Ἅπτεσθαι δ' οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν ὁ Κύριος ἀποστρέψειε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ διακό ψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός. Τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος ἢ πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιρρωσθῆναι πρὸς τὸν ἀγῶνα καὶ εὔχεσθαι μεθ' ὑμῶν στεφανίτης ἀναρρηθῆναι; Προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμά των, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς Ἐκκλησίας ὑμεῖς οἷς ἡ θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται καὶ οἱ καθ' ἕνα τοῦ λαοῦ καὶ οἱ δυνατώτεροι. Τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθόν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. ∆ιὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπι χειρήσεως οὐδεμίαν παρέχοντες ἀπ' οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις. Τούτου χάριν εὐχόμεθα νυκτὸς καὶ ἡμέρας τῷ Βασιλεῖ τῶν αἰώνων φυλάξαι μὲν τὸν λαὸν ἐν τῇ ὁλοκληρίᾳ τῆς πίστεως, φυλάξαι δὲ αὐτῷ τὸν κλῆρον, ὥσπερ κεφαλὴν ἀκέραιον ἐπὶ τοῦ ὕψους κειμένην καὶ τὴν ἀφ' ἑαυτῆς προμήθειαν τοῖς ὑποκειμένοις τοῦ σώματος μέλεσι παρεχομένην. Ὀφθαλμῶν γὰρ τὰ καθ' ἑαυτοὺς ἐνεργούντων, ἔντεχνοι μὲν τῶν χειρῶν αἱ ἐργασίαι, ἀπρόσκοποι δὲ τῶν ποδῶν αἱ κινήσεις, οὐδὲν δὲ μέρος τοῦ σώματος τῆς προση κούσης προνοίας ἀποστερεῖται. Ὥστε παρακαλοῦμεν ὑμᾶς, ὃ ποιεῖτε καὶ ποιήσετε, ἀντέχεσθαι ἀλλήλων, καὶ ὑμᾶς μὲν τοὺς τὴν τῶν ψυχῶν ἐπιμέλειαν πεπιστευμένους συνέχειν τοὺς καθ' ἕκαστον καὶ θάλπειν ὡς τέκνα ἀγαπητά, τὸν δὲ λαὸν τὴν πατράσιν ὀφειλομένην αἰδὼ καὶ τιμὴν ὑμῖν ἀποσώ ζειν, ἵνα ἐν τῇ εὐσχημοσύνῃ τῆς Ἐκκλησίας σώζηται μὲν ὑμῶν ἡ ἰσχὺς καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, δοξάζηται δὲ τὸ ὄνομα τοῦ Θεοῦ, πλεονάζῃ δὲ καὶ πληθύνῃ τὸ τῆς ἀγάπης καλόν. Ἀκούοντες δὲ ἡμεῖς εὐφραινώμεθα ἐπὶ τῇ προκοπῇ ὑμῶν τῇ κατὰ Θεόν, καὶ εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς ἐν τῇ εἰρήνῃ τοῦ Θεοῦ· ἐὰν δὲ κελευσθῶμεν λοιπὸν ἀπᾶραι τῆς ζωῆς ταύτης, ἴδωμεν ὑμᾶς ἐν τῇ λαμ πρότητι τῶν ἁγίων, μετὰ τῶν δι' ὑπομονῆς καὶ πάσης ἐπι δείξεως ἀγαθῶν ἔργων εὐδοκιμούντων στεφανωθέντας.

223.τ ΠΡΟΣ ΕΥΣΤΑΘΙΟΝ ΤΟΝ ΣΕΒΑΣΤΗΝΟΝ

223.1 Καιρός, φησί, τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν, τοῦ Ἐκκλησιαστοῦ λόγος. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ αὐτάρκης ὁ τῆς σιωπῆς ἐγένετο χρόνος, εὔκαιρον λοιπὸν ἀνοῖξαι στόμα εἰς φανέρωσιν τῆς ἀληθείας τῶν ἀγνοουμένων, ἐπεὶ καὶ ὁ μέγας Ἰὼβ πολὺν χρόνον τὰς συμφορὰς ἤνεγκε σιωπῇ, αὐτῷ τούτῳ τὴν ἀνδρείαν ἐπιδεικνύμενος τῷ ἐγκαρτερεῖν τοῖς δυσφορωτάτοις πάθεσιν. Ὅτε δὲ ἱκανῶς ἐν τῇ σιωπῇ διῆλθε καὶ διέμεινεν ἐν τῷ βάθει τῆς καρδίας ἀποστέγων τὴν ἀλγη δόνα, τότε ἀνοίξας τὸ στόμα ἐφθέγξατο ἐκεῖνα ἃ πάντες ἴσασι. Καὶ ἡμῖν τοίνυν τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ προφήτου τὸ καύχημα λέγοντος· «Ἐγε νόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.» ∆ιὸ ἐναπεκλείσαμεν τῷ βάθει τῆς καρδίας ἡμῶν τὴν ἐκ τῆς συκοφαντίας ἡμῖν ἐγγινομένην ὀδύνην. Τῷ ὄντι γὰρ συκοφαντία ἄνδρα ταπεινοῖ καὶ συκο φαντία περιφέρει πτωχόν. Εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκο φαντίας κακὸν ὥστε καὶ τὸν τέλειον ἤδη (τοῦτο γὰρ διὰ τῆς προσηγορίας τοῦ ἀνδρὸς ὁ Λόγος αἰνίσσεται) κατάγειν ἀπὸ τοῦ ὕψους, καὶ τὸν πτωχόν, τουτέστι τὸν ἐνδεῶς ἔχοντα τῶν μεγάλων δογμάτων (καθὼς καὶ τῷ προφήτῃ δοκεῖ λέγοντι· «Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐκ ἀκούουσι, πορεύσομαι πρὸς τοὺς ἁδρούς», πτωχοὺς δὲ τοὺς περὶ τὴν σύνεσιν ἐνδεῶς ἔχοντας λέγων, καὶ ἐνταῦθα, δηλονότι), τοὺς οὔπω κατηρ τισμένους τὸν ἔσω ἄνθρωπον, οὐδὲ εἰς τὸ τέλειον ἐφθακότας τῆς ἡλικίας μέτρον (τούτους περιφέρεσθαι καὶ σαλεύεσθαι ἡ παροιμία φησίν), ἀλλ' ὅμως ᾤμην χρῆναι σιωπῇ φέρειν τὰ λυπηρὰ ἐκδεχόμενός τινα δι' αὐτῶν τῶν ἔργων ἐπανόρθωσιν. Οὐδὲ γὰρ κακίᾳ τινί, ἀλλ' ἀγνοίᾳ τῆς ἀληθείας ἡγούμην ἐκεῖνα καθ' ἡμῶν εἰρῆσθαι. Ἐπειδὴ δὲ ὁρῶ τῷ χρόνῳ συμ προϊοῦσαν τὴν ἔχθραν καὶ μὴ μεταμελομένους ἐπὶ τοῖς ἐξ ἀρχῆς λαληθεῖσι, μηδ' ὅπως τὰ παρελθόντα ἐξιάσαιντο ποιουμένους τινὰ φροντίδα, ἀλλ' ἐπεξεργαζομένους καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν συντεταγμένους ὃν ἐνεστήσαντο, κακῶσαι ἡμῶν τὴν ζωὴν καὶ χρᾶναι τὴν ὑπόληψιν παρὰ τοῖς ἀδελφοῖς μηχανώμενοι, οὐκέτι μοι τὸ τῆς σιωπῆς ἀσφαλὲς καταφαίνεται. Ἀλλ' εἰσῆλθέ με τὸ τοῦ Ἡσαΐου λέγοντος· «Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρ τέρησα ὡς ἡ τίκτουσα». Γένοιτο δὲ καὶ ἡμᾶς καὶ τὸν ἐπὶ τῇ σιωπῇ μισθὸν δέξασθαι καὶ λαβεῖν τινα ἐν τοῖς ἐλεγμοῖς δύναμιν, ὥστε ἐλέγξαντας ἡμᾶς ξηρᾶναι τὸν πικρὸν τοῦτον τῆς καθ' ἡμῶν ῥυείσης ψευδηγορίας χείμαρρον, ὥστε ἂν εἰπεῖν καὶ ἡμᾶς· «Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν», καὶ τό· «Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς». 223.2 Ἐγὼ πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιο πονίᾳ ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστάς, ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ Εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀπο κλαύσας ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσα γωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. Καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. Καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρ χόντων καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου καὶ ὑπὸ μη δεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συνδιαπεραιωθῆναι τὸν βαθὺν τοῦτον τοῦ βίου κλύδωνα. Καὶ δὴ πολλοὺς μὲν εὗρον κατὰ τὴν Ἀλεξάνδρειαν, πολλοὺς δὲ κατὰ τὴν λοιπὴν Αἴγυπτον καὶ ἐπὶ τῆς Παλαιστίνης ἑτέρους καὶ τῆς κοίλης Συρίας καὶ τῆς Μεσοποταμίας· ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατές, ἐθαύμαζον δὲ τὸ καρτερικὸν ἐν πόνοις, ἐξεπλάγην τὴν ἐν προσευχαῖς εὐτονίαν ὅπως τε ὕπνου κατεκράτουν ὑπ' οὐδε μιᾶς φυσικῆς ἀνάγκης κατακαμπτόμενοι, ὑψηλὸν ἀεὶ καὶ ἀδούλωτον τῆς ψυχῆς τὸ φρόνημα διασώζοντες ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μὴ ἐπιστρεφόμενοι πρὸς τὸ σῶμα, μηδὲ καταδεχόμενοι αὐτῷ προσαναλῶσαί τινα φρον τίδα, ἀλλ' ὡς ἐν ἀλλοτρίᾳ τῇ σαρκὶ διάγοντες ἔργῳ ἔδειξαν τί τὸ παροικεῖν τοῖς ὧδε καὶ τί τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. Ἐκεῖνα θαυμάσας καὶ μακαρίσας τῶν ἀνδρῶν τὴν ζωήν, ὅτι ἔργῳ δεικνύουσι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ηὐχόμην καὶ αὐτός, καθόσον ἐμοὶ ἐφικτόν, ζηλωτὴς εἶναι τῶν ἀνδρῶν ἐκείνων. 223.3 Τούτου γοῦν ἕνεκεν θεασάμενός τινας ἐπὶ τῆς πατρί δος ζηλοῦν τὰ ἐκείνων ἐπιχειροῦντας, ἐνόμισά τινα βοή θειαν εὑρηκέναι πρὸς τὴν ἐμαυτοῦ σωτηρίαν, καὶ ἀπόδειξιν ἐποιούμην τῶν ἀφανῶν τὰ ὁρώμενα. Ἐπεὶ οὖν ἄδηλα τὰ ἐν τῷ κρυπτῷ ἑκάστου ἡμῶν, ἡγούμην αὐτάρκη μηνύματα εἶναι τῆς ταπεινοφροσύνης τὸ ταπεινὸν τοῦ ἐνδύματος, καὶ ἤρκει μοι πρὸς πληροφορίαν τὸ παχὺ ἱμάτιον καὶ ἡ ζώνη καὶ τῆς ἀνεψήτου βύρσης τὰ ὑποδήματα. Καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συνηθείας, οὐκ ἠνειχόμην ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτι μῶντας, καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύ πως εἶχον πρὸς αὐτούς. Ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων διαβολὰς προσιέμην, καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας τὰ ἐκείνου λάθρᾳ κατασ πείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. Ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς Ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου, ἐν προσποιήσει δῆθεν βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς, σιωπῶ, ἵνα μὴ δόξω ἢ ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, ἢ πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. Ὃ καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκα τελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. Μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρ' οὐδενὶ πιστόν, ἐκ τῶν δολερῶν πραγμάτων τὴν ψυχὴν πεπληγμένος. Ἀλλ' ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. Καὶ προβολαὶ δὲ ἐγένοντο ἡμῖν περὶ δογμάτων ἅπαξ καὶ δίς, καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. Ὡς γὰρ εὕρισκον ἡμᾶς τὰς αὐτὰς ἀφιέν τας φωνὰς περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρ' ἡμῶν (εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγ μῶν ἄξια, ἀλλ' ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολή ψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον. Ἀλλ' ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρ' αὐτῶν ἀρχὰς ἐτελείωσα. Ὥσπερ γὰρ τὸ αὐξανόμενον μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται, ταὐτὸ δέ ἐστιν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατ' αὔξησιν τελειούμενον· οὕτω λογίζομαι ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι) ... ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός, ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρ' ἡμῶν παρ' ὃ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς ἃς συνέγραψαν καθ' ἡμῶν πᾶσαν περικτυπή σαντες ἀκοήν. Ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης. 223.4 Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν οὔτε ἀπὸ συγγραφῆς ἧς προεβαλλόμεθα, ἢ ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. Ἀλλ' οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρ' ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. Πόθεν οὖν κρινό μεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπι βλαβῶς, μήτε ἐν ταῖς κατ' οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; Ὢ τοῦ καινοῦ δράματος. «Ὁ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστει λας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. Κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω.» Ἀλλ', ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; Οὐ γὰρ ἀπέστειλας, οὐδ' ἠρώτησας, οὐδὲ παρ' ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. Εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; Τίς σοι ὁ εἰπὼν ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὕτη; Πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα πρὸς ὃν καὶ ἡ παρ' ἐμοῦ ἐπιστολὴ διεπέμφθη; Εἰ δὲ κἀκεῖνος ὁ συγ γραφεὺς κἀγὼ ἐκείνῳ ἐπέστειλα καὶ χρόνος εἷς τῶν τ' ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις; 223.5 Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεο φιλέστατος ἀδελφὸς Γρηγόριος τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; Εἰ ἤκουσάς τι τοιοῦτον ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα; Ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε, μετὰ πλειό νων ἐπισκόπων μέλλοντες ὁρμᾶν ἐπὶ Λάμψακον, προσεκα λέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; Οὐχὶ δὲ πάντα τὸν χρόνον ὅσοι ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; Οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάν τα μοι τὸν χρόνον συνῆσαν; Οὐ τὰς ἀδελφότητας ἐπισκε πτόμενος καὶ διανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; Πῶς οὖν ἡ ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; Τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; Τὰ ἐπὶ Καλχηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρ' ἡμῶν; Εἰ μὴ πάντα ἀλλήλοις συμβαί νοντα; Ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις, ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως. Πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδός, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρός, ἕκαστος ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; Ἐμοὶ δὲ οὔτε πατὴρ ὁ παρὰ σοὶ δια βαλλόμενος οὔθ' υἱός. Οὔτε γὰρ διδάσκαλός μου γέγονεν οὔτε μαθητής. Εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικόν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀνα βαίνει τοῦ παιδὸς τὰ ἐγκλήματα. Εἰ δ' οὐ δίκαιον ἐπ' ἐκεί νοις ἐγκαλεῖσθαί τινα, πολλῷ δή που δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ λόγων ἔχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. Συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατ' αὐτῶν λεγομένοις, ἐπειδὴ ἡ κατ' ἐμοῦ πεῖρα τὸ πρὸς συκο φαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι. 223.6 Καὶ γὰρ εἰ μὲν ἀπατηθέντες καὶ νομίσαντες ἐμὲ κοινωνὸν εἶναι τῆς γνώμης τῶν συγγραψάντων ἐκεῖνα τὰ Σαβελλίου ῥήματα ἅπερ αὐτοὶ περιφέρουσιν, ἐπὶ τὴν κατ' ἐμοῦ διαβολὴν ἦλθον, οὐδ' οὕτω μὲν ἦσαν συγγνώμης ἄξιοι, πρὸ ἐναργῶν ἀποδείξεων εὐθὺς ταῖς βλασφημίαις βάλλοντες καὶ τιτρώσκοντες τοὺς μηδὲ συνδιατρίψαντας, ἵνα μὴ εἴπω ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους, καὶ ὅτι ἀπόδειξις τοῦ μὴ Πνεύματι ἄγεσθαι Ἁγίῳ τὸ ψευδεῖς ἔχειν ἐν ἑαυτοῖς τὰς ὑπολήψεις. Πολλὰ δεῖ μερι μνῆσαι καὶ πολλὰς ἀγρύπνους νύκτας διενεγκεῖν, καὶ μετὰ πολλῶν δακρύων ἐκζητῆσαι παρὰ Θεοῦ τὴν ἀλήθειαν, τὸν μέλλοντα φιλίας ἀδελφοῦ διατέμνεσθαι. Εἰ γὰρ οἱ τοῦ κόσ μου τούτου ἄρχοντες, ὅταν τινὰ τῶν κακούργων θανάτῳ καταδικάζειν μέλλωσιν, ἐφέλκονται τὰ παραπετάσματα, καλοῦσι δὲ τοὺς ἐμπειροτάτους πρὸς τὴν ὑπὲρ τῶν προκει μένων σκέψιν, καὶ πολὺν ἐνσχολάζουσι χρόνον, νῦν μὲν τοῦ νόμου τὸ αὐστηρὸν ὁρῶντες, νῦν δὲ τὴν κοινωνίαν τῆς φύσεως δυσωπούμενοι, καὶ πολλὰ στενάξαντες καὶ τὴν ἀνάγκην ἀπολοφυρόμενοι πάνδημοι πᾶσι γίνονται πρὸς ἀνάγκην ὑπηρετοῦντες τῷ νόμῳ, οὐ κατ' οἰκείαν ἡδονὴν ἐπάγοντες τὴν κατάκρισιν· πόσῳ χρὴ πλείονος σπουδῆς ἄξιον ἡγεῖσθαι καὶ μερίμνης καὶ τῆς μετὰ πλειόνων βουλῆς τὸν μέλλοντα φιλίας ἀδελφῶν ἀπορρήγνυσθαι τῆς ἐν πολλῷ χρόνῳ βεβαιωθείσης; Ἀλλὰ μία ἐπιστολὴ καὶ αὐτὴ ἀμφί βολος. Οὐδὲ γὰρ ἂν εἴποις ἐκ τῶν τῆς ὑπογραφῆς συμβόλων αὐτὴν ἐπεγνωκέναι, ὅς γε οὔπω τὴν πρώτως γραφεῖσαν, ἀλλὰ τὴν μεταγραφεῖσαν εἰς χεῖρας ἔλαβεν. Ἐξ ἑνὸς τοίνυν γράμματος καὶ τούτου παλαιοῦ. Εἴκοσι γὰρ ἔτη ἐστὶν εἰς τὸν νῦν χρόνον ἀφ' οὗ γέγραπταί τι πρὸς τὸν ἄνδρα ἐκεῖνον. Ἐν δὲ τῷ μεταξὺ τούτῳ χρόνῳ οὐδένα τοιοῦτον ἔχω μάρ τυρα τῆς ἐμαυτοῦ προαιρέσεως καὶ τοῦ βίου, ὡς τοὺς νῦν ἐφεστῶτάς μοι κατηγόρους. 223.7 Ἀλλ' οὐ γὰρ ἡ ἐπιστολὴ τοῦ χωρισμοῦ αἰτία, ἑτέρα δέ ἐστι τῆς διαστάσεως ἡ ὑπόθεσις ἣν ἐγὼ λέγειν αἰσχύ νομαι, καὶ ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη διὰ τὸ τῶν πολλῶν λυσιτελὲς τῆς ὅλης αὐτῶν προαιρέσεως τὴν φανέρωσιν. Νομιζέτωσαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν. Καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν ἣν ἡμεῖς αὐτοῖς προετείναμεν, οὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρο νήματι, ὁμολογῶ γάρ, ἀλλὰ τὰς ἐπ' αὐτοῖς ὑπονοίας ἃς πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον θεραπεῦσαι βουλόμενοι, ἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾶν πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν, καὶ ἡ ὑπόθεσις τῆς ἀπορρήξεως, τὸ γράμμα τοῦτο, ἐπενοήθη. Σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι, ἀποστήσαντες ἡμᾶς καὶ συν θέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθ' ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι τὰ γράμματα περιέπεμπον πανταχοῦ. Ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας ἐφάνη ἡ ἐπιστολή, οἳ ἐξ ἑτέρων διαδεξάμενοι ἑτέροις ἔμελλον παραπέμπειν. Οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παρα διδόναι, ἵνα ταχεῖα αὐτῆς κατὰ πᾶσαν τὴν χώραν γένηται ἡ διάδοσις. Καὶ ταῦτ' ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων. Ἐκρίναμεν δὲ σιωπᾶν, ἕως ἂν ὁ ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιρρήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατ' αὐτούς.

224.τ ΓΕΝΕΘΛΙΩ ΠΡΕΣΒΥΤΕΡΩ

224.1 Ἐδεξάμην γράμματα τῆς εὐλαβείας σου καὶ ἐπῄνεσα τὴν προσηγορίαν ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπ' αὐτῶν συγγεγραμμένον, προσαγορεύσας βιβλίον ἀποστασίου. Ὅπερ οἱ συγγράψαντες, τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ ἐννοεῖν οὐκ ἔχω. Προθέντες γὰρ ἡμετέραν κατηγορίαν καὶ σφοδρῶς ἡμῶν καταδραμόντες καὶ διηγησάμενοι ἃ ἐβού λοντο, οὐχ ἃ ἡ ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρ' αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ ἢ τάγε πλεῖστα, ἵνα μὴ ἐπικινδύνως φθέγξω μαι, ὡς ἀνθρώπους πείθοντες καὶ οὐχὶ Θεόν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι καὶ οὐχὶ Θεῷ παρ' ᾧ οὐδέν ἐστιν ἀλη θείας προτιμότερον, οὕτω συνέγραψαν. Εἶτα ἐκεῖνοι τοῖς καθ' ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικὰ τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵν' οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προγεγραμμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἢ ἐνθυμηθέντας ἢ γράψαντας. Ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι καὶ τῶν σαλευο μένων τοὺς θορύβους κατασιγάζειν, εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας. 224.2 Περὶ μὲν οὖν τοῦ ὅτι οὐκ ἔστιν ἡμέτερα τὰ ὡς ἡμέτερα περιφερόμενα νομίζω, εἰ καὶ πάνυ ὁ καθ' ἡμῶν θυμὸς ἐπι σκοτεῖ τοῖς λογισμοῖς αὐτῶν πρὸς τὸ συνορᾶν τὸ συμφέρον, ὅμως, ἐὰν ἐρωτηθῶσι παρ' ὑμῶν αὐτῶν, μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος ὥστε τολμῆσαι φθέγξασθαι τῷ ἰδίῳ στόματι τὸ ψεῦδος καὶ εἰπεῖν ὅτι ἐμά ἐστι τὰ συντάγ ματα. Εἰ δ' οὐκ ἐμά, διὰ τί κρίνομαι ὑπὲρ τῶν ἀλλοτρίων; Ἀλλ' ἐροῦσιν ὅτι κοινωνὸς Ἀπολιναρίου ἐγὼ καὶ τῶν τοιούτων δογμάτων τὴν διαστροφὴν ἔχων ἐν ἐμαυτῷ. Ἀπαιτη θήτωσαν τὰς ἀποδείξεις. Εἰ μὲν καρδίαν ἀνθρώπου διερευ νᾶν ἴσασι, τοῦτο ὁμολογείτωσαν, καὶ γνωρίσατε αὐτῶν τὴν περὶ πάντα ἀλήθειαν. Εἰ δὲ ἐκ τῶν φαινομένων καὶ πᾶσι προδήλων ἐλέγχουσί μου τὴν κοινωνίαν, δειξάτωσαν ἢ κανο νικὰ γράμματα παρ' ἐμοῦ πρὸς αὐτὸν διαπεμπόμενα, ἢ παρ' ἐκείνου πρὸς ἐμέ· ἢ τῶν κληρικῶν τὰς πρὸς ἡμᾶς ἐπιμιξίας, εἴ τινα αὐτῶν εἰς κοινωνίας εὐχὴν ἐδεξάμεθά ποτε. Εἰ δὲ ἐπιστολὴν προφέρουσι τὴν λοιπὸν πρὸ εἴκοσι πέντε ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκὸν (καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρ' ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ ὁ Θεὸς οἶδε), γνωρίσατε αὐτόθεν τὴν ἀδικίαν, ὅτι οὐδεὶς ἐν ἐπισκοπῇ ὢν ἐγκαλεῖται, εἴ τι κατὰ ἀδιαφορίαν ἐν τῷ λαϊκῷ βίῳ ἀπαρατηρήτως ἔγραψε· καὶ τοῦτο μηδὲν περὶ πίστεως, ἀλλὰ ψιλὸν γράμμα φιλικὴν ἔχον προσηγορίαν. Τάχα δὲ κἀκεῖνοι φαίνονται καὶ Ἕλλησι καὶ Ἰουδαίοιςγράψαντες καὶ μὴ ἔχοντες ἐγκλήματα. Μέχρι γὰρ σήμερον οὐδεὶς ἐκρίθη ἐπὶ τοιούτῳ πράγματι ἐφ' ᾧ ἡμεῖς καταδικα ζόμεθα παρὰ τῶν διυλιζόντων τοὺς κώνωπας. Ὅτι μὲν οὔτε ἐγράψαμεν ἐκεῖνα οὔτε συντιθέμεθα αὐτοῖς, ἀλλὰ καὶ ἀναθεματίζομεν τοὺς ἔχοντας ἐκεῖνο τὸ πονηρὸν φρόνημα τὸ τῆς συγχύσεως τῶν ὑποστάσεων, ἐν ᾧ ἡ ἀσεβεστάτη αἵρεσις τοῦ Σαβελλίου ἀνενεώθη, τοῦτο μὲν οὖν γνώριμον τῷ Θεῷ τῷ τὰς καρδίας γινώσκοντι, γνώριμον δὲ καὶ πάσῃ τῇ ἀδελφότητι τῇ εἰς πεῖραν ἐλθούσῃ τῆς ἡμετέρας ταπει νώσεως. Καὶ αὐτοὶ δὲ ἐκεῖνοι, οἱ νῦν σφοδροὶ κατήγοροι ἡμῶν, ἐρευνησάτωσαν τὸ ἴδιον συνειδὸς καὶ γνώσονται ὅτι ἐκ παιδὸς μακρὰν ἐγενόμεθα τῶν τοιούτων δογμάτων. 224.3 Τί δέ ἐστι τὸ ἡμέτερον φρόνημα, εἴ τις ἐπιζητεῖ, γνώσεται ἀπ' αὐτοῦ τοῦ γραμματίου ἐν ᾧ ἡ ὑπογραφὴ αὐτῶν ἐστιν ἰδιόχειρος, ἣν ἐκεῖνοι βουλόμενοι ἀθετῆσαι τὴν ἑαυτῶν μεταβολὴν κρύπτουσιν ἐν τῇ ἡμετέρᾳ συκοφαν τίᾳ. Οὐ γὰρ ὁμολογοῦσιν ὅτι μετεμελήθησαν τῷ παρ' ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες, ἀλλ' ἡμῖν ἐπιφέ ρουσιν ἐγκλήματα ἀσεβείας νομίζοντες ἀγνοεῖσθαι ὅτι πρό σχημα μὲν αὐτοῖς ἐστιν ἡ ἀφ' ἡμῶν ἀναχώρησις· τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν ἣν πολλάκις ἐπὶ πολλῶν ἐγγράφως ὁμολογήσαντες τὸ τελευταῖον καὶ παρ' ἡμῶν ἐπιδοθεῖσαν ἐδέξαντο, καὶ ὑπέγραψαν ἃ πᾶσιν ἔξεσ τιν ἀναγινώσκειν, καὶ παρ' αὐτῶν τῶν γραμμάτων διδάσ κεσθαι τὴν ἀλήθειαν. Γνωρίμη δὲ αὐτῶν ἔσται ἡ προαίρεσις, ἐάν τις μετὰ τὴν ὑπογραφὴν ἣν ἡμῖν ἐπέδωκαν ἀναγνῷ τὴν πίστιν ἣν Γελασίῳ ἔδωκαν, καὶ γνῷ πόσον τὸ διάφορον ἐκείνης τῆς ὁμολογίας πρὸς ταύτην. Οἱ τοίνυν οὕτως εὐκόλως πρὸς τὰ ἐναντία μετατρεπόμενοι μὴ τὰ ἀλλότρια κάρφη διερευνάτωσαν, ἀλλὰ τὴν δοκὸν τὴν ἐν τῷ οἰκείῳ ὀφθαλμῷ ἐκβαλλέτωσαν. Ἐντελέστερον δὲ δι' ἄλλης ἐπιστο λῆς περὶ πάντων καὶ ἀπολογούμεθα καὶ διδάσκομεν, ἥτις πληροφορήσει τοὺς πλέον ἐπιζητοῦντας. Ὑμεῖς δὲ ἐν τῷ παρόντι ταῦτα ἡμῶν δεξάμενοι τὰ γράμματα πᾶσαν ἀφέλετε λύπην καὶ κυρώσατε εἰς ἡμᾶς ἀγάπην, δι' ὃ σφοδρῶς ἀντέ χομαι τῆς πρὸς ὑμᾶς ἑνώσεως. Καὶ μεγίστη ἡμῖν ἐστι λύπη καὶ ἀπαραμύθητος ὀδύνη τῇ καρδίᾳ ἡμῶν, ἐὰν τοσοῦ τον κατισχύσωσιν ὑμῶν αἱ καθ' ἡμῶν διαβολαὶ ὥστε ψύξαι τὴν ἀγάπην καὶ ἀπαλλοτριῶσαι ἡμᾶς ἀπ' ἀλλήλων.

225.τ ∆ΗΜΟΣΘΕΝΕΙ ΩΣ ΑΠΟ ΚΟΙΝΟΥ

225.1 Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον καὶ ἀκριβεῖ τῶν νόμων φύλακι καθ' οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. ∆ιαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ Βασιλεῖ. Αἰσθόμενοι δὲ ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθ' ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρ' ἡμῶν τὴν ἀλήθειαν εἴπερ ἄρα κατεδέχετό σου ἡ μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. Ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλ λειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἡ ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, ὁ δὲ ὑπήκουσε μὲν τῷ προστάγματι (πῶς γὰρ οὐκ ἔμελλεν;), ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθεὶς καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀρρωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυ χίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου μηδὲν ἀγανακτῆσαι τῇ ἀνα βολῇ τῆς ἀπαντήσεως. Καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη. Ἀλλ' εἰ μὲν περὶ χρημάτων ἐστὶν ὁ λόγος ὡς διαφορηθέντων, αὐτοῦ εἰσιν οἱ ταμίαι τῶν ἱερῶν χρημάτων ἕτοιμοι δοῦναι τὸν λόγον τῷ βουλομένῳ καὶ δεῖξαι τὴν συκοφαντίαν τῶν κατα τολμησάντων τῆς ἀκριβοῦς ἀκοῆς σου· ῥᾴδιον γὰρ αὐτοῖς ἀπ' αὐτῶν τῶν γραμμάτων τοῦ μακαρίου ἐπισκόπου φανε ρὰν τὴν ἀλήθειαν τοῖς ἐπιζητοῦσι ποιῆσαι. Εἰ δέ τι ἕτερόν ἐστι κανονικὸν ἐξετάσεως δεόμενον, καὶ τούτου καταδέχε ται ὑποδέξασθαι τὴν ἀκρόασιν καὶ τὴν κρίσιν ἡ μεγαλόνοιά σου, πάντων ἡμῶν χρεία, ὅτι, εἴπερ τι ἐλλέλειπται τῶν κανονικῶν, οἱ χειροτονήσαντες αἴτιοι, οὐχ ὁ κατὰ πᾶσαν ἀνάγκην ὑποδέξασθαι τὴν λειτουργίαν ἐκβιασθείς. Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλη σιαστικῶν ζητημάτων ἀπελυσάμεθα. Ὁμοῦ δὲ καὶ φείσασ θαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. Γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. Εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχ θῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι τὸ τῆς συντυ χίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθαι ἐν τῇ διαστάσει ἡμῶν τῇ πρὸς ἀλλήλους.

