Τρίτη πρᾶξις τῶν ἐν Χαλκηδόνι [1]
Ὑπατείαι τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ τοῦ δη-λωθησομένου τῆι πρὸ ἐξ Εἰδῶν Ὀκτωβρίων ἐν Χαλκηδόνι κατὰ κέλευσιν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου συνελθόντων ἐν τῆι ἀγίαι ἐκκλησίαι τῆς ἁγίας μάρτυρος Εὐφημίας τῶν ἐνδοξοτάτων ἀρχόντων, τουτέστι 1 τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ [ἐπάρχων καὶ] ὑπάτων καὶ πατρικίου ᾿Ανατολίου 2 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν πραιτωρίων Παλλαδίου 3 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἐπάρχου πόλεως Τατιανοῦ 4 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων Βιγκομάλου 5 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου μαγίστρου Μαρτιαλίου 6 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμητος τῶν καθωσιωμένων δομεστίκων Σπορακίου 7 καὶ τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν θείων πριβάτων Γενεθλίου, προσέτι δὲ καὶ τῆς ἐνδόξου συγκλήτου, τουτέστι 8 τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρι-κίου Φλωρεντίου 9 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ὑπάτων καὶ πατρικίου Σενάτορος το καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ μαγίστρων καὶ ὑπάτων καὶ πατρικίου Νόμου τι καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων καὶ ὑπάτων καὶ πατρικίου Πρωτογένους 12 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ζωίλου 13 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων πόλεως Θεοδώρου 14 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων ᾿Απολλωνίου 15 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ πραιποσίτων ῾Ρωμανοῦ 16 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ιλλυρικοῦ Θεο δώρου 17 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων πραιτωρίων Κωνσταντίνου 18 καὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου ἀπὸ πραιποσίτων ᾿Αρτάξου, συνελθούσης δὲ καὶ τῆς ἀγίας καὶ οἰκουμενικῆς συνόδου τῆς κατὰ θεῖον θέσπισμα ἐν τῆι Χαλκηδονέων πόλει συναθροισθείσης, τουτέστι
1-4 Πασκασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων καὶ Βονιφατίου τοῦ εὐλαβεστάτου πρεσβυτέρου ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου καὶ θεο- φιλεστάτου ἀρχιεπισκόπου τῆς πρεσβυτέρας Ρώμης Λέοντος καὶ ᾿Ανατολίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγαλωνύμου Κωνσταντινουπόλεως νέας 'Ρώμης καὶ τῶν λοιπῶν ὁσιωτάτων καὶ εὐλαβεστάτων ἐπισκόπων, τουτέστι 5 Μαξίμου ᾿Αντιοχείας 6 Κυιντίλλου Ηρακλείας ἐπέχοντος τὸν τόπον ᾿Αναστασίου ἐπισκόπου Θεσσα-λονίκης 7 Στεφάνου Ἐφέσου 8 Λουκιανοῦ Βύζης ἐπέχοντος τὸν τόπον Κυριακοῦ ἐπισκόπου Ηρακλείας Θράικης 9 Διογένους Κυζίκου το Πέτρου Κορίνθου 11 Φλωρεντίου Σάρδεων 12 Εὐνομίου Νικομηδείας 13 Εὐσεβίου καὶ Κωνσταντίνου πρεσβυτέρων ἐπεχόντων τὸν τόπον ᾿Αναστασίου ἐπισκόπου Νικαίας 14 Ἐλευθερίου Χαλκηδόνος 15 Μελετίου Λαρίσσης ἐπέχοντος τὸν τόπον Δόμνου ἐπισκόπου ᾿Απαμείας Συρίας δευτέρας 16 ᾿Αμφιλοχίου Σίδης 17 Ἰουλιανοῦ τῆς Κώιων πόλεως ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον τοῦ ἀποστολικοῦ θρόνου Ρώμης 18 Θεοδώρου Ταρσοῦ 19 Κύρου ᾿Αναζάρβου 20 Κωνσταντίνου Βόστρων 21 Φωτίου Τύρου 22 Θεοδώρου Δαμασκού 23 