226.τ ΤΟΙΣ ΥΦ' ΕΑΥΤΟΝ ΑΣΚΗΤΑΙΣ

226.1 ∆υνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν, ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. Ἕως δὲ τοῦθ' ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. Αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέ στατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ Εὐαγγελίου Μελίτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφ' ὑμῖν καὶ τὴν μέριμ ναν τῶν ψυχῶν ὑμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμ πρότητι τῶν ἁγίων, δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ. Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμ ποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν Ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιά ζονται. Ἤνοιξαν γὰρ στόματά τινες ἀφειδῶς κατὰ τῶν ὁμοδούλων. Λαλεῖται τὸ ψεῦδος ἀφόβως, ἡ ἀλήθεια συγκε κάλυπται. Καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως, οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως. Ὅθεν κἀγὼ ἀκούσας ὅτι πάλαι κατ' ἐμοῦ περιφέρονται ἐπιστολαὶ στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγο ροῦσαι ἐπὶ πράγμασιν ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα. Τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστὶν ἐν ᾧ τυ πτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας. Ἐπειδὴ δὲ ὁρῶ ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾶν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινο μένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς, διότι, καθὼς γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ. 226.2 Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. Ὥστε κἂν ἡμεῖς σιωπῶμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. Οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι· οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφους ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται. Νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς μὲν ἀσθενοῦντας τῶν φίλων καταπατεῖν, θεραπεύειν δὲ τοὺς κρατοῦντας. Οἱ γὰρ τὰς πολυθρυλήτους ἐκείνας ἐπι στολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγ γράφοντες καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ τῇ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρ' αἱρε τικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦν πάντων ἐπιλαθόμενοι μετ' αὐτῶν γεγόνασι. Καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαίρεσιν, ἐν Ἀγκύρᾳ τὰς κατ' οἶκον αὐτῶν κοι νωνίας ἀσπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπ' αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. Ἐρωτήσατε οὖν αὐτοὺς εἰ ὀρθόδοξος νῦν Βασιλείδης ὁ κοινωνικὸς Ἐκδικίου, διὰ τί ἀπὸ τῆς ∆αρδανίας ἐπανιόντες τὰ θυσιαστήρια ἐκίνουν ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν· διὰ τί μέχρι καὶ νῦν ἐπέρχονται ταῖς Ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων καὶ παρ' ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους. Εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; Εἰ δὲ αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; Ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες ἢ διαβάλλειν τινὰς ἢ συνι στᾶν ἐπιχειροῦσι; Καὶ ἡμῶν τοίνυν ἀπέστησαν οὔτε ἀγανα κτήσαντες ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ὑφ' οὗ μάλιστα λέγουσι παροξύνεσθαι), οὔτε ὅτι τοὺς χωρεπι σκόπους οὓς λέγουσιν ἀπεσταλκέναι οὐκ ἐδεξάμεθα. Καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. Εἷς γάρ τις Εὐστάθιος ἀποσταλεὶς καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐικαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς πόλεως καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. Ἀκούσας δὲ ὅτι καθεύδω, ἀπελθών, οὐκέτι τῇ ὑστε ραίᾳ ἡμῖν προσήγγισεν, ἀλλ' οὕτως ἀφοσιωσάμενος τὸ καθ' ἡμᾶς ἐπανῆλθε. Καὶ τοῦτό ἐστι τὸ ἔγκλημα ὃ ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμισαν τὴν πρὸ τού του δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθ' ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον, ἐκκηρύκ τους ἡμᾶς ποιῆσαι. 226.3 Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως ἡ αἰτία· ἀλλ', ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, εἰ ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρ' αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου. Οὗτοι νῦν καὶ τὴν ἐν Νικαίᾳ διαβάλλουσι πίστιν καὶ ὁμοουσιάστας ἡμᾶς ἀποκα λοῦσι διὰ τὸ ἐν ἐκείνῃ τῇ πίστει τὸν Μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιον ὁμολογεῖσθαι, οὐχ ὡς ἀπὸ μιᾶς οὐσίας μερισθείσης εἰς δύο ἀδελφά, μὴ γένοιτο· οὐ γὰρ τοῦτο ἐνόη σεν ἡ ἁγία ἐκείνη καὶ θεοφιλὴς σύνοδος, ἀλλ' ὡς, ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν ὁ Πατήρ, τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ. Τοῦτο γὰρ ἡμῖν αὐτοὶ ἐκεῖνοι ἡρμήνευσαν εἰπόντες φῶς ἐκ φωτός. Ἔστι δὲ ἡ ἐν Νικαίᾳ πίστις, ἡ παρ' αὐτῶν ἀπὸ τῆς ∆ύσεως κομισθεῖσα, ἣν ἐπέδωκαν τῇ συνόδῳ τῇ ἐν Τυάνοις, ὑφ' ἧς καὶ παρεδέχθησαν. Ἀλλ' ἔχουσί τι σοφὸν δόγμα εἰς τὰς τοιαύτας ἑαυτῶν μεταβολάς· ὅτι τοῖς ῥήμασι τῆς πίστεως, ὡς ἰατροί, κέχρηνται κατὰ καιρόν, ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμο ζόμενοι. Τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσῆκεν, ἀλλ' ὑμᾶς νοεῖν. ∆ώσει γὰρ ὑμῖν ὁ Κύριος σύνεσιν πρὸς τὸ γνωρίζειν τίς μὲν ὁ εὐθὴς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος. Εἰ γὰρ ἄλλοτε ἄλλας πίστεις δεῖ συγγράφειν καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτι σμα. Εἰ δὲ ἐκεῖνα ἀληθῆ, μηδεὶς ὑμᾶς ἐξαπατάτω τοῖς κενοῖς τούτοις λόγοις. ∆ιαβάλλουσιν ἡμᾶς ὡς καινοτο μοῦντας περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου. Ἐρωτήσατε οὖν τίς ἡ καινοτομία. Ἡμεῖς γὰρ ὁμολογοῦμεν ὃ καὶ παρελάβομεν, μετὰ Πατρὸς καὶ Υἱοῦ τετάχθαι τὸν Παράκλητον, οὐ μετὰ τῆς κτίσεως ἀριθμεῖσθαι. Εἰς γὰρ Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα πεπιστεύκαμεν, καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ∆ιὰ τοῦτο οὐδέποτε τῆς πρὸς Πατέρα καὶ Υἱὸν συναφείας τὸν Παράκλητον ἀποσπῶμεν. Ὁ γὰρ νοῦς ἡμῶν φωτιζό μενος ὑπὸ τοῦ Πνεύματος πρὸς Υἱὸν ἀναβλέπει καὶ ἐν αὐτῷ ὡς ἐν εἰκόνι θεωρεῖ τὸν Πατέρα. Οὔτε οὖν ὀνόματα παρ' ἑαυτῶν ἐπινοοῦμεν, ἀλλὰ Πνεῦμα Ἅγιον καὶ Παρά κλητον ὀνομάζομεν, οὔτε τὴν ὀφειλομένην αὐτῷ δόξαν ἀθετεῖν καταδεχόμεθα. Ταῦτά ἐστι τὰ ἡμέτερα μετὰ πάσης ἀληθείας. Ἐπὶ τούτοις ὁ κατηγορῶν κατηγορείτω· ὁ διώκων ἡμᾶς διωκέτω· ὁ πιστεύων ταῖς καθ' ἡμῶν διαβολαῖς ἑτοι μαζέσθω πρὸς τὴν διαδικασίαν. Ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνῶμεν. 226.4 Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. «Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησί, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ». Οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρ' ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν. Ἡμεῖς γὰρ πρὸ τῶν συγγραμμά των λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινα καὶ ὑπόνοιαν τοιαύτην κατ' αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλ λομεν οὐδὲν περὶ τῆς πίστεως, οὐδ' οἷα νῦν ἐπὶ τῇ καθ' ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. Ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας καὶ τοὺς τὰ Ἀρείου δόγ ματα ἐκδικοῦντας ὡς ἀσεβεῖς ἀποφεύγομεν καὶ ἀναθεματί ζομεν. Εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτιθέμενος καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοι οῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. Ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ ἢ εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ Ἅγιον, ἀναθεματίζομεν καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. Ἀλλὰ τὰ μὲν στόματα τῶν κακηγορούντων ἡμᾶς ἐπισχεθῆ ναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν, καὶ μείζονα καὶ χαλεπώτερα καθ' ἡμῶν κατασκευά ζειν. Τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. Ὥστε ὅ ἐστιν ἐφ' ὑμῖν, τοῦτο ποιήσατε. Ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε, καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. Καὶ εἰ μὲν εὕρητε παρ' ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. Ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ ἡμᾶς κακο ποιῆσαι· τοῦτο παρ' ὑμῶν οὐκ ἐπιζητοῦμεν. Ἐμπορικὸν βίον μεταχειριζόμενοι παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέ ραν διαβολήν· ὑμᾶς οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Κυρίου πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόν των γινομένας ἐκκλίνειν, ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε καὶ τὴν τῶν Πατέρων πίστιν ἄθραυσ τον διασώσητε καὶ παρὰ τῷ Κυρίῳ εὐδόκιμοι φανῆτε ὡς φίλοι τῆς ἀληθείας.

227.τ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΚΟΛΩΝΙΑ ΚΛΗΡΙΚΟΥΣ

227.1 Καὶ τί οὕτω καλὸν καὶ εὐδόκιμον παρὰ Θεῷ καὶ ἀνθρώ ποις ὡς ἀγάπη τελεία, ἣν πλήρωμα τοῦ παντὸς εἶναι νόμου παρὰ τοῦ σοφοῦ δεδιδάγμεθα ∆ιδασκάλου; Ὥστε ἀποδέχο μαι ὑμῶν τὸ διάπυρον τῆς περὶ τὸν ποιμένα ὑμῶν διαθέ σεως. Οὔτε γὰρ παιδὶ φιλοπάτορι πατρὸς ἀγαθοῦ στέρησις ἀνεκτή, οὔτε Ἐκκλησίᾳ Χριστοῦ ποιμένος καὶ διδασκάλου ἀναχώρησις φορητή. Ὥστε καλῆς καὶ ἀγαθῆς προαιρέσεως ἀπόδειξιν ἡμῖν ἐν τῇ ὑπερβαλλούσῃ περὶ τὸν ἐπίσκοπον ὑμῶν διαθέσει παρέχεσθε. Ἀλλὰ τὸ χρηστὸν ὑμῶν τοῦτο καὶ περὶ τὸν πνευματικὸν πατέρα ἐνδιάθετον, μέτρῳ καὶ λογισμῷ γινόμενον, ἀπόδεκτόν ἐστιν, ἐκβαῖνον δὲ τοῦ ὅρου οὐκ ἔτι τῆς αὐτῆς ἀποδοχῆς ἄξιον γίνεται. Οἰκονομία καλὴ περὶ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν τὸν συλλειτουργὸν Εὐφρόνιον παρὰ τῶν οἰκονομεῖν τὰς Ἐκκλησίας πεπιστευμένων γεγένηται, ἀναγκαία τῷ καιρῷ, λυσιτελὴς καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἣν μετετέθη καὶ ὑμῖν αὐτοῖς ἀφ' ὧν ἐλήφθη. Ταύτην μὴ ἀνθρωπίνην νομίσητε, μηδὲ ἐκ λογισμῶν κεκι νῆσθαι τὰ γήϊνα φρονούντων ἀνθρώπων, ἀλλὰ τῇ συνεργείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε, καὶ ἐμβά λεσθε τῇ διανοίᾳ τὴν ὁρμὴν ταύτην καὶ σπουδάσατε αὐτὴν τελειῶσαι. ∆έξασθε οὖν ἡσυχῆ καὶ μετ' εὐχαριστίας τὸ γενόμενον, ἐκεῖνο πεπεισμένοι ὅτι οἱ μὴ δεχόμενοι παρὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ τὰ ταῖς Ἐκκλησίαις διατυπούμενα τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθίστανται. Μὴ δικαιολογεῖσθε πρὸς τὴν μητέρα ὑμῶν τὴν ἐν Νικοπόλει Ἐκκλησίαν. Μὴ τραχύ νεσθε πρὸς τοὺς τῶν ψυχῶν ὑμῶν ἀναδεδεγμένους τὴν μέριμναν. Ἐν γὰρ τῷ τὰ τῆς Νικοπόλεως συνεστάναι πράγ ματα καὶ τὸ καθ' ὑμᾶς μέρος συνδιασωθήσεται· ἐὰν δὲ ἐκείνης ἅψηταί τις σάλος, κἂν μυρίους ἔχητε τοὺς φυλάσ σοντας ὑμᾶς, συμπαραναλωθήσεται τῷ κεφαλαίῳ καὶ τὸ ὑμέτερον. Ὡς οὖν οἱ τοῖς ποταμοῖς παροικοῦντες, ἐπειδὰν ἴδωσί τινας πόρρωθεν ὀχυρώματα καταβαλλομένους τοῖς ῥεύμασιν, ἴσασιν ὅτι αὐτοῖς προδιοικοῦνται τὴν ἀσφάλειαν τὰς ἐπιδρομὰς τῶν ῥευμάτων ἀποκρουόμενοι· οὕτω καὶ οἱ νῦν τὸ βάρος τῆς φροντίδος τῶν ἐκκλησιαστικῶν ἀναδεξά μενοι ἐν τῇ τῶν ἄλλων φυλακῇ τὴν καθ' ὑμᾶς ἄδειαν διοι κοῦνται, καὶ ἐν σκέπῃ γενήσεσθε πάσης ταραχῆς, ἑτέρων ὑποδεχομένων τοῦ πολέμου τὰς προσβολάς. Πρὸς δὲ κἀκεῖνο ἐνθυμεῖσθαι ὑμᾶς προσῆκεν ὅτι οὐχ ὑμᾶς ἀπέβαλεν, ἀλλ' ἑτέρους προσέλαβεν. Οὐ δήπου δὴ βάσκανοί τινές ἐσμεν ἡμεῖς, ὥστε τὸν δυνάμενον καὶ ἄλλοις τῶν ἑαυτοῦ χαρισμά των μεταδιδόναι ἀναγκάζειν ὑμῖν ἐναποκλείειν τὴν χάριν καὶ τῷ καθ' ὑμᾶς μόνῳ χωρίῳ στενοχωρεῖν. Οὔτε γὰρ ὁ πηγὴν περιφράσσων καὶ ὕδατος ἔξοδον λυμαινόμενος ἐπαι νετός, οὔτε ὁ διδασκαλίαν διαρκῆ κωλύων ἐπὶ πλεῖον χωρεῖν ἔξω τοῦ πάθους τῆς βασκανίας ἐστίν. Ἐχέτω τοίνυν καὶ τὴν Νικοπόλεως μέριμναν καὶ τὸ ὑμέτερον προσθήκη ἔστω τῶν ἐκεῖ φροντισμάτων. Τῷ μὲν γὰρ ἀνδρὶ πλείων προσῆλ θεν ὁ κόπος, ὑμῶν δὲ οὐδὲν ἐλαττοῦται ἡ ἐπιμέλεια. Ἐκεῖνο δέ με καὶ πάνυ ἐλύπησε καὶ ἔξω ἐφάνη τοῦ μέτρου εἰρῆσθαι ὅτι ἀποτυχόντες τῶν ἐπιζητουμένων, τὰ δικαστήρια κατα ληψόμεθα καὶ ἐπισείσομεν ἀνθρώπους πράγμασιν, οἷς ἡ καταστροφὴ τῶν Ἐκκλησιῶν εὐχῆς ἐστι τὸ κεφάλαιον. Μή ποτε οὖν ἄφρονι θυμῷ φερόμενοί τινες παραπείσωσιν ὑμᾶς φθέγξασθαι περὶ τούτων τι εἰς τὸ δημόσιον, καὶ γένηται μέν τις ἐντεῦθεν καταστροφή, περιτραπῇ δὲ τῶν γινομένων τὸ βάρος ταῖς κεφαλαῖς τῶν τὴν αἰτίαν παρασχομένων. Ἀλλὰ δέξασθε καὶ τὴν ἡμετέραν συμβουλὴν ἐν πατρικοῖς ὑμῖν σπλάγχνοις προσαγομένην, καὶ τὴν τῶν θεοφιλεστάτων ἐπισκόπων οἰκονομίαν κατὰ βούλησιν Θεοῦ γενομένην. Καὶ ἀναμείνατε καὶ ἡμᾶς οἳ παραγενόμενοι, ἐὰν ὁ Κύριος ἡμῖν συνεργήσῃ, ὅσα οὐκ ἐνεχώρει διὰ τῆς ἐπιστολῆς παρακαλέ σαι τὴν εὐλάβειαν ὑμῶν, δι' ἑαυτῶν παραινέσομεν, καὶ τὴν ἐνδεχομένην παραμυθίαν δι' αὐτῶν τῶν ἔργων ἐπαγαγεῖν ὑμῖν πειρασόμεθα.

228.τ ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΚΟΛΩΝΕΙΑΣ

228.1 Ἐδεξάμην τὰ γράμματα τῆς κοσμιότητος ὑμῶν καὶ ηὐχα ρίστησα τῷ παναγίῳ Θεῷ, ὅτι, ἄσχολοι ὄντες περὶ τὴν μέριμναν τῶν δημοσίων, οὐκ ἐν παρέργῳ τίθεσθε τὰ τῶν Ἐκκλησιῶν, ἀλλ' ἕκαστος, ὡς ὑπὲρ ἰδίου πράγματος καὶ συνέχοντος αὐτοῦ τὴν ζωήν, οὕτως ἐμερίμνησε, καὶ ἐπεσ τείλατε ἡμῖν ἀνιώμενοι ἐπὶ τῷ χωρισμῷ τοῦ θεοφιλεστάτου ἐπισκόπου ὑμῶν Εὐφρονίου, ὃν οὐκ ἀφείλετο ὑμῶν ἡ Νικό πολις, ἀλλὰ δικαιολογουμένη μὲν εἴποι ἂν ὅτι τὸν οἰκεῖον ἀπέλαβε, θεραπευομένη δὲ φθέγξεται ὑμῖν φωνὴν μητρὶ φιλοστόργῳ πρέπουσαν, ὅτι κοινὸν ἕξει πρὸς ὑμᾶς τὸν πατέρα, ὃς ἐν μέρει ἑκατέροις τῆς ἑαυτοῦ μεταδώσει χάρι τος, οὔτε ἐκείνους ἐάσει τι παθεῖν ἐκ τῆς τῶν ἐναντίων ἐπιδρομῆς καὶ ὑμᾶς τῆς συνήθους κηδεμονίας οὐκ ἀποστε ρήσει. Τοῦ τε οὖν καιροῦ τὴν χαλεπότητα λογισάμενοι καὶ τὸ τῆς οἰκονομίας ἀναγκαῖον σώφρονι γνώμῃ καταμαθόντες σύγγνωτε μὲν τοῖς ἐπισκόποις ἐπὶ ταύτην ἐλθοῦσι τὴν ὁδὸν τῆς καταστάσεως τῶν Ἐκκλησιῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραινέσατε δὲ ἑαυτοῖς ὃ πρέπει ἀνδράσι τέλειον μὲν τὸν οἰκεῖον νοῦν κεκτημένοις, εἰδόσι δὲ καὶ τὰς παρὰ τῶν ἀγαπώντων ὑποθήκας προσίεσθαι. Ὑμᾶς μὲν γὰρ εἰκὸς πολλὰ τῶν κινουμένων ἀγνοεῖν διὰ τὸ ἐν ἐσχατιᾷ τῆς Ἀρμενίας τετάχθαι· ἡμεῖς δέ, οἱ μέσοις ἐμβεβηκότες τοῖς πράγμασι καὶ πανταχόθεν ἐφ' ἑκάστης ἡμέρας ταῖς ἀκοαῖς βαλλόμενοι τῶν καταστρεφομένων Ἐκκλησιῶν, ἐν πολλῷ ἀγῶνί ἐσμεν, μήποτε ὁ κοινὸς ἐχθρὸς τῇ μακρᾷ εἰρήνῃ τοῦ βίου ἡμῶν βασκήνας ἐπισπεῖραι δυνηθῇ τὰ ἑαυτοῦ ζιζάνια καὶ τοῖς καθ' ὑμᾶς τόποις, καὶ γένηται καὶ τὸ τῶν Ἀρμε νίων μέρος κατάβρωμα τῶν ὑπεναντίων. Ἀλλὰ νῦν μὲν ἡσυχάσατε, ὥσπερ σκεύους ἀγαθοῦ χρῆσιν κοινὴν ἔχειν πρὸς τοὺς γείτονας ὑμῶν καταδεξάμενοι. Μικρὸν δὲ ὕστε ρον, ἂν δῷ ὁ Κύριος τὴν ἐπιδημίαν ἡμῶν, καὶ τελεωτέραν παραμυθίαν τῶν γενομένων ἐκδέξεσθε, ἐὰν τοῦτο ὑμῖν ἀναγ καῖον καταφανῇ.

229.τ ΠΡΟΣ ΤΟΥΣ ΚΛΗΡΙΚΟΥΣ ΝΙΚΟΠΟΛΕΩΣ

229.1 Καὶ παρ' ἑνὸς εὐλαβοῦς καὶ δευτέρου γενόμενον ἔργον πληροφορεῖ ἡμᾶς τῇ συμβουλίᾳ τοῦ Πνεύματος πείθεσθαι γίνεσθαι. Ὅταν γὰρ μηδὲν ᾖ ἀνθρώπινον πρὸ ὀφθαλμῶν κείμενον, μηδὲ σκοπῷ οἰκείας ἀπολαύσεως πρὸς τὰς ἐνερ γείας ὁρμῶσιν οἱ ὅσιοι, ἄλλ' οὐδὲν τοῦ εὐαρεστεῖν τῷ Θεῷ προθέμενοι, δῆλον ὅτι Κύριός ἐστιν ὁ τὰς καρδίας αὐτῶν κατευθύνων. Ὅπου δὲ ἄνδρες πνευματικοὶ τῶν βουλευμά των κατάρχουσιν, ἕπεται δὲ τούτοις λαὸς Κυρίου ἐν συμφω νίᾳ τῆς γνώμης, τίς ἀμφιβάλλει μὴ οὐχὶ κοινωνίᾳ τῇ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸ αἷμα αὐτοῦ ὑπὲρ τῶν Ἐκκλησιῶν ἐκχέαντος, τὴν βουλὴν γεγενῆσθαι; Ὅθεν καὶ αὐτοὶ καλῶς εἰκάσατε τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Ποιμένιον κατὰ Θεὸν κεκινῆσθαι, ὃς καὶ ἐπέστη ὑμῖν ἐν καιρῷ καὶ ἦλθεν ἐπὶ τὸν τρόπον τοῦτον τῆς παραμυθίας. Οὗ ἐγὼ οὐχὶ τὴν εὕρεσιν μόνον τοῦ συμφέρον τος ἐπαινῶ, ἀλλὰ καὶ τὸ τῆς γνώμης γενναῖον θαυμάζω, ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα ἐξέλυσε μὲν τὴν σπουδὴν τῶν ἐπιζητούντων, ἔδωκε δὲ καιρὸν φυλακῆς τοῖς ἀντιποιουμένοις, ἐπήγειρε δὲ τὰς ἐπιβουλὰς τῶν ἐφεδρευ όντων, ἀλλ' εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν. Ὃν πανέστιον φυλάξειεν ὁ Κύριος τῇ ἑαυτοῦ χάριτι, ὥστε τὴν Ἐκκλησίαν ὁμοίαν ἑαυτῇ διαμεῖναι ἐν τῇ ὁμοτίμῳ τοῦ προλαβόντος διαδοχῇ, καὶ μὴ δοῦναι χώραν τῷ Πονηρῷ ὃς νῦν, εἴπερ ποτέ, τῇ καταστάσει τῶν Ἐκκλησιῶν δυσχεραίνει. 229.2 Τοὺς δὲ ἐν Κολωνείᾳ ἀδελφοὺς πολλὰ μὲν καὶ ἡμεῖς παρεκαλέσαμεν διὰ γραμμάτων, καὶ ὑμεῖς δὲ ἀποδέχεσθαι αὐτῶν ὀφείλετε τὴν διάθεσιν μᾶλλον ἢ παροξύνειν αὐτοὺς ὡς διὰ σμικρότητα παροφθέντας, μηδὲ τῇ καταφρονήσει προάγειν αὐτοὺς εἰς φιλονεικίαν. ∆ιότι πεφύκασί πως οἱ φιλονεικοῦντες ἀβουλότεροι γίνεσθαι καὶ πολλὰ τῶν ἰδίων κακῶς διατίθεσθαι, ὑπὲρ τοῦ λυπῆσαι τοὺς ἐναντιουμένους. Οὐδεὶς δὲ οὕτω μικρὸς ὡς μὴ δύνασθαι νῦν κακῶν μεγάλων ἀφορμὴν παρασχεῖν τοῖς ἐθέλουσιν ἀφορμήν. Καὶ τοῦτο οὐ στοχαζόμενοι λέγομεν, ἀλλὰ πείρᾳ κακῶν οἰκείων δεδιδαγ μένοι, ἃ παραγάγοι ὁ Θεὸς ταῖς ὑμετέραις προσευχαῖς. Συνεύξασθε δὲ καὶ ἡμῖν τὴν εὐοδίαν, ἵνα παραγενόμενοι ὁρμισθῶμεν ὑμῖν ἐπὶ τῷ παρόντι ποιμένι καὶ συμπαρακλη θῶμεν ἐπὶ τῇ ἀναχωρήσει τοῦ κοινοῦ πατρὸς ἡμῶν.

230.τ ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΝΙΚΟΠΟΛΕΩΣ

230.1 Αἱ περὶ τὰς Ἐκκλησίας οἰκονομίαι γίνονται μὲν παρὰ τῶν πεπιστευμένων τὴν προστασίαν αὐτῶν, βεβαιοῦνται δὲ παρὰ τῶν λαῶν. Ὥστε ὃ μὲν ἦν ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκό ποις πεπλήρωται· τὸ δὲ λειπόμενον ἤδη πρὸς ὑμᾶς βλέπει, ἐὰν καταξιώσητε ἐκθύμως περιέχεσθαι τοῦ δεδομένου ὑμῖν ἐπισκόπου καὶ τὰς παρὰ τῶν ἔξωθεν πείρας ἰσχυρῶς ἀπο κρούεσθαι. Οὐδὲν γὰρ οὕτω δυσωπεῖ οὔτε ἄρχοντας οὔτε τοὺς λοιπούς, ὅσοι βασκαίνουσιν ὑμῶν τῇ εἰρηνικῇ κατασ τάσει, ὡς τὸ σύμφωνον περὶ τὴν τοῦ δεδομένου ἀγάπην καὶ τὸ ἰσχυρὸν τῆς ἐνστάσεως. Ἀπόγνωσιν γὰρ ἐμποιεῖ αὐτοῖς πάσης ἐπιχειρήσεως πονηρᾶς, ἐὰν ἴδωσι μήτε κλῆρον μήτε λαὸν τὰς αὐτῶν ἐπινοίας παραδεχόμενον. Ἣν οὖν γνώμην ἔχετε περὶ τοῦ καλοῦ, ταύτην κοινὴν ποιήσασθε τῆς πόλεως· καὶ τοῖς δήμοις καὶ πᾶσι τοῖς οἰκοῦσι τὴν χώραν διαλέχθητε τὰ πρέποντα ἐπιρρώσοντες αὐτῶν τὰς καλὰς προαιρέσεις, ὥστε διαβοηθῆναι παρὰ πᾶσι τὸ γνήσιον ὑμῶν τῆς εἰς Θεὸν ἀγάπης. Ἐὰν δὲ καταξιωθῶμεν καὶ αὐτοί ποτε παραγενέσ θαι καὶ ἐπισκέψασθαι τὴν Ἐκκλησίαν τὴν τροφὸν τῆς εὐσεβείας, ὡς μητρόπολιν τῆς ὀρθοδοξίας τιμῶμεν, διὰ τὸ ἐκ παλαιοῦ ὑπὸ τιμιωτάτων ἀνδρῶν καὶ ἐκλεκτῶν τοῦ Θεοῦ οἰκονομεῖσθαι αὐτὴν ἀντεχομένων τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὧν ἄξιον εἶναι τὸν νῦν ἀναφανέντα καὶ ὑμεῖς ἐδοκιμάσατε καὶ ἡμεῖς συνεθέμεθα. Μόνον φυλαχθείητε παρὰ τῆς χάριτος τοῦ Θεοῦ παραλύοντες μὲν τὰ πονηρὰ βουλεύματα τῶν ἐχθρῶν, ἰσχὺν δὲ καὶ εὐτονίαν πρὸς φυλα κὴν τῶν καλῶς δεδομένων ταῖς ψυχαῖς ὑμῶν ἐμποιοῦντες.

231.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

231.1 Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ μικρῶς. Ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾶν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. Ἀλλ' οὐκ ἔξεστί μοι γράφειν, δι' ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθ' ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλων σου τῇ ἀγάπῃ. Ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθ' ἡμᾶς· σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα ὡς τὰ ἡμέτερα. Ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. ∆ι' ἧς καὶ προσφθεγγόμεθά σου τὴν εὐλά βειαν καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δι' ἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλ' ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς Ἐκκλησίας εὔχου. Γίνωσκε δὲ ὅτι ὁ μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. ∆όαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυ σάρκου τὰ ἐκεῖ συνταράσσοντος. Ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ Στρατοπέδου τυρεύουσιν, ὡς ὁ τῶν εἰδό των λόγος· ἡ δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθ' ἡμῶν. Μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. Καὶ γὰρ καὶ ὁ ἀδελφὸς διάγει ἄνετος, καὶ ∆όαρα τὸν παλαιὸν ἀπέλαβε μου λίωνα, πλέον δὲ ἔχει οὐδέν· καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. Πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι. Ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν. Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας. Ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετ' ἐμοῦ ἀδελφοὶ εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ γράψαι. Ἵν' οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτη δείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. Ἐρρωμένος καὶ εὔθυ μος ὑπερευχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ Ἁγίου φιλανθρωπίᾳ.

232.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

232.1 Πᾶσα ἡμέρα γράμματα ἔχουσα τῆς θεοσεβείας σου ἑορτὴ ἡμῖν ἐστι καὶ ἑορτῶν ἡ μεγίστη. Ὅταν δὲ καὶ σύμβολα ἐπι φέρηται ἑορτῆς, τί ἄλλο χρὴ ὀνομάζειν ἢ οὐχὶ ἑορτὴν ἑορ τῶν, ὥσπερ ὁ παλαιὸς νόμος σάββατα σαββάτων προσαγο ρεύειν εἰώθει; Εὐχαριστοῦμεν οὖν τῷ Κυρίῳ, μαθόντες ὅτι καὶ ἔρρωσαι τῷ σώματι καὶ εἰρηνευούσῃ τῇ Ἐκκλησίᾳ τῆς σωτηρίου οἰκονομίας τὴν ἀνάμνησιν ἐτέλεσας. Ἡμᾶς δὲ θόρυβοί τινες διετάραξαν· οὐ μὴν ἔξω κατηφείας διηγάγο μεν τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι. Ἀλλ' ὑπὲρ μὲν ἐκείνου προσεύχου, ἵνα δώῃ αὐτῷ ὁ Θεός ποτε ἐπιδεῖν τὴν ἑαυτοῦ Ἐκκλησίαν τῶν αἱρετικῶν δειμάτων τὰ τραύματα ἰαθεῖσαν, ἡμᾶς δὲ καταξίωσον λίαν ἐπισκέψασθαι, ἕως ἔτι ἐσμὲν ἐπὶ γῆς. Ποίησον ἔργον σαυτῷ μὲν ἀκόλουθον, ἡμῖν δὲ εὐχῆς ἄξιον τῆς μεγίστης. Θαυμά σαι δέ ἐστι καὶ τὴν διάνοιαν τῶν εὐλογιῶν, ὅτι δι' αἰνιγμά των ηὔξω ἡμῖν γῆρας ἰσχυρόν. Ἔδειξας γὰρ ὅτι διὰ μὲν τῶν λαμπηνῶν πρὸς τοὺς νυκτερινοὺς διεγείρεις καμάτους, διὰ δὲ τῶν τραγημάτων τὸ πᾶσι τοῖς μέρεσι τετονῶσθαι κατεγγυᾷ. Οὐ γὰρ ἔμοιγε καθ' ἡλικίαν τὸ τρώγειν, πάλαι τῶν ὀδόντων ἔκ τε τοῦ χρόνου καὶ ἐκ τῆς ἀρρωστίας ἐκτε τριμμένων. Πρὸς μὲν οὖν τὰ ἐπερωτηθέντα γεγόνασί τινες ἐν τῷ ὑπομνηστικῷ ἀποκρίσεις οἵας ἐμοὶ δυνατὸν ἦν καὶ ὡς ὁ καιρὸς ἐδίδου.

233.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΕΡΩΤΗΣΑΝΤΙ

233.1 Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν κατασκευήν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὅτι καλὸν μὲν ὁ νοῦς καὶ ἐν τούτῳ ἔχομεν τὸ κατ' εἰκόνα τοῦ κτίσαντος, καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια, καὶ ὅτι, ἀεικί νητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. Ἀλλ' ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύ κασι κατά τε τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, ἡ μὲν πονηρὰ ἡ τῶν δαιμόνων πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα, ὅταν μὲν ἐφ' ἑαυτοῦ μένῃ ὁ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ ἀφανίσας τὸ οἰκεῖον κριτήριον, φαντασίαις σύνεστιν ἀλλοκότοις. Τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. Ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα καὶ τὰς τοῦ Πνεύματος ὑποδέ ξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον. Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέρ γειαι. Ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρεῖαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώ σεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦ λος ἀπηριθμήσατο. Ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα οὔτε ἐπαινετόν· ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις ἃς δὴ καὶ μέσας προσ αγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. Ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς; Οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθ' ἑαυτάς, ἀλλ' ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. Ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικὸς καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑπο δέχεται. 233.2 Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις, μὴ κακεντρεχῶς, ἀλλ' εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. ∆έδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. Ἔστι δὲ ἡ αὐτοαλήθεια ὁ Θεὸς ἡμῶν. Ὥστε προηγούμενόν ἐστι τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν· ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπει ρομεγέθη ὑπὸ τοῦ μικροτάτου. Οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται. Οὐδὲ γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ ἐν μιᾷ ῥοπῇ καθορᾶται, ἀλλὰ φαντασία μὲν ὄψεως ἡμᾶς περιίσταται, κατὰ δὲ τὴν ἀλήθειαν πολλά, ἵνα μὴ πάντα εἴπω, ἔστιν ἐν αὐτῷ τὰ ἀγνοούμενα· ἀστέρων φύσις, μεγέθη τούτων, διαστήματα, κινήσεις, συνδρομαί, ἀποστά σεις, αἱ λοιπαὶ σχέσεις, αὐτὴ ἡ οὐσία τοῦ στερεώματος, τὸ βάθος τὸ ἀπὸ τῆς κοίλης περιφερείας ἐπὶ τὴν κυρτὴν ἐπι φάνειαν. Ἀλλ' ὅμως οὐκ ἂν εἴποιμεν ἀόρατον εἶναι τὸν οὐρανὸν διὰ τὰ ἀγνοούμενα, ἀλλ' ὁρατὸν διὰ τὴν μετρίαν αὐτοῦ κατανόησιν. Οὕτω δὴ καὶ περὶ Θεοῦ. Εἰ μὲν βεβλαμ μένος ἐστὶν ὑπὸ δαιμόνων ὁ νοῦς, εἰδωλολατρήσει ἢ πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται. Εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ, τὴν ἀλήθειαν γνωρί σει καὶ Θεὸν ἐπιγνώσεται. Ἐπιγνώσεται δέ, ὡς ὁ Ἀπόστολος εἶπεν, ἐκ μέρους· ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ, τελεώτερον· «Ὅταν γὰρ ἔλθῃ τὸ τελειότερον, τὸ ἐκ μέρους καταργηθή σεται». Ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος, τὴν Θεοῦ κατανόησιν, δεδομένον, ἐνερ γοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.

234.τ ΤΩ ΑΥΤΩ ΠΡΟΣ ΑΛΛΟ ΕΡΩΤΗΜΑ

234.1 Ὃ οἶδας σέβεις, ἢ ὃ ἀγνοεῖς; Ἐὰν ἀποκρινώμεθα ὅτι ὃ οἴδαμεν τοῦτο προσκυνοῦμεν, ταχεῖα παρ' αὐτῶν ἡ ἀπάν τησις· τί ἡ οὐσία τοῦ προσκυνουμένου; Ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγου σιν ὅτι οὐκοῦν ὃ οὐκ οἴδατε προσκυνεῖτε. Ἡμεῖς δὲ λέγομεν ὅτι τὸ εἰδέναι πολύσημον. Καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τὴν πρόνοιαν ᾗ ἐπιμελεῖται ἡμῶν καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως, οὐκ αὐτὴν τὴν οὐσίαν. Ὥστε ἐπηρεαστικὴ ἡ ἐρώτησις. Οὐ γὰρ ὁ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας. Ἀλλ' ἁπλοῦς, φησίν, ὁ Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπα ριθμήσῃ γνωστὸν τῆς οὐσίας ἐστί. Τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. Τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; Καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον καὶ τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν, ἢ καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; Εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν εἰ φοβερὸν οἴδαμεν τὸν Θεὸν ἢ εἰ δίκαιον ἢ εἰ φιλάνθρωπον; Ταῦτα ὁμολογοῦμεν εἰδέναι. Εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσ θωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. Αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο καὶ ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. Ἀλλ' αἱ μὲν ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ. Ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνού μεθα. Αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος. 234.2 Ἀλλ' εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς. Σὺ δὲ ἀντίστρεψον· ὅτι, εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. Οὔτε γὰρ ὁ λυσσόδηκτος βλέπων τὸν κύνα ἐν τῇ φιάλῃ πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων, ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν ἃ μὴ ὁρᾷ. Μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον. Γίνωσκε τοίνυν ὅτι παιζόντων ἐστὶν ἡ φωνή· εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, ὃ μὴ γινώσκεις σέβεις. Ἐγὼ δὲ ὅτι μὲν ἔστιν οἶδα, τί δὲ ἡ οὐσία ὑπὲρ διάνοιαν τίθεμαι. Πῶς οὖν σώζομαι; ∆ιὰ τῆς πίστεως. Πίστις δὲ αὐτάρκης εἰδέναι ὅτι ἐστὶν ὁ Θεός, οὐχὶ τί ἐστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Εἴδησις ἄρα τῆς θείας οὐσίας ἡ αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας, καὶ σεπτὸν οὐ τὸ καταληφθὲν τίς ἡ οὐσία, ἀλλ' ὅτι ἐστὶν ἡ οὐσία. 234.3 Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώ ποτε· ὁ Μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. Τί ἐξηγήσατο τοῦ Πατρὸς ὁ Μονογενής; Τὴν οὐσίαν ἢ τὴν δύναμιν; Εἰ τὴν δύναμιν, ὅσον ἐξηγή σατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. Εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσ εκύνησεν; Οὐχ ὅτε ἐπίστευσε; Πότε δὲ ἐπίστευσεν; Οὐχ ὅτε ἐκλήθη; Ποῦ οὖν ἐνταῦθα ἡ κατάληψις αὐτῷ ἐμαρτυ ρήθη παρὰ τῆς Γραφῆς; Οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσε κύνησαν; Οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; Ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώ ρισαν αὐτοῦ τὴν θεότητα. Οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησις. Πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι; «Πιστεύω, Κύριε, καὶ προσεκύ νησεν αὐτῷ». Οὕτως ἡ μὲν προσκύνησις τῇ πίστει ἀκολου θεῖ, ἡ δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. Εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφ' ὧν πιστεύει ἀπὸ τούτων καὶ γινώσκει· ἢ καὶ ἀνάπαλιν ἀφ' ὧν γινώσκει ἀπὸ τούτων καὶ πιστεύει. Γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. Ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευ θέντι.

235.τ ΤΩ ΑΥΤΩ ΠΡΟΣ ΑΛΛΟ ΕΡΩΤΗΜΑ

235.1 Τί πρότερον, ἡ γνῶσις ἢ ἡ πίστις; Ἡμεῖς δὲ λέγομεν ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προη γεῖται· ἐπὶ δὲ τοῦ καθ' ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρ χειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα (γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον). Ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον ὅτι ἄλφα λέγεται καί, μαθόντα τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοι χείου. Ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἡ ἔννοια ἡ περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. Σοφὸν γὰρ καὶ δυνατὸν καὶ ἀγαθὸν καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦντες ἐπιγινώσκομεν. Οὕτω δὴ καὶ ∆εσπότην ἑαυτῶν αὐτὸν κατα δεχόμεθα. Ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς ὁ Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς ὁ Θεός. Ταύτῃ τῇ γνώσει ἡ πίστις ἀκολουθεῖ καὶ τοιαύτῃ πίστει ἡ προσκύνησις. 235.2 Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων καὶ ὁμοίως ἐνεπιδεικ νύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. Ἐπειδὴ γὰρ τὸ τῆς γνώ σεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατ' οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμᾶς τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. Ἀλλ' ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ὃ ἐκφεύγει ἡμῶν τὴν κατάληψιν. Ὡς οὖν ἐάν με ἐρωτήσῃς εἰ οἶδα τί ἐστιν ἄμμος κἂν ἀποκρίνωμαι ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδήλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι ἡ μὲν πρώτη σου ἐρώ τησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, ἡ δὲ δευτέρα συκοφαντία περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη. Ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι· «Οἶδας Τιμόθεον; Οὐκοῦν, ἐὰν οἶδας Τιμόθεον, οἶδας αὐτοῦ καὶ τὴν φύσιν· ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον· ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμοθέου φύσεως. Ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα· οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. Οὐ γὰρ καθ' ὃ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα· ἀλλὰ κατ' ἄλλο μὲν οἶδα, κατ' ἄλλο δὲ ἀγνοῶ. Οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. Ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. Οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ. 235.3 Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν πῶς εἶπεν ὁ Παῦλος ὅτι· «Νῦν μὲν ἐκ μέρους γινώσκομεν». Ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; Ἀλλ' ἄτοπον, ἀμερὴς γὰρ ὁ Θεός. Ἀλλ' ὅλην αὐτὴν γινώσκομεν; Πῶς οὖν· «Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται»; Οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦν ται; Οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; Ἢ Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδί ζονται λέγοντος· «Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσ θέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα;» Γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός; Ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ ἡ οὐσία ἥτις τότε ἦνἐπεγνώσθη; «Ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν.» ∆ηλονότι ὁ βοῦς καθ' ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου. Καὶ «Ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ». Ἔγνω οὖν καὶὁ ὄνος τῆς φάτνης τὴν οὐσίαν. «Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω.» Τοῦτο ἐγκαλεῖται καθ' ὑμᾶς Ἰσραὴλ ὅτι τὴν οὐσίαν ἥτις ποτέ ἐστι τοῦ Θεοῦ οὐκ ἐπέγνω. «Ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε», τουτέστι τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. Ἀλλὰ πολλαχῶς ἡ γνῶσις, ὡς ἔφαμεν. Ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις καὶ ἡ τῶν θαυμασίων αὐτοῦ κατανόησις καὶ ἡ τήρησις τῶν ἐντο λῶν καὶ ἡ οἰκείωσις ἡ πρὸς αὐτόν. Οἱ δὲ πάντα ταῦτα παρωσάμενοι ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. «Θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν.» Ἆρα τὸ γνωσθήσομαι ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.» Ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; «Ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ.» Ἆρα τὴνοὐσίαν αὐτῆς ἐγνώρισε; Καὶ περὶ τῆς Ῥεβέκκας· «Παρ θένος, φησίν, ἀνὴρ οὐκ ἔγνω αὐτήν.» Καί· «Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; Ἢ τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; Καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου τουτέστιν ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι. Καὶ τὸ «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ» τουτέστιν ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.

236.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ

236.1 Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν περὶ τοῦ ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν ἡμέραν τοῦ τέλους καὶ τὴν ὥραν, καὶ μάλιστα συνεχῶς προβαλλόμενον παρὰ τῶν Ἀνομοίων, ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς εἰς ἀπόδειξιν τοῦ κατὰ τὴν οὐσίαν ἀνομοίου καὶ τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως, ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσ θαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα τὴν εἴδησιν τῶν ὅλων τῇ προγνωστικῇ ἑαυτοῦ καὶ ἐπιβλητικῇ τῶν μελλόντων δυνάμει· τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη. Ἃ τοίνυν ἐκ παιδὸς παρὰ τῶν πατέρων ἠκούσαμεν καὶ διὰ τὴν πρὸς τὰ καλὰ φιλίαν ἀβα σανίστως παρεδεξάμεθα, ταῦτα εἰπεῖν ἔχομεν, τῶν μὲν χριστομάχων τὴν ἀναισχυντίαν οὐ διαλύοντα (τίς γὰρ ἂν καὶ φανείη λόγος τῆς ὁρμῆς αὐτῶν ἰσχυρότερος;), τοῖς δὲ ἀγαπῶσι τὸν Κύριον καὶ τῆς ἐκ τοῦ λόγου ἀποκρίσεως ἰσχυροτέραν τὴν ἐκ πίστεως πρόληψιν κεκτημένοις ἀρκοῦ σαν ἴσως παρεχόμενα τὴν πληροφορίαν. Τὸ οὐδεὶς καθολι κὸν μὲν εἶναι δοκεῖ ῥῆμα, ὡς μηδὲ ἓν πρόσωπον διὰ τῆς φωνῆς ταύτης ὑπεξῃρῆσθαι. Ἔστι δὲ οὐχ οὕτω παρὰ τῇ Γραφῇ ἀναφερόμενον, ὡς τετηρήκαμεν ἐπὶ τοῦ «Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Οὐδὲ γὰρ ἐκεῖ ἑαυτὸν ἔξω τιθεὶς τῆς τοῦ ἀγαθοῦ φύσεως ὁ Υἱὸς ταῦτα λέγει, ἀλλ' ἐπειδὴ πρῶτον ἀγαθὸν ὁ Πατήρ, τῷ οὐδείς, συνεπακουομένου τοῦ πρῶτος, εἰρῆσθαι πιστεύομεν· καὶ τὸ «Οὐδεὶς οἶδε τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ.» Οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ, ἀλλὰ πρῶτον τῷ Πατρὶ ὑπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύσεως μαρτυρεῖ. Οὕτω καὶ τὸ «Οὐδεὶς οἶδε» τὴν πρώτην εἴδησιν τῶν τε ὄντων καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύντος εἰρῆσθαι νομίζομεν. Ἐπεὶ πῶς ἢ ταῖς λοιπαῖς μαρτυρίαις τῆς Γραφῆς ἀκολουθεῖ τὸ ῥητόν, ἢ ταῖς κοιναῖς ἡμῶν ἐννοίαις συμβαίνειν δύναται τῶν πεπισ τευκότων εἰκόνα εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ, εἰκόνα δὲ οὐ χαρακτῆρος σωματικοῦ, ἀλλ' αὐτῆς τῆς θεό τητος καὶ τῶν ἐπινοουμένων τῇ οὐσίᾳ τοῦ Θεοῦ μεγαλείων, εἰκόνα δυνάμεως, εἰκόνα σοφίας, καθὸ εἴρηται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; Μέρος δὲ δηλονότι τῆς σο φίας ἡ γνῶσις, ἣν οὐκ ἐξεικονίζει πᾶσαν, εἴπερ τινῶν ἀπολείπεται. Πῶς δὲ καὶ ὁ Πατήρ, δι' οὗ τοὺς αἰῶνας ἐποίησε, τούτῳ τὸ ἐλάχιστον μέρος τῶν αἰώνων, τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, οὐκ ἔδειξεν; Ἢ πῶς ὁ τῶν ὅλων ποιητὴς τοῦ ἐλαχίστου μέρους τῶν ὑπ' αὐτοῦ κτισθέντων τῆς γνώσεως ἀπολείπεται; Ὁ δὲ λέγων, πλησίον τοῦ τέλους, τάδε καὶ τάδε ἐν τῷ οὐρανῷ σημεῖα καὶ τοῖς κατὰ γῆν χω ρίοις φανήσεσθαι, πῶς αὐτὸ τὸ τέλος ἀγνοεῖ; Ἐν οἷς γὰρ λέγει «Οὔπω τὸ τέλος» οὐχ ὡς ἀμφιβάλλων, ἀλλ' ὡς εἰδὼς διορίζεται. Ἔπειτα μέντοι εὐγνωμόνως σκοποῦντι πολλὰ καὶ ἀπὸ τοῦ ἀνθρωπίνου μέρους ὁ Κύριος διαλέγεται· τὸ γὰρ «∆ός μοι πιεῖν» φωνή ἐστι τὴν σωματικὴν χρείαν ἐκπληροῦσα. Καίτοι ὁ αἰτῶν οὐχὶ σὰρξ ἦν ἄψυχος, ἀλλὰ θεό της σαρκὶ ἐμψύχῳ κεχρημένη. Οὕτω τοίνυν τὸ τῆς ἀγνοίας ἐπὶ τὸν προκόπτοντα παρὰ Θεῷ καὶ ἀνθρώποις σοφίᾳ καὶ χάριτι λαμβάνων τις οὐκ ἔξω τῆς εὐσεβοῦς ἐνεχθήσεται διανοίας. 236.2 Τῆς σῆς δ' ἂν εἴη φιλοπονίας ἐκθέσθαι τὰς εὐαγ γελικὰς ῥήσεις καὶ συγκρῖναι ἀλλήλαις τήν τε Ματθαίου καὶ Μάρκου. Οὗτοι γὰρ μόνοι συνενεχθέντες περὶ τὸν τόπον τοῦτον ἀλλήλοις φαίνονται. Ἡ μὲν οὖν τοῦ Ματθαίου λέξις οὕτως ἔχει· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος.» Ἡ δὲ τοῦ Μάρκου· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.» Τί τοίνυν ἐστὶν ἐν τούτοις ἐπισημήνασθαι ἄξιον; Ὅτι ὁ μὲν Ματθαῖος οὐδὲν εἶπε περὶ τῆς τοῦ Υἱοῦ ἀγνω σίας, δοκεῖ δὲ τῷ Μάρκῳ συμφέρεσθαι κατὰ τὴν ἔννοιαν ἐκ τοῦ φάναι «Εἰ μὴ ὁ Πατὴρ μόνος.» Ἡμεῖς δὲ ἡγούμεθα τὸ μόνος πρὸς τὴν τῶν ἀγγέλων ἀντιδιαστολὴν εἰρῆσθαι, τὸν δὲ Υἱὸν μὴ συμπαραλαμβάνεσθαι τοῖς ἑαυτοῦ δούλοις κατὰ τὴν ἄγνοιαν. Ἀψευδὴς γὰρ ὁ εἰπὼν ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν.» Ἓν δὲ ὧν ἔχει καὶ ἡ γνῶσίς ἐστι τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας. Παρασιωπήσας τοίνυν ὡς ὁμολογούμενον τὸ ἑαυτοῦ πρόσωπον ἐν τῇ λέξει τοῦ Ματ θαίου ὁ Κύριος τοὺς ἀγγέλους εἶπεν ἀγνοεῖν, εἰδέναι δὲ τὸν Πατέρα μόνον, τὴν τοῦ Πατρὸς γνῶσιν κατὰ τὸ σιωπώμε νον καὶ ἑαυτοῦ εἶναι λέγων, διὰ τὸ καὶ ἐν ἄλλοις εἰρηκέναι· «Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Εἰ δὲ γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν ὅλον δι' ὅλου, ὥστε καὶ τὴν ἐναποκειμένην αὐτῷ σοφίαν πᾶσαν ἐπίστασθαι, κατὰ τὸ ἴσον μέτρον καὶ ἐπιγνωσθήσεται παρὰ τοῦ Υἱοῦ δηλονότι μετὰ πάσης τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας καὶ τῆς προ γνώσεως τῶν μελλόντων. Ταύτης μὲν οὖν ἀξιοῦμεν τῆς παραμυθίας τὸ παρὰ τῷ Ματθαίῳ κείμενον· «Εἰ μὴ ὁ Πατὴρ μόνος.» Τὸ δὲ Μάρκου, ἐπειδὴ φανερῶς δοκεῖ καὶ τὸν Υἱὸν ἀπομερίζειν τῆς γνώσεως, οὕτω νοοῦμεν ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλ' οὐδ' ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· τουτέστιν ἡ αἰτία τοῦ εἰδέναι τὸν Υἱὸν παρὰ τοῦ Πατρός. Καὶ ἀβίαστός ἐστι τῷ εὐγνωμόνως ἀκούοντι ἡ ἐξήγησις αὕτη, ἐπειδὴ οὐ πρόσκειται τὸ μόνος, ὡς καὶ παρὰ τῷ Ματθαίῳ. Ἔστιν οὖν ὁ νοῦς ὁ παρὰ Μάρκῳ τοιοῦτος· περὶ δὲ τῆς ἡμέρας ἢ ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλ' οὐδ' ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· ἐκ γὰρ τοῦ Πατρὸς αὐτῷ ὑπῆρχε δεδομένη ἡ γνῶσις. Τοῦτο δὲ εὐφημότατόν ἐστι καὶ θεοπρεπὲς περὶ τοῦ Υἱοῦ λέγειν, ὅτι οὗπέρ ἐστιν ὁμοούσιος, ἐξ αὐτοῦ καὶ τὸ γινώσκειν ἔχει καὶ τὸ ἐν πάσῃ σοφίᾳ καὶ δόξῃ τῇ πρεπούσῃ αὐτοῦ τῇ θεότητι θεωρεῖσθαι. 236.3 Περὶ δὲ τοῦ Ἰεχονίου ὃν ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαί φησιν ὁ προφήτης Ἱερεμίας εἰπών· «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, καὶ ὅτι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ, καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ τοῦ θρόνου ∆αβίδ, ἄρχων ἐν τῷ Ἰούδᾳ.» Σαφὴς καὶ ἁπλοῦς ἐστιν ὁ λόγος. Καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ Ναβουχοδο νόσορ λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ καὶ τὸ πρότερον, ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ ∆αβίδ. Ἐπανελθόντες δὲ οἱ περὶ τὸν Σαλαθιὴλ καὶ Ζοροβάβελ δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ βασιλικὴν φυλήν. Ὅθεν ὁ Κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. Καὶ οὐκ ἐξέλιπε μὲν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας· οὐ μὴν ἔτι ἐκάθισεν ἐπὶ θρόνου τοῦ ∆αβὶδ τὸ σπέρμα Ἰεχονίου. Θρόνος γὰρ δηλονότι λέγεται τὸ βασιλικὸν ἀξίωμα. Πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ ∆αβὶδ πᾶσα ἡ Ἰουδαία καὶ ἡ Ἰδουμαία χώρα καὶ ἡ Μωαβῖτις καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν, καὶ καθ' ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. Εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος, τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου ∆αβὶδ ἐκ τοῦ σπέρ ματος Ἰεχονίου; Οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. Οὐ μέντοι ἐξέλιπεν ἡ τοῦ Ἰούδα φυλὴ ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. Ἀλλὰ θρόνον λέγει ∆αβίδ, ἐφ' ὃν ὁ Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. «Αὐτὸς γάρ ἐστι προσ δοκία ἐθνῶν», οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης. «Ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Καὶ θήσομαι, φησίν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη· «Καὶ ἐνευλογηθήσονται τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς», καὶ πάντα τὰ ἔθνη μακα ριοῦσι τὸν Χριστόν. 236.4 Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα, διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα, κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν, ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ' ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης, ὡς ὅγε φαγὼν οὐκ ἠνόμησεν. 236.5 Πρὸς δὲ τοὺς λέγοντας καθ' εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα μὴ παρ' ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κατατίτρωσκε· μακρό τερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μοι ἀσθενείας. Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. Βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις. Τὸν δὲ φάγον παροξυ τονοῦμεν ἡμεῖς. 236.6 Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ' ἕκαστον, οἷον ὡς ἔχει τὸ ζῷον πρὸς τὸν δεῖνα ἄνθρωπον. ∆ιὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι· ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵν' ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη ἡ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. Μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμόν, ἀλλ' ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεόν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. Χρὴ οὖν τῷ κοινῷ τὸ ἰδιά ζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν· κοινὸν ἡ θεότης, ἴδιον ἡ πατρότης· συνάπτοντας λέγειν· πιστεύω εἰς Θεὸν Πατέρα. Καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον καὶ λέγειν· εἰς Θεὸν Υἱόν. Ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχημα τίζοντας λέγειν· πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ Ἅγιον, ὥστε δι' ὅλου καὶ τὴν ἑνότητα σῴζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολο γεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων. Οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακόν, ὃς καὶ αὐτὸς πολλαχοῦ συγχέων τὴν ἔννοιαν ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτου σαν χρείαν μετασχηματίζεσθαι. 236.7 Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ διάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε ἐπὶ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν ὅτι ὑγίεια καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν, καθὸ δὲ εὔροιάν τινα παρέχεται τῷ βίῳ αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. Ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ τοῦ Θεοῦ, ὡς τῷ Ἀβραὰμ καὶ τῷ Ἰὼβ καὶ τοῖς τοιούτοις. Τοῖς δὲ φαυλοτέροις πρόκλησις τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅγε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιρρήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου οὔτε μὴ παρόντα ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ' οἰκονομικός. Οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ ἀναμένοντες τοὺς στεφάνους. Ἄλλον δέ τινα ἐφιστᾶν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον, ἀλλ' ἀσεβές.

237.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

237.1 Ἐγὼ καὶ διὰ τοῦ βικαρίου τῆς Θρᾴκης ἐπέστειλα τῇ θεοσεβείᾳ σου, καὶ διά τινος πραιποσίτου τῶν κατὰ Φιλιπ πούπολιν θησαυρῶν ἐκ τῆς ἡμετέρας ἐπὶ τὴν Θρᾴκην διαβαίνοντος ἔγραψα ἑτέρας ἐπιστολάς, καὶ παρεκάλεσα αὐτὸν ἀνελέσθαι, ὅταν ἀπαίρῃ. Ἀλλ' οὔτε ὁ βικάριος ὑπε δέξατο ἡμῶν τὰ γράμματα. Περιοδευόντων γὰρ ἡμῶν τὴν παροικίαν, ἐπιστὰς τῇ πόλει ἑσπέρας, ὄρθρου βαθέος πάλιν ἀπήλασεν, ὥστε τοὺς οἰκονόμους λαθεῖν τῆς ἐκκλησίας τὴν τοῦ ἀνδρὸς ἐπιδημίαν καὶ οὕτω μεῖναι παρ' ἡμῖν τὰ γράμ ματα. Ὁ δὲ πραιπόσιτος, τάχα ἀβουλήτου τινὸς αὐτὸν περιστάσεως κατασχούσης, ἐξώρμησε μήτε τὰς ἐπιστολὰς ἀνελόμενος μήτε ἡμᾶς θεασάμενος. Ἄλλου δὲ οὐδενὸς ἦν ἐπιτυχεῖν· ὅθεν ἐμείναμεν λυπούμενοι, ὅτι μήτε ἐπιστέλ λειν ἡμῖν ἔξεστι μήτε δέχεσθαι παρὰ τῆς σῆς θεοσεβείας γράμματα. Καίτοι ἐβουλόμην, εἴ μοι ἦν δυνατόν, τὰ ἐφ' ἑκάστης ἡμέρας συμπίπτοντα ἡμῖν διαγγέλλειν σοι. Οὕτω γὰρ πολλὰ καὶ παράδοξά ἐστι τὰ πράγματα, ὥστε ἱστορίας ἐφημερίδος χρῄζειν, ἣν καὶ συνέταξα, εὖ ἴσθι, εἰ μὴ τῇ συνεχείᾳ τῶν προσπιπτόντων τοὺς λογισμοὺς εἶχον τῶν προκειμένων ἐκκρουομένους. 237.2 Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν· ἄνθρωπος, εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα· ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐνασχολούμενον), πλὴν ἀλλὰ φιλαιρετικὸς καὶ οὐ πλέον ἐκείνους φιλῶν ἢ πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. Συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. Ἀγώγιμον δὲ προςέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμὸν ὑπὸ ἑνὸς ἀνθρώπου καὶ τούτου ἀσήμου, αἰτιαθέντα. Εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ Ἐκκλησίας παρέδωκε τῇ Βουλῇ. Ἐν δὲ Σεβαςτείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν, καὶ τοὺς μὲν ἡμῖν κοινωνοῦντας βουλευτὰς ὀνομάζων καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων, τοὺς δὲ τῷ Εὐσταθίῳ προσκει μένους ταῖς μεγίσταις τιμαῖς περιέπων. Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέ ταξεν. Οἱ δὲ ὑπήκουσαν καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς Ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. Καὶ νῦν ὅτε ταῦτα ἐπέστελλον, τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι καὶ μετ' αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι· ὁ γὰρ μακά ριος Θεόδοτος κεκοίμηται. Καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο. Πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον καὶ δι' αὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον. Ὡς δὲ εἶδεν αὐτοὺς ἑκόν τας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκατα στῆσαι τὸν διδόμενον. Ὑποθρυλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθ' ἣν προαιροῦνται καλέσαντες ἡμᾶς ἢ λαβεῖν κοινωνοὺς ἢ χρήσασθαι τῇ συνηθείᾳ. Τὰ μὲν οὖν τῶν Ἐκκλη σιῶν τοιαῦτα. Ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα σιωπᾶν ἡγοῦμαι βέλτιον εἶναι ἢ γράφειν, διότι τὰ μὲν ἀληθῆ λέγων λυπήσω, ψεύσασθαι δὲ οὐκ ἀνέχομαι.

238.τ ΝΙΚΟΠΟΛΙΤΑΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ

238.1 Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρ' αὐτῶν διδαχ θῆναι. Καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρ' ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών, αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. Ἀλλὰ ἐκεῖνος μὲν τοῦ παντὸς ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπ' ἐλπίδι τῶν ἀποκει μένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου· ἀλλὰ εἴ τι αὐτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο. Ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; Τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; Ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν· εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς ἢ δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. Καὶ γὰρ καὶ τὸ ἀχρειω θὲν ἀπερρύη καὶ οὐκ ἐκολοβώθη τὸ μένον. Εἰ δὲ ἀνιᾷ ὑμᾶς ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλ' ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε καὶ ὁ ἄγγελος ὁ τῆς Ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν. Ὥστε κενοῖς τοῖς οἴκοις ἐγκατα κλίνονται καθ' ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρίμα κατασκευάζοντες. Εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. Ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον τὸν παρὰ τοῦ δικαίου Κριτοῦ μισθὸν ἀναμένετε. Μήτε οὖν δυσφορεῖτε τοῖς παροῦσι μήτε ἀποκάμνετε τῇ ἐλπίδι. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἥξει πρὸς ὑμᾶς ὁ ἀντιλαμβανόμενος ὑμῶν καὶ οὐ χρονιεῖ.

239.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

239.1 Ἔδωκεν ὁ Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Ἀντιόχου τοῦ συμπρεσβυ τέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα, καὶ σὲ μὲν παρα καλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἑαυτοῖς δὲ εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. Προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον, παρακαλοῦμεν, αἴτει παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν ὥστε οὐδὲν ἕτερον νῦν ἢ τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα. Ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ Ἐκκλησίαι, τοσούτῳ ἐπακμάζουσι τῶν ἀνθρώπων αἱ φιλαρχίαι. Καὶ εἰς δυστήνους ἀνθρώπους οἰκοτρίβων οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισά γειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ ἢ τῶν ἀπεγνωσμένων, ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρ' Ἀνυσίου τοῦ θρέμ ματος Εὐιππίου καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ, ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς Ἐκκλη σίαις ὁ καταστήσας. Οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμὸν καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον, ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. ∆οάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου, ἣ πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τοῦτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. Τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο, τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζο μένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτὸν καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτι μίας; Ἐδέξατο μὲν γὰρ παρ' αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται, γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. Πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι οὔτε ἀποροῦσι τῶν ἀξίων αὐτοῖς συνεργῶν. Τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ὁ ἀδελφὸς Ἀντίοχος. 239.2 Τοῖς δὲ ἐκ τῆς ∆ύσεως αὐτὸς προενέτυχες διηγησα μένου πάντα τοῦ ἀδελφοῦ ∆ωροθέου, ᾧ ποταπὰς χρὴ δοῦναι πάλιν ἐπιστολὰς ἀπιόντι; Ἴσως γὰρ κοινωνήσει τῆς ὁδοῦ τῷ καλῷ Σαγκτησίμῳ, πολλὴν ἔχοντι σπουδὴν καὶ περιιόντι τὴν Ἀνατολὴν καὶ παρ' ἑκάστου τῶν ἐπισήμων ὑπογραφὰς καὶ ἐπιστολὰς κομιζομένῳ. Τίνα οὖν δεῖ ἐπιστεῖλαι δι' αὐ τῶν ἢ τοῖς ἐπιστέλλουσι πῶς συνθέσθαι αὐτὸς μὲν ἀπορῶ· ἐὰν δὲ εὕρῃς ἐν τάχει τοὺς πρὸς ἡμᾶς ἀφικνουμένους, καταξίωσον ἡμῖν γνωρίσαι. Ἐμοὶ μὲν γὰρ τὸ τοῦ ∆ιομή δους ἐπέρχεται λέγειν· «Μὴ ὄφελες λίσσεσθαι, διότι, φησίν, ἀγήνωρ ἐστὶν ὁ ἀνήρ.» Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερ ήφανα ἤθη ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. Καὶ γὰρ ἐὰν μὲν ἱλασθῇ ὁ Κύριος ἡμῖν, ποίας ἑτέρας προσθή κης δεόμεθα; Ἐὰν δὲ ἐπιμείνῃ ἡ ὀργὴ τοῦ Θεοῦ, ποία βοή θεια ἡμῖν τῆς ∆υτικῆς ὀφρύος; Οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν οὔτε μαθεῖν ἀνέχονται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι ἐκεῖνα ποιοῦσι νῦν ἃ πρότερον ἐπὶ Μαρκέλλῳ· πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν δι' ἑαυτῶν βεβαιώσαντες. Ἐγὼ μὲν γὰρ αὐτός, ἄνευ τοῦ κοινοῦ σχήματος, ἐβουλόμην αὐτῶν ἐπι στεῖλαι τῷ κορυφαίῳ· περὶ μὲν τῶν ἐκκλησιαστικῶν οὐδέν, εἰ μὴ ὅσον παραινίξασθαι ὅτι οὔτε ἴσασι τῶν παρ' ἡμῖν τὴν ἀλήθειαν οὔτε τὴν ὁδὸν δι' ἧς ἂν μανθάνοιεν καταδέχονται, καθόλου δὲ περὶ τοῦ μὴ δεῖν τοῖς ὑπὸ τῶν πειρασμῶν ταπει νωθεῖσιν ἐπιτίθεσθαι μηδὲ ἀξίωμα κρίνειν ὑπερηφανίαν, ἁμάρτημα καὶ μόνον ἀρκοῦν ἔχθραν ποιῆσαι εἰς Θεόν.

240.τ ΝΙΚΟΠΟΛΙΤΑΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ

240.1 Καὶ ἐπιστείλαντες ἡμῖν καλῶς ἐποιήσατε καὶ διὰ τοιούτου ἀνδρὸς ἐπιστείλαντες, ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι. Πολλὰ γὰρ ἦν ἃ ἐπεζητοῦμεν παρὰ τοῦ σαφέσ τατα ἐπισταμένου μαθεῖν, διὰ τὸ τὰς φήμας πεπλανημένως πρὸς ἡμᾶς διαβαίνειν, ἃ πάντα εὐσταθῶς καὶ ἐμπείρως διηγήσατο ἡμῖν ὁ ποθεινότατος καὶ τιμιώτατος ἀδελφὸς ἡμῶν Θεοδόσιος ὁ συμπρεσβύτερος. Ἃ τοίνυν ἑαυτοῖς συμ βουλεύομεν, ταῦτα καὶ πρὸς τὴν ὑμετέραν εὐλάβειαν γρά φομεν· ὅτι πολλοῖς συνέβη ταῦτα ἃ καὶ ὑμῖν, καὶ οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ παρελθόντι χρόνῳ μυρία τῶν τοιούτων τὰ ὑποδείγματα· τὰ μὲν ἐγγρά φως αἱ ἱστορίαι καταλελοίπασι, τὰ δὲ τῇ ἀγράφῳ μνήμῃ παρὰ τῶν εἰδότων διεδεξάμεθα, ὅτι καὶ κατὰ ἄνδρα ἕκασ τον καὶ κατὰ πόλεις πειρασμοὶ περιέσχον ὑπὲρ τοῦ ὀνόμα τος τοῦ Κυρίου τοὺς εἰς αὐτὸν ἠλπικότας. Ἀλλ' ὅμως παρῆλθε πάντα καὶ οὐδὲν τῶν σκυθρωπῶν ἀθάνατον ἔσχε τὸ λυπηρόν. Ὡς αἱ χάλαζαι καὶ οἱ χείμαρροι καὶ ὅσα τῶν κακῶν αὐτοσχέδια τὰ μὲν μαλακὰ ῥᾳδίως ἔβλαψε καὶ διελυμήνατο, τοῖς δὲ ἀντιτύποις περιτυχόντα ἔπαθέ τι μᾶλλον ἢ ἔδρασεν· οὕτω καὶ οἱ λάβροι κατὰ τῆς Ἐκκλησίας πειρασμοὶ κινηθέντες ἀσθενέστεροι τοῦ στερεώματος τῆς εἰς Χριστὸν πίστεως διεδείχθησαν. Ὡς οὖν παρῆλθε τῆς χαλάζης τὸ νέφος καὶ παρερρύη τὴν χαράδραν ὁ χείμαρρος (τὸ μὲν γὰρ εἰς αἰθρίαν διελύθη, ὁ δὲ ἐνηφανίσθη τῷ βυθῷ ξηρὰν καὶ ἄνικμον τὴν ὁδὸν δι' ἧς ἐρρύη καταλιπών)· οὕτω καὶ τὰ νῦν ἡμᾶς χειμάζοντα μικρὸν ὕστερον οὐκ ἔσται. Μόνον ἐὰν καταδεξώμεθα μὴ τὸ παρὸν ὁρᾶν, ἀλλὰ τοῖς μικρὸν πορρωτέρω ταῖς ἐλπίσιν ἐνατενίζειν. 240.2 Εἴτε οὖν βαρὺς ὁ πειρασμός, ἀδελφοί, ὑπομείνωμεν τὰ ἐπίπονα. Οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι μηδὲ κονισά μενος στεφανοῦται. Εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν ὀχληροὶ μέν, διότι τοιούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δέ, ὅτι τῇ πονηρίᾳ αὐτῶν ὁ Θεὸς ἀδυναμίαν συνῆψε, φυλαξώμεθα τὴν κατάγνω σιν ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. Ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, ἡ αὐτοῦ ἐκείνου ἀπώλεια τοῦ, τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν), τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυ τὸν ἀποστερήσαντος. Τέκνα ὁμολογητῶν καὶ τέκνα μαρτύ ρων ἐστὲ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. Τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. Οὐδεὶς ὑμῶν πλη γαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη· οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. Τί πεπόνθαμεν δεινόν; Εἰ μὴ τάχα τοῦτο λυπηρὸν ὅτι μηδὲν πεπόνθαμεν μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς ∆εσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ, ἐνθυμήθητε ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γὰρ τὸν δι' ἀγχόνης θάνατον τοῦ μετ' αἰσχύνης ζῆν προτιμήσας ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων ἑαυτὸν αἱρετώτερον. 240.3 Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι καὶ οὐ χριστιανοί, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατ' ἀλήθειαν ζῆν προτιμῶντες. Ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχήν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. Οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβε βλημένον. Αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. Ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθ' ἡμῶν μερίδα, ταὐτὰ ἡμῖν φρονήσετε δηλονότι· εἰ δὲ ἐφ' ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστός ἐστι κύριος, ἡμεῖς ἀθῷοι ἀπὸ τοῦ αἵματος τούτου. Ταῦτα δὲ ἔγραψα οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τό τινων ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προσληφθῆναί τινας εἰς κοινωνίαν μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθ μεῖν τῷ ἱερατικῷ πληρώματι. Πάντα τὸν κλῆρον τόν τε κατὰ τὴν πόλιν καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ τοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα διὰ σοῦ.

241.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

241.1 Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλ' ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται, καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν Ἐκκλησιῶν εὐχὴν παρορ μῆσαι. Ἐπεὶ καὶ Μωσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι, ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνεισ τήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας, ἀλλ' ἡ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρ τίζετο.