Νόννου Ἐδέσσης 24 Συμεώνος ᾿Αμίδης 25 Ἰωάννου Σεβαστείας 26 Σελεύκου ᾿Αμασείας 27 Κωνσταντίνου Μελιτηνῆς 28 Πατρικίου Τυάνων 29 Πέτρου Γαγγρῶν 30 Φωτεινοῦ ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Δωροθέου Νεοκαισαρείας 31 ῾Ρωμανοῦ Μύρων 32 Κριτωνιανοῦ ᾿Αφροδισιάδος Καρίας 33 Νουνεχίου Λαοδικείας 34 Μαρινιανοῦ Συνάδων 35 Ονησιφόρου ᾿Ικονίου 36 Περγαμίου ᾿Αντιοχείας Πισιδίας 37 Ἐπιφανίου Πέργης 38 ᾿Αττικοῦ Νικοπόλεως 39 Μαρτυρίου Γορτύνης 4ο Λουκά Δυρραχίου 41 Κωνσταντίνου Δημητριάδος ἐπέχοντος τὸν τόπον Βιγιλαντίου Λαρίσσης Θεσσα-λίας 42 Φραγκίωνος Φιλιππουπόλεως 43 Βασιλείου Τραιανουπόλεως 44 Σεβαστιανοῦ Βεροίας Μακεδονίας 45 Θεοκτίστου Βεροίας Συρίας 46 Γεροντίου Σελευκείας 47 Εὐσεβίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Μακαρίου Λαοδικείας Συρίας 48 Εὐσεβίου Δορυλαίου 49 Σάβα Πάλτου 5ο Σωφρονίου Κωνσταντίνης 51 Πατρικίου Νεοκαισαρείας 52 Μάρα ᾿Ανασάρθας 53 ῾Ρωμύλου Χαλκίδος 54 Λεοντίου ᾿Ασκάλωνος 55 ᾿Ανιανοῦ Καπετωλιάδος 56 Ζεβέννου Πέλλης 57 ᾿Ιωάννου Τιβεριάδος 58 Βηρύλλου ᾿Αιλᾶ 59 ᾿Αρέτα Ελούσης 6ο Μουσωνίου Σηγώρ 61 Παγκρατίου Λιβιάδος 62 Ζωσίμου Μινωίδος 63 Πολυχρονίου ᾿Αντιπατρίδος 64 ᾿Ιωάννου Γαδάρων 65 Παύλου ᾿Ανθηδόνος 66 Φωτεινοῦ Λύδδης 67 Ηρακλείου ᾿Αζώτου 68 Μαρκιανοῦ Γεράρων 69 Στεφάνου Ἰαμνίας 70 Ἐπικτήτου Διοκλητιανουπόλεως 71 ῾Ῥωμανοῦ Εὐδοξιουπόλεως 72 Θεοδώρου Κλαυδιουπόλεως Ισαυρίας 73 Ιουλίου Κελενδέρεως 74 Ἐπιφανίου Κέστρων 75 Αἰλιανοῦ Σελινοῦντος 76 Γαίου Συέδρων 77 ᾿Αμμωνίου Ἰωτάπης 78 Ματάλου Φιλαδελφείας 79 Μάρκου ᾿Αρεθούσης 8ο Τιμοθέου Βαλανέων 81 Εὐσεβίου Σελευκοβήλου 82 Εὐτυχιανοῦ Ἐπιφανείας 83 Παύλου Μαριάμμης 84 Λαμπαδίου Ραφανέων 85 ᾿Αλεξάνδρου Σεβαστής 86 Φιλίππου ᾿Αδάνης 87 Ὑπατίου Ζεφυρίου 88 Θεοδώρου Αὐγούστης 89 Ιουλιανοῦ ῾Ρωσοῦ 90 Πολυχρονίου Ἐπιφανείας 91 ᾿Ιωάννου Φλαβιάδος 92 Ἰνδίμου Εἰρηνουπόλεως 93 Σωφρονίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Βασσιανοῦ Μοψουεστίας 94 Πρόκλου ᾿Αδράων 95 Εὐλογίου Φιλαδελφείας 96 Θεοδοσίου Κανώθας 97 Ορμίσδου Φιλιππουπόλεως 98 Δαμιανοῦ Σιδώνος 99 Θεοδώρου Τριπόλεως 100 Ολυμπίου Πανεάδος 101 Παύλου Πτολεμαίδος 102 Παύλου ᾿Αράδου 103 Θωμᾶ Πορφυρεῶνος 104 Πορφυρίου Βοτρύων 105 Φωσφόρου ᾿Ορθωσιάδος 106 Πορφυρίου ἀρχιδιακόνου ἐπέχοντος τὸν τόπον Οὐρανίου ἐπισκόπου Εμίσης 107 Ἰωσὴφ Ηλιουπόλεως 108 Ιορδάνου ᾿Αβίλης 109 Οὐαλερίου Λαοδικείας 110 Θωμᾶ Εὐαρίας 111 Θεοδωρήτου Κύρρου 112 'Ρουφίνου Σαμοσάτων 113 ᾿Ιωάννου Γερμανικείας 114 Τιμοθέου Δολίχης 115 Εὐολκίου Ζεύγματος 116 ᾿Αθανασίου Πέρρης 117 Ζεβέννου Μαρτυροπόλεως 118 Καλλινίκου ᾿Απαμείας 119 Καιουμᾶ Μαρκουπόλεως 120 ᾿Ιωάννου Καρρῶν 121 'Αβραμίου Κιρκηνσίου 122 Λευκαδίου Μνίζου 123 ᾿Ιωάννου ἔθνους Σαρακηνῶν 124 Νώου Χηφᾶ Ιεράκους 125 ᾿Ιωάννου Πολεμωνίου 126 Γρατιανοῦ Κερασοῦντος 127 Ιουλιανοῦ Ταβείας 128 Μελιφθόγγου Ιουλιουπόλεως 129 Ὑπερεχίου ᾿Ασπώνων 130 ᾿Ακακίου Κίννης 131 Εὐφρασίου Λαγανίας 132 Κεκροπίου Σεβαστοπόλεως 133 ᾿Ιωάννου Νικοπόλεως 134 ᾿Αττικοῦ Ζήλων 135 ᾿Αντιόχου Σινώπης 136 Εὐχαρίου διακόνου ἐπέχοντος τὸν τόπον Παραλίου ᾿Ανδράπων 137 Παύλου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Οὐρανίου Ἰβώρων 138 ᾿Ακακίου ᾿Αριαραθείας 139 Ηρακλείου Κομάνων 140 ᾿Αδελφίου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον ᾿Αδολίου ᾿Αραβισσοῦ 141 Εὐφρονίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Δόμνου Κουκουσοῦ 142 Οτρηίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον ᾿Ιωάννου Αρκης 143 Θεοδοσίου Ναζιανζοῦ 144 ᾿Αριστομάχου Κολωνείας 145 'Ρήνου Ιουνοπόλεως 146 Ἐπιφανίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Αἰθερίου Πομπηιουπόλεως 147 Φιλοτίμου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Θεμιστίου ᾿Αμάστριδος 148 Θεοδώρου Ηρακλείας 149 Εὐλογίου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Γενεθλίου Κρατείας 150 Θεοφίλου ᾿Αδριανουπόλεως 151 Ἐλπιδίου τῶν Θέρμων 152 ᾿Ακύλα Εὐδοξιάδος 153 Μυστηρίου ᾿Αμορίου 154 Λογγίνου Ορκιστοῦ 155 Δοκιμασίου Μαρωνείας 156 Σερήνου Μαξιμιανουπόλεως Ροδόπης 157 Αἰθερίχου Σμύρνης 158 Εὐσεβίου Κλαζομενών 159 Κυριακοῦ Αἰγέης 160 Μάμα ᾿Ανινήτου 161 Λεοντίου Μαγνησίας Μαιάνδρου 162 Κοίντου Φωκαίας 163 Πρόκλου ᾿Αργίζων 164 Θωμᾶ Αὐλίου κώμης 165 Ολυμπίου Θεοδοσιουπόλεως 166 Φιλίππου Νέας αὐλῆς 167 'Ρουφίνου Βριούλων 168 Μαρκελλίνου Μητροπόλεως 169 Ησαίου Ἐλαιτῶν 170 Παυλίνου Θεοδοσιουπόλεως 171 Ιουλιανοῦ Ὑπαίπων 172 Ἑσπέρου Πιτάνης 173 Προτερίου Μυρίνης 174 Βασιλικοῦ Παλαιᾶς πόλεως 175 Μαιονίου Νύσης 176 Πέτρου Δαρδάνου 177 Θαλασσίου Παρίου 178 Δαυίδ ᾿Αδριανῶν 179 Εὐλαλίου Πιονίων 18ο Πιονίου Τρωιάδος 181 Στεφάνου Ποιμανηνοῦ 182 Θεοσεβίου Ιλίου 183 Ερμείου ᾿Αβύδου 184 Δανιήλου Λαμψάκου 185 Πατρικίου ᾿Αδριανοῦ θηρῶν 186 Μενεκράτους Κηράσσων 187 Κοσσινίου ῾Ιεροκαισαρείας ἐπέχοντος τὸν τόπον καὶ ᾿Ανδρέου Σατάλων 188 Ηλία Βλανδοῦ 189 Πολυκάρπου Ταβάλων 190 Πατρικίου ᾿Ακρασσοῦ 191 Παύλου Τριπόλεως 192 ᾿Αμαχίου Σεττῶν 193 Λευκίου ᾿Απόλλωνος ἱεροῦ 194 Γεμέλλου Στρατονικείας 195 ᾿Αλκιμήδους Σιλάνδου 196 Διονυσίου ᾿Ατταλείας 197 Νικολάου ᾿Ακαρασσέων ἐπέχοντος καὶ αὐτοῦ τὸν τόπον Στεφάνου Λιμύρων 198 Ζηνοδότου Τερμισσοῦ 199 Φρόντωνος Φασηλιτῶν 200 Φιλίππου Βαλβουρέων 201 Θεοδώρου ᾿Αντιφέλλου 202 Λεοντίου ᾿Αράξων 203 ᾿Αντιπάτρου Καύνου 204 ᾿Ανδρέου Τλωέων 205 ῾Ρωμανού Βουβονέων 206 Νικίου Μεγάρων 207 ᾿Αθανασίου Ὀποῦντος 208 Δομνίνου Πλαταιών 209 Ονησίμου Άργους 210 Μάρκου Εὐροίας 211 Περεγρίνου Φοινίκης 212 Εὐτυχίου ᾿Αδριανουπόλεως 213 Κλαδέου ᾿Αγχιασμοῦ 214 Σωτηρίχου Κερκύρας 215 Διονυσίου ᾿Αντιοχείας 216 ᾿Ιωάννου ᾿Αλίνδων 217 Πλακίλλου ᾿Ιασσοῦ 218 Παπίου Ερίζων 219 Διονυσίου Ηρακλείας Λάτμου 220 Μενάνδρου Ηρακλείας Σαλβάκης 221 Εὐπειθίου Στρατονικείας 222 ᾿Ιωάννου ᾿Αμαζόνος 223 Τυγχανίου ᾿Απολλωνιάδος 224 Θεοδωρήτου ᾿Αλαβάνδων 225 ᾿Ιωάννου Κνίδου 226 Ἰουλιανοῦ πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Καλανδίωνος ᾿Αλικαρνασοῦ 227 Δανιήλου Κάδων 228 Μοδέστου Σεβαστῆς 229 Παύλου ᾿Αριστίου 230 Εύλαλίου Σιβλίας 231 Χάρητος Διονυσιουπόλεως 232 ᾿Ιωάννου Τραπεζουπόλεως 233 Γενναδίου ᾿Ακμονέων 234 Θωμᾶ Θεοδοσιουπόλεως 235 Γενναδίου Μοσσύνων 236 Εὐάνδρου Διοκλείας 237 Γεροντίου Βασιλινουπόλεως 238 ᾿Αλφίου Μύνδου 239 Θεοκτίστου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Διογένους Ὀρθωσιαίων 240 Φιλοθέου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Ζωτικοῦ ᾿Αριασσοῦ 241 Μείρου Εὐλάνδρων 242 Λουκιανοῦ Ἰψοῦ 243 Φιλίππου Λυσιάδος 244 Ἐπιφανίου Μιδαείου 245 ᾿Αβερκίου Ιεραπόλεως 246 Κυριακοῦ Εὐκαρπίας 247 Εὐστοχίου Δοκιμίου 248 ᾿Ακύλου Αὐρόκρων 249 Βασιλείου Νακωλείας 250 Στρατηγίου Πολυβώτου 251 Νεοπτολέμου Κόρνων 252 Παύλου Δέρβης 253 Πλουτάρχου Λύστρων 254 Εὐγενίου Κάνων 255 'Ρούφου Ὕδης 256 Τυράννου Οὐμανάδων 257 ᾿Αχολίου Λαράνδων 258 Εὐτροπίου ᾿Αδάδων 259 Παύλου Φιλομηλίου 26ο Παυλίνου ᾿Απαμείας 261 Θεοτέκνου Τυραείου 262 Εορτικίου Μητροπόλεως 263 Κύρου Σινιάνδου 264 Λιβανίου Παρλάου 265 ᾿Αλεξάνδρου Σελευκείας 266 Ολυμπίου Σωζοπόλεως 267 Φοντηιανοῦ Σαγαλασσοῦ 268 ᾿Αδήλου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Μεσσαλίνου Λαοδικείας 269 Βασσωνά Νέας πόλεως 270 Φλωρεντίου ᾿Αδριανουπόλεως 271 Μουιανοῦ Λιμένου 272 Εὐελπίστου χωρεπισκόπου ἐπέχοντος τὸν τόπον Φλωρεντίου Τενέδου 273 Σωτηρά Θεοδοσιανῆς ἐπέχοντος τὸν τόπον καὶ Ηλιοδώρου ᾿Αμαθοῦντος καὶ Προεχίου ᾿Αρσινόης 274 Ἐπαφροδίτου Ταμάσου, ἐπέχοντος τὸν τόπον καὶ Διδύμου Λαπίθου 275 Διονυσίου διακόνου ἐπέχοντος τὸν τόπον Φωτεινοῦ Κύθρων 276 ᾿Ιωάννου Μεσσήνης 277 ᾿ωφελίμου Τεγέας 278 Εἰρηναίου Ναυπάκτου 279 Κυρίλλου Σούβριτος 280 Γενναδίου Κνωσσοῦ 281 Εὐσεβίου ᾿Απολλωνίας 282 Δημητρίου Λάππης 283 Εὐφράτου Ελευθέρνης 284 Χρυσογόνου πρεσβυτέρου ἐπέχοντος τὸν τόπον Παύλου Καντάνων 285 Σώιζοντος Φιλίππων 286 Εὐσεβίου Δοβήρων 287 Μαξιμίνου Σερρών 288 Νικολάου Στοβῶν 289 Δαρδανίου Βαργάλων 290 Ονωράτου Θάσου 291 Θεοφίλου ᾿Αριεσσοῦ 292 Νέωνος Σιλλύου 293 Διοδότου Λυσινέων 294 Μάρα Κοδρούλων 295 Παύλου Πόγλων 296 Μαρκελλίνου ᾿Ισίνδων 297 Μακεδόνος Μαγύδου 298 Εὐδοξίου Ἐτέννων 299 Ευγενίου Κοτέννων 300 Μαρκελλίνου Κοραλλίας 301 Οβρίμου Κορακησίου 302 Πέτρου Ἐχινέων 303 Αυρηλίου Αφρου 304 Εὐσταθίου ἔθνους Σαρακηνῶν 305 ῾Ρεστιτιανοῦ ῎Αφρου
καὶ καθεσθέντων πάντων πρὸ τῶν καγκέλλων τοῦ ἁγίου θυσιαστηρίου
οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Τῆι προτεραίαι συνόδωι περὶ τῆς κατὰ Φλαβιανὸν τὸν τῆς εὐλαβοῦς μνήμης καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον καθαιρέσεως ἡ ζήτησις ἐγένετο καὶ πᾶσιν ὑμῖν φανερὸν κατέστη ὅπως [καὶ] δικαίως καὶ κατὰ τὴν ἀκολουθίαν τὰ τῆς ἐξετάσεως προέβη καὶ ἀπεδείχθησαν τότε ὠμῶς καὶ μὴ προσηκόντως καθαιρεθέντες. ἄπερ τοίνυν ἡμῖν ἐφάνη ἐπὶ τούτωι τῶι κεφαλαίωι δεῖν γενέσθαι, τὸ τηνικαῦτα ὑμῖν δῆλα ἐκ τῆς διαλαλιᾶς ἐγένετο· νῦν δὲ τὸ ζητούμενον καὶ κρινόμενον καὶ σπουδαζόμενόν ἐστιν ὥστε τὴν ἀληθῆ πίστιν συγκροτηθῆναι, δι᾿ ἣν μάλιστα καὶ ἡ σύνοδος γέγονεν. εἰδότες οὖν ὡς καὶ τῶι θεῶι λόγον δώσετε ὑπέρ τε τῆς οἰκείας ἕκαστος ὑμῶν ψυχῆς καὶ ὑπὲρ ἡμῶν ἁπάντων, οἵτινες καὶ διδαχθῆναι τὰ τῆς θρηισκείας ἐπιθυμοῦμεν ὀρθῶς καὶ πᾶσαν ἀμφισβήτησιν ἀναιρε-θῆναι ἐκ τῆς πάντων τῶν ὁσίων πατέρων ὁμονοίας καὶ συναινέσεως καὶ συμφώνου ἐκ-θέσεως καὶ διδασκαλίας, σπουδάσατε ἄνευ φόβου ἢ χάριτος ἢ ἀπεχθείας τὴν πίστιν καθαρῶς ἐκθέσθαι, ὥστε καὶ τοὺς δοκοῦντας μὴ ταὐτὰ πᾶσιν πεφρονηκέναι τῆι τῆς ἀλη-θείας ἐπιγνώσει ἐπαναχθῆναι εἰς τὴν ὁμόνοιαν. εἰδέναι γὰρ ὑμᾶς βουλόμεθα ὡς ὁ θειότατος καὶ εὐσεβέστατος δεσπότης τῆς οἰκουμένης καὶ ἡμεῖς τὴν ὀρθόδοξον πίστιν τὴν παρὰ τῶν τιη καὶ παρὰ τῶν ρν, ἔτι μὴν καὶ παρὰ τῶν λοιπῶν ἁγίων καὶ ἐπιδόξων πατέρων παραδοθεῖσαν φυλάττομεν καὶ κατὰ ταύτην πιστεύομεν. ἀνέγνων ἀνέγνωμεν ἀνέγνω.
Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐπεβόησαν· Ἔκθεσιν ἄλλην οὐδεὶς ποιεῖ οὐδὲ ἐγχειροῦ-μεν οὐδὲ τολμῶμεν ἐκθέσθαι· ἐδίδαξαν γὰρ οἱ πατέρες καὶ ἐγγράφως σώιζεται τὰ παρ' ἐκεί-νων ἐκτεθέντα καὶ παρ' ἐκεῖνα λέγειν οὐ δυνάμεθα.
Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστουπόλεως εἶπεν· ᾿Ανεφύη τὰ κατὰ Εὐτυχῆ· ἐπὶ τούτοις τύπος ἐδόθη παρὰ τοῦ ἐν 'Ρώμηι ἀγιωτάτου ἀρχιεπισκόπου καὶ στοιχοῦμεν αὐτῶι καὶ ὑπεγράψαμεν πάντες τῆι ἐπιστολῆι.
Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐπεβόησαν· Ταῦτα πάντες λέγομεν· ἀρκεῖ τὰ ἐκ-τεθέντα· ἄλλην ἔκθεσιν οὐκ ἐξὸν γενέσθαι.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Εἰ δοκεῖ τῆι ὑμετέραι εὐλαβείαι, οἱ ὁσιώτατοι πατριάρχαι διοικήσεως ἑκάστης ἐπιλεξάμενοι ἕνα ἢ δεύτερον τῆς οἰκείας ἕκαστος διοικήσεως εἰς τὸ μέσον παρελθόντες καὶ κοινῆι περὶ τῆς πίστεως βου-λευσάμενοι τὰ συνδοκοῦντα φανερὰ πᾶσι καταστήσωσιν, ὥστε εἰ μὲν σύνθοιντο πάντες, λυθῆναι πᾶσαν ἀμφισβήτησιν, ὅπερ εὐχόμεθα· εἰ δέ τινες, ὅπερ οὐχ ἡγούμεθα, ἐναντία φρονήσαιεν, ὥστε καὶ τὰς ἐκείνων φανεράς καταστῆναι γνώμας. ῾Ρω ἀνέγνων ἀν έγνωμεν ἀνέγνω.
Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἔγγραφον ἔκθεσιν οὐ ποιούμεθα· κανών ἔστιν ὁ διαγορεύων ἀρκεῖν τὰ ἐκτεθέντα· ὁ κανών βούλεται ἄλλην ἔκθεσιν μὴ γενέσθαι. τὰ τῶν πατέρων κρατείτω.
Φλωρέντιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σάρδεων εἶπεν· Ἐπειδὴ οὔκ ἐστι δυνα-τὸν σχεδιάσαι περὶ πίστεως τοὺς δεδιδαγμένους ἔπεσθαι τῆι Νικαέων ἁγίαι συνόδωι καὶ τῆι ἐν Ἐφέσωι ὀρθῶς συγκροτηθείσηι καὶ εὐσεβῶς κατὰ τὴν πίστιν τῶν ἁγίων πατέ-ρων Κυρίλλου καὶ Κελεστίνου καὶ τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου Λέοντος, ἱκετεύομεν τὸ ὑμέτερον μέγεθος δοθῆναι ἡμῖν προσθεσμίαν ὥστε μετὰ σκέμματος πρέποντος προσελθεῖν τῆι ἀληθείαι τοῦ πράγματος, εἰ καὶ τὰ μάλιστα εἰς ἡμέτερον πρόσωπον τῶν ὑπογραψάντων τῆι ἐπιστολῆι τοῦ ὁσιωτάτου Λέοντος οὐ δεόμεθα διορθώσεως.
Κεκρόπιος ὁ εὐλαβέστατος ἐπίσκοπος Σεβαστοπόλεως εἶπεν· Ἡ πίστις καλῶς διήιρηται παρὰ τῶν τιη ἁγίων πατέρων καὶ ἐβεβαιώθη παρὰ τῶν ἁγίων πατέρων ᾿Αθα-νασίου Κυρίλλου Κελεστίνου Ιλαρίου Βασιλείου Γρηγορίου καὶ νῦν πάλιν διὰ τοῦ ἁγιω-τάτου Λέοντος, καὶ ἀξιοῦμεν καὶ τὰ τῶν ἁγίων πατέρων τῶν τιη καὶ τὰ τοῦ ὁσιωτάτου Λέοντος ἀναγνωσθῆναι.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· ᾿Αναγινωσκέσθωσαν τὰ ἐκτεθέντα παρὰ τῶν ἁγίων τιη πατέρων τῶν ἐν Νικαίαι συνελθόντων. ἀνέγνωμεν ἀνέγνω. ἀνέγνων
Εὐνόμιος ὁ εὐλαβέστατος ἐπίσκοπος Νικομηδείας ἀπὸ βιβλίου ἀνέγνω
Έκθεσις συνόδου γενομένης ἐν Νικαίαι
Ἐν ὑπατείαι Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων ἔτους ἀπὸ ᾿Αλεξάνδρου χλς ἐν μηνὶ Δαισίωι ιθ τῆι πρὸ ιγ Καλανδῶν Ἰουλίων ἐν Νικαίαι τῆι μητροπόλει Βιθυ νίας
Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον ᾿Ιησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τὰ τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. Τοὺς δὲ λέγοντας ῾ἦν ποτε ὅτε οὐκ ἦν, καὶ ῾πρὶν γεννηθῆναι, οὐκ ἦν᾿ καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, [τούτους] ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Αὕτη ἡ πίστις τῶν ὀρθοδόξων. πάντες πιστεύομεν. ἐν ταύτηι ἐβαπτίσθημεν, ἐν ταύτηι βαπτίζομεν. ὁ μακάριος Κύριλλος οὕτως ἐδίδαξεν. αὕτη ἀληθινὴ πίστις. αὕτη ἁγία πίστις. αὕτη αἰωνία πίστις. εἰς ταύτην ἐβαπτίσθημεν. εἰς ταύτην βαπτίζομεν. πάντες οὕτως πιστεύομεν, ὁ πάπας Λέων οὕτως πιστεύει. Κύριλλος οὕτως ἐπίστευσεν. πάπας Λέων οὕτως ἡρμήνευσεν.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· ᾿Αναγινωσκέσθωσαν καὶ τὰ ἐκτεθέντα παρὰ τῶν ῥον ἁγίων πατέρων. ῾Ρω ἀνέγνων ἀνέγνωμεν ἀν-έγνω.