242.τ ΤΟΙΣ ∆ΥΤΙΚΟΙΣ

242.1 Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπ' αὐτὸν ὑποσχομένου, εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν καὶ τρικυμίαις ταῖς παρὰ τῶν πνευ μάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ καὶ οὐ παρελύ σαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν σπουδῆς, οὐδὲ ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας τὴν διάλυσιν ἀναμένομεν, ἀλλ' ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες ὅτι καὶ ὁ καταπο θεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. Οὕτω δὴ καὶ αὐτοὶ πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα, ἀλλὰ πανταχόθεν αὐτοῦ περισκο πούμεθα τὴν βοήθειαν. Ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοί, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν· ἀποπε σόντες δὲ τῆς ἐλπίδος εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς ὅτι «Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρχεν, καὶ παρακα λοῦντας, καὶ οὐχ εὗρον». Τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθ' ἡμᾶς οἰκουμένης, καί, εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν. Οὐ γὰρ ἡ τῶν τόπων ἐγγύτης, ἀλλ' ἡ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέ φυκε τὴν οἰκείωσιν ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν. 242.2 Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; Τρισκαιδέκατον γὰρ ἔτος ἐστὶν ἀφ' οὗ ὁ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη, ἐν ᾧ πλείους γεγόνασι ταῖς Ἐκκλησίαις αἱ θλίψεις τῶν μνημο νευομένων ἀφ' οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται. Ὧν τὰ καθ' ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐνάργειαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς διδασκαλίας προσ δεῖσθαι τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδι δαγμένους. Κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους ἐν ταῖς ἐρήμοις συνάγον ται. Θέαμα ἐλεεινόν· γυναῖκες καὶ παιδία καὶ γέροντες καὶ οἱ ἄλλως ἀσθενεῖς ἐν ὄμβροις λαβροτάτοις καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τὴν τοῦ ἡλίου, ἐν τῷ ὑπαίθρῳ ταλαιπω ροῦντες. Καὶ ταῦτα πάσχουσι διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι. 242.3 Πῶς ἂν ὑμῖν ταῦτα λόγος ἐναργῶς παραστήσειεν, εἰ μὴ αὐτὴ ἡ πεῖρα καὶ ἡ διὰ τῶν ὀφθαλμῶν θέα κινήσειεν ὑμᾶς πρὸς συμπάθειαν; Ὥστε παρακαλοῦμεν ὑμᾶς νῦν γοῦν χεῖρα ὀρέξαι ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις εἰς γόνυ κλιθείσαις ἤδη, καὶ ἀποστεῖλαί τινας τοὺς τῶν μισθῶν ὑπομιμνήσκοντας τῶν ἀποκειμένων ἐπὶ τῇ ὑπομονῇ τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Οὐ γὰρ τοσοῦτον ὁ συνήθης λόγος ἐνεργεῖν πέφυκεν ὅσον ἡ ξένη φωνὴ ἐμποιεῖν τὴν πα ράκλησιν, καὶ ταῦτα παρὰ ἀνδρῶν γινομένη ἐπὶ τοῖς καλλίσ τοις τῇ τοῦ Θεοῦ χάριτι γνωριζομένων, ὁποίους ὑμᾶς ἡ φήμη πᾶσιν ἀνθρώποις περιαγγέλλει, ἀτρώτους κατὰ τὴν πίστιν διαμείναντας, ἄσυλον τὴν ἀποστολικὴν παρακατα θήκην διαφυλάξαντας. Ἀλλ' οὐχὶ καὶ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ' ἔσχομέν τινας ἐπιθυμίᾳ δόξης καὶ τῇ μάλιστα κατα στρεφούσῃ χριστιανῶν ψυχὰς φυσιώσει καταθαρσήσαντάς τινων καινοτομίας ῥημάτων, ὅθεν αἱ Ἐκκλησίαι, σαθρω θεῖσαι, ὥσπερ ἀγγεῖα ἀραιωθέντα τὴν αἱρετικὴν διαφθορὰν εἰσρυεῖσαν ἐδέξαντο. Ἀλλ' ὑμεῖς, ὦ ἀγαπητοὶ ἡμῖν καὶ περιπόθητοι, γένεσθε τῶν μὲν τραυματιῶν ἰατροί, τῶν δὲ ὑγιαινόντων παιδοτρίβαι· τὸ μὲν νενοσηκὸς ὑγιάζοντες, τὸ δὲ ὑγιαῖνον ἀλείφοντες εἰς εὐσέβειαν.

243.τ ΠΡΟΣ ΙΤΑΛΟΥΣ ΚΑΙ ΓΑΛΛΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑΣΤΑΣΕΩΣ

ΚΑΙ ΣΥΓΧΥΣΕΩΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ

243.1 Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθ' ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως κατὰ τὴν τῶν μελῶν συμφωνίαν. ∆ιόπερ εἰ καὶ πλεῖ στον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. Ἐπεὶ οὖν οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν· «Χρείαν ὑμῶν οὐκ ἔχω», πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν δοξαζο μένοις ἐν τῇ εἰρήνῃ ᾗ ἐχαρίσατο ὑμῖν ὁ Κύριος. Ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν, ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν ἡμῶν οὐ συνεχωρήθητε δια ναστῆναι πρὸς τὴν ἀντίληψιν. Ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθ' ὑμᾶς ἀρχομένης φα νερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλ' ἐλθεῖν τινας παρ' ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵν' ὀφθαλ μοῖς ὑποβάλωσι τὰ πάθη τῆς Ἀνατολῆς ἅπερ ἀκοαῖς ἀδύ νατον παραδέξασθαι τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα. 243.2 ∆ιωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν ὁ βαρύτατος. ∆ιώκονται γὰρ ποιμένες, ἵνα διασ κορπισθῶσι τὰ ποίμνια. Καὶ τὸ βαρύτατον, ὅτι οἱ μὲν κακού μενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οἱ δὲ λαοὶ οὐκ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι. Ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἡ ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. ∆ιὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. Οὐ πολιὰ παρὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. Ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ὑπὸ μόνης συκο φαντίας ἑάλωσαν καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. Τινὲς δὲ οὔτε ἔγνωσαν κατηγόρους οὔτε εἶδον δικαστήρια οὔτε ἐσυκοφαν τήθησαν τὴν ἀρχήν, ἀλλ' ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασ θέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν ταῖς ἐκ τῆς ἐρημίας κακοπαθίαις παραδοθέντες εἰς θάνατον. Τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, παντὸς τοῦ κλήρου λεηλασία. Ἀνάγκη γὰρ ἢ προσκυνῆσαι τῇ εἰκόνι ἢ τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. Στεναγμὸς λαῶν, δάκρυον διηνεκὲς καὶ κατ' οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων ἃ πάσχουσιν. Οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν ὥστε πατρὸς στερηθεὶς πράως φέρειν τὴν ὀρ φανίαν. Ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. Μία φωνὴ ἐλεεινὴ πάντων τὰ σκυθρωπὰ φθεγγομένων. Ἐξῆρται χαρὰ καὶ εὐφροσύνη πνευματική. Εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί, οἶκοι προσευχῶν ἀπεκλείσθησαν, ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. Οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳ δίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλ λίαμα ὃ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγίνεται τῶν πιστευόντων εἰς Κύριον. Ἡμῖν πρέπει λέγειν ὅτι· «Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων οὔτε προφήτης οὔτε ἡγούμενος οὔτε προσφορὰ οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου καὶ εὑρεῖν ἔλεος». 243.3 Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης ὃ τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. Ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ἡμᾶς ποιεῖσθαι νομίζειν προσῆκεν οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. Οἴδαμεν γὰρ ὅτι οὐκ ἄν ποτε ἐπιλάθησθε ἡμῶν, οὐ μᾶλλόν γε ἢ ἡ μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. Ἀλλ' ἐπειδὴ ὥσπερ οἱ ὀδύνῃ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν, οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δι' ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς διαγγέλλομεν, εἴ πως ἂν σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. Εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθήσεσθαι εἰς ἡμᾶς». Νῦν δὲ φοβούμεθα μή ποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν κατανα λώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. Ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως, καὶ δέος ἐστὶ μὴ τὰς ἡμετέρας Ἐκκλησίας καταφαγοῦσα ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθ' ὑμᾶς παροικίας. Τάχα μὲν οὖν διὰ τὸ παρ' ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν πρῶτοι παρεδόθημεν εἰς κατάβρωμα τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Χριστοῦ. Τάχα δέ, ὃ καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι, ἐπειδὴ τὸ Εὐαγγέ λιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο ὁ κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρὸς τὰ τῆς ἀποστασίας ῥήματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν τὴν οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. Ἐφ' οὓς γὰρ ἔλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ. 243.4 Ὑμέτερα οὖν λογίσασθε τὰ πάθη ἡμῶν ὡς γνήσιοι μαθηταὶ τοῦ Κυρίου. Οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, οὐχ ὑπὲρ ἄλλου τινὸς τῶν προσκαίρων πολεμούμεθα, ἀλλ' ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαι νούσης πίστεως ἑστήκαμεν ἀγωνιζόμενοι. Συναλγήσατε ἡμῖν, ὦ φιλάδελφοι, ὅτι ἀποκέκλεισται μὲν παρ' ἡμῖν τῶν εὐσεβούντων τὰ στόματα, ἠνοίγη δὲ πᾶσα θρασεῖα καὶ βλάσφημος γλῶσσα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν. Οἱ στῦλοι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας ἐν διασπορᾷ· ἡμεῖς, οἱ διὰ σμικρότητα παροφθέντες, ἀπαρρησίαστοι. Ἀγωνιά σατε ὑπὲρ τῶν λαῶν, καὶ μὴ τὸ καθ' ἑαυτοὺς σκοπεῖτε μόνον ὅτι ἐν λιμέσιν εὐδίοις ὁρμίζεσθε, τῆς τοῦ Θεοῦ χάριτος πᾶσαν ὑμῖν σκέπην χαριζομένης ἀπὸ τῆς ζάλης τῶν πνευμάτων τῆς πονηρίας. Ἀλλὰ καὶ ταῖς χειμαζομέναις τῶν Ἐκκλησιῶν χεῖρα ὀρέξατε, μήποτε ἐγκαταλειφθεῖσαι παντελὲς ὑπομείνωσι τῆς πίστεως τὸ ναυάγιον. Στενάξατε ἐφ' ἡμῖν ὅτι ὁ Μονογενὴς βλασφημεῖται καὶ ὁ ἀντιλέγων οὐκ ἔστι. Τὸ Πνεῦμα τὸ Ἅγιον ἀθετεῖται, καὶ ὁ δυνάμενος ἐλέγχειν ἀποδιώκεται. Πολυθεΐα κεκράτηκε. Μέγας Θεὸς παρ' αὐτοῖς καὶ μικρός. Ὁ Υἱὸς οὐχὶ φύσεως ὄνομα, ἀλλὰ τιμῆς τινος εἶναι προσηγορία νενόμισται· τὸ Πνεῦμα τὸ Ἅγιον οὐ συμπληρωτικὸν εἶναι τῆς Ἁγίας Τριάδος οὐδὲ κοινωνὸν τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλ' ἕν τι τῶν ἐκ τῆς κτίσεως, εἰκῆ καὶ ὡς ἔτυχε, Πατρὶ καὶ Υἱῷ προσερ ρῖφθαι. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων; Καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας πολλάς, τὸν ταῖς πονηραῖς ταύταις διδασκαλίαις πρὸς τὴν ἀπώλειαν συνωθούμενον. Παρασύρονται τῶν ἀκεραιοτέρων αἱ ἀκοαί· εἰς συνήθειαν λοιπὸν ἦλθον τῆς αἱρετικῆς δυσσεβείας. Συνεκτρέφεται τὰ νήπια τῆς Ἐκκλησίας τοῖς λόγοις τῆς ἀσεβείας. Τί γὰρ καὶ ποιήσωσι; Βαπτίσματα παρ' ἐκείνων, προπομπαὶ τῶν ἐξοδευόντων, ἐπισκέψεις τῶν ἀσθενούντων, παράκλησις τῶν λυπουμένων, βοήθεια τῶν καταπονουμένων, ἀντιλήψεις παντοδαπαί, μυστηρίων κοινωνίαι· ἃ πάντα δι' ἐκείνων ἐπιτελούμενα σύνδεσμος γίνεται τοῖς λαοῖς τῆς πρὸς αὐτοὺς ὁμονοίας· ὥστε μικροῦ χρόνου προελθόντος, μηδ' εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι τοὺς ὑπὸ τῆς χρονίας ἀπάτης κατασχεθέντας πάλιν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀνακληθῆναι. 243.5 Τούτων ἕνεκεν πολλοὺς ἡμᾶς ἐχρῆν συνδραμεῖν πρὸς τὴν ὑμετέραν σεμνότητα καὶ ἕκαστον τῶν ἑαυτοῦ πραγμάτων ἐξηγητὴν γενέσθαι. Νῦν δὲ καὶ αὐτὸ τοῦτο δεῖγμα γενέσθω ὑμῖν τῆς κακοπαθίας ἐν ᾗ διάγομεν, ὅτι οὐδ' ἀποδημίας ἐσμὲν κύριοι. Εἰ γάρ τις καὶ πρὸς τὸ βραχύτατον τῆς Ἐκ κλησίας ἑαυτοῦ ἀποσταίη, ἐκδότους ἀφήσει τοὺς λαοὺς τοῖς ἐφεδρεύουσιν. Ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι ἕνα ἀπεστείλαμεν ἀντὶ πολλῶν, τὸν εὐλαβέστατον καὶ ἀγαπητὸν ἡμῶν ἀδελφὸν ∆ωρόθεον τὸν συμπρεσβύτερον· ὃς καὶ ὅσα διαπέφευγεν ἡμῶν τὰ γράμματα τῇ παρ' ἑαυτοῦ διηγήσει δυνατός ἐστιν ἀναπληρῶσαι, παρηκολουθηκὼς πᾶσι μετὰ ἀκριβείας καὶ ζη λωτὴς ὑπάρχων τῆς ὀρθῆς πίστεως. Ὃν προσδεξάμενοι ἐν εἰρήνῃ διὰ ταχέων ἀποπέμψασθε ἀγαθὰ ἡμῖν εὐαγγέλια φέ ροντα τῆς σπουδῆς ὑμῶν ἣν ἔχετε πρὸς τὸ ἀντιλαμβάνεσθαι τῆς ἀδελφότητος.

244.τ ΠΑΤΡΟΦΙΛΩ ΕΠΙΣΚΟΠΩ ΤΗΣ ΕΝ ΑΙΓΕΑΙΣ ΕΚΚΛΗΣΙΑΣ

244.1 Ἐνέτυχόν σου τοῖς γράμμασιν ἃ διὰ τοῦ ἀδελφοῦ ἡμῶν Στρατηγίου τοῦ συμπρεσβυτέρου ἀπέστειλας καὶ ἐνέτυχον ἡδέως. Πῶς γὰρ οὐκ ἔμελλον καὶ παρὰ ἀνδρὸς συνετοῦ γε γραμμένοις καὶ παρὰ καρδίας τὴν πρὸς πάντας ἀγάπην ἐκ τῆς ἐντολῆς τοῦ Κυρίου κατορθοῦν δεδιδαγμένης; Καὶ σχεδὸν ἐγνώρισα τῆς ἐν τῷ παρελθόντι χρόνῳ σιωπῆς τὴν αἰτίαν. Ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ· εἰ Βασίλειος ἐκεῖνος, ὁ τοιῶσδε δουλεύσας ἐκ παιδὸς τῷ δεῖνι, ὁ τάδε ποιήσας ἐπὶ τῶν καιρῶν τῶνδε καὶ τάδε, ὁ τὸν πρὸς μυρίους πόλεμον τῆς πρὸς τὸν ἕνα θεραπείας ἕνεκεν καταδεξάμενος, οὗτος νῦν ἕτερος γέγονεν ἐξ ἑτέρου καὶ πόλεμον ἀντὶ τῆς ἀγάπης ἀνῄρηται, καὶ ὅσα ἄλλα ἐπέστειλας ἱκανῶς τῆς ψυχῆς τὴν ἔκπληξιν ἐν τῇ παραλόγῳ τῶν πραγμάτων μετα βολῇ ἐνδεικνύμενος. Καὶ εἴ τι ἡμῶν καὶ καθήψω, οὐκ ἐδε ξάμην τοῦτο δυσκόλως. Οὐ γὰρ οὕτως εἰμὶ ἀνουθέτητος ὡς πρὸς τὰς ἀγαπητικὰς ἐπιπλήξεις τῶν ἀδελφῶν δυσχεραί νειν. Τοσοῦτον γὰρ ἀπέχω τοῖς ἐπεσταλμένοις ἄχθεσθαι ὥστε μικροῦ καὶ ἐγέλασα ἐπ' αὐτοῖς· εἰ τοσούτων ὄντων καὶ τηλικούτων ἃ ἡμῖν ἐδόκει τὴν πρὸς ἀλλήλους φιλίαν πρότε ρον βεβαιοῦν, αὐτὸς ἐπὶ μικροῖς τοῖς μέχρι σοῦ φθάσασι τηλικαύτην ἔγραφες τὴν ἔκπληξιν πεπονθέναι. Ἄρ' οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ καταλιπόντες τῶν πραγ μάτων τὴν φύσιν ἐξετάζειν τοῖς ἀνθρώποις προσέχουσι περὶ ὧν οἱ λόγοι καὶ γίνονται οὐ τῆς ἀληθείας ἐξετασταί, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταί, ἐπιλαθόμε νοι τῆς παραινέσεως ὅτι «Ἐπιγινώσκειν πρόσωπον ἐν κρί σει οὐ καλόν». 244.2 Πλὴν ἀλλ' ἐπειδὴ Θεὸς πρόσωπον ἀνθρώπου οὐ λαμ βάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. Ὅτι οὐδὲν παρ' ἡμῶν τὸ ἐξ ἀρχῆς οὔτε μικρὸν οὔτε μεῖζον γέγονε τῆς δια στάσεως αἴτιον· ἀλλ' ἄνθρωποι μισοῦντες ἡμᾶς, δι' ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς. Καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα· ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας, ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθ' ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάτ τειν τῷ μὴ παρόντι, τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. Ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικο πολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρὸς καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειού σης. Καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρ' ἡμῶν, ὑπεγράφη δέ. Ὡς ὑπεγράφη, καὶ χωρίον ἀπε δείχθη συνόδου δευτέρας καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοι νωνίαν. Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν καὶ οἱ σὺν ἡμῖν ἀδελφοί, οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρ' ἡμῶν καὶ ἡμεροδρόμοι σημαίνοντες ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγ μένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. Ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδείς, οὔτε προτρέχων οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρ' ἡμῶν ἀποστα λέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρ' ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκό πῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων· καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν ἑαυτῷ συνόντων ἀπο στείλας, ἐδήλωσέ τινα ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. Ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος το σοῦτον ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσει πεῖν ἡμᾶς ὡς ἐπισκόπους, πλήν γε δὴ ὅτι σφοδρὰ ἦν τὰ ῥήματα καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα. Ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες ὅ τι τοῖς ἐρωτῶσιν ἀποκρινώμεθα. Χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ καὶ ἀποδημία μέχρι Κιλί κων, κἀκεῖθεν ἐπάνοδος καὶ γράμματα εὐθὺς ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας. 244.3 Ἡ δὲ αἰτία τῆς ἀπορρήξεως ὅτι Ἀπολιναρίῳ, φησίν, ἐπεστείλαμεν καὶ τὸν συμπρεσβύτερον ἡμῶν ∆ιόδωρον ἔχο μεν κοινωνικόν. Ἐγὼ δὲ Ἀπολινάριον μὲν ἐχθρὸν οὐδέποτε ἡγησάμην, ἀλλ' ἔστιν ἐφ' οἷς καὶ αἰδοῦμαι τὸν ἄνδρα· οὐ μὴν οὕτως ἐμαυτὸν τῷ ἀνθρώπῳ συνῆψα ὡς τὰ ἐκείνου ἐγκλή ματα αὐτὸς ὑποδέχεσθαι, ὅπου γε ἔχω τινὰ καὶ αὐτὸς ἐγκαλεῖν αὐτῷ ἐντυχών τισι τῶν συνταγμάτων αὐτοῦ. Οὐ μὴν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἢ αἰτήσας αὐτὸν οἶδα βιβλίον ἢ ἀποσταλὲν ὑποδεξάμενος. Ἀλλὰ πολυφωνότατον μὲν αὐτὸν ἀκούω πάντων συγγραφέων γεγενῆσθαι, ὀλίγοις δὲ ἐντετυχηκέναι τῶν συνταγμάτων αὐτοῦ· οὐδὲ γὰρ σχολή μοί ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι, καὶ ἅμα δυσχερής τίς εἰμι πρὸς τὴν τῶν νεωτέρων παραδοχήν, ᾧ γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθ' ὃν ἔδει τρόπον συγχωρεῖ παραμένειν. Τί οὖν πρὸς ἐμὲ τοῦτο, εἴ τις συνέγραψέ τι μὴ ἀρέσκον τῷ δεῖνι; Καίτοι εἰ δεῖ ἄλλον τὰς ὑπὲρ ἄλλου εὐθύνας ὑπέχειν, ὁ ἐμοὶ ἐγκαλῶν ὑπὲρ Ἀπολιναρίου ἀπολογείσθω ἡμῖν ὑπὲρ Ἀρείου τοῦ ἰδίου διδασκάλου καὶ ὑπὲρ Ἀετίου τοῦ ἰδίου ἑαυτοῦ μαθητοῦ. Ἡμεῖς δὲ οὐδὲ ἐδιδάχθημέν τι οὐδὲ ἐμαθητεύθημεν τῷ ἀνδρὶ οὗ τὰ ἐγκλήματα ἡμῖν περιτρέπουσι. ∆ιόδωρον δὲ ὡς θρέμμα τοῦ μακαρίου Σιλουανοῦ τὸ ἐξ ἀρχῆς ὑπεδεξάμεθα, νῦν δὲ καὶ ἀγαπῶμεν καὶ περιέπομεν διὰ τὴν προσοῦσαν αὐτῷ τοῦ λόγου χάριν δι' ἧς πολλοὶ τῶν ἐντυγχανόντων βελτίους γίνονται. 244.4 Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθείς, ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μετα βολὴν οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. Συνδέδετο μὲν γάρ μοι ἡ καρδία, παρεῖτο δὲ ἡ γλῶσσα, νεναρκήκει δὲ ἡ χείρ, καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιον)· μικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατ' ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διά θεσιν ταύτην. Εἰ γὰρ ὁ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς δια βολῆς κυριωτέραν θέμενος, ἀλλ', οἷόν τις πῶλος ἀδάμαστος οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο, τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρ' αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις; Ταῦτα κατ' ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπ' αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ ἀμυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπή σας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολο γούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον. 244.5 Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμ ματα πρὸς ∆αζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. Φασὶ δέ τινες ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. Τίνα δὲ ἦν τὰ καθ' ἡμῶν πρὸς ∆αζίζαν ἐπεσταλμένα πάντως μὲν οἶδας. Οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τί θενται ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλι πεῖν. Εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλ' ἐγώ σοι ἀποστέλλω. Ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν Ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστατον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα οὐ Νικοπολίταις διακονούμενοι, ἀλλ' αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. Τούτων μὲν οὖν κριτὴς Κύριος. Καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; Ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρ' ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν, τοσαύτῃ κέχρηνται διαστάσει ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούν των αὐτοῖς πληροφορίαν συμφύρειν· ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν, οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδω καν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ τῆς Ῥώμης βιβλίον, ὃ παρ' ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. Καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἥν, εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην δι' ἧς ὑπήχθη σαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκεί νου ἀπολογίαν, τό, ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν Πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς Ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώ σωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. Ἀλλ' οἱ τὰς μακροτά τας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες νῦν λοιδοροῦνται ἡμᾶς ὡς δολίως πορευομένους καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβου λευόντων ποιοῦντας. ∆ηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. Εἶδον γὰρ Κύζικον καὶ μετ' ἄλλης πίστεως ἐπανῆλθον. 244.6 Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τἀναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; Οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατ' αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν Ἐκκλησιῶν ἀπο στῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων, διότι, φησίν, οὐκ ἦσαν Πνεύματος Ἁγίου μέτοχοι οὐδὲ Θεοῦ χάριτι τὰς Ἐκκλησίας οἰκονομοῦντες, ἀλλ' ἀνθρωπίνῃ δυναστείᾳ κατ' ἐπιθυμίαν δόξης κενῆς τὰς προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρ' ἐκείνων χειρο τονηθέντας ὡς ἐπισκόπους δέχονται. Οὓς ἐρώτησον ἀντ' ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν ὡς οὔτ' ὀφθαλμοὺς ἐχόντων οὔτ' ὦτα οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γινομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; Πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος παρὰ Εὐιππίου καὶ ὁ παρὰ τοῦ αὐτοῦ κεχειροτονημένος; Τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. Ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ κατα φυτεύειν, οὔτ' ἂν ἐξερρίζωσε τοῦτον οὔτ' ἂν ἐκεῖνον ἐφύτευσεν. Εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον. Ἀλλ' εἷς ὁ σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυ μίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν καὶ μηδεμιᾶς κατ' αὐτοῦ διαβολῆς φείδεσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον. 244.7 Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι; Φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπι στεύθησαν τὸν λαόν. Παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ Ἐκκλησίας. Παρ' ὧν ἡμεῖς μὲν ὡς ὁμο ουσιασταὶ διωκόμεθα· Εὐστάθιος δέ, ὁ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, ἢ φοβηθέντων τὸ πλῆθος τῶν κατ' αὐτοῦ συμφωνησάντων, ἢ αἰδεσθέντων τὸ ἀξιόπιστον. Τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρελθὼν τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι ὥστε τὰ ἐκείνων ἐκδιηγεῖσθαι. Ἔμαθον γὰρ προσεύχεσθαι «Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων». Αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν Κριτὴν πάντως οὐ λήσεται. 244.8 Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν ἀσθενήσας πυρετῷ βαρυτάτῳ καὶ ἐγγίσας σχεδὸν μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον λογιζόμενος εἰς οἷα ἔρχομαι πάλιν κακά· καὶ κατ' ἐμαυτὸν ἐσκόπουν τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθει τῆς σοφίας ἀποκείμενον τοῦ Θεοῦ, δι' ὃ ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν. Ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην ὅτι ἐβουλήθη ἡμᾶς ὁ Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς Ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλα σμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. Ἢ καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσ θαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγ μάτων συμμεταβάλλονται, ἀλλ' αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος οὕτω διαιωνίζουσαι. 244.9 Ἄνθρωποι δὲ ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις· καὶ μάλιστα δὴ οὗτοι περὶ ὧν ὁ λόγος πολυ τροπώτατοι τῶν εἰς ἡμετέραν πεῖραν ἡκόντων ἐφάνησαν. Εἰ μὲν καὶ εἰς τὰ λοιπὰ τοῦ βίου πράγματα, εἴποιεν ἂν οἱ συμβε βιωκότες· ὃ δ' οὖν ἐμοὶ ἐφάνη, τὸ περὶ τὴν πίστιν αὐτῶν εὐμε τάθετον, οὐκ οἶδα μέχρι τοῦ νῦν ἐν ἄλλοις, οὔτε αὐτὸς ἱστο ρήσας οὔτε ἀκούσας ἑτέρων. Ἀρείῳ κατηκολούθουν τὸ ἐξ ἀρχῆς· μετέθεντο πρὸς Ἑρμογένην τὸν κατὰ διάμετρον ἐχθρὸν ὄντα τῆς Ἀρείου κακοδοξίας, ὡς δηλοῖ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν παρ' ἐκείνου τοῦ ἀνδρὸς ἐκφωνηθεῖσα ἐξ ἀρχῆς. Ἐκοιμήθη Ἑρμογένης, καὶ πάλιν μετέστησαν πρὸς Εὐσέβιον, ἄνδρα κορυφαῖον τοῦ κατὰ Ἄρειον κύκλου, ὡς οἱ πειραθέντες φασίν. Ἐκεῖθεν ἐκπεσόντες, δι' ἃς δήποτε αἰτίας, πάλιν ἀνέδραμον εἰς τὴν πατρίδα καὶ πάλιν τὸ Ἀρειανὸν ὑπέκρυπτον φρόνημα. Παρελθόντες εἰς τὴν ἐπισκοπήν, ἵνα τὰ ἐν μέσῳ παραλείπω, ὅσας ἐξέθεντο πίστεις; Ἐπ' Ἀγκύρας ἄλλην, ἑτέραν ἐν Σελευκείᾳ, ἐν Κωνσταντινουπόλει, τὴν πολυθρύλητον, ἐν Λαμψάκῳ ἑτέραν, μετὰ ταῦτα τὴν ἐν Νίκῃ τῆς Θράκης, νῦν πάλιν τὴν ἀπὸ Κυζίκου, ἧς τὰ μὲν ἄλλα οὐκ ἐπίσταμαι, τοσοῦτον δὲ ἀκούω ὅτι τὸ ὁμοούσιον κατασιγάσαντες, τὸ κατ' οὐσίαν ὅμοιον νῦν περιφέρουσι καὶ τὰς εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημίας μετ' Εὐνομίου συγγράφουσι. Τούτων δὲ τῶν πίστεων ἃς ἀπηριθμησάμην, εἰ καὶ μὴ πᾶσαι πρὸς ἀλλήλας ἔχουσιν ἐναντίως, ἀλλ' οὖν τὸ εὐμετάβολον τοῦ τρόπου ὁμοίως συνι στῶσι διὰ τὸ μηδέποτε αὐτοὺς ἐπὶ τῶν αὐτῶν ἑστάναι ῥημάτων. Ταῦτά ἐστιν ἀληθῆ μυρίων ἑτέρων ἀποσιωπηθέν των. Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὴ τοῦ συμπρεσβυ τέρου ἡμῶν Στρατηγίου), εἴτε ὁ αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. Οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασ θαι. Εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ, τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον. Εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. Πῶς γὰρ οὔ; Ἀδελφοῦ τοιούτου χωρισμός. Πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρ' αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσ θημεν.

245.τ ΘΕΟΦΙΛΩ ΕΠΙΣΚΟΠΩ

245.1 Πάλαι δεξάμενος τὰ παρὰ τῆς ἀγάπης σου γράμματα ἀνέμενον διὰ γνησίου προσώπου ἀντεπιστεῖλαι, ἵνα καὶ ὅσα τὴν ἐπιστολὴν διαφύγῃ ὁ διάκονος τῶν γραμμάτων ἀναπλη ρώσῃ. Ἐπεὶ οὖν παρεγένετο ἡμῖν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς ἡμῶν Στρατήγιος, αὐτῷ ἐνόμισα δίκαιον εἶναι χρήσασθαι διακόνῳ, τῷ καὶ εἰδότι τὴν ἡμετέ ραν γνώμην καὶ δυναμένῳ γνησίως τε ἅμα καὶ εὐλαβῶς δια κομίσαι τὰ παρ' ἡμῶν. Γίνωσκε τοίνυν, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, πολλοῦ ἀξίαν τίθεσθαι ἡμᾶς τὴν πρὸς σὲ ἀγάπην, ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ἡμέραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν, εἰ καὶ ὅτι πολλαὶ καὶ μεγάλαι λύπης εὐλόγου γεγόνασιν ἀφορμαί. Ἀλλ' οὖν ἐκρίναμεν τοῦτο, ὥσπερ ἐν τρυτάνῃ, τὰ χρηστότερα τοῖς ἀηδεστέροις ἀντιτιθέντες τῇ τῶν ἀμεινόνων ῥοπῇ προσθέσ θαι τὴν γνώμην. Ἐπειδὴ δὲ τὰ πράγματα ἠλλοιώθη παρ' ὧν ἥκιστα ἐχρῆν τοῦτο γενέσθαι, συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις. Μᾶλλον δὲ ἡμεῖς μὲν ἐπὶ τῆς αὐτῆς μενοῦμεν τάξεως, ἕτεροι δέ εἰσιν οἱ συνεχῶς μετατιθέμενοι, νῦν δὲ καὶ φανερῶς πρὸς τοὺς ἐναντίους αὐτομολοῦντες· ὧν ὅσου ἀξίαν ἐτιθέμεθα τὴν κοινωνίαν, ἕως ἦσαν ἐπὶ τῆς ὑγιαινούσης μερίδος, οὐδὲ αὐτὸς ἀγνοεῖς. Νῦν δὲ εἰ μήτε ἐκείνοις συνεπόμεθα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς ἐκκλίνομεν, συγγνώμης ἂν δικαίως τύχοιμεν μηδὲν προτιμότερον τῆς ἀληθείας καὶ τῆς ἑαυτῶν ἀσφαλείας τιθέμενοι.

246.τ ΝΙΚΟΠΟΛΙΤΑΙΣ

246.1 Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. Ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους καὶ ἀγαπᾶν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. Μόνον μὴ ἀποκάμητε προσευχόμενοι, ἀλλ' ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προσθεῖναι τὰ ὑποδείγματα.

247.τ ΝΙΚΟΠΟΛΙΤΑΙΣ

247.1 Ὅτε ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν τῆς ὁσιότητος, ὅσον ἐστέναξα καὶ ὠδυράμην ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυ τοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων καὶ ἐρήμωσιν πόλεως καὶ πατ ρίδος ὅλης ἀνατροπήν, διωγμὸν Ἐκκλησίας καὶ φυγὴν ἱε ρέων, ἐπανάστασιν λύκων καὶ ποιμνίων διασποράν. Ἀλλ' ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ∆εσπότην ἀποβλέψας, οἶδα καὶ πέ πεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις καὶ οὐκ εἰς τέλος ἐστὶν ἡ ἐγκατάλειψις. Ὃ μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν, τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς Ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικε τεύοντες καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. Καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.

248.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

248.1 Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδω μεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαρισ τοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου ὃς πλέον ἐπενείματο τὴν καθ' ἡμᾶς πα ροικίαν. Ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ ∆ικαιοκρίτης ἄγγελον Σατὰν ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν, μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. Πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην ὅτι Ἀσκλήπιός τις διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν ∆ωὴκ κοινωνίαν τυπτόμενος παρ' αὐτῶν ταῖς πληγαῖς ἐναπέθανεν, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. Ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. Ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπ' αὐτὸν ἐλπίδος. Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν, κἂν εὕρῃς τινὰ τὸν πιστῶς σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρή σαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. Ἐρρω μένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.

249.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝ∆ΡΙ ΕΥΛΑΒΕΙ

249.1 Συγχαίρω τῷ ἀδελφῷ τῷδε καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. Ἀγαθὸν γὰρ αὐτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγὴν ἐξελέ ξατο. Ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι καὶ παρακαλῶ δι' αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα ῥυσθέντες τῶν πειρασμῶν τούτων ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ Εὐαγγέλιον.

250.τ ΠΑΤΡΟΦΙΛΩ ΕΠΙΣΚΟΠΩ ΑΙΓΩΝ

250.1 Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις· ἐδεξάμην δ' οὖν ὅμως διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ ηὐχαρίστησα τῷ Κυρίῳ ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. Ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ. Πλὴν ἀλλ' ἐπειδὴ πάλιν ὁρῶ μακρόν μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλ μένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηναίου, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας. Εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχο μένους ἐργάζεται, σκόπησον τίνες εἰσὶν οἷς ἀνέμιξαν ἑαυτοὺς οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλ' οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνο μαστὶ μεμνῆσθαι. Οὗτοι καὶ ἐκλήθησαν παρ' αὐτῶν εἰς τὴν Σεβάστειαν καὶ παρέλαβον τὴν Ἐκκλησίαν καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέ δωκαν τῷ λαῷ, ἐπίσκοποι κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρ' αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. Ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι. Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; Εἰ δὲ εἰσί τινες φευκτοὶ κατὰ τὸν τῆς ἀκριβείας λόγον, εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο. Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, συγγνώσει ἡμῖν μὴ καταδεχομένοις τῆς ζύμης γε νέσθαι τῶν ἑτεροδιδασκαλούντων. Ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων ἀφέμενος λόγων ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου.