᾿Αέτιος ὁ εὐλαβέστατος ἀρχιδιάκονος Κωνσταντινουπόλεως ἀπὸ βιβλίου ἀνέγνω
Ἡ ἁγία πίστις ἣν ἐξέθεντο οἱ ἅγιοι ον πατέρες, συμφωνοῦσα τῆι ἀγίαι καὶ μεγάληι συνόδωι τῆι ἐν Νικαίαι
Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον ᾿Ιησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μο-νογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐναν-θρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾶι τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωο-ποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῶι συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστο λικὴν ἐκκλησίαν· ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· προσδοκῶμεν ἀνά-στασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.
Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐπεβόησαν· Αὕτη πάντων πίστις. αὕτη πίστις τῶν ὀρθοδόξων. οὕτω πάντες πιστεύομεν.
Αέτιος ὁ εὐλαβέστατος ἀρχιδιάκονος εἶπεν· Ἔστι καὶ ἡ ἐπιστολὴ ἡ γραφεῖσα παρὰ τοῦ ἁγιωτάτου καὶ ἐν ὁσίοις Κυρίλλου τοῦ γενομένου ἐπισκόπου τῆς μεγαλοπόλεως ᾿Αλεξανδρείας πρὸς Νεστόριον, ἥτις παρὰ πάντων τῶν ἁγίων ἐπισκόπων τῶν ἐν Ἐφέσωι τὸ πρότερον συνελθόντων ἐπὶ καθαιρέσει τοῦ αὐτοῦ Νεστορίου καὶ ἐνεκρίθη καὶ δι᾽ ὑπο-γραφῆς πάντων ἐβεβαιώθη· ἔστι δὲ καὶ ἡ ἐπιστολὴ τοῦ αὐτοῦ ἐν ἁγίοις Κυρίλλου ή γρα-φεῖσα πρὸς τὸν τῆς ὁσίας μνήμης Ἰωάννην τὸν γενόμενον τῆς ᾿Αντιοχέων μεγαλοπόλεως ἐπίσκοπον, ἥτις ὁμοίως ἐβεβαιώθη, καὶ εἰ παρίσταται, ἀναγνώσομαι αὐτάς.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυής σύγκλητος εἶπον· ᾿Αναγινωσκέσθωσαν αἱ ἐπιστολαὶ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου. ἀνέγνων ἀνέγνωμεν ἀνέγνω. ᾿Αέτιος ἀρχιδιάκονος τῆς βασιλίδος Κωνσταντινουπόλεως ἀνέγνω
Τῶι εὐλαβεστάτωι καὶ θεοσεβεστάτωι συλλειτουργῶι Νεστορίωι Κύριλλος. Καταφλυαρούσι μέν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοὴν καὶ ἀβουλήτους πέμπουσι φωνάς, ἠδικημένοι μὲν οὐδέν, ἐλεγχθέντες δὲ καὶ τοῦτο χρηστῶς, ὁ μὲν ὅτι τυφλούς ἠδίκει καὶ πένητας, καὶ τὰ λοιπά τῆς ἐπιστολῆς, ἥτις προγέγραπται ἐν τῆι γενομένηι ἐν Κωνσταντινουπόλει κατὰ Εὐτυχούς συνόδωι ἀναγνωσθεῖσα
῾Ομοίως ὁ αὐτὸς ἀρχιδιάκονος ᾿Αέτιος ἀνέγνω
Κυρίωι μου ἀγαπητῶι ἀδελφῶι καὶ συλλειτουργῶι Ἰωάννηι Κύριλλος ἐν κυρίωι χαίρειν. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ πέπαυται τὸ λυποῦν καὶ διχονοίας ἀπάσης ἀνήι-ρηται τρόπος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς ἑαυτοῦ ἐκκλησίαις τὴν εἰρήνην βραβεύοντος καὶ τὰ λοιπὰ καθὼς προγέγραπται πᾶσα ἐν τῆι αὐτῆι συνόδωι τῆι κατὰ Εὐτυχοῦς Λέων
Καὶ μετὰ τὴν ἀνάγνωσιν οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες οὕτω πιστεύομεν. ὁ πάπας Λέων οὕτω πιστεύει. ἀνάθεμα τῶι μερίζοντι καὶ τῶι συγ-χέοντι. αὕτη ἡ πίστις Λέοντος τοῦ ἀρχιεπισκόπου. Λέων οὕτω πιστεύει. καὶ ᾿Ανατόλιος οὕτω πιστεύουσιν. πάντες οὕτω πιστεύομεν. ὡς Κύριλλος, οὕτω πιστεύομεν. αἰωνία μνήμη Κυρίλλου. ὡς αἱ ἐπιστολαὶ Κυρίλλου ἔχουσιν, οὕτω φρονοῦμεν. οὕτως ἐπιστεύσαμεν, οὕτω πιστεύομεν. Λέων ὁ ἀρχιεπίσκοπος οὕτω φρονεῖ, οὕτω πιστεύει, οὕτως ἔγραψεν.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· ᾿Αναγινωσκέσθω καὶ ἡ ἐπιστολὴ τοῦ θεοσεβεστάτου ἀρχιεπισκόπου τῆς βασιλίδος καὶ πρεσβυτέρας Ρώμης Λέοντος. ἑρμηνεία τοῦ ῾Ῥωμαικοῦ τὸ ἀκόλουθον· ἀνέγνων ἀνέγνωμεν ἀνέγνω.