251.τ ΕΥΑΙΣΗΝΟΙΣ

251.1 Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγ μάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν Ἐκκλησίαν εἰλικρινῆ μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλ' ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθ' ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθ' ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως. Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθ' ὧν τὰς ψευδεῖς καθ' ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. Καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισ θὸς ὑμῶν πολὺς ἐν τῇ πράξει ταύτῃ. Ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρ' ἑαυτοῖς, ὃ καὶ ἔστι κατ' ἀλήθειαν, ὅτι οἱ ἀντα ποδόντες μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτοὺς διαβάλλουσί με νῦν ἐπ' ἐκείνοις εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι. 251.2 Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν ἴδια ἔγγραφα ἡμῖν ἀντὶ κατηγορίας προσφέροντες, ἀλλ' ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντι νούπολιν καθαιρεθέντες οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες καὶ μὴ κατα δεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατ' αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. Καὶ τὴν αἰτίαν προσ ετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. Ταῦτα δὲ ἐγένοντο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. Ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθε λόντων αὐτοὺς Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος καὶ οἱ λοιποὶ τῶν ἡμῖν ἀγνοουμένων. Οἱ δὲ νῦν κρατοῦντες τῶν Ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι· οἱ μὲν ἀντ' αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπ' ἐκείνων αὐτῶν προαχθέντες. 251.3 Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπά τωσαν ἡμῖν πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι ὧν τὴν καθαί ρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρ' ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. Εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρ' ἐκείνου καθῃρημένος; Εἰ δὲ αἱρε τικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίῳ νῦν, ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; Ἀλλὰ παιδιαὶ αὗται κατὰ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι πρὸς τὸ αὐτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾶν ἐπιχειρούν των. Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέ τρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει, καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου ὥστε δεχθῆναι. Ἀφώρισεν Ἐλπίδιον τὸν εὐλαβέστατον ἀδελφὸν διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν, καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. Τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά, καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστά σεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. Ἡμεῖς δὲ διαβαλλόμεθα οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλ' ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. Οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι' αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοι οῦτοί εἰσιν οἵους ἴσασι μὲν οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς. Ἐμοὶ δὲ μὴ παράσχῃ ὁ Κύριος τοσαύτην σχολήν ποτε ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. Πλὴν ἀλλ' ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῷ καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτοῦ τῆς χώρας τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες. Εἰσήχ θησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. Παρεδόθη γὰρ αὐτοῖς ὁ λαός, παρεδόθη τὸ θυ σιαστήριον. Οἵ, ἐπεὶ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. Οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. Εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα. 251.4 Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπει νοί, ἀεὶ μέντοι οἱ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. Πίστις παρ' ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινου πόλει καὶ ἄλλη ἐν Ζήλοις καὶ ἐν Λαμψάκῳ ἄλλη καὶ ἐπὶ Ῥώμην ἑτέρα καὶ ἡ νῦν περιφερομένη διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτή. Ὡς γὰρ παρελάβομεν ἀπὸ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· οὕτω πιστεύομεν ὡς βα πτιζόμεθα· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν· οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ Ἅγιον Πνεῦμα, οὔτε προ τιθέντες Πατρὸς ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. Τίς γὰρ οὕτω τολμηρὸς ὃς τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; Ἀλλ' οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. Καὶ ὑμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημία οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι»· φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. Στήκετε ἐν τῇ πίστει, περιβλέ ψασθε εἰς τὴν οἰκουμένην καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός· ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ Εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. Ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν καὶ ὑμῖν συνευ χόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἡμῖν ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.

252.τ ΕΠΙΣΚΟΠΟΙΣ ΤΗΣ ΠΟΝΤΙΚΗΣ ∆ΙΟΙΚΗΣΕΩΣ

252.1 Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποι ουμένοις οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν ∆εσπότην εὔνοιαν ἐπιδεί κνυσθε, ἄλλως δὲ καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκρι βείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. Ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ ∆άμας καὶ ὁ περὶ αὐτοὺς χορὸς ὧν ἡ μνήμη δι' ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος δὲ πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέ ψεως ὑμῶν συνήθειαν. Ὡς οὖν ἐργασίας μεγάλης προκει μένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρ' ὑμῶν οἰκοδομὴν καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκειμένων, δέξασθε ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.

253.τ ΤΟΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ ΑΝΤΙΟΧΕΙΑΣ

253.1 Τὴν μέριμναν ἣν ἔχετε ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἐν μέρει μὲν διαναπαύσει ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτήσιμος ὁ συμπρεσβύτερος διηγησάμε νος πάσης τῆς ∆ύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διά θεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα ἐναργῶς ὑμῖν δι' ἑαυτοῦ παραστήσας. Καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλε καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δέ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν καὶ κατάστα σιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν. Ὥστε ἔχετε ὕλην πρέπουσαν τῇ τελείᾳ ὑμῶν προαιρέσει ἣν ἀεὶ ἐν ταῖς ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ μερίμναις ἐδεί ξατε.

254.τ ΠΕΛΑΓΙΩ ΕΠΙΣΚΟΠΩ ΛΑΟ∆ΙΚΕΙΑΣ ΣΥΡΙΑΣ

254.1 Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ, καὶ ὅσα ἐνελείπομεν τῷ γράμματι, ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. Ὀψὲ γὰρ τοῦ γρά φειν ἠρξάμεθα καὶ πολλῆς ἡμῖν τῆς ἀπολογίας χρεία. Ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτήσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διη γήσεταί σοι τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς ∆ύσεως. Καὶ ἐπ' ἐκείνοις μὲν εὐφρανεῖ· τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπὼν ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. Οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. Εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. Ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.

255.τ ΒΙΤΩ ΕΠΙΣΚΟΠΩ ΚΑΡΡΩΝ

255.1 Εἴθε ἦν μοι δυνατὸν καὶ καθ' ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. Ἀφ' οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σου, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατ' ἐμαυτὸν καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. Ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλ' ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετ' εὐχαριστίας· ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχο μένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτησίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον πάντα διηγήσεταί σοι μετ' ἀκρι βείας ὅσα κατέλαβεν ἐν τῇ ∆ύσει. Ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ καὶ προσκυνεῖν αὐτόν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην καὶ ἀπολάβωμεν ἀλλήλους μετ' ἐλευθε ρίας. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρ' ἡμῶν.

256.τ ΤΟΙΣ ΠΟΘΕΙΝΟΤΑΤΟΙΣ ΚΑΙ ΕΥΛΑΒΕΣΤΑΤΟΙΣ Α∆ΕΛΦΟΙΣ

ΣΥΜΠΡΕΣΒΥΤΕΡΟΙΣ ΑΚΑΚΙΩ ΑΕΤΙΩ ΠΑΥΛΩ ΚΑΙ ΣΙΛΟΥΑΝΩ ΚΑΙ ΣΙΛΟΥΙΝΩ ΚΑΙ ΛΟΥΚΙΩ ∆ΙΑΚΟΝΟΙΣ ΚΑΙ ΛΟΙΠΟΙΣ ΜΟΝΑΖΟΥΣΙΝ Α∆ΕΛΦΟΙΣ ΒΑΣΙΛΕΙΟΣ ΕΠΙΣΚΟΠΟΣ

256.1 Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ Πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες ᾧ εἰς τὴν καθ' ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο, ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας ὥστε μέχρι τοσούτου ἑαυτῶν τὴν πονηρίαν ἐκτεῖναι. Προσεδόκησα δὲ εὐθέως ἐφ' ἑτοίμην καταφυγήν, τὴν ἡμετέ ραν ταπείνωσιν, πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυ νῶν ἐν τῷ περιπτύξασθαι ὑμᾶς, καί, τὸν καλὸν ἱδρῶτα ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε τῷ ἀργῷ τούτῳ ἐμαυτοῦ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ Κριτοῦ τῆς ἀληθείας. Ἀλλ' ἐπειδὴ τοῦτο μὲν οὐδ' εἰς ἔννοιαν ὑμῖν ἦλθεν οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρ' ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵν' ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. Ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προ φάσεις· μίαν μὲν ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δὲ ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρ' ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες. Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλα βέστατον ἀδελφὸν Σαγκτήσιμον τὸν συμπρεσβύτερον, δι' οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν χαίροντας καὶ ἀγαλλιωμέ νους ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτὸν ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν Ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. Πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσω ποῦσα τὸν ἀγαθὸν Θεόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.

257.τ ΠΡΟΣ ΤΟΥΣ ΜΟΝΑΖΟΝΤΑΣ ΚΑΤΑΠΟΝΗΘΕΝΤΑΣ ΥΠΟ ΤΩΝ ΑΡΕΙΑΝΩΝ

257.1 Ἃ κατ' ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πει ρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖν παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ταῦτα καὶ διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτή σασθε ἑαυτοῖς μακαρισμὸν τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. Οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργα ζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. Χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. Ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ὑμῶν, ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος καὶ οἶκοι ἀνετράπησαν καὶ αὐτοὶ ἐφυγαδεύ θησαν παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. Οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογι ζομένων. ∆ιόπερ ἐγὼ πέπεισμαι μείζονα ἡμῖν ἢ τοῖς τότε μαρτυροῦσι παρὰ τοῦ δικαίου Κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολο γουμένην εἶχον καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, καὶ ἡμῖν δὲ ἐπ' ἴσοις τοῖς κατορθώμασι αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν. 257.2 ∆ιὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψε σιν, ἀλλ' ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ καὶ καθ' ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότες ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λεί ψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. Καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν Ἐκκλη σιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. Οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλ' αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. Ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλ' οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. Ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. Ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει Κύριος τοὺς ὁσίους αὐτοῦ. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεει νῆς.

258.τ ΕΠΙΦΑΝΙΩ ΕΠΙΣΚΟΠΩ

258.1 Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρή σεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι «∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν», ἤδη κεκρατημένον παρ' ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. Ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχὸν πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν πρέποντας εἶναι διακό νους εἰρηνικῶν γραμμάτων. Οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. Οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐδαμοῦ δάκρυον ἀδελφικὸν ἐπ' ἀδελφῷ κάμνοντι. Οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ Ἐκκλησίαι στενάζουσαι πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. Ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνο μεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς και ριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστή κασιν ἀπ' ἀλλήλων. Πῶς οὖν μὴ θαυμάσωμεν τὸν ἐν τοιού τοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον; 258.2 Ἐθαύμασα δέ σου κἀκεῖνο ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. Καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπό τινων καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν, ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέρι μναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. Ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις διὰ τὸ ἁμαρτίαις συζῆν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογ μάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. Ἐπεστεί λαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ τῷ Ἰταλῷ, πρὸς τὰ παρ' αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ Ἅγιον δοξολο γίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς Πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι· οὔπω τοῦ κατ' αὐτὸ ζητήματος τότε κεκινημένου. Τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγ ματα περὶ τῆς τοῦ Κυρίου Ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως οὔτε ἐβασανίσαμεν οὔτε παρε δεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσωμεν, οὔτε τι πέρας τῶν λόγων εὑρήσομεν ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν τῇ παρεισαγωγῇ τῶν ξενιζόντων. 258.3 Τὴν δὲ κατὰ Ἀντιόχειαν Ἐκκλησίαν (λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν) δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. Κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολι τεύσασθαι. Καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδο ξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. Ἡμεῖς δέ, ἐπειδὴ καὶ ὁ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀλη θείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ Ἐκκλησία κοινωνικὸν ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνέν δοτον ἔνστασιν, καὶ ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θέλῃ. Ἐπεὶ καὶ ὁ μακαριώτατος Πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι, ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια· ὡς οὐκ ὤφειλε. Τῶν δὲ τελευ ταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προση κάμεθα, οὐκ ἐκείνους κρίνοντες ἀναξίους, ἀλλὰ μηδὲν ἔχον τες τούτου καταγινώσκειν. Καίτοι πολλὰ μὲν ἠκούσαμεν περὶ τῶν ἀδελφῶν, ἀλλ' οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικα ταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ». Ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. Πρέπον δ' ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾶν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. Ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρα κάλεσον ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. Ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστε θὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκρι βῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. Ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ, πάντως δέ που καὶ ἐδιδάχθησαν. Οὐ γὰρ ἂν εἵλου δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος. 258.4 Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημᾶναι ἡμᾶς κατηξίωσας) πολύ ἐστι παρ' ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. Οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώ πους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό εἰσιν ἐζωγρη μένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. Οὔτε γὰρ βιβλία ἐστὶ παρ' αὐτοῖς οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. Ἐκτὸς δὴ τούτων ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα δι' ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάζοντες· γάμοις ἐπιμαίνονται παρανόμοις καὶ τὸ πῦρ ἡγοῦνται Θεὸν καὶ εἴ τι τοιοῦτον. Τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν, μέχρι τοῦ παρόντος, τῶν μάγων ἐμυθολόγησεν, ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. ∆ιόπερ οὐδὲν ἔχω πλέον ἐπι στέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.

259.τ ΠΑΛΛΑ∆ΙΩ ΚΑΙ ΙΝΝΟΚΕΝΤΙΩ ΜΟΝΑΖΟΥΣΙΝ

259.1 Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. Καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσ θαι βραβευτής, ἀποτυγχάνων δὲ λυποῦμαι μέν. Πῶς γὰρ οὔ; Οὐ μὴν δὲ ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν εἰδὼς ὅτι πάλαι ἀφ' ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. Εἰ δὲ παρ' ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. Οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν. Ὥστε τούτου ἕνεκεν μὴ ἀπολο γεῖσθέ μοι. Οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμε νοι βίον καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμπορι ζόμενοι πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. Ἀλλ', ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν καὶ προσεύχεσθε, ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεὸν μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.

260.τ ΟΠΤΙΜΩ ΕΠΙΣΚΟΠΩ

260.1 Καὶ ἄλλως ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον ἀφ' οὗ τι καὶ μέγα προσδοκᾶν ἐστιν ἐπ' αὐτοῖς, ἐπειδὴ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπ' αὐτοῖς φίλτρον. Ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς Ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ καὶ ηὐξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοι αῦτα ἡμῖν διακομίζουσι γράμματα καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν. 260.2 Ἐπεζήτησας τὸ πολυθρύλητον ἐκεῖνο καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν λύσιν ἔχει τὸ «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει». ∆ιὰ δὲ τούτου τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας τὸ Τιμοθέου, ὃ παρέδωκεν Παῦλος αὐτῷ, ἀκριβῶς φυλάττοντα (δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει)· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σώματος καὶ τῷ πλήθει τῶν θλίψεων αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανήγαγες. Ἔστι δ' οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ὑποδέξασθαι λόγον. Ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν, ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. Οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντα ποδόσεις, ἀλλ' ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθή κης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι καὶ τοὺς λοιποὺς σωφρονεστέ ρους ποιεῖν τῷ ὑποδείγματι. Οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπ' αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. Οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσ πίπτων. 260.3 Ἐπειδὴ δὲ ἐρευνᾶν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέ ρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτη θέντα ἑπτά ἐστιν ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; Ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. «Ποσά κις γάρ, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφὸς καὶ ἀφήσω αὐτῷ (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ); Ἕως ἑπτάκις;» Εἶτα ἀπόκρισις τοῦ Κυρίου· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά». Οὐ γὰρ ἐπ' ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. Καὶ δι' ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. Ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαβ βάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλ λαγὴ καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδομα τικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. Ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει, ἐν ᾧ γίνον ται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ ∆εσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. Τὸ μὲν οὖν ἑπτάκις διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ' αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. Ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τῷ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπ' αὐτῷ ὁρισθέντα, καὶ οὕτως οὐκ ἀποτεύξει τῆς ἐννοίας. Ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ· δεύτερον δόλος μεθ' οὗ διελέχθη τῷ ἀδελφῷ εἰπών; «∆ιέλθωμεν εἰς τὸ πεδίον»· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα ὅτι γονεῦσι πένθος ἐνεποίησεν· ἕβδομον ὅτι Θεὸν ἐψεύσατο· ἐρωτηθεὶς γὰρ «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα». Ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρε θῆναι τὸν Κάϊν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος ὅτι «Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου», καὶ «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς», ὁ Κάϊν φησίν· «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώ που σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». Πρὸς δὴ τοῦτο ὁ Κύριός φησιν· «Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει». Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐκ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ' αὐτοῦ) καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπ' οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπο μένης· «Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». Ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων· «Οὐχ οὕτω», τουτέστιν οὐκ ἀναιρεθήσῃ. Κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. Ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατ' ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ τὰ κολαστήρια. Ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθὲν ἐφ' ᾧ ἡ ἐκδίκησις καὶ ὁ τρόπος τῆς κολάσεως δι' οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν τῷ πονηρευσαμένῳ. 260.4 Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατό πιν ὁ λόγος ἀπηριθμήσατο. Νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστιν αὐτῷ τὰ εἰς κόλασιν ἐπαγόμενα, καὶ φαμὲν οὕτως, μετὰ τὴν πεῦσιν τοῦ Κυρίου· «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν παρεχόμενος, ὁ φιλάνθρωπος ∆εσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. Ἀρνησαμένου γὰρ αὐτοῦ ταχὺν ποιεῖται τὸν ἔλεγχον εἰπών· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με». Ὥστε τὸ «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. Εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. Νῦν δὲ ἐπε φάνη ὁ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. Ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων· «Οὐκ οἶδα. Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου ἐγώ;» Ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖ τὰς τιμωρίας. «Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ». Μία κόλα σις. «Ἐργᾷ τὴν γῆν». ∆ευτέρα αὕτη. Ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ συνέζευκτο πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ' ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ ἣν ἐπικατάρατον ἑαυτῷ ἐποίησε μιάνας ἀδελφικῷ αἵματι. «Ἐργᾷ οὖν τὴν γῆν». ∆εινὴ τιμωρία· ἡ μετὰ τῶν μισούν των διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν. «Ἐργᾷ τὴν γῆν», τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. «Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς». Καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος τῷ ἀεὶ κατατει νομένῳ καὶ κοπιῶντι. Ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία, ἡ ἀκαρπία τῶν πόνων. «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς». ∆ύο προσέθηκεν ἄλλας ταῖς τρισί· στεναγμὸν διηνεκῆ καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως δυνάμενον προσφέρειν τῷ στόματι οὔτε ποτὸν προσ κομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις λοιπὸν ὑπηρετεῖσθαι συγχωρουμένης. Ἄλλη τιμωρία ἣν αὐτὸς ἀπε κάλυψεν ὁ Κάϊν εἰπών· «Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι». Τί ἐστι τό· «Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς»; Τουτέστιν εἰ χωρίζεις με τῆς ἀπ' αὐτῆς ὠφελείας. Οὐ γὰρ μετετίθετο ἐφ' ἕτερον τόπον, ἀλλ' ἠλλοτριοῦτο τῶν ἐπ' αὐτῆς καλῶν. «Καὶ ἀπὸ τοῦ προσ ώπου σου κρυβήσομαι». Ἡ βαρυτάτη κόλασις τοῖς σωφρο νοῦσιν, ὁ ἀπὸ Θεοῦ χωρισμός. «Καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». Εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. Εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσ ώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. Τί οὖν ὁ Κύριος; «Οὐχ οὕτως». Ἀλλ' ἔθετο σημεῖον ἐπ' αὐτόν. Ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. Καὶ γὰρ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη, ἣν καὶ περὶ τῆς Κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον. 260.5 Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον· «Ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι ἑπτάκις ἐκδεδί κηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά». Καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ ἐπὶ τῷ μακρο τέραν δοῦναι τὴν τιμωρίαν. Ἔστι δὲ οὐκ ἀληθές. ∆ύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. «Ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον»· τὸν ἄνδρα εἰς τραῦμα καὶ νεα νίσκον εἰς μώλωπα. Ἄλλο οὖν τραῦμα καὶ ἄλλο μώλωψ. Καὶ ἄλλο ἀνὴρ καὶ ἄλλο νεανίσκος. «Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά». Τετρακοσίας καὶ ἐνενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος, εἴπερ δικαία ἡ τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρα σχεῖν τὰς κολάσεις. Ὁ μὲν γὰρ ὥσπερ οὐκ ἔμαθε παρ' ἄλλου τὸ φονεύειν οὕτως οὐδὲ εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν. Ἐγὼ δὲ ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ οὐκ ἐσωφρονίσθην τῷ ὑπο δείγματι. Ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐνενήκοντα δοῦναι κολάσεις. Ἔνιοι δὲ πρὸς τοιοῦτον ὥρμησαν λόγον οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ εὐθέως ἐπήχθη πάσῃ τῇ γῇ τιμωρία διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. Τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατα κλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλ' αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀρίθμησον τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεὰς καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Κύριον. Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη πολλῶν τῶν ἐνόν των ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. «∆ίδου γάρ, φησί, τῷ σοφῷ ἀφορ μὴν καὶ σοφώτερος ἔσται», καὶ «Λόγον δεξάμενος σοφὸς αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει». 260.6 Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ. «Εὐλόγησε γὰρ αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖ ται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ σεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ἐν οἷς ἐκεῖνο ἐθαύμασα πῶς τὰ προάγοντα ὡς σαφῆ παρελθὼν ἓν τοῦτο ἐπεζήτησας τὸ «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία». Καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, καὶ τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία. 260.7 Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλ' αὐτοῦ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος καὶ τοῦ βελτίο νος διανισταμένου. Καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ Κυρίου ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. Ὡς ὅταν λέγῃ ὁ Παῦλος· «Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι», ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλ' ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεύματι. Οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. Οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως ἐν ᾗ ποτε ἦσαν καταπίπτουσι δηλονότι. Οὐδέποτε δὲ εἱστήκει ὁ ἄπιστος ἀεὶ χαμαὶ συρό μενος μετὰ τοῦ ὄφεως. Οὐκ ἔχει οὖν ὅθεν πέσῃ διὰ τὸ καταβεβλῆσθαι τῇ ἀπιστίᾳ. Ὡς πρώτη εὐεργεσία· τὸν στή κοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι τῆς εἰς Χριστὸν πίστεως ἑκάτε ρον ἡμῖν χαριζομένης. Πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίω εἰς τὴν ἀνάστασιν. Ἐὰν μὴ πέσῃ ἡ πορ νεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται. Ἐὰν μὴ ἡ ἀλογία συν τριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει. Οὕτως οὖν «Εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν». 260.8 «Εἰς δὲ σημεῖον ἀντιλεγόμενον». Κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. Ἔθηκε γὰρ Μωσῆς, φησί, τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ, ὃ σημεῖόν ἐστι παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον μὲν παρ' αὐτῶν, νοού μενον δὲ παρὰ τῶν ἐντρεχῶν τὴν διάνοιαν. Ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς Ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν, καὶ ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι, διὰ τοῦτο «Εἰς σημεῖον ἀντιλεγόμενον». 260.9 Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν. Ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ Πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνὴν εἰπόντος ὅτι· «Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί», προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας ὅτι· «Παρεστῶσα τῷ σταυρῷ καὶ βλέπουσα τὰ γινόμενα καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεταί τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος. Ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς γεύσασθαι θανάτου καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. Καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις, τουτέστι ῥομφαία». «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλο γισμοὶ» αἰνίττεται ὅτι μετὰ τὸν σκανδαλισμόν, τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον, τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπ' αὐτὸν πίστιν. Οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. Τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου δειχθῇ.

261.τ ΤΟΙΣ ΕΝ ΣΩΖΟΠΟΛΕΙ

261.1 Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθ' ὑμᾶς πραγμάτων ἐπεστείλατε. Καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε εἰς τὴν τῶν ἀναγ καίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαριστήσαμεν τῷ Κυρίῳ. Ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι, πρὸς τῇ παρὰ τῶν Ἀρειανῶν ἐπαγομένῃ ταραχῇ ταῖς Ἐκκλησίαις καὶ τῇ συγχύσει ἣν ἐκεῖνοι περὶ τὸν τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη κενοφωνία εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων. Ἐγράφετε δὲ εἶναί τινας παρ' ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπ' αὐτοῖς, ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν ἀνθρώπων ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. Ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα πρῶτον μὲν διὰ πατριαρχῶν ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. Εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι' ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωσέως· εἶτα προφήτας προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ. Μετὰ πάντας τού τους ἐπ' ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, «Γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». 261.2 Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι' ἑαυτοῦ. Εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὸ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς θεοφόρου σαρκὸς τὰ πάθη, οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες, οὐκ ἀνεπλάσθη τὸ διαπεπτω κός, οὐκ ἀνωρθώθη τὸ κατερραγμένον, οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. Ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. Τίς δὲ χρεία τῆς Ἁγίας Παρ θένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ χρισ τοφόρος σὰρξ προσλαμβάνεσθαι; Ἀλλὰ τίς οὕτω τολμηρὸς ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυ ρίας ἀνανεοῦσθαι; Οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου ὃς ὀλίγας τοῦ Ἀποστόλου λέξεις ἀποσπαράξας τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα μορφὴν λέγων δούλου καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι καὶ ἐν σχή ματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλ' οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρ' αὐτοῦ προσειλῆφθαι. Τούτοις ἐοίκασι συγ γενῆ φθέγγεσθαι· τούτοις ἀποδύρεσθαι προσήκει τὰς νεωτέ ρας ὑμῖν ἐπεισάγουσι βλασφημίας. 261.3 Τὸ δὲ ἐπ' αὐτὴν λέγειν τὴν θεότητα τὰ ἀνθρώπων διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον οὔτε εἰδότων ὅτι ἄλλα σαρκὸς πάθη καὶ ἄλλα σαρκὸς ἐμψύχου καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. Σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύ εσθαι, καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶ σθαι καὶ πεινῆν καὶ διψῆν καὶ ὕπνῳ κρατεῖσθαι, ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. Ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. Ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεχόμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρ ρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσά μενος. ∆ιὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας. Ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. Ἀλλ' ὥσπερ ὁ θάνατος ὁ ἐν τῇ σαρκὶ διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθεὶς κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξαναλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ, ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα μήτε ὑπόδικον θανάτῳ μήτε ὑπεύθυνον ἁμαρτίᾳ. Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν Πατέρων αἱ παραδόσεις. ∆ιαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον καὶ κρίσιν Θεοῦ ἀναμένοντι διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. Εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθού μενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν προτιμοτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσ σεσθε τὸν τοιοῦτον. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε ταῦτα διὰ τῆς συντυχίας ἀναπληρῶσαι. Καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς καὶ ἅμα πεπεισμέ νοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι' ὀλίγων ὑπόμνησις.

262.τ ΟΥΡΒΙΚΙΩ ΜΟΝΑΖΟΝΤΙ

262.1 Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν· ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς ἀγάπης, καὶ συνεχῶς ποίει τοῦτο. Μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλ λῃς. Γνωρίζομεν γὰρ ἑαυτοὺς καὶ οἴδαμεν ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμία ἔστι κατὰ τὴν φύσιν· ὑπερ οχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος οὐδὲ κατὰ περιουσίαν χρη μάτων οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. Ὥστε τί κωλύει σε πλεῖον φοβούμενον τὸν ∆εσπότην μείζονα ἡμῶν εἶναι κατ' αὐτὸ τοῦτο; Συνεχῶς οὖν ἡμῖν ἐπίστελλε καὶ γνώριζε πῶς ἡ περὶ σὲ ἀδελφότης, τίνες τῶν τῆς Ἐκκλη σίας τῆς καθ' ὑμᾶς ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γρά φειν καὶ τίσιν ἐπαναπαύεσθαι. Ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς Ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι τῆς ἀτόπου ἐκεί νης ἐννοίας ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος καὶ οὐχὶ προσλαβόντος διὰ τῆς Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλ' αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος. 262.2 Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. Ἀλλ' ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. Εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. Τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν τοῦ Θεοῦ εἰπόντος· «Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι». Ἔπειτα πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς Ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα τῇ θεότητι συναφθὲν κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; Ὁ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. Πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις· Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. Ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡ φήμη ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισ μῶν εἰσίν, ἀναγκαῖον ἡγησάμην μὴ ψιλὴν πορίσασθαι τὴν πρόσρησιν, ἀλλά τι ἔχειν τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. Ταῦτα οὖν παρακαλοῦμεν διορθώσεώς τε τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.

263.τ ΤΟΙΣ ∆ΥΤΙΚΟΙΣ

263.1 Κύριος ὁ Θεὸς ἡμῶν, ἐφ' ὃν ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκει μένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνε πλήσατε ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν καὶ ἐκ τῆς συμπαθείας τῶν καθ' ἡμᾶς λυπηρῶν, ἣν συνεπαθήσατε ἡμῖν ὡς ἐνδεδυ μένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. Καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλ' οὖν φέρει τινὰ ἡμῖν ῥᾳστώνην τὸ ἑτοίμους ἔχειν τοὺς ἰατροὺς δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν τῶν ἀλγημάτων τὴν ἴασιν. ∆ιὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς πορεύεσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν· ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. Εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύ την εἰς ἕτερον καιρὸν ταμιεύεται, ἀλλ' ἐπιστείλατε ἡμῖν ὅσα παρ' ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. Πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν ἐπ' αὐτοῖς ἡ θλίψις καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι' ὑμῶν τῶν γνησίως δουλευ όντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν. 263.2 Τὸ μὲν οὖν ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας μένει ἐπὶ τῆς ἰδίας πλάνης καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι. Οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσον τες ἀφειδῶς τὰ Χριστοῦ ποίμνια καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι εὐκόλως ἐμβάλλοντες βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. Οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι τοῖς πλησιάζουσιν. Ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε τοὺς τὰς ταραχὰς παρ' ἡμῖν ἐργαζο μένους καὶ ταῖς Ἐκκλησίαις ὑμῶν φανερὸν καταστήσητε. Ὁ μὲν γὰρ παρ' ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων. Ὑμεῖς δὲ ὅσον μακρὰν αὐτῶν ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ καὶ τὴν παρὰ τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέ λειαν. Ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγ ματος. 263.3 Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων 263.3 λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὃς πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συνθεὶς βλασφημίας ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισ κόπῳ Ἑρμογένει τῷ Καισαρείας κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. Καὶ οὕτω τὴν χειροτονίαν ὑπ' αὐτοῦ δεξάμενος Εὐστάθιος μετὰ τὴν ἐκείνου κοίμησιν εὐθὺς πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπό λεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσ σεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. Εἶτα ἐκεῖθεν δι' ἃς δήποτε αἰτίας ἀπελαθεὶς ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν· τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρό νημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. Καὶ τυχὼν τῆς ἐπισκοπῆς, ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθε ματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. Κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθὼν ἔγραψε μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. Ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. Καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτηνῇ προκαθῃρῆσθαι ὁδὸν ἑαυτῷ τῆς ἀποκαταστά σεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. Καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Λιβε ρίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστο λὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύαναν συνόδῳ ἀποκατέστη τῷ τόπῳ. Οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην ἐφ' ᾗ ἐδέχθη καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν Πνευμα τομάχων αἱρέσεως. Ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς Ἐκκλησίας καὶ τῇ παρ' ὑμῶν δεδο μένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν καὶ ἐπισταλῆναι ταῖς Ἐκκλησίαις τίνα μέν ἐστιν ἐφ' οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε Πατέρων. 263.4 ∆εύτερος μετ' αὐτόν ἐστιν Ἀπολινάριος οὐ μικρὰ καὶ αὐτὸς τὰς Ἐκκλησίας παραλυπῶν. Τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην παρακούσας τοῦ ἐγκλήματος τοῦ λέγοντος ὅτι· «Φύλαξαι ποιῆσαι βιβλία πολλά»· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. Πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; Ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολο γίας οὐκ ἐκ γραφικῶν ἀποδείξεων, ἀλλ' ἐξ ἀνθρωπίνων ἀφορμῶν τὴν κατασκευὴν ἔχοντα. Ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊ κῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν λατρείαν καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι καὶ σαββατίζειν καὶ βρωμάτων ἀπέχεσθαι καὶ θυσίας προσοίσειν Θεῷ καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. Ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; Εἶτα καὶ τὰ περὶ Σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν ταραχὴν ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντε τυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆ ρα· οἱ δὲ πολλοὶ ταῖς καινοτομίαις προσέχοντες ἐξετράπη σαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων. 263.5 Ὁ μέντοι Παυλῖνος εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε. Ἡμᾶς δὲ λυπεῖ τοῖς Μαρκέλλου προσπεπονθὼς δόγμασι καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. Οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑπο στάσει ὁμολογοῦν, ἀλλὰ προενεχθέντα καὶ πάλιν ὑποστρέ ψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν, ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστια νισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. Τού των τὴν ἐπιμέλειαν γενέσθαι παρ' ὑμῶν ἐπιζητοῦμεν. Γένοιτο δ' ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶναι κοινωνικούς· εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπ' αὐτῶν. Καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλα βεῖν οὐδὲ αὐτοὶ ἀγνοοῦμεν. Ἀλλ' ἐπειδὴ ὁ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι βλαβερὸν τῆς ἀπ' αὐτῶν βλάβης ἐρριζωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελ φούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρ' ἑαυτῶν ἀναδιδάξαντες κινήσωσιν ὑμῶν τὴν εὐλάβειαν παρασχέσθαι τὴν ἐπιζητουμένην βοήθειαν ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις.

264.τ ΒΑΡΣΗ ΕΠΙΣΚΟΠΩ Ε∆ΕΣΣΗΣ ΕΝ ΕΞΟΡΙΑ ΟΝΤΙ

264.1 Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν Κυρίῳ χαίρειν. Ἐρχο μένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ ∆ομνῖνον πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα καὶ προσαγορεύομέν σε δι' αὐτῶν εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. Μόνον εὔχου, παρακαλῶ, ἵνα ὁ Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ τὰς ἑαυτοῦ Ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης ἣν αὐτὸς οἶδεν ὁ δίκαιος Κριτὴς πότε ἀποδώσει. Ἀποδώσει γὰρ καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές. Ἀλλ' ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλω σίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς ὁ ∆υνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκατασ τήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην, εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. Ὅπερ δὲ ἐὰν ᾖ, προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ Ἀγαθὸς διασώσηται. Πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. Τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύου σιν. Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου διαφυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.

265.τ ΕΥΛΟΓΙΩ ΑΛΕΞΑΝ∆ΡΩ Α∆ΕΛΦΟΚΡΑΤΙΩΝΙ ΕΠΙΣΚΟΠΟΙΣ ΑΙΓΥΠΤΙΟΙΣ

ΕΞΟΡΙΣΘΕΙΣΙΝ

265.1 Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς Ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντη κατὰ βούλησιν ἀπαντῶντα καὶ ταῦτα ἐπ' ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ κρίμασιν τῆς δικαιοσύνης. Ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατ' Αἴγυπτον τόπων ἀναστήσας ὁ Κύριος εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραὴλ ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. Καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζό μενοι ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῖν προβαλλόμενος ὁ Κύριος ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ὑποδείγματα ἐχαρίσατο. Ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν τὸ περὶ τὴν ἀδελφό τητα ἐπιμελὲς καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέρχεσθε τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλ' εἴ τι πρὸς οἰκοδομὴν τῶν Ἐκκλησιῶν ἐνεργεῖν προαι ρεῖσθε, δίκαιον ἐνομίσαμεν κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. Οὗπερ ἕνεκα ἀπεστείλαμεν καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν Ἐλπίδιον τὸν συνδιάκονον ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρ' ἑαυτοῦ δυνάμενον ἀναγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος διαπέφευγε διδασκαλίαν. 265.2 Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν, ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας, ἀλλ' ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινο τομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρ' αὐτῶν βλάβην οὐ κατεδέξασθε. Καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολι ναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ πλέον ἐλύπησεν ἡμᾶς ὅσῳ ἔδοξεν εἶναι ἐξ ἡμῶν τὸ ἐξ ἀρχῆς. Τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ τῷ ἀλγεινῷ, φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται· «Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν». Τὸ δὲ παρ' ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσ φορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. Ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾶν τῆς εὐθύτητος τῶν δογμάτων. Τί γὰρ ἐν ἔργοις παρ' αὐτοῦ θερμὸν καὶ τολμηρὸν οὐκ ἐπράχθη; Τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; Οὐ πᾶσα μὲν Ἐκκλησία ἐφ' ἑαυτὴν ἐμερίσθη, μάλιστα δὲ ταῖς παρὰ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρ' αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν παρασυναγωγὴν ἐκδικῆσαι; Οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον ὡς ἄνευ λαοῦ καὶ κλήρου ἐπισκό πων περιερχομένων, ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ Εὐαγγελίου τῆς σωτηρίας; Οὐχὶ οἱ περὶ Θεοῦ λόγοι παρ' αὐτῷ πλήρεις εἰσὶν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελ λίου δι' αὐτοῦ νῦν ἀνανεωθείσης τοῖς συντάγμασιν; Εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρ' ἐχ θρῶν, ἀλλὰ κατ' ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ πάλιν Υἱὸν καὶ Πατέρα καὶ ἄλλα σκοτεινὰ ἀσεβῆ ῥήματα ἃ ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι εὐχόμενοι μηδεμίαν ἔχειν μερίδα πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. Οὐχὶ συγκέχυται παρ' αὐτῷ ὁ τῆς Ἐνανθρωπήσεως λόγος; Οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων; Ἃ πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται. Τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠμαύρωσε καὶ ἠφάνισεν ὡς ἡ τούτου μυθολογία; Ὅς γε τὴν μακαρίαν ἐλπίδα τὴν ἀποκειμένην τοῖς πολιτευ σαμένοις κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι ὥστε εἰς γραώδεις λόγους καὶ ἰουδαϊκοὺς μύθους ἐκτραπῆναι. Ἄνωθεν ἐπαγγέλ λεται τοῦ ναοῦ τὴν ἀνανέωσιν καὶ τῆς νομικῆς λατρείας τὴν παρατήρησιν καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα καὶ θυσίαν ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν ἄραντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα καὶ σποδὸν δαμάλεως ῥαντί ζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, καὶ καθαρισμοὶ λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως, καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ, λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν, καὶ ὅλως, εἰ νῦν ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασι κατήργηται, δῆλον ὅτι τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐν τάλμασιν ἀκυρωθή σεται. Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. ∆ιὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν τῇ πραΰτητι παιδεύειν τοὺς ἀντι διατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων (ἐβεβαίωσε γὰρ τὸν τῆς Παροιμίας λόγον ὅτι· «Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν»), στενῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια. 265.3 Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνησ θῆναι ὑμῶν τὴν εὐλάβειαν, ἵνα μηδὲν ἀπερισκέπτως μηδ' εὐκόλως τυπώσητε περὶ αὐτῶν. Ἀλλ' ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπο μένους αὐτῷ ἀναγκαῖον ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵν' οἱ ἡμῖν συναπτόμενοι δι' ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφό τητος, ἐπεὶ νῦν γε οὐ μετρία μετέσχε λύπη τοὺς πολλοὺς ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιό τητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. Καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν Ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν Πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων, καὶ οἱ τῆς ∆ύσεως πάντες σύμ φωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν, ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρ' ἑαυτοῖς ἑπόμενοι αὐτῶν τῇ ὑγιεῖ διδασκαλίᾳ. Ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὸ γινόμενον μᾶλλον ἐβεβαιώθη ἐν τῇ τῶν πολλῶν συγκαταθέσει καὶ ἡ εἰρήνη μὴ διέσπαστο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. Οὕτως ἦν πρέπον βουλεύσασθαι ἡμᾶς στιβα ρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις διαφερόντων. Οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλ' ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομέ νην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις ὡς «οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει». Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμ ματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα πάντα πρὸς καταρτισμὸν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ μεθ' ὑμῶν οἰκονομήσαντες μεθ' ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου Κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. Τέως δὲ νῦν καταξιώ σατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις ἐφ' αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες ὅτι, κἂν πάνυ τὸ καθ' ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ ∆ύσει καὶ τοὺς κατὰ τὴν Ἀνατολὴν κοινωνικοὺς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.

266.τ ΠΕΤΡΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ

266.1 Καλῶς μου καθήψω καὶ πρεπόντως πνευματικῷ ἀδελ φῷ ἀληθινὴν ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. Καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθ' ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. Ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων καὶ ὁ πολὺς οὗτος κλόνος ὁ νῦν σαλεύων τὰς Ἐκκλησίας πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. Ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυ πούμενοι ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκ νότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. Τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἔκπαλαι κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημένα τὴν οἰκουμένην, ἀλλ' οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη, θαυ μάζομεν, οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. Λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. Ἀλλ' ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶν ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται. Ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρῴην γινομένοις ἀτάκτως οὔτε τὰς σὰς διωχλή σαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι αὐτομάτως φήμη δια κομίσει τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι, ἔπειτα οὔτε κρίναντες εὔλογον εἶναι ἡμᾶς ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις ὥσπερ δυσχεραίνοντας διὰ τί παρώφθημεν. Αὐτοῖς μέντοι τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖ ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα. Ὅπερ ἐπειδὴ ἐποίησας καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε καὶ εὐχαριστήσαμεν τῷ Κυρίῳ ὅτι ἔστι τι λείψανον τῆς παλαιᾶς εὐταξίας σωζόμενον παρὰ σοὶ καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. Οὐ γὰρ μεθ' ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες. Πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν οὐδέποτε ἠδυνή θην αὐτοῖς ἀποκρίνασθαι ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. Καὶ νῦν, ἐὰν ὁ Κύριος δῷ καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ Ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι, ἀλλ' ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς. 266.2 Ἐλύπησε δὲ ἡμᾶς ὁ ἀδελφὸς ∆ωρόθεος, ὡς αὐτὸς ἐπέστειλας, μὴ πάντα προσηνῶς μηδὲ πράως διαλεχθεὶς τῇ κοσμιότητί σου. Καὶ τοῦτο τῇ τῶν καιρῶν λογίζομαι δυσκο λίᾳ. Ἐοίκαμεν γὰρ εἰς μηδὲν εὐοδοῦσθαι ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν, εἴπερ οἱ σπουδαιότατοι τῶν ἀδελφῶν οὐχ εὑρίσκονται προσηνεῖς οὐδὲ εὔθετοι ταῖς διακονίαις τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν. Ὃς ἐπανελθὼν διηγήσατο ἡμῖν τὰς ἐπὶ τοῦ σεμνοτάτου ἐπισκόπου ∆αμάσου πρὸς τὴν σὴν τιμιότητα γενομένας αὐτῷ διαλέξεις καὶ ἐλύπει ἡμᾶς λέγων τοῖς Ἀρειομανίταις συγκαταριθμεῖσθαι τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν τοὺς συλλειτουργοὺς Μελέτιον καὶ Εὐσέ βιον. Ὧν εἰ καὶ μηδὲν ἄλλο συνίστη τὴν ὀρθοδοξίαν, ὁ γοῦν παρὰ τῶν Ἀρειανῶν πόλεμος ἀπόδειξιν ἔχει ὀρθότητος οὐκ ὀλίγην τοῖς εὐγνωμόνως λογιζομένοις. Τὴν δὲ σὴν εὐλάβειαν συνάπτειν αὐτοῖς εἰς ἀγάπην ὀφείλει καὶ ἡ κοινωνία τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Ἐκεῖνο δὲ πέπεισο, ὡς ἀληθῶς τιμιώτατε, ὅτι οὐκ ἔστι τι ῥῆμα ὀρθοδοξίας ὃ μὴ μετὰ πάσης παρρησίας παρὰ τῶν ἀνδρῶν τούτων ἐκηρύχθη ὑπὸ Θεῷ μάρτυρι καὶ ἀκροαταῖς ἡμῖν. Οἳ οὐδ' ἂν πρὸς ὥραν αὐτῶν ἐπεδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν πίστιν εὕρομεν. Ἀλλά, εἰ δοκεῖ, τὰ παρελθόντα ἐάσωμεν, τοῖς δὲ ἐφεξῆς ἀρχήν τινα δῶμεν εἰρηνικήν. Χρῄζομεν γὰρ ἀλλήλων πάντες κατὰ τὴν τῶν μελῶν κοινω νίαν, καὶ μάλιστα νῦν ὅτε αἱ τῆς Ἀνατολῆς Ἐκκλησίαι πρὸς ὑμᾶς ἀποβλέπουσι, καὶ τὴν μὲν ὑμετέραν ὁμόνοιαν ἀφορμὴν εἰς στηριγμὸν καὶ βεβαιότητα λήψονται· ἐὰν δὲ αἴσθωνται ὑμᾶς ἐν ὑποψίᾳ τινὶ πρὸς ἀλλήλους εἶναι, ἐκλυ θήσονται καὶ παρήσουσιν ἑαυτῶν τὰς χεῖρας πρὸς τὸ μὴ ἀντερεῖν τοῖς πολεμίοις τῆς πίστεως.

267.τ ΒΑΡΣΗ ΕΠΙΣΚΟΠΩ Ε∆ΕΣΣΗΣ ΕΝ ΕΞΟΡΙΑ ΟΝΤΙ

267.1 Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν ἧς ἔχω περὶ τὴν σὴν θεοσέ βειαν ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ δι' ἐμαυτοῦ περι πτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. Ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα κατα πονεῖ με καὶ φροντὶς Ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος καὶ οὔκ εἰμι ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα ὁ Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παρεπιδη μίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν Ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλει τουργῶν σου καὶ τῶν συναθλητῶν ἃ εὐχόμεθα καὶ περὶ σοῦ αὐτοῦ ἃ νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης. Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. Καὶ τάχα οὐκ ἠδυνήθησαν δια σῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί. Ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως καὶ ἐστείλα μέν τινα ἃ καταξίωσον ὑποδέξασθαι παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. Εἰ δέ τι, καὶ ὡς ἀσχολού μενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες, παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν μηδὲ λυπηθῇς, ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοι ποὶ πάντες. Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.

268.τ ΕΥΣΕΒΙΩ ΕΝ ΕΞΟΡΙΑ ΟΝΤΙ

268.1 Ἔδειξε καὶ ἐφ' ἡμῶν ὁ Κύριος ὅτι οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ τῇ μεγάλῃ καὶ κραταιᾷ χειρὶ αὐτοῦ περισκε πάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. Σχεδὸν γὰρ παραπλή σιον τοῦτο τιθέμεθα τὸ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος σῶον διεφύλαξε. Καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν, τὸ πολύευκτον θέαμα, ἢ τοῖς γοῦν ἄλλοις οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. Πέπεισμαι γὰρ ὅτι τοῖς δάκρυσι τῶν Ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς ἐπὶ σοὶ πάντες στενάζουσι προσσχὼν ὁ φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ. Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθ' ὑμᾶς δι' αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπ' ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. Μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμ πρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλα βὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή. ∆ιὰ δὲ τὸ ἀκοῦσαι πάντα λῃστῶν καὶ δησερτόρων πεπληρῶσθαι τὰ τῆς ὁδοῦ ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. Ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν καὶ ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρ' ὑμῖν ἀγγέλλοντα.

269.τ ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΑΡΙΝΘΑΙΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

269.1 Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει αὐτοὺς ἡμᾶς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. Οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραΰναμεν καὶ τῇ σῇ σεμνότητι τὸ τῆς παρακλήσεως εἰκὸς ἀπεπληρώσαμεν. Ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σῶμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἦλθον ὁμιλίαν, ὡς ἂν μὴ παντά πασι δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα. Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; Τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπ' αὐτῷ ἀφεῖναι δάκρυον; Ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. Ἀλλ' ὅμως ἐλογισάμεθα ὅτι ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλ λοντα τοῖς καθήκουσι χρόνοις πάλιν ὑπὸ τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. Ἃ καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν τὸ συμβὰν παρακαλοῦμεν καί, ὡς οἷόντε, μετρίως φέρειν τὴν συμφοράν. Ἱκανὸς μὲν οὖν καὶ ὁ χρόνος μαλάξαι τὴν καρδίαν καὶ τὴν πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλ' ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει δι' ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. Πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. Μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως δι' ἣν πάντες ἐκ τῆς γῆς φύντες πάλιν εἰς γῆν ὑποστρέφομεν, καὶ οὐδεὶς οὕτω μέγας ὥστε βελτίων φανῆναι τῆς διαλύσεως. 269.2 Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμάσιος ἐκεῖνος καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον, ἀλλ' ὅμως ἄνθρωπος καὶ τέθνηκεν ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅν τινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετεχόντων. Μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλ', ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν, χάριν ἔχωμεν τῷ συζεύξαντι. Τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας, ἐπὶ δὲ τοιαύτῃ συνοι κήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι. Ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ δημιουργήσας ἡμᾶς ἔκτισεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατ' αὐτὸν διεξῄει, γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμ πάνοντο, ἱστορικοὶ δὲ ἄνδρες τὰ κατὰ τοὺς πολέμους ἀνδρα γαθήματα διηγούμενοι πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. Ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ οὐδὲ καταδέχεσθαι ὅλως ὅτι τέθνηκεν Ἀρινθαῖος. Ἀλλ' ὅμως πέπονθεν ἃ καὶ οὐρανῷ καὶ γῇ καὶ ἡλίῳ συμβήσεται. Οἴχεται καταλύσας λαμπρῶς μὴ ὑπὸ γήρως καμφθείς, μὴ καθυφείς τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι, μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθεὶς διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. Ὧν αὐτὴ πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη μεγίστην ἔχε τὴν παραμυθίαν, καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόν των μέριμναν, ὥστε καταξιωθῆναι δι' ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. Φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. Γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοι παῖς γυναιξὶ καὶ οὕτω τὸ πάθος μέτρησον ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. Ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.

270.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΑΡΠΑΓΗΣ

270.1 Πάνυ λυποῦμαι ὅτι οὐχ εὑρίσκω ὑμᾶς ἐπὶ τοῖς ἀπηγορευ μένοις οὔτε ἀγανακτοῦντας οὔτε δυναμένους λογίζεσθαι ὅτι εἰς αὐτὸν τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην παρα νομία ἐστὶ καὶ τυραννὶς ἡ γινομένη αὕτη ἁρπαγὴ καὶ ὕβρις κατὰ τῶν ἐλευθέρων. Οἶδα γὰρ ὅτι, εἰ τοιαύτην εἴχετε γνώμην πάντες, οὐδὲν ἐκώλυε πάλαι τοῦ κακοῦ τὴν συνήθειαν τοῦδε ἐξελαθῆναι τῆς πατρίδος ἡμῶν. Ἀνάλαβε τοίνυν ἐπὶ τοῦ παρόντος ζῆλον χριστιανοῦ καὶ κινήθητι ἀξίως τοῦ ἀδικήματος. Καὶ τὴν μὲν παῖδα, ὅπουπερ ἂν εὕρῃς, ἀφελό μενος πάσῃ εὐτονίᾳ ἀποκατάστησον τοῖς γονεῦσι· καὶ αὐτὸν δὲ ἐκεῖνον ἐξόρισον τῶν εὐχῶν καὶ ἐκκήρυκτον ποίησον· καὶ τοὺς συνεπελθόντας αὐτῷ κατὰ τὸ ἤδη προλαβὸν παρ' ἡμῶν κήρυγμα τριετίαν πανοικὶ τῶν εὐχῶν ἐξόρισον. Καὶ τὴν κώμην τὴν ὑποδεξαμένην τὴν ἁρπαγεῖσαν καὶ φυλάξασαν ἤτοι ὑπερμαχήσασαν, καὶ αὐτὴν ἔξω τῶν εὐχῶν πανδημεὶ ποίησον, ἵνα μάθωσι πάντες ὡς ὄφιν, ὡς ἄλλο τι θηρίον, κοινὸν ἐχθρὸν ἡγούμενοι τὸν ἁρπαγέα, οὕτως ἀποδιώκειν αὐτὸν καὶ προΐστασθαι τῶν ἀδικουμένων.

271.τ ΕΥΣΕΒΙΩ ΕΤΑΙΡΩ ΣΥΣΤΑΤΙΚΗ ΕΠΙ ΚΥΡΙΑΚΩ ΠΡΕΣΒΥΤΕΡΩ

271.1 Εὐθὺς κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει ὅσον ἠθύμησα διαμαρτών σου· τί δεῖ καὶ λέγειν πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα τῷ τὰ ὅμοια πεπονθέναι; Ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄρισ τον Εὐσέβιον καὶ περιπτύξασθαι καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκεί νων ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἓν καὶ ἑστία μία καὶ παιδα γωγὸς ὁ αὐτὸς καὶ ἄνεσις καὶ σπουδὴ καὶ τρυφὴ καὶ ἔνδεια καὶ πάντα ἡμῖν ἐξ ἴσου πρὸς ἀλλήλους ὑπῆρχε. Πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον νέον δοκεῖν πάλιν ἐκ γέροντος γεγενῆσθαι; Ἀλλ' ἐκείνων μέν με διέφυγεν ἡ ἀπόλαυσις, τὸ δὲ διὰ γράμ ματος ἰδεῖν σου τὴν λογιότητα καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμω τάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου· ὃν αἰσχύνομαι συνισ τῶν σοι καὶ οἰκεῖον ποιῶν δι' ἐμαυτοῦ, μή ποτε δόξω περί εργόν τι ποιεῖν σοι προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα. Ἀλλ', ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόν των χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγὼ οὐδεμίαν γνωρίζων κατ' αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόν των τὰς χεῖρας τῶν μὴ φοβουμένων τὸν Κύριον ἐπήρειαν. Καίτοιγε, εἴ τι ἐγεγόνει παρ' αὐτῶν, οὔθ' οὕτως ἀνάξιος ἦν ὁ ἀνήρ. Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν ἢ ἀφαιροῦνταί τι τῆς ὑπαρ χούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. Πλὴν ἀλλ', ὅπερ ἔφην, οὐδὲ κατεπενοήθη τι τοῦ ἀνδρός. Ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾶν σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος.

272.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ

272.1 Ἀπήγγειλέ μοι Ἀκτίακος ὁ διάκονος ὅτι σέ τινες ἐλύπησαν καθ' ἡμῶν διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. Ἐγὼ δὲ οὐκ ἐθαύ μασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. Πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθε ροι αὗται παραφύεσθαι θεραπεῖαι· οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι' οὗ γνωρισθῶσιν ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. Καὶ σχεδὸν ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. Οὐ τοίνυν ἐθαύ μασα, ὡς ἔφην, εἴ τινες ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶ τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομ βοῦσιν. Ἀλλ' ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σὲ ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοὰς καὶ διαβολὴν κατ' ἐμοῦ παραδέξασθαι, ὃς πολλοὺς ἀγαπήσας ἐκ πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. Καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾶν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. Οἶδας δὲ ὅσον δύναται πρὸς φιλίαν τὸ ἔθος. Εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. Καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρ' ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητεῖς, ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευ χομένην. Μὴ γάρ ποτε εἰς τοσοῦτον καταβαίη τὰ σὰ ὥστε τῆς παρὰ τῶν οὕτω σμικρῶν ὁποῖος αὐτός εἰμι εὐεργεσίας προσδεηθῆναι. 272.2 Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν ἢ πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; Ταῦτα γάρ μοι ἀπήγγειλεν ὁ διάκονος. Πῶς δὲ τὴν Ὑμητίου εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκίας, ἀνδρὸς οὕτω δαπα νῶντος τὴν οὐσίαν; Ἀλλ' οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρ' ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον. Ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι τὸ παρ' ἐμοῦ πρός τινας τῶν θορυβούντων λεχθέν, ὅτι· «Εἰ μὲν προῄρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ὁ ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπου δαζόμενα. Εἰ δὲ μεταβεβούλευται, μὴ παρασύρητε τὸ σεμνὸν ὄνομα τοῦ φίλου ἡμῶν μηδὲ ἐν προσχήματι δὴ τῆς περὶ τὸν προστάτην ἡμῶν σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλὴν καταπράττεσθε.» Πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε δι' ἐμαυτοῦ οὔτε δι' ἑτέρου ἐφθεγξάμην ἢ μικρὸν ἢ μεῖζον περὶ τοῦ πράγματος τούτου. 272.3 Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ὡς ἀπεγνωσμένον ἡγῇ, καὶ καταφρονεῖν με τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. Ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶ σὲ διάθεσιν τὸν Ἀλέξανδρον μιμούμενος, ὃς ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πισ τεῦσαι τῷ διαβάλλοντι ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγί νωσκε καὶ τὸ φάρμακον ἔπινεν. Οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι τῷ μήτε ἁλῶναί ποτε εἰς φιλίαν ἐξαμαρτὼν καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ' ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.

273.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΗΡΑ

273.1 Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾶν τὴν σὴν τιμιό τητα ὥστε τὰ ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸν αἰδε σιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην (καὶ οὐδεμίαν ὑπερβολὴν) καὶ τῆς φιλίας διάθεσιν ὑπερε χόμενον, συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκἀγαθίᾳ καὶ παρα καλῶ οἰκείως τε αὐτὸν θεάσασθαι καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου, ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναρι θμεῖν.

274.τ ΗΜΕΡΙΩ ΜΑΓΙΣΤΡΩ

274.1 Ἡ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια ὅτι ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε καὶ μέχρι γήρως παρέμεινε τῇ τοῦ Θεοῦ χάριτι παντὸς ἄμεινον καὶ αὐτὸς ἐπίστασαι. Σχεδὸν γὰρ καὶ τὴν τῆς σῆς μεγαλο φυΐας ἀγάπην ἐξ ἐκείνου ἡμῖν ὁ Κύριος ἐχαρίσατο ἐξ ὅτου καὶ τὴν πρὸς ἀλλήλους ἡμῖν γνῶσιν προεξένησεν. Ἐπεὶ οὖν δεῖται τῆς παρὰ σοῦ προστασίας, παρακαλῶ σε καὶ καθικε τεύω τῇ τε ἀρχαίᾳ περὶ ἡμᾶς διαθέσει χαριζόμενον καὶ τῇ νῦν κατασχούσῃ ἀνάγκῃ προσσχόντα οὕτως οἰκειώσασθαι τὰ κατ' αὐτὸν πράγματα ὥστε μηδεμιᾶς αὐτὸν ἑτέρας προστα σίας δεηθῆναι, ἀλλ' ἐπανελθεῖν πρὸς ἡμᾶς πάντα καταπρα ξάμενον τὰ κατ' εὐχάς· ὥστε ταῖς πολλαῖς αἷς πεπόνθαμεν παρὰ σοῦ εὐεργεσίαις καὶ ταύτην ἡμᾶς ἔχειν συναριθμεῖν, ἧς οὐκ ἂν μείζονα ἑαυτοῖς οὐδὲ μᾶλλον ἡμῖν διαφέρουσαν εὑρίσκοντες οἰκειούμεθα.

275.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΗΡΑ

275.1 Προέλαβες τὰς παρ' ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν διαθέσει καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξω καὶ ταῖς ἐφ' ἑκάστου καιροῦ προστασίαις. Ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατ' αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιό τητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας, ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦ ἐπηρεάζειν ἐπιχει ρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. Πρὸς οὓς μίαν εὑρή σομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.

276.τ ΑΡΜΑΤΙΩ ΤΩ ΜΕΓΑΛΩ

276.1 Καὶ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ἡμέτερος δὲ τῶν χρισ τιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. Ὥστε μὴ περιττόν με ἡγήσῃ μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. Οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθ' ὃν οἰκονομούμεθα. Τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν ὑποκεῖσθαι προσῆκον καὶ Θεῷ ὀφείλεσθαι παρ' αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. Ἐπεὶ οὖν τὸν Θεὸν τὸν ἡμέτερον τῶν χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρ' ὑμῖν πολλῶν καὶ δι' ὑλικῶν συμβό λων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατ' ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. ∆υσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντας καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψει σοι τὴν ἐπ' αὐτῷ λύπην. Πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι' ἡμῶν πληρουμένην, ἣ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλὰ καὶ σὲ αὐτὸν οἴονται χριστιανὸν ὑποδέξασθαι, οὕτως αὐτοὺς περιχαρεῖς διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.

277.τ ΜΑΞΙΜΩ ΣΧΟΛΑΣΤΙΚΩ

277.1 Ἀπήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου καὶ ἐνεποίησέ μοι πόθον τῆς συντυχίας ἐναργῶς ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα, καὶ τοσοῦτον ἐξέκαυσέ μου τὸ περὶ σὲ φίλτρον ὡς, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. Καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λογισμῷ ποιῆσαι, ταπεινοφροσύνῃ χρήσασθαι τῇ ὀφειλομένῃ χριστιανῷ φρονοῦντι περὶ ἑαυτοῦ, οἷα εἰκός, ὅθεν ἔφυ καὶ οἷ πορεύσεται. Ἡ γὰρ τῆς φύσεως ἔννοια κα ταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει καί, τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι τοῦ εἰπόντος· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ». Τῷ γὰρ ὄντι, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. Τοῦτο δέ ἐστιν ἡ παρὰ Θεοῦ τιμή. Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. Ἥ τε γὰρ νεότης τῶν ἠρινῶν ἀνθῶν ὀξύτερον καταρρεῖ καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ μαραίνεται. Καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. Αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. Ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν οἱ λόγοι ἄχρι τῆς ἀκοῆς τὴν χάριν ἔχουσιν. Ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων τοῖς ἐντυγχάνουσιν. Ὧν ἐπιμελόμενος ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγε λίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου ἀγαθῶν. Τίνι δ' ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσοιο μακρότερον εἰπεῖν ἢ κατὰ τὴν πα ροῦσαν ὁρμὴν τοῦ λόγου. Ἐπῆλθε δ' οὖν μοι καὶ αὐτὰ ταῦτα προσφθέγξασθαι ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκ νου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσε βείας βρύοντι.

278.τ ΟΥΑΛΕΡΙΑΝΩ

278.1 Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην γενόμενος ἐπεθύμουν ἰδεῖν. Προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνῆσαι πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις τελοῦντα σύνοδον. Ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. Πάλιν γὰρ ἐκεῖ ἡ Εὐήσας, πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. Ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα κατα ξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν νέος φοι τῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρ' ἡμῶν συμβουλὴν διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. Ἐὰν οὖν ἀνεπαχθὲς ᾖ, μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν.

279.τ ΜΟ∆ΕΣΤΩ ΕΠΑΡΧΩ

279.1 Κἂν πολλοὶ ὦσιν οἱ γράμματα παρ' ἡμῶν προσκομίζοντες τῇ τιμιότητί σου, ἀλλὰ διὰ τὸ ὑπερβάλλον τῆς σῆς περὶ ἡμᾶς τιμῆς ἡγοῦμαι τὸ πλῆθος τῶν γραμμάτων ὄχλον μηδένα παρέχειν τῇ μεγαλοφυΐᾳ σου. ∆ιὰ τοῦτο προθύμως καὶ τῷ ἀδελφῷ τούτῳ τὴν ἐπιστολὴν ἔδωκα ταύτην εἰδὼς ὅτι καὶ αὐτὸς πάντων τεύξεται τῶν σπουδαζομένων καὶ ἡμεῖς ἐν τοῖς εὐεργέταις λογισθησόμεθα παρὰ σοὶ ἀφορμὰς εὐποιιῶν προξενοῦντες τῇ ἀγαθῇ προαιρέσει σου. Τὸ μὲν οὖν πρᾶγμα εἰς ὃ δεῖται τῆς προστασίας σου αὐτὸς ἐρεῖ, ἐὰν αὐτὸν εὐμενεῖ καταξιώσῃς προσιδεῖν τῷ βλέμματι καὶ δῷς αὐτῷ θάρσος ὥστε φωνὴν ῥῆξαι ἐπὶ τῆς μεγάλης σου καὶ ὑπερ φυοῦς ἐξουσίας. Ἡμεῖς δὲ τὸ ἡμέτερον διὰ τοῦ γράμματος παριστῶμεν, ὅτι τὸ εἰς αὐτὸν γινόμενον οἰκεῖον ἡγούμεθα κέρδος διὰ τὸ μάλιστα ἐκ τῆς Τυανέων αὐτὸν ἀναστάντα τούτου ἕνεκεν ἐλθεῖν πρὸς ἡμᾶς ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθ' ἱκετηρίας προβάλοιτο. Ἵνα οὖν μήτε αὐτὸς τῶν ἐλπίδων ἐκπέσῃ καὶ ἡμεῖς τῆς συνήθους τιμῆς ἀπολαύσωμεν καὶ σοὶ ἡ περὶ τὰ ἀγαθὰ σπουδὴ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως πληρωθῇ, ἀξιοῦμεν δεχθῆναι αὐτὸν εὐμενῶς καὶ ἐναρίθμιον γενέσθαι τοῖς οἰκειοτάτοις σου.

280.τ ΜΟ∆ΕΣΤΩ ΕΠΑΡΧΩ

280.1 Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλ' οὖν ἡ προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλὸν καὶ καταθαρ σοῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. Ὁ τοίνυν τὴν ἐπιστολὴν ταύτην ἡμῶν ἐπιδιδοὺς ἐν υἱοῦ μοι τάξει καθέστηκεν. Ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, κατα ξίωσον δέξασθαί μου τὸ γράμμα ὃ ἀνθ' ἱκετηρίας προτείνε ταί σοι ὁ προειρημένος καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθ' αὑτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συν εργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδα ζομένων καὶ ἐμοὶ ὑπάρχῃ καλλωπίζεσθαι ὅτι μοι δέδοται τοιοῦτος παρὰ τῆς χάριτος τοῦ Θεοῦ προστάτης ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας.

281.τ ΜΟ∆ΕΣΤΩ ΕΠΑΡΧΩ

281.1 Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοι μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. Κέχρημαι τοίνυν τῇ δωρεᾷ καὶ ἀπολαύω τῆς φιλανθρωπο τάτης χάριτος ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέ γεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. Ἐπεὶ δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρη θῆναι μοχθεῖν, καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν καί σε καθικετεύω κατα πεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆ σαι αὐτῷ τὴν ἐνόχλησιν.

282.τ ΠΡΟΣ ΕΠΙΣΚΟΠΟΝ

282.1 Μὴ καλούμενος ἐγκαλεῖς καὶ καλούμενος οὐχ ὑπακούεις. Ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκήψει μάτην χρησάμενος. Οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. Ἐπάκουσον οὖν καλοῦσι νῦν καὶ μὴ γένῃ πάλιν ἀγνώμων εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. Ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ· εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλ' οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. ∆ὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτό σοι μὴ δοκεῖ, τοῖς γοῦν τιμιωτέροις τὴν χάριν.

283.τ ΠΡΟΣ ΕΛΕΥΘΕΡΑΝ

283.1 Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσ κειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρ' ἡμῶν τυποῦσθαι. Συντυχίας δὲ καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνο δον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. Στοχάζεσθαι δὲ ὀφείλεις ἐκ τῶν κατὰ σεαυτὴν πραγμάτων. Εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ τοσοῦτος περίκειται ὄχλος μεριμ νῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφ' ἑκάστης ἡμέρας ἀσχο λίας ἔχειν; Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσ θαι ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς ὁ Θεὸς ὁρᾶσθαι πέφυκεν. Ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾶν, αὐτάρκη τὴν ἐκ τοῦ Ἁγίου Πνεύ ματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸς τὸ συμφέρον.

284.τ ΠΕΡΙ ΜΟΝΑΖΟΝΤΩΝ ΤΩ ΚΗΝΣΙΤΟΡΙ

284.1 Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιό τητί σου τῶν μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπ' αὐτοῖς αἰτεῖν, ἀλλ' ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας. Ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν. Καὶ γάρ, εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων κοινωνίαν ἀποκτησά μενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες. Οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον δι' αἰδοῦς ἄξεις καὶ βουλήσει σεαυτῷ κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.

285.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΤΗ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΠΡΟΣΤΑΣΙΑ

285.1 Ὁ τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν ἐπιμέλειαν αὐτός ἐστιν ὁ τὴν ἐπιστολὴν ἐπι διδούς σοι ταύτην ὁ ἀγαπητὸς υἱὸς ὁ δεῖνα. Τούτῳ κατα ξίωσον περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου δοῦναι καὶ λόγου παρρησίαν καὶ περὶ ὧν διαβεβαιοῦται προσσχεῖν, ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ ἡ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. Τοιαύτη γὰρ ἡ κτῆσις τῶν πτωχῶν ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτὴν διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν ἤ τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.

286.τ ΚΟΜΕΝΤΑΡΗΣΙΩ

286.1 Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἢ ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν ὡς τὰ δημόσια πράττοντι τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφ' ἡμῶν προσήκει τῆς πρεπού σης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. ∆ιὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, ἃ δηλοῖ τὸ παρὰ σοὶ κείμενον καὶ ἡ ἐπὶ πάντων τῶν παρόντων γενο μένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα καὶ τὰ μὲν ταμιευ θῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιή σειν πρὸς τὸ ἐφεξῆς. Ἃ γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα. Εἰ δὲ δοκεῖ σοι καὶ περὶ τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι ὅτι ἐπιτρέ πομέν σοι ποιεῖν ὃ βούλει.

287.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΚ∆ΙΚΗΤΑΙΣ

287.1 ∆υσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. Οὐ γὰρ ἔχομεν τί χρησόμεθα οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν ἀπεγνωσμένῳ. Εἰς κρίσιν μὲν γὰρ καλούμενος οὐχ ὑπακούει· κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. Εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. Καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος ὡς ἡ τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλί γου τῆς πείρας ἐστὶ τὸ κατ' αὐτὸν τεκμήρασθαι. Τί δὲ ἐρωτᾶτέ με καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν τὰς παρ' αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον; Ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων πανοικὶ τῶν εὐχῶν κεχωρίσθω καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατι κοὺς κοινωνίας. Ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσε ται.