Βερονικιανός ὁ καθωσιωμένος σηκρητάριος τοῦ θείου κονσιστωρίου ἀνέγνω ἀπὸ βιβλίου ἐπιδοθέντος αὐτῶι παρὰ ᾿Αετίου ἀρχιδιακόνου τῆς ἁγίας ἐκκλησίας Κωνσταν-τινουπόλεως
Επιστολή του Αγιωτάτου Λέοντος, Αρχιεπισκόπου Ρώμης, γραμμένη προς τον Φλαβιανό, Αρχιεπίσκοπο Κωνσταντινουπόλεως (κατά της αιρέσεως του Ευτυχούς)
Τῶι ἀγαπητῶι ἀδελφῶι Φλαβιανῶι Λέων. ᾿Αναγνόντες κτλ. edita est epistula supra p. 10-20, 5. quod uero illic sequitur florilegium, in Gestis huius actionis non extat neque extitit umquam.
Μετὰ δὲ τὴν ἀνάγνωσιν τῆς προγεγραμμένης ἐπιστολῆς οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Αὕτη ἡ πίστις τῶν πατέρων. αὕτη ἡ πίστις τῶν ἀποστόλων. πάντες οὕτω πιστεύομεν. οἱ ὀρθόδοξοι οὕτω πιστεύομεν. ἀνάθεμα τῶι μὴ οὕτω πιστεύ οντι. Πέτρος διὰ Λέοντος ταῦτα ἐξεφώνησεν. οἱ ἀπόστολοι οὕτως ἐδίδαξαν. εὐσεβῶς καὶ ἀληθινῶς Λέων ἐδίδαξεν. Κύριλλος οὕτως ἐδίδαξεν. Κυρίλλου αἰωνία μνήμη. Λέων καὶ Κύριλλος ὁμοίως ἐδίδαξαν [Λέων καὶ Κύριλλος οὕτως ἐδίδαξαν]. ἀνάθεμα τῶι μὴ οὕτω πιστεύοντι, αὕτη ἡ ἀληθὴς πίστις. οἱ ὀρθόδοξοι οὕτω φρονοῦμεν. αὕτη ἡ πίστις τῶν πατέρων. ταῦτα ἐν Ἐφέσωι διὰ τί οὐκ ἀνεγνώσθη; ταῦτα Διόσκορος ἔκρυψεν.
῾Ηνίκα δὲ ἀνεγινώσκετο τὸ μέρος τῆς προγεγραμμένης ἐπιστολῆς τὸ περιέχον καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας φύσεως ἐκτιθῆναι ἡ θεία φύσις ἡνώθη τῆι φύσει τῆι παθητῆι, ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις Ιάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εῖς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος ᾿Ιησοῦς Χριστός καὶ ἀποθνήισκειν ἐκ τοῦ ἑνὸς δυνηθῆι καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῆι
ἀμφιβαλλόντων τῶν Ἰλλυρίων καὶ Παλαιστινῶν εὐλαβεστάτων ἐπισκόπων ᾿Αέτιος ὁ εὐλαβέστατος ἀρχιδιάκονος τῆς βασιλευούσης Κωνσταντινουπόλεως ἀνέγνω Κυρίλλου τοῦ τῆς ὁσίας μνήμης γενομένου ἐπισκόπου τῆς ᾿Αλεξανδρέων πόλεως κεφάλαιον περιέχον οὕτως
ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ ἀπόστολος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον, οὐχ ὡς εἰς πεῖραν ἐλθὼν τοῦ θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν (ἀποπληξία γὰρ τὸ λέγειν τοῦτο ἢ φρονεῖν), ἀλλ᾿ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σάρξ αὐτοῦ ἐγεύσατο θανάτου.
῾Ομοίως ἡνίκα ἀνεγινώσκετο τὸ μέρος τὸ περιέχον ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκεν, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ᾽ ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν
ἀμφιβαλλόντων τῶν Ἰλλυρίων καὶ Παλαιστινῶν εὐλαβεστάτων ἐπισκόπων ᾿Αέτιος ἀρχιδιάκονος τῆς ἁγίας ἐκκλησίας Κωνσταντινουπόλεως ἀνέγνω τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου κεφάλαιον περίεχον οὕτως αἱ μὲν εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξιν ἔχουσιν ἐμφανίζουσαι τὸν υἱὸν τοῦ θεοῦ θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ τε καὶ ἐν ταὐτῶι.
῾Ομοίως ἡνίκα ἀνεγινώσκετο ἐκ τῆς αὐτῆς ἐπιστολῆς τὸ μέρος τὸ περιέχον οὕτως εἰ καὶ τὰ μάλιστα ἐν τῶι δεσπότηι Ἰησοῦ Χριστῶι τοῦ θεοῦ καὶ ἀνθρώπου ἓν ὑπάρχει τὸ πρόσωπον, ὅμως ἔτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρωι κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. ἐξ ἡμῶν μὲν γὰρ ἐστιν αὐτῶι ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἀπὸ δὲ τοῦ πατρός ἐστιν αὐτῶι ἡ μετὰ τοῦ πατρὸς ἴση θεότης
ἀμφιβαλλόντων τῶν Ἰλλυρίων καὶ Παλαιστινῶν εὐλαβεστάτων ἐπισκόπων Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος Κύρου εἶπεν· Ἔστιν ὅμοιον ὑπόδειγμα τοῦ μακαρίου Κυρίλλου περιέχον οὕτως
καὶ γενόμενον ἄνθρωπον καὶ οὐ μεθέντα τὸ ἴδιον (μεμένηκε γὰρ ὅπερ ἦν)· νοεῖται δὲ πάντως καὶ ἕτερον ἐν ἑτέρωι τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις ἐν τοῖς ἀνθρωπίνοις.
Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Μετὰ ταῦτα πάντα ἔτι τις ἀμφιβάλλει;
Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Οὐδεὶς ἀμφιβάλλει.
᾿Αττικὸς ὁ εὐλαβέστατος ἐπίσκοπος Νικοπόλεως εἶπεν· Ἐπειδὴ παρέσχε τὸ εὔεικτον τῆς ἀκοῆς ἡ μεγαλοπρέπεια ὑμῶν μετὰ τῆς ἀνεξικακίας, κελεύσατε ἐνδοθῆναι ἡμῖν ὥστε ἐντὸς ὀλίγων ἡμερῶν ἀκυμάντωι διανοίαι καὶ ἀταράχωι λογισμῶι τὰ τῶι θεῶι δοκοῦντα καὶ τοῖς ἁγίοις πατράσιν τυπωθῆναι, ἐπειδὴ νῦν ἀνεγνώσθη ἡ τοῦ δεσπό-του ἡμῶν καὶ ἁγίου πατρὸς καὶ ἀρχιεπισκόπου Λέοντος τοῦ τὴν ἀποστολικήν καθέδραν διακοσμοῦντος ἐπιστολή, χρὴ δὲ καὶ τὴν τοῦ μακαρίου Κυρίλλου ἐπιστολὴν τὴν πρὸς Νεστόριον γραφεῖσαν ἐν ἦι παρακελεύεται αὐτὸν συνθέσθαι τοῖς κεφαλαίοις τοῖς δώδεκα, καὶ ταύτην δοθῆναι ἡμῖν, ἵνα ἐν τῶι καιρῶι τῆς διασκέψεως εὐτρεπεῖς εὑρεθῶμεν.
Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν. Εἰ κελεύετε ἐνδοθῆναι ἡμῖν, παρακαλοῦμεν τοὺς πατέρας συσκέψασθαι.
Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυής σύγκλητος εἶπον· Ὑπερτεθήσεται ἡ ἀκρόασις ἕως ἡμερῶν πέντε ὥστε ἐν τῶι μεταξύ συνελθεῖν τὴν ὑμετέραν ἁγιωσύνην εἰς τὰ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου ᾿Ανατολίου καὶ κοινῆι περὶ τῆς πίστεως βουλεύσασθαι, ἵνα οἱ ἀμφιβάλλοντες διδαχθῶσιν.
Πάντες οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ἡμεῖς οὕτω πιστεύομεν. πάντες οὕτω πιστεύομεν. ** ἡμῶν οὐδεὶς ἀμφιβάλλει. ἡμεῖς ἤδη ὑπεγράψαμεν.
Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυής σύγκλητος εἶπον· Οὐκ ἀναγκαῖον πάντας ὑμᾶς συνελθεῖν, ἀλλ᾽ ἐπειδὴ ἀκόλουθόν ἐστι πεισθῆναι πάντας τοὺς ἀμφιβάλλοντας, ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος ᾿Ανατόλιος ἀπὸ τῶν ὑπογραψάν-των ἐπισκόπων ἐπιλέξεται οὓς ἂν νομίσηι ἱκανοὺς εἶναι πρὸς διδασκαλίαν τῶν ἀμφι-βαλλόντων. τοὺς
Οἱ εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Δεόμεθα περὶ τῶν πατέρων. πατέρας τῆι συνόδωι τὰς φωνὰς τῶι βασιλεῖ. τὰς ἱκεσίας τῶι ὀρθοδόξωι. τὰς ἱκεσίας τῆι αὐγούστηι. πάντες ἡμάρτομεν, πᾶσι συγχώρησον.
Οἱ κληρικοὶ Κωνσταντινουπόλεως ἐβόησαν· Ολίγοι κράζουσιν, οὐ λέγει ἡ σύνοδος.
Οἱ ᾿Ανατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὸν Αἰγύπτιον τῆι ἐξορίαι.
Οἱ Ἰλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Δεόμεθα, πάντας ἐλέησον.
Οἱ ᾿Ανατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν. Τὸν Αἰγύπτιον τῆι ἐξορίαι.
Οἱ Ἰλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες ἡμάρτομεν, πάντας ἐλέησον. τὰς φωνὰς τῶι ὀρθοδόξωι βασιλεῖ. αἱ ἐκκλησίαι σχίζονται.
Οἱ κληρικοί Κωνσταντινουπόλεως ἐβόησαν· Διόσκορον τῆι ἐξορίαι Διόσκορον ὁ θεὸς καθεῖλεν.
Οἱ Ιλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Πάντες ἡμάρτομεν, πᾶσι συγχωρηθῆι. Διόσκορον τῆι συνόδωι. Διόσκορον ταῖς ἐκκλη-σίαις. ἐφ᾽ ὑμῶν κακὸν μὴ γένηται ** ἐστιν.
Οἱ κληρικοὶ Κωνσταντινουπόλεως ἐβόησαν· Ὁ κοινωνῶν Διοσκόρωι Ἰουδαϊός
ΟΙ ᾿Ανατολικοί καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τὸν Αἰγύπτὸν αἱρετικὸν τῆι ἐξορίαι. τιον τῆι ἐξορίαι.
Οἱ Ιλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Τοὺς πατέρας τῆι συνόδωι.
Οἱ μεγαλοπρεπέστατοι καὶ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον·
Τὰ διαλαληθέντα ἔργωι παραδοθήσεται.