288.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΚ∆ΙΚΗΤΑΙΣ

288.1 Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. Γέγραπται γάρ· «Ἐὰν ὁ ἀδελ φός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης». Ὃ οὖν ἐγένετο τοῦτο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη, ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω ἐκκήρυκτος. Καὶ διαγγελήτω πάσῃ τῇ κώμῃ ἀπρόσδεκ τον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ γένηται παντε λῶς κατάβρωμα τοῦ διαβόλου.

289.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΓΥΝΑΙΚΟΣ ΚΑΤΑΠΟΝΟΥΜΕΝΗΣ

289.1 Ἐγὼ ἴσον ἁμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾶν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον τὴν τιμωρίαν, τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας, καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπι τρέψαι. Ὥστε εἴ τι ὄφελος ἐμῶν παραγγελμάτων, τότε ἂν ἠκούσθην πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα. Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλῶν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. «Ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου, ἵνα ἑνὸς τούτου τύχοιμι, τὴν παρὰ Θεοῦ εὐδοκίμησιν καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου. Ἐπεὶ δὲ ἄνθρωπος ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμ μένος εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν καὶ ἀγνοίᾳ τῶν κατ' αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένῃ ἐλάσαι, εἰς τοσοῦ τον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατ' ἐμοῦ βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. Ἐφ' οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγα νακτήσεως πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασ φημίας. Πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι' ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. Καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὲς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ. Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσ θαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. Ὁ δὲ συναλγῶν οὐκ ἔστιν, ἀλλ' ὄντως νῦν τῆς ἐρημίας ᾔσθην καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα, καί, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν, οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι.» Ταῦτα καὶ πολλῷ ἔτι πληκτι κώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα ἀπῆλθεν οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. «Οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλ' εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται». Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκί μασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρ' ἑαυτῷ μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας, οἷς πάλαι προείρηται παρὰ τοῦ Ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα τῷ ἐπὶ πονηρίαν ἔργῳ· «Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ». Ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον, οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. Ἴσως δ' ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας, καὶ τότε δείξομεν ὅτι οὐδὲν ἡμῶν ὄφελος ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.

290.τ ΝΕΚΤΑΡΙΩ

290.1 Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν διὰ τοῦ γράμματος. Μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρ' ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. Τί γὰρ ἂν ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτε ρον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέν τος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; Ὥστε μοι φίλων ἁπάντων φίλτατος ὁ σά μοι γράμματα διαφέρων. Περὶ μέντοι τῆς τῶν προστησομέ νων τῆς συμμορίας ἐκλογῆς, εἰ μὲν ἀνθρώποις χαριζόμενος ἢ ἱκεσίαις ἐνδιδοὺς ἢ φόβῳ εἴκων ποιῶ τι, μήτε ταυτὶ ποιήσαιμι. Οὐ γὰρ οἰκονόμος, ἀλλὰ κάπηλος ἔσομαι τὴν δωρεὰν τοῦ Θεοῦ πρὸς ἀνθρωπίνας φιλίας διαμειβόμενος. Εἰ δὲ αἱ μὲν διδόμεναι ψῆφοι παρὰ ἀνθρώπων δίδονται ἐκ τῆς ἔξωθεν ἐπιφανείας μαρτυρεῖν ἐχόντων ἅπερ ἂν μαρτυ ρῶσιν, αἱ δὲ κρίσεις τῶν ἐπιτηδειοτέρων τῷ εἰδότι τὰ ἀπόρρητα τῶν καρδιῶν παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἐπιτρέπονται, τάχα τῷ παντὶ βέλτιον καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι, προσεύχεσθαι δὲ τῷ Θεῷ μὴ λαθεῖν τὸ συμφέρον. Οὕτω γὰρ οὐκέτι ἄνθρωπον τῆς ἐφ' ἑκάτερα ἐκβάσεως αἰτιασόμεθα, ἀλλὰ τῷ Θεῷ τὴν χάριν τῶν γινομένων εἰσόμεθα. Καίτοι εἰ κατὰ ἄνθρωπον γίνεται ταῦτα, οὐδὲ γίνεται, ἀλλὰ μίμησις μέν ἐστι τῆς ἀληθείας, αὐτῆς δὲ τῆς ἀληθείας πάμπληθες ἀπολείπεται. Σκέψαι δὲ ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι μή ποτε τῶν ἁμαρτανομένων ἐφ' ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. Πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκη θέντων ποτὲ διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. Εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κρά τιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλε παίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχε ρανοῦμεν; Εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴ παρ' ἡμῶν αἰτεῖν, ἀλλ' οὐχὶ αὐτὸν παρ' ἑαυτοῦ λαμβάνειν; Εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλ' οὐχὶ ἀγανακτεῖν, καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλ' ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. Ὁ δὲ Θεὸς ὁ ἅγιος ἀπαγά γοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐν πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν.

291.τ ΤΙΜΟΘΕΩ ΧΩΡΕΠΙΣΚΟΠΩ

291.1 Καὶ τὸ πάντα γράφειν ὅσα φρονῶ οὔτε τῷ μέτρῳ τῆς ἐπιστολῆς ὁρῶ συμβαῖνον οὔτε ἄλλως πρέπον τῷ τῆς προσ ηγορίας εἴδει, καὶ τὸ σιωπῇ παρελθεῖν μικροῦ καὶ ἀδύνατόν ἐστί μοι, δικαίῳ θυμῷ τῷ κατὰ σοῦ φλεγμαινούσης μοι τῆς καρδίας. Μέσην οὖν βαδιοῦμαι τὰ μὲν γράφων, τὰ δὲ παρείς. Καθάψασθαι γάρ σου βούλομαι, ᾗ θέμις ἐστίν, ἐν ἰσηγορίᾳ φιλικῇ. Εἰ Τιμόθεος ἐκεῖνος, ὃν ἐκ παιδὸς οἴδαμεν τοσοῦτον πρὸς τὴν ὀρθότητα καὶ τὸν κατησκημένον βίον τῷ τόνῳ χρώμενον ὥστε ἐγκαλεῖσθαι τὴν ἐν τούτοις ἀμετρίαν, ἀποστὰς νῦν τοῦ σκοπεῖν πάντα τρόπον ὅ τι χρὴ ποιοῦντα τῷ Θεῷ προσοικειοῦσθαι ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα περὶ σοῦ καὶ τῆς ἑτέρων γνώμης τὴν ζωὴν ἔχεις ἐξηρτημένην καὶ ὅπως μὴ φίλοις ἄχρηστος μηδὲ ἐχθροῖς καταγέλαστος ᾖς ἐνθυμῇ καὶ τὴν παρὰ πολλῶν αἰσχύνην ὡς δεινόν τι φοβῇ καὶ οὐκ ἐννοεῖς ὅτι, ἐν ὅσῳ περὶ ταῦτα τρίβῃ, λανθάνεις σεαυτὸν τῆς προηγουμένης ζωῆς ἀμελῶν; Ὅτι γὰρ οὐκ ἐγχωρεῖ ἀμφοτέρων ὁμοῦ περιγενέσθαι, τῶν τε κατὰ τὸν κόσμον τοῦτον πραγμάτων καὶ τῆς κατὰ Θεὸν πολιτείας, πλήρης μὲν ἡ θεία Γραφὴ ὧν ἐδίδαξεν ἡμᾶς, πλήρης δὲ καὶ αὐτὴ ἡ φύσις τῶν τοιούτων ὑποδειγμάτων ἐστίν. Ἔν τε γὰρ τῇ κατὰ νοῦν ἐνεργείᾳ δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον. Ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον, καὶ τοῦτο ἀκουστικῶν δύο πόρων ἡμῖν ἀνεῳγμένων. Ὀφθαλμοὶ δέ, ἐὰν μὴ πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν ἀμφότεροι, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. Καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως, τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον ἢ γλαῦκα, φησίν, Ἀθηναίοις ἄγειν. Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλ' οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματα ἔχειν καὶ παρέχειν ἑτέροις ἡμῶν αὐτῶν γινό μεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαι οῦμεν τῷ ἔργῳ καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν βουλομένοις ὅτι οὐκ ἔστιν ἐπ' αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν θέλωσι; Τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν. Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι καὶ κατὰ τὴν ἑαυτῶν φύσιν, πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐποίει ἡ προσθήκη τοῦ ἀποστείλαντος. Τὰ δὲ ἀπὸ τοῦ Πόντου, ἄκοπα καὶ κηρούς, ἡδέως δέξαι ὅταν ἀποστείλω μεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν.

292.τ ΠΑΛΛΑ∆ΙΩ

292.1 Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεὸς οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. ∆υνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπό μενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. Ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυ μίᾳ, μάλιστα νῦν ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι ὃ περισχὸν ἡμῶν τὴν ἀνθρωπό τητα τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Ἐπειδὴ οὖν οἰκεῖον μέν σε αὐτῷ ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα λελογισμένως τὴν χάριν δέξασθαι καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐπι βάλλων τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλ' ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων ὡς Χριστὸν ἐνδυσά μενος. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χρισ τὸν ἐνεδύσασθε.» Ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέ ποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.

293.τ ΙΟΥΛΙΑΝΩ

293.1 Πῶς σοι τὸν ἐν τῷ μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν, εἰ καθαρῶς ἀπέλαβες τῆς χειρὸς τὴν ἐνέργειαν; Πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα, εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; Καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς δὲ πεπηγυῖα ἡ γνώμη καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτους ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Τῷ ὄντι γὰρ κυβερνήτῃ μὲν οὐκ ἐφίεται γαλήνην ποιεῖν ὅτε βούλεται· ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾶν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμέ νους ἡμῖν θορύβους κατασιγάσωμεν καὶ τῶν ἔξωθεν προσ πιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Καὶ γὰρ οὔτε ζημίαι οὔτε ἀρρωστίαι οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν Θεῷ συμπορευομένην καὶ τὸ μέλλον ἀποσκοποῦσαν καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραί ρουσαν. Ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Σὲ δὲ τοσοῦτον μὲν ὑπὸ τῶν πραγμάτων ἰδεῖν ἐπετράπημεν ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. Πλὴν ἀλλ', ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. Ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σε τὸ καθ' ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. ∆εῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριεῖ.

294.τ ΦΗΣΤΩ ΚΑΙ ΜΑΓΝΩ

294.1 Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι' εὐφυΐαν βελτίους ἐφ' ἑαυτοῖς ὑποφαίνουσι τὰς ἐλπίδας. Χαίρει γὰρ πόνῳ καὶ γεωργὸς ἁδρυνομένων αὐτῷ τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. Ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφ' ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέ βεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέ ραις ψυχαῖς ῥιζωθεῖσαν ὑφ' ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρ ποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθίας. Εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεός τε συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. Ἀνί κητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντι τυπίας. Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι' ὑπερβολὴν σοφίας καὶ φιλανθρω πίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. Καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους σωζομένης ἐν γράμ μασι τῆς διδασκαλίας, ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι τῇ διανοίᾳ σύνεσμεν ἀεὶ καὶ προσομιλοῦμεν ῥᾳδίως τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε ὑπὸ θαλάσσης κωλυο μένης, εἴ τις ἔστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.

295.τ ΜΟΝΑΖΟΥΣΙ

295.1 Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι μετὰ τοὺς λόγους οὓς δι' ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολι κῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα καὶ ηὐχαριστήσατε δι' αὐτὸ τῷ Κυρίῳ. Ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρ' ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελίᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπ' ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ οὗ τὸ ὄνομα ἐπικέκληται ἐφ' ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ καὶ τὸ νωθρὸν διε γείρῃ καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκρι βείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. Οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφ' ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ, ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ἡμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμι λίας καὶ παρακλήσεως. Ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆ σθαι ὑμᾶς τῆς τῶν Πατέρων πίστεως καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ἡμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχει ρούντων, εἰδότας ὅτι οὔτε πολιτείας ἀκρίβεια καθ' ἑαυτὴν μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία ἀγαθῶν ἔργων ἄμοιρος οὖσα παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ, ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. Πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος, «δι' ἀγάπης ἐνεργουμένη».

296.τ ΕΛΕΥΘΕΡΑ

296.1 Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες κατεθαρρήσαμεν ὡς θυγατρὸς πρῴην καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμε νοι, παρετείναμεν δ' οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. Ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι διαθέσεως τὸ γινόμενον. Ὁμοῦ δὲ καὶ ὑπο μιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆ σθαι τοῦ Κυρίου καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεὶ τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου Κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. Τὴν εὐγενεστάτην θυγατέρα ἀσπα ζόμεθα διὰ σοῦ, καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχὴν καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.

297.τ ΕΛΕΥΘΕΡΑ

297.1 Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι καὶ ἀπούσῃ μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμ μασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διά κονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε, δι' αὐτῆς προσφθέγγομαί σε προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα, σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώση ται ἰδιοπαθήσῃς καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀνα παύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.

298.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝ∆ΡΙ ΕΥΛΑΒΕΙ

298.1 Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι ποιεῖς πρέπον τῇ σεαυ τοῦ τελειότητι, καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψεται. Ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου ἐθαύμασα, εἰ ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδε μιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. Οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα, ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν, ἢ εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖα καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίγνεσθαι πέφυκεν. Ἀλλ' ὁ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. Ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.

299.τ ΚΗΝΣΙΤΟΡΙ

299.1 Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. Καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρε τῆς μεταποιουμένους μὴ μεθ' ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. Τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. Ὁρῶσι γὰρ δεινὰ καὶ πειρῶνται ἀηδῶν καὶ ἐπ' ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες, ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων καὶ πρὸς χρήματα βλέπον καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν ἀφ' ἧς δυνήσονται φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς ἀμύνεσθαι καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζό μενα. Ἀλλ' οὐ τοιοῦτος σύ. Πόθεν; Ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας· σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέ χειν ἑτέροις πλείονος σπουδῆς ἄξιον τιθέμενος ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. Ἀλλ' ἐπειδὴ ἐβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι μηδὲ ὥσπερ ἐν ἀνδραπόδων ἀγορᾷ εἶναι τὴν ἀπο τίμησιν, ἀλλ', ὡς ἔστι δίκαιον, ἕκαστον γράφεσθαι, δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλ' οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. Καὶ μήτε δυναστείαν ὑποπτήξῃς μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. Οὕτω γὰρ καὶ τοῖς πεπιστευ κόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδὴ καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. Ἢ κἂν ἐκείνους δια λάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.

300.τ ΠΑΤΡΙ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

300.1 Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπισ τευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν περὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον ἐλογισάμεθα καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε ἡμῖν τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. Ἐπ' ἐκείνῳ μὲν γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν οὔτε φθέγγεσθαι, ἐλεεινοὶ δὲ οἱ τῶν ἐπ' αὐτῷ ἐλπίδων διαμαρτόντες. Καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιον, ἐκπέμψαντα παῖδα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ Λόγων ἄσκησιν ὑπο δέξασθαι σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκτὴν σιωπήν. Ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκί νησε καὶ δάκρυον ἐξεχέαμεν προπετὲς καὶ στεναγμὸν ἀφή καμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον, τοῦ πάθους ἀθρόως οἷόν τινος νεφέλης τὸν λογισμὸν ἡμῶν περισχόντος. Ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα ἐφ' οἷς κατὰ συναρπαγὴν ἡ ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβάν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφά σεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων. Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι, ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατε σταλμένος, καὶ πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας, ἀλλ' ὅμως ἄνθρωπος παρ' ἀνθρώπου γεννη θείς. Τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσ ῆκε; Τί ἄλλο γε ἢ ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρὸς ὅτι τέθνηκε; Τί οὖν θαυμαστὸν ἐκ θνητοῦ γεννηθέντα θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας καὶ πρὶν κορεσθῆναι τοῦ βίου καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν καὶ φανῆναι τοῖς ἀνθρώποις καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν, ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. Εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ ἡ διάταξις, ὅτι μὴ κατέλιπεν ἐπὶ γῆς ὀρφανὰ τέκνα, ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν ἢ ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν καὶ τῶν προτέρων γάμων καταμελήσουσαν. Τὸ δὲ ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδός, τίς οὕτως ἀγνώμων ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομί ζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. Οὐκ ἐποίησε κακόν, οὐκ ἔρραψε δόλον τῷ πλησίον, οὐκ εἰς ἀνάγκην ἦλθε φατρίαις μιγῆναι πονη ρευομένων, οὐκ ἐνεπλάκη τοῖς κατ' ἀγορὰν κακοῖς, οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμο σύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ τούτων κηλῖδι τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. Οὐ γῆ κατέκρυψε τὸν ἀγαπητόν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Θεὸς ὁ τὰ ἡμέτερα οἰκονομῶν, ὁ τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ὁ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, αὐτὸς καὶ μετέστησεν. Ἔχομεν διδασκαλεῖον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.»

301.τ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

301.1 Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργίας ἀρκέσειε, νῦν μὲν τὴν ζημίαν λογιζομένοις ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζη μιώθη τὴν προστάτιν τοῦ καθ' ἑαυτὴν τάγματος ἀπολέσαν, νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέ πεσε κατήφειαν ἐννοοῦντες, οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμ πεφυκυῖαν ὀνείρου θᾶττον διαλυθεῖσαν βλέποντες τῇ δια νοίᾳ. Πῶς οὐκ ἄν, καὶ εἰ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν; Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης ὁμιλίας οἰκειότης τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά. Ὅτε δὲ καὶ τῆς μακαρίας ψυχῆς ἐκείνης ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφ' ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί. Οὕτω πρὸς τρόπου ἀλλήλοις ἦτε· ὥσπερ ἐν κατόπτρῳ ἕκαστος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προεδείκνυ. Καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. Ἀλλὰ τί δεῖ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν καὶ ψυχὴν ἑκάστην λειτουργήσα σαν τῷ βίῳ τὰ ἀναγκαῖα εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι; Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι, ἀλλ' ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. Καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. Σὲ δὲ τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς σῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασῶσαι μὴ τὴν νῦν ζημίαν δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. Τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ Θεὸν μακαρισθεῖσιν ὑπῆρξεν, ἤπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν ἕν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμό νως λογιζομένοις. Πολλοὺς γὰρ ἔγνωμεν ὥσπερ βάρους ἀπόθεσιν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως δεχο μένους. Ἀπόβλεψον εἰς τὸν οὐρανὸν τοῦτον καὶ τὸν ἥλιον καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μὲν τοσαῦτα καὶ τηλικαῦτα ὄντα μικρὸν ὕστερον οὐ φανήσεται· ἐκ πάντων τούτων συνάγαγε ἐκεῖνο ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα, ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. ∆ιότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ ∆ημιουργὸς ἐμηχανήσατο. Εἰ δὲ ὅτι θᾶττον προαπῆρεν ἡμῶν ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχλη ρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἀπολειπούσῃ. Πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω χριστιανὸν ὄντα καὶ ἐπ' ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα. Οὕτως οὖν διανοεῖσθαι προσῆκεν ὡς ὁδόν τινα παρελθούσης ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι. Εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. Μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτε ρον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. Ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.

302.τ ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΒΡΙΣΩΝΟΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

302.1 Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα τί χρὴ καὶ λέγειν; Πάντως γὰρ οὐδεὶς οὕτως ἔχων τὴν καρδίαν λιθίνην ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου εἶτ' ἀκούσας αὐτὸν ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. Ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἡ ἐπὶ σοὶ φροντὶς διεδέξατο λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν οὕτω μὲν φύσει χρηστὴν οὖσαν καὶ πρὸς τὰς συμπα θείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθά νεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. Καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; Πρῶτον μὲν ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία, τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακ ται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, ἀλλὰ καταδεχώμεθα τὴν ἐφ' ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος μηδὲ χρόνῳ καταμαραν θέντος ἀναχωρῆσαι τοῦ βίου, ἀλλ' ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων τὴν ζωὴν καταλῦσαι. Ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιού του δυσχεραίνειν ὀφείλομεν, ἀλλ' ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ Ἀρχὴ τῆς ζημίαςἐπῄσθετο, ὃν καὶ Βασιλεὺς ἀνεκαλέσατο καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυ θίαν τοῦ πάθους. Ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ἐνεγκὼν μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. Οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ Ἀποστόλου. Ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι τὴν ἀπουσίαν τοῦ ποθου μένου παραμυθούμενοι. Ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν, καὶ μεριμνῶσα περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπό μενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις τοῖς λογισμοῖς. Ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτὸν ἱκανή ἐστιν ἐπισκο τῆσαι τῇ λύπῃ ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπ' αὐτῆς. Παράσχοι δὲ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν καὶ πάσαις ταῖς καθ' ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατ' ἀρετὴν βίου.

303.τ ΚΟΜΗΤΙ ΠΡΙΒΑΤΩΝ

303.1 Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα τοῖσδε ἐπαγαγεῖν. Ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμιότητί σου καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν.

304.τ ΑΒΟΥΡΓΙΩ

304.1 Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου. Ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρ' ἡμῶν, ἀπέλθοι ἔχων ἃ βούλεται παρὰ σοῦ.

305.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝΑΡΕΤΟΙΣ ΑΝ∆ΡΑΣΙΝ

305.1 Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. Ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶττα αὐτοῦ· ἐν ὀρθοδόξων μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. Κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέ ρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας καὶ ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι πρὸς πάντα ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. Καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι ταῦτα λέγοντι. ∆ιηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων ἢ ὧν ἄν τις νομισθείη μεθ' ὑπερβολῆς ἀπαγγέλ λειν. Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ δι' ἡμῶν, ἀλλ' ἵνα ἐμὲ εὐερ γετήσῃ τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μου ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψεται ὁ Κύριος τῆς ἀγαθῆς προαιρέ σεως. Καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε. Σημάνατε δὲ ἡμῖν καὶ τὰ τῶν Ἐκκλησιῶν ὅπως ἔχει.

306.τ ΗΓΕΜΟΝΙ ΣΕΒΑΣΤΕΙΑΣ

306.1 Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης καὶ τὴν αἰτίαν γνωρίζω. Φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιίας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. Ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότη τος τοὺς χαρακτῆρας ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη. Ἄνδρες γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας κινήσαντες καθηκόντως ἕνεκεν ἀναγκαίου καὶ κοινῶς πάσῃ τῇ φύσει τῶν ἀνθρώπων τοῖς ἀπελθοῦσιν ὀφειλομένου δέονται τῆς παρὰ σοῦ προστασίας, ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρὸς κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ προστάγματι δημοσίῳ συγχωρη θῆναι κινῆσαι, ἔπειτα μέντοι καὶ τὴν δυνατὴν αὐτοῖς παρα σχεθῆναι βοήθειαν ἐκ τοῦ δημοσίου δρόμου, ὥστε εὑρέσθαι τινὰ τῆς μακρᾶς πλάνης διὰ τῆς σῆς μεγαλοφυΐας παραμυ θίαν. Ταῦτα δὲ ὅτι μέχρι τῆς μεγάλης διαβήσεται Ἀλεξαν δρείας καὶ τοῖς ἐκεῖ διακονήσει τὸ θαῦμα τῆς σῆς τιμιότη τος φανερὸν τῇ συνέσει σου, κἂν ἐγὼ μὴ λέγω. Ἡμεῖς τε πρὸς πολλοῖς οἷς εἰλήφαμεν ἤδη καὶ ταύτην τὴν χάριν ἐναριθμήσομεν.

307.τ ΑΝΕΠΙΓΡΑΦΟΣ

307.1 ∆ιωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλό νεικοι φύσεις καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. Τὸ δὲ αἴτιον ἄνοια καὶ σκαιότης τρόπων οὐ προσέχουσα ταῖς παρ' ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ τοῖς ὑποπί πτουσι λογισμοῖς. Ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. Ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ οὐκ ἔστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλ' ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. Ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν. Τοῦτο τοίνυν ὑπομένει τὸ πάθος ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. ∆έον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθεὶς οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπ' ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν καὶ αἱρεῖται πολλὰ ζημιωθεὶς ὀλίγα κερδᾶναι. Αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζή μιον φέρουσι. Γενοῦ δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα καὶ γινόμενος αὐτοῖς ἀντ' ἐκείνου δικαστής. Εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.

308.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΡΟΣΤΑΣΙΑ

308.1 Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην καὶ προσήγα γον αὐτοὺς τῇ ἡμερότητί σου παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν προΐστασθαι αὐτῶν ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι. Καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφά νειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μεί ζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. Ὅτι γὰρ μία ἡμῖν εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία ἡγοῦμαι πεπεῖσθαί σε.

309.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝ∆ΕΕΙ

309.1 Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος ἐπὶ τῇ ἀπογραφῇ τοῦ οἴκου, ὅς γε προλαβὼν τὴν ἀναγκαίαν ἀτέ λειαν ἔχει ἀπὸ τῆς πενίας. Ἀπὸ γὰρ βίου εὐπόρου, οὕτω τοῦ Κυρίου ἐπὶ συμφέροντι τῆς ψυχῆς αὐτοῦ οἰκονομήσαν τος νῦν εἰς τὴν ἐσχάτην πενίαν περιετράπη, ὡς μόλις μὲν καὶ τῆς ἐφ' ἡμέραν τροφῆς εὐπορεῖν, ἀνδραπόδου δὲ μηδὲ ἑνὸς κατάρχειν, ἀπὸ πολλῶν ὧν πρότερον εἶχεν ἐν τῇ ἑαυτοῦ δεσποτείᾳ. Τούτῳ τὸ σῶμα περιλέλειπται μόνον καὶ τοῦτο ἀσθενὲς καὶ γηραιόν, ὡς καὶ αὐτὸς ὁρᾷς, καὶ παῖδες τρεῖς, προσθήκη φροντίδων ἀνδρὶ πένητι. Ὅτι μὲν οὖν οὐδὲν ἐδεῖτο τῆς ἡμετέρας πρεσβείας ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι διὰ τὸ φιλάνθρωπον τοῦ τρόπου ἀκριβῶς ἠπιστάμην. Ἐπεὶ δὲ δυσάρεστοι οἱ αἰτοῦντες, ἐφοβήθην μήποτε ἐλλιμπάνῃ τι τῶν εἰς αὐτὸν ὀφειλομένων καὶ ἐπέ στειλα εἰδὼς ὅτι ἡ ἡμέρα αὐτῷ ἐν ᾗ ἂν πρῶτον ἴδῃ σου τὴν σεμνότητα ἀρχὴ εὐθύμου βίου πρὸς τὸν μετὰ ταῦτα χρόνον γενήσεται καὶ δώσει τινὰ βελτίονα τῶν πραγμάτων αὐτοῦ μεταβολήν.

310.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΓΓΕΝΩΝ

310.1 Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μὲν ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δὲ καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε, οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος. Ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβα ρημένον καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπο ρίας ὑπάρχον, ὃ καὶ παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευ θῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.

311.τ ΠΡΩΤΕΥΟΝΤΙ

311.1 Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιό τητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλ' ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. Πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ ὥστε μηδένα πλέον ἐπιζητῆ σαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. Ὅμως δὲ πληροφοροῦντες τόνδε ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολὴν συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦν τες καλῶς τε αὐτὸν ἰδεῖν καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.

312.τ ΚΗΝΣΙΤΟΡΙ

312.1 Οἶδας τὰς ἐκ τῶν κήνσων καὶ ὠφελείας καὶ βλάβας τὰς γινομένας τοῖς ἀνθρώποις. Ὥστε σύγγνωθι τῷδε πολλὴν ποιησαμένῳ σπουδὴν μηδεμίαν ὑπομεῖναι βλάβην καὶ συνά ρασθαι αὐτῷ κατὰ δύναμιν πρὸς τὸ δίκαιον προθυμήθητι.

313.τ ΚΗΝΣΙΤΟΡΙ

313.1 Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τὰς τοῦ Θεοῦ, ἀλλ' ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀπο βλέπομεν καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχε ραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος ∆εσπότου. Μέμνησαι γὰρ δή που ὅσον ἐδυσχεραίνομεν τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φρον τίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι' αὐτῶν ἀπώ σασθαι τὴν ἐπήρειαν. Οὕτω γὰρ ὠνομάζομεν τὸ πρᾶγμα. Ἀλλὰ νῦν ὁρᾷς ὁποῖα τὰ παρόντα. Παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. Ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαύτη καὶ ἡ ἐπ' αὐταῖς μνήμη παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πέφυκεν, ἐπεὶ δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. Ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἑαυτόν. Ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν φιλία τὴν οἰκείαν ἰσχὺν ἔχῃ), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν. Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Οὐλπικίου ἡμῶν ἕνεκεν παρα κλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε. Εἰ δὲ μή, ἀλλ' ὅσον οἵ τε καιροὶ συγχωροῦσι καὶ ἡ τῶν πραγ μάτων ἐπιδέχεται φύσις, πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταὐτότητος, ὥστε ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.

314.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΙΚΕΤΗ

314.1 Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρό ψεσθαι καὶ προσερεῖν τὴν σὴν τιμιότητα τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; Ὃς ἐξήρκει μὲν καὶ ἀφ' ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς πληρῶσαι χρείαν, ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾶν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. Παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολὴν δι' ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθὰ ἅ τε ὁ βίος οὗτος ἔχει καὶ ὅσα τῶν ἐν ταῖς ἐπαγγελίαις τὸν μακαρισμὸν ἀποκείμενον φυλάσσει, ἔπειτα καὶ δεόμεθα Θεοῦ τοῦ ἁγίου οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. Τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. Ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.

315.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΓΓΕΝΟΥΣ

315.1 Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυ κεφάλου χαλεπωτέραν. Ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. ∆ιὸ παρακαλοῦ μέν σου τὴν εὐγένειαν καὶ ἡμᾶς τιμῶντα καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμὴν παρα σχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὐτοῖς καταστῆσαι.

316.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΚΑΤΑΠΟΝΟΥΜΕΝΟΥ

316.1 Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ἢ ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως διὰ τὸ καθ' ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην συνιστῶν σοι τὸν ἄνδρα καὶ παρακα λῶν, ἐν οἷς ἂν ᾖ δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προ κείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. Ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι ὁ Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτοῦ προστασίαν, ἀκριβῶς ἐπίσταμαι.

317.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΕΝ∆ΕΟΥΣ

317.1 Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ σπάνιον τῶν αὐτόθι ἀποκρίσεων. ∆εῖγμα γὰρ ποιούμεθα ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου τὸ μὴ δέχεσθαι ἐφ' οἷς ἂν ἑκάστοτε γράφωμεν τὰς ἀποκρί σεις. Πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἡ ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον. Σὲ μὲν οὖν ὁ Ἅγιος καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι. Ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶν διακονίας αἴσθησιν.

318.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΠΑΤΡΕΩΤΟΥ

318.1 Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τὸ τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. Καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε δέξαι καὶ ὡς πατρεώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρ' ἡμῶν συνιστάμενόν σοι, καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. ∆ῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις οὐ παρ' ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.

319.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΞΕΝΟΥ

319.1 Κατὰ πόδας τῆς ἀναχωρήσεώς σου ἐπέστη ἡμῖν ὁ υἱὸς οὗτος ὁ τὴν ἐπιστολήν σοι ταύτην ἀποδιδοὺς χρείαν ἔχων, ὡς ἀνὴρ ἐν ἀλλοδαπῇ διάγων, πάσης τῆς παρὰ τῶν χριστια νῶν ὀφειλομένης τοῖς ξένοις παραμυθίας. Τὸ μὲν οὖν πρᾶγμα οὗτός σοι ἐναργέστερον διηγήσεται, τὴν δὲ βοήθειαν αὐτὸς παρέξεις τήν σοι κατὰ δύναμιν καὶ ἀναγκαίαν τοῖς προκειμένοις. Ἐὰν μὲν οὖν παρῇ ὁ ἡγεμών, αὐτὸς ξεναγήσεις πρὸς αὐτὸν δηλονότι. Ἐπεί, διὰ τῶν πολιτευομένων παρέ ξεις αὐτῷ τὰ σπουδαζόμενα. Οὐ γὰρ μικρῶς μοι μέλει τὸ πάντα αὐτὸν κατὰ γνώμην πράξαντα ἐπανελθεῖν.

320.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΡΟΣΗΓΟΡΙΑ

320.1 ∆ιὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου τῷ τὸν ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδια τρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροις περιπεσεῖν. Ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης. Ἀπάταις ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρού σης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι, ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης. Ἐπεὶ οὖν ἐπάνεισι τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε δι' αὐτοῦ παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα) καὶ ἅμα σημαίνομεν ὅτι οἱ ὑπεύ θυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. ∆ιὸ ἄπρακτος ἐπανῆλθεν ὁ ἑταῖρος ἡμῶν καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρ' ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. Ταῦτα μὲν εἰς τοσοῦτον. Τὰ δὲ τῶν Ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, ἤ τινα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαι ἡμῖν διά τινος τῶν γνησίων ἀδελφῶν καταξίωσον.

321.τ ΘΕΚΛΗ

321.1 Τὸ παριππεῦσαν ἔτος κρυμὸς γεγένηται τῇ πατρίδι βαρὺς καὶ τῶν ἀμπέλων τὰς βλεφαρίδας πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν· αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς ἡμῶν καὶ ἀβρόχους τὰς φιάλας εἰργάσαντο. Τί δήποτ' οὖν σοι τῶν φυτῶν τὴν ἀκαρπίαν ἐκτραγῳδῶ; Ἵνα ἡμῖν, κατὰ τὸν Σολομῶντα, αὐτὴ γένῃ ἄμπελος κυπρίζουσα καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐξοι νώσασα τοῖς πόνοις τὴν δρόσον. Εἰσί τινες παρ' ἡμῖν ἄνδρες οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. Τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγὼ ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵν' ἡμῖν ἐκ ποταμίας τοὺς τῶν σῶν κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. Τοῦτο γὰρ ποιήσασα τάχος πολλῶν μὲν ἀναπαύσεις ψυχάς, εὐφρανεῖς δὲ ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐμέ.

322.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΦΙΛΩ ΣΥΜΠΑΣΧΑΣΑΙ

322.1 ∆εξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. Τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν. Οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. Αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν· οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. Εἰ γὰρ καὶ ὅλως ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. Νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότε ρον ἄν τις ἑαυτὸν ἀγνοήσειεν), ἀλλά, κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν καὶ πρὸς τὴν μακρὰν ἀπόληψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατὸν διὰ τὰς ἀκουομένας ἀσχολίας καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀλη θινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. Πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ Πάσχα μεθ' ἡμῶν ποιῆσαι προθυμηθήσῃ μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακα λοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς.

323.τ ΦΙΛΑΓΡΙΩ ΑΡΚΗΝΩ

323.1 Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις. Ἀλλ' ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. Ὅθεν καὶ ἡμῖν τὴν σκαιότητα τῶν ἀποδράντων σε εὐφροσύνης ἐποίησεν ἀφορμήν. Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφά σεως, τοιαῦτα γράφων οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. Καὶ γὰρ εἰ μή φαμεν προσ ποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλ' οὖν φυσικῶς πως κατακηλούμεθα παρ' αὐτοῦ καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων. Πολλάς γε οὖν πέμπε τὰς ἐπιστολὰς καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον ὅπως διάκειται καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν Ἐκκλησιῶν ἡσυχάζει. Μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. Καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν, ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. Ἐπεστεί λαμεν γὰρ τῷ χωρεπισκόπῳ τῶν τόπων, ὃς ἐὰν ποιήσῃ τι τῶν προστεταγμένων αὐτὰ γνωρίσει τὰ πράγματα.

324.τ ΠΑΣΙΝΙΚΩ ΙΑΤΡΩ

324.1 ∆εῖγμα τοῦ μὴ παρέργως ἔχειν περὶ ἡμᾶς τὸ εὐθὺς ἀπ' αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς εἰσόδου προσφθέγγεσθαι ἡμᾶς. Ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι. Εὖ τοίνυν ἴσθι ὅτι ὁ πάντα ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦ τα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει τὰ φάρμακα ὥστε μὴ ὅτι σὺ ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πείσῃ ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. Οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης ἐκεῖνα ῥήματα. Πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς εἶναι χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπι τρέπειν παντὶ δικαστηρίῳ τὰ καθ' ἑαυτούς, ἐπειδὰν δὲ ἐπ' αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ τύχοις. Ἀλλὰ ταῦτα μέν μοι πρὸς σὲ εἰρήσθω, ἵν' αὐτός τε εἰδῇς καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.

325.τ ΜΑΓΝΙΝΙΑΝΩ

325.1 Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι εὐφροσύνην. Νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναι κῶν Εἰκέλιον, ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολὴν ἀπο δοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς ὑμετέρας καλοκἀγα θίας, ἀλλὰ καὶ τῷ παρ' ἑαυτῆς ἐπιδεικνύναι πᾶσαν ἀρετῆς ἐπιμέλειαν. Ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι' αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ ∆εσπό του Θεοῦ. Ἀλλ' ἴδοιμέν ποτε καὶ αὐτὸν σὲ καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν μήτε ἀρρωστίας μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.

326.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΝΟΥΘΕΣΙΑ

326.1 Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην γραμμάτων ὑπό θεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προϊόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ. Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν τοῖς πρὸς τὴν μακαρίαν ἐλπί δα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.

327.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΑΡΑΚΛΗΣΕΙ

327.1 Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας καὶ ἀπόντας μεμνῆ σθαι καταξιοῖς (ἦλθε γὰρ ὡς ἡμᾶς ἡ ἀκοὴ) παρὰ τοῦ ἀγαθοῦ ∆εσπότου γένοιτό σοι ἀντίδοσις, καί σε ἴδοιμεν ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ Βασιλεῖ σεμνότητος ἀπολαύσῃς. Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι μνήμης τε πάσης καὶ προσ τασίας ἡμᾶς ἀξιοῦντα, σεμνῦναι δὲ ἡμᾶς καὶ γράμμασιν, ὥστε ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνῃ ἡμᾶς ἐπιστέλ λοντας συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν.

328.τ ΥΠΕΡΕΧΙΩ

328.1 Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά, ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθ' ἡμᾶς μηδὲν ἄμεινον τῆς συνηθείας πράτ τοντα. Τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.

329.τ ΦΑΛΕΡΙΩ

329.1 Πάνυ ἡδέως ἐτέρφθην τοῖς ποταμίοις ἰχθύσι μνησικακή σας αὐτῶν τὴν φυγὴν ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. Ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμ ματα. Ὥστε ἐπίστελλε μᾶλλον ἢ ἀπόστελλε. Εἰ δὲ ἥδιόν σοι σιωπᾶν, σὺ δὲ ἀλλ' εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλείπῃς.

330.τ ΑΝΕΠΙΓΡΑΦΟΣ

330.1 Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. Ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. Γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλῶν.

331.τ ΑΝΕΠΙΓΡΑΦΟΣ

331.1 Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. Ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα καὶ μάτην ἡμῖν ἐνο χλοῦσιν οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρο ρῶσιν ἡμῶν καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς ἐπιστέλλοντες. Ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμ ματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθω σαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι' ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.

332.τ ΑΛΛΗ ΑΝΕΠΙΓΡΑΦΟΣ

332.1 Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. Πῶς γὰρ σὺ ὑπὲρ γῆς εἶναι νομισθείης μηδέποτε φθεγξάμενος; Ἀλλ' ἄπωσαι τὴν σιωπήν σου γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ζῇς.

333.τ ΝΟΤΑΡΙΩ

333.1 Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. ∆ιὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ τὸ τάχος ὁ γράφων. Σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει καὶ τοὺς τόπους ἀκολούθως κατάστιζε. Ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτη ται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.

334.τ ΠΡΟΣ ΚΑΛΛΙΓΡΑΦΟΝ

334.1 Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς καὶ μήτε ἐωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. Μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν ὥσπερ τὸν παρ' Αἰσώπῳ καρκίνον, ἀλλ' εὐθὺ χώρει ὥσπερ ἐπὶ στάθμης βαδίζων τεκτονικῆς ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. Τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων, ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. Τῶν γὰρ στίχων κειμένων κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφ' ἕτερον ἀφ' ἑτέρου, ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος. Ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπι ζητεῖν ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. Γράφε τοίνυν ὀρθῶς καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.

335.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

335.1 Αἰσχύνομαι καθ' ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύ σεως ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασ κάλῳ. Ἀλλ' ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν τὰ προσή κοντα σφίσιν αὐτοῖς αἱρουμένων οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομαί σοι τοσοῦτον αὐτοῖς χαριζόμε νος ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι τὰς πηγάς. Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. Νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρ' ἡμῖν λαβόντος ὄνομα, ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. Ἧς ἀμειβόμενος αὐτὸν τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.

336.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

336.1 ∆ιὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. Ἓν τοῦτο κέρδος ὅτι Καππαδόκης. Ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης. ∆εύτερον τοῦτο κέρδος. Ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. Τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον; Ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομί ζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν (καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ) καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. Ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. Ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· «Τί νῦν ἡμῖν ὁ Βασί λειος δρᾷ καὶ πρὸς τίνα βίον ὥρμηκεν; Ἆρ' ἐν δικαστηρίοις τρέπεται τοὺς παλαιοὺς ῥήτορας ζηλῶν, ἢ ῥήτορας εὐδαι μόνων πατέρων ἀπεργάζεται παῖδας;» Ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύ εσθαι καὶ σκοπεῖν ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας· σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυνα μένους δεικνύναι πολίτην. 336.2 Φίρμος δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις. Πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων ἡλί κων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. Τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σε τὸν λέγοντα εἶναι πόσον τι χρὴ νομίζειν ἐκείνῳ; ∆οκεῖς δέ μοι καὶ τούτους ἀπεσ ταλκέναι πρὶν ἢ τὸν Φιρμῖνον ἰδεῖν. Ἦ γὰρ ἂν αὐτὸν οὐκ εἶχε τὰ γράμματα; Καὶ νῦν τί ποιεῖ ἢ τί μέλλει Φιρμῖνος; Ἔτ' ἔστιν ἐν τοῖς τῶν γάμων πότοις, ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα δὲ ἡ βουλὴ καὶ πᾶσα ἀνάγκη μένειν, ἢ τίνες εἰσὶν ἐλπίδες ὡς αὖθις ἔσται Λόγων κοινωνός; Ἀπο κρινάσθω τι ἡμῖν καὶ εἴη μέν τι χρηστόν. Εἰ δ' οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. Εἰ δὲ Ἀθήνῃσι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρ' ὑμῖν; Ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπ' αὐτόν; Ὁρᾷς ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. Οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδό κας παύσομαι. Ἀλλ' εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδε μίαν. Τὸ δὲ συνειλεγμένον ὅσον ἐστὶν αὐτὸς εἴσῃ καὶ ἴσως οὐ μέμψῃ. Πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; Εἴπερ γὰρ εὖ φρονοῦ σιν οἱ βουλεύοντες (πρέποι δ' ἂν ἀνθρώποις πεπαιδευμέ νοις), τιμήσουσι τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύ πησαν.

337.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

337.1 Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης υἱὸς ἐμὸς καὶ αὐτός· πάντας γὰρ ἡμῖν εἰσποιεῖ τὸ σχῆμα τοῦτο ἐν ᾧ νῦν ἐσμεν. Ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόν τος καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι πλέον ὅλως δυνατὸν ἔχειν τοὺς παρ' ἡμῶν ἐρχομένους. Τοῦτο δὲ λέγω οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλέον τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζο μένης, ἀλλ' ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκει μένης. Ἀρκοῦν δ' ἂν εἴη τῷ νεανίσκῳ πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης ἣν ἔχεις ἐν τοῖς λόγοις. Ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον, ὃν μηδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.

338.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

338.1 Οἶδα ὅτι τοῦτο πολλάκις γράψεις, τὸ «ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης». Πολλοὺς γάρ, οἶμαι, πέμψεις ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς κατ' ἐμοῦ χρώμενος ἐγκωμίοις τούτῳ τε αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας. Ἀλλ' ὅγε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλὴν οὐ καλὸν σιωπῆσαι. Παρεκά θηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι καὶ ὁ πάντα ἄριστος Ἀλύπιος, Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. Ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, νενικήμεθα, ἔφην μειδιῶν ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην, ἤροντο, καὶ πῶς οὐκ ἀλγεῖς νενικημέ νος; Ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν, νενίκημαι, Βασίλειος δὲ κεκράτηκε. Φίλος δὲ ὁ ἀνὴρ καὶ διὰ τοῦτο εὐφραίνομαι. Ταῦτα εἰπόντος ἐμοῦ παρ' αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. Καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες, ψῆφος δὲ ἠνέχθη μηδέν με ἐψεῦσθαι. Καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει δείξων, οἶμαι, καὶ ἄλλοις καὶ μόλις ἀπέδωκε. Γράφε τοίνυν παραπλήσια καὶ νίκα. Τουτὶ γάρ ἐστιν ἐμὲ νικᾶν. Καλῶς δὲ κἀκεῖνο εἰκάζεις ὡς οὐ χρήμασι πράττεται τὰ παρ' ἡμῶν, ἀλλ' ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. Κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ Λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. Καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων, ἀλλ' οὐδὲν κωλύει ταύτῃ γε εἶναι βελτίονας. Μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται μόνον τὸ ἐπίστασθαι πονεῖν.

339.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

339.1 Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνήρ, καὶ σοφιστὴς τοιοῦτος, ᾧ γε ἴδιον εἶναι τῆς τέχνης ὁμολογεῖται καὶ τὰ μεγάλα μικρὰ ποιεῖν, ὁπότε βούλεται, καὶ τοῖς μικροῖς περιτιθέναι μέγε θος; Ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω. Τὴν γὰρ ἐπισ τολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ τὰ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν ταῖς χερσί σου ταύτης ἀνεκτοτέραν, τοσοῦτον ἦρας τῷ λόγῳ ὡς ἡττη θῆναι δῆθεν αὐτῆς καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν, ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρ' ἑαυτῶν νίκαις παρέχωσι τοῖς παισὶν ἐναβρύνεσ θαι, οὔτε ἑαυτούς τι ζημιοῦντες καὶ τῶν παίδων τρέφοντες τὸ φιλότιμον. Τῷ ὄντι δὲ καὶ ἀμύθητον ὅσην ἡδονὴν εἶχεν ὁ λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ, οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρατίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν· πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον εὐσθενείας ὑπόδειγμα, ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθά σε μᾶλλον ἄγασθαι τῆς δυνάμεως οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι, ἢ εἰ τὸν βάρβαρον ἦγες ὑπὲρ τὸν Ἄθω πλέοντα. Ἀλλ' ἡμεῖς μέν, ὦ θαυμάσιε, Μωσεῖ καὶ Ἠλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν, καὶ τὰ παρ' ἐκείνων φθεγγόμεθα νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ. Εἰ γάρ τι καὶ ἦμεν παρ' ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου ἐπελαθόμεθα. Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιού μενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. Τὸν υἱὸν Ἀνυσίου ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. Εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος. Γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ καὶ σοφιστῇ.

340.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

340.1 Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις ἢ τοιαῦτα γράφων ὁποῖα νῦν ἔγραψας. Καλεῖς μὲν γάρ με σοφιστήν, τοῦ δὲ τοιούτου εἶναι φῂς τὸ δύνασθαι τὰ μικρὰ μεγάλα ποιεῖν, τὰ δ' αὖ μεγάλα μικρά. Καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλὴν οὐκ οὖσαν καλήν, εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω, ὅλως τε οὐδεμίαν εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποι ούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. Καὶ ταῦτα πείθειν ἐπιχειρῶν οὕτω καλὴν καὶ ταύτην ἣν λέγεις κακῶς εἰργάσω τὴν ἐπιστολὴν ὥσθ' οἱ παρόντες οὐκ εἶχον μὴ πηδᾶν ἀναγινωσκομένης. Ἐθαύμασα οὖν ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας τῷ φάναι ἐοικέναι ταύτῃ τὴν προτέραν ἐκόσμησας. Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλό μενον ἀφορμὴν ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. Ἀλλ' οὐκ ἦν, οἶμαι, σὸν ἀδικῆσαι τὴν ἀλήθειαν. Ἠδίκητο δ' ἂν γράφοντος ἐξεπίτηδες φαυλότερα καὶ οὐ χρωμένου τοῖς οὖσι. Τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν ἃ δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. Βιβλίων μὲν οὖν ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου καὶ οὐδεὶς κωλύοι. Τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι χρόνος, οὐδ' ἂν ἥκιστα ἄρδοις.

341.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

341.1 Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν. Εἰ μὲν οὖν ὑφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; Εἰ δὲ κατέχεις ἔτι, ὃ πάσης λογίας ψυχῆς καὶ τῆς σῆς ἀλλότριον, ὁ κηρύττων μέχρι δυσμῶν ἡλίου μὴ χρῆναι φυλάττειν λύπην ἐν πολλοῖς ἡλίοις ἐφύλαξας. Ἢ τάχα τιμωρεῖσθαί με βούλει τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; Μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος καὶ δὸς ἀπολαῦσαι τῆς παγχρύσου σου γλώττης.

342.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

342.1 Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσι. Καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν παίζοντος ἢ τάχα που καὶ σπουδάζοντος, ὅτι καθάπερ κνίσματα τοῖς ἐρασταῖς τοῦ ἄνθους ἡ φύσις τὰς λεπτὰς ἐκείνας ἀκάνθας προσέφυσε. Τί μοι δὴ βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; Πάντως οὐδέν σε χρὴ διδαχθῆναι τῆς ἐπιστολῆς μεμνη μένον τῆς σῆς ἣ τὸ μὲν ἄνθος ἡμῖν ἔφερε τοῦ ῥόδου, τῆς εὐγλωττίας τὸ ἔαρ, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθ' ἡμῶν ἐξηκάνθωτο. Ἀλλ' ἐμοὶ τῶν σῶν ῥόδων καθ' ἡδονήν ἐστι καὶ ἡ ἄκανθα εἰς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα.

343.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

343.1 Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; Σοὶ μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείσσους ναμάτων ἐπιρροῆς, ἡμεῖς δέ, εἰ μὴ καθ' ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾶν.

344.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

344.1 Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν πεί θουσι τό τε δέος καὶ ἡ ἀμαθία, τὸ δέ σε καρτερικώτατα σιωπᾶν τί τῆς μέμψεως ἐξαιρήσεται; Εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψη φιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. Ὧ γὰρ τὸ λέγειν πρόχει ρον καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. Ὁ δὲ ταῦτα κεκτη μένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. Ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. Χαῖρε τοίνυν, Τιμιώτατε, καὶ γράφε εἰ βούλοιο, καὶ μὴ γράφε εἰ τοῦτό σοι προσφιλές.

345.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

345.1 Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ νῦν παραιτήσεως ὅτι τοῦτο ποιεῖν ἠρξάμην. Ἐγὼ γὰρ ἐκεῖνος ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης καὶ λέγοντος εὐφραινόμενος καὶ μόλις ἀπαλλαττόμενος καὶ πρὸς τοὺς ἑταίρους λέγων ὡς· «Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. Καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλ' ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ.» Τὸν οὖν οὕτως ἔχοντα μὲν γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα μὴ τολμᾶν ἐπιστέλλειν ἐσχάτης ἀργίας καὶ τοῦτ' ἂν εἴη ἅμα ζημιοῦντος αὑτόν. ∆ῆλον γὰρ ὡς ἀμείψει μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ γε καὶ μεγάλῃ καὶ φυλάξει δήπου μή με καὶ δεύτερον ἀδικῇς. Οἶμαι γὰρ πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· «Βασίλειος ἠδίκηκέ τι κἂν σμι κρόν; Οὐκοῦν καὶ Αἰακὸς καὶ Μίνως καὶ ὁ τούτου δὲ ἀδελφός.» Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ. Τίς δὲ ἰδών τε σὲ καὶ οὐ φθονῶν; Ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς κἄν σε τοῦτ' ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦν τας μὴ βοᾶν. Οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας ἣν δοῦναι ῥᾷστον ἀτυχὴς ἀπῆλθεν. Εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. Τί οὖν ᾔτουν; Πολλάκις ἐν Στρατηγίου σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. «Εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλ' εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου.» Μέρους δὲ ἐπεθύμουν ἐν ᾧ, τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν ὕβριζεν Ἀγαμέμνων θεραπεύει δώροις. Ταῦτ' ἐμοῦ λέγοντος ἐγέλας ἀρνεῖσθαι μὲν οὐκ ἔχων ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. Ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν ὅτι σε ἔφην ἀδικεῖν ἠδικῆσθαι δοκῶ;

346.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

346.1 Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν αὐτὸς κρινεῖς. Ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. Ὃ δὴ πρὸ τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τού του πεποίηνται πρόνοιαν καὶ διήγαγον, ὡς εἰκὸς ἦν, τοῦ πέμψαντος μεμνημένοι. ∆έχου δὴ τὰ σεαυτοῦ καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. Παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν.

347.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

347.1 Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον· σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ μοι καὶ φόβον παρέχεις μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν, κἀπειδὴ στρωτήρων δέομαι, κάμακας δ' ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστὴς οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζό μενος ἢ τῆς χρείας γινόμενος. Ἐγὼ δέ, εἰ μὴ σὺ παράσχοιο, ὕπαιθρος διαχειμάσω.

348.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

348.1 Εἰ τὸ κερδαίνειν τοῦτο γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφισ τική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος· ἡμεῖς οἱ οὕτω δι' ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. Τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; Τίς τοὺς μαθητευομένους μισθο φόρους κατέστησεν; Ὑμεῖς οἱ προτιθέντες τοὺς λόγους ὤνια ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. Ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾶν παρεκίνησας; Ἐγὼ δέ σοι τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμο πύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα ἅπαντας εὐμήκεις, κατὰ τὸν σὸν Ὅμηρον δολι χοσκίους, οὐχ Ὅμηρος δ' ἀποκαταστήσειν κατεπηγγείλατο.

349.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

349.1 Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος καὶ τῶν ἐκεῖθεν καλῶν; Μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν ἀεί μοι τὸ «προσκυνῶ σε» προσᾴδον τες. ∆εῖ δὲ ὅμως ἀνέχεσθαι Βασιλείου κελεύοντος. Ἴσθι τοίνυν ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω, τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵν' ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.

350.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

350.1 Λέλυταί σοι τὸ δύσθυμον. Τοῦτο γὰρ ἔστω τῆς ἐπιστολῆς τὸ προοίμιον. Σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα εἴτε γελῶν εἴτε σπουδάζων. Τί δὲ χιόνος ἢ γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾶν ἡμῶν τοῖς σκώμμασιν; Ἐγὼ δέ, ὦ Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσὶ γνώσει ὡς κρυερά τις αὕτη καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίων προκύπτειν. Τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξει πάλιν τὸ εἶναι ὥσπερ φυτοῖς χαριζόμενον.

351.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

351.1 Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθι ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. Ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσ θαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι ἢ μόνον Λιβάνιον ἀγωνιζόμενον καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. Οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. Ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. Τίς δὲ ὁ ἀγών; Τίς δὲ ὁ λόγος ὁ τὴν πάνδημον συναγείρας πανήγυριν; Καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστή σασθαι. Ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. Ὁ γὰρ Λιβά νιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτὸς τίς ἂν γένωμαι νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος.

352.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

352.1 Ἰδοὺ πέπομφα τὸν λόγον ἱδρῶτι περιρρεόμενος. Πῶς γὰρ οὐκ ἔμελλον ἀνδρὶ τοιούτῳ πέμπων τὸν λόγον, ὃς ἱκανός ἐστι τὴν Πλάτωνος σοφίαν καὶ ∆ημοσθένους δεινότητα τῇ περὶ τοὺς λόγους εὐμαθείᾳ δεῖξαι θρυλουμένας μάτην; Τὸ δὲ ἐμὸν τοιοῦτον οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος. Ὅθεν πέφρικα καὶ τρέμω τὴν ἡμέραν λογιζόμενος καθ' ἣν ἐπισκέψῃ τοὺς λόγους· μικροῦ δὲ καὶ τῶν φρενῶν ἐκπέ πτωκα.

353.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

353.1 Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. Ὦ Μοῦσαι καὶ Λόγοι καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθε. Οἵους κομίζονται τοὺς καρποὺς οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοι. Ὢ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένους. Αὐτὸν γὰρ ἐδόκουν ὁρᾶν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. Ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.

354.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

354.1 Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαν τος, κατὰ πάντων ἔχω τὰ νικητήρια. Καὶ τὴν ψῆφον δεξά μενος τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσ ματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. Ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεποίηται, βουλόμεθα τούτῳ περιτυχεῖν. Ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω, ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν τέχνην.

355.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

355.1 Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς καὶ λέληθας σεαυτόν; Οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. Ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν, ἀλλ' ὡσπερεί τινα κρημνὸν διοδεύοντος πληγεῖσα τῇ τῶν ὀνομά των καινοτομίᾳ ἐμοί τε τῷ πατρὶ ἔλεγε· «Πάτερ, οὐκ ἐδίδα ξας. Ὅμηρος οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλ' Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων ὁ τὰ πάντα ἐπιστάμενος.» Καὶ ταῦτα μὲν ἡ γλῶττα, σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.

356.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

356.1 ∆εχομένοις μὲν ἡμῖν ἃ γράφεις χαρά, ἀπαιτουμένοις δὲ πρὸς ἃ γράφεις ἀντεπιστέλλειν ἀγών. Τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶσσαν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής, ὁμολογῶ καὶ φιλῶ;

357.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

357.1 Τί παθὼν Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσο φίας τὸ γνώρισμα; Παίζειν παρ' ὑμῶν ἐδιδάχθημεν, ἀλλ' ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. Ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν λῦσόν μοι τὴν ἀθυμίαν ἥν μοι ἔτεκεν ἡ ἐπιστολὴ ... οὐδὲν διαφέρουσα.

358.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

358.1 Ὢ χρόνων ἐκείνων ἐν οἷς τὰ πάντα ἦμεν ἀλλήλοις. Νῦν διῳκίσμεθα πικρῶς· ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθ' ὑμῶν οἷοίπερ ὑμεῖς οὐδένα. Τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾶν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι περι θέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. Σὺ δὲ τά τε ἄλλα πρᾶός τις καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.

359.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

359.1 Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατα κλείσας διανοίᾳ τοσοῦτον σιγᾷς ὡς μηδ' ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. Ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ ∆αιδάλου τέχνη, ἦλθον ἂν παρὰ σοὶ ποιησάμενος Ἰκάρου πτερόν. Ἀλλ' ὅμως ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους δεικνύντας τὴν ἡμετέραν φιλίαν. Φύσις δὲ λόγων μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. Καὶ ταῦτα μὲν οἱ λόγοι. Σὺ δὲ αὐτοὺς ἄγοις ὅπου βούλει, καὶ τηλικοῦτον κράτος κεκτημένος σιωπᾷς. Ἀλλὰ μετάστησον καὶ ἐφ' ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς.

360.τ ΕΚ ΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΑΥΤΟΥ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ ΤΟΝ ΠΑΡΑΒΑΤΗΝ

360.1 Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. Ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν καὶ Θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. ∆έχομαι δὲ καὶ τοὺς ἁγίους Ἀποστόλους, προφήτας καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι' αὐτῶν, ἤγουν διὰ τῆς μεσι τείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεὸν καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατ' ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων Ἀπο στόλων καὶ οὐκ ἀπηγορευμένων, ἀλλ' ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων.

361.τ ΑΠΟΛΙΝΑΡΙΩ 3

361.1 Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ Βασί λειος. Πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες καὶ οἷς ὑπισχνοῦ. Νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλή σαντες τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι ὅπως τε οἱ Πατέρες αὐτῷ ἐχρήσαντο καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμε νον. Τὸν γὰρ ἐπιούσιον ἄρτον καὶ τὸν λαὸν τὸν περιούσιον καὶ εἴ τι τοιοῦτον ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. Ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτοὺς βαθέως τὴν οὐσίαν διαβάλλοντας ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ κατα λιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι τίνα τὴν διάνοιαν ἔχει καὶ πῶς ἂν ὑγιῶς λέγοιτο ἐφ' ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτε ρον. Πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. Ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν· ὅπερ ἂν εἶναι καθ' ὑπόθεσιν ἡ τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσ θαι. Ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, γεννητὸν καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. Πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. Φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον ταὐτὸν μὲν οὐκ εἶναι, διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον, ὅμοιον δὲ κατ' οὐσίαν ἀκριβῶς καὶ ἀπαραλλάκτως ὀρθῶς ἂν οἶμαι λέγεσθαι. Εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ) τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίω σον ἡμᾶς. Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζο μαι καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. Ὁ ἑταῖρος Γρηγόριος τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον αὐτοῖς σύνεστιν. Ὑγιαίνων ἐπὶ πλεῖστον φυλαχθείης ἡμῖν ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.

362.τ ΒΑΣΙΛΕΙΩ ΑΠΟΛΙΝΑΡΙΟΣ

362.1 Φιλοθέως πιστεύεις καὶ φιλολόγως ζητεῖς, καὶ παρ' ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο διά τε τὸ ἡμέτερον ἐνδεὲς καὶ τὸ τοῦ πράγ ματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομέ νων, ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες καὶ ∆αβὶδ ὁ τοῦ ∆αβὶδ υἱὸς ὡς ταὐτὸν ὢν ἐκείνῳ, καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν ὅπερ ὁ Πατήρ. Οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός, ὥς που καὶ εἷς Ἀδὰμ ὁ ἀνθρώπων γενάρχης καὶ εἷς ∆αβὶδ ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον ἢ μίαν ὕλην ὑποκειμένην ἐπὶ Πατρὸς καὶ Υἱοῦ περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχι κὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς καὶ τὰ ἐκ τῶν γενάρχων γένη πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα. Μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. Καθὸ μηδὲ τοῦ Ἀδὰμ ὡς θεοπλάστου καὶ ἡμῶν ὡς ἀνθρωπογεννήτων ἓν ὑπέρκειται γένος, ἀλλ' αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλ' αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. Μήτε μὴν τοῦ ∆αβὶδ καὶ τοῦ γένους τοῦ ἐκ ∆αβὶδ προεπινοεῖται καθὸ ∆αβίδ, ἐπείπερ ἡ τοῦ ∆αβὶδ ἰδιότης ἀπὸ τοῦ ∆αβὶδ ἄρχεται καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός, ἀλλ' ἐπειδὴ ταῦτα ἀπολείπεται καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν· ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦ τον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχὴ καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύ τερον ὥσπερ ἐπὶ σωμάτων, ἀλλ' ἀπογέννησις. Οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλ' ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ καὶ Υἱὸν ἐν Πατρί. Οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέρισ τον τῆς ὑποστάσεως, ἀλλ' ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως καὶ ἕτερον ὡσαύτως, ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται, βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν καὶ ἐν τῷ μείζων μὲν ἰσότητι παρι στάναι τὸν Πατέρα, τὸν δὲ Υἱὸν ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱὸν μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβε βληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. Οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν, ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατὴρ ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ «ἄλλος Υἱός», οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλ' ὡς ἐξ ἐκεί νου, οὐ τὸ πρωτότυπον, ἀλλ' εἰκών. Οὗτος ὁμοούσιος ἐξῃρη μένως παρὰ πάντα καὶ ἰδιαζόντως, οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλ' ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος ἓν καὶ μόνον ἀπογέννημα ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθ' ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννη τικῇ ἰδιότητι προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.

363.τ ΑΠΟΛΙΝΑΡΙΩ

363.1 Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ἀπολιναρίῳ Βασίλειος. ∆ιημάρτομεν τῶν προφάσεων δι' ὧν ἐνῆν προσ ειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. Σὲ γὰρ ἐν σιωπῇ κατέ χειν τὴν ἡδονὴν ἐπ' ἐκείνοις ἥσθημεν. Ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι, τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσου σιν, οὕτως ἐπ' ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. Καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. Προβαλεῖν μὲν οὖν σοι τῶν ἀπο ρουμένων τινὰ ἀποκνῶ, μὴ δόξω πέρα τοῦ μέτρου ἐμφορεῖ σθαι τῆς παρρησίας. Σιωπᾶν δὲ πάλιν οὐ καρτερῶ ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. Ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾶν τι τῶν ἀπορουμένων ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. Ὁπότερον δ' ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. Ἐρρώμενόν τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διὰ παντός.

364.τ ΒΑΣΙΛΕΙΩ ΑΠΟΛΙΝΑΡΙΟΣ

364.1 Τῷ δεσπότῃ μου τῷ ποθεινοτάτῳ ἀδελφῷ Βασιλείῳ Ἀπο λινάριος ἐν Κυρίῳ χαίρειν. Ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; Τί δὲ οὐ παρὼν ἀμύνεις ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσού του κατὰ τῆς εὐσεβείας ἐρρωγότος καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; Σὲ δὲ οὐδ' ὅπως ἂν ζητήσωμεν ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. Ἀλλ' ἐζή τησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν, οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. Νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρισα. Ὅπερ δεξάμενος μὴ καὶ τοῦ ἀντιγράφειν ἀπό σχῃ ὡς καὶ τούτου συναποδημοῦντος. Ἴσθι δὲ ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπ' Αἰγύπτου καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν τοῖς τε θείοις αὐτοῖς καὶ τοῖς καθ' ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. Ἀναγκαία δὲ ἦν ἡ μετ' ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες· ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις ὡς οὐκ ὀφείλοντος νοεῖ σθαι κατ' οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατ' οὐσίαν, ὅπερ ἐπετηδεύθη χυδαίως ὀνομασθὲν καὶ κακοήθως νοηθέν, ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστίν, οὐ τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς Βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλο μένων, ὅτι οὐχ ὅμοιον Θεῷ, ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννη κότι. Συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος ὡς ὑπὸ τῶν Πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύ της πρεσβείαν τίνα εἰκὸς ἦν οὕτω μετεῖναι ὡς τὸν σπου δαιότατον ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδ' αὐτὸς οὐδαμόθεν γράφει οὐδὲ σημαίνει καθάπαξ οὐδέν; Ἔρρωσο, δέσποτα ποθεινότατε.

365.τ ΒΑΣΙΛΕΙΟΣ ΤΩ ΜΕΓΑΛΩ ΒΑΣΙΛΕΙ ΘΕΟ∆ΟΣΙΩ

365.1 Πάθος ἀπήντησε τῇ καθ' ἡμᾶς χώρᾳ οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλ' ἐξ ὑδάτων ἐπιρρύσεως. Πόθεν δὲ τοῦτο δηλώσω. Γέγονε καταβολὴ χιόνος πολλὴ τῇ καθ' ἡμᾶς λίμνῃ. Μήπω δὲ αὐτῆς κρυστάλλῳ παγείσης ἐπιγίνεται πνεῦμα θερμὸν καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. Ἀθρόας οὖν γενομένης τῆς τήξεως ἀνείκαστα ἐκινήθη ῥεύματα ἀενάῳ ποταμῷ συνεπιμιγνύμενα, τῷ ἅλυι ἐναύλῳ τε ὄντι ὑπερβάλλοντα γλώσσῃ καὶ ὀφθαλμῷ. Οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ ἐπιπνεύσαντος ἐνεπάρησαν. Κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. Ποσὶ γὰρ μηδέπω περώμενος κατά τινα τρόπον ἢ χρόνον τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. Λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι' ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. Οὐ μικρῶς δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία. Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵν' οὕτω τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. Καὶ γὰρ τὸν πολυστένακτον βίον τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. Πολὺς ἦν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος· ἀνθρώποις μὲν γέγονεν ὄλεθρος, ἄνω δὲ πελαγίζοντος αὐτοῦ καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος καὶ ἐκ τῆς ἰλύος κεπομένης τῆς ἀρούρας ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. Καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. Τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; Σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.

366.τ ΒΑΣΙΛΕΙΟΣ ΠΡΟΣ ΟΥΡΒΙΚΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΕΓΚΡΑΤΕΙΑΣ

366.1 Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν, ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. Ἔστιν οὖν ὁ καρπὸς αὐτῆς Θεοῦ μετουσία. Τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. Ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν. Ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα, καὶ Θεῷ μίσγεσθαι ποιεῖ οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. Ὁ γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται· ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. Καί μοι τελείως καταμανθάνοντι ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ, καὶ οὐδενὸς ὀρέγεται οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμοὺς οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὢν πλήρης δι' ὅλου ἐστίν. Ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια. Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾶν οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον καὶ ἀδικήματα μυρία δι' ἑτέρας ἐπιθυμίας. Καὶ τὸ μὴ μεθύειν ἐγκράτειά ἐστιν καὶ τὸ μὴ διαρρήγνυσθαι ὑπερεμπιμπλάμενον. Καὶ τὸ κρατεῖν τοῦ σώματος ἐγκράτειά ἐστιν καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν. Ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθὴς καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς; Πάντως ἐλευθεροῖ ἡ ἐγκράτεια ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει. Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. Οὔτε γὰρ γῆ ἐβάστασεν αὐτὸν οὔτε πελάγη, ἀλλ' ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. Εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν τὸ μὴ ἀποθανεῖν, θεότητα ὁ Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. Ἤσθιεν καὶ ἔπινεν ἰδίως οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἡ ἐγκράτεια δύναμις ἦν ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ᾖ ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. Καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γενομένους κατασπασθέντας οὐρανοῦ δι' ἐπιθυμίαν. Ἑάλωσαν γάρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη ἡ νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; ∆ιὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν καὶ τοῦ βίου μὴ ἐρασθῶμεν, ἀλλ' αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν. ∆οκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. Καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει. Ταῦτά σοι ὀλίγα δοκοῦντα πολλὰ γέγραφα, ὅτι ἑκάστη λέξις νοῦς ἐστιν, καὶ οἶδα ὅτι ἀναγνοὺς αἰσθηθήσῃ.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

9
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία