Κύριλλος Αλεξανδρείας, 5ος αιώνας

Ὑπόμνημα εἰς Ἠσαΐαν τὸν προφήτην 3

Commentarius in Isaiam prophetam 3 / Толкование на пророка Исаию 3

{1Η ΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟ∆ΩΝ ΤΩΝ ΕΝ ΤΗ ΕΡΗΜΩ.}1

Ὡς τεθεαμένος τινὰ τῶν ἐσομένων κατὰ καιροὺς κατὰ τὴν τῶν Ἰουδαίων χώραν. Καὶ νῦν ἡμῖν ὁ προ- φήτης ποιεῖται τὴν ἀφήγησιν. Χρῆναι δέ φημι τῆς ἱστορίας ἡμᾶς διαμνημονεῦσαι πάλιν, ἐφ' ᾗ γέγονεν ὁ λόγος αὐτῷ. Ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐνκάτοπτος τῶν προκειμένων ἡ δύναμις. Βασιλεύον- τος τοίνυν τῆς Ἰουδαίων χώρας Ἰεχωνίου τοῦ Ἐλιακείμ· εἶτα πολὺ διανενευκότος τοῦ Ἰσραὴλ εἰς ἀπό- στασιν τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκειμένου· τε ἄγαν καὶ παροτρύνοντος ἐφ' ἑαυτῷ τὸν τῶν ὅλων Θεόν· πλεῖστοι μὲν ὅσοι γεγόνασι πρὸς αὐτοὺς οἱ λόγοι διὰ φωνῆς Ἱερεμίου καλοῦντος εἰς μετάγνωσιν, συμβουλεύοντός τε καὶ μάλα εὐφρόνως, ἀποτρίψασθαι μὲν τὸν ἔκ τε τοῦ πεπλανῆσθαι μῶ- μον, μᾶλλον δὲ τῆς εἰς ἄκρον δυσσεβείας ἀποκρού- σασθαι τὰ ἐγκλήματα μεταχωροῦντας ἐπὶ τὸ ἄμεινον, καὶ παλινδρομοῦντας εἰς ἀλήθειαν. Οἱ δὲ ἦσαν σκλη- ροί τε καὶ ἀνουθέτητοι, καὶ τοὺς τῶν ἁγίων προφη- τῶν ἀποσειόμενοι λόγους, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον. Κατατεθηγμένος τοίνυν ἐπ' αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, κατεξανέστησε τὸν Ναβουχοδονόσορ, ὃς εἷλέ τε τὴν Ἰουδαίαν, καὶ κατ-εμπρήσας τὰς ἐν αὐτῇ πόλεις τε καὶ κώμας προσ- κατέστησε τὸν Σεδεκίαν. Ἀποσκιρτήσαντος δὲ καὶ αὐτοῦ, λελυπημένος ὁ Ἀσσύριος κατεστράτευσε πά- λιν τῆς Ἱερουσαλήμ· καὶ δὴ καὶ ἑλὼν, καὶ αὐτὸν δὲ τὸν θεῖον κατεμπρήσας ναὸν, ὑπενόστησε εἰς τὴν ἑαυ- τοῦ. Τότε δὴ οὖν οἱ περιλειφθέντες, καὶ σεσωσμένοι, καὶ διαφυγεῖν ἰσχύοντες τῶν Βαβυλωνιτῶν τὸ ξίφος πανοικεὶ κατέβαινον εἰς τὴν Αἴγυπτον· καίτοι Θεοῦ τοῦτο δρᾷν οὐκ ἐφιέντος αὐτοῖς, ἀλλ' ἐναργέστατα λέγοντος διὰ φωνῆς Ἰερεμίου· Μὴ καταβαίνετε εἰς Αἴγυπτον. Ἐπειδὴ δὲ οὐδὲν ἧττον μεμενήκασιν ἀπει-θεῖς, ἀπολώλασιν ἐν Αἰγύπτῳ. Εἷλε γὰρ καὶ αὐτὴν ὁ Ναβουχοδονόσορ, καὶ ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ἀνῄρηκε τοὺς Αἰγυπτίους. Ἡ μὲν οὖν τῆς ὁράσεως αἰτία καὶπρόφασις αὕτη, καὶ οἷον ἡ πᾶσα περίστασις. ∆εῖ δὲ, οἶμαι, καθ' ἕκαστον ἡμᾶς διειπεῖν, ὡς ἔνι. 9Ἐν τῇ θλίψει, καὶ τῇ στενοχωρίᾳ λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ' ὄνων καὶ κα- μήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ' εἰς αἰσχύ- νην, καὶ ὄνειδος. Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς; Ἀπάγγειλον αὐτοῖς, ὅτι Μα- ταία ἡ παράκλησις ὑμῶν αὔτη.9 Κεκληροδότηκε μὲν τοῖς ἐξ αἵματος Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν ὁ θεσπέσιος Ἰησοῦς, ὁ τοῦ Ναυῆ δηλονότι. Φασὶ δὲ τὴν Ἰούδα μάλιστα φυλὴν τὰ πρὸς ἠῶ τε καὶ νότον τῆς Ἰουδαίων χώρας διαλαχεῖν, προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, διακομιζού- σης τε τοὺς ἐθέλοντας εἰς τὴν Αἰγυπτίων. Ἐν καιρῷ τοιγαροῦν τῆς θλίψεως καὶ τῆς στενοχωρίας, τοῦτ ἔστι, πολιορκοῦντος τοῦ Ναβουχοδονόσορ ἐγκειμένου τε καὶ καταθλίβοντος τὰς τῆς Ἰουδαίας πόλεις· λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν. Καὶ λέοντας μὲν ἴσως ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας, καὶ δυνατωτά- τους, καὶ ἐν ἀσθενείαις ὄντας ταῖς κατὰ τῶν ἄλλων οὐ μικραῖς. Σκύμνους δὲ τάχα που τοὺς ἐξ αὐτῶν· ἀσπίδα δὲ καὶ ἀσπίδων ἔκγονα πάλιν ἑτέρους πικρούς τε καὶ ἰοβόλους, καὶ ἀκράτῳ πονηρίᾳ συντεθραμμέ- νους. Εἰ δὲ λέγοι, πετομένων, τῶν εὐπετῶς, καὶ ὀξέως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων χωρούντων νοή- σεις. Πονηροί τε ἅπαντες καὶ πικροὶ λίαν ὁμολογου- μένως οἱ τῆς εἰς Θεὸν ἀγάπης ἀποφοιτήσαντες, καὶ τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σὺ, καὶ λίθῳ· Σὺ ἐγέννησάς με· καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες· οὗτοι τοιγαροῦν ὑπὸ ὄνων τε καὶ καμήλων τὸν περιλειφθέντα αὐτοῖς ἀπεκόμιζον πλοῦ τον πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ' εἰς αἰσχύνην καὶ ὄνειδος. Ἀνόνητον γὰρ παντε- λῶς τὸ χρῆμα αὐτοῖς, καὶ ματαία γέγονεν ἡ παρά- κλησις, τοῦτ' ἔστιν, ἣν ἐνόμιζον εἶναι παραμυθείαν αὐτοῖς. Συναπολώλασι γὰρ, ὡς ἔφην, τοῖς τῶν Αἰγυ- πτίων οἰκοῦσι χώραν, κατὰ κράτος καὶ αὐτὴν ἀνῃρη- κότος τοῦ Ναβουχοδονόσορ. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, κἂν εἰ ὀργὴν ἐπάγοι τισίν. Πᾶσα μὲν γὰρ εἰκαία σκέψις αὐτοῖς. ∆ιασώσει δὲ τὸ σύμπαν, οὐδὲν τοὺς καθ' ὧν ἂν γένοιτο. "6Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;"6 κατὰ τὸ γεγραμμένον. 9Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα. καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα, καὶ ἕως εἰς τὸν αἰῶνα. Ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις· Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι· Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλ- λετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ' ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ' ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ.9 Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων γρα- φῆναι αὐτὰ ποιεῖσθαι προστέταχε, καὶ ἀποσημήνα- σθαι κελεύει. Συμβήσεται γὰρ, φησὶν, εἰς ἡμέρας καιρῶν· ἀξιωθήσεσθαι δὲ καὶ μνήμης αὐτὰ τῆς εἰς αἰῶνα. Καὶ ἀληθὴς ὁ λόγος. Ἔσται γὰρ ἀεὶ γνω- ρίσματα προφητῶν, καὶ μέχρις αὐτῆς συντελείας τοῦ παρόντος αἰῶνος. Ἀποσημῆναι δεῖ οὖν, φησὶ, καὶ γάρ εἰσι λαὸς ἀπειθής. Ἔσται δὴ τὸ χρῆμα πρὸς ὠφέλειαν αὐτοῖς. Εἰ γὰρ ἀπειθήσειαν τοῖς ἐσομένοις κατ' ἐκεῖνο τοῦ καιροῦ προφήταις ἁγίοις ἐντραπή- σεσθαι καὶ μάλα εἰκὸς αὐτοὺς τὸ προειρῆσθαι ταῦτα καὶ διὰ σοῦ. Ψευδεῖς δὲ αὐτοὺς ὀνομάζει καθάπερ ἐγῷμαι πάλιν διάτοι τὸ μὴ τηρῆσαι τῷ Θεῷ τὸ γνή- σιον εἰς εὐσέβειαν, ψεύσασθαι δὲ τὴν ὑπόσχεσιν, ἣν πεποίηνται κατὰ καιροὺς τοὺς διὰ Μωσέως αὐτοῖς ὁρίζοντος νόμους ἐν τῷ ὄρει Σινᾷ τῶν πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Εὑρήσομεν γὰρ σαφῶς εἰρηκότας· Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα. Παρεγγυῶντος τοιγαροῦν τοῦ νόμου καὶ λέγοντος· "6Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·"6 παρ' οὐδὲν πεποίηνται τὴν ἐντολήν· λελα- τρεύκασι γὰρ εἰδώλοις. Ταύτῃτοι καὶ μάλα εἰκότως υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς. Ψάλλει δέ που καὶ ὁ ∆αβὶδ καί φησιν· "6Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ·"6 καὶ μὴν καὶ ὡς ἐκ προσώπου Χριστοῦ, "6Υἱοὶ ἀλλότριοι, φησὶν, ἐψεύσαντό μοι."6 Πρόφασις δὲ τῆς τοιᾶσδε νόσου γέγονεν αὐτοῖς τὸ μήτε τινὸς αἰδοῦς ἀξιοῦν τὸν νόμον, ἀτιμάζειν δὲ καὶ αὐτοὺς τοὺς τῶν ἁγίων προφητῶν λόγους. Καὶ τοῦτο διδάσκει λέγων· Οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις μὴ ἀπαγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁρόματα ὁρῶσι· Μὴ λαλεῖτε ἡμῖν, ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ταύτης ἡμᾶς ἀποστρέψατε τῆς ὁδοῦ, καὶ ἀφέλετε ἀφ' ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Πολλοῖς μὲν γὰρ καὶ πλειστάκις ἁγίοις προφήταις ἐπεφύοντο πικροὶ, ταυτὶ βοῶντες καὶ λέγοντες οἱ ἐξ Ἰσραήλ. Ἴδοι δ' ἄν τις αὐτὸ καὶ μάλα ἐναργῶς, ὅτε παρακαλοῦντος Ἱερεμίου μὴ καταβαίνετε εἰς Αἴγυπτον, πρὸς ταῦτα ἔφησαν αὐτοὶ ψευδῆ, Οὐκ ἀπέστειλέ σε Κύριος, ἀλλ' ἢ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, καὶ τὰ ἑξῆς. 9Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπί- σατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποι- θὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ· διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παρα- χρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα παρέστη τὸ πτῶμα· καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὤστε μὴ εὑρεῖν ἐν αὐταῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς μικρὸν ὕδωρ.9 Ὅτι πάντη τε καὶ πάντως εἰς παγχάλεπον αὐτοῖς ἐκβήσεται πέρας τὸ ἀπειθεῖν ἑλέσθαι ταῖς τῶν ἁγίων προφητῶν νουθεσίαις· ἐλπίδα τε ποιεῖσθαι τὸ ψεῦδος, καὶ τὸ εἰς νοῦν ἧκον ἀπερισκέπτως κρατύνειν ἐπιχειρεῖν, πειρᾶται διδάσκειν. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν ἐπετιμήσατε λόγοις, πλάνησιν αὐτοὺς ὀνομάζοντες, καὶ φάσκοντες ἀνοσίως· Ἀφέλετε ἀφ' ἡμῶν τὸ λόγιον Κυρίου, ταύτῃτοι καὶ ὡς ἁλούσης πόλεως τεῖχος ἐπιπεσεῖται ἡμῖν ἡ ἁμαρτία αὕτη, καὶ τοῦτο παραχρῆμα, τοῦτ' ἔστιν, οὐκ εἰς μακράν· πό- λεως δέ φημι τῆς οὕτω συντετριμμένης, ὡς ἂν εἰ καὶ ἀγγεῖον ὀστράκινον εἰς λεπτὰ συνθράνοιτο, ὡς τῶν συνθραυσμάτων ἕκαστον ἀχρεῖον εἶναι παντελῶς, μηδένα δύνασθαι μήτε πῦρ ἐν αὐτῷ διακομίσαι ποι, μήτε μὴν ὕδατος βραχεῖαν σκεδᾶσθαι συλλογήν. Αἰνίττεται δὲ διὰ τούτων, ὅτι τοσαύτη τοῖς ἀπειθή σασιν ἐν σκήψει δίκη καὶ ἐφαλεῖται συμφορὰ, ὡς εἰς ἐσχάτην αὐτοὺς κατακομίσαι ταλαιπωρίαν. Εὑρίσκε- σθαι δὲ παντελῶς ἐν αὐτοῖς οὐδένα τὸν ἔξω μεμενη- κότα τοῦ μὴ πρὸς λῆξιν ἐλάσαι κακῶν. 9Οὕτως λέγει Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτι ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις.9 Τὴν ἁπασῶν ἐσχάτην αὐτοῖς ἐπαρτήσας δίκην, καὶ τοῖς τῶν ἐσομένων δείμασι προκαταπτοήσας χρησίμως δείκνυσιν εὐθὺς καὶ τῆς ἐπ' αὐτῆς ὀργῆς τὴν αἰτίαν, καὶ τῆς σωτηρίας τὴν ὁδόν. Χρηστὸς γάρ ἐστι καὶ φιλάνθρωπος ὁ ∆ημιουργὸς, καὶ ὡς αὐτός πού φησι διὰ φωνῆς Ἰεζεχιὴλ, "6Οὐ θέλει τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν."6 Κολάζεται τοίνυν ὁ Ἰσραὴλ ὡς τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρό- πως ἀποδραμὼν, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προστεθειμένος, πλὴν ἐφίησιν ἑλομένῳ μετανοεῖν, ἔξω φέρεσθαι τοῦ κακοῦ. Ὅταν γὰρ, φησὶν, ὡς ἐξ ὁδοῦ φαύλης τε καὶ μιαρᾶς ἀποστρέψῃς τοῦ χρῆναί φημι τῇ κτήσει προσκυνεῖν, καὶ ξύλῳ καὶ λίθῳ προσάγειν τὸ σέβας, τότε σωθήσῃ, καὶ πρός γε τοῦτο μαθήσῃ λοιπὸν ὅποι ποτὲ ἦσθα φρενῶν, μᾶλλον δὲ ἀμαθίας πεποιθὼς ἐπὶ τοῖς ματαίοις. Εἰ γὰρ ἑαυτοῖς ἐπαρκεῖν οὐχ οἷοί τε, πῶς ἂν ἑτέροις χαρίσαιντο τὴν ἐπικουρίαν; Τί γὰρ εἴδωλον τὸ ἀδρανέστερον. Εἰσὶ γὰρ ἄψυχος ὕλη, καὶ ἕτερον οὐδέν; οἱ τῶν πλανωμέ- νων θεοί. 9Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη, καὶ οὐκ ἐβού- λεσθε ἀκούειν. ἀλλ' εἴπατε· Ἐφ' ἵππων φευξό- μεθα· διὰ τοῦτο φεύξεσθε, καὶ ἐπὶ κούφοις ἀνα- βάταις ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. ∆ιὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πολλῶν, φεύξονται πολλοὶ, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ' ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.9 Καίτοι γὰρ διὰ πείρας ἀνόνητον εὑρηκότες τὴν εἴς γέ φημι τοὺς νομισθέντας εἶναι θεοὺς ἐλπίδα, καὶ τὴν ἰσχὺν αὐτῶν ὁρῶντες ματαίαν, οὐδὲν ἧττον ἀπειθεῖς μεμενήκατε, φησίν. Ἀκούοντες γὰρ μὴ κατελθεῖν εἰς Αἴγυπτον, τιμῆσαι δὲ πίστει τὸν δια- σώζειν ὑπισχνούμενον, οὐκ ἠθέλετε ἀκούειν, ἀλλ' εἴπατε, Ἐφ' ἵππων φευξόμεθα, καὶ ἐπὶ κούφοις ἀνα- βάταις ἐσόμεθα. Ὠήθητε γὰρ, ὡς ἀπόχρη πρὸς σω- τηρίαν ὑμῖν τὸ τῆς Ἰουδαίας ἀποδραμεῖν. Ἀλλὰ κοῦφοι, φησὶν, ἔσονται οἱ διώκοντες ὑμᾶς, τοῦτ' ἕστι, πτηνοὶ καὶ ὀξεῖς, δεινοὶ δὲ οὕτω καὶ φοβεροὶ παρ' ὑμῖν, καὶ εἰς τοῦτο δειλίας κατοιχήσεται τῶν ἀνηκόων ὁ νοῦς, ὡς ἑνὸς τῶν πολεμίων καὶ μόνον ἀναβοήσαντος τραπέσθαι χιλίους εἰς φυγήν. Εἰ δὲ δὴ καὶ πέντε καταλήξειαν τῆς Ἰουδαίων φάλαγγος φεύξονται πολλοί· ἐπίσημον δὲ οὕτως ὑπομενοῦσι τὴν ταλαιπωρίαν, ὡς περίοπτον γενέσθαι, καὶ οὐδενὶ τὸ σύμπαν ἀγνοουμένην, ὁρωμένην δὲ οὕτως καθάπερ ἀμέλει καὶ ἱστὸν εἴ τις ἐπ' ὄρους ἀναστήσειεν, ἢ καὶ σημαίαν ἐπὶ βουνοῦ. Σημαίαν δὲ καὶ ἱστόν φη- σιν εἶναι τὸ ἐν βουνοῖς, ἢ γηλόφοις ἐγειρόμενον ξύ- λον σημεῖα τινὰ φοροῦν, δι' οὗ σημαίνουσι τοῖς στρα- τεύμασιν οἱ καθηγεῖσθαι λαχόντες, ἢ ὅτι νενικήκασι, καὶ τὰ τῆς μάχης αὐτοῖς εὖ ἔχει τυχὸν, ἤγουν ὅτι χρὴ συναγείρεσθαι πρὸς αὐτοὺς, ἵνα τι τῶν ἁγίων ἀκού- σειαν. 9Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς· καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ ποῦ κα ταλήψετε τὴν δόξαν ὑμῶν;9 Ἐλπίδα πάλιν τετήρηκε τοῖς ἐξ Ἰσραήλ. Σέσωται γὰρ τὸ κατάλειμμα. Οὐ γὰρ ὁλόῤῥιζος, φησὶν, ὁ ἠγα- πημένος οἰχήσεται πρὸς ἀπώλειαν, οὔτε μὴν ἐπιλή- σεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, καθά φησιν ὁ μακά- ριος ∆αβὶδ, ἀλλ' ἔσται τὸ ὄνομα αὐτοῦ δεδοξασμένον καὶ ὑψηλὸν, ὅταν ὑμᾶς ἐλεήσῃ. Ἀλλ' ἐρεῖς, ὅτι Καίτοι πῶς οὐκ ἦν ἀγαθοῦ τὸ μηδ' ὅλως τὴν δίκην ἐπενεγ- κεῖν; Ἀλλ' ἐννοεῖν ἀκόλουθον, ὅτι πρὸς τὸ εἶναι χρη- στὸς καὶ κριτής ἐστιν. Ἔργον δὲ τοῦ κρίνοντος ὀρ θῶς τε καὶ ἀδεκάστως τὸ ἀναλόγως τοῖς ἑκάστου πταίσμασιν ἐπιμετρεῖν τὰς δίκας. Ἀγαθοῦ δὲ πάλιν τὸ καὶ ἡμέρῳ νεύματι μεταπλάττειν ἐπὶ τὸ ἄμεινον τοὺς κεκολασμένους. Ὑμεῖς δὲ, φησὶ, ποῦ καταλεί- ψετε τὴν δόξαν ὑμῶν; Ἀντὶ δὲ τοῦ, καταλείψετε, τὸ, καταλειφθήσεται, φησίν. Ἀδιαφορεῖ γάρ ἐσθ' ὅτε περὶ τὰς λέξεις ἡ θεόπνευστος Γραφή. Ὀνειδίζει τοι- γαροῦν αὐτοῖς ὅτι τὴν ἑαυτῶν δόξαν τὸ εἶναι Θεοῦ καὶ λέγεσθαι, κλῆρος γὰρ ἦσαν αὐτοῦ, οὐδενὸς πεποίην- ται λόγου. Καταλελοίπασι γὰρ αὐτὴν μεταπίπτοντες εἰς τὰ αἰσχίω, καὶ λατρεύσαντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀπειθοῦντες μὲν προφήταις ἁγίοις, ἀλο- γήσαντες δὲ καὶ αὐτῆς τῆς παρὰ Θεοῦ σωτηρίας, καὶ ψευδῆ, καὶ ἀνόητον ἐλπίδα τὴν ἐπ' ἀνθρώποις τετιμηκότες. Καταβεβήκασι γὰρ, ὡς ἔφην, εἰς τὴν Αἰγυπτίων. 9Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· Ἐλέησόν με. Ἐλεήσει σε· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπή- κουσέ σου.9 ∆όξαν ὀνομάσας τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, διαδείκνυσιν ὅτι τὸ μὴ ἐθέλειν ἀποφοιτᾷν αὐτοῦ, προσερηρεῖσθαι δὲ μᾶλλον αὐτῷ διὰ τῆς εἰς πᾶν ὅτι οὖν εὐπειθείας καὶ ὑποταγῆς, πάντη τε καὶ πάντως ἀποφαίνει μακαρίους. Ὅτι δὲ κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, πολλοὶ μεταγνώσονται τῶν ἐξ αἵματος Ἀβραὰμ, καὶ δικαιούμενοι διὰ πίστεως, καὶ ἁπάσης ἁμαρτίας ἀπηλλαγμένοι, τὸν διὰ τοῦ πνεύματος καταπλουτή σουσιν ἁγιασμὸν, διδάσκει λέγων, ὅτι Λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει. Κλαυθμῷ γὰρ ἔκλαυσε, φησὶν, Ἱερου-σαλὴμ, Ἐλέησόν με. Ἐπειδὴ δὲ πρόθυμος εἰς φιλαν-θρωπίαν, ἑτοιμότατά τε κατοικτείρειν ὁ τῶν ὅλων Θεὸς εἰδὼς, Ἐλεήσει σε, φησὶν, ἔσται δὲ καὶ τῆς σῆς κατήκοος κραυγῆς· ἅμα τε γὰρ μετανοοῦντα τεθέαν- ται, καὶ ἀμελητὶ κατένευσε τῆς ἀμνησικακίας τὴν χάριν. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς γε τὸ δοκοῦν τῷ πάντων ∆εσπότῃ, πάντες ἂν διεσώθησαν διὰ πίστεως τῆς ἐν Χριστῷ. Ἐπειδὴ δὲ οὐ προσήκαντο τὸν Λυτρω- τὴν, ταύτῃτοι δέδονται πρὸς ἀπώλειαν. Εἵλοντο γὰρ τοῦτο μᾶλλον αὐτοί. 9Καὶ δώσει ὑμῖν Κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενὸν, καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶν- τές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλὰ νῶντάς σε, καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λό- γους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά.9 Γέγονεν ἡμῖν εἰς δύναμιν ἄρτου ζωῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἔφη γὰρ ἐναργῶς· "6Ἐγώεἰμι ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν δι- δοὺς τῷ κόσμῳ. Ἀλλ' ἔστω καὶ ὕδωρ, οὐκ αἰσθητόν τε καὶ ἔνυλον, θεῖον δὲ μᾶλλον καὶ νοητόν. Κεχρη- μάτικε γοῦν ποταμὸς εἰρήνης, καὶ χείμαῤῥος τρυφῆς, καὶ τοῦτό φαμεν ψάλλοντος, καὶ λέγοντος τοῦ μακαρίου ∆αβὶδ ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ τῶν ἐν πίστει δεδικαιωμένων· ὅτι "6Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς."6 Ἄρτος οὖν ἄρα καὶ ὕδωρ τὸ ζωοποιὸν ὁ Χριστός· εὑρίσκεται δὲ σὺν ἱδρῶτι, καὶ πόνῳ. Τὰ γάρ τοι μεγάλα, καὶ ἐξαίρετα τῶν ἀγαθῶν, οὐ τοῖς ἀναπίπτουσι, καὶ τρυ- φῶσιν ἁλώσιμα γένοιτ' ἂν, ἀλλ' εἰ τοῖς εἰωθόσι παρ' οὐδὲν ἡγεῖσθαι τοὺς ἐπ' αὐτοῦ δὴ τούτῳ καὶ ἱδρῶτας καὶ πόνους οὕτως ἐζήτει τὸ Χριστοῦ μυστήριον ἀνα- μαθεῖν. Καὶ ὁ θεσπέσιος ∆αβὶδ ψάλλων τε καὶ λέγων· "6Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ."6 Γεγέννηται γὰρ ἐν Βηθ- λεὲμ ὁ Ἐμμανουὴλ, ἥτις ἐστὶν Ἐφραθά. Ἐπαγγέλλεται τοίνυν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ Ἰσραὴλ ἐπι- στρέφουσι πρὸς αὐτὸν ἄρτον διδόναι θλίψεως, καὶ ὕδωρ στενὸν, τοῦτ' ἔστι, ζωὴν τὴν ἐν Χριστῷ χαριεῖ- σθαι καὶ γνῶσιν τὴν περὶ αὐτοῦ, ἣν ἅν τις συλλέξαιτο, καὶ τοῖς τῆς ἑαυτοῦ διανοίας ἐναποκλείσειε θησαυ- ροῖς, οὐκ ἀναπίπτων εἰς τρυφὰς, οὐκ ἐξίτηλον ἔχων τοῦ βίου τὴν ἀγωγὴν, οὔτε μὴν τὴν πλατεῖαν καὶ εὐ- ρύχωρον βαδίζων ὁδὸν, εἰσερχόμενος δὲ μᾶλλον διὰ τῆς στενῆς πύλης τῆς ἀποφερούσης εἰς ζωήν. Τοῦτον οὖν ἄρα, φησὶν, εἰ λάβοις τὸν ἄρτον, τότε γενήσῃ καὶ ἀσφαλὴς, οὐκ εὔκολος εἰς παραφορὰν, οὐδὲ τοῖς τῶν πλανώντων λόγοις ἑτοίμως συναρπαζόμενος. Ὄψει γὰρ αὐτοὺς, καὶ ἀκούσῃ τῶν λόγων αὐτῶν. Πάλαι μὲν γὰρ ἀπό γε τοῦ δύνασθαι μὴ διακρίνειν τὰ παρ' αὐτῶν, ὁ ἐν ἴσῳ τεθεὶς τοῖς μηδὲ ὁρῶσιν ὅλως, μήτε μὴν ἀκούουσι τῶν λόγων τῶν εἰωθότων πλανᾷν· λαβὼν δὲ τὸν ἄρτον ὄψει δὴ πάντως αὐτοὺς, καὶ τίνες ἄρα τὴν ἕξιν εὖ μάλα συνήσεις· οἷα διαφέροντες ἁπλῶς, καὶ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά· οὐ γὰρ ἦν διάκρισις τοῦ πεφυ- κότος ἀδικεῖν. καὶ τοῦ μὴ τοιούτου, ἀλλ' οἷον ἀπερισκέπτως πρὸς πᾶν ὁτιοῦν ἀπεκόμιζον τῶν ἁπάντων οἱ λόγοι. 9Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα· λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.9 Πρέποι ἂν, οἶμαι, καὶ τοῦτο κατορθοῦν, ἑλέσθαι τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ μὴν καὶ αὐτοῖς τοῖς ἐξ αἵ- ματος Ἰσραήλ. Λυπεῖ δὲ οὐδὲν ἁρμόσαι λέγειν καὶ τοῖς ἐξ Ἑλληνικῆς ἰοῦσι πλάνης, τὸ, ∆ώσει ὑμῖν Κύ- ριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε. Οἱ μὲν τάλανες Ἰου- δαῖοι πονηροὺς ἐσχήκασι τοὺς καθηγητὰς, Γραμμα- τέας δὴ λέγω, καὶ Φαρισαίους, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀποκομίζειν ἤθελον, ἐξιστάντες μὲν τῆς Μωσέως ἐντολῆς, ἀναπείθοντες δὲ προσέχειν διδασκαλίαις καὶ ἐντάλμασιν ἀνθρώπων. Κατεγινώ- σκετο δὲ πρὸς τούτοις ὁ Ἰσραὴλ, ὡς ἐκβεβηκὼς εἰς τοῦτο φρενοβλαβείας, ὡς καὶ ἀψύχοις εἰδώλοις ἑλέ- σθαι προσκυνεῖν. Ἑλλήνων δὲ παῖδες ἀνοσίους ἐσχή- κασι διδασκάλους, οἳ ψυχικὴν καὶ δαιμονιώδη ἔχοντες σοφίαν, ἀναρίθμητον τῷ βίῳ δαιμονίων ὄχλον ἐκήρυ- ξαν, καὶ προσκυνεῖν τῇ κτίσει, παρὰ τὸν κτίσαντα. Λαβόντες δὴ οὖν τὸν ἄρτον τῆς ζωῆς καὶ τὸ ὕδωρ τὸ ζωοποιὸν, οὗτοί τε κἀκεῖνοι τῶν ἀρχαίων ἀπηλλάττοντο διδασκάλων, μᾶλλον δὲ τῶν πλανώντων αὐτοὺς, κατ- εγνωκότες δὲ τῆς ἀπάτης περιεῖλον τὰ εἴδωλα. ∆εδι καίωνται γὰρ διὰ πίστεως, μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες τῷ Σατανᾷ καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοὺς πάλαι παρ' αὐτοῖς νομισθέντας εἶναι ὑψη- λοὺς, τοὺς ψευδωνύμους λέγω θεοὺς, καταμυσαττόμε- νοί τε καὶ φεύγοντες, ὡς ἂν καί τι τῶν ἄγαν ἐστυγη- μένων καὶ εἰς ἐσχάτην τελευτώντων ἀκαθαρσίαν. Κό- πρου γὰρ καὶ ὕδατος ἀποκαθημένης, τί ἂν γένοιτο βδελυρώτερον; 9Τότε ἔσται ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός. Καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύ χωρον. Οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες καὶ οἱ ἐργα- ζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ.9 Ἐσχημάτισται μὲν ὡς ἀπό γε τῶν εἰωθότων γηπο- νεῖν ὁ λόγος, οἳ ἐπειδὰν ἀμφιλαφῆ τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταχεομένων ὑδάτων καταπλουτήσωσι τὴν φορὰν, τότε δὴ πάντως καὶ εὐκαρπίαν ἔχουσι πολλὴν, καὶ εἰς πλατύτητα ζωαρκῆ, καὶ αὐτὴν δὲ τοῖς κτήνεσι τὴν ἐξ ἀγροῦ κείρουσι πόαν· μεταπλάττεται δὲ πάλιν ἐκ τῶν αἰσθητῶν εἰς πνευματικὴν θεωρίαν τῶν προ- κειμένων ὁ νοῦς. Ἐπειδὰν γὰρ, φησὶ, τὸν ἄρτον τῆς θλίψεως καὶ τὸ ὕδωρ τὸ στενὸν δοθείη σοι παρὰ Θεοῦ, ὅταν ἴδῃς τοὺς πλανῶντάς σε, καὶ ἀποστήσῃς τὴν σεαυτοῦ διάνοιαν ἀπ' αὐτῶν, ὅταν ἐξάρῃς τὰ εἴδωλα, καὶ τῆς ἀληθοῦς θεογνωσίας εἰσδέξῃ τὸν φωτισμὸν, τότε καὶ ἐν εὐκαρπίαις ἔσῃ πνευματικαῖς. Ἔσται γὰρ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου. Ὑετὸν δὲ φησὶ τὴν διὰ τοῦ Πνεύματος νοητὴν παράκλησιν. ἣ τὰς τῶν σεβομένων Θεὸν καταπιαίνει καρδίας, καὶ μὴν καὶ εὐκάρπους ἀποτελεῖ. Ψάλλει μὲν γὰρ ὁ ∆αβὶδ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένων· "6Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου,"6 τὸ εὐ- αγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος, ὡς ἔφην, παράκλησιν. Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ἐξ προσ ώπου Θεοῦ, περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀμπελών· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἔσται τοίνυν ὑετὸς, φησὶ, τῷ σπέρματι τῆς γῆς σου. Ἀλλὰ καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρὸς, τοῦτ' ἔστιν, ὁ τῶν σῶν ἔργων καρπὸς εἰς ὄνησιν ἔσται. Τελεσφορηθή- σεται γὰρ, καὶ πίων ἔσται καὶ πολύς. Μαλαχίας μὲν γὰρ ὁ προφήτης τοῖς ἀποστήσασι τῶν ἐξ Ἰσραὴλ προσεφώνει λέγων· "6∆ιότι πλανῶν ἦν ὁ μόσχος σου Σαμάρεια, ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ κατα- στροφὴ αὐτῶν ἐκδέξεται αὐτά."6 ∆ράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. Ἕτερος δὲ πάλιν τῶν ἁγίων ἐπιπλήττει τισὶ καί φησι· Καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης· διὰ τοῦτο φυτεύσεις φύ- τευμα ἄπιστον. Ἀτελεσφόρητος γὰρ ὁ τῶν ἀνοσίων καρπὸς, ἀνόνητοι δὲ καὶ οἱ πόνοι, καὶ τῶν ἐπιχειρη- μάτων ἡ ἔκβασις οὐδὲν ἔχει τὸ ὀνησιφόρον. Ἔτι καρποί γε μὴν οἱ θεοφιλεῖς, οἷς μάλα ὀρθῶς ὁ θεσπέ- σιος Παῦλος ἐπεύχεται λέγων· "6Ὁ δὲ Θεὸς τῆς δι- καιοσύνης αὐξήσαι τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν."6 Προσεπάγει δὲ τούτοις ὁ προφήτης, ὅτι καὶ τὰ κτήνη κατανεμηθή- σονται τόπον πίονα καὶ εὐρύχωρον· κτήνη δὲ οἶμαι λέγειν αὐτὸν τάχα που τοὺς ὀλιγογνώμονας, καὶ ἀκεραιοτέρους, οἳ βραδεῖς μέν εἰσι τὴν διάνοιαν, κε κλημένοι δὲ ἅπαξ εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς πίστεως νοητὰς εὑρήσουσι τροφὰς, καὶ εἰς τόπον πίονα κατα- νεμηθήσονται, τοῦτ' ἔστι, τὴν θεόπνευστον Γραφὴν, τὴν εὐρυχωρίαν ἀληθῶς. Πλατεῖα γὰρ καὶ πολλὴ καὶ τρέχουσα πρὸς εὐσέβειαν. Τοὺς δέ γε ταύρους, ἤτοι τοὺς βοῦς τοὺς ἐργαζομένους τὴν γῆν, φάγεσθαί φη- σιν ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ, τοῦτ' ἔστιν, ἐν εὐτροφίαις ἔσονται πνευματικαῖς. Καὶ τῶν στερεῶν ἀναπιμπλάμενοι μαθημάτων ἐργά- σονται τὴν γῆν. Ταύρους δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τὸ θεῖον ἱερουργοῦντας κήρυγμα καὶ εὐ- αγγελιζομένους δυνάμει πολλῇ. Καὶ πιστώσεται εἰς τοῦτο πάλιν ἡμᾶς ὁ πάνσοφος Παῦλος, τὴν νομικὴν ἐντολὴν νοήσας πνευματικῶς. Ἔφη γὰρ, ὅτι "6Γέγρα- πται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα."6 Προσεπάγει δὲ, "6Μὴ τῶν βοῶν μέλλει τῷ Θεῷ;"6 Ἢ δι' ἡμᾶς πάν- τως λέγει; Οὐκοῦν ὡς ἀπό γε τῆς ἀρίστης τῶν μό σχων τροφῆς διαμορφοῖ τὰ πνευματικὰ, καὶ νοεῖν ἐφ- ίησιν, ὅτι τοῖς ἐξειλεγμένοις, καὶ οἷά τινα γῆν εὔκαρπον ἀποφαίνουσι τοὺς λατρεύοντας τῷ Χριστῷ, ἡ παγκαλής τε καὶ στερεὰ παρακείσεται τροφή. Ἔδει γὰρ, ἔδει τοὺς λαῶν ἡγουμένους προαναπελάσθαι τῶν διὰ τοῦ πνεύματος ἀγαθῶν, ἵνα ἔχοιεν ὠφελεῖν τοὺς ὑπεζευγμένους 9Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ, καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι.9 Καὶ τοῦτο συνήσεις πνευματικῶς. Βουνοὺς γὰρ καὶ ὄρη τοὺς ἁγίους εὐαγγελιστάς φησι καὶ ἀποστόλους, καὶ τοὺς ἄλλους δὲ ἅπαντας, οἳ μετ' ἐκείνους γεγό- νασι τῶν ἁγίων Ἐκκλησιῶν ἐπιμεληταὶ, καὶ τῶν θείων μυστηρίων ἱερουργοὶ, οἳ φρονοῦσι μὲν τῶν ἐπιγείων οὐδὲν, ὑψοῦ δὲ ὥσπερ ᾐρμένοι. Γέγραπται γὰρ ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, τὸν θεῖον δὲ καὶ οὐράνιον ἐκ τῆς ἑαυτῶν διανοίας οἷά περ ἀπὸ πηγῆς ἀναβρύουσι λόγον, προκαταπλουτοῦντες ἄνωθεν αὐτοὶ τὴν χάριν. ∆αψιλὲς δὲ τὸ ὕδωρ τοῦτο, πολλὰ γὰρ τὰ ὄρη, τοσοῦτοι δὲ καὶ οἱ βουνοὶ, καὶ νάμα τὸ ἐξ αὐτῶν γλυκὺ καὶ ἀμφιλαφὲς πανταχῆ. Πλὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται, φησὶ, καὶ τοῦτο. Ἡμέραν δὲ ὀνομάζει πάλιν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρόν· καθ' ὃν ἀνεδείχθησαν μὲν οἱ περὶ ὧν ὁ λόγος, ἀπολώλασι δὲ πολλοὶ καὶ καθῄρην- ται πύργοι, τοῦτ' ἔστιν, οἱ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Καίτοι γὰρ τῶν ἄλλων ἁπάντων ὑπερηγμένοι διά τοι τῆς ἱερωσύνης τὴν δό- ξαν, καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα, δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ τὸν ἀποφήναντα αὐτοὺς ὑψηλοὺς ἀπεκτόνασι, καὶ πρός γε τούτῳ πεπλανήκασι τοὺς ὑπὸ χεῖρα λαούς. Πεπτώκασι δὲ καὶ ἕτεροι πύργοι, τὰ τῶν ἀνοσίων πνευμάτων ὑπέροπτα στίφη. 9Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.9 Βούλονταί τινες τῶν ἐξηγητῶν τὴν τῶν προκειμέ- νων διάνοιαν ἀποφέρεσθαι δεῖν ἐπὶ τὸν τῆς συντε- λείας τοῦ αἰῶνος καιρόν. Τότε γὰρ, φασὶν, ἐν προσ- θήκῃ φωτὸς, καὶ αὐτὰ γενήσονται τὰ στοιχεῖα, τὰ φωτίζειν πεφυκότα. Ἀλλ' εὑρήσομεν τὸ Γράμμα λέγον τὸ ἱερὸν, ὅτι "6Σκοτισθήσεται μὲν ὁ ἥλιος τὸ τηνικάδε, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς."6 Πεσοῦνται δὲ καὶ τὰ ἄστρα ὡς πίπτει φύλλα ἀπὸ συκῆς. Παρέντες δὴ οὖν τὸ οὕτω χρῆναι νοεῖν, μᾶλλον ἐκεῖνο φαμέν. Οὐ γὰρ ὅτι τοῖς στοιχείοις προσθήκη φωτὸς ἔσται, φησί. Σελήνην δὲ μᾶλλον ὀνομάζει τοὺς ἐν φωτὶ τῷ τῆς σελήνης διατρίβοντας, καὶ οἷον νόθως τε καὶ μετρίως κατηυγασμένους. Οὗτοι δ' ἂν εἶεν οἱ κατ' ἄνθρωπον ἐμφύτῳ τε καὶ τῇ ἐν ἡμῖν φρονήσει μόνῃ διαζῇν εἰωθότες, οὔπω γε μὴν τὸν ἄνωθεν κατα- πλουτήσαντες φωτισμὸν, ὁποῖοί τινες εἰσὶν οἱ οὔπω τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνωκότες, ἀλλ' ὡς ἐν νυκτὶ μένοντες, πλὴν μετρίαν ἔχοντες αὐγὴν, ἣν κατεβάλετο τῇ ἀνθρώπου φύσει Θεὸς, ἐξ αὐτῆς τῆς κατασκευῆς. Οὗτοι τὸ τῆς ἀληθοῦς θεογνωσίας δεξά- μενοι φῶς, οὐχ ὡς ἐν νυκτὶ μένουσιν ἔτι βραχύ τε καὶ σεληναῖον ἔχοντες φῶς, ἀλλ' ὡς ἐν ἡμέρᾳ λοιπὸν ἀκτῖνα βλέποντες τὴν ἡλιακήν. Οἱ δέ γε ὄντες ὡς ἐν ἡμέρᾳ καὶ οἷον ἡλίῳ καταλαμπόμενοι, διά γε τοῦ τὸν φύσει Θεὸν εἰδέναι, πολλαπλασίονα τὸν ἐπὶ τούτῳ λήψονται φωτισμόν. Τοιοῦτοί τινες ἦσαν οἱ νομοΐστο- ρες, ἔχοντες μὲν ὥσπερ εἰς νοῦν ἡλιακῆς ἀκτῖνος ἀπαύγασμα, κατά γέ φημι τὸ εἰδέναι τὸν τῶν ὅλων ∆ημιουργὸν καὶ Κύριον. Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Οὔπω γεμὴν συνίεσαν ἀκριβῶς τὸν νόμον. Ἐπιλάμψαντος δὲ τοῦ Χριστοῦ, προκοπτούσης αὐτοῖς τῆς γνώσεως ἐπὶ τὸ ἄμεινον, καὶ θεωρουμένου λοιπὸν τοῦ νόμου πνευματικῶς, μονονουχὶ καὶ ἑπταπλάσιον ἔσται τὸ ὃν ἐν αὐτοῖς τοῦ ἡλίου φῶς. Ἥλιος γὰρ δι καιοσύνης, ὁ τῶν ὅλων Θεὸς καὶ ὑπάρχων, καὶ νοού- μενος, καὶ αὐτὸς ὢν ἡ πᾶσα σοφία. Ἔλαμψε δὲ διὰ τοῦ νόμου τοῖς ἐξ Ἰσραήλ. Ἐξεκόμισε γὰρ ὡς ἐξ ἀχλύος ἀρχαίας τῆς ἐν Αἰγύπτῳ πλάνης. Νοῆσαί τε καὶ ὁμολογεῖν παρεσκεύασεν ὅτι δὴ μόνος αὐτὸς εἴη ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος. Ἀλλ' ἔσται ταῦτα, φη- σὶν, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πλάνης σου ἰάσεται. Συν- τετριμμένους γὰρ ἡμᾶς, καὶ ἐν ὀδύνῃ πληγῆς ὄντας· ἐπῄρτητο γὰρ ὁ τοῦ κολάζεσθαι φόβος Ἕλλησί τε καὶ Ἰουδαίοις· ἰάσεται Χριστός. Ἦμεν δὲ τρόπον τινὰ παρειμένοι τὸν νοῦν, καὶ ἀδρανῆ, καὶ ἔκλυτον εἰς τὰ τῆς δικαιοσύνης ἔργα τὴν διάνοιαν ἔχοντες. Ἀλλ' οὐ μεμενήκαμεν ἐν τούτοις. Ἐχαρίσατο γὰρ τὴν ἄκεσιν ὁ τῶν ὅλων Θεὸς, ἀπέφηνε δὲ καὶ νόσου τῆς ἀρχαίας ἀπηλλαγμένους καὶ εὐσθενεστάτους ἄγαν, εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων καὶ πίστει τῇ εἰς Χριστὸν δεδικαιωμένους· δι' οὗ καὶ μεθ' οὖ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΤΟΜΟΣ Γʹ.}1

9Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ χρόνου ἔρχεται πολ- λοῦ, καιόμενος ὁ θυμὸς μετὰ δόξης· τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες· καὶ ὀργὴ τοῦ θυμοῦ αὐτοῦ ὡς πῦρ ἔδεται. Καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σύρον, ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήψεται αὐτοὺς κατὰ τὸ πρόσωπον αὐτῶν.9 Ἑπταπλάσιον ἔσεσθαι τοῦ ἡλίου τὸ φῶς τοῖς εἰς Χριστὸν πιστεύουσιν εὖ μάλα διειρηκὼς, κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἰάσηται τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, προσεπάγει χρησίμως, ὅτι καὶ κατὰ τοῦ συντρίψαντος Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ δαιμονίων ὁ θεῖος ἔσται θυμός. Οὐ γὰρ ἔμελλον ἀκατάληκτον ἥξειν τὴν καθ' ἡμῶν τυραννίδα, καὶ ἀκατάσειστον τὴν ἰσχὺν, ἐπιλάμψαντος μάλιστα τῷ τῶν ἀνθρώπων γένει τοῦ πάντων Σωτῆρος Χριστοῦ. Γέγονε δὲ τῆς προφητείας ὁ λόγος, οὐχ οἷον γυμνός τε καὶ ἀναμ- φίεστος, κατεσκιασμένος δὲ μᾶλλον καὶ βαθύς. Ἐσχη μάτισται μὲν γὰρ ὡς περὶ τῶν Ἀσσυρίων, οἳ πε- πορθήκασι μὲν τὴν Ἱερουσαλὴμ, εἷλον δὲ ἅπασαν τὴν Ἰουδαίαν, καὶ δορύληπτον ἔχοντες τὸν ἠγαπη- μένον Ἰσραὴλ, ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, μονον- ουχὶ τῆς θείας δόξης κατορχούμενοι, καὶ οἰηθέντες ὅτι καὶ οὐχ ἑκόντος Θεοῦ κεκρατήκασι τῶν προσκυ- νούντων αὐτῷ. Καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τεί- χει προσπεφώνηκε λέγων, "6Μὴ ἀπατάτω ὑμᾶς Ἐζε- χίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς Ἰσραὴλ ἐκ χειρός μου. [Μὴ ῥυόμενοι ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;]"6 Καταλαζονευσάμενοι τοίνυν καὶ πολλὰ πεφλυαρη- κότες κατὰ τῆς ἀῤῥήτου δόξης ἁλοῖεν ἂν οἱ περὶ ὧν ὁ λόγος. ∆ιατελέσαντος δὲ τοῦ Ἰσραὴλ ἐν αἰχμα- λωσίᾳ καὶ ἐν δουλείᾳ τῇ παρ' αὐτοῖς ἔτος ἑβδομη- κοστὸν, ἐξείλετο πάλιν καὶ σέσωκεν ὁ τῶν ὅλων Θεός. Ἀνεκόμισε γὰρ εἰς τὴν Ἰουδαίαν, ἡγουμένων τὸ τηνικάδε Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγά λου. Οὐκοῦν δοκεῖ μέν πως τῆς προφητείας ἡ δύνα- μις, τό γε ἧκον εἰς τοὐμφανὲς τῶν συμβεβηκότων τοῖς Χαλδαίοις καὶ τῇ Βαβυλῶνι ποιεῖσθαι μνήμην. Αἱ δὲ ἀληθεῖς τῶν εἰρημένων ἔννοιαι κατὰ τοῦ νοη- τοῦ γεγόνασιν Ἀσσυρίου, τοῦτ' ἔστι, τοῦ Σατανᾶ, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμου, καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Ἥξει τοίνυν διὰ χρόνου πολλοῦ τὸ ὄνομα Κυρίου, φησί. Καὶ εἰ μὲν ἱστορικῶς τις ἕλοιτο νοεῖν, δι' ἐτῶν ἑβδομή- κοντα κατηλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ. Εἰ δὲ δὴ τὴν ἔσω καὶ κεκρυμμένην τῶν ἐννοιῶν διάξοι τρίβον, εἰσδέ ξεται κατὰ νοῦν, ὅτι πλεῖστον μὲν διατετέλεκε χρό- νον ὁ τῆς ἁμαρτίας εὑρετὴς, τῆς ἑαυτοῦ δυστροπίας τὸν ζυγὸν ἐπιτιθεὶς ἅπασι τοῖς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἰδίους ἀποφῆναι προσκυνητὰς, καὶ τοῖς τῆς ἁμαρ- τίας ἐγκαταδῆσαι βρόχοις. Ἀλλ' ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος διὰ χρόνου πολλοῦ, καὶ γέγονε καιόμενος ὁ θυμὸς μετὰ δόξης, καὶ τὸ λόγιον τῶν χειλέων αὐτοῦ λογίον ὀργῆς πλῆρες. Κῦρος μὲν γὰρ ὁ Καμβύσου, Θεοῦ παροτρύνοντος, καὶ ἐξαν- ιστάντος εἰς μάχην, κατεστράτευσε τῆς Χαλδαίων, εἷλέ τε κατὰ κράτος τὴν Βαβυλωνίων, καὶ οἷον ὀργὴ καὶ πῦρ γέγονεν αὐτοῖς, πάντας γὰρ ὥσπερ κατεδή- δοκε, καὶ ἀφόρητον ἔχων τὴν ἔφοδον, ὡς ὕδωρ ἐν φάραγγι σύρον ὤφθη τοῖς αὐτόθι, καὶ θορύβου καὶ ταραχῆς ἐνέπλησε πάντα τὰ Χαλδαίων ἔθνη, κατ- εγνωσμένα δικαίως ἐπὶ πλανήσει ματαίᾳ. Ὠήθησαν γὰρ, ὡς ἔφην, ὅτι καὶ ἄκοντος Θεοῦ κατεκράτησαν τῆς Ἰουδαίας. Κατέλαβε τοίνυν αὐτοὺς ἡ ματαία πλάνησις. Ἐπενήνεκται γὰρ αὐτοῖς παρὰ Θεοῦ τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ταῖς σφῶν αὐτῶν διολώλασι δυσσεβείαις· αὐτὸ δὴ τοῦτο πεπονθότα, καὶ τὸν ἀρ- χέκακον δράκοντα κατίδοι τις ἄν. Γέγονε γὰρ αὐτῷ τὸ λόγιον Κυρίου, λόγιον ὀργῆς πλῆρες. Προσετάτ- τοντο γὰρ εἰς τὴν ἄβυσσον ἀπελθεῖν, αὐτός τε καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. ∆εδαπάνηνται δὲ ὥσπερ καὶ ὑπὸ πυρὸς, καὶ ὡς ἐξ ὕδατος πολλοῦ κατασυρόμεναι τῇ δυνάμει τοῦ πνεύματος ἐν τοῖς κατωτάτω μυχοῖς. Συνεταράχθησαν γὰρ ἐπὶ πλανή- σει καὶ αὗται ματαίᾳ. Ἔφη μὲν γὰρ, ὅτι Γὴν οἰκου- μένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύ- ξεταί με ἢ ἀντείπει μοι. Ὠήθη δὲ ὅτι Θεὸς ἔστι κατὰ ἀλήθειαν, καὶ τὴν μόνῳ πρέπουσαν τῷ πάντων ∆η- μιουργῷ δόξαν εἰς ἑαυτὸν μεταθεὶς διηνεκῶς ἐνόμισε δύνασθαι κρατεῖν τῶν ἐπὶ τῆς γῆς. Ἐταράχθησαν τοίνυν ἐπὶ πλανήσει ματαίᾳ κατεγνωσμένοι, καὶ κατελήφθησαν ὑπ' αὐτῆς. ∆ίκη γὰρ αὐτοῖς, καὶ θυ- μὸς καὶ κόλασις ἐπηνέχθησαν, καὶ ταύτης ἔνεκα τῆς αἰτίας. 9Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡς εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ;9 Ἔφην ὅτι κατακρατήσαντες τῆς Ἰουδαίων χώρας οἱ Βαβυλώνιοι κατεχόρευον τῶν ἑαλωκότων, καὶ αὐτόν που τάχα τὸν θεῖον διαγελῶντες ναὸν ἀνοσιώτατα διετέ- λουν. Ἀλλ' ἥλωσαν καὶ αὐτοί· καὶ τίνα τρόπον, οὐκ ἀσυμφανές. Ὦ τοίνυν Ἀσσύριοι, φησὶ, μὴ ἐν παντὶ καιρῷ κατευφραίνεσθαι τῶν ἐμῶν ὀφείλετε προσκυ- νητῶν, καὶ πανηγύρεως ἀφορμὴν ποιεῖσθαι, ἐξείργον- τος οὐδενὸς εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου, καὶ μετὰ αὐλοῦ καὶ κιθάρας; Καὶ ταυτὶ μὲν ἱστορικῶς. Πρὸς δέ γε τὸν Σατανᾶν καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας εἰ λέγοιτο, τοῖόνδε τι νοήσεις· Εἰς μακροὺς ηὐφραίνετο χρόνους τῆς ἀῤῥήτου δόξης κατεπαιρόμενος, καὶ συνθραύων ἁγίους, καὶ τοῖς τῆς δικαιοσύνης ἐργάταις ἀγρίως ἀντιταττόμενος, καὶ οἷον καταμιαίνειν ἐπι- χειρῶν τὰ ἅγια τοῦ Θεοῦ, ἑορτήν τε καὶ θυμηδίαν τὸ χρῆμα ποιούμενος, καὶ τοῖς πλεονεκτουμένοις ἐπιγαν- νύμενος. Ἀλλ' ἐκπέπτωκε τῶν τοιούτων ὁ δείλαιος, Χριστοῦ κατωθήσαντος εἰς τὸ παρ' ἐλπίδα, καὶ τῆς καθ' ἡμῶν ἀποσοβήσαντος τυραννίδος. Πέπαυται τοί- νυν αὐτοῦ πᾶσα θυμηδία, καὶ εὐφροσύνη· ἔστησε τὴν καθ' ἡμῶν χορείαν, καὶ εἰς πᾶν τοὐναντίον μεταπε- φοίτηκε τῶν πραγμάτων ἡ φύσις. Ἡμεῖς μὲν γὰρ τέρψιν καὶ τρυφὴν πεποιήμεθα τὴν διὰ Χριστοῦ σω- τηρίαν, καὶ τὴν ἐν πίστει δικαίωσιν, καὶ τὸν διὰ τοῦ Πνεύματος ἁγιασμόν. Ὁ δὲ τοῦ κατάρχειν διημαρτηκὼς ἐν ἀκαταλήκτοις ἐστὶ δυσθυμίαις, καὶ τῆς ἑαυτοῦ δυναστείας κατολοφύρεται τὴν καταστροφήν. 9∆ιὰ γὰρ φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύ ριοι, τῇ πληγῇ ᾖ ἂν πατάξῃ αὐτούς. Καὶ ἔσται αὐτῷ κυκλόθεν ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοη- θείας, ἐφ' ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μετα- βολῆς.9 Τὸ, διὰ φωνὴν Κυρίου, φησὶν, ἀντὶ τοῦ, κελεύοντος τοῦ Κυρίου. Καὶ γὰρ ἡττήθησαν οἱ Ἀσσύριοι, καὶ ὑπὸ πληγὴν γεγόνασι τὴν ἐπενηνεγμένην αὐτοῖς, Κύρου καὶ Περσῶν καὶ Μήδων καταδῃούντων, ὡς ἔφην, καὶ ᾑρηκότων αὐτοὺς κατὰ κράτος καὶ βού- λησιν Θεοῦ. Ἀλλ' ἦσαν πρὸ τούτων ἐπ' αὐτοῖς * τὴν ἐλπίδα τοῦ δύνασθαι κατορθοῦν τὸ κατακρατεῖν εὐ- κόλως, ὧν ἂν ἕλοιντο χωρῶν καὶ λαῶν. Αὐτοὶ τοίνυν, φησὶν, ἐκεῖνοι, ἐφ' οἷς ἦν τοῖς Βαβυλωνίοις ἡ τῆς ἐπικουρίας ἐλπὶς, μονονουχὶ μεταβολὴν, καὶ ἀνάχυσιν τὴν εἰς πᾶν τοὐναντίον πεπονθότων αὐτοῖς τῶν πραγ- μάτων, μετὰ κιθάρας καὶ αὐλῶν, τοῦτ' ἔστι, χαίροντές τε καὶ ἑορτάζοντες πολεμήσουσιν αὐτῷ. Τοῦτο δ' ἂν ὁρῷτο γεγονὸς ἐπί γε τῷ Σατανᾷ καὶ τῆς τῶν ἀκα- θάρτων πνευμάτων ἀγέλης. Εἶχον μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ μυρίους τε ὅσους, μᾶλλον δὲ καὶ ἀναρι- θμήτους προσκυνητὰς, ἀλλὰ διὰ φωνῆς Κυρίου, τοῦτ' ἔστι, διὰ κηρύγματος Χριστοῦ, γεγόνασιν ὑπὸ πλη γὴν καὶ ἡττήθησαν, καὶ οὓς προσεδόκησαν ἔχειν ἐπικουροῦντας ἑαυτοῖς, οὗτοι παραδόξως εἰς πᾶν τοὐναντίον ὑπομείναντες τὴν μεταβολήν. Κέκληνται γὰρ διὰ πίστεως καὶ πεπολεμήκασιν αὐτοῖς. Καθ- ῄρηνται γὰρ τεμένη, κατεσείσθησαν βουνοὶ, καὶ πλη- θὺς ἀκαθάρτων δαιμόνων δεδαπάνηνται πυρὶ, καὶ τοῦ πάλαι κρατοῦντος κατεγνωκότες, Θεὸν τὸν φύσει καὶ ἀληθῶς Βασιλέα καὶ Κύριον ἐπεγράψαντο. Καὶ πεποίηνται περὶ πολλοῦ τὸ διὰ πάσης ἀρετῆς τὸν εὐδόκιμον ἀληθῶς καὶ ἐξαίρετον ἐπιτηδεύειν βίον, τὸ ἐν φαυλότητι ζῇν ῥιπτοῦντες ὡς ἀπωτάτω. 9Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ; Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; Φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ, καὶ ξύλα πολλά. Ὁ θυμὸς Κυρίου, ὡς φάραγξ ἀπὸ θείου καιομένη.9 Πολεμηθήσεσθαι τὸν Ἀσσύριον, ἀφ' ὦν ἦν εἰκὸς καὶ ἐπικουρεῖσθαι μᾶλλον προσδοκᾷν, καὶ ὅτι τὰ παντὸς ἐπέκεινα κακοῦ πείσεται λέγων, ἀναγκαίως ἐπιφέρει καὶ ταῦτα. Ἐπειδὴ γὰρ μακροὺς αὐτοῖς χρόνους ἀνεξικακήσας ὁρᾶται, καὶ μόλις ἐπενεγκὼν ἀφόρητα πεπλημμεληκόσι τὰς δίκας, ἀπολογεῖται τρόπον τινὰ, καί φησιν· Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαι- τηθήσῃ. Ἀνεξικακεῖ μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς πταίουσιν ἐπιδαψιλεύεται τὴν χρηστότητα, ἢ τάχα πως αὐτοῖς μετατεθεῖεν αἱ γνῶμαι πρὸς τὰ ἀμείνω, καὶ μετανοεῖν ᾑρημένοι, τὴν ὀφειλομένην αὐτοῖς διαδιδράσκωσι κόλασιν. Οὐδενὸς δὲ τούτων γεγενημένου, λοιπὸν ἐπάγει τὰ ἐξ ὀργῆς, οὐ πρὸ ἡμερῶν τοῦτο πράττων, ἀλλ' ὡς ἐν καιρῷ λοιπὸν καὶ οἷον εἰς μέτρον ἐλθούσης, τὸ ὅτι μάλιστα πρέ- πον τῇ γαληνότητι καὶ φιλανθρωπίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ. Οὐκοῦν, ὧ Ἀσσύριε, φησὶ, γέγονά σοι χρηστὸς, καὶ μακρόθυμος. Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ. ∆ῆλον δὲ ὅτι τὰς ἐφ' οἷς εἰς τοὺς ἐμοὺς πεπαρῴνηκας δίκας. Τοιοῦτόν ἐστι τὸ πρὸς τὸν μα- κάριον Ἀβραὰμ εἰρημένον· "6Οὐδέπω γὰρ ἀναπεπλή- ρωνται αἱ ἁμαρτίαι τῶν Ἀμωῤῥαίων ἕως τοῦ νῦν."6 Ἀλλὰ καὶ ὁ μακάριος προφήτης Ζαχαρίας γύναια τεθεᾶσθαι φησὶ, πτερυγωθέντα μὲν ἔποπος δίκην, ἀποφέροντα δὲ τὸ μέτρον, καὶ ὡς ἐν εἴδει γυναικὸς καθημένην ἐν μέσῳ τὴν ἁμαρτίαν. Συμμετρεῖ γὰρ ὁ νομοθέτης τοῖς ἑκάστου πλημμελήμασιν ἀναλό- γως τὰς δίκας. Ἀλλ' ᾠήθης, ὦ Ἀσσύριε, φησὶν, ὅτι καὶ σοὶ ἡτοιμάσθη τὸ διηνεκῶς βασιλεύειν, ἤτοι δύ- νασθαι κρατεῖν, καὶ ἀκράδαντον ἔχειν τὴν κατὰ πάντων πλεονεξίαν; Ἀλλ' ἐσφάλης τ' ἀληθοῦς· κλη- ρονομήσεις γὰρ μᾶλλον φάραγγα βαθεῖαν, καὶ ξύλα κείμενα, καὶ πῦρ. Ἔσται γὰρ οὕτως ἐπὶ σὲ καὶ ἐπὶ τοὺς σοὺς ὁ θυμὸς Κυρίου. Φαίην δ' ἂν, ὅτι ταυτὶ δὴ μάλιστα πρέποι ἂν καὶ αὐτῷ λέγεσθαι τῷ Σατανᾷ. Πεπλεονέκτηκε μὲν γὰρ τὴν σύμπασαν γῆν * ἐπιλάμ- ψαι Χριστόν. Ἐπειδὴ δὲ Θεὸς καὶ Κύριος ἐπέφανεν ἡμῖν, ἀπεσοβήθη μὲν οἷά τις παγχάλεπος θὴρ τῆς τῶν πιστευσάντων ἀγέλης, κατῴχετο δὲ καὶ εἰς ᾅδου πῦρ ἐκεῖ κληρονομήσων, καὶ φλόγας. Ἔσται γὰρ αὐτῷ ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιο- μένη. Οὐκοῦν οὐ πρὸ ἡμερῶν ἀπῃτήθη, καιροῦ δὲ λοιπὸν εἰς τοῦτο καλοῦντος αὐτόν· οὐ γὰρ ἡτοιμάσθη βασιλεύειν καὶ αὐτῷ διηνεκῶς, καθάπερ ἀμέλει καὶ τῷ πάντων Σωτῆρι Χριστῷ· ᾧ δὴ πρὸ ὑμῶν πρέποι ἂν λέγεσθαι τὸ διὰ φωνῆς τοῦ ∆αβίδ· "6Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου."6 9Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοή- θειαν, οἱ ἐφ' ἵπποις πεποιθότες, καὶ ἅρμασιν· ἔστι γὰρ πολλὰ καὶ ἐφ' ἵπποις πλήθη σφόδρα. Καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐζήτησαν. Καὶ αὐτὸς σοφῶς ἤγαγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ' οἴκους ἀνθρώπων πονηρῶν, καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων σάρκας, καὶ οὐκ ἔστι βοήθεια.9 Μεμαθηκὼς ὁ προφήτης τὰ τοῖς Ἀσσυρίοις συμβησόμενα κατὰ καιροὺς, καὶ ὅτι Περσῶν καὶ Μήδων καταδῃούντων αὐτοῖς τὴν χώραν πανολεθρεῖ καταφθαρήσονται, Θεοῦ δηλονότι κατεξανιστάντος αὐτοῖς τὸν Κῦρον, εἰς ἀνάμνησιν ἔρχεται τῆς ἀπει- θείας τῶν ἐξ Ἰσραήλ. Εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ αὐτὴν δὲ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἀπεκόμισέ τε τὸν Ἰσραὴλ αἰχμ-άλωτον, εἶτα τοῖς περιλελειμμένοις κατὰ τὴν Ἰουδαίαν ἐδίδου Θεὸς τὸν ἔλεον. Ἐπειδὴ δὲ ἤθελον μεταφοιτῆ- σαι πρὸς Αἰγυπτίους δεδιότες μὴ ἄρα πως καὶ εἰσαῦθις αὐτοῖς ὁ παρὰ τῶν Ἀσσυρίων ἐπενεχθείη πόλεμος, προσέταττεν ὁ σώζειν δυνάμενος, διὰ φωνῆς Ἱερεμίου, μὴ καταβαίνειν αὐτοὺς εἰς τὴν Αἰγυπτίων. Ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο γεγόνασιν ἀπειθεῖς, ᾠήθησαν δὲ ὅτι διασώσει μᾶλλον αὐτοὺς ἡ ἀνθρώ- πων ἐπικουρία, πεπτώκασιν ἐν Αἰγύπτῳ, καὶ ἄρδην ἅπαντες ἀπολώλασι. Ταλανίζει τοίνυν αὐτοὺς ὁ προ- φήτης· Οὐαὶ γὰρ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυ- πτον ἐπὶ βοήθειαν. Ἐθάρσησαν γὰρ οὐχὶ δὴ μᾶλλον τῷ πάντα ἰσχύοντι Θεῷ, ἀλλ' ἐφ' ἵπποις καὶ ἅρμασι· πλεῖστα γὰρ ἦν ἐν Αἰγύπτῳ. Ἀλλὰ σοφὸς ὢν ὁ τῶν ὅλων Θεὸς ἤγαγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ. Ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς αὐτοὺς τὰ ὑποτεταγμένα. Οὐκοῦν ἐπ' οἴκους ἀνθρώπων ἀναστήσονται πονηρῶν, τῶν καταπε- φευγότων εἰς Αἴγυπτον δηλονότι καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Εἴλοντο γὰρ ἐπίκουρον, φησὶν, Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν, ἵππων σάρκας. Ἐμφαντικώτατα δὲ φησὶν ὁ προφήτης, τῶν ἐξ Ἰσραὴλ ἐλέγχων τὸ ἀμαθές. Τί γάρ ἐστιν ἵππος ἢ ὅτι μόνη σάρξ; Ποία δὲ σαρκὸς ἡ δύναμις, τῆς οὕτως ἀσθενοῦς καὶ ὑποκειμένης τῇ φθορᾷ; Τοιοῦτόν τί φησι καὶ ὁ προφήτης Ἱερεμίας· "6Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ."6 "6Ἀγαθὸν γὰρ ἀληθῶς τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον."6 9Ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ' αὐ- τούς· καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.9 Ἐπεὶ γὰρ Αἰγύπτιοι τὴν ἀλάζονα καὶ ἀγέρωχον ὀφρῦν ὑψοῦντες, ἐδέχοντο μὲν τοὺς ἐξ Ἰσραὴλ, ᾤοντο δὲ ὅτι τῶν παρὰ σφίσι ψευδωνύμων θεῶν ἡ δύναμις ἐν ἀμείνοσίν ἐστι τοῦ τῶν Ἑβραίων Θεοῦ, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις· κεκρατήκασι γὰρ τῆς χώρας, καὶ συνδιολώλασι τοῖς οἰκοῦσιν αὐ- τὴν, οἱ αὐτόθι κατειλημμένοι τῶν ἐξ Ἰσραήλ. Ταύ- τῃτοί φησιν ἐπάξειν αὐτοῖς τὴν χεῖρα τὸν Κύριον, καὶ ὅτι πάντη τε καὶ πάντως κοπιάσουσι, τοῦτ' ἔστιν, ἀτονήσουσιν, οἱ τὴν ἄμαχον αὐτοῖς ἐπικουρίαν ὑπισχνούμενοι, καὶ ἅμα πάντες ἀπολοῦνται. 9Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ὃν τρόπον ἐὰν βοήσῃ λέων, ἢ σκύμνος ἐπὶ τῇ θήρᾳ, ᾖ ἔλαβε, καὶ κράξῃ ἐπ' αὐτῆς, ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν, καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν· οὕτω καταβήσεται Κύριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος Σιὼν, ἐπὶ τὰ ὄρη αὐ- τῆς. Ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει.9 Προσέῤῥιψε μὲν ὁ προφήτης μεταξὺ τὴν ἐπίπληξιν, τὴν ἐπί γε, φημὶ, τοῖς καταβαίνουσιν εἰς Αἴγυπτον, καὶ μὴν καὶ ἐπίκουρον ἔχειν ἑλομένοις Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεόν. Ἔφη δὲ ὅτι συνδιολοῦνται τοῖς ἐπαμύνειν ὑπισχνουμένοις. Εἶτα πάλιν ἀνακο- μίζει πρὸς τὸ ἐν ἀρχαῖς τὸν λόγον· εἰπὼν γὰρ, ὅτι φάραγγα βαθεῖαν κληρονομήσουσιν οἱ Ἀσσύριοι, προαφηγεῖται σαφῶς, ὅτι καὶ ἐπικουρήσει Θεὸς τοῖς εὐσεβομένοις αὐτὸν, καὶ ὑπεραθλήσει τῶν κατὰ τὴν Ἰουδαίαν, ἐφαλεῖται δὲ οὕτω τοῖς ἀδικεῖν ἐθέλουσιν αὐτὴν, καθάπερ ἀμέλει καὶ λέων ἐπὶ θήρᾳ μέγα τι καὶ ἐξαίσιον τοῖς ἀνθεστηκόσιν ἐπιβρυχώμενος. Φασὶ γὰρ τοῦτο τὸ θηρίον, λιμοῦ κατεξανιστῶντος αὐτὸ πρὸς τὸ δεῖν, ἢ βοῶν ἀγέλαις, ἤγουν ἑτέροις τῶν θρεμμάτων ἐπιπηδᾷν, προκαταπτοεῖν αὐτὰ δεινῷ καὶ φοβερωτάτῳ βρυχήματι, καὶ ἀφόρητον ποιεῖσθαι τοῖς ποιμέσι τὴν ἔφοδον. Οὕτως, φησὶ, καταβήσεται Κύ- ριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιὼν, τοῦτ' ἔστι, τὴν Ἱερουσαλὴμ, ἐπὶ τὰ ὄρη αὐτῆς. Ὡς ὄρνεα πετό-μενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλήμ. Νεοττοκομοῦσι μὲν γὰρ ἐν τοῖς ὄρεσι πτηνὰ, καὶ ἐν τοῖς δασέσι τῶν φυτῶν διαπήγνυνται καλιάς. Εἰ δὲ δή τις ἕτερος ὄρνις ἢ ὄφις ἀποσυλῆσαι βούλοιτο τῶν νεοττῶν, ὑπερμάχεται δεινῶς ἡ τεκοῦσα αὐτοὺς, καὶ τῆς ἐνούσης αὐτῇ φιλοστοργίας τὴν δύναμιν καθίστη- σιν ἐναργῆ, περιιπταμένη τε καὶ τρύζουσα καὶ μο- νονουχὶ πλείστην ὅσην τοῦ παραλύειν ἐθέλοντος ποιουμένη τὴν καταβολήν. Οὕτω, φησὶν, ὁ τῶν ὅλων Κύριος, ὑπερασπιεῖ τῆς Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. Γέγονε δὲ ταῦτα πε- πορθημένης τῆς Βαβυλῶνος, Κύρου τε ἀνέντος τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. Ὑπενόστησεν μὲν γὰρ, τὴν παρ' αὐτοῖς βασιλείαν διέποντος Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ τοῦ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἐπειδὴδὲ ἀνατειχίζειν ἤθελον τὴν Ἱερουσαλὴμ, ἐπεφύοντο μὲν τῶν ὁμόρων τινὲς διακωλύειν ἐθέλοντες· νενίκηκε δὲ οὐδεὶς, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. Γέγονε δὲ τοιαύτη καὶ ἐφ' ἡμᾶς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπι- κουρίας δύναμις. Εἷλε μὲν γὰρ αἰχμαλώτους ἅπαν- τας ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου· ἀλλ' ἐπεπήδησεν αὐτῷ Χριστὸς οἷά τις λέων, ἢ σκύμνος λέοντος, καὶ κατήργηκεν αὐτὸν τῷ ῥήματι τῆς δυνά- μεως αὐτοῦ. Κύριός ἐστι Σαβαώθ. Καὶ ἐπεστράτευ- σεν ἐπὶ τὸ ὄρος Σιὼν, τοῦτ' ἔστιν, ὑπερηγωνίσατο τῆς νοητῆς Σιὼν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, καὶ ὥσπερ τινὰ καλιὰν ἰδίαν σέσωκεν εὐσθενῶς. Ὁ μὲν γὰρ τῆς ἁμαρτίας πατὴρ ἐκ πολλῆς ἄγαν ὑπεροψίας ἔφασκε· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν· καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος συνήγαγε τοὺς πιστεύσαντας εἰς αὐτὸν, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ ἁπάσης ἔξω τέθεικεν ἐπιβουλῆς. Ἐξείλετο γὰρ, καὶ περιεποίησεν ἑαυτῷ τὴν σύμπασαν γῆν, καὶ σέσωκε τὴν ὑπ' οὐρανόν. 9Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βου- λευόμενοι, καὶ ἄνομον.9 Τοῦ Θεοῦ λέγοντος, ὡς ἐπιστρατεύσει μὲν ἐπὶ τὸ ὄρος Σιὼν, ἐφαλεῖται δὲ τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτὸν, ἀλκιμωτάτου λέοντος δίκην, προσεπάγοντος δὲ, ὅτι καὶ ὑπερασπιεῖ, καὶ περιποιήσεται, καὶ σώσει· πάλιν ὁ προφήτης κατα- κέκραγε τῶν πιστεύειν οὐκ ἀνεχομένων, ὅτι πανσθε- νής ἐστιν ἡ τοῦ Θεοῦ δεξιὰ, καὶ σώσει ῥᾳδίως, οὓς ἂν ἕλοιτο παρ' ἐχθρῶν. Ὦ τοίνυν, φησὶν, οἱ τὴν οὕτως αἰσχρὰν καὶ βδελυρωτάτην ἀπιστίαν νενοση- κότες, οἱ τὸν τῶν ὅλων καταλελοιπότες Θεὸν, καὶ τὰς ἐξ ἀνθρώπων ἐπικουρίας ἀσυνέτως ἐρανιζόμενοι, καὶ τὴν ἐπὶ τούτῳ σκέψιν ἄνομόν τε καὶ καταγέλαστον, οὐκ οἶδ' ὅπως, τετιμηκότες, ἐπιστράφητε πρὸς Θεὸν, βουλεύσασθε τὰ ἀμείνω, λέγετε καὶ ὑμεῖς· "6Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ."6 9Ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ, καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν, καὶ πεσεῖται Ἀσ- σούρ. Οὐ μάχαιρα ἀνδρὸς, οὐδὲ μάχαιρα ἀνθρώ- που καταφάγεται αὐτὸν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας. Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, πέτρᾳ γὰρ περιληφθήσονται, ὡς χάρακι, καὶ ἡττηθήσονται· ὁ δὲ φεύγων ἁλώσεται.9 Ἐπάνεισι καὶ νῦν ὁ λόγος ἐπὶ τὸν αὐτῷ προτεθέν- τα σκοπόν. Ὑπερασπιεῖ μὲν γὰρ, φησὶν, ὁ Κύριος τῆς Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, ὑπεραθλήσει τῆς ἑαυτοῦ Ἐκκλησίας, ἤτις ἐστὶν ἡ πόλις αὐτοῦ. Καὶ ἐξελεῖται τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ ἑαυτῷ περιποιήσει τούτους, καὶ ἴδιον καταλογιεῖται κλῆρον αὐτοὺς, καὶ πρός γε τούτῳ καὶ σώσει. Τίνα δὲ τρόπον; Ἀπαλλά ξουσι γὰρ ἑαυτοὺς τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλο- λατρίας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οὐκ ἔτι λατρεύσουσιν, εἴτ' οὖν εἶεν χρυσᾶ καὶ ἀργυρᾶ, εἴτ' οὖν καὶ καθ' ἕτερόν τινα τρόπον πολυτελῶς ἐκπεποιη- μένα. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἀν- επτόητο περὶ ταῦτα τῶν ἀνθρώπων τὸ γένος, καὶ οἱ μὲν τῇ κτίσει λελατρεύκασι, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἐκνενεμή- κασι, καθὼς ὁ προφήτης· Τὸ ἀργύριον αὐτῶν, καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα. Ἐπιλάμ- ψαντος δὲ τοῦ Χριστοῦ τῶν οὕτως αἰσχρῶν καὶ μυ- σαρῶν ἐγκλημάτων ἐλευθέρα γέγονεν ἡ σύμπασα γῆ. Καθῄρηνται γὰρ τεμένη, καὶ βωμοὶ, καὶ τὰ χειρο- ποίητα, καὶ γέγονεν ἐκποδὼν ἡ πάλαι τοῦ Σατανᾶ, πᾶσαν τὴν γῆν καταμιαίνουσα πλάνη. Ἀνῃρημένων δὴ οὖν τῶν χειροποιήτων, φησὶν, συνδιολεῖται τῇ πλάνῃ καὶ ὁ ταύτης εὑρετὴς, τοῦτ' ἔστιν, ὁ Σατανᾶς ὁ νοητὸς Ἀσσοὺρ, ἤγουν ὁ Ἀσσύριος. Πεσεῖται γὰρ οὐκ ἀνδρὸς μαχαίρᾳ πληττόμενος, καὶ δείλαιος ἔσται, κατοιχήσεται γὰρ εἰς ᾅδου ταῖς ἄλλαις ὁμοῦ δυνάμεσι πονηραῖς. Τουτὶ γὰρ ἡμῖν ὑπεμφαίνει λέγων· Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, τοῦτ' ἔστιν, Οἱ ἰσχυροὶ καὶ κρατοῦντες ἐκ πλεονεξίας τῶν ἐπὶ τῆς γῆς, ἡτ- τηθήσονται καὶ πεσοῦνται. Πῶς ἢ τίνα τρόπον; Πέ- τρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι. Πέτραν ἐν τούτοις ἡμῖν τὴν ἀῤῥανῆ καὶ ἄθραυστον τοῦ Σωτῆρος δύναμιν ὀνομάζει. Οὐκοῦν τῇ θείᾳ δυνάμει, καθάπερ τινὶ πέτρᾳ συνειλημμένοι, καὶ ὡς χάρακι, ἤτοι χα- ρακώσει, καὶ περιβολῇ, παραχωρήσουσι τὸ νικᾷν, καὶ οὐκ ἄν τις αὐτῶν διαφύγοι. Ἀλώσεται γὰρ πάντη τε καὶ πάντως, κἂν εἴ τις ἕλοιτο τοῦτο δρᾷν. Σημαίνει γὰρ, οἶμαι, τοῦτο τὸ, Ὁ δὲ φεύγων ἁλώσεται. Τίς οὖν ἄρα λοιπὸν ἐξ αὐτῶν ὁ σωζόμενος, εἰ περιληφθήσον- ται μὲν ὡς χάρακι τῇ πέτρᾳ, φυγῆς δὲ αὐτοῖς οὐδεὶς τὸ σύμπαν δοθήσεται τόπος; Κατώρθωκε δὲ ταῦτα τοῦ Σωτῆρος ἡ δύναμις, καταργήσασα μὲν τὸν Ἀσσοὺρ, τοῦτ' ἔστι, τὸν Σατανᾶν, συγκαθελοῦσά τε τούτῳ καὶ τὰς σὺν αὐτῷ δυνάμεις πονηρὰς, καὶ οἷον χάρακι περιβαλοῦσα, καὶ ἀπράκτους ἀποφήνασα, καὶ τοῖς ᾅδου μυχοῖς κολασθησομένας ἐγκαθειργνῦσα αὐτάς. 9Τάδε λέγει Κύριος· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ· καὶ κρυβήσεται ὡς ἐφ' ὕδα- τος φερομένου, καὶ φανήσεται ἐν Σιὼν, ὡς ποτα- μὸς φερόμενος ἔνδοξος, ἐν γῇ διψώσῃ.9 Ἀναφανδὸν ἐν τούτοις ὁ μακάριος προφήτης τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀναφωνεῖ τὸ μυστήριον. Μακαρίους γὰρ ἔσεσθαί φησι τοὺς κατ' ἐκεῖνο καιροῦ κατοικήσαντας τὴν Σιών· δῆλον δὲ ὅτι τὴν νοητὴν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Μα- κάριοι γὰρ ἀληθῶς, καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Σωτὴρ πληροφορήσει λέγων τοῖς πιστεύσασιν εἰς αὐ- τόν· "6Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶ- δον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν."6 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσι. Οὐκοῦν οἱ ἐσχηκότες, φησὶν, οἰ κειότητα τὴν διὰ πνεύματος πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ καρποφορήσαντες ἐν τῇ νοητῇ Σιὼν, καὶ οἰκείους ἐσχηκότες ἐν Ἱερουσαλήμ· οὐχ ἑτέρα δὲ παρὰ τὴν Σιὼν αὕτη· τρισμακάριοί τε καὶ ἐν παντὶ γεγόνασι καλῷ. Ἐσχήκαμεν δὲ καὶ ἡμεῖς οἰκείους, τοὺς κατὰ πνεῦμα δηλονότι, τοὺς ἁγίους μυσταγωγούς. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς ὁ δίκαιός τε καὶ ἄμωμος, καὶ δικαιο σύνης ἁπάσης βραβευτὴς, καὶ τῶν ὑπὲρ νόμον εἰσ- ηγητής. Ἦρξαν δὲ καὶ μετὰ κρίσεως ἄρχοντες. Τὸ δὲ, μετὰ κρίσεως, ἀντὶ τοῦ, κεκρυμμένως, φησίν. Ἔσται γε μὴν ὁ δίκαιος βασιλεὺς ἄνθρωπος μὲν καὶ ἀδελφὸς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς· Θεὸς γὰρ κατὰ ἀλή- θειαν. Ὁ γάρ τοι Λόγος γέγονε σὰρξ, κατὰ τὰς Γρα- φάς. Ἔσται δὲ κρύπτων τοὺς λόγους αὐτοῦ. Πλεῖστα γὰρ ὅσα λελάληκεν ἐν παραβολαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς καὶ διὰ φωνῆς τοῦ ∆αβὶδ αὐτὸ δὴ τοῦτο προανακεκράγει λέγων· "6Ἀνοίξω ἐν παραβο- λαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ κα- ταβολῆς."6 Καὶ οὐχὶ τοῦτο μόνον φησὶν, ἀλλὰ γὰρ καὶ κρυβήσεται, ὡς ἀφ' ὕδατος φερομένου. Ὕδατι φερο- μένῳ πάλιν, ἢ τοῖς ποταμίοις νάμασι ῥαγδαίως τῆς γῆς καταχεομένοις, παρεικάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασι τῶν πειρασμῶν τὴν ἔφοδον. Ὅταν τοίνυν κατεπιφύωνται, φησὶν, αὐτῶν πειρασμοὶ, εἶέν τε καθάπερ ὕδωρ φερόμενον, αὐτὸς κρυβήσεται, τοῦτ' ἔστιν, ἀνάλωτος ἔσται ταῖς τῶν πειραζόντων ἐπιβου- λαῖς. Ἔφη δέ που καὶ ὁ ∆αβὶδ περὶ αὐτοῦ, ὅτι "6Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσ- θήσει τοῦ κακῶσαι αὐτόν."6 Πλειστάκις μὲν γὰρ ἐπ- εβούλευσαν οἱ τῶν Ἰουδαίων δῆμοι, παροτρυνόντων εἰς τοῦτο αὐτοὺς τῶν τότε καθηγεῖσθαι λαχόντων, Γραμματέων τε φημὶ καὶ Φαρισαίων. Ἀλλ' οὐκ ἧν ὑπομεῖναί τι τῶν εἰωθότων λυπεῖν ἀβουλήτως Χρι- στόν. Οἱ μὲν γὰρ ἐλίθαζον, ὁ δὲ, καθὰ φησὶν ὁ μακά- ριος εὐαγγελιστὴς, ἐπορεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως, τοῦτ' ἔστι, οὐ πεφροντικώς. Ἔσται δὲ τοῖς ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. ∆εδιψηκόσι γὰρ τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ τὸν εἰδότα σώζειν οὐκ ἔχουσι λόγον, γέγονεν οἷά τις ποταμὸς πλουσίῳ καταχεόμε- νος νάματι, καὶ πρός γε τούτῳ καὶ ἔνδοξος, τοῦτ' ἔστιν, ἐπίσημος. Πλεῖστοι μὲν γὰρ καὶ ἕτεροι κέκλην- ται ποταμοί. Καὶ γοῦν ὁ μακάριος ∆αβὶδ τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ἄνωθεν ἐξ οὐρανοῦ ποτίζοντας λόγον, τοὺς τὴν πίστιν προσιεμένους ποταμοῖς παρει- κάζων ἔφασκεν· "6Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπ- ῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν."6 Ἐξάκουστοι μὲν γὰρ αἱ τῶν ἁγίων ἀποστόλων φωναί. Ἀλλ' οὐδεὶς αὐ- τῶν ἔνδοξος οὕτω, καθάπερ ἀμέλει καὶ ὁ χειμάῤῥους τῆς τρυφῆς, τοῦτ' ἔστι, Χριστός. Παρ' αὐτοῦ γὰρ καὶ τοῖς ἄλλοις ἅπασι δεδόσθαι φαμὲν τὸ ἐπιτηδείως ἔχειν πρός γε τὸ δύνασθαι μυσταγωγεῖν, καὶ τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον ταῖς τῶν πιστευόντων ἐνιέναι ψυ- χαῖς. 9Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν· καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου, Σίγα. Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι, Ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ καταφθεῖραι ταπεινοὺς ἐν λό- γοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει.9 Ἁρμόσειεν ἂν εὖ μάλα τῶν προκειμένων ἡ δύνα- μις τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, καὶ τοῖς ἐξ αἵματος Ἰσραήλ. Οἱ μὲν γὰρ τοῖς ψευδ- ωνύμοις λελατρευκότες θεοῖς, ἀνθρώποις ἐπιθαρσή- σαντες, οἳ γεγόνασι παρ' αὐτοῖς δοκήσει σοφίας ἔχοντες δόξαν, καὶ ὑπόληψιν τῆς εἰς ἄκρον ἐλλογι- μότητος παρεκομίσθησαν εἰς ἔκτοπόν τε καὶ κίβδηλον νοῦν. Πεπλάνηνται γὰρ καὶ εἰρήκασι τῷ ξύλῳ· Πα- τήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με· καὶ Θεοὺς ἐπεγράφοντο τοὺς οὐκ ὄντας θεούς. Ἰουδαῖοί γε μὴν τοῖς καθηγεῖσθαι λαχοῦσι προσεσχηκότες, οὐ παρεδέχοντο τὴν πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰη- σοῦν Χριστόν. Ὤοντο γὰρ οἱ τῶν ἱερῶν Γραμμάτων ὄντες ἐπιστήμονες, ἄμεινον ὃ αὐτοὶ βεβούλευνται, καὶ οὐκ ἠγνοήκασι τὸ Θεῷ δοκοῦν καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν. Οὐκέτι τοίνυν ἔσονται, φησὶν, ἐπ' ἀνθρώποις πεποιθότες, παρέξουσι δὲ τὰ ὦτα πρός γε τὸ δεῖν τὸν τοῦ Σωτῆρος ἐπακροᾶ- σθαι λόγον, καὶ ἡ τῶν ἀσθενούντων καρδία ποτὲ λοι- πὸν ἀνδρυνθεῖσα πρὸς σύνεσιν προσέξει τοῦ ἀκούειν, αἱ δὲ γλῶσσαι αἱ ψελλίζουσαι, τοῦτ' ἔστιν, αἱ λαλεῖν ὀρθῶς οὐκ εἰδυῖαί ποτε· ψελλισμὸς γὰρ οἱονεί πως ἐστὶ τὸ μηδὲν μὲν δύνασθαι λαλεῖν τῶν εἰς δόξαν Θεοῦ, δαπανᾷν δὲ λόγους εἰς ὑμνολογίαν τῶν ψευδωνύμων· μαθήσονται, φησὶ, λαλεῖν εἰρήνην. Λαλεῖν εἰρήνην, οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ γλώσσης ἔχειν Χριστόν τε καὶ τὰ αὐτοῦ· καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν κατὰ τὰς Γραφάς. Ψελλισμὸς δὲ τοῖς ἐξ Ἰσραὴλ, τὸ μὴ ἀνέχε-σθαι λαλεῖν τὸ Χριστοῦ μυστήριον· ἀειλογεῖν δὲ τὸν νόμον, καὶ τὰς ἐν αὐτῷ σκιὰς, καὶ * διδασκάλων. Ἀλλὰ καὶ οὗτοι πεπαύσονται, φησὶ, καὶ ἅπας αὐτοῖς γενή- σεται λόγος περὶ Χριστοῦ. Ὅτι δὲ τῶν ἀρχαίων οὐκ ἀνέξονται διδασκάλων, διαμεμήνυκεν εἰπών· Καὶ οὐκ- έτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν. Μωροὶ γὰρ ὁμο- λογουμένως οἱ παρ' Ἕλλησι σοφοί· μεμώραται γὰρ ἡ σοφία τοῦ κόσμου. Μωροὶ δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ καὶ διδάσκαλοι, τὸ διὰ τῆς ἐν νόμῳ σκιᾶς γραφόμενον οὐκ ἐπεγνωκότες, καὶ τοὺς τῶν ἁγίων προφητῶν οὐ συνιέντες λόγους. Οὐκ ἐροῦσιν οὖν ἔτι τῷ μωρῷ ἄρχειν, ἀλλ' οὔτε μὴν οἱ τῶν μωρῶν ὑπ- ηρεταὶ τοῖς παρ' αὐτῶν διδασκομένοις ἐροῦσι τὸ, Σίγα. Λελαλήκασι μὲν γὰρ ἐν Βεελζεβοὺλ οἱ ἐν κόσμῳ σοφοὶ, καὶ δογμάτων σκαιῶν, καὶ ψυχρῶν, καὶ πρός γε τούτῳ καὶ ἀνοσίων γεγόνασιν εὑρεταί. Ἀλλ' εἴ τις ἕλοιτο ταῖς ἑαυτῶν ἀντιτάττεσθαι φλυαρίαις, καὶ ὡς ἐκτόπως γεγενημένας κατακιβδηλεύειν αὐτὰς, ἀνα- πηδῶσί τινες τῶν ἐκείνοις ὑπηρετεῖν εἰωθότων, ἀνα- φωνοῦσί τε σιγᾷν, ἀναντιῤῥήτους εἶναι θέλοντες τὰς ἐκείνων φωνάς. Φασὶ γοῦν, ὅτι τοῖς Πυθαγόρου μαθη- ταῖς λαλοῦσιν ἔσθ' ὅτε ψυχρά τε καὶ καταγέλαστα, καὶ ἀπιστουμένων παρὰ πολλῶν, ἔθος ἦν λέγειν τοῦτο, Αὐτὸς ἔφατο, τοῦτ' ἔστι, Σίγα, καὶ δίδου τῷ τοῦ δόγ- ματος εὑρετῇ καὶ ἀβασανίστως τὴν πίστιν. Οὐκέτι τοίνυν μὴ εἴπωσι, φησὶν, οἱ ὑπηρέται σου, Σίγα. Λαλήσει γὰρ ὁ μωρὸς πάντως που μωρὰ, μάταια δὲ νοήσει καὶ ἡ καρδία αὐτοῦ, ἕνα σκοπὸν ἔχουσα, τὸ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν. Πλάνησις γὰρ καὶ ἕτερον οὐδὲν, οἱ παρ' Ἕλλησιν ὕθλοι κατὰ τῆς τοῦ Θεοῦ δόξης συντεθειμένοι, πρὸς τὸ δια φθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Μαθητιῶσι μὲν γὰρ ἔσθ' ὅτε τινὲς, εἶτα προσιέντες ἐκείνοις ἀκατασκέπτως ὀνίνανται μὲν παν τελῶς οὐδὲν, δείκνυνται δὲ μᾶλλον, καίτοι πεινήσαντες καὶ διψήσαντες, τὸ μαθεῖν που πάντως ἀναγκαῖον αὐ- τοῖς καὶ χρήσιμον εἰς σωτηρίαν ψυχῆς· ἀλλ' ἡ βουλὴ, φησὶ, τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ εἰς τοῦτο βλέπει πρὸς τὸ ψυχὰς καταφθεῖραι ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Οἱ γὰρ τῆς κοσμικῆς σοφίας ἐρασταὶ, καὶ τῶν διεστραμμέ- νων δογμάτων ὑπασπισταὶ, καταστρατεύονται. τῆς διδασκαλίας τῶν ἁγίων μυσταγωγῶν, οὓς καὶ ταπει- νοὺς ὀνομάζει, καὶ πᾶσαν τίθενται σπουδὴν, ὥστε διασκεδάσαι τοὺς λόγους αὐτῶν, καίτοι γεγονότας ἐν κρίσει, τοῦτ' ἔστιν, οὐκ ἀτημελῶς, κεκριμένως δὲ μᾶλλον, καὶ ἐν σοφίᾳ τῇ ἄνωθεν, καὶ παρὰ Θεοῦ. Τοῦτο γὰρ, οἶμαι, διδάσκει προστιθεὶς, Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Ἤρ- γησε μὲν γὰρ τῶν ἐν κόσμῳ σοφῶν ἡ εὔκομπος ἀθυ- ροστομία. Κεκράτηκε γὰρ τῶν εὐσεβῶν ἡ βουλὴ, τοῦτ' ἔστιν, ἡ μάθησις, ἤτοι τὸ κήρυγμα. Καὶ εὐσε- βεῖς εἶναι φαμὲν τοὺς τὸν θεῖον καὶ εὐαγγελικὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἱερουργοῦντας λόγον. 9Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες, ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου, Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιή- σασθε ἐν ὀδύνῃ μετὰ ἐλπίδος.9 Ἔθος τῇ θείᾳ Γραφῇ, καὶ θεοπνεύστῳ γυναικῶν πρόσωπον περιτιθέναι πλειστάκις ἢ πόλεσιν, ἢ καὶ κώμαις, ἀλλὰ καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέ- ρας αὐτῆς τὰς ἑτέρας ἀποκαλεῖν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος ∆αβὶδ περί τε τῆς Σιὼν ἤτοι τῆς Ἱερουσαλὴμ καὶ τῶν περιοικίδων φησίν· "6Ἤκουσε καὶ ηὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας·"6 ἀεὶ γάρ πως περὶ μητέρα τὴν ἀπα- σῶν ἡγουμένην εἰσὶν αἱ μικραί τε καὶ ὑπ' αὐτῇ πόλεις. Εἰσκεκόμισται τοίνυν ἐν τούτοις ἡμῖν τὸ αὐτοῦ τοῦ Σωτῆρος πρόσωπον, ταῖς τῆς Ἰουδαίας πόλεσι συμβουλεῦον καὶ λέγον· Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου. Προτρέπει μὲν οὖν εἰς τὸ ἑλέσθαι τιμᾷν τὸ εὐπειθὲς αὐτὰς, καὶ τοὺς παρ' αὐτοῦ προσίεσθαι λόγους, δῆλον δὲ ὅτι τὸ σωτήριον καὶ εὐαγγελικὸν κήρυγμα· πλουσίας δὲ αὐτὰς ἀποκαλεῖ νυνὶ μάλιστα χρησίμως, ἅτε δὴ καὶ πολυανδρούσας ἔτι, καὶ ἀμέτρητον ἐχούσας τὴν τῶν ἐνοικούντων πληθὺν, πλὴν οὐκ εἰς μακρὰν ἐσομένας ἐρήμους καὶ πενιχροτάτας, τό γε ἧκον, εἰς τὸ μη- δένα τῶν ἐνοικούντων ἔχειν, εἰ μὴ τοῖς αὐτοῦ θεσπί- σμασιν ὑπενεγκεῖν ἕλοιντο τὸν τῆς ἑαυτῶν διανοίας αὐχένα. Ὦ τοίνυν γυναῖκες, φησὶν, ὦ θυγατέρες, ἀκούσατε τοὺς λόγους μου ἐν ἐλπίδι, τοῦτ' ἔστιν, οὐκ ἀμισθὶ μᾶλλον, ἀλλ' ἐπ' ἐλπίδι λαμπρᾷ. Τί δὴ οὖν ἄρα τὸ προσταττόμενον; Μνείαν ποιήσασθε, φησὶν, ἡμερῶν ἐνιαυτοῦ καθ' ὃν ἐπέφανεν ὁ Χριστὸς, καὶ ἐνεκήρυξεν ἐναργῶς ταῖς ἀνὰ πᾶσαν τὴν Ἰου- δαίαν πόλεσί τε καὶ κώμαις. Ἔφη γὰρ αὐτὸς διὰ φωνῆς Ἡσαΐου· "6Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν."6 Ἀνάστητε τοίνυν, φησὶν, τοῦτ' ἔστι, διαγρηγορήσατε, καὶ ἐλπίδα καλὴν προσοικι- σάμεναι κατὰ νοῦν μνημονεύσατε τῶν ἡμερῶν τοῦ ἐνιαυτοῦ καθ' ὃν, ὡς ἔφην, τὸ παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ γέγονε κήρυγμα. Ἐπιτάττει δὲ μὴ παρειμένως μήτε μὴν ἀμελῶς τοῦτο δρᾷν, ἀλλ' ὡς ἐν σπουδῇ καὶ μετὰ φροντίδος· κατορθοῦται γὰρ οὕτω τὰ ἀγαθά. 9Ἀνήλωται ὁ τρυγητὸς, πέπαυται ὁ σπόρος, οὐκέτι μὴ ἔλθῃ· ἔκστητε, λυπήθητε, αἱ πεποι- θυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἐπὶ ἄγρου ἐπιθυμήματος, καὶ ἀμπέλου γενήματος, ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσε- ται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. Πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι, πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσι. Καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφρο- σύνη ὄνων ἀγρίων, καὶ βοσκήματα ποιμένων.9 Ὅτι τοῖς ἐξ Ἰσραὴλ οὐκ ἀζήμιον, μᾶλλον δὲ ἁπάσης αἰκίας καὶ συμφορᾶς ἔσται πρόξενον τὸ μὴ βούλεσθαι παρὰ Χριστοῦ προσέσθαι λόγον, δια- δείκνυσιν ἐν τούτοις. Ἔμελλον γὰρ αἱ κατὰ πᾶσαν τὴν Ἰουδαίαν καταδῃωθήσεσθαι πόλεις, καταπιμ- πράσης ἁπάσας τῆς Ῥωμαίων χειρὸς, ὡς ὁρᾶσθαι μὲν κενάνδρους αὐτὰς, καταχερσωθῆναί τε καὶ τὰ ἐξαίρετα τῶν χωρίων, οἴχεσθαί τε πρὸς φυγὴν τοὺς διαδράναι μόλις ἰσχύσαντας, οἴκου τε καὶ πλούτου διαπεσεῖν, καὶ θηρίων ἐνδιαίτημα τὴν πολυάνθρωπον ποτὲ γενέσθαι πόλιν ἢ κώμην. Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν ἐπὶ τοῖς προκειμένοις δέχεσθαι θεωρίαν, ἐκεῖνο συνήσει· Τρυγητὸν, ὥς γε οἶμαι, καὶ σπόρον ἀποκαλεῖ τῆς νοητῆς εὐκαρπίας τὴν δύναμιν, καθ' ἣν ἐσμὲν εὐάρεστοι τῷ Θεῷ, οὐχ οἷον ἄκανθαν τὴν πολυειδῆ τίκτοντες ἁμαρτίαν, ἀλλ' ὡς πίων τε καὶ εὔκαρπος γῆ παρὰ Θεῷ τιμώμενοι. Ἀποπεπτώ- κασι τοίνυν τῆς νοητῆς εὐκαρπίας οἱ τάλανες Ἰου- δαῖοι· καὶ ὁ νοητὸς ἀμπελὼν ἀκανθοτόκος γέγονε γῆ. "6Ἐπέμεινε γάρ, φησὶ, τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δ' ἀκάνθας."6 Εἴρηται δὲ καὶ διὰ φωνῆς τοῦ προ- φήτου περὶ τοῦ Ἰσραὴλ, ὅτι ἀνεμοφθόρα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. "6∆ράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον"6 Ἀνάλωται τοίνυν, φησὶν, ὁ τρυγητὸς, τοῦτ' ἔστιν, Οὐκέτι χρη- ματιεῖς ἀμπελών. Οὐδὲν γάρ σοι τῶν ὡρίμων. Πέ- παυται ὁ σπόρος, οὐκ ἔσῃ καλλιτόκος γῆ καὶ καρπῶν ἡμέρων τροφή. Ταύτῃτοι καὶ λίαν εἰκότως ἔκστητε, τοῦτ' ἔστι, καταπλάγητε, καὶ θαυμάσατε. Λυπήθητε, αἱ πεποιθυῖαι. Αἱ γὰρ πάλαι μέγα φρονοῦσαι, φησὶν, ἐπὶ Θεῷ, ὅταν ἐρήμην τὴν ἑαυτῶν καρδίαν παντὸς ἀγαθοῦ καταθρήσητε, τότε δὴ τότε λυπήθητε. Ἐκ- δύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἀπὸ ἀγροῦ ἐπιθυμή- ματος καὶ ἀμπέλου γενήματος. Πρόφασίς ἐστι τοῦ θρήνου, φησὶ, τὸ ἀπολέσθαι, καὶ ἠφανίσθαι παντε- λῶς ἀγρὸν ἐπιθυμητὸν, καὶ ἀμπελῶνα τεθαυμασμέ- νον. Σημαίνει δὲ διὰ τούτου τὸν Ἰσραήλ. Καταλευ- καίνει δὲ καὶ ἑτέρως αὐτὸ, καί φησιν, ὅτι Ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται. Κατεχερ σώθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραήλ. Ἀνῆκε γὰρ τὸν ἀμπε-λῶνα αὐτοῦ, καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καὶ γέγονεν εὐφροσύνη ὄνων ἀγρίων, καὶ πονηρῶν ποιμένων βοσκήματα, τοῦτ' ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. Οὕτω καὶ ὁ μακά- ριος ∆αβὶδ ὡς περὶ ἀμπελῶνος τοῦ Ἰσραὴλ τοὺς λόγους περιποιούμενος πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· "6Ἄμπελον, φησὶν, ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν."6 Εἶτα προσεπάγει λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν ἅπαντες οἱ παραπορευό- μενοι τὴν ὁδόν; Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ὅνπερ γὰρ τρόπον τὰ τῶν χωρίων κεχερσωμένα παραῤῥιπτοῦσιν οἱ κεκτημένοι, καὶ λόγος αὐτοῖς οὐδεὶς, κἂν εἰ πᾶν αὐτοῖς ἐπιφέροιτο βλάβος· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς ἀνίησι ψυχὴν, καὶ φειδοῦς ἁπάσης ἀπο- φαίνει γυμνὴν, εἰ καρπῶν ἐρήμη γένοιτο τῶν εἰς ἀγαθουργίαν. 9Ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς Πνεῦμα ἀφ' ὑψηλοῦ. Καὶ ἔσται ἔρημος ὁ Χερμὲλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν Καρμήλῳ κατ- οικήσει. Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰ- ρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἔσονται ἕως τοῦ αἰῶνος· καὶ κατ- οικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήσει πεποιθὼς, καὶ ἀναπαύσεται μετὰ πλούτου.9 Ἐναργῆ καθίστησι καὶ τὸν χρόνον, καθ' ὃν τῆς νοητῆς εὐκαρπίας ἔρημον ἔσται τὸ ἐξ Ἰσραὴλ ἀπει- θῆσαν γένος. Μεθίστησι γὰρ τὸν λόγον ἐπί γε, φημὶ, τοὺς ταῖς εὐπειθείαις τετιμηκότας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ κεκαθαρμένους μὲν διὰ τῆς εἰς αὐτὸν πίστεως, γεγονότας δὲ καὶ ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος. Ἔσται γὰρ, φησὶ, τὰ προηγγελ μένα, καταχερσωθήσεται δὲ διὰ τὸ ἐξήνιον ὁ Ἰσραὴλ, ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς Πνεῦμα ἀφ' ὑψηλοῦ. Ὡς γὰρ ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων ἀνέγνωμεν· "6Ἦσαν πάντες συνηγμένοι ἐπὶ τὸ αὐτὸ, περὶ τὰς ἡμέρας τῆς ἁγίας Πεντηκοστῆς. Καὶ ἰδοὺ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν συνηγμένοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, ὡσεὶ πυρὸς, καὶ ἐκάθησαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς."6 Ὅταν τοίνυν, φησὶν, ἔλθῃ ἐφ' ὑμᾶς τοὺς πιστεύοντας τὸ ἄνωθέν τε καὶ ἐξ ὕψους Πνεῦμα τοῦ Θεοῦ, τότε καὶ ἔρημος ἔσται ὁ Χερμέλ. Τὸ δὲ Χερμὲλ ἤτοι ὁ Κάρμηλος ὄρος ἐστὶ παμμέγεθες ἐν τῇ Ἰουδαίᾳ, καὶ ὕλῃ δατεασείᾳ κατά- κομον. Παρεικάζει τοίνυν αὐτήν τε τὴν Ἱερουσαλὴμ, καὶ ἅπασαν δὲ τὴν περὶ οἰκίδα χώραν τῷ Χερμὲλ, ἅ- τε δὴ καὶ ἀναρίθμητον ἔχουσαν τὴν τῶν ἐνοικούντων πληθύν. Ἀλλ' ἔσται, φησὶν, ἔρημος καὶ λογισθήσεται εἰς δρυμόν. ∆ρυμὸν δέ φησι τὴν ἀγρίαν ὕλην, ἧς ἡ χρεία πρὸς καῦσιν. Ἐκκόπτεται γὰρ τὰ ἀνήμερα τῶν ξύλων, καὶ φλογός εἰσι τροφή. Ἐκκοπέντος δὴ τοῦ Χερμὲλ, καταλογισθέντος δὲ καὶ εἰς ἀγρίαν ὕλην, ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα. Ἔρημον δέ φησιν αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν χώραν, ἧς καὶ ἑτέρωθι διαμέμνηται λέγων αὐτὸς ὁ προφήτης Ἡσαΐας· "6Εὐ φράνθητι, ἔρημος ἡ διψῶσα. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον."6 Ἐρήμῳ δὲ παρεικάζεται διά τοι τὸ ἄκαρπον καὶ οἷον ἐψιλωμένον, καὶ ἀνεστη- κὸς ἐν αὐτῇ εἶναι παντελῶς οὐδέν. Ἀλλὰ καὶ τοῦτο πεπλούτηκε. Πέφηνε καὶ εὐδενδροτάτη πνευματικῶς, ὅτι κατῴκησεν ἐν αὐτῇ Χριστός. Καὶ γοῦν ἔφη διὰ φωνῆς πάλιν τοῦ προφήτου Ἡσαΐου· "6Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ, ποταμοὺς θήσω, εἰς τὴν ἄνυδρον γῆν, κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισ- σον, καὶ λεύκην."6 Σημαίνονται γὰρ διὰ τούτων, αἱ διὰ πίστεως τῆς εἰς αὐτὸν εὐδοκιμοῦσαι ψυχαὶ, καὶ ἐς ὕψος ἠρμέναι τὸ ἐκ διαφόρου καὶ πολυειδοῦς ἀρε- τῆς. Ἀναπαύσεται τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει, ἀντὶ τοῦ, ἀγαθὸν ἐμπολιτεύσεται τῇ τε ἐρήμῳ καὶ τῷ Καρμήλῳ. Ὁ δὲ Χερμὲλ καὶ ὁ Κάρμηλος, οὐχ ἕτερόν τι, καὶ ἕτερόν ἐστιν, ἀλλ' ἓν ὄρος τὸ δι' ἀμφοῖν ση- μαίνεται. Πῶς οὖν ἄρα καὶ ἔρημον ἔσται καὶ εἰς δρυμὸν λογισθήσεται, καὶ ἐν αὐτῷ κατοικήσει δι καιοσύνη; Φαμὲν ὅτι οὐκ εἰς ἅπαν ἐκπέπτωκε τῆς πρὸς Θεὸν οἰκειότητος ὁ Ἰσραὴλ, σέσωσται δὲ τὸ κατάλειμμα, καὶ συναγελάζονται τοῖς ἐξ ἐθνῶν οἱ ἐξ αὐτῶν πιστεύσαντες. Καὶ κατῴκηκεν ὁ Χριστὸς ἐν τούτοις τε κἀκείνοις, ὅς ἐστι δικαιοσύνη καὶ κρῖμα. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, δικαίῳ τε δὲ καὶ ὀρθῷ κρίματι καταργηθείσης τῆς ἁμαρτίας, καὶ ἀνῃρη- μένου τοῦ Σατανᾶ. Τί οὖν ἐν ἐρήμῳ ἐργάσεται κατοικήσας ὁ Χριστὸς, ὅς ἐστι δικαιοσύνη, διατρανοῖ λέγων· Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰρήνη. "6Ἐλθὼν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς,"6 ὡς ὁ Παῦλός φησιν, "6εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς,"6 τοῦτ' ἔστιν, Ἕλλησί τε καὶ Ἰουδαίοις· ἐκράτυνε δὲ παρ' ἡμῖν ἡ δικαιοσύνη τὴν ἀνάπαυσιν. Εἰρηνεύσαντες γὰρ πρὸς Θεὸν, καὶ καταλύσαντες τὴν ἔχθραν ἐν πόλεσίν ἐσμεν ἀναπαύ- σεως, καὶ τῆς εἰς αἰῶνας τρυφῆς. Καὶ γεγόναμεν ἐν αὐτῷ πεποιθότες ἕως τοῦ αἰῶνος, καὶ κατῳκήκαμεν ἐν πόλει τῆς εἰρήνης, τοῦτ' ἔστιν, Ἐκκλησίᾳ Θεοῦ ζῶντος. Ἐν αὐτῇ γὰρ κατοικεῖ Χριστὸς, ὅς ἐστιν εἰρήνη, καὶ ἀναπεπαύμεθα μετὰ τοῦ πλούτου. Οἱ γὰρ πάλαι παντὸς ἀγαθοῦ πράγματος, καὶ ἀρετῆς ἁπάσης ἐν ἐνδείᾳ καθεστηκότες, οἱ ἄθεοι κατὰ τὸν κόσμον, καὶ ἐλπίδα μὴ ἔχοντες, πλούσιοι διὰ Χριστὸν ἐσμέν τε ἤδη, καὶ ἔτι μειζόνως ἐσόμεθα, τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων ἀμφιλαφεστάτην λαχόν- τες τὴν ἐπίδοσιν. 9Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ' ὑμᾶς ἥξει. Καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποι- θότες ὡς οἱ ἐν τῇ πεδινῇ.9 ∆εδυσσεβηκότων Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τό γε ἧκον εἰς ἀνοσιότητα λογι- σμῶν καὶ ἐγχειρημάτων δύναμιν ἀπεκτονότων αὐτὸν, μονονουχὶ ῥαγδαιοτάτη χάλαζα, τοῦτ' ἔστι, τὰ ἐκ θείας ὀργῆς, κατὰ πάσης ἠνέχθη τῆς χώρας. ∆έδοται γὰρ εἰς ἐρήμωσιν, ἥλω, καὶ πεπόρθηται, καὶ διεσπά- ρησαν εἰς πάντα ἄνεμον κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὅταν τοίνυν ἡ χάλαζα κατενεχθῇ, φησὶ, τοῦτ' ἔστι, τὰ ἐκ θείας ὀργῆς, οὐκ ἐφ' ὑμᾶς ἥξει τοὺς πιστεύσαντας, καὶ τοὺς κατοικοῦντας ἐν πόλει εἰρή- νης, οὔτε μὴν τὰ γενήματα τῆς δικαιοσύνης ἡμῶν καταφθερεῖ, οὔτε τοῖς ἀγαθοῖς ἡμῶν διαλυμανεῖται πόνοις, ἐν ἴσῃ δὲ τάξει πεποιθότες ἔσονται τοῖς κατοικοῦσιν ἐν τοῖς δρυμοῖς καὶ οἱ ἐν τῇ πεδινῇ· καὶ τί δὴ τοῦτό ἐστιν; Ἡ μὲν γὰρ δασέσι ξύλοις κα τάκοσμος γῆ τραχεῖά πώς ἐστι καὶ οὐκ εὐήροτος. Ἡ δέ γε ὑπτία καὶ ὁμαλὴ τοῖς γηπονεῖν εἰωθόσιν, ἐπιτη- δεία πρὸς τὴν ἐδωδίμων σπερμάτων γένεσιν. Θεοῦ τοιγαροῦν κατανεύοντος ἔσται τὰ πάντα ἐν εὐκαρ- πίαις, καὶ σπερμάτων ἡμέρων τροφὸς ἡ πάλαι τρα- χεῖα δειχθήσεται γῆ. Καρποφορεῖ γὰρ τὰ πάντα διὰ Χριστὸν, νοητῶς δὲ δηλονότι καὶ πνευματικῶς. Καὶ σπείρει μὲν ἐπ' ἀκάνθαις οὐδείς. Νεώσαντες δὲ νεώματι κατὰ τὴν τοῦ προφήτου φωνὴν, σπείρωμεν εἰς δικαιοσύνην, ζῶντες μὲν οὐκ ἔτι κατὰ σάρκα καὶ φιληδόνως, πολιτευόμενοι δὲ μᾶλλον εὐαγγελικῶς. 9Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.9 Παρενηνεγμένου τοῦ λόγου πρὸς τὰ ἐκ τῆς γηπο- νίας ἔργα, καὶ τὰς ἐν ἀγροῖς εὐκαρπίας, ἐπιμένει τῇ μεταφορᾷ, καὶ μακαρίους ὀνομάζει τοὺς σπείροντας ἐφ' ὕδωρ, οὗ βοῦς, καὶ ὄνος πατεῖ. Ὕδωρ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ, τὸν θεῖον ἡμῖν καὶ οὐράνιον ὀνομάζει λόγον, καὶ τὸν τῶν ἁγίων μυσταγωγόν. Λαλοῦσι γὰρ ἐν Πνεύματι καὶ αὐτοί. Καὶ πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· "6Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν."6 Ἐπειδὴ γάρ ἐστι ζωοποιὸς ὁ τοῦ Θεοῦ λόγος, ὕδατι ταύτῃ τοι καὶ μάλα εἰκότως παρεικάζεται. Ζωοποιὸν γὰρ τὸ ὕδωρ, καὶ ἁπάσης πρόξενον εὐκαρπίας. Τῶν τοιούτων οὖν ὑδάτων τὴν νοητὴν ἔχοντες χορηγίαν γεωργεῖν εἰθίσμεθα τὰ εἰς ἀρετήν. Καὶ τοῖς κατ' εὐσέβειαν πόνοις ἐνιδροῦν σπουδάζομεν, ἐν τούτοις τοῖς ὕδασι βοῦς καὶ ὄνος πατεῖ· τοῦτ' ἔστιν, ὅ τε ἐξ Ἰουδαίων λαὸς, καὶ μέν τοι καὶ ἐξ ἐθνῶν. ∆εδικαίωκε γὰρ ὁ Θεὸς περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Καὶ ὡς ὁ Παῦλός φησι· "6Τὸ μεσό- τοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὸν ἐν δόγμασιν ἐντολῶν καταργήσας νόμον, ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Καὶ ἀποκατήλλαξε τῷ Θεῷ ζυγὸν ἐπιθεὶς ἀμφοτέροις ἕνα, καὶ συνάψας εἰς ὁμοψυχίαν, διὰ πίστεως καὶ ἀγάπης καὶ ἁγια- σμοῦ."6 Καὶ βοῒ μὲν παρεικάζει τὸ ἐξ Ἰουδαίων ἔθνος· καθαρὸν γὰρ ζωὸν κατὰ τὸν νόμον ὁ βοῦς· ἀνεκομί- ζετο δὲ καὶ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ. Ὅ γε μὴν ὄνος ἀκάθαρτος. Καὶ γοῦν τὰ πρωτότοκα προστεταχὼς τῶν κτηνῶν προσκομίζεσθαι τῷ Θεῷ· "6Ἁγιάσεις γάρ μοι, φησὶ, πᾶν πρωτότοκον διανοῖγον μήτραν ... ...... "6ὄνου ἀλλάξεις προβάτῳ·"6 πλὴν εἰ καὶ ἀκάθαρτος ἦν διὰ τὸ πεπλανῆσθαι τυχὸν ὁ ἐξ ἐθνῶν λαὸς, ἀλλ' οὖν ἡγιάσθη διὰ πίστεως. Ἐν Χριστῷ γὰρ δεδικαίωται, ἀπενίψατο τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ῥύπους διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ ἀναμὶξ, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ, τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑπενήνεκται ζυγοῖς. 9Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς· ὑμᾶς δὲ οὐδεὶς ποιεῖται ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ. Ἁλώσονται οἱ ἀθετοῦντες, καὶ παραδο θήσονται, καὶ ὡς σὴς ἐπὶ ἱματίου, οὕτως ἡττηθή- σονται.9 Μακαρίους ὀνομάζει τοὺς σπείροντας ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ἐλέγομεν δὲ σημαί- νεσθαι διὰ τούτων τούς τε ἐξ Ἰουδαίων, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν διὰ τῆς πίστεως κεκλημένους εἰς ἐπί- γνωσιν τοῦ Χριστοῦ. Ἀλλ' ἦν εἰκὸς διαλογίζεσθαι τινὰς, καὶ μὴν καὶ φράσαι· Εἶτα πῶς οἱ τοιοίδε μα- κάριοι διωκόντων αὐτοὺς τῶν φρονούντων τὰ ἐν κόσμῳ, καὶ ἀφορήτοις μὲν περιστάσεσι περιβαλόντων ἀεὶ, κατακομιζόντων δὲ καὶ εἰς αὐτὸ τὸ τεθνάναι πολλάκις; Ἀνανήφει τοίνυν ὁ λόγος εἰς παράκλησιν τῶν πεπιστευκότων καί φησιν· Οὐαὶ τοῖς ταλαιπω- ροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους. Τὸ μὲν γὰρ παθεῖν διὰ Χριστὸν τοῖς ἁγίοις εὐκλεὲς, τοῖς γε μὴν ἐπιφέρουσι τοὺς διωγμοὺς, ὀλέθρου τὸ χρῆμα πρόξενον. Ἑαυτοὺς οὖν ἄρα ταλαιπώρους ἀποφαί- νουσι, καὶ οὐχὶ δὴ μᾶλλον τοὺς πεπονθότας, εἴπερ οἱ συμπάσχοντες συμβασιλεύσουσι τῷ Χριστῷ. Ἀλλὰ κἂν εἴ τις ὑμᾶς ἀθετήσειε, φησὶν, ἑαυτὸν καὶ οὗτος ἀθετεῖ. Ἁλώσονται γὰρ οἱ τοῦτο δρᾷν εἰωθότες, τοῦτ' ἔστιν, οὐ διαφεύξονται τὰ ἐκ τῆς θείας ὀργῆς· ἔσονται δὲ ταῖς ἐπενεχθησομέναις αὐτοῖς δίκαις οἱονεὶ πρὸς κατάβρωσιν, καθάπερ ἀμέλει καὶ ἱμάτιον ὑπὸ σητός. Οὐκοῦν ὁ μὲν πόνος τοῖς ἁγίοις, ὡς ἔφην, τῶν εἰς αἰῶνα πρόξενος ἀγαθῶν. Τό γε μὴν ἑλέσθαι κακοῦν τοὺς ἀνακειμένους τῷ Θεῷ, τοῖς τοῦτο πράττουσιν οὐκ ἀζήμιον. Μᾶλλον δὲ τῆς ἁπασῶν ἐσχάτης πρόφασις ἔσται δίκης. 9Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπ- ώλειαν. Ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.9 Θεοῦ τοῖς ἁγίοις προσπεφωνηκότος· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς· ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώ- ρους· ἐκ πολλῆς ἄγαν περιχαρείας αὐτοὶ μονονουχὶ, καὶ ἀνασκιρτῶντές φασιν· ὅτι τῶν ἀπειθεῖν ἑλομένων ἀνόνητος ἔσται πᾶς πόνος, καὶ ὅτι πολλὴν νοσοῦντες τὴν ἀκαρπίαν βαδιοῦνται πρὸς ὄλεθρον, σωτηρίας δὲ τῆς δοθησομένης αὐτοῖς ἔσται που πάντως κατὰ και ροὺς ἡ ἀνάδειξις. Πᾶσα γὰρ δύναμις αὐτῶν ἐν Χριστῷ. Κἂν εἰ δοκοῖεν ὅλως ἀσθενῆσαί ποτε κατά γέ φημι τὸ διώκεσθαι παρ' ἐχθρῶν, ἀλλ' οὖν τότε δὴ μάλιστα τῆς εἰς αὐτοὺς ἡμερότητος, καὶ τῆς ἄνω- θεν ἐπικουρίας ἐμφανίζει τὸ μέγεθος ὁ σώζειν εἰδώς. Οὐκοῦν ἐν καιρῷ θλίψεως ἡ σωτηρία τοῖς ἁγίοις μάλιστα μυσταγωγοῖς. Καὶ τοῦτο δείξει γράφων ὁ πάνσοφος Παῦλος· "6Ὅταν γὰρ ἀσθενῶ, τότε δυνα- τός εἰμι."6 Καὶ μὴν καὶ πρὸς αὐτὸν ὁ τῶν ὄλων Σω- τήρ· "6Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται."6 9∆ιὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοί. Ἀπὸ τοῦ φόβου σου καὶ ἀπὸ τῆς ὑψώσεώς σου διεσπάρησαν εἰς τὰ ἔθνη· Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου. Ὃν τρόπον ἐάν τις συνάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν.9 Ὅτι πάντη τε καὶ πάντως ἀπειθεῖν ἑλομένοις τοῖς ἐξ Ἰσραὴλ, καὶ τὴν εἰς Χριστὸν πίστιν οὐ προσιεμέ- νοις τὰ πάντων αἴσχιστα παθεῖν συμβήσεται· καὶ οὕ- τως μὲν ὁ διὰ Μωσέως παρακεκράγει νόμος, οὐδὲν δὲ ἧττον καὶ οἱ διὰ τῶν ἁγίων προφητῶν ἐμφανίζουσι λόγοι. Καὶ μὴν καὶ αὐτὸς ἔφη Χριστός· "6Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ' ἡμᾶς."6 ∆ιὰ τὴν φωνὴν τοίνυν, φησὶ, τοῦ φόβου σου, τοῦτ' ἔστι, τὴν καταπτοοῦσαν εἰς φόβον, ἐξέστησαν λαοὶ, τὸ δὲ, ἐξέστησαν, ἀντὶ τοῦ, κατεπλά- γησαν, φησί. Πεπόνθασι δὲ τὴν κατάπληξιν. Τίνα τρόπον; Ἀπό γε, οἶμαι, τοῦ μεγέθους τῆς συμφορᾶς. Τὰ γὰρ ἀφόρητα τῶν κακῶν, ἔξω τίθησι φρενὸς, καὶ οἷον ἀσύνετον ἀποφαίνει τὸν πεπονθότα. Εἰ δὲ δή τις ἕλοιτο τὸ, ἐξέστησαν, καὶ καθ' ἕτερον τρόπον χρῆναι νοεῖν, κατασημήνειεν ἂν ἡ φωνὴ, ἀντὶ τοῦ, ἕξω τῆς ἐνεγκούσης γεγόνασιν. Οὕτω δὲ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη. Καὶ μέχρι μὲν τούτων ἡ τῶν ἁγίων προφητῶν φωνὴ, τὸ δέ γε τοῦ Θεοῦ πρόσωπον εἰσφέ- ρεται παραχρῆμα λέγον αὐτοῖς, δηλονότι τοῖς ἐκπε- πληγμένοις καὶ διεσπαρμένοις, ὅτι Νῦν συναχθήσε- ται τὰ σκῦλα ὑμῶν, μικροῦ καὶ μεγάλου. Οὐ γὰρ εἰς μακρὰν, φησὶ, παραδοθήσεσθε τοῖς ἐχθροῖς, οὐδὲ εἰς ὑπερθέσεις βαδιεῖται τὸ ἀπειλούμενον. Ἀλλ' αὐτίκα δὴ μᾶλλον πορθηθήσεσθε μικρός τε καὶ μέγας. Οὕτω τε ὑμᾶς οἱ καταδῃοῦντες συλλέξουσιν, ὡς ἂν εἰ καί τις τῶν ἐν ἀγροῖς τὴν τῶν ἀκρίδων συναγείραι πληθὺν, οὐ σὺν πόνῳ τὸ χρῆμα πληρῶν, ἀπονητὶ δὲ μᾶλλον, καὶ οἷον ὡς ἐν ἀθύρματι. Φαίη δ' ἄν τις αὐτὸ δὴ τουτὶ πεπονθέναι τὸν Ἰσραὴλ, καὶ πνευ- ματικῶς παραδοθέντα τῷ Σατανᾷ, καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καθάπερ τισὶ πολεμίοις εἰς δι- αρπαγὴν, καὶ εἴς γε τὸ δεῖν ἀκρίδων δίκην ἐμπαίζεσθαι. 9Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Ἐν-επλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. Ἐν νό- μῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία, καὶ ἐπιστήμη, καὶ εὐσέβεια πρὸς τὸν Κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύ- νης.9 Ἀναφωνοῦσι πάλιν οἱ ἅγιοι, καὶ ταῖς καθηκούσαις δοξολογίαις καταγεραίρειν ἐπείγονται τὸν τῶν ὅλων Σωτῆρα Θεὸν τὸν κατοικοῦντα ἐν ὑψηλοῖς, ἢ ἐν τοῖς οὐρανοῖς δηλονότι, ἢ καὶ ἐν κτίσμασι λογικοῖς ὧν ἂν εἴη τὸ ὕφος, ὡς ἐν νοητῷ μεγέθει τῆς πολυειδοῦς ἀρετῆς. ∆οξολογοῦσι τοίνυν τὸν Θεὸν κατατεθηπότες τὴν Σιὼν, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν Χριστοῦ, κρί σεως καὶ δικαιοσύνης ὁρῶντες ἐμπεπλησμένην. Ἡ μὲν γὰρ ἐπίγειος Ἱερουσαλὴμ τῆς οὕτω λαμπρᾶς ἀπολείπεται δόξης. Προσήκατο γὰρ οὐδαμῶς τὴν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνην, τοῦτ' ἔστι, Χρι- στόν. Ἡ δέ γε ἐξ ἐθνῶν Ἐκκλησία, ἡ νοητὴ καὶ ἀληθεστέρα Σιὼν μεστὴ γέγονε κρίσεως καὶ δικαιο- σύνης· ἡ δὲ κρίσις ἐν τούτοις, τὴν δικαιοκρισίαν τὴν ἐφ' ἑκάστῳ πράγματι δηλοῖ. Ζῇν γὰρ ἔθος τοῖς ἁγίοις λογικῶς, καὶ ἐννόμως, καὶ κατευφραίνεσθαι ὑπὸ τῶν εὐαγγελικῶν θεσπισμάτων. Εἶτα θαυμάζουσι τοὺς ἐξ Ἰσραὴλ, ὡς νόμον μὲν ἔχοντας, καίτοι δο- θέντα παρὰ Θεοῦ πρὸς ἐπικουρίαν, ἀπολωλότας δὲ δι' αὐτοῦ. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, "6Ἀτεθοῦν-τες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦν- τες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι."6 Ὁ μὲν γὰρ νόμος ἦν ἐν σκιαῖς μέχρι καιροῦ διορθώσεως κείμενος. Ἀναλάμψαντος δὲ τοῦ νέου κηρύγματος, καὶ τῆς ἀληθείας εἰσκεκομισμένης, ἐχρῆν δή που πάντως ἀργῆσαι τοὺς τύπους, καὶ ἀπρακτῆσαι τὴν σκιὰν, ἀλλ' ὁ φιλόνεικος Ἰσραὴλ, καίτοι τῷ νόμῳ συναγορεύειν ἐθέλων, ἐνιστάμενός τε ταῖς Μωσέως ἐντολαῖς, εὐσεβεῖν τε διὰ τούτου νομί- ζων, παραδέδοται τοῖς ἐχθροῖς. Οὐ γὰρ ἔδει ταῖς οὕτω μακραῖς ἀπειθείαις ἀτιμάζειν τὴν ἀλήθειαν. Οὐκοῦν ἐν νόμῳ παραδοθήσονται. Ἡμῖν δὲ τοῖς ἐξ ἐθνῶν πι- στεύσασι καὶ ὁ πάλαι δι' ἀγγέλων λαληθεὶς νόμος μεσολαβοῦντος Μωσέως θησαυρὸς ηὑρέθη σωτηρίας. Ἐκεῖ γὰρ, τοῦτ' ἔστιν, ἐν αὐτῷ σοφία τέ ἐστι καὶ ἐπιστήμη, καὶ εὐσέβεια πρὸς τὸν Κύριον. ∆ιακέκραγε γὰρ ὁ Μωσέως νόμος τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν δύναμιν ὡς ἐν σκιαῖς εὐρήσομεν, ἰσχνὸν ἐνιέντες τοῖς γεγραμμένοις τὸν νοῦν. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ τοῖς Ἰουδαίων δή- μοις; "6Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν."6 Οὐκοῦν θησαυρὸς δικαιοσύνης ὁ νόμος τοῖς οὐ προσέχουσι τῇ σκιᾷ, διακύπτουσι δὲ μᾶλλον αὐτὴν, καὶ τὸ τῆς ἀληθείας κάλλος πολυπραγμονεῖν σπουδάζουσι. 9Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθή- σονται· οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ' ὑμῶν· ἄγγελοι ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πι- κρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην. Ἐρη- μωθήσονται γὰρ αἱ τούτων ὁδοὶ, πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους δια- θήκη αἴρεται, καὶ οὐ μὴ λογισθήσεσθε αὐτοὺς ἀνθρώπους.9 Πάλιν ἡμῖν ἐν τούτοις ὁ τῶν δυνάμεων Κύριος παραθαρσύνων ὁρᾶται τοὺς ἁγίους μυσταγωγούς· καὶ φόβου παντὸς ἀπαλλάττων, καὶ τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν προαναφαίνων τὸ πλάτος. Ἐδίωκον μὲν γὰρ τοὺς ἁγίους ἀποστόλους οἱ τάλανες Ἰουδαῖοι· τοῦτο μὲν καλοῦντες ἐν συνεδρίῳ, τοῦτο δὲ καὶ ῥάβδοις καταπαίοντες, καὶ γραφὴν αὐτοῖς καὶ εἰς ἐγκλήματος δύναμιν καταλογιζόμενοι τὴν εἰς Χρι- στὸν εὐσέβειαν, καὶ τὴν ἐπὶ τῷ θείῳ κηρύγματι σπουδήν τε καὶ προθυμίαν. Ἔφασκον γὰρ, ὅτι "6Παρ- αγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ. Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσα- λὴμ τῆς διδαχῆς ὑμῶν."6 Καὶ αὐτοὺς δὲ τοὺς ἁγίους ἀποστόλους εὑρήσομεν δεδιότας μὲν τῶν Ἰουδαίων τὴν ἔφοδον, προσπίπτοντας δὲ τῷ παναγίῳ Θεῷ, καὶ λέγοντας· "6Καὶ τανῦν, Κύριε, ἔπιδε τὴν ἀπειλὴν αὐ- τῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου."6 Ἰδοὺ τοίνυν, φησὶν, αὐτοὶ μᾶλλον ὑμᾶς, καὶ οὐχ ὑμεῖς αὐτοὺς φοβηθήσεσθε· οὓς ἐφοβεῖ- σθε φοβηθήσονται ἀφ' ὑμῶν. Ἀποστελοῦσι δὲ κατὰ καιρὸν καὶ ἀγγέλους αἰτοῦντες εἰρήνην, καὶ πικρῶς κλαίοντες. Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοὶ, τοῦτ' ἔστιν, οὐκ εὐοδοθήσονται θεομαχεῖν ᾑρημένοι, καὶ δεσποτικοῖς νεύμασιν ἀντεξάγοντες. Πάλαι μὲν γὰρ ὁ Ἰσραὴλ, ἐν ἀρχαῖς ὄντος φημὶ τοῦ θείου κηρύ- γματος, ἀφόρητος ἦν τοῖς ἁγίοις μυσταγωγοῖς. Ἐπεὶ δὲ ἡ τῶν πιστευσάντων πληθὺς ἀριθμοῦ γέγονε κρείσσων, ἐν ἁπάσῃ πόλει τε καὶ χώρᾳ νενίκηται λοιπὸν ἡ ἐκείνων ἀπόνοια, καὶ εἰσὶν ὑπὸ πόδας τῶν πεπιστευκότων ἡττημένοι τε καὶ κλαίοντες, καὶ ἀπο- χρήσειν ἐν αὐτοῖς εἰς εὐθυμίαν ἡγούμενοι τὸ κἂν γοῦν εἰρήνης ἀξιοῦσθαι τῆς πρὸς αὐτούς. Οὗτος, οἶμαι, ἐστὶ τῆς προφητείας ὁ νοῦς. Πέπαυται γὰρ, φησὶν, ὁ φόβος τῶν ἐθνῶν, τῶν Ἰουδαϊκῶν δηλονότι, καὶ ἡ πρὸς αὐτοὺς διαθήκη αἴρεται. Ἀλλότριοι γὰρ γεγό- νασι τῆς πρὸς Θεὸν οἰκειότητος, καὶ ξένοι τῶν ἐπαγ γελιῶν· ὅτι "6Μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας ταῦτα λογίζεσθαι εἰς σπέρμα,"6 τοῦτ' ἔστιν, οἱ ἐκ πίστεως τῆς ἐν Χριστῷ. ∆εδικαίωται γὰρ διὰ πίστεως ὁ προπάτωρ Ἀβραάμ. Ληφθείσης τοίνυν, φησὶ, τῆς πρὸς αὐτοὺς διαθήκης, οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους, τοῦτ' ἔστιν, οὐδενὸς ἀξίους ἡγήσεσθε λόγου. 9Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος.9 Ὄρος ἐστὶν ὁ Λίβανος ἐν Φοινίκῃ τῶν ὅτι μάλιστα διαφανεστάτων, κέδροις τε καὶ τοῖς ἑτέροις τῶν ξύ- λων εὖ μάλα κατάκομον. Τούτῳ δὴ τῷ ὄρει παρεικά- ζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν τῶν Ἰουδαίων συναγωγὴν, ἅτε δὴ καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καθάπερ ἀμέλει καὶ διὰ φωνῆς ἑτέρου προφήτου τοῦ πρὸς αὐτήν φησιν. ∆ι- άνοιξον, ὁ Λίβανος, τὰς θύρας σου. Ἐπένθησε τοίνυν ἡ γῆ, καὶ οὐχ ἁπλῶς πᾶσα, μόνη δὲ ἡ παθοῦσα τὴν ὑπὸ Ῥωμαίων δῄωσιν ἡ τῶν Ἰουδαίων γῆ. Τάχα που καὶ ἐγκαταλελειμμένη ὑπὸ Θεοῦ, καὶ τῆς ἀπ' αὐτοῦ θυ- μηδίας ἐξῳκισμένη. Ἠσχύνθη δὲ καὶ ὁ Λίβανος, τοῦτ' ἔστιν, ἡ Ἱερουσαλήμ. Ἡ γὰρ πάλαι περιφανὴς καὶ ἀοίδιμος, καὶ ταῖς ἄνωθεν εὐμενείαις πεπυργωμέ- νη, καὶ ἄμαχον ἔχουσα τὴν κατὰ πάντων ἰσχὺν, πέ- πτωκεν ὑπὸ πόδας ἐχθρῶν, ἐμπέπρησται, καὶ ἠρή- μωται, καὶ φειδοῦς ἐστέρηται τῆς παρὰ Θεοῦ, ἕλη γέγονεν ὁ Σαρών. Χῶρος δὲ κατὰ τὴν Ἰουδαίαν ἐστὶν, ᾧ ὄνομα Σαρωνᾶς, εὐήροτα μὲν ἔχων πεδία, πρὸς δέ γε τὸ χρῆναι γηπονεῖν ἐπιτηδείως ἔχοντα λίαν. Ἀλλ' ἡ οὕτως φησὶν εὔκαρπός τε καὶ γονιμω- τάτη γῆ ἕλη γέγονε, τοῦτ' ἔστι, δασεῖα πλείστης ὅσης ἀκάνθης φυείσης ἐν αὐτῇ. ∆έχεται δὲ πάλιν, ὡς ἐξ ὁμοιότητος τῶν ἐμφανεστέρων πνευματικὴν θεωρίαν. Κατεχερσώθη γὰρ ὥσπερ ὁ Ἰσραήλ· καὶ ἡ πάλαι καρπῶν ἡμέρων τροφὸς, καὶ οἷά τις ἀγαθὴ καὶ πίειρα γῆ, τοῦτ' ἔστιν, ἡ τῶν Ἰουδαίων συναγωγὴ γέγονεν ἀκανθοτόκος. "6Ἔμεινα γὰρ, φησὶ, τοῦ ποιῆ- σαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας."6 Ἀλλὰ ταυτὶ μὲν τοῖς Ἰουδαίοις συμβήσεται, δεδυσσεβήκασι γὰρ εἰς Χριστόν. Ἡ δέ γε Γαλιλαία, καὶ ὁ Κάρμηλος φα- νερὰ ἔσται, τοῦτ' ἔστιν, ἐμφανὴς, καὶ περίοπτος τοῖς ἁπανταχῆ. Γαλιλαίαν δέ φησι τὴν τῶν ἐθνῶν χώραν, ἤτοι τὰ ἔθνη. Καὶ τάχα που τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἣν καὶ τῷ Καρμήλῳ παρεικάζειν ἀξιοῖ. Κάρμηλος δὲ ὄρος ἐστὶ δασύ τε καὶ ὑψηλόν. Τοιαύτη δέ πως ἡ Ἐκκλησία Χριστοῦ. Πλεῖστοι γὰρ ὅσοι τεθήλασιν ἐν αὐτῇ θεοφιλῆ τὴν διάνοιαν ἔχοντες, καὶ παντὸς ἐπί- μεστον ἀγαθοῦ, ὑψοῦ τε ἠρμένην, καὶ τῶν ἐπιγείων πραγμάτων ἀνῳκισμένην. Γέγραπται γὰρ ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ὄρεσι τε τὴν Ἐκκλησίαν ἐξομοιοῦν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. 9Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθή- σομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰ- σθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται· καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη, καὶ κατακεκαυμένη.9 Ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν, καὶ ἀποῤῥήτως γεγενημένος, κεκένωκεν ἑαυ- τὸν μορφὴν δούλου λαβὼν, καὶ ἐν σχήματι ἀνθρώ- πων γενόμενος τεταπείνωκεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου· θανάτου δὲ σταυροῦ. Ἐπειδὴ δὲ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομείνας σταυρὸν ἀνεβίω πάλιν ὡς Θεὸς, τότε δὴ τότε τοῖς εἰς τοῦτο δυσσεβείας ἐληλακόσιν, ὡς μὴ ἀπειθῆσαι μόνον αὐτῷ, καίτοι καλοῦντι πρὸς ζωὴν, ἀλλὰ γὰρ λοιδο- ρίαις τε καὶ αἰκίσμασι, καὶ αὐτῷ δὲ τῷ θανάτῳ τολ- μῆσαι περιβαλεῖν, τὴν αὐτοῖς πρέπουσαν ἐπήρτησε δίκην. Κἀκεῖ γὰρ κακῶς διολώλασιν, ἐμπεπρησμέ- νων μὲν αὐτοῖς τῶν πόλεων. Καταδῃωθείσης δὲ εἰς ἅπαν τῆς γῆς, τότε δὴ τότε τὴν τοῦ παθόντος ἐμάν- θανον δόξαν, καὶ ταῖς οὕτω δειναῖς καὶ ἀφύκτοις ἐνολισθήσαντες συμφοραῖς, ἔγνωσαν μόλις, ὡς οὐκ εἰς ἕνα τῶν προφητῶν τὰ τῆς δυσσεβείας αὐτοῖς ἀνοσίως ἐξεπράττετο, ἀλλὰ γὰρ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ὡς μελλούσης αὐτίκα δὴ μάλα τῆς θείας ὀργῆς ἐπιπίπτειν αὐτοῖς· Νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Ἀνεξικακήσας γὰρ ὡς Θεὸς πρὸ τοῦ τιμίου σταυροῦ, πεπονθὼς ἤδη τὰ ἐπ' αὐτῷ μονονουχὶ καὶ κατεξανίσταται τῶν ἐχθρῶν. Ἐδοξάσθη δὲ καὶ ὑψώθη παραδοὺς μὲν εἰς ὄλεθρον τοὺς μέχρι παντὸς μεμαχημένους αὐτῷ, κε- κληκὼς δὲ τὰ ἔθνη διὰ τῆς πίστεως, καὶ τῷ νοητῷ δὲ καὶ τῷ θείῳ καταφαιδρύνας φωτὶ τοὺς ἐν σκότῳ πάλαι· καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν εἰς νοῦν ἔχον- τας, καὶ καρδίαν. Νῦν οὖν δοξασθήσομαι, νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε, ματαία γὰρ ἔσται τοῦ πνεύματος ὑμῶν ἡ ἰσχὺς, τοῦτ' ἔστιν, εἰς οὐδὲν ἐκτελευτήσει. Περιέσομαι γὰρ, καὶ οὐχ ἑκόντων ὑμῶν, καὶ πυρὸς ἔσεσθε τροφὴ, καθάπερ ἄκανθα ἐν ἀγρῷ κατακεκαυ- μένη, καὶ ἐῤῥιμμένη. ∆εδαπάνηνται γὰρ, ὡς ἔφην, μονονουχὶ παμφάγῳ φλογὶ περιπεπτωκότες τοῖς ἐκ θείας ὀργῆς κινήμασιν. Ὡς γάρ φησιν ὁ μακάριος Μωσῆς· "6Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν."6 9Ἀκούσονται οἱ πόῤῥωθεν ἂ ἐποίησα, γνώσον- ται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται γὰρ τρόμος τοὺς ἀσε- βεῖς.9 Ἀπεστάλη μὲν παρὰ Θεοῦ καὶ Πατρὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ γὰρ ἦσαν αὐτῶν αἱ ἐπαγγελίαι, ἡ νομοθεσία, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες, καὶ διατετέλεκε μὲν τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ἐμ- φανῆ καθιστὰς ἑαυτόν· καὶ τοῦτο μὲν διδασκαλίαις ταῖς ὑπὲρ νόμον χρώμενος, τοῦτο δὲ ταῖς ὑπὲρ λόγον καταπλήττων θεοσημείαις. Ἀλλὰ γέγονεν ἀνόνητον τοῖς Ἰουδαίοις παντελῶς τὸ χρῆμα διὰ πολλὴν σκαιό- τητα νοῦ. Ἐδίδασκε μὲν γὰρ ὁ Κύριος· οἱ δὲ Γραμ- ματεῖς τε καὶ Φαρισαῖοι τοῖς ἀκροωμένοις ἐπιπλήτ τοντες ἔλεγον· "6∆αιμόνιον ἔχει, καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;"6 Πονηροῖς καὶ ἀκαθάρτοις ἐπετίμα πνεύμασι, καὶ τοῦτο μετ' ἐξουσίας, ὡς Θεός· οἱ δὲ τὴν οὕτως ὑπερφυᾶ καὶ ἀπόῤῥητον συκοφαντοῦντες ἰσχὺν ἀληθῶς, ἀπετόλμων λέγειν· Οὗτος οὐκ ἐκβάλ- λει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Οὐκοῦν ἀπόπεμπτοι γεγόνασι, καὶ σφόδρα εἰκότως ἀμέτοχοι τῆς εἰς αὐτὸν ἐλπίδος. Μεμυστα- γώγηνται δὲ τὰ ἔθνη, καὶ τὸ σωτήριόν τε καὶ εὐαγ- γελικὸν παρεδέξαντο κήρυγμα. Τοῦτο, οἶμαι, διδάσκει λέγων· Ἀκούσονται οἱ πόῤῥωθεν ἃ ἐποίησα. Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ πεπαιδεῦσθαι νόμῳ, γέγονεν ἐγγὺς ὁ Ἰσραήλ· ἀφειστήκεισαν δὲ τὰ ἔθνη τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, λελατρευκότα τῇ κτίσει παρὰ τὸν κτίσαντα· Ἀλλ' οὗτοι, φησὶν, ἀκούσονται ἃ ἐποίησα, οὐκ ἐθελήσαντος ἀκοῦσαι τοῦ Ἰσραήλ. Γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπόλωλε γὰρ οὐκ εἰσάπαν ὁ Ἰσραήλ· πλεῖστοί γε μὴν καὶ ἐξ αὐτῶν πεπιστεύκασι, καὶ οἷον ἐγγὺς ὄντες Θεοῦ. ∆ιὰ τὸ ἤδη λαχεῖν τὴν ἐν νόμῳ παίδευσιν, ἐγνώκασι τὴν ἰσχὺν τοῦ Χριστοῦ. Πεπιστεύκασι γὰρ ὅτι τεθαυματούργηκεν ὡς Θεός. Ἀλλ' οὗτοι μὲν γνώσονται, φησίν. Ἀπέστησαν δὲ καὶ ἔξω γεγόνασιν ὁλοτρόπως τῆς τῶν ἁγίων ἐλπί- δος οἱ ἐν Σιὼν ἄνομοι. Λήψεται δὲ αὐτοὺς καὶ τρό- μος, καίτοι λίαν ὄντας ἀσεβεῖς. Ἀρκέσει γὰρ τῶν ἐπενηνεγμένων αὐτοῖς συμφορῶν ἡ πεῖρα πρός γε τὸ δεῖν, καὶ καταδεῖσαι λοιπὸν τὸν παρ' αὐτῶν ὑβρισμόν. 9Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; Τίς ἀναγ- γελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;9 Ὅτι σκληρᾷ καὶ ἀφύκτῳ περιπεσοῦνται κολάσει, πυρὸς ἐσόμενοι τροφὴ κατὰ τὸν τῆς κρίσεως καιρὸν οἱ δυσσεβοῦντες εἰς Χριστὸν, διαδείκνυσιν ἐν τού- τοις. Ἔφη γάρ που καὶ αὐτός· "6Ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν."6 Τοῖς δὴ οὖν ἄρα φησὶ σκληροκαρδίοις οὖσι, καὶ ἀπειθεῖν ᾑρημένοις ἀναγ- γελεῖ τὸν τόπον τὸν αἰώνιον, καὶ ὅτι πῦρ ηὐτρέπισταί τε καὶ ἀνακαίεται, καὶ τοῦτο διηνεκῶς. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ προφήτης περὶ τῶν τε- θνεώτων ταῖς ἑαυτῶν πλημμελείαις· "6Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθή σεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί."6 9Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλ- μοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Βασι- λέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόῤῥωθεν, ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον.9 Ὅτι μὲν οὖν κατοιχήσονται μὲν εἰς ᾅδου κολασθη- σόμενοι, περιπεσοῦνται δὲ τῇ ἀσβέστῳ φλογὶ ταῖς κατὰ Χριστοῦ δυσσεβείαις ἐνισχημένοι τινὲς, εὖ μάλα διαμεμήνυκε. Προσεπάγει δὲ χρησίμως, ᾧ καθίστησιν ἐναργὲς, τίνες ἂν εἶεν οἱ τῆς εἰς αἰῶνα ζωῆς μεταλαχεῖν ὀφείλοντες, καὶ τοῖς παρ' αὐτοῦ χαρίσμασι, θείοις δὲ δηλονότι καὶ πνευματικοῖς, ἐν- τρυφήσοντες κατὰ καιρούς. Ὁ γάρ τοι, φησὶ, πορευό- μενος ἐν δικαιοσύνῃ, τοῦτ' ἔστιν, ὁ τὰ τῆς δικαιο- σύνης ἔργα τετιμηκὼς, καὶ βίον ἐπασκήσας τὸν ἐξαίρετον, καὶ ὁ λαλῶν εὐθεῖαν ὁδὸν, τοῦτ ἔστιν, ὁ διὰ γλώττης ἔχων πᾶν ὅσον ἐστὶν ἀποφέρον εἰς τὸ εὐθὺ, καὶ ὁ μισῶν ἀδικίαν, καὶ πᾶς εἴ τις ἐστὶ φι- λοχρηματίας ἀμείνων, καὶ δωροδοκίας ἐχθρὸς, καὶ τὴν καθ' αἵματος κρίσιν τῆς οἰκείας ἀποσοβῶν ἀκοῆς, ἀποστρέφων δὲ καὶ τοὺς ὀφθαλμοὺς, ὡς ἂν μή τι τῶν ἀδίκων θεάσαιτο, οὗτος οἰκήσει ἐν ὑψηλῷ σπη- λαίῳ πέτρας ἰσχυρᾶς. Ἐν ἀσφαλείᾳ γὰρ ἔσται, φησὶ, καὶ οἷον ἐν πέτρᾳ τὴν οἴκησιν ἕχων ἀκλόνητον, εὑ- ρήσει τὴν ἐφ' ἅπασι τοῖς εὐκταίοις διαμονήν. Εἰκὸς δὲ δή που, καὶ πέτραν ἡμῖν ὠνομάσθαι διὰ τούτων τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν ᾧ καθάπερ τι σπήλαιον, ἢ καὶ προβάτων σηκὸς ἡ Ἐκκλησία νοεῖται ἀσφαλῆ καὶ ἀκράδαντον ἔχουσα τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· "6Σὺ γὰρ εἶ Πέτρος,"6 φησὶν ὁ Σωτὴρ, "6καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκ- κλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς."6 Τῷ τοίνυν, φησὶν κατοικήσαντι ἐν τῇ τοιᾷδε πέτρᾳ δοθήσεται μὲν ἄρτος, χορηγηθήσεται δὲ καὶ ὕδωρ πιστόν. Τοῖς γὰρ οἰκοῦσι τὴν Ἐκκλησίαν, ἄρτος ζωῆς δίδοται, Χριστὸς, παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ ὕδωρ πιστὸν τὸ τοῦ ἁγίου βαπτίσματος δη- λονότι πιστοὺς καὶ ἑδραίους ἀποφαῖνον τοὺς ἀξιου- μένους αὐτοῦ. ∆ίδοται γὰρ ἡ τοῦ ἁγίου βαπτίσματος χάρις τοῖς κεκαθαρμένοις διὰ τοῦ ἁγίου βαπτίσμα- τος. Οἱ δέ γε λαβόντες βασιλέα μετὰ δόξης, ὄψεσθε, φησὶ, τοῦτ' ἐστι, Χριστόν. Ὄψεσθε δὲ καὶ γῆν πόῤ- ῥωθεν, οὔπω γὰρ τεθεαμένοι τὴν γῆν, περὶ ἧς φη- σιν ὁ Σωτήρ· "6Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κλη- ρονομήσουσι τὴν γῆν."6 Τοῖς τῆς διανοίας ὄμμασιν οἷον πόῤῥωθεν αὐτὴν οὖσαν ἔτι καταθεώμεθα. Ταύ- τῃ τοι καὶ μελετᾷν εἰθίσμεθα τὸν Θεοῦ φόβον, ἵνα ἐν αὐτῇ γενώμεθα καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις, τῶν διὰ Χριστοῦ χαρισμάτων ἀναπιμπλάμενοι δοξολογοῦμεν αὐτόν. 9Ποῦ εἰσὶν οἱ γραμματικοί; Ποῦ εἰσὶν οἱ συμ- βουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς συστρε- φομένους μικρὸν καὶ μέγαν λαόν; Ὧ οὐ συνεβού- λευσαν, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος· καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.9 Καταστήσας ἐναργῆ τῶν εὐσεβεῖν ᾑρημένων τὰ γέρα, μέτεισι πάλιν ἐπὶ τὸ χρῆναι λυπεῖν, κατονει- δίζων εἰκότως τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ὡς ἡμαρτηκόσιν ἐξ ἀβουλίας τοῦ διὰ τῆς ἄνωθεν χάριτος εὐημερεῖν δύνασθαι, καὶ θεοφιλὲς ἔχειν εἰς ἀρετὴν τὸ σπούδασμα προσιεμένους τὴν πίστιν· τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι, κατολισθαίνοντες δὲ μᾶλλον, εἰς τὰ αἰσχίω κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. Καί- τοι γὰρ τὸν νόμον οἱ λέγειν εἰωθότες, καὶ τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντες φωνὰς, οὕτω δὲ εἰδέναι μὲν τὸν αὐτοῖς ἐν ἀνθρωπείᾳ μορφῇ πε- φηνότα Θεὸν Λόγον, ἐπιλάμψαντά τε τοῖς ἐπὶ τῆς γῆς, ἠγνοήκασιν αὐτὸν, ἢ καὶ τάχα που συνέντες τὸ μυστήριον ἐπεφύοντο πικροί. Ἀποσταλέντα γὰρ τὸν Υἱὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τοὺς οἰκέτας ἐπιγνόντες ἔφασκον· "6Οὗτος ἐστὶν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ."6 Καὶ δὴ καὶ ἀπεκτόνασι τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν, εἰ καὶ μὴ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις. Καταθήγοντες ἐπ' αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαοὺς, οἳ κατακεκράγασιν αὐτῷ Πι- λάτῳ λέγοντες· "6Αἶρε, αἶρε, σταύρωσον αὐτόν."6 Καὶ ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ταῖς ἀνωτάτω δυσ- σεβείαις ἔνοχοι, καὶ τῷ τῆς Κυριοκτονίας ἐγκλήματι κατηχθισμένοι, ξένοι μὲν γεγόνασι τῆς εἰς Χριστὸν ἐλπίδος, ἀπώλοντο δὲ τῆς πρὸς Θεὸν οἰκειότητος καὶ κατώλισθον εἰς ἀνηκέστους συμφοράς. Φησὶ τοιγαρ- οῦν πρὸς αὐτούς· Ποῦ εἰσὶν οἱ γραμματικοί; ἀντὶ τοῦ, Ἐν τίσι γεγόνασι κακοῖς; Γραμματικοὺς δέ φησι τοὺς γραμματέας. Ποῦ εἰσιν οἱ συμβουλεύοντες; Καὶ τίνες ἂν εἶεν οὗτοι; Πάλιν οἱ τεταγμένοι πρὸς ἱερουργίαν περὶ ὧν ὁ Μωσέως φησὶ νόμος, ὅτι "6Χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- σουσιν ἐκ στόματος αὐτοῦ."6 Ταῖς γὰρ παρὰ τῶν ἱερέων νουθεσίαις, ὁ ὑπὸ χεῖρα παιδαγωγεῖται λαός, Ποῦ τοίνυν οἱ συμβουλεύοντες; Ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαόν; Ἐν- ταῦθά μοι πάλιν σημαινόμενος ἄθρει γραμματέας τε καὶ ἱερέας ἤτοι Φαρισαίους, οἳ κατεσώρευσαν τοῦ Χριστοῦ τοὺς ὑπὸ χεῖρα λαούς, καὶ συστροφὴν πε- ποίηνται δήμων μικρῶν καὶ μεγάλων· οἳ καὶ τὸ Πιλάτου περισχόντες οἰκητήριον, ἠξίουν ἀνεῖσθαι μὲν, φησὶ, σφίσι τὸν φονευτὴν Βαραββᾶν, σταυροῦ σθαί γε μὴν τὸν ἐπ' οὐδενὶ τῶν ἀτόπων τὸ σύμπαν κατεγνωσμένον, φημὶ δὴ Χριστόν. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν. Τούτου διαμέμνηται Ματθαῖός τε καὶ Μάρκος, οἱ μακάριοι εὐαγγελισταί. Πιλάτου γὰρ λέ- γοντος ὅτι χρὴ μᾶλλον τῇ ἑορτῇ τὸν Ἰησοῦν αὐτοῖς ἀνεῖσθαι πεπλημμεληκότα μηδὲν, ὁ Ματθαῖός φησιν, ὅτι οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰη- σοῦν ἀπολέσωσι. Τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος, ὡς ἔφην, ἐναργέστατα λέγει. Ποῦ τοίνυν ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαὸν, ᾧ οὐ συν- εβούλευσαν, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύν- εσις. Καὶ δυσχερεστάτη μὲν λίαν ἡ τῶν λέξεων συν- θήκη, καὶ δυσκάτοπτος ὁ ἐν αὐτοῖς νοῦς ἐστιν. Ἐρῶ δὲ ὡς ἔνι. Ποῦ γὰρ, φησὶν, ὁ ἀριθμῶν τοὺς συστρε- φομένους μικρὸν καὶ μέγαν λαὸν, ᾧ λαῷ οὐ συνεβού- λευσαν; Ὁ μὲν γὰρ πολὺς, ὡς ἔοικε, δῆμος ἠγνόει Χριστὸν ὄντα Υἱὸν τοῦ Θεοῦ τὸν καταβοώμενον, ἔδρων δὲ τοῦτο διὰ τὸ τοὺς ἐγνωκότας, τοῦτ' ἔστι, τοὺς ἡγουμένους, μὴ συμβουλεῦσαι μᾶλλον αὐτῷ τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν. Οὐ γὰρ ᾔδει, φησὶν, ὁ λαὸς τὸν βαθύφωνον, τοῦτ' ἔστι, Χριστόν. Βαθύ- φωνον δὲ αὐτὸν ὀνομάζει, διά τοι τὸ κεκρυμμένους εἶναι, καὶ ὡς ἐν αἰνίγμασι καὶ παραβολαῖς τοὺς παρ' αὐτοῦ λόγους. Καὶ γοῦν εἰσκεκόμισται διὰ τῆς τοῦ ψάλλοντος λύρας οὕτω λέγων· "6Ἀνοίξω ἐν πα- ραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου."6 Προσελάλει δὲ καὶ τοῖς Ἰου- δαίοις ἐν παραβολαῖς. Οὐκοῦν οὐ συνεβούλευσαν τῷ λαῷ, φησὶν, ἀλλ' οὐδὲ ᾔδει τὸν βαθύφωνον. Οὐ συν εβούλευσαν δὲ ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος. Εἰ γὰρ ἦσαν συμβουλεύσαντες, οὐκ ἂν ἤκουσε λαὸς πεφαυλισμένος. Μακάριοι δὲ μᾶλλον ὡς ἐπεγνωκότες τὸν Λυτρωτήν. Ἀλλ' οὐκ ἦν, φησὶ, τῷ ἀκούοντι σύνεσις. Ἀσύνετοι γὰρ ὄντες οἱ Ἰουδαῖοι, τὰς τῶν ἡγουμένων οὐκ ἐδοκίμαζον φωνὰς, οὐδὲ διέκρινον πό τερόν ποτε χρηστὰ συμβουλεύουσιν, ἢ δρῶσι τὸ ἐναν- τίον. 9Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ Σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλου- σία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς, καὶ εὐρύχωροι.9 ∆ιὰ μέσου τεθειμένων τῶν τοῦ Θεοῦ λόγων οὓς πεποίηται πρὸς τοὺς ἀσυνέτους τῶν Ἰουδαίων γραμ- ματικοὺς, καὶ τοὺς ἀνόσια συμβουλεύοντας, εἰσφέ- ρεται πάλιν τὸ πρόσωπον τῶν τῆς ἀληθείας ἐραστῶν, ἐπεγνωκότων τε τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ λεγόντων· Ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἤγουν τὴν ἐν οὐρανοῖς τὴν ἄνω καλλίπολιν, τὴν τῶν ἁγίων τροφόν. Ὥστε κἂν εἴτε τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὀνομάσειέ τις, εἵτ' οὖν ἐκείνην εἰς νοῦν δέξαιτο, ἓν ἔσται τὸ δι' ἀμφοῖν δηλούμενον. Οἱ γὰρ ἐν τῇ κάτω γεγονότες, ἔσονται κατὰ καιροὺς καὶ ἐν ἐκείνῃ τῇ ἄνω καὶ ἐν οὐρανοῖς. Οὐκοῦν ἐπειδήπερ ἐκ περιχαρείας πολλῆς μονονουχὶ, καὶ ἀνασκιρτῶσιν ἐπεγνωκότες τὴν Σιὼν, ἐν ᾗ τὸ σωτήριον ἡμῶν, τοῦτ' ἔστι, Χριστὸς, ἀλλή- λοις αὐτὴν καταδεικνύουσιν, εὐθὺς ὁ θεῖος διαδέχεται λόγος τὰς παρ' αὐτῶν φωνὰς, καί φησιν· Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία· καὶ διαλέ- γεται μὲν ὡς ἐξ ὁμοιότητος τῆς ἀρχαίας καὶ ἐν τῂ ἐρήμῳ σκηνῆς. Πλουσίαν τε ὀνομάζει τὴν Σιὼν, καὶ ἀκατάσειστον ἔσεσθαι τὴν σκηνήν. ∆ιϊσχυρίζεται γὰρ, ἄῤῥηκτα μὲν ἔχουσα τὰ σχοινία, πασσάλους δὲ πεπη- γότας διηνεκῶς. Ἐρήρεισται γὰρ ἡ Ἐκκλησία, καὶ ἀκράδαντον ἔχει τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· "6Πύ- λαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς."6 Καὶ ἀποδίδωσι τὴν αἰτίαν, δι' ἣν ἔσται τοιαύτη, καί φησι τοῖς πιστεύσασιν εἰς Χριστὸν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τοῖς μὲν γὰρ οὐ προσηκαμένοις τὴν πίστιν, οὐ μέγα καὶ δεδοξασμένον ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ. Παρ' ἡμῖν δὲ τοῖς πιστεύσασι, μέγα καὶ ὑψηλόν. Προσκυνοῦμεν γὰρ ὡς Θεὸν, ὡς Υἱὸν ἀληθῶς τοῦ Πατρὸς, ὡς ἐνανθρωπήσαντα Λόγον ἐπὶ σωτηρίᾳ τῶν ὅλων. Αὕτη τοίνυν, φησὶν, ἡ ἀεὶ μένουσα σκηνὴ τόπος ὑμῖν ἔσται. Πόλιν γὰρ ὥσπερ πεποιήμεθα τὴν Ἐκκλησίαν Χριστοῦ τῆς ἄνω τὸν τύπον. Ἔσονται δὲ ἐν αὐτῇ ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. Σημαίνει δὲ διὰ τούτων τοὺς ἁγίους εὐαγγελιστὰς, τοὺς ἀποστόλους, τοὺς τῶν Ἐκκλησιῶν κατὰ καιροὺς ἡγουμένους, οἳ ποταμίου νάματος δίκην τὰς τῶν πι- στευσάντων κατάρδουσι διανοίας, τοῖς παρὰ Θεοῦ λόγοις αὐτὰς ἐπικλύζοντες, καὶ ἀμφιλαφῆ παράκλη- σιν ἐνιέντες αὐτοῖς, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ ἁγίου Πνεύματος. Ἀλλ' οὗτοι πάντες οἱ ποταμοὶ καὶ αἱ διώρυχες ἕνα τῶν ἀνωτάτω δέχονται, δῆλον δὲ ὅτι Χριστὸν, περὶ οὗ γέγραπται· "6Τοῦ ποταμοῦ τὰ ὁρμή- ματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ."6 Φησὶ δέ που καὶ αὐτὸς διὰ φωνῆς προφήτου περὶ τῶν ἰδίων προσ- κυνητῶν· "6Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποτα- μὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν."6 9Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἔναυλον. Ὁ γὰρ Θεός μου μέγας ἐστίν. Οὐ παρελεύσεταί με Κύριος. Κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος· αὐτὸς ἡμᾶς σώσει.9 Μεταπεφοίτηκε πάλιν ὁ λόγος ἐπὶ τὸ τῶν πιστευ- σάντων πρόσωπον. Ἐπειδὴ γὰρ ποταμῶν, καὶ δι- ωρύγων ἐποιήσατο μνήμην, ταύτῃ τοι, καὶ σφόδρα εἰ κότως, ὡς περὶ πλοίου φησί. Καὶ τί δὴ ἄρα δηλοῖ, διατρανοῦν πειράσομαι. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆ- ρος ἡμῶν ἐπιδημίας κατεληΐζετο τὴν οἰκουμένην, οὐδενὸς ἐπιτιμῶντος, ὁ Σατανᾶς. Ἐπειδὴ δὲ λελυτρώ- μεθα διὰ Χριστοῦ, καὶ τὴν ἁγίαν οἰκοῦντες σκηνὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν τοῖς εὐαγγελικοῖς καὶ ἀπο- στολικοῖς ἐνσπαταλῶμεν λόγοις, κατεθαρσήσαμεν τοῦ πάλαι πλεονεκτεῖν ἰσχύοντος, καὶ ὅτι τηρήσει Χριστὸς τὰς καρδίας ἡμῶν, οὐκ ἐφιεὶς τῷ τῆς ἀνομίας εὑρετῇ κατεπεμβαίνειν αὐτῶν· διὸ οἱ πεπιστευκότες φαμὲν πρὸς αὐτόν· Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πο- ρεύσεται πλοῖον ἔναυλον, τοῦτ' ἔστιν, οὐκ ἐσόμεθα βάσιμοι ταῖς σαῖς ἔτι πλεονεξίαις· ἀλλ' οὐδὲ ἐν τού- τοις εὑρεθήσῃ τοῖς ποταμοῖς, καθάπερ τι πλοῖον ἔναυλον. Ἀλλ' ἴσως φαίη τις ἄν· Πόθεν τοῦτο λέγειν τεθαρσήκατε; Ναὶ, φησὶν, ἔχομεν τὸ θαρσεῖν. Ὁ γὰρ Θεός μου μέγας ἐστὶ, καὶ οὐ παρελεύσεταί με· τοῦτ' ἔστιν, οὐ διελεύσεται δι' ἐμοῦ, καθὰ καὶ πρώην ὁ Σατανᾶς. Οὐχ ὑποκείσομαι τοῖς ἐκείνου ποσί· Κύ- ριος γὰρ ἡμῶν ἐστι κριτής. Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος αὐτὸς ἡμᾶς σώσει. Πάλαι μὲν γὰρ αὐτὸς ἦν ἐκεῖνος ὁ δυστροπώτατός τε, καὶ ἀπηνὴς ἄρχων ἡμῶν. Ἐπειδὴ δὲ τὸν εὐαγγελι- κὸν καὶ σωτήριον ὑπεδράμομεν ζυγὸν, κριτὴν ἐσχή- καμεν ἄρχοντα, βασιλέα, Κύριον, τὸν Υἱὸν, καὶ αὐτὸς ἡμᾶς σώσει. Ἑτέρως δὲ τοῦτο διδάσκει λέγων αὐτὸς ὁ προφήτης Ἡσαΐας, περί τε τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδι καιωμένων· Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν, οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυ- τρωμένοι διὰ τὸν Κύριον. 9Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυ- σεν. Ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἔως οὗ παραδοθῇ εἰς προνο- μήν.9 Πλοίου διαμνημονεύσας, καὶ σκηνὴν ὀνομάσας, ἔχε- ται πάλιν τῆς τοῦ Θεοῦ διεκβολῆς· καί φησιν, ὡς πρός γε τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἤτοι τὴν σκηνὴν, ὅτι Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσε. Τῆς μὲν γὰρ Σιὼν τῆς πόλεως τῆς πλου- σίας οὐ διαῤῥαγήσεσθαι τὰ σχοινία φησὶν εἰς τὸν αἰῶνα χρόνον. Τεθεμελίωκε γὰρ, ὡς ἔφην, ἐπὶ πέ- τραν τὴν ἑαυτοῦ Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐῤῥάγη δὲ ὥσπερ τὰ σχοινία τῆς Ἰουδαίων σκηνῆς, οὐ γὰρ ἴσχυσαν. Ὥσπερ δὲ ἀνέμου ῥαγδαίου καταχεομένου νηὸς συντείνεται τὰ ἱστία, καὶ χαλᾶται μὲν οὐδαμῶς οὐκ ἐφιέντος τοῦ πνεύματος, ὑπομένει δὲ τὴν ναυαγίαν· οὕτω, φησὶ, καὶ ὁ σὸς ἱστὸς κέκλιται, καὶ οὐ μὴ χαλάσῃ τὰ ἱστία. Οὐκοῦν ὡς ἐξ εἰκόνος τῶν ναυτιλλομένων τοῦ συμβεβηκότος τῇ τῶν Ἰουδαίων Συναγωγῇ ποιεῖται τὴν δήλωσιν. Ἀλλ' οὐδὲ σημεῖον ἀρεῖ, φησίν. Μενεῖ δὲ οὕτως ἕως οὗ παραδοθῇ εἰς προνομήν. Ἰδοὺ καὶ τούτῳ χρῆται παραδείγματι, πολυτρόπως ἡμῖν σημαίνων τὰ συμβεβηκότα αὐτοῖς. Ἔθος μὲν γὰρ τοῖς ἐν πολέμῳ νενικηκόσι ἐπαίρειν σημεῖον, ἤτοι τρόπαιον ὑψοῦν. Οἱ δέ γε ἡττώμενοι, σημεῖον οὐκ αἴρουσιν. Οὐκ ἀρεῖ τοίνυν, φησὶν, ση- μεῖον, τοῦτ' ἔστιν, οὐ περιγενήσεται τῶν ἐχθρῶν, ἀσθενήσει δὲ μᾶλλον, ἕως οὗ παραδοθῇ εἰς προνο- μήν. Σημαίνει δὲ διὰ τούτων ἁπάντων, ὅτι καὶ ὑπὸ πόδας κείσεται τοῦ Σατανᾶ, καὶ ναυαγίαν ὑπομενεῖ, καὶ οὐ περιέσται ποτὲ τῆς ἐκείνου δυστροπίας, καθάπερ ἀμέλει, καὶ οἱ τὴν ἀκατάσειστον οἰκοῦντες σκηνὴν, ἔσται δὲ μᾶλλον εἰς προνομὴν αὐτῷ. 9Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι, καὶ οὐ μὴ εἴπῃ· Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.9 Ἰουδαῖοι μὲν γὰρ, καίτοι τὸ ὀρθοποδεῖν δύνασθαι λαχόντες ἀπό γε τῆς ἐν νόμῳ παιδαγωγίας, εἰς προ- νομὴν δέδονται τῷ Σατανᾷ. Οἱ δέ γε ἐξ ἐθνῶν, καίτοι χωλεύουσαν ἔχοντες τὴν διάνοιαν, ἐπεπλάνηντο γὰρ καὶ ὀρθὰς ἰέναι τρίβους οὐκ ᾔδεσαν, ποιήσουσι προ- νομήν. Κερδανοῦσι γὰρ τὰ παρὰ Θεοῦ, νικῶντες τὸν Σατανᾶν. Ὅτι δὲ καὶ τὸ τῆς ἁμαρτίας δυσαχθὲς φορ-τίον ἀποπεμψάμενοι, πνευματικὴν ἕξουσι τὴν ἀνάπαυ- σιν διατρανοῖ λέγων· Οὐ μὴ εἴπῃ, Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Οἱ μὲν γὰρ ἐξ αἵματος Ἰσραὴλ, ἅτε δὴ καὶ ἐπηρμένης αὐτοῖς τῆς ἁμαρτίας· προσήκατο γὰρ οὐδαμῶς τὴν δικαιοῦσαν χάριν, εἰκότως δέδονται προνομὴ, καὶ οἷον αἰχμάλωτοι τῷ τῆς ἁμαρτίας εὑρέτῃ. Οἱ δὲ ἀμεί- νους γεγονότες τοῦ κατηγορεῖσθαι διὰ τὴν ἁμαρτίαν, ἀφῄρηται γὰρ Χριστοῦ διασμήχοντος, ἁπάσης εἴσω γενήσονται θυμηδίας, ἀπαλλαχθήσονται δὲ καὶ κόπου παντὸς, ἀποπεμψάμενοι τὸ λυποῦν. Τούτων καὶ ὁ μα- κάριος ∆αβὶδ διαμέμνηται λέγων· "6Μακάριοι, ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν."6 Καίτοι λέγοντος τοῦ πλημμελεῖν εἰωθότος, ὅτι "6Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ."6 ∆υσφόρητος δὲ καὶ ἄνομος [ρυμφρ. λεγιτ ὁ νόμος] ἦν. Καὶ γοῦν ἔφη Χριστός· "6∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς."6 9Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. ∆ιότι ὁ θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἡ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται; καὶ οἱ νεκροὶ, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμὴ, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. Καὶ εἱλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει σῦκα ἀπὸ συκῆς. Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ.9 Ναυαγίῳ περιπεσεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν εὖ μάλα διειρηκὼς, καὶ ὅτι παραδοθήσεται τοῖς κα- ταδῃοῦσιν αὐτὴν εἰς προνομήν τε καὶ ἅλωσιν· καὶ τούτοις ἐπενεγκὼν τὴν τῶν ἐθνῶν κλῆσιν· Πολλοὶ γὰρ χωλοὶ, φησὶ, προνομὴν ποιήσουσιν· ἀναγκαίαν ποιεῖται τὴν κατήχησιν τοῖς ποτε μὲν χωλεύουσαν ἔχουσι τὴν διάνοιαν, μεμαθηκόσι δὲ τὸ ὀρθοποδεῖν διὰ πίστεως τῆς εἰς Χριστόν. ∆ιαμνημονεύει τοιγαρ- οῦν τῆς κατὰ πάντα ἐσομένης κρίσεως μικρῶν τε καὶ μεγάλων. Ταύτῃ τοι φησὶν ὡς ἔτι πόῤῥω καθ- εστηκόσι τοῖς ἔθνεσι· Προσαγάγετε, ἔθνη, καὶ ἀκού- σατε, ἄρχοντες. Τὸ δὲ, προσαγάγετε, τέθεικεν, ἀντὶ τοῦ, προσεγγίσατε. Ἕως μὲν γάρ εἰσιν ἐν τῷ πλα- νᾶσθαι τυχὸν, καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, πόῤῥω που Θεοῦ καθεστήκασιν. Ἐξῃρη- μένης δὲ τῆς αἰτίας, ἐφ' ᾗ καὶ μακρὰν εἶναι λέγον- ται, προσοικειοῦνται Θεῷ, καὶ ἐγγὺς γενέσθαι νοοῦνται, μέτοχοι γεγονότες αὐτοῦ, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. Ἐγγίσατε τοίνυν, φησὶν, ἔθνη τε καὶ ἄρχοντες. Ἀκουσάτωσαν δὲ καὶ ἡ γῆ, καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Καὶ τί δὴ τὸ δη- λούμενον; Ἐπήρτηται γὰρ ὀργὴ, φησὶν, ἐπὶ πάντας τοὺς ἐν αὐτῇ, καὶ οὐχ ἁπλῶς ἢ ἀδιακρίτως· ἥξει δὲ μᾶλλον ἐπ' ἐκείνους, οἳ καὶ ἀναπόβλητον ἐσχήκασι τὴν ἁμαρτίαν, καὶ ταῖς ἑαυτῶν ψυχαῖς τὸν ἐκ τοῦ πλημμελεῖν ῥύπον ἐντετηγμένον. Ὅτι δὲ καὶ ἀπο- λοῦνται, καὶ οἷον εἰς ὄλεθρον καὶ σφαγὴν παραδοθή- σονται, καὶ καταμιανοῦσι τὸν πάντα χῶρον, ὡς ἐπὶ σωμάτων διολωλότων τὸ τοῦ λόγου διαπλάττει σχῆμα. Βραχήσεται γὰρ, φησὶ, τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐ- τῶν. Εἶτα τὸν τοῦδε καιρὸν ἐμφανῆ καθιστὰς, τὴν τοῦ κόσμου συντέλειαν εἰς μέσον ἄγει, καί φησιν, Εἱλιχθήσεται μὲν ὡς βιβλίον ὁ οὐρανὸς, ἐν ἴσῳ δὲ φύλλοις τὰ ἄστρα πεσεῖται. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητὴς περὶ τῆς ἐσχάτης ἡμέρας· "6Ὅτι ἐν αὐτῇ μὲν οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοι- χεῖα δὲ καυσούμενα λυθήσεται, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα. Καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν κατὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν."6 Οὐκοῦν τὸ εἱλιχθήσεσθαι τὸν οὐρανὸν, πεσεῖσθαι δὲ καὶ τὰ ἄστρα, τὸν τοῦδε τοῦ παντὸς ἀνακαινισμὸν ὑπεμφαίνειεν ἄν. Ἐλευθερωθήσεσθαι δὲ τὴν κτίσιν, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Προστιθεὶς δὲ ὅτι, Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ, δίδωσι νοεῖν, ὅτι τῆς θείας ὀργῆς ἡ ἔφοδος οὐ κατὰ μόνων ἥξει τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ καὶ κατ' αὐτῶν δραμεῖται τῶν ἀκαθάρτων πνευμάτων, οὓς καὶ κοσμοκράτορας τοῦ σκότους, καὶ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις ὀνομάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασι. Κολασθήσονται γὰρ καὶ οἷον κατα- κορέσουσι, δι' ἧς ὑφίστανται δίκης τὴν τοῦ Θεοῦ μά- χαιραν, τετυραννευκότες μὲν εἰς χρόνους μακροὺς, καὶ ὅλην ἀπολέσαντες τό γε ἧκον ἐπ' αὐτοῖς τὴν ὑπ' οὐρανόν· ἐξαιτούμενοί τε τῶν οὕτω δεινῶν δυσσεβειῶν τὰς δίκας. 9Ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Ἡ μάχαιρα Κυρίου ἐνεπλήσθη αἱμάτων, ἐπαχύνθη ἀπὸ στέα- τος ἀρνῶν, καὶ ἀπὸ στέατος ταύρων, καὶ κριῶν.9 Ἀπὸ τῆς καθ' ὅλου κρίσεως καταβιβάζει τὸν λόγον ἐπὶ τὴν τοῖς Ἰδουμαίοις ἐπενηνεγμένην κόλασιν, διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Ἰδουμαίαν γε μὴν τὴν Ἰουδαίαν ἀποκαλεῖ· βραχὺ παραλλάξας, ἵνα φαί- νοιτο καὶ κατασκώπτων αὐτήν. Ὁ μὲν γὰρ ἐξ Ἰσαὰκ γεγονὼς Ἡσαῦ, βρώσεως μιᾶς καταπωλήσας τὰ πρω- τοτόκια, κέκληται δὲ δικαίως Ἐδὼμ, τοῦτ' ἔστι, γήϊνος· φρόνημα γὰρ ἦν τοιούτων ἐν αὐτῷ· ἀπ' αὐτοῦ δὲ λοιπὸν οἱ ἐξ αὐτοῦ κέκληνται, τοῦτ' ἔστιν, Ἰδου- μαῖοι. Γήϊνοι γὰρ καὶ αὐτοὶ, γεῶδες ἔχειν τὸ φρό- νημα οἰηθεῖεν ἂν, ὡς ἀπό γέ φημι τῆς τοῦ ὀνόματος ἑρμηνείας. Ἰδουμαίαν τοίνυν τὴν Ἰουδαίαν ἀποκαλεῖ, ὡς οὐκ εἰδυῖαν τὰ ἄνω φρονεῖν, ἐνιζήσασαν δὲ μᾶλλον τοῖς ἐπιγείοις πράγμασι, καὶ σαρκικὸν ἔχουσαν τὸ φρόνημα. Ἰδοὺ τοιγαροῦν, ἡ ἐν τῷ οὐρανῷ μεθυσθεῖσα μάχαιρα, φησὶ, καταβήσεται νῦν ἐπὶ τὴν Ἰουδαίαν, ἤτοι τὴν Ἰδουμαίαν, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας, πλὴν μετὰ κρίσεως. Ἀπωλείας δὲ λαὸς τίς ἂν ἕτερος εἴη παρά γε τὸν Ἰσραήλ; Οὐ γὰρ ἠθέλησε τιμῆσαι τῇ πίστει τὸν Λυτρωτήν. Πλὴν ἡ μάχαιρα μετὰ κρί- σεως, ἤτοι μετὰ δικαιοκρισίας· οὐ γὰρ ἁπλῶς, ἢ ἀδιακρίτως, καὶ οἷον ἄρδην ἀπόλωλεν ὁ Ἰσραὴλ, ἀλλὰ σέσωται τὸ κατάλειμμα διὰ πίστεως, δηλονότι τῆς εἰς Χριστόν. Κέκληνται γὰρ καὶ ἐξ Ἰουδαίας οὐκ εὐαρίθμητοι, καὶ πεπιστεύκασιν εἰς Χριστόν. Ἐπὶ δὲ τοῖς ἀπειθήκασιν ἐνεπλήσθη αἵματος ἡ τοῦ Κυρίου μάχαιρα, τοῦτ' ἔστιν, ἡ ὀργὴ μονονουχὶ κατασφά- ξασα, καὶ οἷόν τινας κριοὺς, καὶ ταύρους ἁδροὺς καὶ πίονας καταστρώσασα, οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· "6Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε, ὀλολύξαντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις."6 Προσεποίσομεν δὲ τούτοις τὸ, Ἐτρυφήσατε, ἐνσπατα-λήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. Τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον τὰς ἐκ τῶν λαῶν καρποφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς. Ἀλλ' ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι, τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δεί- λαοι. 9Ὅτι θυσία Κυρίῳ ἐν Βοσὸρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ· καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ' αὐτῶν, καὶ οἱ κριοὶ, καὶ οἱ ταῦροι, καὶ μεθυσθή- σεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.9 Βοσὸρ ἑρμηνεύεται συνοχὴ, καὶ ὀχύρωσις, καὶ εὐ αγγελισμὸς, καὶ μέν τοι καὶ σάρξ. Τὴν τοίνυν Ἰδου- μαίαν καὶ Βοσὸρ ὀνομάζει, ἵνα νοήσῃς σαρκίνην, ἢ συνησχημένην, τοῦτ' ἔστι, πολιορκηθεῖσαν· ἤγουν εὐ αγγγελισμὸν, εὐηγγελίσατο γὰρ ἐν αὐτῇ Χριστός. Προσθείην δ' ἂν, ὅτι καὶ ὀχύρωσις· Κύριος γὰρ ἧν κύκλῳ αὐτῆς, καὶ κύκλῳ τοῦ λαοῦ αὐτοῦ, καθὰ γέγραπται. Ἀλλ' ἐν ταύτῃ, φησὶ, θυσία τῷ Κυρίῳ. Τέθυνται γὰρ ταῖς τῶν πολιορκησάντων μαχαίραις, καὶ οὐκ εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντες τῷ Θεῷ, ἀλλ' εἰς κόρον τῆς καταπαιούσης αὐτοὺς μαχαίρας. Ὅτι δὲ οὐχὶ ἐν μόνῃ τῇ Ἰδουμαίᾳ δαπανηθήσεται πληθὺς, ἀλλὰ γὰρ καὶ τῶν ἐπισήμων ἐν αὐτοῖς, πλείστη τε ὅση καὶ ἐλεεινὴ γενήσεται πτῶσις, αἰνι- γματωδῶς ὑπεμφαίνει λέγων, τοὺς ἁδροὺς, καὶ τοὺς κριοὺς, καὶ τοὺς ταύρους πεσεῖσθαι μετ' αὐτῶν, καὶ ὅτι μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος αὐτῶν, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. Ὡς γὰρ ἐπὶ ταύρων, καὶ κριῶν ἐῤῥιμμένων εἰς γῆν, καὶ αἵματός τε χύσιν ἱέντων, πολλὴν ὑπὸ τοῦ κατατήκεσθαι, μόνον δὲ οὐχὶ καὶ καταρδόντων αὐτὴν τοιαῦτά φησιν. 9Ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. Καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς καιομένη, ὡς πίσσα, νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω. Εἰς γενεὰς ἐρημωθήσεται, καὶ κατ- οικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις, καὶ κόρακες. Καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.9 Ἐναργέστερον ἐν τούτοις ἅπερ ἔφη δι' αἰνιγμάτων ἀφῆκε νοεῖν. Ὀνομάζει γὰρ δὴ τὴν Σιὼν, ᾗ καὶ κρίσεως ἡμέραν, καὶ ἀνταποδόσεως ἐνιαυτὸν ἐνεστη- κέναι φησὶ, καθ' ὃν μονονουχὶ πίσσης τε καὶ θείου καταῤῥανθέντων ἁπάσης αὐτῶν τῆς χώρας, ἀνημέρῳ πυρὶ δαπανηθήσονται, καὶ ἀκατευνάστους ἕξουσι φλόγας· καὶ καπνὸν δὲ τάχα που τὸν ἀναβαίνοντα, νοεῖν ἀκόλουθον τὴν οἱονεὶ τοῦ πάθους ἀκοὴν, καὶ τοῖς πόῤῥω κατασημαίνουσαν τῆς ἐπενεχθείσης αὐ- τοῖς συμφορᾶς τὸ μέγεθος. Ἐρημωθήσεσθαι δέ φησιν αὐτὴν εἰς γενεὰς, καὶ τὰ ταῖς ἐρημουμέναις πόλεσι συμβαίνοντα λέγει. Ὄρνεα μὲν γὰρ, καὶ ἐχίνους, ἴβεις τε καὶ κόρακας ἐναυλισθήσεσθαί φησιν αὐτῇ, καὶ μὴν ὅτι καὶ εἰς ἔρημον καταμετρηθήσεται, κατοικούντων ὀνοκενταύρων ἐν αὐτῇ. Ὀνοκενταύρους δέ φησι τοὺς ἀγρίους τῶν ὄνων, οἷς δὴ καὶ φίλον ἐνδιαίτημα ποιεῖσθαι τὰ εἰσάπαν ἔρημα τῶν χωρίων. Ἐχίνους δὲ λέγειν τοὺς ἀκάνθῃ κατημφιεσμένους τῶν μυῶν. Εἰ δὲ δή τις ἕλοιτο καὶ θεωρίαν ἐπὶ τού- τοις τὴν ἐσωτάτω λαβεῖν, φαμὲν ὅτι τὰς ἠρημωμέ- νας, καὶ οἷον μεμονωμένας τῶν ἀνθρώπων διανοίας, διά τοι τὸ μὴ κατοικεῖν ἐν αὐταῖς διὰ τοῦ πνεύματος τὸν τῶν ὅλων Θεὸν, τὰ πονηρὰ τῶν θηρίων κατανεμη- θήσονται, καὶ καταυλήσουσιν ἐν αὐτῇ τὰ ἀκάθαρτα τῶν πνευμάτων, ὡς ἐν εἴδει τῶν ὠνομασμένων ἐχίνων τέ φημι καὶ κοράκων, καὶ ὄνων ἀγρίων. 9Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται, οἱ γὰρ βασι- λεῖς αὐτῆς, καὶ οἱ ἄρχοντες, καὶ οἱ μεγιστᾶνες αὐτῆς, ἔσονται εἰς ἀπώλειαν.9 Ἁδροὺς καὶ κριοὺς καὶ ταύρους ἐν τοῖς ἀνωτέρω λέγων, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ἤγουν τοὺς τὴν περίοπτον λαχόντας δόξαν, ἢ κατὰ τὸν τῆς ἱερω- σύνης τρόπον, ἢ διά τοι τὸ ἐν πλούτῳ καὶ περιφανείᾳ γενέσθαι πολλῇ· ἄρχοντας ἐν τούτοις κατονομάζει, σαφεστέραν τὴν ἐπ' αὐτοῖς ἀποφαίνων δήλωσιν. Οἱ τοίνυν ποτὲ βασιλεύοντες αὐτῶν, φησὶ, καὶ οἱ ἄρχον- τες καὶ οἱ μεγιστᾶνες οὐκ ἔσονται. Οὐ γὰρ ἔτι ταῖς κατὰ πάντων ἐντρυφήσουσι δυναστείαις, οὔτε μὴν ἐξίτηλον ἀροῦσιν ὀφρὺν, ταῖς οὕτως ὑπερηρμέναις ἐνσπαταλῶντες τιμαῖς· ἀλλ' ἐξωσθήσονται θώκων τῶν ἐν ἀρχαῖς· καὶ οἷον βασιλείας ἀπολισθήσαντες, καὶ τοῦ κατάρχειν ἐκβεβλημένοι κατοιχήσονται πρὸς ἀπώλειαν, ὁμοῦ τοῖς ἑτέροις παρ' αὐτῶν διολωλόσι. Γεγόνασι γὰρ ἀφορμὴ τοῖς ὑπὸ χεῖρα πρὸς ὄλεθρον. Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· "6Ποιμέ- νες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου."6 Ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπ- ωλείας. 9Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἔπαυλις σειρήνων, καὶ αὐλὴ στρουθῶν. Καὶ συν- αντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσον- ται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι. Εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν· ἐκεῖ ἐνόσσευσεν ἐχῖνος.9 Πάλιν ἡμῖν ἑτέρῳ τρόπῳ τὰ ταῖς ἐρήμοις συμβαί- νοντα πειρᾶται διατρανοῦν. Ἕως μὲν γὰρ πολυ- ανδροῦσιν αἱ πόλεις, οὐδὲν αὐταῖς τῶν ἀγρίων ἐμ- φύεται ξύλων· ἀποφοιτᾷ δὲ καὶ τὰ ταῖς ἐρήμοις χαίροντα τῶν θηρίων. Ἐπειδὰν δὲ κένανδροί τε γέ- νοιντο, καὶ τῶν οἰκούντων ἐστερημέναι, τότε καὶ οἷά τις χέρσος εὑρεθήσεται γῆ, μεστὴ μὲν ἀκάνθης, ἐν- αύλισμα δὲ στρουθῶν, σειρήνων μάλιστα. Σειρῆνας δέ φησι τὰ ἐν νυκτὶ θρηνώδη φωνὴν ἱέντα τῶν πτηνῶν, καὶ μονονουχὶ κατολολύζοντα, ἃ μεθ' ἡμέραν μὲν ἠρεμεῖ, καὶ ταῖς ἐρήμοις τῶν χωρῶν ἐναυλίζεται· ποιεῖται δὲ μᾶλλον τὰς πτήσεις ἐν σκότῳ, οἷον ἡ γλαὺξ, καὶ τὰ ἐοικότα. ∆αιμόνια δὲ καὶ ὀνοκενταύ- ρους ἀλλήλοις συναντῶντας, καὶ μὴν καὶ βοῶντας, ἕτερος πρὸς τὸν ἕτερον λέγων, τὴν οἷον ἄκρατον ἐρημίαν τῶν πόλεων ὑπαινίττεται. Ἐμφιλοχωρεῖν γὰρ λέγονται τοῖς ἠρεμοῦσι τῶν τόπων καὶ πονηρὰ πνεύματα. Ἥδιστα δὲ καταλύει καὶ τῶν θηρίων ὅσα τῶν ἀνθρώπων τὸ ἀπεῖναι ποιεῖται περὶ πολλοῦ, καὶ φυσικοῖς εἰς τὸ ἀνήμερον παιδαγωγεῖται νόμοις. 9Καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφα- λείας· ἐκεῖ ἔλαφοι συνήντησαν, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων. Ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν, ὅτι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. Καὶ αὐτὸς ἐπι- βαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρι- σεν αὐτοῖς βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσατε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ' αὐτοῖς.9 Εἰς ἐρημίαν ἐσχάτην παραδοθήσεσθαι λέγων τὴν τῶν Ἰουδαίων χώραν, καὶ ἀμοιρῆσαι παντελῶς τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ φειδοῦς· καὶ ἀγάπης δια- μέμνηται πάλιν τῶν ἐν αὐτῇ διασεσωσμένων. Εἶεν δ' ἂν οὗτοι τὸ κατάλειμμα, τοῦτ' ἔστιν, οἱ διὰ πί- στεως. Καὶ περὶ αὐτῶν ἐνθάδε φησὶν, ὅτι Σέσωκεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας. Υἱοὶ γὰρ γεγό- νασι τῆς Ἰουδαίων χώρας οἱ ἐξ Ἰσραὴλ πιστεύοντες ἀσφάλειάν τε καὶ οἱονεὶ πύργον ἀκατάσειστον εἰς ἐπικουρίαν εὑρόντες τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι- στόν. Ἀπὸ δέ γε τῶν ἀνασεσωσμένων παιδίων, ἔλαφοι τρόπον τινὰ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Παρεικάζονται δὲ ταῖς ἐλάφοις καὶ μάλα εἰκότως. Ὀφιοκτόνον γάρ ἐστι τὸ ζῶον, καὶ πηγαῖς ὑδάτων ἐμφιλοχωρεῖν εἰωθός. Τοιοῦτοι δὲ πάντες οἱ τῆς εἰς Θεὸν εὐσεβείας εἰς λῆξιν ἠρμένοι πρὸς ἀναίρεσιν τοῦ νοητοῦ δράκοντος ἐπιτηδείως ἔχοντες διὰ τοῦ κατα στρέφειν τὴν δόξαν αὐτοῦ ἀδρανῆ τε καὶ ἄπρακτον τῆς ἐνούσης αὐτῷ δυστροπίας τὸν υἱὸν ἀποφαίνειν. Ἀλλὰ καὶ ταῖς νοηταῖς τῶν ὑδάτων ἐνσπαταλῶσι πηγαῖς, τοῦτ' ἔστι, ταῖς τῶν πνευματικῶν ἀγαθῶν χορηγίαις, μονονουχὶ καταρδούσαις τὸν νοῦν, εὔκαρ- πόν τε αὐτὸν ἀποφαινούσαις τῷ Θεῷ. Ἐκεῖ τοίνυν, φησὶ, τοῦτ' ἔστιν, ἐν τοῖς ἀνασεσωσμένοις συνήντη- σαν ἀλλήλαις ἔλαφοι. Τεθαυμάκασιν ἀλλήλας. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Εἶδον τὰ πρόσωπα ἀλλήλων. Κεκινδύνευκε δὲ οὐδεμία, τοῦτο γὰρ πάλιν τὸ, Παρῆλθον ἀριθμῷ, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν. Τίς οὖν ὁ σώσας; Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτὰς, καὶ προστέταχε μαθητεύειν πάντα τὰ ἔθνη· καὶ βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπιβαλεῖ δὲ αὐτοῖς καὶ κλήρους, καὶ διεμέρισεν ἡ χεὶρ αὐτοῦ βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον. Ἐκνενέμηνται γὰρ τοῖς ἁγίοις ἀποστόλοις οἷά τινες κλῆροι παρ' οἷς ἕκαστον διακηρύξαι ἐχρῆν. Καὶ γοῦν τέθειται μὲν ὁ θεσπέσιος Πέτρος εἰς τὴν περιτομήν. Κεχρημάτικε δὲ τὸ Πνεῦμα λέγον· "6Ἀφορίσατε δή μοι τὸν Βαρ- νάβαν, καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκληται αὐτούς· καὶ γεγόνασιν ἀπόστολοι τῶν ἐθνῶν."6 ∆ι- εμέρισε τοίνυν αὐτοῖς ἡ χεὶρ αὐτοῦ κλήρους, ὥστε βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον. Ἐπειδὴ γὰρ ἐλάφων ἐποιήσατο μνήμην, τέθεικεν ἀναγκαίως τὸ, βόσκε- σθαι· μόνον γὰρ οὐχὶ κατεβοσκήσαντο τὰς χώρας, ἐντρυφῶντες τοῖς διὰ πίστεως καλουμένοις εἰς ἐπί- γνωσιν ἀληθείας, καὶ κλῆρος οὗτος αὐτοῖς. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ σεσωσμένοις προσεφώνει, λέγων· "6Χαρὰ καὶ στέφανός μου."6 Ὅτι δὲ ἀτελεύτητον αὐτοῖς φυλαχθήσεται παρὰ Θεῷ τὸ ἐπὶ τούτοις αὔχημα, διατρανοῖ λέγων τὸ, Ἀνα- παύσονται ἐπ' αὐτῆς. Ἐπ' αὐτῆς δὲ τίνος; Ἦ δηλο-νότι τῆς ἐκνεμηθείσης αὐτοῖς κληρονομίας παρὰ Θεοῦ. ∆ιαμνημονεῦσαι δὲ χρὴ καὶ τοῦ μακαρίου ψάλ- λοντος ∆αβὶδ περὶ αὐτῶν, ὅτι "6Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους καὶ ἀποκαλύψει δρυμούς."6 ∆ρυμοὶ γὰρ ὥσπερ νοηταῖς ἐλάφοις ἀνεδείχθησαν παρὰ Θεοῦ, τῶν ἐθνῶν ἡ ἀριθμοῦ κρείττων πληθὺς, ἢν κατενεμήθησαν νοητῶς ταῖς τῶν πιστευόντων ἐνσπαταλῶντες ἐπιεικείαις. 9Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρη- μος, καὶ ἀνθείτω ὡς κρίνον. Ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ ἡμῶν.9 Ἔρημον καὶ στείραν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύ- στῳ Γραφῇ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἥ ποτε μὲν ἐν τούτοις ἦν, οὔτε τὸν ἐξ οὐρανοῦ νοητὸν ἔχουσα νυμφίον, φημὶ δὴ Χριστὸν, ἀλλὰ καὶ ἐν ἐνδείᾳ τυγχάνουσα παντὸς ἀγαθοῦ, καὶ οἷον ἀκάνθης οὖσα τροφὸς δίψης τε καὶ ἄνυδρος. Ἐπειδὴ δὲ γέγονεν ἐν αὐτῇ Χριστός· (προσελήφθη γὰρ διὰ τῆς πίστεως καὶ τὸ θεῖον παρ' αὐτοῦ πεπλούτηκε νάμα· πηγὴ γάρ ἐστι ζωῆς, καὶ χειμάῤῥους τρυφῆς· καὶ αὐτὸς ἦν ὁ λέγων δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει- μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν·"6) στείρα μὲν οὐκέτι καὶ ἔρημος· πολύπαις δὲ μᾶλλον καὶ ὑπὸ νυμφίῳ, καὶ εὐανθὴς νοητῶς. Ἡ πάλαι τοίνυν διψῶσα κατευφραι νέσθω, φησίν· ἐξανθείτω δὲ καὶ ὡς κρίνον ὁμοῦ καὶ τὸ ἀνθηρὸν, καὶ τὸ εὐῶδες ἔχουσα. Χριστοῦ γὰρ γέ- γονεν ὀσμὴ, καὶ πιστώσεται γράφων ὁ Παῦλος, ὅτι "6Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ."6 Τὰ δέ γε ἔρημα τοῦ Ἰορδάνου, τὴν περὶ αὐτὸν ἔρημόν φησιν. Οὐ γὰρ τοῖς ἀπειθήσασιν ἐξ Ἰσραὴλ, ἀλλ' ἡμῖν τοῖς ἐξ ἐθνῶν, ἢ καὶ τοῖς ἐξ αὐτῶν πιστεύσασι, τὸ τοῦ Ἰορ- δάνου δέδοται νάμα, καὶ παρ' ἡμῖν ἐστι· βαπτιζόμεθα γὰρ ἐν αὐτῷ, καὶ ἡμῶν, ὡς ἔφην, γέγονεν ἡ ἁγία πηγή. Ταύτῃ τοίνυν ἐν τῇ ἐρήμῳ, φησὶ, τῇ ποτὲ μὲν διψώσῃ, λαχούσῃ δὲ νῦν τὸν διαβόητον Ἰορδάνην, ἡ δόξα δέδοται τοῦ Λιβάνου, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Λίβανος δὲ καὶ Κάρμηλος εἴρηται πλειστάκις ἡ Ἱε-ρουσαλὴμ, καὶ αὐτὸς ὁ θεῖος νεώς. Ἀλλ' ἡ πάλαι πρέπουσα δόξα τῇ τε ἁγίᾳ πόλει καὶ τῷ θείῳ ναῷ, δέδοται τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, καὶ ἐν αὐτῇ τεθεά- μεθα τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰουδαῖοι μὲν ὡς ἀνθρώπῳ ψιλῷ, καὶ οὐδὲν ἔχοντι παρὰ τοὺς ἄλλους τὸ πλέον προσεφέροντο τῷ Κυρίῳ· ἡμεῖς δὲ τὸ ὕψος τῆς δόξης αὐτοῦ τεθεάμεθα. Θεὸν γὰρ ἴσμεν αὐτὸν, οἰκονομικῶς δι' ἡμᾶς ἐνηνθρωπη- κότα, καὶ οὕτως Θεόν. 9Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλε- λυμένα. Παρακαλέσατε τοὺς ὀλιγοψύχους τῇ δια νοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρί- σιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλα- φος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.9 Πρέπουσα μυσταγωγία, καὶ παράκλησις πνευμα- τικὴ τοῖς ἐξ ἐθνῶν καλουμένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, τὸ, Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Τοῖς μὲν γὰρ ἔτι πλανωμένοις, αἱ χεῖρες ἀργαὶ, παραλελυμένα δὲ καὶ τὰ γόνατα. Καὶ οὐχὶ δὴ πάντως περὶ τῶν τοῦ σώματος μορίων τὰ τοιαῦτά φησιν, ἀῤῥωστοῦντας δὲ νοητῶς εὑρήσομεν τοὺς ἐν ἀπάταις καὶ πλάναις. Οὔτε γὰρ ἔργον εὐσε- βείας παρ' αὐτοῖς ἔστιν εὑρεῖν, οὔτε ἰσχὺν γονάτων, ἤγουν διανοίας, τὴν εὐαγῆ τῆς δικαιοσύνης διαπο- ρευομένοις ὁδόν. Ἀλλ' ἰσχύσατε, φησὶν, ἵνα καὶ δρα- μεῖν δύνωνται πρὸς Θεόν. Ὑμεῖς δὲ ὡς τεταγμένοι πρὸς ἱερουργίαν τοῦ θείου κηρύγματος παρακαλέσατε τοὺς ἠσθενηκότας, λέγετε σαφῶς τοῖς ὀλιγοψύχοις· Ἰσχύσατε, μὴ φοβεῖσθε. Οὐ γὰρ εὔρωστος ὁ νοῦς τοῖς οὐκ εἰδόσι τὸν Θεόν· δεδίασι γὰρ ὥσπερ τὰς τῶν παθῶν ἐφόδους, καὶ τὸν πάλαι κατ' αὐτῶν τυ ραννήσαντα Σατανᾶν, καὶ πρός γε τούτῳ τὸν θάνατον. Ἀλλ' ἰδοὺ, φησὶν, ὁ Θεὸς, τοῦτ' ἔστιν, οὐ μακρὰν ὁ Σωτὴρ, ὃς ἀνταποδώσει κρίσιν. Κατακρινεῖ γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ ἀπαλλάξει τῆς ὑπ' αὐτῷ δουλείας τοὺς βεβιασμένους. Ἥξει γὰρ, ἥξει καὶ σώσει ἡμᾶς. Τί οὖν; Ἥξει τότε τοῖς ἐπὶ τῆς γῆς, ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν. Οἱ γὰρ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, αὐτὴν τήν ποτε πλανήσασαν κτίσιν, χειραγωγὸν ὥσπερ τινὰ ποιήσονται, καλῶς ἀποφέρουσαν πρὸς ἐπίγνωσιν τοῦ ∆ημιουργοῦ. Ἀπὸ γὰρ καλλονῆς κτισμάτων, ἀναλό-γως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ ὡς φησὶν ὁ Παῦλος, "6Τὰ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐ- τοῦ δύναμις καὶ θειότης."6 Ἀνοιχθήσονται τοίνυν οἱ ὀφθαλμοὶ τῶν πάλαι τυφλῶν, ἀκούσονται τὰ ὦτα τῶν κωφῶν. Οἱ γὰρ πάλαι τοὺς περὶ Θεοῦ λόγους ἀπο- σειόμενοι, καὶ ἀπαράδεκτον ποιεῖσθαι σπουδάζοντες τὴν τῶν ἁγίων μυσταγωγίαν, ἀσμένως αὐτὴν παρα- δέξονται. Ἁλεῖται δὲ καὶ ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται ἡ γλῶσσα μογιλάλων. Οἱ γάρ τοι πάλαι, φησὶν, ὀρθοποδεῖν οὐκ εἰδότες, ἀλλ' οἱονεὶ παρειμέ- νον ἔχοντες, τὸν νοῦν ἐλάφων δίκην ἀναπηδήσουσι, τοῦτ' ἔστιν, εὔδρομοί τε καὶ εὐκλεεῖς ἔσονται· νοητῶς δηλονότι, καὶ πρός γε τούτῳ καὶ ὀφιοκτόνοι, καὶ εἰδότες εὐστομεῖν. Λαλήσουσι γὰρ τὰ τοῦ Θεοῦ μᾶλ- λον, οὐκέτι λέγοντες τῷ ξύλῳ· "6Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με."6 Ἰστέον δὲ ὅτι καὶ σωματικῶς ταῦτα πεπλήρωκεν ὁ Χριστὸς ταῖς ἀποῤ- ῥήτοις θεοσημείαις καταπλήττων τὴν Ἰουδαίαν. 9Ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν, πηγὴ ὕδατος· ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἔπαυλις καλάμου, καὶ ἕλη.9 Εὐφρανθῆναι προστέταχε τὴν διψῶσαν ἔρημον· εἶτα προσεπάγει τὴν τῆς εὐφροσύνης αἰτίαν εὐθύς. Ἐῤῥάγη γὰρ ὕδωρ ἐν αὐτῇ, φησί. Καὶ τὸ, ἐῤῥάγη, καλῶς, ἵνα τὸ ἀμφιλαφὲς τῆς χορηγίας διὰ τούτου σημαίνηται. Φάραγγα δέ φησιν, ἀντὶ τοῦ ποταμοῦ· οὗ δὴ γεγονότος ἡ ἄνυδρός ποτε στραφήσεται λοιπὸν εἰς ἕλη. Ἕξει δὲ καὶ ὕδατος πηγὴν, ἢ τὸν ἅγιον Ἰορ-δάνην, ἤγουν καὶ αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χρι- στόν· πηγὴ γάρ ἐστι ζωῆς, καὶ φρέαρ ὕδατος ζῶντος. Ἐπ' αὐτῶν γέγονεν ἡ τῶν ὀρνέων συνδρομή τε καὶ εὐφροσύνη. Ὄρνεα δέ φησιν ἐν τούτοις, τοὺς τῶν ἐπιγείων ἀναπτάντας πραγμάτων, καὶ ὑψοῦ γεγονό- τας διὰ τὴν ἀρετὴν, τὰ ἄνω τε φρονεῖν ἑλομένους· οὗτοι χαίρουσιν ὡς ἐπὶ πηγῇ τῷ Χριστῷ, τῷ ποιή- σαντι τὴν ἔρημον ἔπαυλιν καλάμου, καὶ ἕλη. Τὰ μὲν γὰρ εὔδενδρα τῶν χωρίων ἀεί πως τοῖς ἕλεσι στεφανοῦσθαι φιλεῖ. Ἡ δὲ ἐξ ἐθνῶν Ἐκκλησία τὸ ἐξ οὐρανοῦ πλουτήσασα νάμα, καὶ τοῖς θείοις καταρ- δομένη χαρίσμασι, καὶ ταῖς τῶν ἁγίων διδασκαλίαις ἐνσπαταλήσασα, τροφός ἐστιν ἑλῶν, καὶ καλάμου, τοῦτ' ἔστι τῶν ἐν Χριστῷ τεθηλότων εἰς ζωὴν ἀμύ- ρητον δι' ἁγιασμοῦ. 9Ἐκεῖ ἔσται ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κλη- θήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρ- μένοι πορεύσονται ἐπ' αὐτῆς, καὶ οὐ μὴ πλανη- θῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδέ τι τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ' αὐτὴν, οὐδ' οὐ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρω- μένοι διὰ Κύριον, καὶ συνηγμένοι ἀποστραφή- σονται, καὶ ἥξουσιν ἐκ Σιὼν μετ' εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ στεναγμὸς καὶ λύπη.9 Ὁδὸν ὀνομάζει καθαρὰν τῆς εὐαγγελικῆς πολιτείας τὴν δύναμιν, ἤγουν καὶ ἑτέρως τὴν διὰ τοῦ Πνεύματος κάθαρσιν. Ἀποσμήχει γὰρ τὴν ἐντετηγμένην ταῖς τῶν ἀνθρώπων ψυχαῖς κηλῖδα, καὶ ἀπαλλάττει πλημ- μελημάτων, καὶ ῥύπου παντὸς ἀποφαίνει κρείττονας. Ὁδὸς οὖν ἁγία καὶ καθαρὰ καὶ μᾶλλον ὀρθῶς ὠνό- μασται, ἀνέμβατος δὲ τοῖς οὔπω κεκαθαρμένοις. Πολιτεύεται γὰρ οὐδεὶς εὐαγγελικῶς μὴ οὐχὶ πρότε- ρον τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτήσας κάθαρσιν· οὐδεὶς οὖν ἄρα τῶν ἀπίστων. Οὗτοι γὰρ οἱ ἀκάθαρτοι βαδιοῦνται, φησὶν, ἐν αὐτῇ. Πορεύσον- ται δὲ μᾶλλον οἱ διεσπαρμένοι, τοῦτ' ἔστιν, οὓς ἐσκόρπισεν ὁ Σατανᾶς, δηλοῖ δὲ τὰ ἔθνη, καὶ οὐ μὴ πλανηθῶσι. Πάλαι μὲν γὰρ πεπλάνηνται ξύλοις τε καὶ λίθοις λελατρευκότες, καὶ σκολιὰς ἰόντες ὁδούς. Νῦν δὲ μαθήσονται τὴν εὐθεῖαν καὶ καθαρὰν τὴν πρὸς ἁγίαν ζωὴν ἀποφέρουσαν τρίβον. Ὅτι δὲ καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐλεύθεροι γεγονότες τὸν οὕτως εὐκλεᾶ διαζήσονται βίον, διαλευκαίνει λέγων, ὡς Οὔτε λέων, οὔτε μὴν ἕτερόν τι τῶν πονηρῶν θηρίων ἐκεῖ ἔσται, τοῦτ' ἔστιν, ἐν τῇ ὁδῷ τῇ καθαρᾷ. Πάλαι μὲν γὰρ οἷά τις ἄγριος θὴρ ὁμοῦ τοῖς ἀνοσίοις πνεύ- μασιν ἐπεπήδα τοῖς ἐπὶ γῆς ὁ τῆς ἁμαρτίας εὑρετής· ἀλλ' ἠσθένησεν ἐν Χριστῷ, ἀπελήλαται δὲ τῆς τῶν πιστευσάντων ἀγέλης, καὶ τῆς κατ' αὐτῶν πλεονε- ξίας ἐξεσοβήθη παρὰ Χριστοῦ. Ἐν ταύτῃ τοιγαροῦν τῇ ὁδῷ τῇ καθαρᾷ οἱ διὰ Χριστοῦ λελυτρωμένοι, καὶ συναχθέντες διὰ τῆς πίστεως εἰς ὁμοψυχίαν βαδιοῦν ται, καὶ τὴν πάλαι τρίβον ἀφέντες ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν, τοῦτ' ἔστιν, τὴν Ἐκκλησίαν, τὴν δὲ ἐπὶ γῆς, καὶ ἐν οὐρανοῖς εὐφροσύνην ἔχοντες τὴν ἀμύρητον. ∆οξολογήσουσι γὰρ τὸν διασώσαντα Θεόν. Ἀγαλλίαμα δὲ καὶ εὐφροσύνη, καὶ πᾶν εἶδος τῆς ἐν Χριστῷ θυμηδίας, καταλήψεται αὐτοὺς, καὶ ἄγευστοι παντελῶς λύπης ἔσονται, καὶ στεναγμοῦ. Οἱ γὰρ ἐπ' ἐλπίσι ταῖς οὕτω λαμπραῖς κεκλημένοι, οἱ τῆς εἰς αἰῶνα ζωῆς ἐσόμενοι κληρονόμοι, καὶ δόξης τῆς ἄνωθεν καταπλουτεῖν μέλλοντες τὰ αὐχήματα, καὶ αὐτῷ δὲ προσδοκῶντες συμβουλεῦσαι Χριστῷ, ποίας ἔσονται λύπης μέτοχοι; ἢ ποῖον εἰσδέξονται στεναγμόν; τὸν τῶν ὅλων Θεὸν τὰ πονηρὰ τῶν θηρίων κατανεμηθήσονται καὶ καταλύσουσιν. Ἡσθήσονται γὰρ μᾶλλον ὡς ἐν παντὶ πάντη τε καὶ πάντως ἐσόμε- νοι καλῷ.

{1ΤΟΜΟΣ ∆ʹ.}1

9Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεχίου, ἀνέβη Σεναχειρεὶμ βασι- λεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασι- λεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχῆς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεχίαν, μετὰ δυνά- μεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.9 Ἐναργὴς μὲν ἅπασι τοῖς φιλομαθεστέροις τῆς ἱστορίας ὁ λόγος· ἐρῶ δ' οὖν ὅμως βραχυλογήσας ὡς ἕνι. Βασιλεύοντος τοῦ Ἄχαζ ἐν τοῖς Ἱεροσολύ-μοις, εἶτα Φακεὲ τοῦ Ῥωμελίου, καὶ τοῦ Ῥαασσὼν τοῦ βασιλέως Συρίας ἐκπολιορκούντων τὴν Ἰου δαίαν, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις ἐπαφεῖναι τὴν χεῖρα βουλευσαμένων, ἀτονήσας πρὸς ἀντίστασιν ὁ μνημονευθεὶς, πρεσβείαν ἐστέλλετο, καὶ δὴ καὶ ἐκά- λει πρὸς ἐπικουρίαν τὸν Θεγλαφαλλασὰρ Ἀσσυρίων βασιλέα, καὶ δώροις αὐτὸν ἀναπείθει πολλοῖς ἐπαμῦ- ναί τέ οἱ, καὶ τὰς τῶν ἐπ' αὐτὸν συμπεφωνηκότων βασιλέων, τοῦ τε τῆς Σαμαρείας φημὶ, καὶ τοῦ τῆς Συρίας ἀνακόψαι πλεονεξίας. Οὗ δὴ γεγονότος, διολώ- λασι μὲν οἱ πολεμοῦντες αὐτῷ. Εἷλε γὰρ τήν τε ∆α- μασκὸν, καὶ τὴν Συρίαν ὁ Ἀσσύριος, γέγονε δὲ ὑπὸ χεῖρα τὴν αὐτοῦ, καὶ ὑπὸ δασμὸν καὶ τέλη λοιπὸν ὁ Ἄχαζ. Ἦν δὲ τῶν ὅτι μάλιστα φαυλοτάτων. Εἰδω-λολάτρης τε γὰρ καὶ θεομισὴς καὶ τοὺς ἄλλους τάχα που νενικηκὼς ἅπαντας ταῖς κατὰ τοῦ Θεοῦ δυστρο- πίαις. Καταλύσαντος δὲ τὸν ἀνθρώπινον βίον τοῦ Ἄχαζ, βεβασίλευκεν ἀντ' αὐτοῦ Ἐζεχίας, υἱὸς μὲν ὢν αὐτοῦ, πλὴν ἀνὴρ θεοφιλὴς, καὶ τῆς ἀνωτάτω δικαιοσύνης καὶ εὐσεβείας ἀνημμένος τὰ αὐχήματα. Οὗτος ἠθέτησεν, φησὶ, ἐν τῷ βασιλεῖ Ἀσσυρίων. Οὐ γὰρ ἠνέσχετο τὴν ἑαυτοῦ βασιλείαν ὑπὸ δασμοὺς ἐᾶσαι γενέσθαι, καθάπερ ἀμέλει καὶ Ἄχαζ. Ταύτης ἕνεκα τῆς αἰτίας ὁ Σεναχειρεὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ὡς ὀφείλων ἔχειν ὑπὸ δασμοὺς τήν τε Ἰουδαίαν ἅπασαν, καὶ αὐτήν τε τὴν παρ' αὐτοῖς βασιλείαν, ἀνεκαίετο μὲν εἰς ὀργὰς, καταδῃώσας δὲ τὴν Σαμάρειαν καὶ ταῖς κατὰ τὴν Ἰουδαίαν πόλεσιν ἐπηφίει τὴν στρατιὰν, ἑλὼν δὲ πολλὰς, ἐπ' αὐτὰ λοιπὸν τὰ Ἱεροσόλυμα πέμπει τὸν Ῥαψάκην, οὐχ ὅπλα τέως κινήσοντα πολέμου νόμῳ, ἀπειλαῖς δὲ μᾶλλον, καὶ ὑποσχέσεσι ταῖς εἰς ἡμερότητα δελεά- σοντα τὸ δημοτικόν. 9Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελ- κίου ὁ οἰκονόμος, καὶ Σομνὰς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. Καὶ εἶπεν αὐτοῖς Ῥαψάκης· Εἴπατε Ἐζεχίᾳ· Τάδε λέγει ὁ βασιλεὺς, ὁ μέγας βασιλεὺς Ἀσσυρίων· Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνε- ται; Καὶ νῦν ἐπὶ τίνι πέποιθας, ὅτι ἀπειθεῖς μοι; Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμί- νην, τὴν κεκλασμένην ταύτην ἐπ' Αἴγυπτον, ὃς ἂν ἐπ' αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ. Οὗτός ἐστι Φαραὼ βασιλεὺς Αἰγύ- πτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.9 Κεκλεισμένων δηλονότι τῶν πυλῶν, καὶ τοῖς τείχε- σιν ἐφεστηκότος δήμου πάντως που τοῦ μαχιμωτάτου, τὴν τῶν πρεσβειῶν ἀποτελοῦντος χρείαν, ἐξῄεσαν πρὸς Ῥαψάκην οἱ ἀπόλεκτοι τοῦ βασιλέως, καὶ προὔ- χοντες ἐν ἱερουργοῖς. Ὁ δὲ Περσικῆς ὠμότητος ὢν, ἔχων δὲ στόμα λαλοῦν μεγάλα, κατὰ τὸ γεγραμμένον, τῆς τοῦ Θεοῦ δόξης κατεθρασύνετο. Καὶ ψιλῇ μὲν κλήσει τὸν Ἐζεχίαν ὀνομάζει, οὐ προστεθεικὼς βα- σιλέα· οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶ τῶν ἐν τοιαύταις ὑπεροχαῖς πρεπωδέστατα. Τὸν δέ γε τῶν Ἀσσυρίων βασιλέα, οὐχ ἁπλῶς αὐτὸ δὴ τοῦτό φησιν, ἀλλὰ καὶ μέγαν ἀποκαλεῖ. Φησὶ δὲ ὅτι, Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; Ἐπειδὴ γὰρ Ἰουδαῖοι τὸν διὰ Μωσέως νόμον ἔχοντες σοφώτεροι τῶν ἄλλων ἐθνῶν ἐνομίζοντο· καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι· καταφέρει πρὸς τὸ μηδὲν ὁ Ῥαψάκης τὸ ἐπὶ τούτῳ καύχημα πολέμου, καὶ μάχης ἐνεστηκότων ἀνόνητον παντελῶς ἔσεσθαι λέγων εἰς ἐπικουρίαν αὐτοῖς, καὶ τὸ ἐν εἰδήσει νόμων, καὶ τὸ συνετὸν καὶ μόναις βουλαῖς, καὶ αὐτὸ δὴ τὸ ἐν λόγοις οἱονεί πως ἐντριβές. Ἐπειδὴ δέ τινες τῶν βεβασιλευκότων τῆς Ἰουδαίας εἰς ἐπικουρίαν κεκλήκασι τῶν Αἰγυπτίων τὴν χεῖρα, καίτοι τοῦτο δρῶντες ἐκτόπως, ᾠήθη καὶ νῦν ὁ Ἀσσύριος, οὐκ ἐπὶ Θεῷ μᾶλλον πεποιθέναι τὸν Ἐζεχίαν, ἀλλ' ἑτέροις τισὶ, μᾶλλον δὲ τοῖς τῶν Αἰγυπτίων ἔχουσι τὴν γῆν. Ταύτῃ τοι καλαμίνην αὐ- τὴν ὀνομάζει ῥάβδον. Σαθρὰ γάρ πως, φησὶ, καὶ εὐδιά κλαστος ἀεὶ, ἡ ἐπ' ἐκείνοις ἐλπὶς, καὶ ἀδικοῦσα μᾶλ- λον, ἢ ὠφελεῖν ἰσχύουσα τοὺς κεχρημένους αὐτῇ· καθάπερ ἀμέλει καὶ καλαμίνη ῥάβδος, ᾗ εἴπερ τις ἐπαναπαύσεται συνθραύσει μὲν πάντως αὐτὴν, ἡ δὲ ἀδικήσει τὸν ἐπ' αὐτῆς θαρσήσαντα. 9Εἰ δὲ λέγετε· Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πε- ποίθαμεν, νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ' αὐτούς. Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός;9 Ἀθυροστομεῖ πάλιν, καὶ τὸ κέρας εἰς ὕψος ἐπαί- ρει, καὶ ἀδικίαν λαλεῖ κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ δὴ, φησὶν, ἐπ' αὐτῷ πεποίθατε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ' ἔστιν, ἐξοπλίσασθε, καὶ στῆτε πρὸς μάχην. Ἐγὼ δὲ προσθήσω, καὶ ἵππους ὑμῖν δισχιλίας, καὶ ἀρκέσει τοῦτο, φησὶ, πρὸς πίστιν, ὅτι περιγενήσεσθε τῆς Ἀσσυρίων χειρὸς ἐὰν εὕρητε τοὺς ἀναβησομέ- νους ἢ καὶ εἰδότας ὅλως ἱππεύειν ἐν μάχαις. Εἶτα πῶς οὐδὲ τοῦτο πληροῦν δυνάμενοι περιγενήσεσθε το- πάρχου ἑνός; Καταδιῄρηται γὰρ ἡ τῶν Ἀσσυρίων ἀρχὴ, καὶ βασιλέας ὑποβεβηκότας ἔχει τοῦ πάντων μείζονος οἳ καὶ ὠνομάζοντο τοπάρχαι. 9Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις, εἰς ἵππον, καὶ ἀναβάτην. Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐ τήν. Κύριος εἶπε πρός με· Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ ἄνελαι αὐτήν.9 Ἀποκείρει παντελῶς τὴν ἐπ' Αἰγυπτίοις ἐλπίδα, μονονουχὶ καὶ ἐν οἰκέταις ἤδη τετάχθαι λέγων τοὺς ἐπ' αὐτῇ πεποιθότας. Ἁλώσονται γὰρ, φησὶν, εὐκόλως ἵππῳ τε καὶ ἀναβάτῃ τεθαῤῥηκότες. Εἶτα πικρόν τι καὶ ὡς ἀπό γε τῆς ἐνούσης αὐτῷ δυστροπίας ἀποφθέγγεται, οὐκ ἄνευ Κυρίου διαβεβαιούμενος τὴν κατὰ τῆς Ἰουδαίας αἴρεσθαι μάχην. Εἰ γὰρ δὴ, φησὶ, καθάπερ αὐτοί φατε, μέγας τε καὶ ἀλκιμώτα- τος ὁ παρ' ὑμῖν ἐστι Θεὸς, καὶ ὑπεραθλεῖ τῆς χώρας, πῶς ἀνέβημεν ἐπ' αὐτήν; Εἰ μὲν γὰρ πεπλεονεκτή- καμεν τὴν τοῦ ἐπαμύναντος ἰσχὺν, οὐ μέγας ἐστὶ, μᾶλλον δὲ βραχύς τε καὶ ἄναλκις. Εἰ δὲ μέγας καὶ δυνατὸς, οὐ κεκωλύμεθα καταδῃοῦν θέλοντες τὴν Ἰουδαίαν· οὐκ ἀνέβημεν ἐπ' αὐτὴν ἄνευ Κυρίου. 9Καὶ εἶπε πρὸς αὐτὸν Ἐλιακεὶμ, καὶ ὁ Σομνᾶς ὁ γραμματεὺς, καὶ Ἰωάχ· Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστὶ, ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί. Καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; Καὶ εἶπε Ῥαψάκης πρὸς αὐτούς· Μὴ πρὸς τὸν Κύ- ριον ὑμῶν, ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; Οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι καὶ ἅμα;9 Εὐκαταπτόητον ἀεί πώς ἐστι τὸ δημοτικὸν, καὶ πολὺ λίαν ἕτοιμον εἰς ὀλιγωρίαν ἐνεστηκότος μάλι- στα πολέμου, καὶ σφαγῆς ἔσεσθαι προσδοκωμένης, ἐμπρησμῶν τε τῶν ἀνὰ τὴν πόλιν. Ταύτῃ τοι καὶ μάλα ἐμφρόνως οἱ τῷ Ῥαψάκῃ προσδιαλεγόμενοί φασι, μὴ δεῖν χρῆναι λαλεῖν αὐτὸν Ἰουδαϊστὶ, κεχρῆ- σθαι δὲ μᾶλλον τῇ Σύρων φωνῇ. Οὐ γὰρ ἤθελον βαρβαρικῆς ἀπονοίας γέμοντας λόγους ἐνίεσθαι παρ' αὐτοῦ ταῖς τῶν δημοτῶν ἀκοαῖς, καίτοι παροτρύνον- τος αὐτοὺς εἰς ἀλκὴν τοῦ βασιλέως Ἐζεχίου, καὶ φάσκοντος ἐναργῶς ὅτι Κύριος μετ' αὐτῶν, καὶ ὅτι τοῖς μὲν ἐπὶ Θεῷ πεποιθόσιν ἀκράδαντος ἐλπὶς, εὐ κατάσειστα δὲ τὰ ἀνθρώπινα, καὶ οὐδὲν ὅλως ὡς πρός γέ φημι τὴν τούτου δύναμιν. Ἀλλὰ συνίησιν ὁ Ῥα-ψάκης, καὶ τὴν αἰτίαν οὐκ ἀγνοεῖ τοῦ κεκωλύσθαι λαλεῖν Ἰουδαϊστί. Ταύτῃ τοί φησιν ὡς οὐ πρὸς αὐτοὺς, οὔτε μὴν πρὸς τὸν βασιλέα σκοπὸς αὐτῷ γέγονε τῆς ὁδοῦ, ἀλλ' ἵνα μᾶλλον τοῖς ἐν τῷ τείχει προσδιαλέγη- ται. Ὑβρίζει δὲ πάλιν, καὶ τοὺς ἐξ ἀκαθάρτου καρ- δίας ἐρεύγεται λόγους, φάσκων, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ἐπικάθηνται τῷ τείχει τηροῦντες τὴν πόλιν, ἵνα λιμώττοντες, ἐν ἐνδείᾳ τε γεγονότες ἄρτου τε καὶ ὕδατος εἰς τοῦτο κατενεχθεῖεν ἀνάγκης, ὡς τὰ εἰσάπαν ἀπηχθημένα καὶ αὐτοῖς τάχα που κυσὶ τροφὴν ποιήσασθαι καὶ πότον. 9Καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ εἶπεν· Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως τῶν Ἀσ- συρίων. Τάδε λέγει ὁ βασιλεύς· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεχίας, ὅτι Ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὔτη εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Μὴ ἀκούετε Ἐζεχίου. Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ, καὶ τὰς συκὰς αὐτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, σίτου καὶ οἴνου, καὶ ἄρτων καὶ ἀμπε λώνων.9 Μεθίστησι τοὺς λόγους ἐπ' αὐτοὺς ἤδη τοὺς ταῖς ἐπάλξεσιν ἐνιζήσαντας, καὶ τοῖς ἐθέλουσιν ἐκπολιορ- κεῖν ἀντιφέρεσθαι προτεθυμημένους· ἄνω τε καὶ κάτω βασιλέα μέγαν ἀποκαλεῖ τὸν Ἀσσύριον, καὶ κατασμικρύνει μὲν ἐλπίδα τὴν ἐπὶ Θεῷ, ψεύστην δὲ ἀποκαλεῖ τὸν Ἐζεχίαν, καὶ ἀπατεῶνα, λέγοντα χρῆ- ναι μᾶλλον ἐπανακεῖσθαι Θεῷ, δεδιέναι δὲ κατ' οὐδένα τρόπον ἐπαμύνοντος αὐτοῦ τὰς ἐξ ἀνθρώπων ἐφόδους. Εἶτα ἐπαγγέλλεται τοῖς αὐτομολοῦσιν ἐπ' αὐτὸν, ὡς ἔσονται μὲν ἐν τοῖς ἑαυτῶν μέχρι καιροῦ. Τοῦτο γὰρ τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς. Ἀπολαύσουσι δὲ τῶν ἰδίων ἀγρῶν, καὶ καταλειαίνει ὥσπερ τῆς αἰχμαλωσίας τὸ δεῖμα, καὶ τὸ τραχὺ τοῦ πράγ- ματος ἀπατηλοῖς κατακρύπτει λόγοις, προστιθεὶς τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς εἰς τὴν γῆν ὡς ἡ γῆ ὑμῶν. Παρεικάζει γὰρ τὴν Ἀσσυρίων τῇ τῶν Ἰου-δαίων γῇ, μονονουχὶ λέγων· Καὶ τὴν Ἰουδαίαν ἀφέντες κἂν γένησθε παρ' ἡμῖν οὐδὲν ἧττον τὴν ἑαυτῶν εὑ- ρήσετε. Γῆ γάρ ἐστι σίτου καὶ οἴνου, καὶ ἄρ των καὶ ἀμπελώνων, ἡ Περσῶν τε καὶ Ἀσσυ- ρίων. 9Μὴ ὑμᾶς ἀπατάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς ῥύσεται ὑμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτῶν χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ;καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουΐμ; Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός μου; Τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδὲν ἀπο κριθῆναι.9 Βαρβαρίζει πάλιν τῇ γνώμῃ Ῥαψάκης, καὶ τοῖς κατὰ Θεοῦ λόγοις ἐμβαρύνεται, καὶ μέγα πεφρόνηκε Ἀσσυρίων πλείστας μὲν ὅσας ἑλόντος πόλεις τῶν ἐθνῶν, σεσωσμένης δὲ οὐδεμιᾶς ὑπὸ τῶν ἐν αὐτῇ ψευδωνύμων θεῶν, ἀλλ' ἠγνόησεν ὅτι ξύλα μὲν ἦσαν ἐκεῖνοι, καὶ λίθοι, καὶ ἀνθρωπείας χειρὸς φιλοτέχνη μα, καὶ ἔτερον οὐδέν. Ὁ δέ γε τῆς Ἰουδαίας Θεὸς, μᾶλλον δὲ ὁ τοῦ κόσμου παντὸς, ἔστι Θεὸς ζῶν καὶ ἀληθινὸς, οὐ πρόσφατος πεποιημένος, ποιητὴς δὲ μᾶλλον καὶ αὐτῶν αἰώνων, καὶ δημιουργὸς τῶν ὅλων, καὶ τῶν δυνάμεων Κύριος. Οἴεται δὴ οὖν ὁ Ῥαψάκης ἐναργεστάτην ἀπόδειξιν τοῖς Ἰουδαίοις ἔσεσθαι, τοῦ ὅτι πάντη τε καὶ πάντως ἁλώσονται, κἂν ἐπικουρήσῃ αὐτοῖς Θεὸς ὁ μέγας, τὸ μηδένα τῶν παρ' Ἕλλησι θεῶν ἀνασῶσαι δύνασθαι πόλιν, ἤτοι χώραν ἐν ᾗ καὶ ἐτετίμητο. ∆ιὰ τοῦτό φησι· Ποῦ ὁ Θεὸς Ἐμὰθ, καὶ Ἀρφάθ; Προσεπάγει δὲ τὸ, ὅτι Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός μου; Ἀλλ', Ὦ τρισάθλιε, φαίην ἂν, δαμάλεσι καὶ αὐτοὶ προσκεκυνήκασι ταῖς χρυσαῖς, ἥλω τε ἡ χώρα Θεοῦ συστέλλοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, εἰ μηδεὶς τῶν παρ' Ἕλλησι θεῶν σέσωκε τὴν ἑαυ- τοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν τὸν ἀληθῶς, καὶ φύσει, καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρωπίνης δι- έλαχον, τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον. Ὁ δὲ κατ- εξουσιάζει τῶν ὅλων, καὶ ἄμαχον ἔχει τὴν χεῖρα, τῶν δυνάμεων ὑπάρχων Κύριος. Ἀποκρίνεται δὲ οὐδεὶς τῷ Ῥαψάκῃ, σιωπᾷν ἐπιτάττοντος τοῦ βασιλέως, καὶ μάλα ἐμφρόνως. Ἀπαιδεύτοις δὲ λόγοις, καὶ φρονήματι βαρβαρικῷ, καὶ ταῖς κατὰ Θεοῦ γλωσσ- αλγίαις ἐπιδακρύειν μᾶλλον, ἢ ἀντεξάγειν ἐχρῆν. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ μακάριος ∆α- βίδ· "6Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν."6 9Καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονό- μος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεχίαν ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦ- σαι τὸν βασιλέα Ἐζεχίαν, ἔσχισε τὰ ἱμάτια, καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.9 Ἐπὶ ταῖς Ῥαψάκου μεγαληγορίαις, καὶ ταῖς ἀχαλίνοις περὶ τοῦ Θεοῦ γλωσσαλγίαις περιῤῥήγνυν- ται τοὺς χιτῶνας οἱ πρὸς αὐτὸν ἐσταλμένοι, καὶ ἀπ αγγέλλουσι μὲν τῷ βασιλεῖ τὰ ἐκ τῆς Περσικῆς ἀπο- νοίας ἐκτόπως ἀνηγορευμένα. Ὁ δὲ κατεῤῥήγνυ τὴν ἐσθῆτα, καὶ μετημφιέσατο σάκκον, τοῦτ' ἔστιν, ἱμά- τιον πενθικὸν, καὶ ἀνέβη, φησὶν, εἰς τὸν οἶκον Κυρίου. Καὶ ποία τις ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ ἄμφια; Ἔθος ἦν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσ φημίαις τοῦτο δρᾷν. Καὶ γοῦν παραδέδοται μὲν ὁ Σωτὴρ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς, καὶ ὁ τοῦ κό-σμου κριτὴς ἐκρίνετο παρ' αὐτοῖς. Ἀλλ' ἐσιώπα, ταῖς τῶν ψευδηγορούντων φωναῖς οὐκ ἀποκρινόμε- νος. Εἶτά φησι πρὸς αὐτὸν ὁ ἀρχιερεύς· "6Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, Ἀπ' ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνά- μεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, λέγων· Ἐβλασφήμησεν."6 Ἔφη δὲ καὶ δι' ἑνὸς τῶν προφη-τῶν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι "6∆ιαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν."6 Ὤοντο γὰρ ἴσως εὐσεβεῖν, καὶ ταῖς ἀνω- τάτω τιμαῖς κατευφραίνειν Θεὸν, ἐπὶ ταῖς κατ' αὐτοῦ δυσφημίαις τοὺς χιτῶνας κατασχίζοντες, κἂν εἰ μηδένα ποιοῖντο λόγον τῶν διὰ Μωσέως τεθεσπισμέ- νων. Σάκκον μέν γε ἤτοι περίβλημα πενθικὸν περι τέθειται μὲν Ἐζεχίας, ἄνεισι δὲ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ μάλα εἰκότως. Πενθεῖν γὰρ ἀκόλουθον, κλαίειν δὲ καὶ κατατρύχεσθαι τοὺς ἐν ἀκμαῖς ὄντας κακῶν, καὶ σωτηρίας ἐλπίδα ποιεῖσθαι Θεὸν, αὐτῷ τε προσκαθῆσθαι, καὶ θαμίζειν ἐν ἁγίοις τόποις, ἔνθα μάλιστα πρεπωδέστερον τὰς πρὸς αὐτὸν ἱκετείας ποιοῖτ' ἄ τις. 9Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέ- ρους τῶν ἱερέων περιβεβλημένους σάκκον πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην, καὶ εἶπαν αὐτῷ· Τάδε λέγει Ἐζεχίας· Ἡμέρα θλίψεως, καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ, καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. Εἴ πως εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλελειμμένων τούτων.9 Τοὺς προὔχοντας ἐν ἱερωσύνῃ καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐκ νόμου κατεστεμμένους ὁμοῦ τοῖς ἄλλοις, οὐκ ἂν ἐσθήμασιν ὄντας ἱεροῖς, καὶ τοῖς τῇ λειτουρ- γίᾳ πρεπωδεστέροις· ἐν σάκκοις δὲ μᾶλλον, ἤτοι πενθικοῖς περιβλήμασι κατημφιεσμένους ἰέναι προστέταχε πρὸς τὸν μακάριον προφήτην Ἡσαΐαν, ἀπαγγεῖλαί τε ὅτι θλίψεως αὐτοῖς ἐπιπέπτωκεν ἡμέρα καὶ ὀνειδισμοῦ. Μονονουχὶ γὰρ, φησὶ, κατονει- δίζει Θεὸς τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, ὡς τῆς κατὰ νόμον ἐπιεικείας ἠμεληκότας· ἐλέγχει δὲ πε- πλημμεληκότας, ἐπάγει τε οὕτω τὰ ἐξ ὀργῆς. Ἥκειν τε εἰς τοῦτο ὑπὸ τὰ πράγματα αὐτοῖς διαβεβαιοῦντο σαφῶς ὡς ἐοικέναι τὸν Ἰσραὴλ γυναικὶ μὲν τικτούσῃ, γενομένῃ δὲ λοιπὸν ἐν ἐσχάτοις διὰ τὸ μὴ δύνασθαι τεκεῖν. Βούλεται δὲ καὶ διὰ τῆς τοῦ προφήτου μεσι- τείας ἐπακοῦσαι τῶν λόγων Ῥαψάκου τὸν τῶν ὅλων Θεὸν, οὓς ἀκήκοε δι' ἑαυτοῦ. Λανθάνει γὰρ αὐτὸν τῶν ὄντων οὐδὲν, ὡς δὲ ἤδη πολλῶν ἐν ἑτέραις πόλε- σιν ἀνῃρημένων, ἐμπεπρησμένων τε οἴκων. ∆εήθητι, φησὶ, περὶ τῶν καταλελειμμένων τούτων. Εὐσεβὴς ἄγαν ὁ Ἐζεχίας, συλλήπτορα παρακαλῶν γενέσθαι τὸν παρὰ τῷ Θεῷ τίμιον δηλονότι τὸν προφήτην. Ἐπ- ωφελὲς οὖν ἄρα τὸ προσπίπτειν Θεῷ προεστηκότων ἁγίων. Κατανεύει γὰρ δι' αὐτοὺς, καὶ ἐποικτείρει πολλάκις, καὶ τῶν ῥᾳθυμεῖν εἰωθότων τὸ δά- κρυον. 9Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας· Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· Τάδε λέγει Κύριος· Μὴ φοβη- θῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγε- λίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.9 Παραθαρσύνει Θεὸς, καὶ οὐκ εἰς μακρὰν, ἀλλ' εὐθὺ καὶ παραχρῆμα τὸν ἐπ' αὐτῷ πεποιθότα, καὶ ὀνησιφόρον αὐτῷ δέδειχε τὴν ἐλπίδα, καὶ οὐκ ἄμισθον τὸ δραμεῖν εἰς οἶκον Κυρίου, καὶ ὁμοῦ ταῖς λιταῖς τὸ ἐκ πόνου καθεῖναι δάκρυον. Ἐκμειλίσσεται οὕτως φιλάνθρωπος ὢν ὁ τῶν ὅλων ∆εσπότης. Ἐπειδὴ δὲ ὁ Ῥαψάκης ἀποκείρων τῶν ἐξ Ἰσραὴλ τοῦ σωθῆναι τὴν ἐλπίδα, κἂν εἰ ἕλοιτο διασώζειν αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, ἀνοσίως ἔφασκε· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τούτων ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Ταύτῃ τοι καὶ μάλα εἰκότως ἀπαλλάττει δειμάτων, καὶ ψυχροῖς, καὶ γραώδεσι λόγοις, καὶ βαρβαρικαῖς ἀθυροστομίαις ἐπιστυγνάζειν οὐκ ἐᾷ, μᾶλλον δὲ ἀναῤῥώννυσιν εἰς πολύευκτον ἐλπίδα, καὶ οὐχ ἑκόντα λέγων τὸν ἀλα- ζόνα τύραννον ἀνακομισθήσεσθαι εἰς τὴν ἑαυτοῦ πο- νηροῦ καταπτοοῦντος πνεύματος, καὶ εἰς δειλίας αὐ- τὸν τὰς ὑπέρ γε τῆς ἑαυτοῦ βασιλείας οὐ φορητῶς συνελαύνοντος, πεσεῖσθαι δὲ καὶ μαχαίρᾳ, κινδυνεύ σαντα μὲν οὐδαμῶς ἐν ἀλλοδαπῇ, οὔτε μὲν ἐπαυχή- σαντα ταῖς κατὰ τῶν πολεμίων σφαγαῖς, καὶ τῆς κατ' ἐχθρῶν εὐανδρίας, λαμπρὰ πλουτοῦντα γέρα· ἀλλ' ἐν τῇ γῇ αὐτοῦ ποιεῖσθαι τὰς διατριβὰς, πέπτωκεν ἐκεῖ ἐν τῇ γῇ αὐτοῦ παρ' ἐλπίδα τοῦτο, καὶ ἀδοκήτως συμβεβηκός. Ἔνθα γὰρ οἴεσθαι δειμάτων ἀπηλλαγμέ- νον ποιεῖσθαι τὰς διατριβὰς πέπτωκεν ἐκεῖ, καὶ παρ' ὧν ἦν εἰκὸς σώζεσθαι· κινδυνεύοντα. Τίνες δὲ οὗτοι διὰ τῶν ἐφεξῆς εἰσόμεθα. 9Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε πο λιορκοῦντα τὸν βασιλέα Λαμνά· καὶ ἤκουσε βα- σιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαραθὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπ- έστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεχίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεχίᾳ βασιλεῖ τῆς Ἰου-δαίας· Μή σε ἀπατάτω ὁ Θεός σου ἐφ' ᾧ πέποι- θας ἐπ' αὐτῷ, λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσα λὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ἢ οὐκ ἤκου-σας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων, πᾶσαν τὴν γῆν ἀπώλεσαν; μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γάζαν καὶ Χαῤῥὰν, καὶ Ῥαφεῖς, αἵ εἰσιν ἐν χώρᾳ Θαιμάν, Ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ, καὶ Ἀρ-φὰθ, καὶ πόλεως Ἐμφαρουεὶμ Ἀνὰ καὶ Αὐά;9 Κατειλημμένης τάχα που τῆς Λάχης, καὶ ὑπὸ χεῖρα γεγενημένης τὴν βαρβαρικὴν, ἐπολιορκεῖτο μετ' ἐκείνην ἡ Λαμνὰ, ἐκεῖ Ῥαψάκης κατειληφέναι λέγεται τὸν Ἀσσύριον· ὁ δ' ἐτεθορύβητο λίαν. Κατ- εστράτευσε γὰρ αὐτοῦ Θαραθὰ Αἰθιόπων βασιλεύς. Εἶτα δεδιὼς μὴ καταληφθείσης αὐτῷ τῆς χώρας ἔξω γένοιτο θώκων τῶν περιφανεστάτων, ἀφίησι μὲν τὴν Ἰουδαίαν, σπεύδει δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ· πλὴν οὐ καθυφῆκε τῆς ἐνούσης ὠμότητος αὐτῷ. Πρὸς ἀκράτους δὲ ὥσπερ ὀργὰς ἀνακεκαυμένος, διά τοι τάχα που τὸ μὴ θελῆσαι τοὺς ἐξ Ἰσραὴλ, ἤτοι τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν τοῖς τοῦ Ῥαψάκου λόγοις ἀναπεπεισμένους αὐτομολῆσαι παρ' αὐτὸν, ἀθυρο- στομεῖ δὴ πάλιν κατὰ τῆς τοῦ Θεοῦ δόξης ὁ δείλαιος· καί τισι τῶν οἰκείων ἐντέλλεται δρομαίως ἰέναι πρὸς Ἐζεχίαν ἀπαγγεῖλαί τέ οἱ τὰ παρ' αὐτοῦ. Ταῦτα δὲ ἦσαν δυσφημίαι κατὰ Θεοῦ λέγοντος σαφῶς· ἐπειδὴ τῶν ἑτέρων χωρῶν ἤτοι ἐθνῶν οἱ θεοὶ τοῖς προσκυ- νοῦσιν αὐτοὺς συνδιολώλασι, μηδ' ἂν αὐτὸν ἰσχύσαι τὸν τῶν Ἑβραίων Θεὸν ἐξελέσθαι τε αὐτοὺς, καὶ τῆς Ἀσσυρίων ἐξαρπάσαι χειρός. Εἶτα πόλεις ἀπαριθμεῖ- ται πεπορθημένας, ἃς καὶ ἦν εἰκὸς δύνασθαι πολλὰ, ἐξ ὧν ἕτεροι πεπόνθασι. ∆ιὰ τούτων αὐτῶν κατα- πτοῶν, ὡς τεθνηξομένους, καὶ τοὺς ἐπ' αὐτῷ πεποι- θότας τῷ πάντων κρατοῦντι Θεῷ. 9Καὶ ἔλαβεν Ἐζεχίας τὸ βιβλίον παρὰ τῶν ἀγ- γέλων, καὶ ἤνοιξεν αὐτὸ ἔναντι Κυρίου· καὶ προσηύξατο Ἐζεχίας πρὸς Κύριον λέγων· Κύριε Σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χε ρουβὶμ, σὺ μόνος Θεὸς εἶ πάσης βασιλείας τῆς οἰκουμένης. Σὺ ἐποίησας τὸν οὐρανὸν, καὶ τὴν γῆν. Εἰσάκουσον, Κύριε, εἰσβλέψον, Κύριε, καὶ ἴδε τοὺς λόγους, οὓς ἀπέστειλε Σεναχηρεὶμ, ὀνειδίζειν Θεὸν ζῶντα.9 Ἐκ πολλῆς ἄγαν τῆς εἰς Θεὸν εὐσεβείας ἁπλοῖ τὸ βιβλίον, οὐχ ὡς ἀγνοοῦντι Θεῷ τῆς τοῦ Σεναχηρεὶμ ἀλαζονείας τὸ μέγεθος, κατακεκραγὼς δὲ μᾶλλον τῆς βαρβαρικῆς ἀπονοίας, καὶ οἱονεὶ μάρτυρα τῆς ἐκείνου θρασυστομίας ποιούμενος αὐτὸν τὸν τῶν ὅλων κατ- εξουσιάζοντα Θεόν. Ἄθρει δὲ ὅπως τοῖς τοῦ Σεναχη- ρεὶμ ἀναφέρεται λόγοις, ἀνατείνων τὴν ἱκετηρίαν. Ὁ μὲν γὰρ τό γε ἧκον ἐπ' αὐτῷ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν· Μή σε ἀπατάτω, φησὶν, ὁ Θεός σου, ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ὁ δὲτῆς ἐξουσίας ὁμολογεῖ τὸ μέγεθος, Κύριον Σαβαὼθ ὀνομάζων αὐτὸν, καὶ Θεὸν Ἰσραὴλ, καὶ ἐπὶ πᾶσαν τὴν κτίσιν τὴν ἄνω τε καὶ λογικήν. Σὺ γὰρ εἶ, φησὶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ. Προσομολογεῖ δὲ ὅτι κἂν εἰ λέγοιντό τινες ἐπὶ γῆς βασιλεῖς· ἀλλ' οὖν ὁ φύσει τε καὶ ἀληθῶς βασιλεὺς, καὶ πάντα ὑπὸ πόδας ἔχων, αὐτὸς ἂν εἴη καὶ μόνος ὁ γῆς τε καὶ οὐρανοῦ δημιουργὸς, καὶ ὑποστήσας νεύματι τὰ οὐκ ὄντα ποτέ. Εἰσακοῦσαι δὲ παρακαλεῖ καὶ εἰσβλέψαι, τοῦτ' ἔστι, μὴ παραβλέψαι, καὶ παρελθεῖν, τὰς οὕτω πικρὰς δυσφημίας· ἀλλ' ἐν δίκῃ κολάσαι τὸν ἀλιτήριον. Ὠνείδισε γὰρ Θεὸν ζῶντα, φησὶ, τοῦτ' ἔστι, κατ' οὐ- δὲν ἐοικότα τοῖς τῶν ἐθνῶν, οἷς ἐκεῖνος παρεικάζων αὐτὸν ἀνοσίως κατεθρασύνετο. 9Ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυ-ρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν, καὶ ἀνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα, καὶ λίθος, καὶ ἀπώλεσαν αὐτούς. Σὺ δὲ, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρῶν αὐ- τῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ Θεὸς μόνος.9 Ἀκήκοα, φησὶ, τοῦ βαρβάρου λέγοντος· Μὴ ἐῤῥύ- σαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Κἂν εἰ τοῦτο λέγοι τις, ἐπαινῶ καὶ πείθομαι. Κεκρατήκασι γὰρ ἁπάσης τῆς γῆς, καὶ τὰς πόλεις ἐνέπρησαν, οὐδὲν ἀπόνασθαι δυναμένης τῶν ψευδωνύμων θεῶν· σεσώκασι γὰρ οὐδένα. Πῶς γὰρ, ἢ πόθεν, ξύλου τε καὶ λίθου πεποιημένα καὶ τέχνης ἔργα λιθουργικῆς, καὶ τεκτόνων ὄντες φιλοτε- χνήματα· Ταύτῃ τοι καὶ τοῖς ἰδίος προσκυνηταῖς ὁμοῦ διολώλασιν. Ἀλλὰ σὺ, σῶσον ἡμᾶς, ὦ ∆έσποτα. Τεκμήριον γὰρ, καὶ τοῦτο, καὶ ἀναπείθει πᾶσαν τὴν ὑπ' οὐρανὸν, εἴς γε τὸ χρῆναι διακεῖσθαι, καὶ ἀρα- ρότως ὅτι σὺ μόνος εἶ Θεός. Ὥσπερ γὰρ τὸ ἁλῶναι τὰς ἐθνῶν χώρας κατεμαρτύρησε τῶν ψευδωνύμων θεῶν, τὸ μηδὲν εἶναι παντελῶς· οὕτω, καὶ τὸ διαφυ- γεῖν τῆς ἐκείνου χειρὸς ἔξω γενέσθαι τὴν Ἱερουσαλὴμ τὴν ὑπὸ σοί τε καὶ σὴν μονονουχὶ καὶ διαμαρτύρεται, καὶ σαφῆ ποιήσεται τοῖς ἁπανταχοῦ τὴν ἀνάῤῥησιν τῆς σῆς εὐσθενείας, καὶ ἀκηράτου δόξης, καὶ ὅτι μόνος εἶ αὐτὸς ὁ Θεὸς ἔν τε οὐρανῷ, καὶ ἐπὶ γῆς 9Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεχίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σε ναχηρεὶμ βασιλέως Ἀσσυρίων.9 Οὐ μακρὰν ὁ σώζων, ἀλλ' ἐγγὺς καὶ οἱονεὶ κατὰ πόδας τῆς προσευχῆς τῶν αἰτηθέντων τὸ πέρας. Ἀπο- στέλλεται μὲν γὰρ ὁ προφήτης· σεσιγηκὼς δὲ τέως τὰ ἐπὶ τῷ βαρβάρῳ, καὶ τὴν ἐπ' αὐτῷ τοῦ Θεοῦ ψῆ φον οὐκ ἀπαγγείλας· Τάδε λέγει Κύριος, φησὶν, ὁ Θεὸς Ἰσραήλ. Ἐπιῤῥώννυσι τὸν πεπιστευκότα, καὶοὐχ ἕνα τινὰ τῶν ψευδωνύμων θεῶν ἀποφαίνει τὸν ἀποστείλαντα, εὐθαρσῆ δὲ μᾶλλον ἀποτελῶν Κύριον ὀνομάζει, καὶ Θεὸν Ἰσραήλ. Ἐπαινεῖ δὲ ὥσπερ καὶ ἀποδέχεται λέγων· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων. Μονονουχὶ γὰρ, φησὶν, ἀποδέχομαι τὸν ζῆλον, οἶδα τὴν φιλοθεΐαν, ἀφόρητον ἐποιήσω τὴν κατ' ἐμοῦ δυσφημίαν· προσ- ῆλθε δεδακρυμένος, καὶ οἷον ἀλγήσας ὑπὲρ ἐμοῦ, καὶ σὴν ἐποιήσω λύπην τοὺς εἰς ἐμὲ γεγονότας ὀνειδι- σμούς. Ἀξιεπαινετώτατος τοίνυν τῶν ἁγίων ὁ ζῆλος, καὶ τῆς τοῦ Θεοῦ δόξης δυσφημουμένης, ὅταν ἀλγή- σωσιν αὐτοὶ, Θεὸς κατευφραίνεται. 9Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγά- τηρ Σιών· ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν Ἅγιον τοῦ Ἰσραὴλ, ὅτι δι' ἀγγέλων ὠνείδισας Κύριον.9 Ἐμφανῆ λοιπὸν τὴν ἐπὶ τῷ βαρβάρῳ καθίστησι ψῆφον· καί φησιν ὅτι μυκτηρισμὸν ἐπ' αὐτῷ ποιή- σεται, καὶ καταδονήσει τὴν κεφαλὴν παρθένος θυ- γάτηρ Σιὼν ἤτοι ἡ Ἱερουσαλήμ. Φαμὲν δὲ ὅτι παρ- θένον, καὶ θυγατέρα τὴν Σιὼν ἤτοι τὴν Ἱερουσαλὴμ ὀνομάζει· καὶ παρθένον μὲν ὡς ἀμόλυντον, καὶ τὸν τῆς βδελυρᾶς εἰδωλολατρίας οὐκ ἔχουσαν μῶμον· θυγατέρα δὲ, ὅτι τὴν παρὰ πατρὸς ὀφειλομένην διά- θεσιν τοῖς ἐξ αὐτοῦ τέκνοις ὑπονενέμηκεν αὐτῇ. Ἐφαύλισε δὲ τὸν Ἀσσύριον, ἤτοι κεφαλὴν ἐπ' αὐτῷ κεκίνηκέ τινα τρόπον· ἐπεμειδίασε γὰρ ἡττωμένῳ, καὶ οἷον ᾠδὴν καὶ μέλος ἐναρμόνιον τὰς αὐτοῦ πε- ποίηται συμφοράς. Εἶτα πρὸς αὐτόν φησι· Τίνα ὠνείδισας, καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Ἆρα γὰρ ἕνα τῶν ψευδωνύμων θεῶν ταῖς οὕτω θερμαῖς ἐλύπεις φωναῖς; Καίτοι πῶς οὐκ ἔδει, φησὶ, τὸν τῆς διανοίας ὀφθαλμὸν εἰς ὕψος ἐπ- ᾶραι, ἐννοῆσαί τε ἄρα, τίς δὴ καὶ πόσος ἐστὶν ὁ Θεὸς τοῦ Ἰσραήλ; Ἔδει καὶ ἐπ' αὐτῆς τῆς τῶν κτισμά-των θέας, τῆς τοῦ δημιουργοῦ δυνάμεως τὸ μέγεθος, ἀναλόγως ἰδεῖν. Ἔδει τῆς δόξης καταθρῆσαι τὸ ὕψος, καὶ μηδὲν ἐπ' αὐτῷ λογίσασθαι τῶν χθαμαλωτέρων. Ἀλλ' οὐδενὸς τῶν τοιούτων διαμνημονεύσας, φησὶν, ὠνείδισας τὸν Κύριον. 9Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος.9 Τῆς Περσικῆς ἀλαζονείας ἐξηγεῖται τὸν ὄγκον, καὶ τὸ ἀσύνετον φύσημα, καὶ τῆς μεγαληγορίας τὸ μέγεθος. Λιβάνῳ γὰρ παρεικάζει, καθὰ καὶ φθά- σαντες ἔφημεν, τήν τε τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν τάχα που τῶν Σαμαρειτῶν, ἣν κατῳκήκασιν αἱ δέκα φυλαί. Ὁ μὲν γὰρ Λίβανος ὄρος ἐστὶν ἐν Φοινίκῃ κέδροις τῶν ξύλων ὑψοῦ δὴ λίαν ἠρμένοις εὐθαλὲς καὶ κατάκομον. Νοεῖται δέ πως τοιαύτη τῶν Ἰουδαίων ἡ χώρα, ὑψηλὴ μὲν, ὅτι Θεὸς ἦν ὁ ἐπαμύ νων αὐτῇ, δασεῖά γε μὴν, ὅτι ἀριθμοῦ κρείττονας ὁρᾶσθαι τοὺς ἐν αὐτῇ. Ἀλλ' εἷλον μὲν τὴν Σαμάρειαν οἱ Ἀσσύριοι τύραννοι, συγκατεδῄωσε δὲ αὐτῇ, καὶ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις. Σὺ τοίνυν, φησὶν, ὦ Ἀσσύριε, γαῦρον ἔχων τὸ φρόνημα, καὶ τῶν γεγονότων τὴν ἔκβασιν ταῖς αὐτοῦ δυνάμεσιν ἀνατιθεὶς, εἶπος ὅτι Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, τοῦτ' ἔστιν, ἐπ' αὐτὴν τὴν βασιλείαν τὴν παρά γε τοῖς ἐξ Ἰσραήλ. Ἔκοψα τὸ ὕψος τοῦ κέδρου αὐτοῦ. Αὐτοῦ τίνος; Τοῦ Λιβάνου, δηλονότι τῆς Ἰουδαίας. Ὕψος δὲ κέδρου τὴν παρ' αὐτοῖς βασιλείαν φησὶ, καὶ εἰσ- ῆλθεν εἰς ὕψος μέρους τοῦ δρυμοῦ. Ὡς γὰρ ἔφην, τῇ τῶν Σαμαρειτῶν συνδιολώλασι πολλαὶ τῆς Ἰου- δαίας πόλεις. Ἔφης δὲ ὅτι Ἔθηκα γέφυραν, καὶ ἠρή-μωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. Πέρσαι γὰρ καὶ Ἀσσύριοι ταῖς ἑαυτῶν δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀπονέμοντες, ἐν τῷ καταθεῖν τῶν χωρῶν, τοὺς μὲν τῶν ποταμῶν ἐγεφύρουν, ἔφερον δὲ πλειστάκις ὡς ὄντες τοσοῦτοι τὸν ἀριθμὸν, ὡς δαπανᾷν δύνασθαι πηγὰς, καὶ ὑδάτων συναγω γὰς, καὶ μηδὲ αὐτοὺς ἔσθ' ὄτε ποταμοὺς ἀρκέσαι δε- διψηκόσιν ὁμοῦ καὶ ἀνδράσι καὶ ἵπποις. Οἱ δέ γε τῶν Ἑλλήνων λογάδες, ὅσοι τῶν Περσικῶν ἐν ἰδίαις συγ- γραφαῖς ἔθεντο μνήμην, φασὶν αὐτοὺς καὶ αὐτὸν γεφυρῶσαι τὸν Ἑλλήσποντον· κἂν εἰ ποταμὸς, φασὶν, εὕρηται διὰ μέσου περιόντων αὐτῶν ἢ χώραν, ἢ πόλιν, προσέταττεν ὁ τύραννος λέγων· ∆απανάσθω πινόμενος. ∆ιαμέμνηται τοίνυν ὁ τῶν ὅλων Θεὸς τῆς Περσῶν ἀλαζονείας, καὶ φιλοκομπεῖν εἰωθότας ἐλέγ- χει. Εἶτα μετὰ τοῦτο δείκνυσιν ὅτι μὴ μᾶλλον αὐτοὶ δεδύνηνται κατορθοῦν, ἐφ' οἷς πεφρονήκασι τὰ οὕτως ὑπέρογκα· ψῆφος δὲ μᾶλλον ἡ παρ' αὐτοῦ κατὰ τῶν πλημμελούντων ἐνηνεγμένη τὴν τοῦ δύνασθαι δόξαν ἐνεποίησεν αὐτοῖς. 9Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέταξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς. Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράν- θησαν, καὶ ἐγένοντο ὡς ἄνθος ξηρὸν ἐπὶ δωμά- των, καὶ ὡς ἄγρωστις.9 Ταυτὶ μὲν οὖν ἅπαντα, φησὶν, ἅπερ αὐτὸς οἴει κατωρθωκέναι, ταῖς ἑαυτοῦ δυνάμεσιν ἀνατιθεὶς, οὐκ ἐρυθριᾷς; Ἀλλ', ὦ ματαίαν ἔχων ἐπ' οὐδενὶ τὴν ὀφρὺν, οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; Εἰ γὰρ δὴ βούλοιο, φησὶ, τοὺς τῶν ἐμῶν προφητῶν πολυπραγμονῆσαι λόγους, ἔφην ἤδη φθάσας ὅτι ταῦτα γενήσεται. Ἐγὼ γὰρ ἐξ ἀρχαίων ἡμερῶν συν- έταξα, τοῦτ' ἔστιν, ὥρισα καὶ κατένευσα· ἀπέδειξα δὲ νῦν καιροῦ καλοῦντος εἰς πέρας τὰ προηγγελμένα, ὥστε ἐξερημῶσαι ἔθνη ἐν πόλεσιν ὀχυραῖς, τοῦτ' ἔστιν, οὐκ ἀσθενῆ, καὶ εὐάλωτα. Ἐγὼ τὰς χεῖρας ἀνῆκα, καὶ ἐξηράνθησαν. Ὁ γὰρ πάλαι ταῖς ἀνεξι- κακίαις ἔτι συνέχων αὐτὰ πρὸς τὸ εἶναι, καὶ συν- εστάναι τὴν ἐπαμύνουσαν ἀπέστησα χεῖρα, καὶ ἐν ἴσῳ πόας κατεξηράνθησαν, καὶ χόρτου δίκην κατ- εμαράνθησαν, καὶ οἷά τις ἄγρωστις ξηρὰ πυρὶ δέ- δοται τροφή. Τοῦτό τοι καὶ ἑτέρωθί φησι πρὸς αὐ- τόν· ἐπειδὴ γὰρ τὰ ὁρισθέντα γενέσθαι παρὰ Θεοῦ διαπεράνας ὁ δυσσεβὴς, ἐφ' ἑαυτῷ πεφρόνηκε μέγα, πάλιν ἤκουε Θεοῦ λέγοντος· "6Μὴ δοξασθήσεται ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;"6 Ὥσπερ γὰρ τὰ τοιάδε τῶν ὀργάνων, οὐχ ἑαυτὰ κινεῖ πρὸς ἔργα τυ- χὸν, περιμένει δὲ μᾶλλον τὴν τοῦ σαλεύοντος χεῖρα· οὕτω καὶ σὺ, φησὶ, γέγονας ὄργανον τῆς θείας ὀρ- γῆς, οὐ μὴν αὐτὸς εἰργάσω ταῖς δυνάμεσι ταῖς σαῖς, ἀλλ' ἦσθα μᾶλλον οἷον ἀξίνη, καὶ πρίων τοῖς τοῦ κι- νοῦντος θελήμασιν ὑπηρετεῖν τεταγμένος. 9Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου ἐγὼ ἐπίσταμαι· ὁ δὲ θυμός σου ὃν ἐθυμώ- θης, καὶ ἡ πικρία σου ἀνέβη πρός με.9 Καταλαζονεύῃ μὲν οὖν, φησὶ, τῶν θείων κριμάτων γεγονὼς ὑπουργὸς, οἴει δὲ ἴσως κατὰ σαυτὸν, καὶ μόνος κατευμεγεθῆσαι τοσούτων ἐθνῶν καὶ χωρῶν, ὡς κατεμπρῆσαί τε καὶ ἑλεῖν αὐτάς. Ἀλλ' ἐγὼ τὴν σὴν ἀνάπαυσιν, καὶ τὴν ἔξοδον, καὶ τὴν εἴσοδον ἐπί- σταμαι. Ἀνάπαυσιν δὲ καθάπερ ἐγᾦμαι τὸν θάνατον ὀνομάζει, ἔξοδόν τε καὶ εἴσοδον, τὴν εἰς πᾶν ὁτιοῦν τῶν πρακτέων ὁδόν. Λανθάνει γὰρ ὅλως οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Προστιθεὶς δὲ, ὅτι Ὁ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, μο- νονουχί φησι, Οὐ δίχα ποινῆς δεδυσφημηκὼς ἔσῃ. Παρόψομαι γὰρ οὐδαμῶς τῶν σῶν ἀνοσίων ἐνθυμημά- των τὸ κακόηθες καὶ πικρὸν, ἀλλ' οἷον εἰς λύπην ἠρεθισμένος τοῖς σοῖς ἐπιθήσω θυμοῖς τὴν αὐτοῖς πρέπουσαν δίκην. 9Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χα- λινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἤρχου ἐν αὐτῇ.9 Ἐπειδήπερ ὁ Ἀσσύριος κτηνοπρεπεστάτην ἔχων τὴν ἀλογίαν κατεκερτόμει Θεὸν, καὶ οἷον ἀνασκιρ- τήσας εἰς ἀχάλινον ἀγριότητα τῆς τοῦ Θεοῦ δόξης παλιμφήμους ἠφίει φωνὰς, ταύτῃτοι καὶ μάλα εἰ- κότως ὡς ἐπὶ κτήνους φησὶν, ὅτι Φιμὸν ἐμβαλῶ εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, μονον- ουχὶ ταῖς τῶν πληγῶν ἐπαγωγαῖς ἀνασειράζων αὐ τὸν, καὶ τῷ μεγέθει τῶν συμφορῶν οἷά τινι χαλινῷ τῶν οὕτως ἐκτόπων ἀνακόπτων ἐγχειρημάτων. Ὑπονοστήσειν γε μὴν καὶ πρὸς τὴν ἑαυτοῦ τὸν Ἀσσύριόν φησιν. Ὑπέστρεψε γὰρ ἀκούσας ὅτι Θα-ραθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατ' αὐτοῦ. Καίτοι, Τί δή ποτε, φαίη τις ἂν, πεσούσης αὐτῷ τῆς στρατιᾶς ἁπάσης, οὐ σέσωσται μόνον αὐτὸς, ἀλλὰ γὰρ καὶ ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ; Ἔδει γὰρ, ἔδει γυμνὸν γεγονότα τῆς ὑπὸ χεῖρα πληθύος, οἰκονομικῶς τὴν τοῦ δαπανῶντος ἀγγέλου χεῖρα φυγεῖν αὐτὸν, ἵν' ὀλοφύρηται τὴν ἑαυτοῦ συμφορὰν καὶ εἰς τίνα δε- δυσφήμηκε γνῷ, καὶ τοῖς ἄλλοις ἅπασιν ἀπαγγείλῃ τὸ παράδοξον. 9Τοῦτο δέ σοι τὸ σημεῖον. Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρ- πόν. Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰου- δαίᾳ εἰς διάφευξιν· φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω. Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.9 Ἀποστραφήσεσθαι λέγων τὸν Ἀσσύριον εἰς τὴν ἑαυτοῦ, καὶ τῆς Ἰουδαίων ἀποφοιτήσειν χώρας, ὁρίζει τὸν χρόνον καθ' ὃν ἔσται τοῦτο, καί φησι· Φάγε τοῦ τον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, καὶ τὰ τούτοις ἐφεξῆς. Οὔπω γε μὴν ἅπασιν ἐναργὲς πότερόν ποτε τῷ Σενα- χηρεὶμ δέδοται τὸ σημεῖον, ἤγουν Ἐζεχίᾳ καὶ τοῖς ἀμφ' αὐτόν. Πλὴν ἐροῦμεν τῶν γεγραμμένων τὸν νοῦν. Εἶτα τοῦτον ἐφαρμοστέον ἐκείνοις, ἢ τούτοις. Εἰ μὲν Ἐζεχίᾳ δεδόσθαι φαμὲν τὸ σημεῖον, συνίεμεν οὕτω· Ἐπεπολιόρκητο μὲν Ἱερουσαλὴμ, πλείστης δὲ ὅσης τῆς Ἀσσυρίων στρατιᾶς κατεμπρῆσαί τε καὶ ἑλεῖν ἐπιχειρούσης αὐτὴν, πλείστη τις ὅση τῶν ἐδω- δίμων συγκομιδὴ, καρποί τε ἐναποκείμενοι, καὶ τὰ δι' ὧν ἂν γένηται διαζῇν δύνασθαι τοὺς ἐν Ἱερουσα- λὴμ σωζομένους. Σὺ τοιγαροῦν ὁ Ἐζεχία, φησὶ, καὶ ἅπας ὁ μετὰ σοῦ λεὼς, φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας· τῷ δὲ δευτέρῳ τὸ κατάλειμμα. Τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπε- λῶνας. ∆υσὶ γὰρ ἔτεσιν ὅλοις ἐνιζήσας τῇ Σαμαρει- τῶν, καὶ καταδῃώσας ὅλην ὁ Ἀσσύριος. Τρίτου μόλις ἐνστάντος ᾤχετο φυγὰς, ἀπολωλότων μάλιστα τῶν μετὰ Ῥαψάκου κύκλῳ τῆς Ἱερουσαλὴμ, καὶ πολιορ-κούντων αὐτήν. Οὐκοῦν ἐν τρίτῳ, φησὶν, ἔτει λοιπὸν ἀνείσθω, καὶ γηπόνοις τὸ ἀρκοῦν καὶ τοῖς ἀμπέλων μελεδωνοῖς τὸ, εἴπερ ἕλοιντο φυτεύειν αὐτάς· εἰ- ρήνης δηλονότι βραβευούσης αὐτὴν καὶ τὴν ἀσφά- λειαν. Ὅτι δὲ ἐν βεβαίῳ κείσονται τῆς εὐθυμίας οἱ ἐκ τοῦ πολέμου σεσωσμένοι καὶ περιλελειμμένοι, καταμηνύει λέγων, ὡς ἐπὶ φυτῶν, ὅτι καὶ ῥίζαν κα- τατενοῦσι κάτω, καὶ ἄνω σπέρμα βαλοῦσι. Καὶ τὸ μὲν ὅτι κατοικήσουσιν ἀσφαλῶς, καὶ ἐρηρεισμένως, καὶ παντὸς ἔξω δείματος, δίδωσι νοεῖν τὸ ῥίζαν ἔχειν εἰς βάθος. Ὅτι δὲ καὶ εἰς πέρας αὐτοῖς ἐκτα- θήσεται, τῆς εὐημερίας τὸ χρῆμα, νοεῖν ἐφίησι τὸ ἄνω σπέρμα ποιεῖν. Προσεπάγει δὲ, ὅτι ὁ ζῆλος Κυ- ρίου Σαβαὼθ ποιήσει ταῦτα. Ἐπειδὴ γὰρ δεδυσφή- μηκεν ὁ Ἀσσύριος, καὶ τοῖς ψευδωνύμοις αὐτὸν παρ- εικάζων θεοῖς τετόλμηκεν εἰπεῖν, Οὐ μὴ ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Ταῦτα πάντα γε-νήσεται, φησὶ, κεκινημένου εἰς ζῆλον τοῦ πάντα ἰσχύοντος. Εἰ δὲ δὴ φέρει κατὰ τοῦ Σεναχηρεὶμ τὸ, "6Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ δευ- τέρῳ τὸ κατάλειμμα,"6 φαμὲν ὅτι οἱ καταστρατεύειν εἰωθότες, ἢ χωρῶν, ἢ πόλεων, βραδυνούσης ἐσθ' ὅτε τῆς πολιορκίας καὶ τῆς μάχης αὐτοῖς εἰς χρόνους ἐκ τεινομένης, ἅπτονται καὶ γηπονίας, ἵν' ἔχοιεν τροφάς. Καὶ κατὰ τοῦτον αὐτὸν ἁρμόσει τὸν τρόπον, τὸ καὶ ἐπ' αὐτοῦ νοεῖσθαι τὸ εἰρημένον. 9∆ιὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσ- συρίων· Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδ' οὐ μὴ βάλῃ ἐπ' αὐτὴν βέλος, οὐδ' οὐ μὴ βάλῃ ἐπ' αὐτὴν θυρεὸν, οὐδ' οὐ μὴ κυκλώσῃ ἐπ' αὐτὴν χάρακα· ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται.9 Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῶν εἰρημένων τὸν νοῦν, καὶ τὴν τοῦ πράγματος εἰς πέρας διεκδρομὴν, ὡς ἐν ὀλίγοις ἐπιτεμὼν, καθίστησιν ἐναργῆ. Οὐ γὰρ ἅψεται πολέμου, φησὶν, ἀλλὰ πρὸ μάχης πρὶν ὅπλα σαλεῦσαι, πρὶν ἐκτεῖναι καὶ ἐπαφεῖναι βέλος, πρὶν ἀνατιθέναι θυρεὸν, πρὶν ἐπ' αὐτὴν κυκλῶσαι χάρακα, τὴν αὐτὴν ὁδὸν ὑπονοστήσει, καὶ οἴκοι δραμεῖται, φησίν. Ἰστέον δὲ ὅτι χάρακά φησιν ἐν τούτοις τὴν ἐν ταῖς τάφροις καταπηγνυμένην τῶν ξύλων πληθὺν, εἰς ὀξὺ κατηκονημένων, ἵνα δὴ σώζοιτο τῶν πεσόντων μηδείς. 9Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πό λεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ, καὶ διὰ ∆αβὶδ τὸν δοῦλόν μου.9 Ἀποκείρει τὴν ὀφρὺν τῶν ἐν ἐλέει Θεοῦ σεσω- σμένων, καὶ ὑπέρογκα φρονεῖν οὐκ ἐᾷ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν. Ἦν γὰρ δὴ καὶ μάλα εἰκὸς, οἴε- σθαί τε καὶ λέγειν αὐτοὺς, ὅτι τετίμηνται παρὰ Θεοῦ διὰ τὸ ἐπιεικὲς τοῦ τρόπου, καὶ τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης τὴν νοητὴν εὐκοσμίαν. Οὐκοῦν διασώζει μὲν ὡς Θεὸς, ὠφελεῖ δὲ σεσωσμένους, τοῖς τῆς ἀλα- ζονείας κύμασιν οὐκ ἐφιεὶς ἐναλίσκεσθαι. Ὑπερ- ασπιεῖν γὰρ ἔφη τῆς πόλεως, δηλονότι τῆς ἁγίας, οὐ διά γε τοὺς ἐνοικοῦντάς ποθεν, ἀλλ' οὐδετέρῳ τινὶ τῶν κατ' ἐκεῖνο καιροῦ ζώντων ἔτι τὸ χρῆμα δω- ρούμενος, ἀλλὰ δι' ἑαυτὸν, καὶ ∆αβὶδ, ὃν καὶ παῖδα ἴδιον ὀνομάζει, καὶ δι' ἑαυτὸν μὲν, ὅτι χρηστός τέ ἐστι καὶ φιλοικτίρμων, καὶ χρῆν δή που τοῖς τὴν θείαν αὐτοῦ κατακερτομοῦσι δόξαν τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσαν δίκην ἐπενεγκεῖν. ∆ιὰ ∆αβὶδ πάλιν, ὅτι ταῖς τῶν ἁγίων μνήμαις χαρίζεται πολλάκις τὸ ἀμνη- σίκακον, ἐφ' οἷς ἔσθ' ὅτε πλημμελοῖεν οἱ ἐξ αὐ- τῶν. 9Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐκατὸν καὶ ὀγ- δοήκοντα καὶ πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀπο- στραφεὶς ἀπῆλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυ- ρίων, καὶ ᾤκησεν ἐν Νινευῆ· καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Ἀσαρὰκ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀχορδὰν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.9 Προσεπήνεκται χρησίμως τοῖς ἐπηγγελμένοις τῶν προσδοκηθέντων τὸ πέρας, ἵνα μὴ φαίνοιτο ψευδοεπὴς ὁ τῶν ὅλων Θεός. ∆εδαπάνηται γὰρ ἡ τῶν Ἀσσυρίων πληθὺς, οὐ ταῖς Ἰουδαίων ἁλοῦσα χερσὶν, οὐ τόξον αὐτοῖς ἐπανατείναντός τινος, οὐ δόρυ πρὸς μάχην ᾑρη- κότος, ἢ ξίφος ἀπογυμνώσαντος, οὐχ ἵππων κραταιῶν, ἀρξαμένου τὴν μάχην ἀγγέλου γε μὴν ἀῤῥήτῳ δυνάμει καταστορέσαντος, καὶ πληθὺν ἀποφαίνοντος νεκρῶν τὴν ἀριθμοῦ κρείττονα. Καταπλήττεται τοίνυν τῷ θαύματι καίτοι θρασὺς ὢν ἄγαν ὁ στρατηγὸς, ἤγουν ὁ Σεναχηρεὶμ, οἴκαδέ τε ἀνεκομίσθη μόλις, καὶ γυμνὸς εἰσάπαν ἧς ἐπεσύρετο στρατιᾶς ὑπονοστήσας, ἐλεεινῶς κατῴκησε, φησὶν, ἐν Νινευί. Εἶ τὸ λεῖπον [ἴσ. εἶτα λοιπὸν] ταῖς παρὰ τοῦ Θεοῦ γενομέναις ὑποσχέσεσιν εἰς πέρας ἐνήνεκται. Πέπτωκε γὰρ ἐν τῷ οἴκῳ αὐτοῦ πάτραρχόν τινα προσκυνῶν, ἕνα δηλονότι τῶν κατὰ σάρκα πατέρων ἢ πάππων αὐτοῦ. Τοῖς γὰρ ἅπαξ πεπλανημένοις ἔθος, οὐχὶ δὴ μόνοις τοῖς ἀκαθάρτοις πνεύμασιν, ἀλλὰ γὰρ καὶ ὅσοις ἂν ἕλοιντο νεκροῖς τὸ χρῆμα προσνέμειν. Ἐκπεπτωκότες γὰρ ἅπαξ τῆς εὐθείας ὁδοῦ πρὸς ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀβα- σάνιστον ποιοῦνται τὴν ἀποδρομήν. Υἱοὺς δὲ εἶναί φησι τοὺς ἀπεκτονότας αὐτόν· ψήφου γὰρ θείας ἐπ- ενηνεγμένης τισὶ, κατακινδυνεύσειαν πάντη τε καὶ πάντως οἱ τοῦτο παθόντες, καὶ ὡς τοῖς ἄγαν ἐχθροῖς περιτεύξονται τοῖς ἰδίοις. Οὐ τὴν ἐξ αἵματος οἰκειότητα τῆς ἀσφαλείας ἐνέχυρον ἔχοντες, οὐ διάθεσιν καὶ σπουδὴν τὴν ὀφειλομένην πατράσιν ἐκ τέκνων, ἀλλὰ δι' ὧν ἦν εἰκὸς σώζεσθαι κινδυνεύοντας, διὰ τούτων αὐτῶν τοῖς τῆς ἀπωλείας ἐνιεμένους βάθροις. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ τῆς ἱστορίας ἐξωφανὲς οὐκ ἀκόμψως εἰρῆσθαι δοκῶ. ∆εῖν δὲ οἶμαι καί τι τῶν ἐσωτάτω θεωρημάτων εἰπεῖν εἰς παράκλησιν τοῖς πνευματικοῖς. Ἡ μὲν γὰρ ἁγία πόλις, τοῦτ' ἔστιν, ἡ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, τύπος ἂν εἴη τῆς Ἐκκλησίας Χριστοῦ, τῆς ἀληθεστέρας Σιών· ταύτην ἔσθ' ὅτε, μᾶλλον δὲ ὡς ἐπίπαν οἱ τῆς ἀληθείας πολιορκοῦσιν ἐχθροὶ, τοῦτ' ἔστιν, οἱ τῶν ἀνοσίων αἱρέσεων εὑρε- ταί· καὶ πολιορκοῦσιν οὐ μόνοι, καταμισθούμενοι δὲ τρόπον τινὰ καὶ τὰς ἐν κόσμῳ δυναστείας, ἐμπνέον- τος πρὸς τοῦτο τοῦ νοητοῦ Σεναχηρεὶμ, δῆλον δὲ ὅτι τοῦ Σατανᾶ, καὶ οἷον ἐπαφιέντος τοὺς ὑπὸ χεῖρα καὶ τοὺς ὑπηρετεῖν εἰωθότας τὰς δυστροπίας αὐτοῦ, οἴ, ἐπειδὰν ἥκωσι τοῖς τῆς ἀληθείας προεστηκόσι διαμα- χόμενοι, τῆς τοῦ Θεοῦ δόξης καταφλυαροῦντες, πολλὰ τεύξονται μὲν τὸ σύμπαν λόγου οὐδενός. Σιωπήσουσι γὰρ οἱ πολιορκούμενοι, καὶ διὰ ποίαν αἰτίαν, ὁ μακά- ριος Παῦλος διδάξει λέγων· "6Μὴ λογομαχεῖν ἐπ' οὐ- δενὶ χρησίμῳ·"6 καὶ πάλιν, "6Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν, καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος."6 Τοῖς γὰρ ἅπαξ ὁλοτρόπως ἀπονενευκόσι πρὸς ἀπάτην καὶ φενακισμὸν, καὶ κε- κρατημένοις τῷ ψεύδει περιττός που τάχα καὶ τῶν ὠφελεῖν εἰωθότων ὁ λόγος. Γέγραπται γάρ· Εἰς ὦτα ἀκουόντων λάλει. Ὅταν τοίνυν οἱ τῆς ἀληθείας ἐχθροὶ ἢ τιμὰς καὶ ἀναπαύσεις ἐπαγγέλλονται, καθάπερ Ῥαψάκης ὁ ἀλητήριος, ἤγουν ἀπειλοῦσι κινδύνους καὶ μάχας, Θεῷ προσέρχεσθαι χρὴ καὶ τῆς ἄνωθεν ἐπικουρίας μεταποιεῖσθαι μόνης. Ἀρκέσει γὰρ ἡ ἄνω τε καὶ παναλκὴς δεξιὰ, καὶ πρός γε τὸ σῶσαι τοὺς ὀρθοποδεῖν εἰωθότας, καὶ πρὸς ὄλεθρον τῶν ἀνθεστη- κότων. Ἀποσοβήσει γὰρ αὐτοὺς ἀποῤῥήτοις τισὶν εὐσθενείαις χρώμενος, καὶ ἀπαλλάξει πολέμου τὴν Σιὼν τὴν ἁγίαν οὕτως καὶ ἄμωμον, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν. Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. 9Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεχίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Καὶ ἀπ- έστρεψεν Ἐζεχίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεχίας κλαυθμῷ μεγάλῳ.9 Γέγονε μὲν Ἐζεχίας τῶν ὅτι μάλιστα διαφανεστά- των εἰς φιλοθεΐαν, καὶ διαβόητον ἐσχηκότων ἐπὶ τού- τῳ τὴν δόξαν. Κατέσπασε γὰρ βωμοὺς, τεμένη καθ- εῖλεν, ἐνέπρησε δὴ τὰ ἐν σηκοῖς, ἐξέκοψεν ἄλση, καὶ θυσίαις ταῖς κατὰ νόμον θεραπεύων Θεὸν οὐ κατ- έληξέ ποτε. Κεκράτηκε δὲ τῶν προσοίκων τῇ Ἰου- δαίᾳ βαρβάρων, ὡς καὶ ὑπὸ δασμοὺς καὶ τέλη ποιῆ- σαι πολλούς. Ἀνεδείματο δὲ καὶ πόλεις, καὶ ἁπαξ- απλῶς εὐκλείαις ἐπίμεστος ταῖς ἀνωτάτω γεγονὼς, εἰκότως ἐθαυμάζετο. Ἀλλ', ὡς Ἑβραίων παῖδές φασι, παρεκομίσθη βραχὺ τοῦ πρέποντος, καὶ πεφρό- νηκεν ἐφ' ἑαυτῷ μεγάλα, καὶ τοῖς τῆς ἀλαζονείας περιπέπτωκε βρόχοις. Ταύτης ἕνεκα τῆς αἰτίας τὴν ἐξ ἀγάπης αὐτῷ ῥάβδον ἐπανέτεινε Θεός· "6Ὃν γὰρ ἀγαπᾷ, φησὶ, Κύριος παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται."6 Πλήττει γὰρ ὡς φιλόπαις πατὴρ, μεθ- ιστὰς εἰς τὰ βελτίω, καὶ τῶν αἰσχιόνων ἀποφέρων τοὺς ἐναλόντας αὐτοῖς. Ὥσπερ γὰρ οἱ τῶν ἰατρῶν ὅτι μάλιστα δριμεῖς καὶ εὐτεχνέστατοι τὰ σεσηπότα τῶν σωμάτων ἢ πυρὶ κατατήκουσιν, ἢ σιδήρῳ τέμνου- σιν, οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὸν κάμνοντα τοῦτο δρᾶν εἰωθότες, φειδοῖ δὲ μᾶλλον τῇ περὶ αὐτὸν ἡττώμενοι· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὁ τῶν ὅλων Θεὸς τῶν ἐν ἡμῖν νοσημάτων ἀποκείρει τὰ βλάβη συμμέτροις ἀγανακτήσεσιν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶ- μεν, κατὰ τὸ γεγραμμένον. Ἀῤῥωστίᾳ τοίνυν περι- πέπτωκεν ὁ βασιλεὺς Ἐζεχίας, καὶ δὴ εἰς λῆξιν τοῦ παντὸς ἥκοντι κακοῦ· κεκινδύνευκε γὰρ ἐσχάτως διὰ τῆς τοῦ προφήτου φωνῆς· ὅτι τεθνήξεται, λέγει, καὶ ὅτι προσήκει διατυποῦν αὐτὸν τὸν οἶκον αὐτοῦ. Τοῦτο δὲ ἦν οὐκ ἠγνοηκότος μὲν ὅτι ζήσεται, καὶ τὸ τῆς ἀῤῥωστίας διαφεύξεται δεινὸν ἐλέῳ τῷ παρ' αὐτοῦ, καλοῦντος δὲ καὶ παραθήγοντος εἰς προσευχήν· ἵνα αἰτήσας κομίσηται παρ' αὐτοῦ τὸν ἔλεον. Κατοικτεί- ρει γὰρ τοὺς ἀγαπωμένους, καὶ τοῖς γνησίοις χαρίζε- ται τῶν ποθουμένων τὴν εὕρεσιν καὶ τοὺς τῶν ἱκε- τιῶν προσίεται λόγους. Ὃ δὴ καὶ πέπρακται. Προσ- ηύξατο γὰρ Ἐζεχίας, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καλὴ τῶν δικαίων ἡ παῤῥησία· μονονουχὶ γὰρ τῶν πε- ποιημένων ἀντέκτισιν καὶ τοὺς τῆς γνησιότητος αἰ- τοῦσι καρπούς. Ἐπιγάννυται δὲ τοῖς ἐννόμως βεβιω- κόσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς τὸν ἐξαίρετον διασώ- ζουσι βίον κατανεύει ῥᾳδίως, ὅταν ἴδῃ δεδακρυμένους, καὶ πόνον τῇ προσευχῇ συμπλέκοντας. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν λέ- γων· Πορεύθητι καὶ εἰπὲ Ἐζεχίᾳ· Τάδε λέγει ὁ Θεὸς ∆αβὶδ τοῦ πατρός σου· Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δεκά- πεντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε, καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ὁ Θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο, ὃ ἐλάλησεν. Ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμούς. Καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά.9 Οὐ μακρὸς μεταξὺ γέγονε χρόνος, ἀλλ' εὐθὺς κα- τανεύει Θεὸς, καὶ δέχεται τοῦ δικαίου τὰς λιτάς. Ὡς γὰρ ἐν ταῖς Βασιλείαις γέγραπται, πρὶν τὸν μακά- ριον προφήτην ἔξω γενέσθαι τῆς τοῦ βασιλέως αὐλῆς, γέγονε πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ λόγος. Ὑπονοστήσας δὴ οὖν παραχρῆμα, τοὺς παρ' αὐτοῦ λόγους καθίστη- σιν ἐναργεῖς. Ἀκηκοέναι γὰρ ἔφη τῆς φωνῆς αὐτοῦ, τοῦτ' ἔστι, προσδέξασθαι τὴν εὐχὴν, καὶ ἐποπτεῦσαι τὸ δάκρυον· νέμει τε αὐτῷ παραχρῆμα τὸ διαπηδῆσαι δύνασθαι τοῦ θανάτου τὸ δεῖμα, καὶ τῆς προστεθείσης ζωῆς κατασημαίνει τὸ μέτρον, ἵνα πρὸς τὸ τέλος ἀφορῶν, καὶ ὅτι πάντη τε καὶ πάντως τεθνήξεται διακείμενος, ἀπαράδεκτον εἰς νοῦν τὸ τῆς ὑπεροψίας ποιοῖτο νόσημα. Ὑπισχνεῖται δὲ ὅτι, καθάπερ ἐπήγ γελται φθάσας, κρείττονα τῆς Ἀσσυρίων χειρὸς ἀποφαίνει μὲν αὐτὸν, ὑπερασπιεῖ δὲ τῆς Ἱερουσαλήμ. Ἔδρα τε ταῦτα, πάντα τρόπον δυσθυμίας ἐκ μέσου τιθεὶς, καὶ πολὺ λίαν ἀλγήσαντα τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς ἀνακτώμενος. Ὁ γὰρ πλήξας μοτώσει ὑμᾶς. Χρηστὸς γάρ ἐστι καὶ φιλοικτίρμων ὁ τῶν ὅλων Θεός. Ἐμπεδοῖ δὲ πρὸς πίστιν, ὅτι πρὸς πέρας ἐκβήσεται τὰ ἐπηγγελμένα σημείῳ τῷ κατὰ τὸν ἥλιον, κατὰ τὴν γενομένην τότε ἐπιστροφὴν τῆς σκιᾶς ἐν τοῖς δέκα ἀναβαθμοῖς. Φασὶ δὲ ὅτι Ἄχαζ ὁ Ἐζεχίου πα-τὴρ ὡς ἐκ μηχανῆς τινος καὶ τέχνης ἐν τῷ ἰδίῳ οἴκῳ ἀναβαθμούς τινας γενέσθαι παρεσκεύασεν, οἷον ὡρο- λογοῦντας, καὶ τὸν ἡλίου δρόμον ἐκμετρεῖν εἰωθότας τῇ καταδρομῇ τῆς ἐπ' αὐτοῖς γενομένης σκιᾶς. Ὅτι τοίνυν ἔμελλεν ὁ Ἐζεχίας ὑπονοστήσειν εἰς ζωὴν, φανερὸν ἐποίει Θεὸς ἀνόπιν ἰούσης τῆς ἡλίου σκιᾶς, καὶ ἐκτεινομένης ἡμέρας εἰς ὡρῶν ἀσύνηθες μέτρον. ∆υσήνυτον δὲ παντελῶς οὐδὲν τῷ τῶν ὅλων ∆εσπότῃ, ἀλλ' ὅπερ ἂν ἕλοιτο, κατορθοῖ κατανεύσας μόνον.

{1ΠΡΟΣΕΥΧΗ ΕΖΕΧΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ΙΟΥ∆ΑΙΑΣ,

Ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.}1 9Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, Πορεύ- σομαι ἐν πύλαις ᾅδου· καταλείψω τὰ ἔτη τὰ ἐπί λοιπα. Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου. Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ' ἐμοὶ ἐγένετο, ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτε- μεῖν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην, ἕως πρωῒ ὡς λέοντι, οὕτως τὰ ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην αὐτῷ.9 Ἀναγκαῖον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων εἰπεῖν· οἱ μὲν γὰρ Ἑβδομήκοντα τεθείκασιν, ἐν τούτοις τὸ "6ἐν τῷ ὕψει τῶν ἡμερῶν μου,"6 ὡς γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν τὸ "6ἐν ἡμίσει τῶν ἡμερῶν"6 ἐκδεδώκασιν. Οἶμαι δὲ ἔγωγε, καὶ σφόδρα ἐμφρόνως τὰς τῶν Ἑβδομήκοντα τεθεῖσθαι φωνάς. Πεπολιόρκητο μὲν γὰρ ἡ ἁγία πόλις, Ῥαψάκου καὶ τῶν σὺν αὐτῷ κύκλῳ περιστησάντων τὴν τῶν Ἀσσυρίων ἀριθμοῦ κρείτ- τονα πληθύν. Ἀλλ' ἐπηγγέλλετο Θεὸς διὰ τῆς Ἡσαΐου φωνῆς, ὅτι ποιήσει παράδοξα, καὶ διασώσει τοὺς κινδυνεύοντας, καὶ ἀποστήσει τῆς Ἰουδαίας τὸν τύ- ραννον, καὶ ὅτι τεθνήξεται τὰ οἴκοι καταλαβών. Τού- των δὴ οὖν ἁπάντων εἰς πέρας ἐκβεβηκότων, καθ' ὃν ἔφη καιρὸν ὁ τῶν ὅλων Θεὸς, ἔμελλε τῆς Ἐζεχίου βα- σιλείας αἴρεσθαι εἰς ὕψος τὰ αὐχήματα. Ἐγὼ τοίνυν εἶπον ἐν ἐμαυτῷ, φησὶν, ὅτι ἐν καιρῷ τῆς εὐκλείας, ἤγουν ἐν αὐτῷ τῷ ὑψοῦσθαι τὰς ἡμέρας μου, ἔσομαι μὲν ἐν πύλαις ᾅδου, καταλείψω δὲ τὰ ἔτη τὰ ἐπί- λοιπα. Εἶτα τούτοις προσεπάγει τὰ δι' ὧν τοῖς ἐσχά- τοις δείμασι συμβαίνει προσομιλεῖν τοὺς ἀῤῥωστείᾳ κατειλημμένους, καὶ οὐ μακρὰν ὁρῶντας τὸν θάνατον. Ταῦτα δέ ἐστιν τὸ, Οὐκέτι οὐ μὴ ἴδω σωτηρίαν τὴν παρὰ Θεοῦ, οὔτε μὴν ἴδω ἄνθρωπον ἐκ τῆς συγγε- νείας τῆς ἐμῆς· ἀφῆκα τὸ λοιπὸν τῆς ζωῆς μου, ἀπῆλθεν ἀπ' ἐμοῦ· γέγονα δὲ ὥσπερ λυομένη σκηνὴ, καὶ ὡς ἱστὸς γυναικὸς ἐρίθου, τοῦτ' ἔστιν, ἐργαζο- μένης, ἤγουν ὑφαινούσης, καὶ λοιπὸν ἐγγιζούσης ἐκ- τεμεῖν. Εἶτά φησιν, ὅτι Ἐν ὅλῃ νυκτὶ καὶ ἡμέρᾳ καθά- περ τινὶ λέοντι παρεδόθη τὰ ὀστᾶ μου συντρίβοντι. Καὶ τίς ὁ λέων; Ἢ τῆς ἀῤῥωστείας τὸ ἄχθος, καὶ μονονουχὶ καταβρυχόμενος ὡς ἐν εἴδει θηρίου ὁ θά- νατος, καὶ τὴν ἔφοδον ἀπειλῶν, ἤγουν τὸ ἐκ τοῦ τε- θνάναι προσδοκᾷν ἀνειμένον δεῖμα. Συντρίβει γὰρ φόβος τε ὁμοῦ καὶ δυσθυμία ψυχὴν, καὶ πᾶσαν αὐτῆς συνθρίπτει δύναμιν. 9Ὡς χελιδὼν, οὕτως φωνήσω, καὶ ὡς περιστερὰ, οὕτως μελετήσω. Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς Κύ- ριον, ὃς ἐξείλετό με, καὶ ἀφείλετό μου τὴν ὀδύ- νην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακλη- θεὶς ἔζησα. Εἴλου γάρ μου τὴν ψυχὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.9 Τὰς χαριστηρίους ἀνατείνων ᾠδὰς, τὰ τῶν στρου- θίων εὐστομεῖν εἰωθότα μιμεῖσθαι κατεπαγγέλλεται, καὶ ἀκαταλήκτους ποιεῖσθαι τὰς ὑμνῳδίας. Φησὶ δὲ ὅτι τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀνατείνας πρὸς Θεὸν, σέσωσται, καὶ διαπέφευγε καὶ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ αὐτὸν δὲ τὸν θάνατον. Ἐξήγειρας γὰρ, φησὶ, τὴν ζωὴν, ἔζησά τε καὶ περιεποιήσω τὴν ἐμὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. Τοῦτο δὲ οὐκ ἔστι νοσοῦντος τὴν ἀλαζονείαν, ἀλλ' ἐπεγνωκότος ἤδη τὴν ἑαυτοῦ φύσιν, καὶ εἰδότος ἀκριβῶς ὅτι πολλαῖς ἔνοχοι πάντες ἐσμὲν ἁμαρτίαις, κἂν εἰ μὴ βούλοιτο σώζειν ἐλέῳ Θεὸς, οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἀλλ' οὐδ' ἂν παῤῥησιάσηται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας. Οὐκοῦν ἐν ταῖς εὐπαθείαις, αἵπερ ἂν ἡμῖν γένοιντο παρὰ Θεοῦ, δοξολογείσθω πρὸς ἡμῶν ὡς ἀμνημονή- σας τῶν ἐφ' οἷς ἦν εἰκὸς ὁσίως κολάζεσθαι. Σοφοὶ γὰρ, φησὶν, οἱ ἑαυτῶν ἐπιγνώμονες 9Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀπο- θανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου. Οἱ ζῶντες εὐλογή- σουσί σε, ὃν τρόπον κἀγώ. Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.9 Τὴν ἴσην ἃν ἔχοι τοῖς προκειμένοις διάνοιαν τὰ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς εἰρημένα· "6Τίς ἡ ὠφέ- λεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς δια φθοράν; Μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὰ θαυμάσιά σου;"6 Οἱ γὰρ ἅπαξ τεθνεῶτες, καὶ ταῖς ᾅδου πύλαις γεγονότες κάτοχοι, ἀποπεπαύσονται τάχα που καὶ τοῦ δοξολογεῖν. Προσεπιθεῖεν δ' ἂν οἷς εἰργάσαντο παντελῶς οὐδὲν, μενοῦσι δὲ μᾶλλον ἐν οἷς κατελείφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκδέ- ξονται καιρόν. Οὐκοῦν οἱ ζῶντες, φησὶν, καὶ τοῦτο δρᾷν ὅτι τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὐπά- θειεν, εὐλογήσουσί σε ὃν τρόπον κἀγώ. Ὑπισχνεῖται δὲ παιδία ποιεῖν, ἃ ἀναγγελοῦσι τὴν τοῦ Θεοῦ δικαιο- σύνην. Καὶ οἱ μέν φασιν ὅτι χοροστασίαν ἀπαγγέλ- λεται, καὶ ψαλτῳδοὺς τοὺς ἔν γε τῷ θείῳ ναῷ κατα- στήσει τοὺς εὐφωνοτάτους. Ἕτεροι δὲ καὶ τοῖς ἀποῤ- ῥητοτέροις ἔτι τὸν νοῦν ἐνιέντες λέγουσιν, ὅτιπερ ὑψηλὰ φρονήσας ὁ Ἐζεχίας ᾠήθη τάχα που καὶ ἀτε- λεύτητον ἔχειν τὴν βασιλείαν καὶ αὐτὴν ἀκατάληκτον ζωήν· διατεθεὶς ὅτι τὰ ἐπὶ Χριστῷ γεγραμμένα, ὡς ἐφ' υἱῷ τοῦ ∆αβὶδ, εἰς ἑαυτὸν εἴρηταί τε καὶ βλέπει. Ὅθεν φασὶ, καίτοι τεσσαρεσκαιδέκατον ἔτος ἐν τῷ βασιλεύειν ἔχων, οὐχ ὁρᾶται πεφροντικὼς τοῦ χρῆναι παιδοποιεῖν· μεμαθηκὼς τοιγαροῦν τὸ τῆς ἑαυτοῦ ζωῆς πέρας, τῶν διαδεξομένων αὐτὸν ποιεῖται φρον- τίδα, καὶ ὅτι παιδία φησὶ, καὶ προστίθησιν ὅτι Ἀναγ- γελοῦσι τὴν τοῦ Κυρίου δικαιοσύνην, καὶ τῆς μὲν ἀληθείας διημάρτηκεν ὁ λόγος αὐτῷ. Γέγονε γὰρ ὁ Μανασσῆς δυσσεβής τε καὶ ἀλητήριος, πλὴν τό γε ἧκον εἰς τὴν τοῦ φύσαντος γνώμην, ἦν καὶ αὐτὸς εὐ- σεβὴς καὶ τῆς τοῦ Θεοῦ δόξης ἀπαγγελεύς. 9Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεχίαν· Λάβε παλά-θην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ εἶπεν Ἐζεχίας· Τοῦτο δὴ τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.9 Ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γέγραπται, ὅτι πρόφασις τῆς ἀῤῥωστίας τῷ Ἐζεχίᾳ γέγονεν ἕλκος πονηρὸν καὶ δυσμεταχείριστον, ὡς καὶ αὐτὰς ἀπει- πεῖν τὰς τῶν ἰατρῶν εὐτεχνίας. Ἐπειδὴ δὲ ἅπαξ κατένευσε Θεὸς τῷ δικαίῳ τὴν ζωὴν, καὶ τὸ ἀπο- τρίψασθαι τὴν νόσον προστέταχε, δι' ὧν ἦν εἰκὸς, μᾶλλον δὲ καὶ ἀναμφιβόλως ἔχον, ὅτι πρὸς ἐπίδοσιν ἀλγημάτων κατανεύσει τὸ τραῦμα, διὰ τούτων ἀπ- αλλάττεσθαι. Παραδοξοποιὸς γὰρ ἀεὶ τοῦ πάντα ἰσχύοντος ἡ χείρ· καὶ διὰ τῶν ἀδοκήτων ἔρχεται τῆς ἐπικουρίας ὁ τρόπος· δῆλον δὲ ὅτι τῆς παρ' αὐτοῦ. Τρίψον τοίνυν, φησὶν, ἐκ σύκων παλάθην, κατάπλα- σαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ ἦν ἐντεῦθεν, ὡς ἔφην, ἀδικηθήσεσθαι προσδοκᾷν, ἤγουν ἀπόνασθαί τι τὸ τραῦμα. Ἐπειδὴ δὲ ὁ Θεὸς προστάττων ἦν, εἰς ση- μείου δύναμιν τὸ χρῆμα ποιεῖται πανσύνετος ὢν Ἐζεχίας, καί φησιν, ὅτι Εἰ καὶ διὰ σύκων παλάθης ὑγιασθήσομαι, σημεῖον ἔσται τοῦτό μοι βέβαιόν τε καὶ ἀληθὲς ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ, θύσων τε αὐτῷ δηλονότι, καὶ προσευξόμενος κατα- ληγούσης τῆς ἀῤῥωστίας, καὶ παντὸς ἀλγήματος οἱονεὶ κατευνασθέντος ἐν ἐμοί. 9Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μεοδὰχ υἱὸς τοῦ Λαδὰμ ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπι- στολὰς, καὶ πρέσβεις, καὶ δῶρα Ἐζεχίᾳ· ἤκουσε γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη. Καὶ ἐχάρη ἐπ' αὐτοῖς Ἐζεχίας χαρὰν μεγάλην· καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθᾶ, καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων, καὶ τοῦ μύ- ρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐδὲν, ὃ οὐκ ἔδειξεν Ἐζεχίας ἐν τῷ οἴκῳ αὐτοῦ.9 Τεθνεῶτος τοῦ Σεναχηρεὶμ ὑπὸ τῶν ἑαυτοῦ παί- δων βεβασιλευκέναι φησὶ τὸ Γράμμα τὸ ἱερὸν Νε- χορδᾶν τὸν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ. Ἀλλ' ὡς ἔοικεν, ἐκείνου γεγονότος ἐκ μέσου, τοὺς τῆς βασιλείας κε- κληρονόμηκε θώκους Μεωδὰχ ὁ τοῦ Λααδάν. Οὗτος πεπομφέναι λέγεται πρὸς Ἐζεχίαν δῶρά τε ὁμοῦ καὶ ἐπιστολὰς, καὶ πρέσβεις· καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις, εἰπεῖν ἀναγκαῖον. Ἤκουσε γὰρ, φησὶν, ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη· ἀλλ' οὐχὶ τοῦτο μόνον τὸ μαλακισθῆναι μὲν, φημὶ, τὸν Ἐζεχίαν, ῥέψαι δὲ αὖθις εἰς εὐρωστίαν ἀναδραμεῖν, κατέπληξε τὸν Βαβυλώνιον, ἀλλ' ἐκεῖνο πάντως τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον· ἀῤῥήτῳ τε καὶ θεοπρεπεῖ νεύματι παλινδρομεῖν ὁ ἥλιος προσετάτ- τετο καὶ ὀπίσω βαδίζειν, ὥστε καὶ ἀνελθεῖν τὴν σκιὰν τοὺς δέκα ἀναβαθμούς. Βαβυλωνίων δὲ καὶ Χαλ- δαίων, οἱ ἐπίκλην σοφοὶ, ἰσχνοὶ λίαν ὑπάρχοντες, εἰ καὶ αὐτοὺς εἶναι φάσκοντες περί τε τοῦ ἡλίου δρό- μον, καὶ ἀστέρων ἐπανατολὰς, καὶ δύσεις, οὐκ ἠγνοήκασι κατὰ τὸ εἰκὸς τὴν ἀνόπιν ὑποστροφὴν, καὶ τῆς ἡμέρας ἐκείνης τὸ ἀσύνηθες μῆκος. Ἦν δὲ δὴ καὶ μάλα εἰκὸς ἐκτεθρυλλῆσθαι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τοῦ σημείου τὴν δύναμιν, καὶ ὅτι δέδοται πρὸς βεβαίωσιν τῆς ἐπαγγελίας τοῦ Θεοῦ τῆς ἐπί γε, φημὶ, τῷ Ἐζεχίᾳ γενομένης. Καὶ καθ' ἕτερον δὲ τρόπον τε- θαυμακέναι φαμὲν τὸν Μεωδὰχ τὸ παραδόξως συμ- βεβηκὸς τοῖς μετὰ Ῥαψάκου πολιορκήσασι τὴν Ἱε-ρουσαλὴμ, οὓς ἐν μιᾷ νυκτὶ δεδαπάνηκεν ἀγγέλου καταπταίουσα χεὶρ, ὡς εὑρεθῆναι πάντα πρωῒ τὰ σώματα νεκρά. Οὐκοῦν ἧκον μὲν οἱ πρέσβεις, ἐπ' αὐταῖς δὴ ταύταις ταῖς πέρα λόγου θεοσημίαις κατα- θαυμάσαντος τοῦ Μεωδὰχ τὴν Ἐζεχίου δικαιοσύνην. Ὁ δὲ καίτοι δέον τοῖς ἐκ Βαβυλῶνος ἀφιγμένοις λαμπρὰν ποιεῖσθαι διήγησιν τὰς κατὰ καιροὺς ἐπι- κουρίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τῶν παρα δόξων τὴν μεγαλουργίαν, ἵνα καὶ ἔτι μειζόνως τὴν θείαν ὑπεροχὴν θαυμάζοντες, καὶ τὴν ἄμαχον ἐξου- σίαν τοῦ πάντων ∆εσπότου, διὰ τῶν παρ' αὐτοῦ μυ σταγωγηθέντων λόγων, ὑπονοστήσειαν εἰς τὴν ἑαυ- τῶν, τὴν περὶ Θεοῦ γνῶσιν καταπλουτήσαντες· ἦν γὰρ οὕτω δύνασθαι καὶ ἑτέρους ὠφελεῖν ἐπαγγέλλον- τας ἃ μεμαθήκασι· τοῦτο μὲν οὐκ ἔδρα, παρεκομί- σθη δὲ μᾶλλον εἰς ἀνθρωπίνην φιλοκομπίαν, καὶ οὐκ ἀφ' ὧν τετίμηται παρὰ Θεοῦ τὴν ἑαυτοῦ δόξαν οἰκο- νομεῖ, ἀλλ' ἐκ πλούτου τοῦ κατὰ τὴν βασιλείαν, καὶ μέχρι τούτων ὁρίζει τῆς ἐνούσης εὐκλείας ἑαυτῷ τὴν δύναμιν. Ἔδειξε γὰρ, φησὶν, αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθά· διερμηνεύεται δὲ τὸ Νεχοθὰ τῶν ἀρω- μάτων, καὶ τῆς στακτῆς, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, τοῦτ' ἔστι, τῆς περιουσίας. Γάζα γὰρ λέξις μὲν εἶναι λέγεται Περσικὴ, δηλοῖ δὲ τὸν πλοῦτον, ἤτοι τὴν περιουσίαν. 9Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασι- λέα Ἐζεχίαν, καὶ εἶπε πρὸς αὐτόν· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ εἶπεν Ἐζεχίας· Ἐκ γῆς πόῤῥωθεν ἥκασιπρός με, ἐκ Βαβυλῶνος. Καὶ εἶπεν Ἡσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; Καὶ εἶπεν Ἐζεχίας· Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου εἴδοσαν. Καὶ εἶπεν αὐτῷ Ἡσαΐας· Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείψωσιν· εἶπε δὲ ὁ Θεός· ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησάς γε λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.9 Ἀπέσταλται μὲν ὁ προφήτης παρὰ Θεοῦ, πλὴν ἐν ἀρχαῖς Ἐζεχίᾳ συντετυχηκὼς ὡς ἀπὸ γνώμης οἰκείας ἀφιγμένος προσποιεῖται λαλεῖν. Ταύτῃ τοί φησι· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Ἐν ἤθει δὲ πολλῷ γέγονεν ὁ λόγος αὐτῷ. Ἀφίκοντο μὲν γὰρ οἱ Βαβυλώνιοι, τάχα που τὴν αἰτίαν, ὡς ἔφην, ἀναμα- θεῖν σπουδάζοντες τῆς ἀνόπιν ὑποστροφῆς τοῦ ἡλίου, καὶ ἐφ' ὅτῳ γέγονε τὸ διαβόητον οὕτω σημεῖον. Ὁ δὲ καίτοι μᾶλλον, ὡς ἔφην, ἀφηγεῖσθαι δέον αὐτοῖς τὴν θείαν ὑπεροχὴν, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις παραχωρεῖ, τὸν οἶκον ἔδειξε τῶν θυμιαμάτων, καὶ τῆς γάζης. ∆ιαπυνθάνεται τοιγαροῦν ὁ προφήτης ἐφ' ὅτῳ τε ἥκουσι, καὶ τίς ὁ λόγος αὐτοῖς. Ὁ δὲ πρὸς τοῦτο μὲν ἔφη παντελῶς οὐδέν; ὅτι δὲ ἐκ Βαβυλῶ- νος ἥκουσι, καὶ ἐκ γῆς μακρόθεν, αὐτὸ δὴ τουτὶ καὶ μόνον φησί· τάχα που καὶ μέγα πεφρονηκὼς, ὡς καὶ τῶν ἄγαν, καὶ μακροῖς διαστήμασι τοῖς μεταξὺ κει μένοις ἀφεστηκότων, τῆς πρὸς αὐτὸν μεταποιεῖσθαι φιλίας οὐ μετρίως διεσπουδακότων. Ἐρομένου δὴ οὖν τοῦ προφήτου τί ἄρα τεθέανται, τοῦ γε μὴν βα σιλέως οὐδὲν ἀπομεῖναι λέγοντος ἄποπτον αὐτοῖς, ἡμέρας ἥξειν φησὶ, καθ' ἂς ἅπαντα τὰ ἐν τοῖς θησαυ- ροῖς αὐτοῦ, καὶ διὰ σπουδῆς, καὶ διὰ φροντίδος τῶν πρὸ αὐτοῦ συναγηγερμένα, μετοιχήσονται πρὸς Βα- βυλωνίους; προσετίθει δὲ τούτοις ὅτι καὶ ἐκ τῶν ἐσομένων αὐτῷ κατὰ καιροὺς παίδων, ὡς ἐν μακρο- τέραις δὲ τοῦ γένους διαδοχαῖς σπάδονας, τοῦτ' ἔστιν, εὐνούχους, ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυ λωνίων ποιήσουσιν οἱ ταῦτα δηλονότι τεχνῖται. Συμ- βεβηκέναι δὲ τὰ τοιαῦτά φησι, μᾶλλον δὲ ἡ τῶν Βασιλειῶν διαμαρτύρεται βίβλος, ἐν ἡμέραις Ἰεχο-νίου, ὅτε κατὰ κράτος ἅπασαν τὴν Ἰουδαίαν ἑλὼν ὁ Ναβουχοδονόσορ, κατεμπρήσας δὲ τὰ Ἱεροσόλυμα, καὶ προσέτι τὸν θεῖον νεὼν, ἀπεκόμισε τὸν Ἰσραὴλ αἰχμάλωτον, ἐν οἷς ἦσαν οἱ τῶν ἀμφὶ τὸν θεσπέσιον ∆ανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων, οὕς φασι γενέσθαι σπάδονας, τοῦτ' ἔστιν εὐνούχους. Ποία τις οὖν ἄρα καὶ ἐφ' ὅτῳ χρησίμῳ γέγονε τῆς τοιᾶσδε προαπαγγελίας τὸ χρῆμα; ∆είκνυσι γὰρ διὰ τούτου Θεὸς, ἢ ὅτι τοῖς ἐκ Βαβυλῶνος ἥκουσιν, ἄμει- νον ἦν δήπου, καὶ σοφὸν, ἀναγκαίαν ποιήσασθαι διήγησιν τὰ παραδόξως γεγενημένα διὰ τῆς θείας ὑπεροχῆς, καὶ μεγαλουργίας, ἤγουν καὶ μονονουχὶ καὶ κατερεθίσαι τὸν Βαβυλωνίων ὀφθαλμὸν, διὰ τοῦ παραδεῖξαι τὰ κεκρυμμένα ἐν θησαυροῖς. 9Καὶ εἶπεν Ἐζεχίας πρὸς Ἡσαΐαν· Ἀγαθὸς ὁλόγος Κυρίου ὃν ἐλάλησε· γενέσθω δὲ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.9 Ἠπόρησε πρὸς ἀπολογίαν, καὶ τοῖς ἑαυτοῦ πταί μασι τὸν ἐπικουροῦντα λόγον οὐκ ἔχων, ἀγαθὸν εἶναί φησι τὸν τοῦ Θεοῦ λόγον, καίτοι προαπηγγελκότα τὰ ἐφ' οἷς ἦν εἰκὸς ἄσχετον ἐξ ὀμμάτων καταχεῖσθαι δάκρυον. Εἶτα τὴν ἐν ταῖς ἰδίαις ἡμέραις εἰρημένην [γρ. εἰρήνην] ζητεῖ, μονονουχὶ καὶ φράσας ἐῤῥῶσθαι τοῖς μετ' αὐτὸν ἐσομένοις, καὶ ἀφειδήσας παντελῶς χώρας τε ὁμοῦ τῆς ἰδίας πόλεώς τε καὶ γένους. Ἀλλ' ἦν ἄμεινον αὐτῷ κατολοφύρεσθαι μὲν ἐπί γε τοῖς προηγορευμένοις, ἐξαιτῆσαι δὲ παρὰ Θεοῦ τὸν ἔλεον, καὶ ἐπὶ τοῖς μετ' αὐτὸν, οὐ πρόσκαιρον, καὶ συνεσταλ- μένην εὐημερίαν αἰτεῖν. Ἀλλὰ γὰρ ἀσθενὴς ἄγαν ὁ ἀνθρώπου νοῦς, καὶ πολλὰ πταίομεν, κατὰ τὸ γεγραμ- μένον, ἀγχίνους δὲ καὶ σοφὸς οὐδεὶς ἂν γένοιτο τῶν καθ' ἡμᾶς εἰσάπαν, διεκπίπτει δὲ πολλάκις εἰς τὸ μὴ ἔχον ὀρθῶς, καὶ καρδία θεοφιλὴς, καὶ νοῦς ὁ τεθαυμασμένος. 9Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερου- σαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.9 Μεταπεφοίτηκεν ὁ λόγος ἐπὶ τὰ ἐν Χριστῷ, καὶ τῆς δι' αὐτοῦ χάριτος ποιεῖται λοιπὸν ἐναργῆ τὴν ἀνάῤῥησιν· πλὴν οὐκ ἔξω τοῦ εἰκότος ὁρᾶται κεχω- ρηκὼς, οὔτε μὴν εἰσκεκομισμένος ἐν οὐ καιρῷ τῷ καθήκοντι. Φαῖεν γὰρ ἂν ἴσως τινὲς τῶν οὐ λίαν ἠκριβηκότων τὰ ἐν τῇ θείᾳ Γραφῇ· Τίνα δὴ τρόπον τοῖς Ἐζεχίου λόγοις ὁ προφήτης ἐν τούτοις ἡμῖν ποιεῖται γείτονα τὴν ἐπὶ Χριστῷ προαγόρευσιν; Ἀπολογησόμεθα δὲ πρὸς τοῦτο ἡμεῖς ἐκεῖνο λέγον- τες· ὅτι διαμνημονεύσας ὁ λόγος τῆς τελευταίας ἁλώσεως τῆς Ἰουδαίων γῆς, καὶ αὐτῶν δὲ τῶν Ἱερο-σολύμων, ὡς ἐν καιρῷ καὶ χρείᾳ λοιπὸν, τὴν μετὰ τοῦτο γενομένην παρὰ Θεοῦ παράκλησιν εἰσκεκόμικεν ἀναγκαίως. Ἐρῶ δὲ διὰ βραχέων τὴν διασάφησιν ἀκριβῆ τῶν ἀρτίως ἡμῖν εἰρημένων. Πλεῖσται μὲν γὰρ γεγόνασι κατὰ τῶν Ἱεροσολύμων ἔφοδοι, καὶ πεπόρθηται πολλάκις ἡ τῶν Ἰουδαίων χώρα· τοῦτο μὲν ὑπὸ χειρὸς Ἀσσυρίων· τοῦτο δὲ καὶ ἐξ ὁμόρων Βαρβάρων, καὶ μὴν καὶ ἑτέρων τινῶν καταδῃούντων αὐτήν. Εἶτα τελευταία γέγονεν ἅλωσις, ἡ διά γε τοῦ Ναβουχοδονόσορ ἐν καιροῖς τῆς Ἰεχονίου βασιλείας, ὅτε καὶ αἰχμάλωτος ὁ Ἰσραὴλ εἰς τὴν τῶν ᾑρηκότων ἀπεκομίσθη χώραν. Καὶ ἐν καιροῖς τῆς βασιλείας Κύρου τῆς αἰχμαλωσίας ἀνέθη καὶ ὑπενόστησεν εἰς τὴν Ἰουδαίαν, ἀνεδείματό τε τὸν νεὼν, καὶ κατῳκή- κασιν οὐ μεμερισμένως, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας. Ἐπειδὴ τοίνυν τῆς ἐσχάτης αἰχμ- αλωσίας πεποίηται μνήμην, ὄτε πάντα τὰ ἐν θησαυ- ροῖς τῶν βασιλέων τῆς Ἰουδαίας ἐλθόντες [γρ. ἔχοντες] οἱ Βαβυλώνιοι ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, ἀναγ- καίως καὶ τῆς μετὰ τοῦτο γεγενημένης παρακλήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ, ποιεῖται τὴν προαγόρευ- σιν τοῖς τὸ θεῖον ἱερουργοῦσιν Εὐαγγέλιον, ἐπιτάττων, καὶ λέγων· "6Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός."6 Παράκλησις γὰρ πρὸς σωτηρίαν πρώ- τοις μάλιστα τοῖς ἐξ Ἰσραὴλ ἡ Χριστοῦ γέγονε πα- ρουσία, καὶ τὰ δι' αὐτοῦ θεσπίσματα λέγοντος ἐναρ γῶς· "6Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρό- βατα οἴκου Ἰσραήλ."6 Ὦ τοίνυν, φησὶν, ἱερεῖς, ὧ λειτουργοὶ τῶν νέων, καὶ διὰ Χριστοῦ θεσπισμάτων, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλή- σεως ποιήσασθε λόγον. Φορτικὸς μὲν γὰρ ὁ νόμος ἦν ἅπασι, καὶ σκιὰς διδάσκων καὶ τύπους· οὐκ εἰς νοῦν καὶ καρδίαν τὴν περὶ τῶν ἀναγκαίων ἐνιεὶς παίδευ- σιν τοῖς ἀκροωμένοις, ἀλλ' οἷον ἐξωφανῆ τινα γνῶσιν τὴν ὡς ἐν γράμμασι μόνοις ἐνετίθει μόλις. Τὸ δέ γε σωτήριον, καὶ εὐαγγελικὸν λαλεῖται κήρυγμα, δεικνύοντος τοῦ ἁγίου Πνεύματος τῆς ἑκάστου δια- νοίας τὸ βάθος, καὶ πνευματικὰς θεωρίας εἰσπέμπον- τος, καὶ τοὺς τῶν ἁγίων ἐμπηγνύντος λόγους, καὶ τοῖς ἐσωτάτοις τῆς διανοίας μυχοῖς οἱονεί πως ἐγκα- τακαίοντος. Τοιοῦτός τις ἧν ὁ μακάριος ∆αβὶδ ψάλλων τε καὶ λέγων· "6Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι."6 Ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις προσπεφώνηκεν ὁ Σωτὴρ, ὅτι Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν λόγον, δῆλον δὲ ὅτι τὸν παρ' αὐτοῦ, καὶ σωτήριον. Ὅτι δὲ εἰς νοῦν καὶ καρ- δίαν λαλεῖται τὸ εὐαγγελικὸν κήρυγμα παρὰ τῶν ἁγίων μυσταγωγῶν, συνεργαζομένου πρὸς τοῦτο, μᾶλλον δὲ κατορθοῦντος τὸ πᾶν τοῦ ἁγίου Πνεύματος, ἐκ τῶν ἱερῶν Γραμμάτων ἕποιτο ἂν ἡ πίστις. Ἔφη γάρ που Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πα- τράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἀνέμειναν ἐν τῇ διαθήκῃ μου. Κἀγὼ ἠμέ- λησα αὐτῶν, λέγει Κύριος, ὅτι αὔτη ἡ διαθήκη ἢν διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς."6 Γράφει δέ τισι καὶ ὁ μακάριος Παῦλος· "6Ἡ ἐπιστολὴ ὑμῶν ὑμεῖς ἐστε, γινωσκομένη τε καὶ ἐπιγινωσκο- μένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγγεγραμ- μένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις."6 ∆οκεῖ δέ τισιν, ἀντὶ τῶν τοῦ θείου κηρύγματος ἱερουρ- γῶν ἱερεῖς ἐν τούτοις ὠνομάσθαι τοὺς ἀγγέλους τοὺς ἁγίους· οἷς δὴ μάλιστα πρέποι ἂν καὶ τὸ ἐν καρδίαις δύνασθαι λαλεῖν. Παρακαλέσατε τοίνυν αὐτήν. Τί δὴ ἄρα λέγοντες; ὅτι κατέληξε τῆς ὀργῆς τῆς ἐπ' αὐτοῖς γενομένης ὁ τῶν ὅλων Θεός. "6Ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς."6 Ἀποχρώντως γὰρ, φησὶ, τετα- πείνωται, καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία. "6Ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς."6 Ἆρ' οὐχὶ πέρα τοῦ δέοντος ἐκόλαζε Θεὸς, καὶ οὐκ ἰσοῤῥό- πους τοῖς ἐγκλήμασιν ἐπετίθει τὰς δίκας, ἀλλ' ὑπὲρ ταύτας πολὺ, καὶ οἷον ἐν διπλῷ· εἶτα πῶς οὐκ ἀπί- θανον τὸ χρῆμά ἐστι; Πῶς δὲ ἀληθεύσει, λέγων· Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει; πῶς οὖν ἄρα συνιέναι χρὴ τὸ εἰρημένον; οἱονεὶ γάρ τις φιλόπαις πατὴρ καὶ πλείστην ἔχων τὴν εὐσπλαγχ- νίαν πλημμελοῦντά τινα τὸν υἱὸν (τῶν υἱῶν?) ὀλίγα λελυπηκὼς, οἴεται τάχα που καὶ παρὰ τοῦ μέτρου τὸ ἐπ' αὐτῷ πεποιῆσθαι κίνημα· αἴτιον δὲ τούτου φιλοστοργία, καὶ ἡ παισὶν ἐκ πατρὸς ὀφειλομένη διάθεσις· οὕτω δεδέχθαι φησὶν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς, τὴν παρακαλουμένην Ἱερουσαλὴμ, ἐπὶ πολὺ μὲν ἄγαν κατεγνωσμένην, δεινοῖς τε, καὶ ἀφορήτοις πράγμασι, μετρίως γε μὴν, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ' αὐτοῦ γινομένοις κεκολασμένην. "6Καὶ γάρ ἐστιν ἀληθῶς οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν; οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν."6 9Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα, καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλά- λησε.9 Λελυτρῶσθαι λέγων τὸν Ἰσραὴλ, ἀπηλλάχθαι δὲ καὶ τῶν ἰδίων πταισμάτων τὴν Ἱερουσαλὴμ παρα- κληθῆναί τε προστεταχὼς αὐτὴν, μονονουχὶ κατὰ πόδας τῶν εἰρημένων ἰόντα τε, καὶ τρέχοντα τὸν τῆς παρακλήσεως ὑποφαίνει καιρόν· ἔστι δὲ οὗτος τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὗ καὶ πρόδρομος εἰσβέβηκεν ὁ θεσπέσιος Βαπτιστὴς ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, διακεκραγώς τε καὶ λέγων· "6Ἑτοιμά-σατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν."6 Τοῦτό τοι προεγνωκὼς ἐν πνεύ- ματι, καὶ ὁ μακάριος Ζαχαρίας ὁ αὐτοῦ γεγονὼς Ἰωάννου πατὴρ προεφήτευσε, λέγων· "6Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ."6 Καὶ περὶ αὐτοῦ πρὸς αὐτοὺς ἔφασκεν ὁ Σω- τήρ· "6Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων."6 Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ."6 Ἥλιος μὲν γὰρ δικαιοσύνης, καὶ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός. Λύχνῳ δὲ παρεικά- ζει τὸ Γράμμα τὸ ἱερὸν, τὸν μακάριον Βαπτιστήν. Ὡς γὰρ πρὸς τὸ θεῖόν τε καὶ ἄῤῥητον φῶς, πρὸς τὴν ἄφραστόν τε καὶ ὑπερμεγέθη λαμπρότητα, παρεικά- ζοιτο ἂν εἰκὸς τῷ λύχνῳ τῷ βραχεῖ τὸ τῆς ἀνθρωπίνης διανοίας μέτρον, καὶ εἰ πλῆρες γένοιτο φωτὸς καὶ σοφίας. Τί τοίνυν ἐστὶ τὸ, "6Ἑτοιμάσατε τὴν ὀδὸν Κυρίου,"6 καὶ τό γε δὴ δεῖν εὐθείας ποιεῖσθαι τὰς τρί- βους αὐτοῦ; Σαφηνίζει προστιθείς· "6Πᾶσα φά- ραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπει- νωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα."6 Εἰσὶ μὲν γὰρ λεωφόροι τινὲς, ἤτοι τρίβοι βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ αὗται καὶ δυσπόρευτοι, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βουνοὺς, πῆ δὲ αὐτὰς καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀποκρεμᾶσθαι βαθεῖς. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀναπίμπλα- σθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ, τότε πάντη τε καὶ πάντως εἰς εὐθεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς ψιλὰ πεδία, καὶ οἶον ὕπτιον ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε, καὶ φαραγγώδη. Πότε τοῦτο; τοῦτο γέγονε νοη- τῶς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ ἅπασιν, ὡς ἔπος εἰπεῖν, ἀνθρώποις δυσπόρευτος ἦν ἡ ἐξαίρετος ζωὴ, καὶ τῆς εὐαγγελικῆς πολιτείας ἡ τρίβος ἀνεπιτήδευτος, διάτοι τὸ κεκρατῆσθαι τὸν τῶν ἁπάντων νοῦν κοσμικαῖς καὶ γεώδεσιν ἐπιθυ- μίαις, καὶ τοῖς τῆς σαρκὸς ἐκτόποις κινήμασιν ὑποφέρεσθαι. Ἐπειδὴ δὲ γεγονὼς ἄνθρωπος, ἤτοι σὰρξ, κατὰ τὰς Γραφὰς, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καθεῖλε δὲ καὶ ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν οὐδὲν ἔχουσαν τὸ ἄναντες, ἢ καὶ ἠρμένον ὑψοῦ, οὐδὲν τὸ κοῖλον τὸ κάτω, ἀλλ' εἰς πεδία μᾶλλον ἐψιλωμέ- νην. Πάντα τὰ σκολιὰ γεγόνασιν εἰς εὐθεῖαν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ "6καὶ ὀφθήσεται, φησὶν, ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε."6 ∆όξαν δὲ φησὶν ὀφθήσε- σθαι, πῶς ἢ τίνα τρόπον; Ἦν μὲν γὰρ, καὶ ἔστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἅτε δὴ καὶ Θεὸς ὑπάρ- χων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, θρόνων τε, καὶ κυριοτήτων καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος, ἐγνώκαμεν δὲ καὶ ἡμεῖς τὴν δόξαν αὐτοῦ, καίτοι πάλαι μὴ εἰδότες, ὅτε καθ' ἡμᾶς γενόμενος ἄνθρωπος οἰκονομικῶς ἔδειξεν ἑαυτὸν, ἰσοσθενῆ, καὶ ἰσουργὸν, καὶ ἰσοκλεᾶ τῷ Θεῷ καὶ Πατρὶ, φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ κατορθῶν εὐκόλως τὰς θεοσημίας, ἐπιτι- μῶν τῇ κτίσει, νεκροὺς ἀνιστὰς, καὶ τὰ ἕτερα δὲ τῶν θαυμάτων ἀμογητὶ κατορθῶν. Ὤφθη τοίνυν ἡ δόξα Κυρίου· τεθέαται δὲ καὶ πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός. Σωτῆρα γὰρ ἡμῖν καὶ Λυτρωτὴν πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱόν. Τελειοῦντος γὰρ οὐδὲν τοῦ νόμου, καὶ τῶν ἐν τύποις θυσιῶν οὐκ ἐχουσῶν τὸ δύνασθαι διασμήχειν ἁμαρτίας, ἐν Χριστῷ τελειούμεθα, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι, τῷ τῆς υἱοθεσίας τετιμήμεθα πνεύματι. Καὶ ἡ μὲν ἐπὶ τούτῳ χάρις, τό γε ἧκον εἰς τὸν τοῦ διασώζοντος σκοπὸν, ἐπὶ πᾶσαν ἂν ἴοι σάρκα, τοῦτ' ἔστιν, ἐπὶ πάντας ἀνθρώπους. Σάρκα γὰρ ἐν τούτοις τὸν ἄν- θρωπον νοητέον. Εἰ δὲ δὴ φαίνοιντό τινες τῆς σωτη- ρίας ἠμοιρηκότες, ἀψευδὴς ἂν εἴη, καὶ οὕτως ὁ τοῦ προφήτου λόγος. Ὁ γὰρ σκοπὸς τοῦ τιμήσαντος. καὶ διασῶσαι θελήσαντος, καὶ οὐχὶ τῶν κεκλημένων τὸ ῥᾴθυμον ἐξετάζεται. Προσεπάγει δὲ ἀναγκαίως ὡς Ὅτι Κύριος ἐλάλησε, ἴνα μή τις οἴηται ψευδηγορεῖν αὐτὸν, ἢ καὶ ἀπὸ καρδίας, ἢ καὶ τὸ δοκοῦν ἐρεύγε- σθαι τυχόν. Ἀλλ' ὅτι τὸ τῷ Θεῷ δόξαν, καὶ τὸ πάντη τε καὶ πάντως ἐσόμενον προμεμήνυκε. 9Φωνὴ λέγοντος· Βόησον. Καὶ εἶπα· Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄν- θος ἐξέπεσε· τὸ ῥῆμα του Θεοῦ μένει εἰς τὸν αἰῶνα.9 Ὅτι μὴ ἑτέρως ἔξεστιν ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ τοὺς ἀληθῶς ἐρῶντας αὐτοῦ, καὶ τυχεῖν αὐτοῦ γλιχομένους, πλὴν ὅτι μόνου τοῦ ἑλέσθαι φρονεῖν τε, καὶ δρᾷν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, καθίστησιν ἐναργές. ∆εῖ γὰρ, οἶμαι, τοὺς ἐθέλοντας ἁγιοπρεπῶς πολιτεύεσθαι, καὶ τὴν εὐαγῆ, καὶ ἐξαίρετον ἐπανελέ- σθαι ζωὴν, καὶ τῆς ἐν Χριστῷ πολιτείας οἷά τινα στέφανον ἀναδήσασθαι τὰ αὐχήματα, παρ' οὐδὲν μὲν ποιεῖσθαι τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, δόξαν δὲ τὴν ἐν ἀνθρώποις, καὶ πρόσκαιρον, ὡς ἀπωτάτω ῥίπτειν, ἡγεῖσθαί τε κατὰ ἀλήθειαν χόρτῳ καὶ πόαις ὡμοιῶσθαι τὰ ἀνθρώπινα, ἔχειν τε εἰς νοῦν καὶ καρδίαν τὸ τοῦ Θεοῦ ῥῆμα, τοῦτ' ἔστι, τὸν ἐκ Θεοῦ, καὶ Πατρὸς Λόγον. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καὶ τὸ θεῖον αὐτοῦ Πνεῦμα καταπλουτήσαντες, αὐτὸν ἔχομεν ἐν ἑαυτοῖς. Ἀξιόκτητον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῆς εἰς αἰῶνα πρόξενον ζωῆς. ∆ιαμένων γὰρ εἰς τὸν αἰῶνα, καὶ ζῶν ὁ τοῦ Θεοῦ Λόγος διατηρεῖ, καὶ ζωοποιεῖ. Εἰ δὲ δὴ βούλοιτό τις τὸ τοῦ Θεοῦ ῥῆμα νοεῖν τὴν ἐν- τολὴν αὐτοῦ· φαμὲν ὅτι καὶ τοῦτό ἐστιν οὐ μετρίως ὀνησιφόρον. ∆ιατηρεῖ γὰρ καὶ αὐτὸ τοὺς κατορθοῦν- τας αὐτὸ πρὸς μακραίωνα βίον· κατά γε τὸ παρ' αὐτοῦ τοῦ Σωτῆρος εἰρημένον· "6Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ ἴδη εἰς τὸν αἰῶνα. 9Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγ γελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖ- σθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συν- άξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.9 Τοῖς τὸ θεῖον καὶ σωτήριον ἱερουργοῦσι κήρυγμα, φημὶ δὴ τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγγελισταῖς, ἢ καὶ ἁπαξαπλῶς τοῖς κατὰ καιροὺς τῶν λογικῶν ποιμνίων προεστηκόσι, καὶ μυσταγωγικὸν ἔχουσι τὸ ἐπιτήδευμα, τίνα δὴ τρόπον εἶεν φιλόθεοί τε, καὶ διαβόητοι, καὶ τῆς ἀνωτάτω δόξης ἐπίμεστοι διαδείκνυσιν ἐν τούτοις. Οὐ γάρ τοι προσήκει, φησὶν, εὐαγγελιζόμενον τοῖς ἁπανταχοῦ τὴν δόξαν καὶ τὸ σωτήριον τοῦ Θεοῦ περιδεῶς, καὶ ὑπεσταλμένως, καὶ λανθάνειν σπουδάζοντα τοῦτο δρᾷν· ἀλλ' οἷον ὑψοῦ γεγονότας, καὶ ἅπασιν ὁρωμένους, καὶ ἐν πολλῇ παῤῥησίᾳ καθάπερ ἐν ὄρει πηδήσαντας δια- πρυσίῳ τρόπον τινὰ κεχρῆσθαι φωνῇ, καὶ δείματος ἐλευθέρᾳ. Ὃ δὴ καὶ ὑπάρξαι σφίσιν, αὐτοὶ οἱ θεσπέ- σιοι μαθηταὶ λιπαροῦντες, ἔφασκον πρὸς τὸν τῶν ὅλων κρατοῦντα Θεόν· Καὶ νῦν, Κύριε, ἐπίδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου. Ὑψώσατε τοίνυν, μὴ φοβεῖσθε, φησίν. Ἀπαγγέλλετε ταῖς πόλεσιν Ἰούδα, Ὁ Θεὸς ὑμῶν,ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Τὸ δὲ Ἰδοὺ προστιθεὶς, οὐκ εἰς μῆκος ἐᾷ τῆς ἀφίξεως ἀνατείνεσθαι τὴν ἐλπίδα, ἀλλ' ὅσον οὐδέπω, καὶ μετὰ βραχὺ παρεσόμενον, μᾶλλον δὲ καὶ ἀγχίθυρον ἤδη πως γεγονότα τὸν Λυτρωτὴν διαδείκνυσι. Χεῖρα γὰρ ὥσπερ προτείνειν αὐτοὺς προστέταχε, καὶ δακτύλῳ φανεροῦν τὸν προηγγελ- μένον. Ὅτι δὲ οὐ καθ' ἕνα τῶν ἁγίων προφήτων οὔτε μὴν ἐν μέτροις ἔσται τοῖς ἱκέταις, ἀλλ' ἐν ἐξουσίᾳ δεσποτικῇ, καὶ ἐν δυνάμει τε καὶ κυριότητι τῇ θεοπρεπεστάτῃ, διεσάφησεν εἰπὼν, "6Μετὰ ἰσχύος ἔρχεται, καὶ βραχίων μετὰ κυρείας."6 Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται γενέσθαι τινὰ παρὰ Θεοῦ, καὶ μὴν καὶ ὑπάρξαι τοῖς ὑπὸ χεῖρα λαοῖς παρεκάλουν. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ προσευ- χὴν ἀνατείνων, οὔτε μὴν ἐξ αἰτήσεώς τι δεχόμενος, καὶ διδοὺς, ἀλλ' ὡς Υἱὸς ἀληθῶς, τὰ ἐκ Πατρὸς ἀγαθὰ μετὰ τῆς ἐλευθέρῳ πρεπούσης ἀξίας διανενέμηκε τοῖς πιστεύσασιν εἰς αὐτὸν, εἰργάζετο δὲ πάντα δυ- νάμει τε ἰδίᾳ χρώμενος, καὶ μέντοι καὶ ἐξουσίᾳ. Ὅτι δὲ τῆς οἰκονομίας τὸ μυστήριον οὐκ ἄκαρπον ἔσται τῷ καθ' ἡμᾶς γενομένῳ, καὶ σταυρὸν ὑπομεί- ναντι, καὶ τὸν ἐν αὐτῷ θάνατον, διαδείκνυσι λέγων· "6Ἰδοὺ ὁ μισθὸς μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ,"6 καὶ μισθὸν ὀνομάζει τὸν ἐκ τοῦ κατὰ σάρκα τεθνάναι καρπόν. Ἔφη γὰρ, ὅτι "6Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φύει."6 Καὶ πάλιν· "6Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν."6 Ὡς γὰρ ὁ Παῦλός φησιν· "6Ὑπέμεινε σταυρὸν αἰσχυνῆς καταφρονήσας. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός·"6 τοῦτο καὶ ὁ θεσπέσιος ∆αβὶδ προεγνωκὼς ἐν πνεύματι ψάλλει καί φησι πρὸς αὐτόν· "6Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε."6 Οὐκοῦν οὐκ ἄμισθος οὐδὲ ἄκαρπος ἡ οἰκο νομία. Ἠκολούθησε δὲ καὶ γέγονεν ὥσπερ ἐν ὀφθαλ- μοῖς αὐτοῦ ποιμαίνοντος τὰ ἑαυτοῦ ποίμνια, καὶ τῷ βραχίονι αὐτοῦ, τοῦτ' ἔστι, τῇ ἰσχύϊ συλλέγοντος ἄρνας. Οἱ γὰρ πιστεύσαντες εἰς αὐτὸν ὡς ἀρτιγενῆ, καὶ νεογνὰ πρόβατα πρὸς καινότητα ζωῆς ἀνεκτί- σθησαν, λαχόντα δηλονότι τὴν ἄνωθεν, καὶ διὰ τοῦ Πνεύματος ἀναγέννησιν. Τοιγάρτοι τὸ λογικὸν ἐπιπο- θοῦσι γάλα τρεφόμενα μὲν νηπιοπρεπῶς ἐν ἀρχαῖς, ἀναβαίνοντα δὲ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώ- ματος τοῦ Χριστοῦ. Οὐκοῦν ἐποιμάνθησαν μὲν οἱ ἄρνες, παρακέκληνται δὲ καὶ κυοφοροῦσαί τινες, ἤτοι ἐν γαστρὶ ἔχουσαι. Ἄρνες μὲν γὰρ ὥσπερ ἀρτι- φανεῖς, καὶ ἀρτιτόκοι νοοῖντ' ἂν εἰκότως οἱ ἐξ ἐθνῶν. Ἐχούσας γε μὴν ἐν γαστρὶ φαίη τις ἂν τοὺς ἤδη τὸν ἐπ' αὐτῷ λόγον ὠδίνοντας, ὡς ἀπό γε τῶν νομικῶν διδαγμάτων, προφητικῶν κηρυγμάτων. Σέσωκε γὰρ ὁ Χριστὸς, οὐχὶ δὴ μόνους τοὺς ἐξ ἐθνῶν, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, πρὸς οὓς δὴ μάλιστα, καὶ ἀπεστάλθαι φησὶν, οἳ καὶ παρακέκληνται βε βαιοῦντες τῇ πίστει τὴν προσδραμοῦσαν ἐν αὐτοῖς τοῦ μυστηρίου γνῶσιν ἀκριβῆ. 9Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρα- νὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδει- ξεν αὐτῷ;9 ∆ιὰ τῶν ἀνεφίκτων τε καὶ ἀμηχάνων ἅπασιν ἀν θρώποις, μᾶλλον δὲ τάχα που, καὶ ταῖς ἄνω, καὶ ἐν οὐρανῷ δυνάμεσι πειρᾶται δεικνύειν τῆς ἐν Θεῷ σο- φίας τὸ ὑπερτενές τε καὶ ἀκατάληπτον. Τεθαύμασται γὰρ τὸ μυστήριον τοῦ Χριστοῦ, καὶ ἐν ἀποῤῥήτοις ὁρᾶται λόγοις τῆς οἰκονομίας ὁ λόγος. Καί μοι δοκεῖ ταῖς τοῦ Παύλου φωναῖς ἐπὶ καιροῦ κεχρημένον εἰ- πεῖν· "6Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου;"6 Ἢ οὐκ ἀδελφὰ τοῖς προκειμένοις ταυτὶ, φαίη τις ἂν καὶ μάλα εἰκότως; Βαθὺ γὰρ βάθος, καὶ ἀκατάληπτον τὸ ἐν τοῖς θείοις σκέμμασι διαφαίνεται. Καὶ ὥσπερ ἐστὶν ἀνεπιτήδευτον παντελῶς καὶ ἀμή- χανον ἀνθρωπείᾳ χειρὶ σύμπαν μετρεῖσθαι τὸ ὕδωρ, καὶ σπιθαμῇ τὸν οὐρανὸν, καὶ ἅπασαν δὲ τὴν γῆν δρακὶ, καὶ σταθμῷ, καὶ ζυγῷ τὴν τῶν ὀρῶν ὁλκὴν ὅση τίς ἐστι γενέσθαι καταφανῆ, κατὰ τὸν ἴσον του- τονὶ τρόπον, οὐκ ἄν τις καταλάβῃ τὸν νοῦν Κυρίου. Καὶ πιστώσεται λέγων αὐτὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Οὐ γάρ εἰσιν αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν, ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου."6 Ποίου γὰρ, φησὶν, ἐδεήθην ποτὲ τοῦ συμβουλεύοντος ἢ συμβιβάζοντος, ἢ δεικνύοντος αὐτῷ κρίσιν, τοῦτ' ἔστιν, τὴν δικαιοσύνην, ἤτοι δικαιοκρισίαν, ἢ συνέσεως ὁδόν. Εἰ γὰρ αὐτόχρημα σοφία τυγχάνει, καὶ αὐτὸς σοφοῖ πάντα νοῦν, καὶ φωτός ἐστι τοῦ κατὰ σύνεσιν τῇ λογικῇ κτίσει χορηγός· πῶς ἂν ἑτέρου δέοιτ' ἂν, ἢ κατὰ τίνα τρόπον ὅπερ ἂν βουλεύσαιτο, διαμωμήσαιτ' ἄν τις; Ὅτι δὲ ἐντεῦθεν ὄφελος μέγα τοῖς ἀκροω- μένοις ὁ προφήτης ἐνεργάζεται. Ἤδη γάρ τινες τῶν ἀπίστων ἔτι κατατολμῶσι λέγειν· Τί γὰρ ἔδει καθ' ἡμᾶς γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον, καὶ σαρκὸς ἀν- έχεσθαι, καὶ ῥύπον τὸν ἐξ αὐτῆς, διασῶσαι θελήσαντα τοὺς ἐπὶ γῆς, καίτοι κατανεῦσαί φησι χαλεπὸν οὐδὲν ὡς Θεὸς κατορθῶσαί τε τὸ δοκοῦν. Εἶτα πῶς οὐκ εἰκῆ γέγονεν ἄνθρωπος; Καὶ δι' ἐκτόπων ἐννοιῶν περιστάντες ἀνοσίως εἰς τὸ ἀκαλλὲς τὴν οἰκονομίαν, τῇ τοῦ μυστηρίου μάχονται δόξῃ. Ἀνακόπτει τοίνυν αὐτῶν τὰς ἀσυνέτους κενοβουλίας ὁ προφήτης ἐν τούτοις· καὶ ἀκατάληπτον εἶναί φησι τὴν ἐν Θεῷ σο- φίαν, καὶ τὸν ἐν αὐτῷ νοῦν, εἰ καὶ ἔστιν αὐτόχρημα σοφία καὶ νοῦς ὁ ὑπερτάτω τε καὶ ἀκραιφνέστατος, ἵνα λοιπὸν καὶ ἀπαράδεκτος ἦν, μᾶλλον δ' ἂν γελῷτο δικαίως τῶν ἀπίστων ὁ λόγος, ἐπιτιμᾷν, οὐκ οἶδ' ὅπως, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς οὐκ εὖ γενομένῃ τετολμηκότων. ∆οκεῖ δέ τισι· Τίς ἐμέ- τρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὰ ἑξῆς, ἐφαρμόττειν τῷ πάντων κρατοῦντι Θεῷ, ὡς δυναμένῳ καὶ ὕδωρ ἐκμετρεῖν, οὐρανόν τε καὶ γῆν, ὄρη τε καὶ νάπας, καὶ πάντων ἁπαξαπλῶς ἔχοντι γνῶσιν, καὶ τῶν ἀνεφίκτων, καταδραττομένῳ τε παντὸς τοῦ γεγονότος, καὶ ὡς οὐδὲν ἔχοντι τὰ ἐν μεγέθει τε καὶ ὄγκῳ τοσούτῳ τῶν κτισμάτων καὶ τὰ ἐν ἀμετρήτῳ πληθύϊ νοούμενα. Τό γε δὴ χρῆ- ναι νοεῖν οὕτως εἴ γέ τις ἕλοιτο, τυχὸν ἀδικήσειεν ἂν οὐδέν. {1ΤΟΜΟΣ Εʹ.}1 9Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λο- γισθήσεται; Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦ- σιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλο- κάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ ὡς οὐδὲν ἐλογίσθησαν. Τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκ λέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὐ- τοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται. Οὐ γνώσεσθε; οὐκ ἀκούετε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;9 Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ὁ προ- φητικὸς ἡμῖν διαμνημονεύσας λόγος, καὶ ἀποχρώντως καταθαυμάσας τὴν ἀπόῤῥητον σοφίαν, δι' ἧς καὶ σε- σώσμεθα, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην ἐπ- εγνωκότες, τῆς παρ' αὐτοῦ χάριτος ἠξιώμεθα, συναγη- γερμένοι μὲν ὡς ἄρνες τῷ βραχίονι αὐτοῦ, γεγονότες δὲ καὶ ὑπ' αὐτῷ καθάπερ ὑπὸ ποιμένι τῷ λίαν ἀγαθῷ· τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων. Καὶ μὴν καὶ ἀνέφικτον ἀποφήνας τοῦ δύνασθαι κατ- ιδεῖν, ἤγουν ἀναμετρῆσαι τυχὸν τὸν νοῦν, σοφίαν τε τὴν ἀνωτάτω καὶ πάντων ἐπέκεινα διωμολογηκὼς αὐ- τὸν, εἰσκεκόμικεν ἀναγκαίως τὸν πρός γε τοὺς ἐξ ἐθνῶν, ἤγουν ἔτι προσκυνοῦντας τῇ κτίσει παρὰ τὸν κτίσαντα, ποιούμενον λόγους, καὶ ἀποκομίζοντα μὲν τῆς ἀρχαίας, καὶ προγονικῆς, καὶ πατροπαραδότου πλάνης, μεθιστάντα δὲ πρὸς τὰ βελτίω καὶ πρὸς γνῶσιν ἀνακομίζοντα τὴν ἀνθρωποπρεπῆ. Καταδεί- κνυσι τοίνυν τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀμέ- τρητον ὑπεροχὴν, καὶ τῆς ἐνούσης αὐτῷ μεγαλοπρε- πείας τὸ ὑπερφερὲς ἀξίωμα, καὶ ὅτι πάντα αὐτῷ σμικρὰ, καὶ ἐν ἴσῳ τοῦ μηδενὸς καταλογισθεῖεν ἂν ὡς πρός γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης τὸ ὑπερτενές. Ταύτῃτοί φησιν· Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλο- γίσθησαν, καὶ ὡς σίελος λογισθήσονται. Μικρὰ δὲ ταυτὶ καὶ τοῦ μηδενὸς ἄξια παντελῶς. Τί γὰρ μία καταφερομένη σταγὼν ἀπὸ κάδδου; Τί δ' ἂν εἴη καὶ ζυγοῦ ῥοπὴ, πρὸς ἰσότητα φέρουσα τὸ ἡττῆσθαι δο κοῦν; Τί δὲ καὶ σίελος, τοῦτ' ἔστι, πτύσμα τὸ ἀν- θρώπινον; Ἀλλ' οὐδὲν ἀρκέσειεν αὐτῷ, φησὶν, ὁ Λί- βανος εἰς καῦσιν, ἢ εἰς ὁλοκάρπωσιν πάντα τὰ τετράποδα. Εὐκαταφρόνητα δὲ τὰ τοιάδε παντελῶς· κἂν εἰ πάντα προσκομίζοιτο πρὸς ὁλοκάρπωσιν αὐτῷ, καὶ αὐτὰ τῆς τοῦ Θεοῦ δόξης ἐῤῥίφθω κατόπιν. Καὶ εἰ πάντα τὰ ἔθνη, φησὶν, ὡς οὐδέν εἰσιν, καὶ ὡς οὐδὲν ἐλογίσθησαν, τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Τί γὰρ ἔσται τὸ εἰκὸς αὐτῷ, καὶ ἰσοστατοῦν, ἢ εἰς φύσιν, ἢ εἰς ὁλκὴν, ἢ καὶ εἰς εὐκλείας λόγον; Ἆρα γὰρ μὴ τέκτονος τέχναις, καὶ ξυλουργοῦ ἐμπειρίαις; ἆρα χρυσοχόων, ἢ καὶ ὡς ἐν εἰκόνι μεμόρφωται πρὸς ὁτιοῦν τῶν κτισμάτων; ἤγουν ἐποιήθη, φησὶν, ἀνδροειδὲς ἄγαλμα; Οὐμενοῦν. Οὐ γὰρ ἂν γένοιτό τι τὸ ἴσον αὐτῷ. Θεὸς γὰρ ὑπάρχων φύσει, καὶ κατ' αὐ- τὸν οὐκ ὄντος ἑτέρου, πάντα που πάντως καὶ ὑπερ- κείσεται. Ἀποφήνας δὴ οὖν παντὸς ἐπέκεινα τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, διαγελᾷ μετὰ τοῦτο τὴν εἰδώλων ποίησιν, καί φησιν, ὅτι Ξύ- λον ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται· ὥστε τῆς τοῦ τέκτονος ἐμπειρίας εἴη ἂν, τὸ, τοῖς πλανωμένοις κατά γε τὸ μέτρον τῆς ἐνούσης συνέσεως αὐτῷ, κατα- σκευάσαι θεὸν κατὰ τὸ αὐτοῖς δοκοῦν, καὶ διὰ πλεί- στης ἀσφαλείας ἐπικουρούμενον, ἵνα μὴ σαλεύηται καὶ συνθραύηται πεσόν. Ἦσαν οὖν ἄρα θεῶν ἐν σπάνει, οἱ τῶν εἰδώλων προσκυνηταὶ, τεκτονικῆς ἐμπειρίας οὐκ οὔσης ἐπὶ τῆς γῆς· ἀλλ' οὐδ' ἂν ἐσώζοντο τὰ γε- γονότα χειροποίητα, εἰ μὴ σοφῶς ἐζήτησεν ὁ τεχ- νουργὸς τὰ δι' ὧν ἂν ἑστάναι δύναιντο, καὶ ἀκλόνητον ἔχειν τὴν ἕδραν. Φαίη δ' ἂν, οἶμαι, τὶς, καὶ σφόδρα εἰ κότως τὸ διὰ φωνῆς τοῦ ∆αβίδ· "6Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον, καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώ- πων."6 Προσεπάγει δὲ τούτοις· "6Ὅμοιοι αὐτῶν γέ- νοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πε- ποιθότες ἐπ' αὐτοῖς."6 ∆ιαγελάσας τοίνυν τὴν εἰδώλων κατασκευὴν, μεθίστησι τὸν λόγον ὡς ἐντροπήν τε καὶ ἐπανόρθωσιν τῶν πεπλανημένων, καὶ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπὶ τούτῳ πλημμελὲς ἀποφαίνει λέγων· Οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; ἀντὶ τοῦ, οὐκ ἔγνωτε; οὐκ ἠκούσατε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Θεμέλια δὲ τῆς γῆς τελευταῖά τε καὶ ἄκρα φησὶν αὐτῆς. Ἔγνωτε δὴ οὖν, φησὶν, οἱ ἐκ περάτων εἰς πέρατα. Ἠκούσατε, καὶ ἀνηγγέλη ὑμῖν ἐξ ἀρχῆς. Ἀνηγγέλη δὲ τί; Ὅτι Θεὸς μὲν ὁ φύ σει καὶ ἀληθῶς, εἷς γέ ἐστι καὶ μόνος· ξύλα δὲ καὶ λίθοι, καὶ ἕτερον οὐδὲν, τὰ δι' ἀνθρώπων ἡμῖν εἰς θεοὺς τεχνουργούμενα. Οὐ γὰρ σεσίγηκεν ἡ θεόπνευ- στος Γραφή· ἄνωθεν δὲ μᾶλλον ἡ τῆς ἀληθείας κεκή- ρυκται γνῶσις, διὰ πατριαρχῶν, διὰ νόμου καὶ προ- φητῶν. Οὐ γὰρ ὅτε καθ' ἡμᾶς γενόμενος ὁ τοῦ Θεοῦ μονογενὴς Λόγος, ἄνθρωπος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς· τότε καὶ πρῶτον ἐν ταῖς ἐσχάταις διαβολαῖς τοῦ πλανᾶσθαι γέγονεν. Ἀλλ' ἧν ἀρχαῖον, ὡς ἔφην, τῆς εἰδωλολατρίας τὸ κατηγόρημα. Οὐ γὰρ διαλέλοιπεν ὁ τῶν ἁγίων χορὸς κακύνων αὐτὴν, καὶ βδελυρὰν ἀπο- φαίνων, καὶ τὸν τῶν ὅλων ∆ημιουργὸν καὶ Κύριον ἐναργῆ καθιστάς. 9Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ κατ- οικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες. Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διαπήξας ὡς σκηνὴν τοῦ κατοικεῖν.9 Ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρε- νός. Ἔνεστι γὰρ δὴ τοῖς σοφοῖς τὸ κατιδεῖν δύνα- σθαι, καὶ μάλα ῥᾳδίως, τίς δὴ ἄρα, καὶ πόσος ἐστὶν ὁ τοῦδε τοῦ παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς ἀπό γε τῆς ὑπεροχῆς καὶ τῆς ἀῤῥήτου καὶ θεοπρεποῦς οἰκο- νομίας, καθ' ἣν ἡ κτίσις οὐκ οὖσα γέγονε, καὶ γενο- μένη σώζεται, τῇ τοῦ πεποιηκότος ἰσχύϊ πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι συνεχομένη. Τίνι γὰρ ἂν ὁμοιω- θείη; φησὶν ὁ Κύριος. Πῶς δὲ οὐχ ὑπὲρ πάντα νοῦν ὁ μόνος τῇ χειρὶ δραττόμενος ἁπάσης τῆς γῆς, καὶ συνέχων αὐτὴν πρὸς τὸ ἐρηρεῖσθαι καλῶς, καὶ οἷά τινα καμάραν ἐπανορθώσας αὐτῇ τὸν οὐρανὸν, καὶ ἐν τρόπῳ σκηνῆς διατείνας, ὥστε κατοικεῖν ἐν αὐτῇ τοὺς δι' οὓς δηλονότι καὶ γέγονεν; Ὡς γὰρ αὐτός πού φησιν ὁ προφήτης· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἆρ' οὖν πολὺ πρὸς Θεὸν, φησὶ, καίτοι ἀμέτρητος οὖσα τῶν ἐν γῇ κατοικούντων ἡ πληθύς; οὐδαμῶς. Ὡς γάρ τοι πρὸς τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ ὑπεροχὴν εἶεν ἂν ὡς ἀκρίδες. Ἢ καὶ καθ' ἕτερον τρόπον. Κατέχει γὰρ τὸν γύρον τῆς γῆς, τοῦτ' ἔστιν, ἅπαντα τὸν κύκλον αὐτῆς, καὶ οὐδὲν πρὸς αὐτὸν οἱ κατοικοῦντες αὐτὴν, καίτοι δί- κην ἀκρίδων ἀγεληδὸν ἐν αὐτῇ καταβοσκόμενοι, καὶ ἀριθμοῦ παντὸς ἰόντες ἐπέκεινα. Θαυμαστὸν δὲ καὶ τοῦτο, καὶ μέγα πρὸς εὐφημίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ. 9Ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ' οὐ μὴ φυτεύσωσιν, οὐδ' οὐ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπ' αὐτοὺς ἄνεμος, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύ- γανα ἀναλήψεται αὐτούς.9 Ἔθος τοῖς πεπλανημένοις, καὶ οὐκ εἰδόσι Θεὸν τὸν φύσει καὶ ἀληθῶς, οὐχὶ δὴ μόναις ταῖς τῶν δαι- μόνων ἀγέλαις προσκυνεῖν, καὶ τῷ ξύλῳ λέγειν· Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με, ἀλλὰ γὰρ καὶ ἀνθρώπους ἐπισήμους γεγονότας ἐπὶ τῆς γῆς ἀβουλότατα θεοποιεῖν. Καὶ γοῦν ὁ Σεναχηρεὶμ ὑπονοστήσας ἐκ τῆς Ἰουδαίας εἰς τὴν ἑαυτοῦ, προσ- κυνεῖν ἐλέγετο τὸν πάτραρχον αὐτοῦ. Προσεκόμιζον γὰρ καὶ τοῖς τεθνεῶσι θυσίας, ἥρωάς τε καλοῦντες αὐτοὺς ἀπεγράφοντο θεούς. Ἔδει τοίνυν διαβεβλημέ- νης ἐναργῶς τῆς τῶν εἰδώλων πληθύος, καὶ ἐπ' αὐτὸν δὴ τοῦτον χωρῆσαι τὸν λόγον, ἀναπεῖσαι τοὺς πεπλα- νημένους οὐδὲν παντελῶς ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἀλλὰ γὰρ κἂν εἴ τινες τῶν ἐπὶ τῆς γῆς λαμπροί τε καὶ ἀξιάγαστοι γεγόνασι κατὰ καιροὺς, ἢ θώκοις ἐμ πρέποντες τοῖς ἀνωτάτω, καὶ βασιλικοῖς, ἤγουν ἑτέ- ρας ὑπεροχῆς ἠξιωμένοι κατὰ καιροὺς, κατὰ μηδένα τρόπον οἴεσθαι θεοὺς ὑπάρχειν αὐτοὺς, ἐννοεῖν δὲ μᾶλλον ὅτι, καὶ τὸ δύνασθαι, καὶ τὸ ἄρχειν τισὶν εἴη ἂν οὐκ ἑτέρωθεν πλὴν ὅτι παρὰ Θεοῦ δοτόν. Καὶ ὅτι τὸ χρῆμα δυσχερείας ἁπάσης ἀπηλλαγμένον ἐστὶ παρά γε τῷ πάντα ἰσχύοντι Θεῷ, διαδείκνυσιν ἐναρ- γῶς, οὐδὲν τοὺς ἄρχοντας εἰς τὸ ἄρχειν δίδοσθαι λέ- γων παρ' αὐτοῦ. Ἀνάγει δὲ καὶ ἐπὶ τὸ μεῖζον ἔτι καί φησι, Τὴν γῆν ὡς οὐδὲν ἐποίησεν. Ὅτι δὲ ἐν ἐξ- ουσίᾳ κεῖται τῇ παρὰ Θεοῦ τὸ καὶ σώζεσθαί τινα μνήμην, ἢ μὴ, τῶν γεγονότων ἐν γῇ λαμπρῶν τε καὶ ἐπισήμων, ἀποφαίνει λέγων· Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ' οὐ μὴ φυτεύσωσιν. Εἰ μὴ γὰρ βούλοιτο, δηλονότι Θεὸς, οὐδένα, φησὶν, ἕξουσιν ἐν γῇ καρπὸν, ἀλλ' οὐδὲ ῥίζαν ἢ μνήμην, ἀλλ' οἷον ἀνέμου κατενεχθέντος ἐπ' αὐτοὺς βαδιοῦνται πρὸς τὸ μηδὲν, φρυγάνοις ἐν ἴσῳ. Πάντα γὰρ τὰ ἀνθρώπινα μικρὰ καὶ εὐδιαῤῥίπιστα, καὶ εὐανάτρεπτα παντελῶς, καὶ πόαις ἐν ἴσῳ κατα- μαραίνεται. Προσκυνητέον οὖν ἅρα Θεῷ δὴ μόνῳ τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ λόγος ἔστω μηδεὶς τῶν ἐξ ἐπιστήμης τεκτόνων ἐξευρημένων, μήτε μὴν ἀνθρώπων οἷς ἐπεγράφη πρός τινων τὸ θεῶν ὄνομα. Νεκρολατρεία γὰρ τοῦτο, καὶ ἕτερον οὐδέν. 9Νῦν οὖν τίνι με ὡμοιώσατε; καὶ εἶπεν, Ὑψω- θήσομαι, ὁ Ἅγιος. Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐ- τοῦ, πάντας ἐπ' ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν.9 Ὁ πάνσοφος Παῦλος κατακέκραγεν εἰκότως τῆς τῶν πλανωμένων ἀμαθίας, καὶ τῆς τῶν εἰδωλολα- τρούντων πληθύος δικαιοτάτην ποιεῖται τὴν καταβο- λήν. Ἐξὸν γὰρ αὐτοῖς καὶ ἐξ αὐτῆς τῆς κτίσεως τὸν τῶν ὅλων εἰδέναι γενεσιουργὸν καὶ τεχνίτην, ἀπεκο- μίσθησαν εἰς ψευδολατρείαν, καὶ προσκεκυνήκασι τοῖς οὐκ οὖσι θεοῖς. Ἔφη δὲ οὕτω περὶ τοῦ πάντων κρατοῦντος Θεοῦ· "6Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτί- σεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι ἀν- απολογήτους. ∆ιότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· καὶ φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν."6 Οὐκοῦν ἐπειδήπερ, φησὶ, κατέχω τὸν γύρον τῆς γῆς, καὶ οἷά τινα σκηνὴν ἐκτέτακα τὸν οὐρανὸν, δίδωμί τε ἄρχοντας εἰς οὐδὲν ἄρχειν, καὶ οἷον ἀκρίσι παρεικάζω τοὺς ἐπὶ τῆς γῆς, τίνι με ὡμοιώσατε; ἀντὶ τοῦ, Τίνι με παρεικάζοντες οὐκ ἂν ἔξω γένησθε τοῦ εἰκότος, οὐδ' ἂν ἁμάρτητε τ' ἀλη- θοῦς. Ἆρά με τὸν οὐρανὸν εἰπόντες, ἢ καὶ ἑνὶ τῶν στοιχείων ἐξομοιοῦν ἐθέλοντες, ὑψοῦν μὲν νομίζετε; Ἀλλ' οὐδὲν τῶν κτισμάτων ἐοικὸς ἐμοὶ, καὶ τὸ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτως ἔχον. Ἰσοστατήσειε γὰρ ἂν οὐδεὶς εἰς οὐσίας λόγον τῷ καλοῦντι πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Ὅτι γὰρ οὐ κατά γε τοὺς παρ' ὑμῖν εἰμι θεοὺς, τοὺς ἐκ τέχνης ἀνθρωπίνης λαχόν- τας τὴν γένεσιν, ἐξ αὐτῶν θεωρήσατε τῶν κτισμά- των. Ἄρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἴδετε τὸ στε- ρέωμα, τὸν τῶν ἀστέρων χορὸν, ἐννοήσατε τίς κατ- έδειξε ταῦτα πάντα, τίς ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ οὐρανοῦ. Κόσμον δὲ τοῦ οὐρανοῦ τοὺς ἀστέρας ἀποκαλεῖ, οὓς εἰδέναι φη σὶν ἐν ἑαυτῷ, οὐχὶ δὴ μόνον κατὰ πληθὺν ὁρωμένους, ἀλλὰ γὰρ καὶ καθ' ἕκαστον, καὶ οἷον ὀνομαστί. Θεο- πρεπὲς δὲ τοῦτο, καὶ ἐξαίρετον· καὶ γοῦν ὁ προφήτης ἐν πολλῷ ποιεῖται τὸ χρῆμα τῷ θαύματι, καί φησι πρὸς αὐτόν· Ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, Ἀριθμηταί εἰσι παρ' αὐτοῦ σταγόνες ὑετοῦ. Λάθοι γὰρ ἂν παντελῶς οὐδὲν τὴν ἀπόῤῥητον σο- φίαν, τὸν πάντα εἰδότα νοῦν. 9Μὴ γὰρ εἴπῃς Ἰακὼβ, καὶ τί ἐλάλησεν Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη.9 Ὄτι κεκλήσονται κατὰ καιροὺς οἱ πλανώμενοι, καὶ τὸ τῆς ἀληθείας εἰς νοῦν καὶ καρδίαν κατα- πλουτήσαντες φῶς, ἐπιγνώσονται μὲν τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, εὖ μάλα διειρηκὼς, ἔσον- ται δὲ ὅτι σοφοὶ καὶ ἀγχίνοι, καὶ ἀπὸ καλλονῆς κτισμάτων θεωρήσουσιν ἀναλόγως τὸν τόδε τὸ σύμ- παν ἀῤῥήτῳ δυνάμει προενεγκόντα πρὸς ὕπαρξιν, καὶ ἀποχρῶσαν αὐτοῖς ἐξυφήνας τὴν μυσταγωγίαν διὰ τῶν ἤδη προειρημένων, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ἰακὼβ, ἤτοι τὸν Ἰσραήλ. Ἐπειδὴγὰρ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καὶ τὸν τῆς σωτηρίας χορηγὸν οὐ παραδεξάμενοι, τῆς πρὸς αὐτὸν οἰκειότητος γεγόνασί που μακρὰν, οὐκέτι παρα- δεχθείσης τῆς κατὰ νόμον σκιᾶς, οὐκ εἰσκεκομισμέ- νης δὲ μᾶλλον τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσ- κυνήσεως, καὶ λατρείας, τοῦτ' ἔστι, τῆς εὐαγγελι- κῆς, διεγόγγυζον λέγοντες· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, τοῦτ' ἔστι, τὴν νομικὴν οὐκ ἐπισκέπτεται πολιτείαν. Ζῶντας γὰρ οὕτω. καθάπερ ἀμέλει καὶ ἡ διὰ τοῦ πανσόφου Μωσέως προστέταχεν ἐντολὴ, τῆς παρ' ἑαυτοῦ λοιπὸν ἐποπτίας οὐκ ἀξιοῖ. Ἀφεῖλε δέ μου τὴν κρίσιν καὶ ἀπέστη, τοῦτ' ἔστιν, ἔπαυσε τὸν νόμον. Κρίσιν δέ φασι τὸν νόμον· καὶ τοῦτο δι- δάξει λέγων ὁ μακάριος ∆αβὶδ πρὸς τὸν τῶν ὅλων Θεόν· "6Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίη-σας·"6 τοῦτ' ἔστι, Σὺ τὸν δι' ἀγγέλων, ἤγουν διὰ τῆς Μωσέως μεσιτείας ὡρίσω νόμον· ἔφη δὲ καὶ Μωσῆς περὶ τοῦ Ἰσραὴλ, ὅτι Ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσεις. Ἀφεῖλέ μου τοίνυν τὴν κρίσιν, τοῦτ' ἔστι, τὴν κατὰ νόμον λατρείαν ἀποβεβληκὼς μονον- ουχὶ, καὶ ἀφεῖλεν αὐτὴν ἀφ' ἡμῶν, καὶ ἀπέστη. Κήδεται γὰρ οὐκέτι τῶν ἐξειλεγμένων, καὶ ὁ πρω- τότοκος Ἰσραὴλ οἴχεται πρὸς τὸ μηδέν. 9Καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; Θεὸς αἰώ- νιος, Θεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.9 Πάλαι μὲν γὰρ, ὦ Ἰσραὴλ, ἐπαιδεύθης διὰ νόμου, ἔγνως διὰ προφητῶν τῆς μετὰ τὸν νόμον ἐσομένης οἰκονομίας τὸν τρόπον. Κεχρησμῴδηται μὲν γὰρ ὁ νόμος, σκιὰς ἔχων καὶ τύπους τῶν μελλόντων ἀγα- θῶν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὡς ἐν ὠδῖσιν ἔχων τῷ γράμματι· πολυτρόπως γὰρ διὰ τῆς κατὰ νόμον ἐντολῆς προανεμορφοῦτο Χριστὸς, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον αἰνιγματωδῶς κατεγρά φετο· καὶ πιστώσεται λέγων αὐτὸς τοῖς ἀπειθεῖν ἑλομένοις ἐξ Ἰσραήλ· "6Εἰ πιστεύετε Μωσῇ, ἐπι- στεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν."6 Ἐπειδὴ δὲ, φησὶν, αἰτιᾶται λέγων, Οὐκ ἐπισκέπτεταί μου τὰς κατὰ νόμον ὁδούς· τοῦτο γάρ ἐστι τό· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἀφεῖλεν ἡμῶν τὴν κρίσιν, ἤτοι τὸν νόμον, καὶ ἀπέστη· ὡς ἠγνοηκὼς δέ που πάντως τὸν ἐν τῷ Θεῷ σκέποντα, τοιάδε φησί· Ἔστω, φησὶ, κἂν γοῦν νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; τοῦτ' ἔστιν, εἰ μὴ ἀκούσειας; ὅμοιον δὲ ὡς εἰ λέγοι· ∆έχομαι τὴν προσ- ποίησιν οἰκονομικῶς. Οὐκ ἔγνως, εἰ μὴ μάθοις, ἤτοι μὴ ἀκούσας. Ἄκουε τοίνυν, Θεὸς αἰώνιος. Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει. Προσεκόμιζες δὲ, φησὶ, τὰς δι' αἱμάτων θυσίας πρόβατα, καὶ βοῦς ἀνετίθεις ἀποπεραίνων εὐχάς· λιβανωτοῖς ἐτίμας καὶ καπνοῖς, τρυγόσι καὶ περιστεραῖς· ἀλλ' ἴσθι τοι καὶ μὴ ἀγνοήσῃς ὅτι τὰ ἄκρα κατεσκεύασε ὁ Θεὸς ὁ αἰώνιος. Ἄκρα δὲ τῆς γῆς τὰ πέρατά φησιν, ἵνα διὰ τούτου νοῆται πᾶσα. Οὐ πεινάσει, οὐδὲ κοπιάσει. Ὅμοιον εἶναι τοῦτό φημι τῷ πρὸς αὐτοὺς εἰρημένῳ, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· "6Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;"6 Πῶς γάρ μοι, φησὶ, προσκομίζετε τὰς θυσίας; ἆρ' ὡς πεινῶντι, καὶ ὑπὸ λιμοῦ κοπιᾷν εἰωθότι; ἄπαγε τῆς δυσβουλίας. Ὁ γὰρ αἰώνιος Θεὸς ὁ φθείρεσθαι μὴ εἰδὼς, οὔτε πεινάσει, οὔτε κοπιάσει· οὐδὲ γὰρ αὐτοῦ τι τῶν ἀνθρωπίνων ἅψεται. Ἀλλ' οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Αἰτία μὲν γὰρ ἔσθ' ὅτε, φησὶ, λέγων· Εἰ νῦν ἀπαράδεκτον ἐποιήσω τὴν διὰ Μωσέως ἐντολὴν, ἤτοι τὴν ἐν νόμῳ σκιὰν, τί καὶ ὅλως ἐνομοθέτεις ἐν ἀρχαῖς; εἰ κρείττονα τῶν ἀρ- χαίων τὰ νέα, τοῦτ' ἔστι, τὰ εὐαγγελικὰ θεσπίσματα, διατί ταῦτα καὶ πρὸς αὐτοῦ τέθειται τοῦ νόμου; Ἀλλὰ μὴ εἴπῃς τοῦτο, φησίν. Οὐ γὰρ εὑρεῖν δύνα- σαι τὴν ἀκατάληπτον φρόνησιν, ἤτοι σοφίαν τοῦ Θεοῦ. ∆έδοται μὲν γὰρ ἡ διὰ Μωσέως ἐντολή· καὶ ἐπὶ τίσιν ἄρα, καὶ διὰ ποίαν αἰτίαν ὁ Παῦλος διδάξει, λέγων, ὅτι "6Νόμος παρεισῆλθε, ἵνα πλεονάσῃ τὸ παράπτωμα."6 Καὶ πάλιν· "6Συνέκλεισε γὰρ ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ."6 Ὡρίσθη τοίνυν ὁ τῆς ἁμαρτίας παραδει- κτικὸς, καὶ οἱονεὶ τῆς ἁπάντων ἀσθενείας ἔλεγχος, ἵνα, ἐπείπερ οὐκ οἶδε δικαιοῦν τοὺς ἡμαρτηκότας, κατακρίνει δὲ μᾶλλον αὐτοὺς, λοιπὸν ἀναγκαίως εἰσ- φέρεται τῆς διὰ Χριστοῦ φιλοτιμίας ἡ χάρις, δι- καιοῦσα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττουσα τῶν πλημμε- λημάτων τοὺς ἐνισχημένους αὐτοῖς. Οὐκοῦν οὐκ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως τοῦ πάντα σοφῶς οἰκονο μοῦντος Θεοῦ, καὶ προαναδείξαντος μὲν τὸν νόμον εἰς ἔλεγχον ἁμαρτίας, πέμψαντος δὲ τὸν Υἱὸν ἐξ οὐρανῶν, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. 9∆ιδοὺς τοῖς πεινῶσιν ἰσχὺν, καὶ τοῖς μὴ ὀδυ- νομένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Οἱ δὲ ὑπομένοντες Θεὸν, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοὶ, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσι.9 Νόει δή μοι κατὰ κοινοῦ, τὸ, ὅτι Θεὸς ὁ αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, αὐτός ἐστιν ὁ διδοὺς τοῖς πεινῶσιν ἰσχύν. Οὐ γάρ τοι τροφῆς ἐν ἐνδείᾳ γέγονέ ποτε Θεὸς ὢν καὶ αἰώνιος. ∆ίδωσι δὲ τοῖς πεινῶσι μᾶλλον αὐτὸς τὴν δικαιοσύνην, πνευ- ματικὴν εὐανδρίαν· δίδωσι δὲ ὁμοίως καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Καὶ τοῦτο νοήσεις διχῆ. Καὶ γάρ τοι ἐκ πολλῆς ἄγαν ἀναισθησίας, καὶ ἐκ τοῦ μὴ ἐγνωκέναι τὸ ἀρέσκον Θεῷ, μήτε μὴν εἰδόσιν ὅτι προσκρούοντες αὐτῷ δειναῖς, καὶ ἀφύκτοις περιπε- σοῦνται δίκαις, δίδωσιν εἰς ἐπικουρίαν τὸ λυπεῖσθαι λοιπὸν ἐφ' οἷς ἂν πταίωσιν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητόν τε κατεργά- ζεται, ἤγουν τοῖς σταυρώσασι τὸν Ἰησοῦν, καὶ τάχα που καὶ χαίρουσιν ἐπὶ τούτῳ (διετέθησαν γὰρ οὕτως οἵ τε τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ὅσοι τετολμή- κασιν εἰπεῖν· "6Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·"6) διδοὺς λύπην, συμφοραῖς αὐτοὺς καὶ πολέμου κακοῖς ὁμιλῆσαι παρασκευάσας· καὶ ὅτι τῆς πρὸς αὐτὸν οἰκειότητος ἀπωλισθήκασιν, ἔρημοι γεγό- νασιν ἀπάσης ἰσχύος καὶ τροφῆς πνευματικῆς. Ταύ τῃτοι μονονουχὶ καὶ διερμηνεύων τὸ εἰρημένον ἐπι- φέρει, λέγων· Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιά- σουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ ἐκλελύσθαι τὰ ἔθνη, ἠσθενηκέναι τε οὕτως, καὶ ὑπὸ πόδας ἐῤῥίφθαι δια βολικοὺς, καὶ πράττειν ἀμελητὶ τὸ τοῖς ἀκαθάρτοις πνεύμασι δοκοῦν, ἀνδρεῖοί τινες ἦσαν καὶ νεώτεροι· νοητῶς δὲ δηλονότι, καὶ πνευματικῶς, πείνῃ καὶ κόπῳ κατείχοντο. Οἱ δὲ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας εἰδότες ἀγαθουργεῖν, καὶ τὴν δοθεῖσαν ἅπαξ ἀποπε- ραίνοντες ἐντολὴν, ἀλλ' οὗτοι, φησὶ, πεινάσουσι, καὶ κοπιάσουσι, τοῦτ' ἔστιν, ἀνίσχυες ἔσονται πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν. Ὁ γάρ τοι λιμὸς τῶν θείων λόγων εἰ συμβαίνοι τισὶν, ἀποφαίνει δὴ πάντως αὐτοὺς ἠσθενηκότας, καὶ παρειμένους, καὶ καταθλεῖν εἰδότας τῶν ἀγαθῶν οὐδέν. Ὅτι δὲ λιμῷ κατεφθάρη τὸ ἔθνος τὸ ἐξ Ἰσραὴλ, ἐξῃρημένων τοῦ κακοῦ τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι- στὸν, προαναφωνεῖ Θεὸς, καὶ πάλαι λέγων δι' ἑνὸς τῶν προφητῶν· "6Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύ- ριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπ' ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦν- ται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι."6 Πῶς γὰρ οὐκ ἔμελλον ἀνίσχυες ἔσεσθαι καὶ κοπιᾷν, καταφθείρεσθαί τε λιμῷ νοητῷ, δῆλον ὅτι Χριστὸν οὐ παραδεξάμενοι, καίτοι λέγοντα σαφῶς· "6Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ἐάν τις τὸν ἄρτον τοῦτον φάγῃ, ζήσεται εἰς τὸν αἰῶνα;"6 Ἐπειδὴ δὲ διὰ πολλὴν ἀβουλίαν, καίτοι μεταλαχεῖν ἐξὸν, οὐ κατεδηδόκασι τὸν ἄρτον τῆς ζωῆς, λιμῷ κατατήκονται, τρυφώντων τῶν ἐθνῶν. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ Σολομὼν, "6Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει."6 Ἀλλὰ ταῦτα μὲν Ἰουδαίους συνέβη πα-θεῖν. ∆εδυσσεβήκασι γὰρ εἰς τὸν ἀρχηγὸν τῆς ζωῆς. Οἵ γε μὴν ὑπομένοντες τὸν Θεὸν, τοῦτ' ἔστιν, οἱ Χριστῷ δουλεύοντες, καὶ τὰ αὐτοῦ φρονοῦντες, καὶ κατορθοῦν σπουδάζοντες, ἀλλάξουσιν ἰσχύν. Οὐ γὰρ ἐν ἐκείναις μεμενήκασι ταῖς ἀσθενείαις ἐν αἷς ἦσάν ποτε πλανώμενοι, καὶ ὑπεζευγμένοι τῷ Σατανᾷ, καὶ ταῖς κοσμικαῖς ἡδοναῖς, ἀλλ' ἑτέραν ἕξουσι, τοῦ Χρι- στοῦ δηλονότι χορηγοῦντος αὐτοῖς τὸ δύνασθαι κατευ- μεγεθεῖν βδελυρᾶς ἁπάσης ἡδονῆς, καὶ τῶν τῆς ἁμαρ- τίας ἔξω φέρεσθαι βρόχων. Γέγραπται γάρ· "6Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος."6 Ἀνακαινισθήσονται δὲ οὕτω, φησὶν, ὡσανεὶ καὶ ἀετοί. Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος ∆αβίδ· "6Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου."6 ∆ραμοῦνται δὲ, καὶ οὐ κοπιάσουσι. Πρόθυμοι γὰρ καὶ νεανικοὶ τὰς τῆς εἰς Θεὸν εὐσεβείας διοδεύσουσι τρίβους, διδόντος αὐτοῖς τὰ ζωαρκῆ, καὶ κοπιᾷν οὐκ ἐῶντος Χριστοῦ. Ἐμπίμπλησι γὰρ τὰς καρ- δίας τῶν ἀγαπώντων αὐτὸν τῆς ἄνωθεν εὐσθενείας, ὥστε κἂν εἰ γένοιτο πειρασμοῖς καὶ κόποις περιπεσεῖν, κατορθοῦντας τὴν ἀρετὴν, κρείττους γενέσθαι τοῦ κα- μεῖν, εὖ εἰδότας ὅτι πολύευκτον ἡ ὑπομονὴ, κἂν εἰ ἐν- υπάρχοι τισὶν, ἀποφαίνει δὴ πανδοκιμωτάτους. "6Κατερ- γάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει τοὺς οὕτω ζῇν εἰωθότας."6 Πα- ραθήγει πρὸς εὐανδρίαν, δῆλον δὲ ὅτι τὴν ἐφ' ἅπασιν ἀγαθοῖς, ὁ μακάριος ∆αβὶδ λέγων· "6Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον."6 9Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν, καὶ λαλησά- τωσαν ἅμα, τότε κρίσιν εὐαγγειλάτωσαν.9 Κατὰ διαφόρους τρόπους αἱ νῆσοι νοοῦνται. Εἰσὶ μὲν γὰρ καὶ ἐν θαλάσσαις πολλαὶ, λέγονται δὲ οὕτω καὶ πό λεις ἔσθ' ὅτε, καὶ κῶμαι πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήροτον καὶ κεχερσωμένην· τοιαύτας εἶναί φασι τὰς τῶν Ἰδουμαίων καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας. Ἦσαν δὲ οὗτοι δυσσεβεῖς καὶ εἰδωλολάτραι, καὶ τῆς Ἰουδαίων χώρας οὐ μακράν. Φαμὲν τοίνυν, ὅτι τὴν τῶν ἐθνῶν πρόσληψιν κατασημεῖναι θέλων, καὶ ὡς ἐκ μέσου ἐπὶ τὸ πᾶν τὴν τοῦ πράγματος δύναμιν ἀπο- φέρων, ταῖς τῶν πλανωμένων πόλεσι προσφωνεῖ, λέ- γων· Ἐγκαινίζεσθε πρός με, νῆσοι, τοῦτ' ἔστι, τὴν ἐκ τοῦ πλανᾶσθαι, καὶ πλημμελεῖν παλαίωσιν, καὶ σα- θρότητα τῶν ἰδίων ἀποπεμψάμενοι καρδιῶν, ἀνακαι- νίσθητε διὰ μεταγνώσεως. Βουλεύσασθε τὰ ἀμείνω, παραδέξασθε τὴν εἰς καινότητα ζωῆς ἀνακαινίζουσαν χάριν, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. Εἰκὸς δὲ δὴ καὶ ἑτέρως, νήσους ἐνθάδε κατωνομάσθαι τὰς Ἐκκλησίας, αἳ μονονουχὶ μεταξὺ περιστάσεων κοσμικῶν τέθεινται, καὶ τοῖς τῶν ἐπανισταμένων αὐταῖς περικλύζονται κύμασι, πλὴν ἵδρυσιν ἔχουσιν ἀσφαλῆ, καὶ ἀκράδαντον διαμένουσι. Τεθεμελίωνται γὰρ ἐπὶ πέτραν, καὶ ἔστιν ἐν αὐτῇ Χριστός. Αὗται τοίνυν αἱ ὡς νῆσοι κατωνο- μασμέναι, τοῦτ' ἔστιν, αἱ Ἐκκλησίαι. Σημαίνεται δὲ δι' αὐτῶν, ἡ τῶν διὰ πίστεως κεκλημένη πληθὺς, ἡ φιλαμαρτήμων ποτὲ, ἡ βδελυρὰ καὶ ἀκάθαρτος, σα θρὰ δὲ καὶ ἐῤῥυτιδωμένη, μετεφοίτησε διὰ Χριστοῦ πρὸς καινότητα ζωῆς, γέγονε παρθένος, ἁγνὴ, μὴ ἔχουσα σπίλον, ἢ ῥυτίδα, ἁγία δὲ μᾶλλον, καὶ ἄμω- μος. Οὐκοῦν ἐγκαινίζεσθε πρός με, φησίν. Ἀλλά- ξαι γε μὴν τοὺς ἄρχοντας ἰσχὺν εὖ μάλα διϊσχυρίζε- ται. Ἄρχοντας ἐνταῦθα τοὺς τῆς ἀληθείας ὀνομάζει κήρυκας, ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γε- γενημένους. Καὶ δηλοῦσι Πέτρος καὶ Παῦλος, καὶ ὁ λοιπὸς τῶν ἀποστόλων κατάλογος, εἰς οὓς προσ- φυέστερον ἐκλαβέσθαι καὶ τὸ, Πτεροφυήσουσιν ὡς ἀετοί. ∆ραμοῦνται, καὶ οὐ κοπιάσουσι. Βαδιοῦνται, καὶ οὐ πεινάσουσι. Τοιαῦτα γὰρ αἱ κατ' αὐτοὺς Πράξεις ἐμφαίνουσι θαύματα. Οὐ γάρ τοι κατὰ τοὺς πρώτους, τοῦτ' ἔστι, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν γεγόνασι μαθηταί. Ἀλλ' ὡς ἐν ἑτέρᾳ δυνάμει, πνευματικῇ δῆλον δὲ ὅτι, πολλῷ ἦσαν ἀμείνους, καὶ ἀσυγκρίτως ὑπερκείμενοι τοῖς κατὰ ἀρετὴν αὐχήμασιν. Οὗτοι τοίνυν οἱ ἄρχοντες ἐγγι- σάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Τὸ δὲ, ἐγγισάτω σαν, κατὰ χρόνον νοήσεις. Εἰ γὰρ ἀναδείξειεν αὐτοὺς ὁ καιρὸς, ἅμα λαλήσουσιν. Ὅμοιον ὡς εἰ λέγοι· Πάντες τὸ αὐτὸ τοῖς μυσταγωγουμένοις ἐροῦσιν. Ὡς γὰρ ἐξ ἑνὸς λαλοῦντες πνεύματος οὐ τοῖς ἀλλήλων διαμαχοῦνται λόγοις, συμφώνως δὲ μᾶλλον τὸ περὶ τῶν θείων δογμάτων ποιήσονται κήρυγμα, καὶ κατ- αγγελοῦσι κεκρυμμένως τὸ Χριστοῦ μυστήριον. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Τότε κρίσιν ἀναγγειλά- τωσαν. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰσραὴλ κρίσιν ὠνόμαζον τὸν διὰ Μωσέως νόμον, ταύτῃτοι καὶ μάλα εἰκότως ἀντεξάγων αὐτῷ τὸ εὐαγγελικὸν καὶ σωτήριον κή- ρυγμα, κρίσιν αὐτὸ διὰ τούτων ἀποκαλεῖ. Ἡ γὰρ ἀληθῶς δικαιοκρισία, καὶ τῆς ἀρεσκούσης Θεῷ νομο- θεσίας ἡ δύναμις, οὐκ ἔν γε μᾶλλον τῇ κατὰ νόμον σκιᾷ διαφαίνεται, ἀλλ' ἐν τῷ κηρύγματι τῶν ἁγίων μυσταγωγῶν τῶν νέων ἀρχόντων. Οἳ καὶ μαθόντες παρὰ Χριστοῦ τὴν κρίσιν, ἤτοι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην καὶ ἡμῖν ταυτοεποῦντες ἀπηγγέλκασιν. 9Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκά- λεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται;9 Οὐκ ἀπό γε ψιλῆς καὶ μόνης τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας καταθαυμάζεσθαι πρέπει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἀλλὰ γὰρ καὶ δι' ὧν εὐεργετεῖ, τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν. Σέσωκε γὰρ τοὺς ἐπὶ τῆς γῆς, καὶ ἀπολωλὸς εἰσάπαν τὸ γένος τὸ ἀνθρώπινον καὶ θανάτου, καὶ φθορᾶς ἐξ- είλετο, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας. Κατήργηκε γὰρ αὐτὸν, ὁμοῦ ταῖς δυνάμεσι ταῖς σὺν αὐτῷ, δεδι- καίωκε δὲ διὰ πίστεως, τὴν τυραννήσασαν καθ' ἡμῶν ἀποσοβήσας ἁμαρτίαν. Ἀλλὰ ταυτὶ δὴ πάντα κατ- ωρθώθη διὰ Χριστοῦ· "6Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ ἀπολύτρωσις, καὶ ἁγια- σμός."6 Καὶ πεφωτίσμεθα δὲ δι' αὐτοῦ, μετεσχήκαμεν δὲ φειδοῦς καὶ ἀγάπης, καὶ ἁπαξαπλῶς παντὸς τοῦ σώζειν εἰδότος. Καὶ τοῦτο ἡμῖν δι' ἑνὸς τῶν ἁγίων προφητῶν προανεφώνει λέγων· "6Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ."6 Τίς τοίνυν, φησὶ, καθάπερ ἥλιον ἐξ ἀνατολῶν ἀνασχεῖν παρεσκεύασε τὴν δικαιοσύνην; τοῦτ' ἔστι, Χριστόν. Τίς ἐκάλεσεν αὐτήν; τοῦτ' ἔστιν, ἀφικέσθαι παρεσκεύασε, καὶ ἐμφανισθῆναι δὲ οὕτως, ὡς καὶ πορεύεσθαι κατὰ πόδας τοῦ κεκληκότος, ἀντὶ τοῦ μονονουχὶ κατ' ἴχνος ἰέναι τοῦ Θεοῦ καὶ Πατρός; Ἀνεστράφη γὰρ οὕτως ἐν γῇ Κύριος, τὰ τοῦ Πατρὸς ἔργα πληρῶν, καὶ αὐτὸν ἡμῖν ἐν ἰδίᾳ φύσει καταδεικνύς. Ἦν γὰρ καὶ ἔστιν ἰσοσθενὴς αὐτῷ, καὶ δι' αὐτῶν τῶν πραγμάτων πεπληροφόρηκε τοὺς ἐπὶ τῆς γῆς, ὅτι κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχει τῷ γεγεννηκότι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· "6Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύητέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε."6 Ἑπόμενος δὴ πανταχοῦ τῇ θελήσει τοῦ Πατρὸς, μᾶλλον δὲ αὐτὸς ὢν ἡ θέλησις τοῦ Πατρὸς, τοῖς Ἰουδαίων δήμοις προσ- εφώνει λέγων· "6Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. Καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με."6 Ὁρᾷς οὖν ὅπως οἱονεὶ κατὰ πόδας πορεύεται τοῦ Πατρός. Τοιγάρτοι καὶ ἔφασκεν· "6Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·"6 καὶ, "6Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακετὸν Πατέρα μου."6 9∆ώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει. Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. Καὶ διώξεται αὐτοὺς, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς ἐνήργησε, καὶ ἐποίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων.9 Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, κτηνῶν ἀλόγων διενεγκόντες οὐδὲν οἱ ἐπὶ τῆς γῆς, ἀμαθίᾳ πολλῇ συζῶντες ἐφαίνοντο, κεκράτηντο δὲ καὶ ἀγνωσίᾳ καὶ σκότῳ, καὶ δεδουλεύκασι τοῖς κο- σμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς τοῦ διαβόλου θελήμασι τὸν τῆς ἑαυτῶν διανοίας ὑπενεγκόντες αὐ- χένα, ταῖς εἰς φαυλότητα τροχιαῖς κατεφέροντο πρὸς ἀπώλειαν. Ἀλλ' ἐπέλαμψεν αὐτοῖς ὁ Χριστός. Αὐτὸς γάρ ἐστιν ἡ προσδοκία τῶν ἐθνῶν. Καὶ τῶν πάλαι πλεονεκτούντων ἀπαλλάξας ἐλευθέρους ἀπέφηνε, καὶ υἱοὺς Θεοῦ, πάντα ῥύπον τὸν ἐν αὐτοῖς διασμήξας· δεδικαίωκε γὰρ διὰ πίστεως, καὶ τῇ τοῦ ἁγίου Πνεύ- ματος χύσει λαμπροὺς ἀπέφηνε καὶ πεφωτισμένους. Τὴν τοίνυν δικαιοσύνην τὴν ἐν ἡλίου τάξει μονονουχὶ καὶ ἐγηγερμένην ἐξ ἀνατολῶν δέδωκε τοῖς ἔθνεσιν, ἐξωσθέντος δηλονότι τοῦ Ἰσραὴλ διὰ τὴν εἰς αὐτὸν δυσσέβειαν. Οὗ δὴ γεγονότος, καὶ πληθύος ἀνασεσω- σμένης τῆς οὕτω πολλῆς ἐξανέστησαν οἱ βασιλεῖς. Ἔκστασις γὰρ ὥσπερ ἐπιπέπτωκε τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ πεφόβηνται τὸ θεῖον καὶ ἀφόρητον κρίμα, τὸ ἐπί γε, φημὶ, τοῖς ἔθνεσι γεγονός. Οἱ δὲ πάλαι δεινοί τε καὶ εὐσθενεῖς καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι, καὶ οἷον ὅπλα κινεῖν κατ' αὐτῆς εἰωθότες, καὶ μαχαίρας ἀπογυμνοῦν, καὶ τὸ τῆς ἀπονοίας ἐν- τείνειν τόξον, πεπτώκασιν εἰς γῆν, καὶ τὰ τοῦ πολέμου σκεύη μεθέντες, φρυγάνοις ἐν ἴσῳ γεγόνασι. Πεποίη- ται δὲ πάλιν ὁ ἐπὶ τούτοις λόγος ὡς ἐξ ὁμοιότητος τῶν καθ' ἡμᾶς. Ἥττηνται γὰρ αἱ πονηραὶ δυνάμεις καὶ ἅπας αὐτῶν κακουργίας ᾐσθήνησε τρόπος, Χριστοῦ διαρπάζοντος τὰ σκεύη αὐτῶν. "6Οὐ γὰρ ὠφελήσει,"6 φησὶν, "6ὁ ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσ- θήσει τοῦ κακῶσαι αὐτόν."6 Ἔδει γὰρ, ἔδει, προ- ανῃρημένων τῶν κακῶν, καὶ πονηρῶν δυνάμεων, καὶ κατενεχθέντος εἰς γῆν τοῦ πάντων ἐχθροῦ, τότε δὴ τότε, καὶ λίαν καιροῦ, τῶν ἐθνῶν γενέσθαι τὴν λύ- τρωσιν. Κατεδίωξε γὰρ αὐτοὺς ὁ Χριστὸς, τοῦτ' ἔστιν, ἔτρεψε πρὸς φυγήν. Οὐ γὰρ ἦν ἀντανίστασθαι τῷ Θεῷ, καὶ τὴν ἀρχαίαν αὐτῶν τυραννίδα συνελαύνον- τος εἰς πέρας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ἐκεῖνα παθεῖν ἅπερ ἦν ἀκόλουθον ἐπενεχθῆναι παρ' αὐτοῦ τοῖς ἀπολέσασι τὴν γῆν. ∆εδιωγμένων τοιγαροῦν τῶν ἐχθρῶν. Ἡ ὁδὸς γὰρ, φησὶ, τῶν ποδῶν αὐτοῦ ἐν εἰρήνῃ διελεύσεται· οὐδὲν γὰρ γέγονεν ἐμποδὼν οἰκονομοῦντι τὰ καθ' ἡμᾶς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἀλλ' οἷον διὰ ψιλῆς καὶ ὑπτίας ὁδοῦ βαδίζων, τὴν πάντων ἡμῶν κατώρθωκε σωτηρίαν, οὐδενὸς ἐχθροῦ παραλύοντος ἢ ἀνθισταμένου. Πεπτώκασι γάρ. Τίς οὖν ἄρα ἐνήργησε ταῦτα πάντα, ἢ τίς ἐκάλεσε τὴν δικαιοσύνην; Οὐκ ἐγὼ, φησὶν, ὁ νῦν μὲν καὶ ἐν καιρῷ τῷ ἐσχάτῳ καταδείξας αὐτὴν, κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Οὐ γὰρ πρόσφατόν ἐστι τὸ Χριστοῦ μυστήριον, προώριστο δὲ μᾶλλον πρὸ καταβολῆς κόσμου, προεγνωκότος Θεοῦ τὸ ἐσόμενον. Ἅμα γὰρ πέπτωκεν ὁ Ἀδὰμ, μᾶλλον δὲ πρὶν εἰς τοῦτο κατολισθεῖν αὐτὸν, προενόησεν ὁ ∆ημιουργὸς καὶ τῆς ἐσομένης αὐτῷ κατὰ καιροὺς θεραπείας, δῆ- λον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Προωρίσατο τὸν τρόπον, καὶ μή τι θαυμάσῃς, ὅτι καὶ ἡμᾶς αὐτοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν δεδικαιωμένους προαναθροίσας εὑρί- σκεται. Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρ- φους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν. Ὅτε τοίνυν ἡμεῖς προωρίσμεθα κατὰ πρόγνωσιν, πῶς οὐ μᾶλλον αὐτὸς ὁ δι' οὗ σεσώμεθα, καὶ κεκλήμεθα; 9Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν, καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι.9 Πρῶτον εἶναι ἑαυτὸν Θεόν φησιν, οὐχ ὡς γεγονότος μετ' αὐτὸν δευτέρου. Πῶς γὰρ ἢ πόθεν; εἷς γάρ ἐστι καὶ τῶν ὅλων Θεὸς, οὐκ ἀρχὴν ἔχων τοῦ εἶναι, κεκλη- κὼς δὲ μᾶλλον εἰς τὸ εἶναι τὰ πάντα. Αὐτὸς οὖν πρῶτος καὶ μόνος, καὶ ἄναρχος Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τοὺς ἐφεξῆς οὐ καθ' ἕτερον ἔσται τρόπον, αὐτὸς γάρ ἐστι καὶ μό- νος. Ἐπειδὴ δὲ τεθέανται τὰ ἔθνη Χριστὸν καὶ τὴν παρ' αὐτοῦ γενομένην ἡμῖν δικαιοσύνην, τεθέανται δὲ πάντες τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν αὐτοῦ, πεφόβηνται, φησὶν, οἱ ἀπ' ἄκρων τῆς γῆς ἕως ἄκρων, τοῦτ' ἔστιν, οἱ ἀνὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ συν- ήχθησαν καὶ ἤγγισαν, οὐκέτι μένοντες μακρὰν, καὶ ὡς ἀλλοτριούμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ' οἷον ἐγγὺς γεγονότες διὰ τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ εἰς μίαν πίστιν καὶ ὁμοψυχίαν συνενηγμένοι. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, ὅτι Ἤγγισαν, καὶ ἦλθον ἅμα. Γευσάμενοι δὲ τοῦ Κυρίου, καὶ συνέντες ὅτι χρηστός ἐστι, καὶ τῆς ἀληθείας τὸ κάλλος καταθαυμάσαντες, οὐχ ἑαυτοῖς μόνον τετηρήκασι τὸ δῶρον, ἀλλὰ γὰρ εὖ ποιοῦντες, καὶ ἐπιεικῶς κεκρίκασιν ἕκαστος τῷ ἀδελφῷ καὶ τῷ φίλῳ βοηθῆσαι, φησιν. 9Καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ποτὲ μὲν ἐρεῖ· Σύμβλημα καλόν ἐστιν. Ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσονται αὐτὰ, καὶ οὐ κινηθήσονται.9 Τῆς ἐπικουρίας τὸν τρόπον καθίστησιν ἐναργῆ. Ἕκαστος γὰρ τῶν κεκρικότων τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, μυσταγωγηθεὶς, φησὶ, καὶ ἐγνωκὼς τὴν ἀλήθειαν, καὶ ἑτέρους νουθετήσει λέγων· Ἴσχυ- σεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ἴσχυσε δὲ τίνα τρόπον; συνθεὶς γὰρ εἴ- δωλα καὶ διαγλύψας εἰς θεὸν ὁ τεκτονικὴν ἔχων τὴν ἐμπειρίαν, καὶ μὴν καὶ χαλκεὺς τύπτων σφυρήλατον ἄγαλμα πεποιηκὼς ἀπεκόμισε τοῖς ἠπατημένοις εἰς ἀδόκιμον νοῦν, καὶ τῶν ἑαυτοῦ πόνων ἤγουν εὑρημά- των ἀπέφηνε προσκυνητὰς τοὺς κατ' εἰκόνα Θεοῦ γεγονότας. Εἶτα διαγελᾷ τῶν εἰδώλων τὴν ποίησιν, καὶ οἷον ἀπομιμεῖται τῶν ἐργαζομένων αὐτὰ τοὺς λόγους ἐπιφωνούντων ἀλλήλοις, ὅτι Σύμβλημα κα- λόν ἐστιν. Οἱ γὰρ τῶν εἰδώλων δημιουργοὶ χεῖρα τυχὸν ἢ πόδα, ἢ καὶ ἕτερόν τι τῶν τοῦ σώματος μο- ρίων ἀπεργασάμενοι ἀποτελοῦσι αὐτὰ διὰ συμβλη- μάτων, καὶ μέλη μέλεσιν ἐναρμόζοντες, καὶ ἰσχυρὰ ποιοῦντες αὐτὰ ἐν ἥλοις· εἶτα τιθέντες καὶ ἀσφαλιζό- μενοι πρὸς τὸ ἑστάναι, καὶ μὴ σαλεύεσθαι. Γέλως δὲ ταῦτά ἐστι καὶ ἕτερον οὐδὲν, καὶ τῆς τῶν προσκυ- νούντων αὐτὰ ματαιότητος, καὶ τῆς εἰς ἄκρον εὐηθείας ἀποδεικτικά. Τὸ γὰρ εἰδέναι μὲν ὅτι καὶ ἐκ μορίων λεπτῶν καὶ συμβλημάτων τῶν κατὰ μέρος ἀπε- τελέσθη τὸ εἴδωλον, καὶ τὴν ἐπὶ τῷ γενέσθαι, καὶ μὴν, καὶ ἑστάναι διαμονὴν, καὶ ἀσφάλειαν ἐν ἥλοις ἔχειν· εἶτα προσκυνεῖν αὐτὰ, καὶ θεοὺς ὀνομάζειν, πῶς οὐχ ἁπάσης μωρίας ἐπίμεστον ἀληθῶς; 9Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὃν ἐξελεξά-μην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβό- μην ἀπ' ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐ- τῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ, ἐξ- ελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. Μὴ φοβοῦ. Μετὰ σοῦ γάρ εἰμι. Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.9 Μυσταγωγήσας εὖ μάλα τοὺς ἐξ ἐθνῶν, καὶ εἰδέναι παρασκευάσας ὅτι καὶ Θεός ἐστι καὶ τῶν ὅλων δη- μιουργὸς, αὐτῷ τε ὑπείκει τὰ πάντα καὶ τοῖς θείοις αὐτοῦ νεύμασι, καὶ γεγόνασιν ἐν ἀρχαῖς, καὶ πρὸς τὸ εἶναι παρενηνεγμένα πέπηγεν ἐν καλῷ, καὶ ἀκλόνητον ἔχει διαμονὴν, παραθαρσύνει λοιπὸν ἀναγκαίως τοὺς τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοὺς, δι' ὧν ἔμελλον τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον τοῖς ἐξ ἐθνῶν. Ἀποφαίνει δὲ αὐτοὺς σοφοὺς καὶ εὐτολμοτάτους, καὶ τῆς τῶν ἁγίων πατέρων ἀρετῆς ἀποφέρει πρὸς ἀνάμνησιν, καὶ τὴν εἰς αὐτοὺς γενομένην ἀγάπην εἰδέ- ναι βούλεται. Ταύτῃτοί φησι· Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὂν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπη-σα. Ἰακὼβ δὲ καὶ Ἰσραὴλ, καὶ σπέρμα τὸ Ἀβραὰμ τοῦἠγαπημένου, εἶεν ἂν οὐχ ἕτεροι παράγε τοὺς ἐξ Ἰσραὴλ πιστεύσαντας εἰς Χριστὸν, ὧν οἱονεί τινες ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἀπολέκτους δὲ γε- νέσθαι, καὶ ἠγαπῆσθαί φησι τοὺς πατέρας, μονονουχὶ λέγων· Οἱ ἐκ ῥίζης εὐγενοῦς, καὶ τῆς οὕτω τετι- μημένης καὶ ἠγαπημένης παρ' ἐμοῦ, οἱ ἐξ αἵματος Ἀβραὰμ, τῆς πατρῴας ἀρετῆς ζηλοῦτε τὴν εὐφημίαν, καὶ τῆς ἐκείνων φιλοθεΐας γένεσθε μιμηταί. Ἀντιλα- βέσθαι γε μὴν τοῦ Ἀβραάμ φησι, καλέσαι τε ἀπ' ἄκρων τῆς γῆς αὐτὸν, ἤτοι ἐκ τῶν σκοπιῶν αὐτῆς, διά τοι τὸ πόῤῥωθεν καὶ ἐκ γῆς Χαλδαίων μετακε- κλῆσθαι πρὸς τὴν Ἰουδαίαν. Ἀκήκοε γὰρ Θεοῦ λέγον-τος· "6Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω."6 Εἶτά φησιν ὡς περὶ παν- τὸς τοῦ Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ. Πρωτότοκος γὰρ ὠνόμασται. Γέγονε δὲ καὶ ἀπόλεκτος, ὡς ἔφην, καὶ οὐκ ἐγκατελήφθη παρὰ Θεοῦ. Ἤκουσε· Μὴ φοβοῦ, καὶ προσέτι τὸ, Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε. Ἐδιδάσκετο γὰρ διὰ τοῦ νόμου, ὅτι Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνον λατρεύειν, καὶ ὅτι βεβοήθηται παρ' αὐτοῦ καὶ διὰ τῆς αὐτοῦ δεξιᾶς, ὅς ἐστι δημιουργὸς αὐτοῦ δύναμις, τοῦτ' ἔστιν, ὁ Υἱός. Καὶ ἀσφαλὴς αὑ- τοῦ γέγονε, καὶ κρείττων πάσης ἐπιβουλῆς. Νενίκηκε γὰρ ἔθνη, καὶ κεκληρονόμηκε τὴν γῆν αὐτῶν ἐκείνων. 9Ἰδοὺ ἐντραπήσονται, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. Ζητήσεις αὐτοὺς, καὶ οὐχ εὑρήσεις τοὺς ἀνθρώ- πους, οἳ παροινήσουσιν εἰς σέ. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σοι, ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, ὀλιγο- στὸς Ἰσραήλ. Ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς, ὁ λυτρούμενός σε ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ αἰνε- τὸς εἰς τοὺς αἰῶνας.9 Ἀπόδοσις καὶ ταῦτα τοῖς ἀνωτέρω. Σὺ γὰρ, Ἰσραὴλ, παῖς μου, φησὶ, καὶ Ἰακὼβ, ὃν ἐξελεξά-μην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα. Ἰδοὺ αἰσχυν-θήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σου. Πλεῖστοι μὲν γὰρ γεγόνασι κατὰ καιροὺς, οἱ τοῖς ἁγίοις μυσταγωγοῖς ἀνοσίως ἐπιβουλεύσαντες, καὶ τοῖς σωτηρίοις κηρύγμασι τὰ ἐκ τῆς αὐτῶν δυστροπίας ἀντεξαγαγεῖν ἐπιχειρήσαντες. Ἀλλὰ γε γόνασιν ὡς οὐδὲν, καὶ ἀπολώλασιν οἱ τῆς εὐσεβείας ἀντίδικοι. Τὸ γὰρ ἀντιπράττειν τοῖς ἱερουργοῖς τοῦ θείου κηρύγματος εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι τὸ μάχεσθαι τοῖς τῆς εὐσεβείας δόγμασιν. Οὐκ ἔσον- ται τοίνυν, φησὶν, ἀλλὰ ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς εἰς σὲ πεπαρῳνηκότας. Ἔσονται γὰρ ὡς οὐκ ὄντες. Καὶ τοῦτό ἐστι τὸ διὰ φωνῆς τοῦ μακαρίου ∆αβὶδ ὑμνούμενον· "6Εἶδον ἀσεβῆ ὑπερ- υψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζή- τησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ."6 Κατ- επαίρονται μὲν γὰρ πολλοὶ τῶν τὰ ὑψηλὰ φρονεῖν εἰωθότων τῆς τῶν ἁγίων μυσταγωγῶν ἡλικίας. Ἀλλ' ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται, καθά φησι τὸ Γράμμα τὸ ἱερόν. Καὶ οἱ φρονοῦντες τὰ ὑψηλὰ, δεινὴν καὶ ἀδόκητον ὑπομενοῦσι τριβήν. Γέγραπται γάρ· "6Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν."6 Οὐκοῦν οὐκ ἔσονται, φησὶν, οἱ ἀντιπολεμοῦντές σε· καὶ οὐ δή πού φησιν, ὅτι τοῖς ἁγίοις ἀποστόλοις ἀντιστήσεται μὲν οὐδείς. Ὑπάρξει δὲ πάντως τὸ λαμπρᾶς ἰέναι γαλήνης. Οὐ γάρ ἐστιν ἀληθές. Μυρίοι γὰρ ὅσοι πεπολεμήκασιν αὐτοῖς, ἀλλ' οὐδὲ εὑρεθεῖεν ὡς ὑπάρχοντες, ταπεινούμενοι δηλονότι, καὶ τοῖς τῆς θείας ὀργῆς κινήμασιν ὑποπίπτοντες. Ταύτῃτοι πρὸς εὐανδρίαν ἀνακομίζει αὐτοὺς λέγων· Ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, τοῦτ' ἔστιν, ὁ ἀντι- λαμβανόμενός σου, καὶ ἀποφαίνων κρείττονα παντὸς πειρασμοῦ· Ἐγὼ ὁ λέγων σοι, Μὴ φοβοῦ, Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. Ὅσον μὲν γὰρ πρός γε τὴν τῶν πολεμούντων πληθὺν, ἤτοι τὰς δυναστείας, ὀλιγοστὸς ἦν παντελῶς ὁ Ἰσραὴλ, καὶ οὐ σύμπαν φημὶ τὸ ἔθνος, ἀλλὰ τοὺς πρὸς αὐτοῦ ληφθέντας εἰς ἀπο- στολήν. Ἀλλ' ἦν ὁ σώζων αὐτοὺς μέγας ἰσχυρὸς καὶ κραταιὸς εἰς ἐπικουρίαν, ἄμαχον ἔχων τὴν χεῖρα. Λυτρουμένου γὰρ Θεοῦ τίς ὁ κακῶσαι δυνάμενος; 9Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης, ἀλοῦν- τας, καινοὺς, πρηστηροειδεῖς. Καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς.9 Αἰγυπτίων μὲν παῖδες συνενεγκόντες ἐξ ἀγρῶν ἐπὶ τὴν ἅλωνα δράγματα, εἶτα βοῦς ἐπαφιέντες αὐ- τοῖς, καὶ ἐν κύκλῳ περικομίζοντες καταλεπτύνουσι ταῖς χηλαῖς τοὺς ἀστάχους. ∆ιακρίνουσι δὲ καὶ δι- ιστῶσι τῶν ἀχύρων σῖτον, οἵ γε μὴν ἐν ἑτέραις πόλεσι καὶ χώραις ἁμάξαις χρώμενοι καὶ τροχοῖς πρηστη- ροειδέσιν. Αὐτὸ δὴ τουτὶ μεμελετήκασι κατορθοῦν. Ἰδοὺ τοίνυν, φησὶν, ὦ Ἰσραὴλ, πεποίηκά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινοὺς, πρηστηροειδεῖς. Καὶ τί τὸ ἀλοώμενον; ἄσταχυς ἄρα καὶ σῖτος, καὶ τὰ ἐξ ἀγρῶν εἰς ἅλω συμπεφυρμένα; Οὐδαμῶς, ἀλλ' ὄρη, καὶ βουνοί. Καὶ τίνες ἂν εἶεν οἱ τοιοίδε πάλιν; Πρῶτον μὲν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνά μεις. ∆έδωκε γὰρ ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἶτα παρεικάζειν ἔοικεν ὄρεσι καὶ βουνοῖς τοὺς ὑψηλὰ φρονεῖν εἰωθότας, καὶ ὑπ- έρογκον ἔχοντας φρόνημα, ὑψοῦ τε ἠρμένους, καὶ ἐν δυναστείαις ὄντας κοσμικαῖς, καὶ τοῖς ἁγίοις μυστ- αγωγοῖς, κατεξανιστάντες ἑαυτοὺς, καὶ δίκην ὀρῶν ἢ βουνῶν ὑπαντᾷν εἰωθότας, ὡς δυσχερεστάτην αὐ- τοῖς ἀποφαίνειν τὴν ὁδὸν, τὴν ἐπί γε, φημὶ, τῷ χρόνῳ πληροῦν τῆς ἀποστολῆς τὸν δρόμον. Ἀλλὰ καὶ τοὺς οὕτως ὄντας, φησὶ, λεπτυνεῖς, ἀχύρων δίκην ἀναπτῆ- ναι παρασκευάσεις ταῖς τῶν ἀνέμων αὔραις δια- σκιδναμένους, καὶ οἷον καταιγίδα διδοὺς, ὥστε δια- σπείρειν αὐτούς. Βαδιοῦνται γὰρ οὕτω πρὸς τὸ μηδέν. 9Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τοῖς ἁγίοις, Ἰσραήλ. Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς. Ζη- τήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται· καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Ἐγώ εἰμι Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς.9 Οἱ μὲν οὖν ἐχθροὶ τοῦ θείου κηρύγματος, καὶ τὴν σὴν διακόπτοντες τρίβον, ὧ Ἰσραὴλ, φησὶν, οἰχήσον- ται πρὸς ἀπώλειαν. Εὐφρανθήσῃ δὲ σὺ ἐν τοῖς ἁγίοις, Ἰσραὴλ, τοῦτ' ἔστιν, ἐντρυφήσεις ὅταν ἴδῃς πολλοὺς γεγονότας ἁγίους, καὶ ἐν υἱοῖς Ἰσραὴλ τεταγμένους. "6Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα."6 Ὅτι δὲ χαίρειν ἦν ἔθος, καὶ ἐπιγάννυσθαι τοῖς ἁγίοις ἀποστόλοις ἐπὶ τοῖς εἰωθόσιν εὐδοκιμεῖν, διὰ πίστεως δηλονότι τῆς εἰς Χριστὸν, σαφηνιεῖ καὶ ὁ Παῦλος ἐπιστέλλων αὐτοῖς, καὶ λέγων· "6Χαρὰ καὶ στέφανός μου."6 Καὶ ἕκαστον δὲ τῶν ἁγίων μαθητῶν τὸν αὐ- τὸν διακεῖσθαι τρόπον φαίην ἂν ἔγωγε, καὶ μάλα εἰκότως. Θυμηδίας γὰρ τῆς ἀνωτάτω πρόφασις ἦν αὐτοῖς ἡ τῶν πλανωμένων ἐπιστροφὴ, καὶ τῶν οὐκ εἰδότων τὴν ἀλήθειαν ἡ πρὸς τὸ ἄμεινον ἀνακομιδή. Εὐφρανθήσῃ τοίνυν ἐν τοῖς ἁγίοις, Ἰσραήλ. Τίνες δὲ οὗτοι διαδείκνυσι, λέγων· Ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ ἐνδεεῖς, τοῦτ' ἔστι, τὰ ἔθνη. Ἦσαν γὰρ ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ, καὶ ἀμέτοχοι παντελῶς τῶν παρὰ Θεοῦ χαρισμάτων. Τοὺς γὰρ ὅλως ἀγνοοῦντας αὐτὸν ἀμοιρεῖν ἀνάγκη τῶν εἰς ἀρετὴν αὐχημάτων. Οἱ πτωχοὶ τοιγαροῦν καὶ οἱ ἐνδεεῖς ἀγαλλιάσονται. Πῶς, ἢ τίνα τρόπον; Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, φησὶ, καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Τὸ δὲ, ζητήσουσιν, ἐν τούτοις, ἀντὶ τοῦ, ἐζήτησαν, φησίν. Ἐπειδὴ δὲ οὐχ εὑρήκασιν, ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης ἐξηράνθη. Γεγόνασι μὲν γὰρ καὶ παρ' Ἕλλησι πολλοὶ φιλολόγοι τε καὶ φιλοζητηταὶ, καὶ τῆς ἀληθείας ἐρευνηταί· ἀλλ' οὐκ ἦν παρ' αὐτοῖς ὁ ταῦτα διδάσκειν εἰδώς. Οὐκ ἦν ὕδωρ τὸ ζωοποιόν. Οὐκ ἦν ὁ κατακορέσαι δυνάμενος τοῖς εἰς ἀλήθειαν δόγμασι τοὺς ἐρῶντας αὐτῆς. Ἐξηράνθη τοίνυν ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης. Ἀλλ' ἐγὼ ὑπακούσομαι αὐτῶν, φησὶν ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Κατηλέησε γὰρ τὴν τῶν πλανωμένων πλη- θὺν, καὶ οὐκ ἀφῆκεν αὐτὴν ἐν ἐνδείᾳ τῶν ἄνωθεν χαρισμάτων, ἐνέπλησε δὲ μᾶλλον, καὶ τίνα δὴ τρό- πον, διὰ τῶν ἐφεξῆς εὖ μάλα διατρανοῖ. 9Ἀλλ' ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην· ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι, καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξε.9 Ἔρημόν τε καὶ ἄνυδρον εἶναί φησι τὴν τῶν ἐθνῶν χώραν. Ἔρημον μὲν διάτοι τὸ ἐψιλῶσθαι τρόπον τινὰ, καὶ φυτῶν ἐρήμην εἶναι τῶν εὐθαλεστάτων, νοητῶν δὲ δηλονότι· ἀκάνθης δὲ μόνης ὁρᾶσθαι τροφὸν, καὶ ξύλων ἀγρίων μητέρα, καὶ ὅσα πυρὶ πρὸς τὸ δαπανᾶσθαι χρήσιμον. Ταῦτα τὰ ἔθνη ποτὲ ἐκαρποφόρει, ἀλλὰ τοῖς πάλαι δεδιψηκόσι φησίν· Ἀνοίξω μὲν ἐπὶ τῶν ὀρέων ποταμοὺς, ἄνδρας ἁγίους δηλονότι τοὺς τὸν θεῖον, καὶ ἄνωθεν καταπλουτή- σαντας λόγον, καὶ ποταμίων ναμάτων δίκην τοῖς διψῶσιν ἐκχέοντας, καὶ οἷον ἀναπηγάζοντας. Ὥστε καὶ τὴν ἔρημον ποτὲ μεταβαλοῦσαν τὴν ὄψιν ἕλη φαίνεσθαι, καὶ δρυμοὺς, καὶ γῆν τὴν διψῶσαν ἐν ὑδραγωγοῖς. Ὑδραγωγοὶ δὲ πάλιν εἶεν ἃν οἱ κατὰ καιροὺς καὶ ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει γεγονότες μυσταγωγοὶ, καὶ διδάσκαλοι τῶν Ἐκκλησιῶν· οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν τῶν τῆς θεο πνεύστου Γραφῆς εἰς νοῦν καὶ καρδίαν εἰσοικισά- μενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν μεθιστᾶσιν, οἷά τινες ὑδραγωγοὶ κήπους κατάρδοντες τοὺς εὐθαλε- στάτους. Τίνα δὲ τρόπον ἡ ἔρημος εἰς ἕλη μεταστή- σεται, καὶ ποίων ἔσται ξύλων τροφὸς, διδάσκει λέ γων· "6Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην."6 Ταῦτα δὲ πάντα ἐστὶν εὐώδη καὶ ἄσηπτα ξύλα. Πρόσεστι δὲ τοῖς ἁγίοις, καὶ τὸ εὔοσμον, νοητῶς δὲ διὰ πολι- τείας εὐαγοῦς· καὶ τό γε μὴ καταφθείρεσθαι καθ- ιεμένους ἐκλύτους εἰς ἐπιθυμίας κοσμικὰς, ἑστάναι δὲ καὶ ἐρηρεισμένους, ῥιζοῦντος Θεοῦ, καὶ ἀνέχοντος ταῖς ἐπικουρίαις. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος, καθὰ γέγραπται. Ἔσονται δὲ, φησὶ, ποταμοὶ, καὶ πηγαὶ, καὶ ὑδραγωγοὶ, καὶ ἐν ὄρεσι καὶ πεδίοις, καὶ οἷον πανταχοῦ. Ἔσται δὲ καὶ ἔρημος εἰς ἕλη, ἵνα οἱ καλούμενοι διὰ πίστεως καὶ αὐταῖς ὄψεσιν ἴδω- σιν, ἐπιγνῶσι δὲ καὶ δι' ἐννοιῶν ἀγαθῶν, καὶ δὴ καὶ μάθοιεν ἐκ τῆς τῶν γεγονότων μεγαλουργίας, καὶ ἀδοκήτου μεταβολῆς, ὅτι δὴ μὴ ἁπλῶς μηδὲ αὐτο- μάτως τὰ οὕτω μεγάλα καὶ διαβόητα κατορθοῦσθαι φιλεῖ. Κατέδειξε γὰρ μᾶλλον αὐτὰ χεὶρ Κυρίου, τοῦτ' ἔστι, δύναμίς τε καὶ ἐξουσία θεοπρεπὴς, ἤγουν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα γέγονέ τε ἤδη, καὶ τεθαυματούργηται παρὰ τοῦ Πατρός. Οὐ γὰρ ψευδώνυμοι θεοὶ, οὔτε μὴν στοιχεῖα κοσμικά· ἀλλ' οὐδὲ ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, γέγονεν αὐτῷ ἐργάτης, ἀλλ' ὁ Ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν. 9Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.9 Τὴν τῶν ἐθνῶν κλῆσιν ὡς ἔσται κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ὑποσχόμενός τε ποιήσειν τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, κέδροις τε, καὶ πύξῳ καὶ τοῖς ἑτέροις φυτοῖς κατάκομον ἀπο- φῆναι, καὶ τὴν ἑαυτοῦ χεῖρα θαυμασθήσεσθαι λέγων, ὡς τῶν οὕτω μεγάλων δημιουργὸν, προσδιαλέγεται πάλιν τοῖς τῶν εἰδώλων ποιηταῖς, καὶ τοῖς τὰ τοιάδε τεχνίταις, καί φησιν ἐγγὺς γενέσθαι τὴν κρίσιν αὐτῶν. Κρίσιν δέ φησιν, ἢ τὴν ὀφειλομένην κόλασιν αὐτοῖς. ἤγουν τὴν αἰσχύνην, καὶ ἐντροπήν. Ὁσίᾳ γὰρ ψήφῳ Θεοῦ, καὶ δικαίῳ κρίματι κολασθεῖεν ἂν ὡς ἠπατηκότες τὴν ὑπ' οὐρανὸν, καὶ βουλὰς οὐκ ἀληθεῖς εἰσκεκομικότες. Ἐδίδαξαν γὰρ τοὺς ἐπὶ τῆς γῆς τῷ ξύλῳ λέγειν· "6Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με."6 Ταύτῃτοι καὶ ἐγγίσαι φησὶ τὰς βουλὰς αὐτῶν, τοῦτ' ἔστιν, εἰς πέρας ἐλθεῖν, κατα- σείοντος τὴν πλάνην, καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν κατασκεδαννύντος Θεοῦ, καὶ οὐχ ἑνὸς τῶν παρ' αὐτῶν ὄντος, τῶν ψευδωνύμων δηλονότι φαμὲν, ἀλλὰ Κυρίου, καὶ Θεοῦ κατὰ ἀλήθειαν, καὶ τοῦ βασιλέως Ἰακὼβ, τοῦτ' ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Ἀποφέρει δὲ διὰ τούτων εἰς ἀνάμνησιν τῶν γεγονότων σημείων, ἐπὶ τῇ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, δι' ὧν εὖ μάλα δια γινώσκεται τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, ἢ ἀσυγκρίτου ὑπεροχῆς ἡ δύναμις. 9Ἐγγισάτωσαν, καὶ ἐπαγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν· εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Εἴπατε ἡμῖν, ἀναγ- γείλατε τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσό μεθα, ὅτι θεοί ἐστε. Εὖ ποιήσατε, καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα, ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς.9 Τῆς θείας τε καὶ ἀποῤῥήτου δόξης ἴδιόν τε καὶ ἐξαίρετον τὸ πάντα μὲν εἰδέναι, ἀγνοεῖν δὲ παντε- λῶς οὐδὲν οὔτε τῶν προγεγονότων, οὔτε τῶν ἐνεστη κότων, ἢ τῶν ἐσομένων. Καὶ γοῦν δὴ [γρ. διὰ] μὲν τοῦ πανσόφου Μωσέως τὰ πρὸ τῆς συμπήξεως τοῦδε τοῦ κόσμου, καὶ τὰ ἐν ἀρχαῖς ἐναργῆ τοῖς ἐπὶ τῆς γῆς καθίστησι λέγων· "6Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου·"6 καὶ τὴν παντὸς τοῦ κόσμου ποίησιν ἀκριβέστατα διεξέρχεται. Ἀλλὰ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι-στὸς, ὁ πάλαι λαλήσας ἐκεῖνα διὰ Μωσέως, ἀπήγ- γειλεν ἡμῖν τὰ ἐν ἐσχάτοις· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· "6Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν."6 Ἔστι δὲ ἀκοῦσαι λέγοντος ἐναργῶς· "6Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τί;"6–"6Καὶ γάρ ἐστιν ἀληθῶς ζῶν ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐναργὴς, καὶ τομώτερος μᾶλλον μαχαίρας διστό- μου, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ."6 Ἐπειδὴ δέ ἐστι Θεὸς, σώζει μὲν καὶ εὐεργετεῖ, καὶ ἁπάσης ἐμπίμπλησι θυμηδίας, πνευματικῆς δηλονότι, τοὺς σεβομένους αὐτόν· κακοῖ δὲ καὶ ὑποφέρει ταῖς δίκαις τοὺς καταφρονεῖν εἰωθότας, καὶ ἀγαθουργεῖν οὐκ ἀνεχομένους. Ἀλλὰ τῶν οὐδὲν ἔν γε τοῖς ἐκ λίθων πεποιημένοις κατίδοι τις ἄν. Τί γὰρ οἶδεν ἄψυχος ὕλη; Ἢ πῶς ἂν εὖ ποιήσειάν τινα, ἢ καὶ κακῶσαι δύναιντο τὰ μήτε ἑαυτοῖς ἐπαμῦναι δυνάμε- να, λαβόντα δὲ παρ' ἑτέρων καὶ τὸ ἑστάναι τε καὶ ὁρᾶσθαι μόνον; Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ νομι σθέντες παρ' ὑμῖν εἶναι θεοί· ἀπαγγειλάτωσαν ἃ συμβήσεται, λεγέτωσαν τὰ πρότερα, καὶ τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Γνωσόμεθα γὰρ τότε, φησὶν, ὅτι θεοί ἐστε. Ἀλλ' οὐ δύνασθε, φησὶν, ἀπαγγεῖλαι. Οὐκοῦν κἂν εὖ ποιήσατε καὶ κακώσατε. Εἰ δὲ τούτων δύνασθε δρᾷν οὐδὲν, λοιπὸν ὀψόμεθα, τοῦτ' ἔστιν, εὔκολον ἰδεῖν, πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐστὲ γὰρ ἐκ γῆς βδέλυγμα πεποιημένον. Ἢ γὰρ ἐκ ξύλου φέρε εἰπεῖν τὸ εἴδωλον γένοιτ' ἂν, ἢ λίθου λαμπροῦ καὶ ἐξειλεγμένου, ἤγουν ἐξ ἑτέρας ὕλης· ταῦτα δὲ πάντα ἐστὶν ἐκ γῆς. ∆εῖ δὲ οἶμαι καταθαυμάσαι τοὺς τῶν εἰδώλων προσκυνητὰς, εἰ μηδὲ ἐκεῖνο ἐγνώκασι παρ' αὐτῶν, τὸ, ὅποι ποτὲ καταλήξει τὰ πράγματα αὐτοῖς. Οὐ γὰρ ἔγνωσαν, ἢ προειρήκασιν ὡς αὐτοῖς τεμένεσι κατεμπρησθήσονται, κείσονται δὲ καὶ εἰς γέλωτα κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς πάλαι πεπλανημένοις. 9Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ' ἡλίου ἀνατολῶν· κεκλήσονται τῷ ὀνόματί μου.9 Ὁ μὲν γὰρ τῶν ἀκαθάρτων εἰδώλων ἐσμὸς, ἐπεί- περ ἦσαν ἕτερον οὐδὲν, πλὴν ὅτι μόνον ξύλα τε καὶ λίθοι, πεπλανήκασι τοὺς ἠπατημένους. Ἀπήγγειλαν δὲ αὐτοῖς παντελῶς οὐδὲν ἢ τῶν πρώτων ἢ τῶν ἐσχάτων, οὔτε μὴν εὖ πεποιήκασί τινας, ἤγουν κακῶ- σαι δεδύνηνται. Ἐγὼ δὲ, φησὶν, ἐπείπερ ἀγαθός εἰμι Θεὸς, βεβούλημαι πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Σέσωκα τὴν ὑπ' οὐρανὸν, ἐν ἴσῳ τοῖς τεθνεῶσι κειμένους ἤγειρα πολλούς. Καὶ τίνες ἂν εἶεν οὗτοι διδάσκει λέγων· Τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ' ἡλίου ἀνατολῶν, τοῦτ' ἔστι, τὸν λαὸν τὸν ἐξ ἐθνῶν. Ὡς γάρ τοι πρὸς τὴν τῶν Ἰουδαίων χώραν νοτιωτάτην οὖσαν βορειοτέρα μᾶλλον ἡ τῶν ἐθνῶν, καὶ τὸν πρὸς ἀκτῖνα λαχοῦσα τόπον. Οὐκοῦν ὁ ἀπὸ βοῤῥᾶ, καὶ ἀφ' ἡλίου ἀνατολῶν, εἴη ἂν ὁ ἐξ ἐθνῶν λαὸς, οἳ κέκληνται τῷ ὀνόματι τοῦ Χριστοῦ. Χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ ἐσμέν. Κατεκτήσατο γὰρ αἵματι τῷ ἰδίῳ ἡμᾶς, καὶ ἠγορά- σμεθα τιμῆς, καὶ ἐσμὲν οὐχ ἑαυτῶν. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερ- θέντι. Τοιγάρτοι φαμὲν ὡς πρός γε τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτήν· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν."6 Κεκλήμεθα τοίνυν τῷ ὀνόματι αὐτοῦ, καὶ τοῦτο ἦν ἄρα τὸ εἰρη- μένον διὰ τῆς τοῦ προφήτου φωνῆς· Τοῖς δὲ δου- λεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσε- ται ἐπὶ τῆς γῆς. ∆οκεῖ δὲ, φησὶ, τὸν ἀφ' ἡλίου ἀνατολῶν Χριστὸν εἶναι λέγειν, διά τοι τὸ γεγράφθαι περὶ αὐτοῦ· "6Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ."6 Καὶ πάλιν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς περὶ αὐτοῦ λέγον- τος· "6Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;"6 "6Γέγονε γὰρ ἡμῖν δικαιοσύνη Χριστὸς, ἁγιασμός τε καὶ ἀπολύτρωσις προσέτι."6 9Ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κερα- μέως, καὶ ὡς κεραμεὺς καταπατῶν πηλὸν, κατα πατηθήσεσθε. Τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν; Καὶ ἐροῦμεν, ὅτι ἀληθής ἐστιν. Οὐκ ἔστιν ὁ προλέγων, οὐδὲ ὁ ἀκούων τοὺς λόγους ὑμῶν.9 Ἔμελλε γὰρ Θεοῦ κατανεύοντος, ἡ τῶν εἰδώλων πληθὺς καταπίμπρασθαι, καὶ τοῖς τῶν πιστευσάντων ποσὶ πηλοῦ παρεῤῥίφθαι δίκην. Πεπάτηνται γὰρ, καὶ ὡς χοῦς, ἢ καὶ ὡς πηλὸς κεραμέως, καὶ ἕτερον ὄντα παρὰ τοῦτον οὐδέν. Ἦν γὰρ ἐκ γῆς ἡ γέννησις αὐτοῖς. Ὅτι δὲ ἔμελλε ταῦτα σύμπαντα πρὸς πέρας ἄγεσθαι κατὰ καιροὺς στρατηγούντων ἁγίων, καὶ τοῖς τοῦ Θεοῦ νεύμασιν ὑπηρετούντων νεανικῶς καταδείκνυσι λέγων τὸ, Ἐρχέσθωσαν ἄρχοντες, τοῦτ' ἔστιν, ἀνα- δεικνύσθωσαν οἱ τῶν λαῶν ἡγεμόνες, οἱ τοὺς εἰς ἐμὲ πιστεύοντας ἐπιθήγοντες τῇ πλάνῃ, ἐξοπλίζοντές τε κατὰ τῶν ἀψύχων θεῶν. Τίς γὰρ ἐν αὐτοῖς, φησὶν, ἀπαγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν, ἢ καὶ τὰ ἔμ- προσθεν, ἵνα ἐκβεβηκότων τῶν εἰρημένων εἰς πέρας συννεύσωμεν ὅτι λελαλήκασιν ἀληθῆ; Ἀλλ' οὐκ ἦν, φησὶν, ἐν τοῖς ψευδωνύμοις θεοῖς, ἤγουν ἐν τοῖς ἀκαθάρτοις πνεύμασιν ὁ προλέγων· ἀλλ' οὐδὲ ἐν ἀνθρώποις ὁ ἀκούων τοὺς λόγους ὑμῶν. Πάλαι μὲν κατά τε χώρας καὶ πόλεις ἐν ταῖς τῶν εἰδώλων τεμέ- νεσι ψευδομαντίαι τε ἦσαν, καὶ ψευδηγορίαι δαιμο- νίων, τρίποδες δὲ καὶ λέβητες, καὶ πληθὺς ἀναρίθμη- τος τῶν ἀπατᾷν εἰωθότων· ἐβάδιζον δὲ πολλοὶ χρη- σμοὺς ληψόμενοι παρ' αὐτῶν. Ἐπεὶ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, πεπτώκασι μὲν τὰ ἐν σηκοῖς εἴδωλα, σεσιγήκασι δὲ καὶ οἱ πλανῶντες δαίμονες· μᾶλλον δὲ καὶ κατεπέμφθησαν εἰς ᾅδου, καὶ τεταρτά ρωνται. Κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πάλαι τοὺς παρ' αὐτῶν τιμῶντες λόγους, καὶ τοῦτο διδάσκει λέγων· "6Οὔτε μὴν ὁ ἀκούων τοὺς λόγους ὑμῶν."6 9Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακα-λέσω εἰς ὁδόν. Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν, οὐκ ἦν ὁ ἀναγγέλ- λων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, Πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι· εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.9 Ὑπισχνεῖται πάλιν τὴν τοῦ Σωτῆρος ἀνάδειξιν, δι' οὗ σέσωσται μὲν ἡ ὑπ' οὐρανὸν, κέκληται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας ἡ τῶν πλανωμένων πληθύς. Ἵνα γὰρ ἔχωμεν τὸν καθηγητὴν, τὸν ἀποκομίζειν εἰδότα καὶ δυνάμενον εἰς τὴν τῆς σωτηρίας ὁδὸν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ βασιλεὺς ὢν φύσει· καθὸ καὶ Θεὸς καὶ ἐκ Θεοῦ νοεῖται Πατρὸς, τοῦ δὴ πάντων κρατοῦντος, καὶ ὑπὸ πόδας κειμένην ἔχοντος τὴν κτίσιν· κεχειροτονῆσθαι λέγεται βασι- λεὺς ἐφ' ἡμᾶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· "6Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι."6 Βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανὸν ὁ Χριστὸς, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθίστησι λέγων· "6Ἐδόθη μοι ἐξουσία πᾶσα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς."6 Καίτοι γὰρ τῶν ὅλων κατεξουσιάζων ὡς Θεὸς, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν ἑαυτῷ δεδόσθαι φησὶν, ἅπερ εἶχεν ὡς Θεός. Βασιλεύσας τοίνυν, ἄρχοντας ἐφ' ἡμᾶς κεχειροτόνηκε τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ ἦρξαν ἡμῶν μετὰ κρίσεως, τοῦτ' ἔστι, μετὰ δικαιο- σύνης. ∆ώσω τοίνυν, φησὶ, τῇ Σιὼν, τοῦτ' ἔστι, τῇ Ἐκκλησίᾳ, ἤτοι τῇ τῶν πιστευόντων πληθύϊ, τὴν σώζουσαν ἀρχὴν, τοῦτ' ἔστι Χριστόν. Παρακαλέσω δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἥ ἐστι πάλιν τῆς Ἐκκλη- σίας εἴσοδος. Παρακεκλήμεθα γὰρ δυναμούμενοι διὰ Χριστοῦ, καὶ τὴν εἰς ζωὴν ἀποφέρουσαν τὴν ἀμήρυ- τον δεδιδάγμεθα τρίβον. Ἀπὸ γὰρ τῶν ἐθνῶν, φη- σὶν, ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἧν ὁ ἀπαγγέλλων. Πλεῖστοι μὲν γὰρ ὅσοι γεγόνασι παρ' Ἕλλησι σοφοὶ, καὶ λογάδες· ἀλλ' οὐδεὶς ἦν ἐν αὐτοῖς ὁ διδάξαι δυνάμενος τὴν εἰς εὐσέβειαν ὁδόν. Εἰδώλων δὲ πλήρεις οἱ παρ' αὐτοῖς ὄντες ἦσαν νέοι, ἀλλ' οὐδὲ ἐν τοῖς εἰδώλοις, ἤγουν ἐν τοῖς ψευδωνύμοις θεοῖς ἦν ὁ τὴν τοῦ συμφέροντος θήραν ἀγγεῖλαι δυνάμενος, ἤγουν εἰς ὁδὸν ἀπευθῦναι δικαιοσύνης. Μᾶλλον δέ τι τοῦτό φημι· Οὐδ' ἂν εἰ ἐρωτηθεῖεν, φησὶ, Πόθεν ἐστέ; δύναιντ' ἂν ἀποκρίνασθαι. Οἱ δὲ ἑαυτοὺς οὐκ εἰδότες, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος, πῶς ἂν ἑτέροις γένοιντο καθηγηταί; ἢ πῶς ἄν τισι καταδείξειαν ὅλως τὸ τελοῦν εἰς ὄνησιν; Εἰσὶ γὰρ, εἰσὶν ὑμᾶς μὲν ποιοῦντες τοὺς ψευδωνύμους πλάττοντες Θεοὺς, ὑμᾶς δὲ πάλιν πλανῶντες τοὺς προσκυνοῦντάς γε αὐτούς. 9Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐ κεκράξεται, οὐδὲ ἀν- ήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κά- λαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λῖνον τυφόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη καὶ λαοὶ ἐλπιοῦσιν.9 Προεπήγγελται, λέγων, Ἀρχὴν Σιὼν δώσω, καὶ ποία τις αὕτη διαδείκνυσι σαφῶς. Κεχειροτόνηται γὰρ ἐπὶ τὴν νοητὴν Σιὼν, τοῦτ' ἔστιν, ἐπὶ τὴν Ἐκ- κλησίαν ἄρχων καὶ καθηγητὴς, οὐκ εἰς ἀρχὴν τοῦ πράγματος ἀναβαίνων τότε, ὅτε καὶ εἰς τοῦτο παρ- ενεχθῆναι λέγεται. Ἦν γὰρ καὶ ἔστιν ἀεὶ βασιλεὺς, καὶ τῶν ὅλων Κύριος ὁ ἐκ Παρθένου Λόγος. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἴδιον ποιεῖται τὸ τῆς ἀνθρω- πότητος μέτρον. Οὕτω γὰρ ἦν ἀληθῶς, καὶ ἀνεν- δοιάστως πιστεύεσθαι πρὸς ἡμῶν, ὅτι γέγονε καθ' ἡμᾶς. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν τὸ κατὰ πάντων κράτος, τῆς μετὰ σαρκὸς οἰκονομίας ἔσται τὸ λαβεῖν, οὐ τῆς ὑπεροχῆς αὐτοῦ, καθ' ἣν νοεῖται τῶν ὅλων ∆εσπότης. Ἰακὼβ δὲ αὐτὸν ἀποκαλεῖ καὶ Ἰσραὴλ,ὡς ἐξ αἵματος γεγονότα τὸ κατὰ σάρκα τὸν ἐξ Ἰα- κὼβ, ὃς μετωνομάσθη καὶ Ἰσραήλ. Φησὶ δὲ, ὅτι Ἀντιλήψομαι, καὶ ἀπόλεκτον ὀνομάζει. Συνειργά- ζετο γὰρ ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὡς δυνάμεως τῆς ἰδίας ἀπετέλει τὰς μεγαλουργίας. Ἔστι δὲ καὶ ἀπό- λεκτος ἀληθῶς, ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ παραδεκτὸς ὡς ἠγαπη- μένος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ. Ἔφη γοῦν· "6Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα."6 Ὅτι δὲ κέχρισται κατὰ τὸ ἀνθρώ- πινον, καὶ μετεσχηκέναι λέγεται τοῦ ἁγίου Πνεύμα- τος, καίτοι τὸ Πνεῦμα διδοὺς αὐτὸς, καὶ ἁγιάζων τὴν κτίσιν, σαφηνιεῖ λέγων· Ἔδωκα τὸ Πνεῦμά μου ἐπ' αὐτόν. Βαπτισθέντι γὰρ αὐτῷ τὸ Πνεῦμα, φησὶν, ἐπεφοίτηκεν ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς καὶ ἔμεινεν ἐπ' αὐτόν. Εἰ δὲ ἐν καιρῷ τοῦ βαπτισθῆναι δέχεται τὸ Πνεῦμα τῷ τῆς ἀνθρωπότητος μέτρῳ, εἴη ἂν μετὰ τῶν ἄλλων, καὶ τοῦτο. Οὐ γάρ τοι καθ' ὃ Θεός ἐστιν, ἡγιάζετο τὸ Πνεῦμα λαβών· αὐτὸς γὰρ, ὡς ἔφην, ὁ ἁγιάζων ἐστίν· ἀλλὰ καθὸ πέφηνεν ἄν- θρωπος οἰκονομικῶς. Κέχρισται τοίνυν, ὥστε κρίσιν τοῖς ἔθνεσιν ἐξοῖσαι. Κρίσιν δὲ τὴν δικαιοκρισίαν ἐν τούτοις φησί. ∆εδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν. Καὶ τοῦτο ἡμᾶς αὐτὸς ἐδί- δαξεν, εἰπών· "6Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυ- τόν."6 Κατεψηφίσατο μὲν γὰρ τὸν ὄλεθρον τοῦ πλεο- νεκτήσαντος, ὡς ἔφην, τὴν ὑπ' οὐρανὸν, ὁσίῳ δὲ κρίματι σέσωκε τοὺς ἠπατημένους. Ἀλλ' οὐ κεκρά- ξεται, φησὶν, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Ἐπεδήμησε γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν ὑφέσει πολλῇ καὶ ἀφιλοκομπίᾳ, καὶ οἷον ἀψοφητὶ, καὶ ἀδικῶν οὐδένα· ἀλλ' ἐν σιγῇ τε, καὶ ἠρεμίᾳ, ὥστε καὶ συντεθλασμένον μὴ συντρῖψαι κάλαμον, μήτε μὴν λῖνον τυφόμενον σβέσειν, τοῦτ' ἔστι, μήτε τοῖς ἄγαν εὐτελεστάτοις καὶ εὐτολμό- τατα λίαν ὑπομένειν εἰωθόσι τὸ βλάβος ἐπαφεῖναι πόδα. Τί οὖν ἐργάσεται, καὶ τί κατορθώσει τοῖς ἔθνεσιν; Εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἐν τούτοις ἔοικε τὸν νόμον ἀποκαλεῖν. Γέγραπται γὰρ περὶ τοῦ Ἰσραὴλ, καὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν· καὶ πάλιν, Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Τὴν κρίσιν τοίνυν ἤτοι τὸν νόμον τὸν ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν ἐξοίσει τῶν εὐαγγελικῶν θεσπι- σμάτων, δι' ὧν τῆς ἀρεσκούσης αὐτῷ πολιτείας ἀν- έδειξε τὴν ὁδὸν, καὶ τὴν ἐν γράμματι κατὰ νόμον λα- τρείαν μετέστησεν εἰς ἀλήθειαν. Καὶ πεπαρῳνήκασι μὲν εἰς αὐτὸν οἱ τάλανες Ἰουδαῖοι θανάτῳ τῷ τῆς σαρκὸς λυπῆσαι τολμήσαντες. Πλὴν ἀνέλαμψεν ὡς φῶς, καὶ οὐ συνεθραύσθη, τοῦτ' ἔστιν, οὐ νενίκηται τῇ φθορᾷ, οὐ κεκράτηκεν ἡ τῶν ἐπιβουλευθέντων ἀπόνοια. Λέλυται γὰρ ὁ θάνατος, καὶ ἀνεβίω θεοπρε- πῶς, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ γέγονε τοῖς κατὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν σωτηρίας ἀφορμὴ τὸ παθεῖν αὐτόν. Οὐ θραυσθήσεται τοίνυν, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν. Καὶ μὴ ὑπολάβῃς ὅτι καιρὸν ὁρίζει τινὰ καθ' ὃν θραυσθήσεται, τοῦτ' ἔστι, μετὰ τὸ θεῖναι τοῖς ἐπὶ τῆς γῆς τὴν κρίσιν· ἀλλ' ἐκεῖνο μᾶλλον φησὶ, Περιγενήσεται τῶν ἀνθεστηκότων, καὶ κρατήσει τοσοῦ- τον, ὥστε καὶ ἐν πάσῃ τῇ γῇ θεῖναι τὴν κρίσιν. Κε- κήρυκται γὰρ τὸ Εὐαγγέλιον ἐν πάσῃ τῇ γῇ, καὶ οἷον πέπηγε τὰ αὐτοῦ θεσπίσματα. Γέγραπται γὰρ, ὅτι "6∆ικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια."6 Ἤλπισέ γε μὴν τὰ ἔθνη, φησὶν, ἐπὶ τῷ ὀνό- ματι αὐτοῦ. Ἐπεγνωκότα γὰρ ὅτι Θεὸς κατὰ ἀλήθειαν ἐστὶ, καὶ εἰ πέφηνε σαρκὶ, αὐτὸν ἐλπίδα ποιή- σονται, καὶ καθά φησιν ὁ Ψάλλων· "6Ἐν τῷ ὀνόμασι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν."6 Κεκλήμεθα γὰρ Χριστιανοὶ, καὶ ἐπ' αὐτῷ πᾶσαν ἔχομεν ἐλπίδα. 9Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐ- τῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Ἐγὼ Κύ- ριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρα- τήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε. Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δε- σμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθ ημένους ἐν σκότει βαθεῖ.9 Ψευδοπροφῆται, καὶ ψευδομάντεις πλεῖστοι μὲν ὅσοι γεγόνασι κατὰ καιροὺς ἐν τῷ Ἰσραήλ. Συμβέ- βηκε δὲ ταύτης ἕνεκα τῆς αἰτίας ἀπιστεῖσθαι καὶ αὐτοὺς τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, καὶ προ- φήτας ἀληθῶς, καὶ ἐν Πνεύματι ἁγίῳ λαλεῖν εἰωθό- τας. Καὶ τό γε παράδοξον, ὅτι καὶ αὐτὸς ἐλοιδορήθη Χριστὸς, ὡς οὔτε ἀπεσταλμένος παρὰ Θεοῦ, οὔτε μὴν ἀληθῶς ἅγιός τε ὑπάρχων, καὶ ἐν ὑπεροχῇ θεό- τητος ἀποτελῶν τὰ παράδοξα. Καὶ γοῦν οἱ τῶν Ἰου- δαίων καθηγηταὶ, καίτοι τερατουργοῦντα βλέποντες, ποτὲ μὲν ἔφασκον αὐτὸν ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια· ποτὲ δὲ πάλιν ἀλ λήλοις προσελάλουν· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Καὶ πρός γε ταῦτα, Χριστὸς ἐπειρᾶτο πλειστάκις ἀπολογεῖσθαι καὶ πληροφορεῖν ὅτι μὴ κατ' ἐκείνους ἐστὶ τοὺς ἐν ψιλῇ καὶ μόνῃ γεγονότας δοκήσει τοῦ ἀπεστάλθαι παρὰ Θεοῦ. Ἔφη γοῦν· "6Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι."6 Καὶ πάλιν· "6Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου."6 Ἵνα τοίνυν καὶ αὐτὸν ἔχῃ μαρτυροῦντα τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ διὰ προφητῶν ἁγίων χρησίμως τε καὶ ἀναγκαίως ἔφησεν, ὅτι Ἐγὼ Κύ- ριος ὁ Θεὸς ὁ διαπήξας τὸν οὐρανὸν, ὁ τὴν γῆν ἑδραιο- τάτην καὶ ἀκλόνητον ἀποφήνας, ὁ ζῶν καὶ ζωοποιὸς, καὶ πνοὴν ἅπασι διδούς. Ἐγὼ ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος ἐκάλεσά σε ἐν δικαιοσύνῃ. Οὐ γὰρ αὐτόμολος, φησὶ, κατ' ἐκείνους γέγονε τοὺς ψευδοπροφήτας, τοὺς ἀπὸ καρδίας αὐτῶν λαλοῦντας, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· ἀλλ' ἐγώ σε κέκληκα, τοῦτ' ἔστι, κατ' εὐδο- κίαν ἐμὴν ἐν δικαιοσύνῃ παρήγαγον. Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· ἀντὶ τοῦ, Συνεργάσομαί σοι, καὶ ἀποφανῶ πάντα ἰσχύοντα. Καὶ οὔτι πού φα- μεν ὡς ἀσθενῆ καὶ ἀναλκῆ οἶδεν ὄντα τὸν Υἱὸν ὁ Πατὴρ, οὔτε μὴν ἐπικουρίας ἐνδεᾶ. Αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος, καὶ ἡ τοῦ Πατρὸς ἀνίκητος δεξιὰ, δι' ἧς τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν. Ποιεῖ- ται δὲ πάλιν τοὺς λόγους, ὡς πρὸς ἕνα τῶν καθ' ἡμᾶς, καθ' ὃ πέφηνεν ἄνθρωπος, καὶ δοκεῖ πως διὰ τὸ ἀνθρώπινον δυναμοῦσθαι παρὰ τοῦ Πατρός. Οὕτω γὰρ αὐτὸν καὶ ἀναστῆσαι λέγεται, δοῦναί τε δόξαν αὐτῷ, καὶ ἀποφῆναι κρείττονα τῆς τῶν φονευόντων ἐπιβουλῆς. Εἰ γὰρ τεταπείνωκεν ἑαυτὸν, καὶ καθ- ῆκεν ἑκὼν εἰς κένωσιν, δεῖ δὴ πάντως καὶ τὸ τῆς κενώσεως ὁρᾶσθαι μέτρον, καὶ δι' αὐτῶν τῶν πραγ- μάτων νοεῖσθαι τὸ ταπεινόν. Ὅρα δὲ ὡς περὶ ἀν θρώπου λέγων τὸ, Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, εὐθὺς διαδείκνυσι Θεὸν ὄντα φύσει καὶ Υἱὸν ἀληθῶς, καὶ φῶς ἐκ φωτός. ∆έδωκα γάρ σε, φησὶν, εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ἀφίκετο γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, καὶ τοῖς ἐκ γένους, τοῦτ' ἔστι, ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐ- τῶν γὰρ πέφηνεν τὸ κατὰ σάρκα γεννηθεὶς ἐκ γυναι- κός· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγ- γελμένην διὰ φωνῆς προφητῶν. Γέγονε δὲ καὶ τοῖς ἔθνεσι φῶς. Θεοπρεπὲς δὲ καὶ τοῦτο. Τὸ γάρ τοι νο- μοθέτην, καὶ ἄπρακτον ἀποφῆναι τὴν τοῦ πανσόφου Μωσέως σκιὰν, προσεπιθεῖναι δὲ τοῖς ἀρχαίοις τὰ νέα θεοπρεπεστάτῃ ἐξουσίᾳ, τὸ δὲ δὴ καὶ φωτίζειν τοὺς ἐν σκότῳ δύνασθαι, καὶ τυφλῶν ἀνοίγειν ὀφθαλ- μούς· ἐνήστραψε γὰρ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν, τοῦ, καὶ ὅτι Θεὸς, καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστίν; Ὅτι δὲ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξε, καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη Χριστὸς, καὶ πάντας ἀνῆκε δεσμῶν, καὶ ἀνάγκης, καὶ ποινῆς, καὶ δίκης, προαπέφηνεν εἰπὼν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἵκου φυλακῆς καθ- ημένους ἐν σκότει. 9Ἐγὼ Κύριος ὁ Θεὸς, τοῦτό μού ἐστιν ὄνομα. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἂ ἐγὼ ἀναγγελῶ. Καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.9 Κυρίως γὰρ καὶ ἀληθῶς καὶ μόνος Θεὸς ἂν εἴη, καὶ λέγοιτο πρὸς ἡμῶν ὁ τῶν ὅλων ∆ημιουργός. Καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος· "6Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ καὶ κύριοι ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀλλ' ἡμῖν εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ."6 Ἐπειδὴ δὲ μεγάλων ἡμῖν καὶ τεθαυμασμένων πραγμάτων ἀπο- τελεστὴν ἑαυτὸν εἰσκεκόμικεν, οὐ τοῖς ἀψύχοις εἰ δώλοις, οὔτε μὴν ἑτέρῳ τινὶ τῶν κτισμάτων τὴν ἑαυτοῦ δόξαν χαριεῖσθαί φησιν, ἤτοι τὰς θεοπρεπεῖς ἀρετὰς, ἀλλ' ἑαυτῷ τηρῆσαι μόνῳ. Καὶ γὰρ ἦν ἀκόλουθον τὴν τῆς θεότητος δόξαν, οὐδενὶ τῶν ἄλλων καὶ παρ' αὐτῶν οὐσιωδῶς ἑτέρῳ ἐμπρέπειν, ἀλλ' αὐτῇ καὶ μόνῃ τῇ ἀῤῥήτῳ καὶ ὑπὲρ πάντα φύσει. Οὐδενὶ δὲ λέγων τὴν ἑαυτοῦ χαριεῖσθαι δόξαν, δέ- δωκεν αὐτὴν τῷ Υἱῷ· δεδόξασται γὰρ, καθάπερ ἀμέ- λει καὶ ὁ Πατὴρ προσκυνούμενος ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. Πῶς οὖν ἄρα δέδωκεν ὡς οὐκ ὄντι παρ' αὐ- τῶν ἑτέρῳ, κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἑκάτερος ἀπετέμνετο; Μία γὰρ ἡ τῆς ἀνωτάτω θεότητος φύσις ἐν τρισὶν ὑπο στάσεσιν ἰδικαῖς, νοουμένη τε καὶ προσκυνουμένη παρὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων. Λέγων· Τὰ δὲ ἀπ' ἀρχῆς, ἰδοὺ ἥκασι. Καὶ καινὰ, ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι, ἐδηλώθη ἡμῖν· οὐκ ἐφίησι πρὸς ἡμῶν τὸν τοῦ Σωτῆρος κατά τι γοῦν ὅλως ἀπιστεῖ- σθαι λόγον. Ὥσπερ γὰρ, φησὶν, εἰς πέρας ἤχθη τὰ ἀπ' ἀρχῆς εἰρημένα περὶ τῆς ἐπιδημίας αὐτοῦ, οὕ- τως ἐκβήσεται πρὸς τὴν ἀλήθειαν· καὶ ἅπερ ἂν εἴπῃ καινὰ, πρὶν ἐμφανῆ γενέσθαι δηλωθῇ. Ποῖα δὲ ταῦτά ἐστιν; Ἐπηγγείλατο γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰη-σοῦς ὁ Χριστὸς τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωήν, δηλονότι τὴν ἐν ἀφθαρσίᾳ, καὶ ἁγιασμῷ, καὶ δικαιο- σύνῃ, τὴν τῶν οὐρανῶν βασιλείαν· τῶν πνευματι- κῶν ἀγαθῶν τὴν εὐκλεᾶ μέθεξιν, τοὺς τῆς ἐπιεικείας καρποὺς, τῆς εὐσεβείας τὰ γέρα, τῆς εἰς αὐτὸν ἀγά- πης τὸν στέφανον· ὧν καὶ ἡμᾶς γένοιτο τυχεῖν δι' αὐτοῦ χάριτος καὶ φιλανθρωπίας· δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύ- ματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

{1ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΛΟΓΟΣ Αʹ.}1

Ἐπέφανεν ἐν ἡμῖν Θεὸς ὢν Κύριος, κατὰ τὰς Γραφὰς, καὶ σεσαγήνευται δι' αὐτοῦ πρὸς τὴν διὰ πίστεως χάριν ἡ τῶν πλανωμένων ἀγέλη. Προσδο- κία γὰρ ἦν ἐθνῶν, καὶ τοὺς ἐν ὀμίχλῃ καὶ σκότῳ πρὸς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς ὁ Θεὸς καὶ Πα- τὴρ δι' αὐτοῦ. Καὶ τοῦτο ἡμῖν κατέστησεν ἐναργὲς διὰ τῶν ὀπίσω, βραχὺ λέγων· "6Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυ- λακῆς καθημένους ἐν σκότῳ βαθεῖ."6 Τέθειται γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς διαθήκην μὲν τοῦ κατὰ σάρκα γένους, φημὶ δὴ τῶν ἐξ Ἰσραὴλ, οἷς καὶ πάλαι Θεὸς ἐπηγγέλλετο δι' ἑνὸς προφήτου λέγων· "6Ἰδοὺ ἡμέραι ἔρχονται, λέ- γει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν."6 Μω- σῆς μὲν γὰρ ὁ θεσπέσιος, σκιᾶς καὶ τύπου διάκονος ἦν, ἐν μέτροις ὑπάρχων τοῖς ἱκετικοῖς. Χριστός γε μὴν ὡς Υἱὸς καὶ Κύριος διαθήκης καινῆς γέγονε βραβευτής. Καινῆς δέ φημι, τῆς εἰς καινότητα ζωῆς ἁγίας ἀναμορφούσης τὸν ἄνθρωπον, καὶ διὰ πολι- τείας εὐαγγελικῆς εὐδόκιμον, καὶ ἀληθινὸν ἀποφαι νούσης προσκυνητήν· "6Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀλη- θείᾳ δεῖ προσκυνεῖν."6 Οὐκοῦν τέθειται εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς κατεσκότισε τῶν ἐθνῶν τὰς καρδίας· "6Ἐματαιώθησαν γὰρ ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετρα- πόδων, καὶ ἑρπετῶν."6 Τὸ δέ γε φῶς τὸ ἀληθινὸν, τοῦτ' ἔστι, Χριστὸς, ὡς νοητὸς ἡμῖν ἀνέτειλεν ἑωσφό- ρος, καὶ ὡς τῆς δικαιοσύνης ἥλιος, τὴν τῆς ἀληθοῦς θεογνωσίας ἁπλώσας ἀκτῖνα, τὸν ἐκ διαβολικῆς ἀπά- της ἐπισκήψαντα τοῖς ἐπὶ τῆς γῆς κατεσκέδασε σκό- τον· ἠλευθέρωσεν ἐκ δεσμῶν τοὺς ταῖς τῶν οἰκείων πλημμελημάτων σειραῖς ἐν ἀφύκτοις εἰλημμένους. Ὅτι τοίνυν οἱ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, οἱ σκότον ἔχοντες εἰς νοῦν, οἱ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν ἀναπεπεισμένοι προσκυνεῖν, οἱ μακρὰν ὄντες Θεοῦ, κεκλήσονται διὰ πίστεως τῆς ἐν Χριστῷ, ἐπιγνώσονταί τε τὸν τῶν ἁπάντων Βασιλέα καὶ Κύριον, διαδείκνυσιν εὖ μάλα τῆς προφητείας ὁ λόγος. Προστάττει γὰρ τοῖς ἠλεημένοις διὰ Θεοῦ δοξολογεῖν αὐτὸν, οὕτω τέ φησιν· 9Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐ τοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ' ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέον- τες αὐτήν· αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς.9 Καινὸς ὁ ὕμνος, καὶ τῇ τῶν πραγμάτων καινότητι πρέπων. "6Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, κατὰ τὸ γεγραμμένον, καὶ τὰ ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά."6 Λελύτρωνται μὲν γὰρ ἐκ τῆς Αἰ- γυπτίων πλεονεξίας οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσι τεύοντος τὸ τηνικάδε τοῦ πανσόφου Μωσέως, καὶ πλινθείας ἐξῄρηνται, καὶ ἱδρώτων κενῶν τῶν ἐπὶ γηΐνοις σπουδάσμασιν ἔργον κηδεστῶν ἀγριότητος, καὶ τῆς τοῦ κρατοῦντος ἀπανθρωπίας· διεβιβάσθη- σαν διὰ μέσης θαλάσσης, ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, ἔπιον ὕδωρ ἐκ πέτρας, ἀβρόχῳ ποδὶ διῆλθον τὸν Ἰορδάνην, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγ- γελίας. Τάδε ἐφ' ἡμῖν πάντα καινὰ, καὶ τῶν ἀρχαίων ἀσυγκρίτως ἐν ἀμείνοσιν. Οὐ γὰρ σαρκικῆς, μᾶλλον δὲ πνευματικῆς δουλείας ἐξῃρήμεθα, καὶ ἀντὶ τῶν περὶ γῆν σπουδασμάτων τῶν ἐκ φιλοσαρκίας ἀπηλ- λάγμεθα μολυσμῶν· οὐκ ἐργοδιώκτας ἐφύγομεν Αἰ- γυπτίους, οὐδὲ τύραννον μὲν ἀσεβῆ, καὶ ἀνήμερον, πλὴν ἄνθρωπον καθ' ἡμᾶς, τοὺς συνωθοῦντας δὲ μᾶλλον εἰς ἁμαρτίαν πονηροὺς καὶ ἀκαθάρτους δαί- μονας, καὶ τὸν ταῖς τούτων ἀγέλαις ἐφεστηκότα, τοῦτ' ἔστι, Σατανᾶν. ∆ιέβημεν καθάπερ τινὰ θάλατ- ταν, τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τὴν ἐν αὐτῷ τύρβην, καὶ εἰκαίους ὄντως περισπασμούς. Ἐφάγομεν τὸ μάννα τὸ νοητὸν, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ· ἐπίομεν ὕδωρ ἐκ πέτρας, τοῖς Χριστοῦ νάμασιν ἐντρυφήσαντες, νοητοῖς δὲ δηλονότι. ∆ιέβημεν τὸν Ἰορδάνην, ἀξιω- θέντες τοῦ ἁγίου βαπτίσματος, εἰσήλθομεν εἰς τὴν τοῖς ἁγίοις ἐπηγγελμένην καὶ πρέπουσαν γῆν, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ διαμνημονεύει, λέγων· "6Μακά- ριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν."6 Οὐκοῦν ἐπὶ καινοῖς κατορθώμασι, καινὸν ἔδει γενέ- σθαι τὸν ὕμνον παρὰ τῆς ἀρχῆς αὐτοῦ· τοῦτ' ἔστι, παρὰ τῶν ὑπ' αὐτῷ γεγονότων καὶ ἀρχομένων ὑπ' αὐτοῦ· γενέσθαι δὲ τὸν ὕμνον, ἤτοι τὴν αὐτῷ πρέ- πουσαν δοξολογίαν, οὐ κατά γε μόνην τὴν τῶν Ἰου- δαίων χώραν, ἀλλὰ γὰρ ἀπ' ἄκρου τῆς γῆς εἰς ἄκρον δηλονότι, τοῦτ' ἔστιν, ἅπασαν τὴν ὑπ' οὐρανόν. Πά- λαι μὲν γὰρ ἦν ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ δὲ κεκλήμεθα διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν ἀληθείας, πλήρης γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὕτω γάρ που καὶ ὁ Ψάλλων φησίν, ὅτι "6Πληρω- θήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ."6 Τίνες οὖν οἱ δοξολογεῖσθαι τὸ ὄνομα αὐτοῦ προστάττοντες ἀπ' ἄκρου τῆς γῆς, οἱ τοὺς ᾠδοὺς ἱστάντες αὐτῷ, καὶ χοροστατεῖν ἀναπείθοντες, καὶ εἰς θίασον συγκα- λοῦντες πνευματικὸν, οἱ καταβαίνοντες εἰς θάλασσαν, καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς; ∆ιαμέμνηται δὲ, καθάπερ ἐγῷμαι, τῶν ἁγίων ἀποστόλων. Οὐ γάρ τοι κατὰ μόνην τὴν Ἰουδαίαν ἐκήρυττον τὸν Ἰησοῦν, καὶ τὴν δι' αὐτοῦ χάριν, ἀλλὰ γὰρ καὶ θάλασσαν διαπεραιούμενοι ταῖς τῶν ἐθνῶν εὐηγγελίζοντο χώραις. Ἀφίκοντο γοῦν καὶ μέχρι τοῦ Ἰλλυρικοῦ, καὶ ἐπέκεινα, ὥστε καὶ τὰς ἐν τῇ θα- λάσσῃ νήσους μὴ ἀνηκόους ἀπομεῖναι τῶν ἱερῶν κη- ρυγμάτων, μήτε μὴν τοὺς οἰκοῦντας αὐτάς. Καὶ ἱστορικῶς μὲν ὡδὶ τοῖς εἰρημένοις προσβαλεῖς. Συν- ήσεις δὲ, εἰ δοκεῖ, καὶ καθ' ἕτερον τρόπον τῆς προφη- τείας τοὺς λόγους. Θαλάσσῃ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ παρεικάζει πολλάκις τόνδε τὸν κόσμον, ἤτοι τὸν βίον τὸν ἀνθρώπινον, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· "6Αὕτη ἡ θάλασσα ἡ μεγάλη, καὶ εὐρύ- χωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μι- κρὰ μετὰ μεγάλων."6 Ἐοικέναι δὲ θαλάσσῃ τὸν καθ' ἡμᾶς ἰσχυρίζεται βίον, δι' αὐτὸ τάχα που τὸ ἀστά- θμητον τῶν ἐν αὐτῇ πραγμάτων, καὶ τὸ ἄνω τε, καὶ τὸ κάτω, καὶ τὸ ἐν συγχύσει πολλῇ. ∆ιαπλέουσι δὲ τὴν τοιάνδε θάλασσαν οἱ μὴ βαπτιζόμενοι παρ' αὐτῆς, ἀνανηχόμενοι δὲ ὥσπερ, καὶ περισπασμῶν ἑαυτοὺς ἀπαλλάττοντες κοσμικῶν. Οὗτοι τῆς παρὰ Θεοῦ τυ- χόντες ἐπικουρίας, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων ἀεὶ μεμνημένοι δοξολογοῦσιν αὐτὸν, αἵ τε νῆσοι, τοῦτ' ἔστιν, αἱ Ἐκκλησίαι μονονουχὶ τῇ νοητῇ διεσω- σμέναι θαλάσσῃ, καὶ δεχόμεναι τοὺς χειμαζομένους ὑπὸ πνεύματος πονηροῦ, αὗται δοξολογοῦσι Χριστὸν, ἤγουν οἱ κατοικοῦντες αὐτάς. Ἐκκλησίας γὰρ ὅτε φαμὲν, ἤγουν ὀνομάζομεν, τοὺς ἐν αὐταῖς ὄντας ἁγίους προσκυνητὰς σημαίνομεν. Ἰστέον γε μὴν κἀκεῖνο· Καλοῦνται γὰρ νῆσοι καὶ ὅσαιπέρ εἰσι κωμῶν ἢ πόλεων ἐν μέσῳ κείμεναι πολλῆς τε καὶ εὐρείας γε μὴν ἐρήμου. 9Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύ- λεις, καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσον- ται οἱ κατοικοῦντες Πέτραν, ἀπ' ἄκρων τῶν ὀρέων βοήσουσι. ∆ώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.9 Οἱ μακάριοι προφῆται τοὺς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐξυφαίνοντες λόγους, τῆς τῶν ἐθνῶν κλήσεως ποιοῦνται μνήμην πλεισταχοῦ. Καὶ γὰρ ἦν, ὡς ἔφην, ἐθνῶν προσδοκία Χριστός. Ἐπαφιᾶσι δὲ τοὺς περὶ τῶν τοιούτων λόγους, οὐχ ἅπασιν ἁπλῶς τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι καὶ λαοῖς. Οὐ γὰρ ἦν εἰκὸς ἀναριθμήτου πληθύος ἀναπιμπλάσης τὴν ὑπ' οὐρανὸν ἰσχνοεπεῖν ἑλέσθαι τοσοῦτον, ὡς καὶ ἁπάντων ποιεῖσθαι μνήμην ὀνομαστί τε, καὶ κατὰ γένος, δεχόμενοι δὲ πολλάκις τὰς ὁμόρους μὲν τῇ Ἰουδαίᾳ χώρας, εἰδωλολατρούσας δὲ σφόδρα, εἶτα ταύτας κληθήσεσθαι λέγοντες κατὰ καιροὺς, ὡς ἐκ μέρους τὴν τοῦ παντὸς ἐποιοῦντο δήλωσιν. Ὁμόρου τοίνυν οὔσης τῇ τῶν Ἰουδαίων γῇ τῆς πλατείας ἐρήμου τῆς κατὰ νότου κειμένης, ἣν δὴ κατενέμοντο τὰ Σαρακηνῶν καὶ Ἀῤῥάβων ἔθνη, τοὺς οἰκοῦντας ἐν αὐτῇ τεύξεσθαί φασι κατὰ καιροὺς τῆς διὰ Χρι στοῦ χάριτος, καὶ σωτηρίας. Ὀνόματα δὲ ταῖς κώμαις, ἤτοι ταῖς πολίχναις, ταῖς κατά γέ φημι τὴν ἔρημον, ἀπαύλεις, καὶ Κηδὰρ, καὶ Πέτρα, κατὰ τὴν Ἀῤῥά- βων γῆν καὶ εἰς δεῦρο κειμένη, οὕτω τε ὠνομασμένη. ∆εισιδαιμονέστατοι δὲ, ὡς ἔφην, οἱ περὶ ὧν ὁ λόγος, ἤγουν οἱ τούτων οἰκήτορες, καὶ ὁλοτρόπως ἐκνενεύ- κασιν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἐπειδὴ δὲ ἔμελλον, ὡς ἔφην, ἐν μεθέξει γενέσθαι κλήσεώς τε καὶ σωτηρίας τῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ πίστεως τῆς ἐν Χριστῷ· ταύτῃτοι καὶ μάλα εἰκότως, ὡς ὡραίους ἔχων τοὺς πόδας ὁ προφήτης, ἐν τούτοις εὐαγγελί- ζεται γὰρ ἀγαθὰ, μονονουχὶ καὶ εἰς ὕψος αἴρει τὴν βοὴν, καί φησιν· "6Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφραν- θήσονται οἱ κατοικοῦντες Πέτραν."6 Ἔνδειξις δὲ με- γάλη, καὶ ἀξιάγαστος τῆς τοῦ Σωτῆρος ἡμῶν δυνά- μεως, καὶ ὑπεροχῆς τὸ χρῆμά ἐστι, τοῦ τὰς οὕτω σκληρὰς, καὶ ἀνουθετήτους καρδίας, εὐκόλως κατα- μαλάξαντος, καὶ ἀναπείσαντος μὲν τῆς ἀρχαίας ἀπά- της ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ τὰ ἀμείνω, καὶ μεθαρ- μόζεσθαι πρὸς ἀλήθειαν. Καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ προκαταμεμήνυκε λέγων, ὅτι "6Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην, ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ' ἔστι, τρυ- φερὰν, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος."6 Οὐκοῦν ὅτι κεκλήσονται καὶ αὐτοὶ, κατεσήμαινε λέ- γων· Εὐφράνθητι, ἔρημος, καὶ τὰ τούτοις ἐφεξῆς. Οἱ δέ γε ἀπ' ἄκρων τῶν ὀρέων βοῶντες, διδόντες τε τῷ Θεῷ δόξαν, καὶ ἐν ταῖς νήσοις ἀναγγέλλοντες τὰς ἀρε- τὰς αὐτοῦ, τίνες εἶεν ἂν, ἄξιοι ἰδεῖν. Λυπεῖ τοιγαροῦν οὐδὲν, καὶ αὐτοὺς νοεῖσθαι τοὺς κεκλημένους, οἱ Πέ τραν οἰκοῦντες, ὑψηλὴν οὕτω καὶ ἠρμένην χώραν τε καὶ πόλιν, οὐκέτι μὲν ὕμνους καὶ ᾠδὰς ὑφαίνουσι τοῖς ψευδωνύμοις θεοῖς, δοξολογοῦσι δὲ μᾶλλον τὸν καταφωτίσαντα Θεὸν, καὶ σαγηνεύσαντα πρὸς ἀλή- θειαν. Ἤγουν οἱ ἀπ' ἄκρων τῶν ὀρέων βοῶντες, λέ- γοιντ' ἂν εἶναι, καὶ μάλα ὀρθῶς, οἱ θεσπέσιοι μαθη- ταί. Οἷς καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης· "6Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσα- λήμ. Ὑψώσατε, μὴ φοβεῖσθε."6 ∆ιεκήρυττον γὰρ ἐν παῤῥησίᾳ πολλῇ, καὶ οὐδένα τῶν ὄντων λανθάνειν ἤθελον, ἀλλ' ἦσαν περίοπτοι τοῖς ἁπανταχοῦ, καθὰ πόλις ἐν ὄρει κειμένη· καὶ ὁ λόφος αὐτοῖς οὐκ ἐν παραβύστῳ, καὶ λεληθότως ἦν, ἀλλ' ἐν πολλῇ παῤῥη- σίᾳ, καθάπερ ἔφην ἀρτίως. Τοῦτο γὰρ αὐτοῖς καὶ αὐτὸς ὁ Σωτὴρ ἐνετέλλετο λέγων· "6Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτία, εἴπατε ἐν τῶ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων."6 Ἐδίδοσαν τοίνυν τῷ Θεῷ δόξαν, καὶ ἀπήγγελλον αὐτοῦ τὰς ἀρετὰς ἐν ταῖς νήσοις. Ὁ γάρτοι τῶν ἁγίων ἀπο- στόλων τε καὶ εὐαγγελιστῶν λόγος τῆς τοῦ Σωτῆρος δόξης ἐξαγγελεὺς ὁρᾶται γεγενημένος. Ποτὲ μὲν γὰρ τοὺς περὶ τῆς ἀῤῥήτου θεότητος αὐτοῦ ποιοῦνται λόγους, καὶ τὴν ὑπερκόσμιον ὑμνοῦσιν ἀρετὴν, οὐκ ἐν γεννητοῖς τιθέντες αὐτὸν, ἀλλ' ἐπέκεινα παντὸς τοῦ κεκλημένου πρὸς ὕπαρξιν, καὶ ἐν ταυτότητι φυσικῇ τῇ πρὸς Θεὸν καὶ Πατέρα· ποτὲ δὲ αὖ διηγοῦνται τὰς ὑπὲρ θαῦμα καὶ λόγον αὐτοῦ θεοσημείας. Τὸ γὰρ ἐγείρειν ἐκ μνημάτων νεκροὺς, καὶ τὸ ὡς ξηρᾷ κεχρῆσθαι θαλάσσῃ, βάσιμον αὐτὴν ἀποφαίνοντα τοῖς ἰδίοις ποσὶ, καὶ τὸ ἀνέμοις ἐπιτιμᾷν, καὶ λόγῳ συν- τρίβειν τὸν Σατανᾶν, θεοπρεπῆ τὴν δόξαν αὐτῷ πραγματεύεται. 9Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον· ἐπεγερεῖ ζῆλον, καὶ βοήσε- ται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· Ἐσιώ- πησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα.9 Πρόεισι καὶ νῦν ὁ λόγος ἐν τάξει πολλῇ, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν οἰκονομίαν. Ἔμελλον γὰρ οἱ τῶν τοῦ Σωτῆρος ἡμῶν θεσπισμάτων ἱερουργοὶ, τὰς ἀρε- τὰς αὐτοῦ διακηρύττειν τοῖς ἁπανταχοῦ, καὶ ἐν παῤῥησίᾳ πολλῇ τοὺς περί γε τούτων αὐτῶν ποιεῖ- σθαι λόγους. Ἀλλ' ἦν ἀναγκαῖον ἐννοεῖν, ὅτι πάντη τε καὶ πάντως ἀναστήσονται ταῖς οὕτω σεπταῖς αὐτῶν σπουδαῖς τε καὶ προθυμίαις οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ τοῦ Σωτῆρος δόξῃ πολυτρόπως ἐπιβουλεύον- τες, ἄνδρες δηλονότι φθόροι τε καὶ δεισιδαίμονες, καὶ διαβολικῆς σκαιότητος ὄργανα, καὶ τῆς ἐκείνου δυστροπίας ὑπασπισταὶ, ἢ τάχα που σὺν αὐτοῖς καὶ αὐτὰ τῶν δαιμονίων τὰ στίφη, ἅτε δὴ καὶ κατα- σειομένης αὐτῶν τῆς δόξης, καὶ τῆς ἐκ πλεονεξίας πεπορισμένης ἀρχῆς. Κεκρατήκασι γὰρ ἐξ ἀπάτης τῆς ὑπ' οὐρανόν. Ὅτι τοίνυν ἀνάλωτοι γενήσονται τοῖς ἐχθροῖς, περιέσται δ' αὐτῶν οὐδεὶς Θεοῦ συν- ασπίζοντος, διαδείκνυσιν ὁ προφήτης ἐν τούτοις, λέγων, ὅτι Κύριος τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, καὶ τὸ, ἐξελεύσεται, φησὶν, ὡς ἐπί τινος τῶν ἐπὶ γῆς βασιλέων ταῖς τῶν πολεμίων φάλαγξιν ἀφορήτως ἐμπίπτοντος ὁμοῦ ταῖς ὑπὸ σκῆπτρα στρατιαῖς. Ὅτι δὲ περιέσται πάντως ὁ τῶν δυνάμεων Κύριος, ἐπέφηνεν, εἰπὼν, ὅτι συντρίψει πόλεμον. Οὐ γὰρ εὐάντητός τισιν ἡ παρὰ Θεοῦ δύ- ναμις, μᾶλλον δὲ οὐδενὶ τῶν ὄντων οἰστὴ, κατεξαν- ισταμένη, καὶ ἐμπίπτουσα, κἂν δυνάμεις ἐννοῶμεν πονηρὰς, κἂν αὐτὸν τὸν ἀποστάτην καὶ ἀλητήριον Σατανᾶν, κἂν ἐπιγείους τινὰς, οἷς ἀντ' ἐκείνων μέλοι· ἀλλ' οὖν ἔσονται ληπτοὶ, καὶ τοῦτο ἀπονητί γε μὴν καὶ ἀκονιτί. "6Τὴν χεῖρα γὰρ τὴν ὑψηλὴν τίς ἀπο στρέψει;"6 κατὰ τὸ γεγραμμένον. Ὅτι τοίνυν τοῖς ἀνθισταμένοις τῷ χορῷ τῶν ἁγίων ἀποστόλων, οὐ πρὸς μόνους ἁγίους ἀγγέλους ὁ πόλεμος ἦν καὶ ἔστιν εἰς δεῦρο, ἀλλὰ γὰρ καὶ πρὸς αὐτὸν τὸν τῶν δυνά- μεων Κύριον, πεπληροφόρηκεν ὁ προφήτης, αὐτὸν ἐξελεύσεσθαι λέγων, ἵνα συντρίψῃ πόλεμον. Ἐγερεῖ ζῆλον, φησὶ, τοῦτ' ἔστι, παροξυσμὸν, ἢ τὸν παρ' ἑαυτοῦ κατ' ἐχθρῶν, κατά γε τὸ γεγραμμένον ἐν τοῖς τοῦ Ζαχαρίου λόγοις· "6Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν·"6 ἤγουν ἐκ τῶν ὑπερ- αθλούντων τῆς δόξης αὐτοῦ, δῆλον δὲ ὅτι τῶν σεβομένων αὐτὸν, ὧν ἕνα γενέσθαι καὶ ἀπόλεκτον τὸν ἱερώτατον Παῦλόν φαμεν, ὃς δὴ καί φησιν· "6Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψεις, ἢ στενο- χωρία, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;"6 πάλιν, "6Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος."6 Οὕτω φαμὲν γενέσθαι ζηλωτὰς, καὶ τοὺς ἁγίους μάρτυρας, οἳ κρείττους γεγόνασι τοῦ Σατανᾶ, καὶ πεπολεμήκασιν αὐτοῦ τῇ δυνάμει, τῆς εἰς Χρι- στὸν εὐσεβείας ἕνεκα. Τετηρήκασι γὰρ τὴν πίστιν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ, γνήσιον· Ἐπεγερεῖ τοιγαρ- οῦν ζῆλον, φησὶ, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· τὸ βοήσεται, τιθεὶς, ἀντὶ τοῦ, καταλαλά- ξει. Φωνὴ δὲ αὕτη τοῖς νικῶσι πρεπωδεστάτη, κατ- ορχουμένη τρόπον τινὰ τῶν νενικημένων· Εἶτά φησιν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Ἐντεῦθεν εὖ μάλα κατίδοι τις ἂν ὅτι κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἦν ἐν πλάνῃ τῶν ἐθνῶν ἡ πληθὺς, διαρπάζοντος αὐτοὺς τοῦ Σατανᾶ, καὶ τῷ τῆς ἁμαρτίας σκότῳ καταμελαίνοντος, ἀποφέροντός τε καὶ τοῦ μὴ εἰδέναι μόνον, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Θεὸς, ἐπαμῦναι μὲν αὐτοῖς ἤθελεν ὁ πάντων ἐπέκεινα Θεός· ἀνεδύετο δὲ τὸ χρῆμα, καὶ διεκαρτέρει σαφῶς, τὸν πρέποντα ταῖς ἐπικουρίαις περιμένων καιρόν· ἦν δὲ οὗτος καθ' ὃν ἐσαρκώθη τε, καὶ ἐνηνθρώπησεν ὁ μο νογενὴς αὐτοῦ Λόγος. Τότε γὰρ τότε κατεστρατεύσατο τῶν ἡμᾶς νενικηκότων, καὶ ἐξείλετο μὲν τῆς ἐκεί- νων σκαιότητος, ἀντελάβετο δὲ καὶ σέσωκε, καὶ τοῖς ἰδίοις ἡμᾶς ὑπήνεγκε ζυγοῖς. Οὐκοῦν κατὰ μὲν τὸν παρῳχηκότα καιρὸν διαρπαζομένων τῶν ἐπὶ τῆς γῆς, καὶ λέοντος δίκην κατεσθίοντος ἅπαντας τοῦ Σατανᾶ· Σεσίγηκα, φησί· μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξο- μαι; Ἐκαρτέρησα ὡς τίκτουσα. Ἄθρει δὴ οὖν ὅσην ἐποιεῖτο φειδὼ τῶν ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Θεός· καίτοι, καθά φησιν ὁ Ψαλμῳδὸς, οὐδενὸς ποιοῦντος χρηστότητα· ἐκκεκλικότων δὲ ἁπάντων, καὶ ἕως ἑνὸς, καὶ εἰσάπαν ἠχρειωμένων, μονονουχί. Καὶ ὠδῖ- νας ἔχων τὰς ἐπὶ τούτῳ, καὶ εἴπερ ἠνείχετο καὶ λύπης αὐτὸν εἶναι δεκτικὸν, παθὼν ἂν, καὶ τοῦτο δι' ἡμᾶς καιρῷ τετήρηκεν, ὡς ἔφην, τῷ πρέποντι τὰς ἐπικουρίας. 9Ἐκστήσω, καὶ ξηρανῶ ἅμα, καὶ θήσω ποτα- μοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ.9 Τί τὸ Ἐκστήσω, κατασημήνειεν ἂν ἐν τούτοις, πο- λυπραγμονεῖν ἀναγκαῖον. Ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι Τοὺς νυνὶ κρατοῦντας τοὺς ἐπὶ τῆς γῆς ἐκβαλῶ, ἔξω τε γενέσθαι παρασκευάσω τῆς πεπορισμένης αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατά γε τὸ εἰρημένον παρὰ Χριστοῦ· "6Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·"6 ἢ τὸ Ἐκστήσω, συνήσεις, ἀντὶ τοῦ, Θαυμάσαι ποιήσω τοὺς ὁρῶντας τὰ κατωρθω- μένα, καὶ τῆς ἐμῆς οἰκονομίας τοὺς τρόπους, καὶ τῆς ἀφράστου δυνάμεως τὴν ὑπερβολήν· καθάπερ ἀμέλει καὶ ὁ προφήτης Ἀββακοὺμ ἐπ' αὐτοῖς δὴ τούτοις κατεπλήττετο λέγων· "6Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην."6 Ἤγουν εἴ πέρ τῳ δοκεῖ, καὶ καθ' ἕτερον τρόπον τὸ, Ἐκστήσω, συνήσεις. Τοὺς γὰρ νυνὶ πλανω- μένους, τοὺς ἐν σκότῳ, καὶ ὀμίχλῃ διαβολικῇ, μετα- στήσω πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πρὸς τὸ θεῖόν τε καὶ νοητὸν καὶ οὐράνιον φῶς. τοὺς νῦν μεμολυ- σμένους, καὶ βδελυρὸν, καὶ ἀπερικάθαρτον ἔχοντας νοῦν, πρὸς διάθεσιν μεταβαλῶ τὴν ἀσυγκρίτως ἀμεί- νω, ὥστε τῶν μὲν ἀρχαίων ῥύπων ἀποφοιτᾷν, ἀνθ- ελέσθαι δὲ μᾶλλον τὸ ἀγαθουργεῖν. Τὸ δέ γε Ξηρανῶ ἅμα, σημαίνει τι πάλιν τοιοῦτον, ὃ δὴ σαφηνιεῖ τῶν ἐφεξῆς κειμένων ἡ δύναμις. Θήσω γὰρ, φησὶ, ποτα- μοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ. Τίνες ἂν εἶεν οἱ εἰς νήσους τιθέμενοι ποταμοὶ, καὶ τὰ ξηραινό- μενα τῶν ἑλῶν; Φαμὲν οὖν ὅτι οἱ παρ' Ἕλλησιν ποιηταὶ καὶ λογάδες, οἳ γεγόνασι μὲν τῆς πολυθέου πλάνης κήρυκες. Τεθεοποιήκασι γὰρ τὴν κτίσιν, καὶ ἀναριθμήτους θεοὺς εἰσεκόμισαν τῷ βίῳ. Ἦσαν δὲ ὥσπερ τινὲς ποταμοὶ, ποτίζοντες μὲν ἀνατροπῇ θο- λερᾷ, καθὰ γέγραπται, τοὺς ἠπατημένους, καὶ λόγων ἐξησκημένων νάμασι τὸν τῶν θαυμαζόντων αὐτοὺς ἐπικλύζοντες νοῦν, συνέχοντές τε διὰ τούτου πρὸς πλάνησιν, καὶ οἷά τινα τροφὴν παρατιθέντες αὐτοῖς τῆς ἑαυτῶν καλλιεπείας τὸ γλυκὺ καὶ ἐπίχαρι. Οὐκ- οῦν παρεικάζοιντο ἂν εἰκότως ποταμοῖς τε καὶ ἕλεσι, τοῦτ' ἔστι, δρυμοῖς, ἤγουν ἄλσεσι πλείστην τε ὄσην καὶ εὐανθῆ λαχοῦσι τὴν πόαν. Τοὺς τοιούτους οὖν ποταμοὺς εἰς νήσους μεταβάλλειν ἐπαγγέλλεται ὁ Θεὸς, τοῦτ' ἔστι, ξηροὺς καὶ ἀνύδρους ἀποφῆναι, ἕλη δὲ ὥσπερ ἐργάσασθαι ξηρὰ, ὃ δὴ καὶ γέγονεν. Ἀπρακτεῖ γὰρ λοιπὸν τῆς ἐκείνων εὐστομίας τὸ καλ- λιεπές. Καὶ πρόσκειται μὲν αὐτοῖς παντελῶς οὐδεὶς, διαλακτήσαντες δὲ ὥσπερ τὰ σαθρὰ καὶ βέβηλα, καὶ γραοπρεπῆ τῶν πλανώντων μυθάρια, τὴν ἐν Χριστῷ σοφίαν ἁρπάζουσιν οἵ ποτε πλανώμενοι. Γράφει γοῦν ὁ Παῦλος· "6Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;"6 Οὐκοῦν ποταμοὺς εἶναί φαμεν τοὺς εἰς νήσους τεθειμένους, τοὺς εἰς ἀπάτην Ἑλληνικὴν συνέχοντας λόγους τῶν παρ' Ἕλλησι σοφῶν. Ἤγουν καὶ ἑτέρας νήσους εἶναι δε-δώκαμεν ἐν τοῖς προλαβοῦσι τὰς Ἐκκλησίας Χρι- στοῦ, δεχομένας τοὺς ναυτιλλομένους, νοητῶς δηλονότι καὶ πνευματικῶς, καὶ ὁρμητηρίοις ὥσπερ τισὶν ἐμ- βάλλοντας ἀσφαλέσι τοῖς ἐν αὐταῖς διδασκάλοις, δια- φεύγοντάς τε τὸ πνεῦμα τὸ πονηρὸν τὸ καταχειμάζον ἀεὶ τοὺς καταβαίνοντας εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ ποιοῦντας ἐργασίαν ἐν ὕδασι πολλοῖς. Θαλάσσῃ δὲ παρεικαστέον, ὡς ἔφην, τοῦ καθ' ὑμᾶς βίου τὸν κλύδωνα, καὶ τῶν ἐπιγείων πραγμάτων τὴν τύρβην. Ξηραίνονται δὲ καὶ τὰ ἕλη, τοῦτ' ἔστιν, αἱ νομαὶ τῶν πραγμάτων τῶν ὑπὸ χεῖρα ποτὲ τὴν σατανικήν· ἵνα λοιπὸν ὑπ' αὐτῷ γένοιντο τῷ πάντων ἀρχιποιμένι, φημὶ δὴ Χριστῷ. Ὃς οὐ κατ' ἐκείνους τοὺς ψευδοποιμένας εἰς ἀκάνθας καὶ τριβόλους ἀποκομίζει τὰ ἴδια θρέμματα, ποιμαίνει δὲ μᾶλλον ἐν κρίνοις· ὡς εὐοσμώτατα γὰρ νοητῶς τὰ θεῖά τε καὶ ἱερὰ, καὶ ἴδια αὐτοῦ θεσπίσματα. 9Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς. Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν. Ταῦτα τὰ ῥήματα ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, λέγει Κύριος ὁ Θεός.9 Ἐλθόντος γὰρ τοῦ Κυρίου τῶν δυνάμεων, ἵνα συντρίψῃ πόλεμον, καὶ καθῃρημένων τῶν ἐχθρῶν, τεθειμένων δὲ καὶ εἰς νήσους τῶν ποταμῶν, καὶ ἀφαυανθέντων τῶν ἑλῶν, κατά γε τοὺς ἀρτίως ἡμῖν γενομένους τῆς θεωρίας λόγους, λελύτρωνται πάντως οἱ ἐν δορυκτήτων τάξει γεγονότες, καὶ ταῖς τοῦ δια- βόλου δυστροπίαις ὑπενηνεγμένοι, τυφλοὶ δὲ ὄντες· ἐτύφλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἄγον- ται λοιπὸν ὑπὸ Χριστοῦ, δηλονότι εἰς ὁδοὺς, ἃς οὐ πρότερον ᾔδεισαν. Αὗται δέ εἰσι τὰ εὐαγγελικὰ πάντως θεσπίσματα καὶ ὁ κατὰ σύνεσίν τε καὶ ἀρε- τὴν βίος, καὶ τῆς ἁγιοπρεποῦς εὐζωΐας τὸ κάλλος. Προσπεφώνηκε γοῦν καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν· "6Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυ- ρίῳ."6 Γέγονε τοίνυν αὐτοῖς τὸ σκότος εἰς φῶς· ἀντὶ τοῦ, μετακεχώρηκεν εἰς πᾶν τοὐναντίον τὰ πράγματα. Οἱ γὰρ ἀμαθεῖς γεγόνασι σοφοὶ, οἵ ποτε πλανώμενοι τὰς εὐθείας πάσης δικαιοσύνης ἐγνώκασιν ὁδοὺς, οἱ τῶν ἀγαθῶν εἰδότες οὐδὲν ἀρετῆς ἁπάσης ἀνεδείχθη- σαν ἐπιστήμονες, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμά- των ἐπιμεληταί. Γέγονεν αὐτοῖς τὰ σκολιὰ εἰς εὐ- θεῖαν, τοῦτ' ἔστι, τὰ δυσχερῆ καὶ δυσήνυτα βάσιμα, καὶ ἱππήλατα, ὕπτιά τε καὶ ἐψιλωμένα. Τοιοῦτόν τι καὶ ἐν τοῖς Ἰωάννου τοῦ Βαπτιστοῦ κηρύγμασιν ὑπεμφαίνεται. Πᾶσα γὰρ φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας. Βουνοὶ μὲν γὰρ καὶ κοιλότητες τὸ ἀνωμάλως ἔχειν τὴν ὁδὸν ἀποφαίνουσιν. Ὄχθου δὲ οὐκ ὄντος, οὔτε μὴν κοιλότητος εὐθεῖά που πάντως, καὶ εὐήλατός ἐστιν ἡ ὁδὸς, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. Τοῦτο καὶ ἑτέρωθί πού φησιν αὐτὸς ὁ μακάριος προ- φήτης Ἡσαΐας· "6Ὁδὸς γὰρ, φησὶ, εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν."6 Καὶ γάρ ἐστιν ἀληθῶς τῆς εὐαγγελικῆς πολιτείας ἡ ὁδὸς οὐ τραχεῖα καὶ δύσβατος, ὁμαλὴ δὲ μᾶλλον, καὶ οἷον ὑπτία τοῖς τὸν ἐξαίρετον ἀγαπῶσι βίον. Ἐπαγ- γέλλεται δὴ οὖν ταῦτα τὰ ῥήματα, ἤτοι τὰς ἐπαγγελίας εἰς πέρας ἄγειν Θεὸς, καὶ μὴ ἐγκαταλιπεῖν αὐτοὺς, τοῦτ' ἔστι, συνεῖναι διὰ παντὸς, κατά γε τὸ, "6Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας αἰῶνος."6 9Αὐτοὶ δὲ ἀποστραφήσονται εἰς τὰ ὀπίσω. Αἰ- σχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυ- πτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς, ὑμεῖς ἐστε θεοὶ ἡμῶν.9 Ἐπὶ καιροῦ δὴ λίαν μεθίστησι τοὺς λόγους ἐπὶ τὸ τῶν Ἰουδαίων ἔθνος, οἳ νόμον ἔχοντες τὸν διὰ Μω- σέως χειραγωγοῦντα πρὸς θεογνωσίαν καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν βούλεσθαί τε τὰ ἐφ' οἷς ἦν εἰ κὸς εὐδοκιμῆσαι αὐτοὺς, κεχωρήκασι πρὸς ἀπόστα- σιν, καὶ τοῖς τῆς πολυθεΐας ἐμβεβηκότες τέλμασιν εἰς τὸ τῆς ἀπωλείας κατῴχοντο βάραθρον· προσκε- κρούκασί τε διὰ τοῦτο, καὶ σφόδρα εἰκότως τῷ πᾶσαν αὐτοῖς καὶ φειδὼ καὶ ἀγάπην νείμαντι Θεῷ. Προ- κηρύξας δὴ οὖν ὁ λόγος, ὅτι κεκλήσονται τὰ ἔθνη κατὰ καιροὺς, καὶ πατήσουσι μὲν ὁδοὺς ἃς οὐκ ᾔδει- σαν. ἔσται δὲ τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν, τὰς τῶν ἐξ αἵματος Ἰσραὴλ ἀμαθίας ἐκκα- λύπτει, λέγων· Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Ἐμφαντικῶς ἐκληπτέον τὸ, αὐτοί· τοῦτ' ἔστιν, οἱ νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ ὑπὸ χεῖρα γεγονό- τες τὴν ἐμὴν, καὶ μεσίτην λαχόντες Μωσέα, οἱ διαῤ- ῥήδην ἀκούσαντες· "6Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ."6 Οὗτοι τῆς τῶν ἐθνῶν πληθύος ἐν ἀγαθαῖς οὔσης ἐλπίσιν ἀπεστράφησαν εἰς τὰ ὀπίσω πρὸς τοὺς ἐν Αἰγύπτῳ μολυσμοὺς ἀνοσίως ὑπονοστήσαντες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀναλαβόντες τὸν μῶμον. Καὶ γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· "6Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρεμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου."6 Ἔφη τι τοιοῦτον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὴν ἀρχαίαν ἀσέ-βειαν παλινδρομοῦντα δεικνύων τὸν Ἰσραήλ. "6Ὅταν γὰρ, φησὶν, τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνά- παυσιν, καὶ μὴ εὑρίσκον ὑποστρέφει εἰς τὸν τόπον ὅθεν ἐξῆλθεν. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον. Τότε παραλαμβάνει ἑπτὰ ἕτερα πνεύ- ματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ. Καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων."6 Λελατρεύκασι μὲν γὰρ τοῖς Αἰγυπτίων θεοῖς, ἀλλ' ἐκβέβληται τὸ δαιμόνιον, κε κλημένων αὐτῶν πρὸς θεογνωσίαν, διά γέ φημι τοῦ νόμου· ἠῤῥωστήκασι δὲ τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαβολὴν, καὶ ἔτι χειρόνως, ὅτε τὸν φύσει Θεὸν εἰδό- τες γεγόνασιν ἀποστάται, θεοὺς τιμήσαντες τοὺς οὐκ ὄντας θεούς. Αἰσχύνθητε δὴ οὖν αἰσχύνην, φησὶ, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, καὶ τῆς ὑπὲρ πάντα θεότητος τὸ σεπτὸν ὄνομα, τοῦτ' ἔστι τὴν δόξαν, τοῖς χειροτμήτοις, καὶ χειροποιήτοις ἀνάπτοντες. 9Οἱ κωφοὶ, ἀκούσατε, καὶ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν. Καὶ τίς κωφὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ τυφλοὶ, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυ- φλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξατε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.9 Κωφοὺς καὶ τυφλοὺς τοὺς τοῖς εἰδώλοις λελα- τρευκότας εὖ μάλα φησίν. Ὡς γὰρ ὁ πάνσοφος γρά- φει Παῦλος· "6Ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ."6 Πρέποι δ' ἂν ἡ τοῦ λόγου δύναμις ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ μετὸν αὐτοῖς τὸ θεῖον εἰς νοῦν κατα- πλουτῆσαι φῶς, ἐνιέντος αὐτοῖς τοῦ νόμου τῆς θεο- γνωσίας τὴν ἔλλαμψιν, ἠγάπησαν ἀνοήτως τὸ ἐν σκότῳ περιπατεῖν, καὶ τοῖς τῆς ἀπάτης ἐγκαθιέσθαι βρόχοις. Τυφλοὶ δὲ δὴ καὶ ἑτέρως. Ἀπείργοντος γὰρ οὐδενὸς ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁρᾷν τὸν τούτων ∆ημιουργόν· ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· "6Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θεότης·"6 εἰς τοῦτο κατώλισθον ἀμα θίας, ὥστε τοῖς χωνευτοῖς λέγειν· "6Ὑμεῖς ἐστε οἱ θεοὶ ἡμῶν."6 Ὅτι γὰρ οὐ περὶ τῆς τῶν ἐθνῶν πλη- θύος ὁ λόγος ἐστὶ τῷ προφήτῃ νυνὶ, ἀλλὰ περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, διέδειξεν εἰπών· Καὶ τίς τυ- φλὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ κουφοὶ, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Τετύφλωνται μὲν γὰρ ἡ ὑπὸ χεῖρα πληθὺς ταῖς τῶν ποδηγῶν ῥᾳθυμίαις εἰς τοῦτο πεσοῦσα. Αὐτοὶ γὰρ ἦσαν οἱ τῆς ἀμαθίας αὐτοῖς παραίτιοι γεγονότες, καὶ τοῦ πλανᾶσθαι καθηγηταί. Κουφοὶ δὲ ἦσαν οἱ κυριεύοντες αὐτῶν· τοῦτ' ἔστιν, οἱ καθηγεῖσθαι λαχόντες· καίτοι γὰρ ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ πείρας ἐλάσαντες μακρᾶς, ἐτράποντο πρὸς ἀπόστασιν. Οὐ γὰρ ἤθελον ὑπακούειν Θεῷ, λέγοντι σαφῶς· "6Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ."6 Ἐπειδὴ δὲ τῶν ἐμῶν θεσπισμάτων ὄν- τες ἐπιστήμονες ὁμοῦ τοῖς ὑπεζευγμένοις κατῴχοντο πρὸς ἀπόστασιν, μονονουχὶ καταπλήττεται, λέγων· "6Ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ."6 Καὶ ποία γέ- γονεν αὐτοῖς ἡ τῆς τυφλώσεως ἀφορμή; Ἑκόντες, φησὶ, παρηνέχθητε πρὸς τοῦτο. Ἐξὸν γὰρ πλειστά- κις ἑωρακότας φυλάξασθαι, καὶ ἀκούειν εἰδότας ἤτοι συνιέντας τὰ γεγραμμένα, οὐκ ἐφυλάξασθε πα- θεῖν τὴν ἀπόφασιν, οὔτε μὴν μελέτην ἐποιήσασθε τὴν εὐπάθειαν, κατευρύνοντες ὥσπερ τοῖς ἱεροῖς νό- μοις τὴν ἀκοήν. Ἀπροφάσιστα δὴ οὖν τὰ τῶν Ἰου-δαίων ἐγκλήματα. Καίτοι γὰρ μετὸν εἰδέναι τὸ ἀλη- θὲς, καὶ χειραγωγὸν εἰς τοῦτο λαχόντας τὸν νόμον, ἐν ἴσῳ γεγόνασι τοῖς οὐκ ἔχουσιν ὀφθαλμοὺς καὶ τὰ ὦτα προκείμενα μάτην τῇ κεφαλῇ, διὰ τὸ μὴ βού- λεσθαι τῶν ἱερῶν ἐπακροᾶσθαι νόμων. 9Κύριος ὁ Θεὸς ἐβούλετο, ἵνα δικαιωθῇ, καὶ μεγαλύνῃ αἴνεσιν.9 Ἐξειλόμην, φησὶ, τῆς Αἰγυπτίων πλεονεξίας αὐ- τοὺς, ἠλευθέρωσα παρὰ τὸ εἰκὸς ἀλλοτρίοις θητεύον- τας· ἐπαιδαγώγησα διὰ νόμου πρὸς θεογνωσίαν· εὐ- κοσμίας αὐτοῖς ἐπιστάτην δέδωκα Μωσέα. Σκοπὸς γὰρ ἦν ἐμοὶ τῷ Κυρίῳ τῶν ὅλων δικαιοσύνης ἐργά- την, καὶ ἀρίστων ἔργων ἐπιμελητὴν ἀποφῆναι τὸν Ἰσραὴλ, ἵν' εἰς αἴσθησιν ἐνηνεγμένος τῶν δωρηθέν- των αὐτῷ παρ' ἐμοῦ, μεγαλύνῃ αἴνεσιν, τοῦτ' ἔστιν, ἀκαταλήκτως δοξολογήσειεν ἐμὲ, δηλονότι τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύτανιν, καὶ ὧν πεπλουτήκασι χορηγὸν γεγονότα. Ἀλλ' οὐδενὸς τῶν τοιούτων εἰς αἴσθησιν ἐνηνεγμένοι, πονηρὰ ἀντὶ ἀγαθῶν ἐκτετί- κασι τῷ ∆εσπότῃ, καὶ τῶν αὐτοῦ ζυγῶν ὑπεκλύσαντες τὸν αὐχένα, δεδουλεύκασι τῷ Σατανᾷ, καὶ τοῖς τῆς πολυθέου πλάνης βορβόροις ἐγκαλινδούμενοι βδελυροὶ γεγόνασι, καὶ ἀπηχθημένοι παρά γε τῷ φιλαρέτῳ Θεῷ. Τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη καὶ ἑτέρωθί που περὶ αὐτῶν ὡς περὶ ἀμπέλου· "6Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας."6 9Καὶ εἶδον, καὶ ἐγένετο λαὸς πεπρονομευμένος. Ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτοὺς, ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· Ἀπόδος.9 Εἰς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῶν τοῖς πατράσι συμβεβηκότων, διά τοι τὸ ἁλῶναι βρόχοις τοῖς τῆς ἐπαράτου πολυθείας. Πέπραχε δὲ τοῦτο οὐ μάτην, ἀλλ' ἵν' ἀποφήνῃ σωφρονεστέρους τὰ ἴσα τοῖς πάλαι παθεῖν δεδιότας. Ἐπειδὴ γὰρ, φησὶ, γεγόνασι τυφλοὶ καὶ κωφοὶ, παρωσάμενοι μὲν τὸ λατρεύειν Θεῷ, ξύ- λοις δὲ καὶ λίθοις τὸ σέβας ἀνῆπτον. Εἶδον μὲν οὖν τοῦτο ἐγὼ, γέγονε δὲ ὁ λαὸς πεπρονομευμένος, καὶ διηρπασμένος. Ὅτε γὰρ ἐπισκέπτεται Θεὸς τὰ τῶν ἀφορήτως δυσσεβούντων ἐγκλήματα, τότε καὶ δίκας ἐπάγει τὰς ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασι. ∆ιηρ- πάσθη τοίνυν ὁ λαὸς, καὶ γέγονε τοῖς ἐχθροῖς προνο- μή· καὶ διὰ ποίαν αἰτίαν; ἡ γὰρ παγὶς ἐν τοῖς τα- μείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ἔκρυψαν αὐτούς. Τίνας δὲ αὐτούς; Χωνευτοὺς δηλονότι θεούς. Ὑπο-πλαττόμενοι γὰρ τὸ θεοσεβεῖν οἱ τῶν Ἰουδαίων καθ- ηγηταὶ, καὶ τοῖς νομίμοις θεσπίσμασι τό γε ἧκον εἰς τοὐμφανὲς ὑποτιθέντες τὸν αὐχένα, τῆς ἀποστα- σίας τὴν νόσον εἰς νοῦν ἔκρυπτον καὶ καρδίαν, προσκυνοῦντες τοῖς οὐκ οὖσι θεοῖς· καὶ τούτους ἐν τοῖς ταμείοις τῶν ἰδίων οἴκων ἐγκατακλείοντες λα- θραίας ἐποιοῦντο τὰς τῶν θυσιῶν προσαγωγάς. Γέ- γραπται γοῦν ἐν τῷ Ἰεζεχιήλ· "6Υἱὲ ἀνθρώπου, ὄρυξον. Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ. Καὶ εἶδον, φησὶ, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ' αὐτοῦ κύκλῳ. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;"6 Ἄθρει δὴ οὖν ὅπως ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ τὴν γενομένην αὐτῷ παγίδα, τοῦτ' ἔστι, τὴν εἰδωλολατρείαν κειμένην ἔχων, ὑπεπλάττετο τὴν τῶν νόμων αἰδῶ. Ταύτῃτοί φησιν· Ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων, Ἀπόδος. Θεοῦ γὰρ οὐκ ἐπαμύνοντος, τίς αὐτοὺς ἐξείλετο τῆς οὕτω βαρείας καὶ ἀνηκέστου συμφορᾶς; οὐκ ἐπιπλήττοντος δὲ τοῖς διαρπάζουσι, τίς ἂν αὐτοῖς ἔφη τὸ, Ἀπόδος; Οὐ γὰρ ἐζήτησε Θεὸς ὡς ἴδιον ἔτι κλῆρον, παρῆκε δὲ μᾶλλον ὡς ἀλλότριον γεγονότα αὐτοῦ διὰ τοῦ προσνεῦσαι τοῖς οὐκ οὖσι θεοῖς. Ἔοικε δὲ διὰ τούτων τὸν τῆς αἰχμαλωσίας ὑποφαίνειν καιρὸν, ὃν διατετελέκασιν οἱ ἐξ Ἰσραὴλ ὑπὸ χεῖρα πεσόντες ἐχθρῶν. Μέχρι γὰρ ἔτους ἑβδο- μηκοστοῦ οὐκ ἦν ὁ ἐξαιρούμενος αὐτοὺς, οὔτε μὴν τοῖς διαρπάσασι λέγων, Ἀπόδος. Οἰκονομικῶς δὲ σφόδρα μετά γε τὸ φάναι τῶν ἐθνῶν τὴν κλῆσιν, τὰ ἐφ' οἷς ἐκβέβληνται τῆς πρὸς Θεὸν οἰκειότητος οἱ ἐξ Ἰσραὴλ, εἴρηται σαφῶς, ἵνα δικαίᾳ ψήφῳ φαίνηται Θεὸς πανταχοῦ κεχρημένος. Ἔδει γὰρ, ἔδει τοὺς τὴν εἰς Θεὸν ἀσέβειαν τιμήσαντας, ἔξω γενέσθαι τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἀγάπης· τούς γε μὴν ἐξ ἀμαθίας τοῖς τῆς ἁμαρτίας βόθροις ἐνειλημμένους, καὶ ὑπὸ χεῖρα πεσόντας διαβολικὴν, κατοικτειρῆσαι παρὰ τοῦ πάντων ∆ημιουργοῦ, καλουμένους εἰς ἐπί- γνωσιν αὐτοῦ, καὶ εἰς τὸ τῆς ἀληθείας φῶς. Τοῦτο γάρ που καὶ διὰ τοῦ πανσόφου Μωσέως εὑρίσκεται λέγων· Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρ- ώξυνάν με ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν. Κἀγὼ παραζη- λώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παρ- οργιῶ αὐτούς. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι "6Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν παρεζήλωσαν αὐτόν· καὶ εἶδε Κύριος ὁ Θεὸς, καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ."6 Εἰ δὲ χρή τινα καὶ θεωρίαν πνευματικὴν τοῖς εἰρημένοις ἐπενεγκεῖν, φυ- λαττόμεθα παγίδα διαβολικὴν εἰς νοῦν ἔχειν καὶ καρδίαν, καὶ τὰ ἐν φαντασίαις λογισμῶν εἴδωλα πονηρὰ, καλοῦντα πρὸς ἀσέλγειαν καὶ εἰς ἐκτόπους ἡδονὰς, ἵνα μὴ γενώμεθα τῷ Σατανᾷ, καὶ ἅρπαγμα δαιμονίων. Γέγραπται γὰρ, ὅτι "6Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας."6 9Τίς ἐν ὑμῖν ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.9 Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸ ἀκουτίσασθαι λέ- γειν, ἐπὶ τοῦ μὴ παρέργως, ἢ ἀτημελῶς, τὸν ἐπί γε τοῖς ἀναγκαίοις πράγμασι δέχεσθαι λόγον, νηφα λέως δὲ μᾶλλον, ὥστε καὶ εἰς νοῦν καὶ καρδίαν ἀπόθε- τον ἔχειν τὸ διηγγελμένον. Ὁποῖόν ἐστι τὸ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς εἰρημένον· "6Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι."6 Γέγραπται γὰρ καὶ ἐν τεσσαροκοστῷ καὶ ὀγδόῳ ψαλμῷ· "6Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτί- σασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην."6 Τὸ μὲν γὰρ ἀκοῦσαι, κοινὸν ἅπασι τοῖς ἄπαξ εἰς οὖς λαβοῦσι φωνὴν, ἢ καὶ ἕτερόν τινα κτύπον· τὸ δὲ μὴν ἐνωτίσασθαι, τὸ εἰς νοῦν, ὡς ἔφην, εἰσοικίσασθαί τι τῶν τεθεσπισμένων. Ἔοικε τοίνυν ὁ προφητικὸς ἐν τουτοισὶ λόγος τοὺς ἐπιεικέστερον ἤγουν ἐμφρονέ- στερον ἀκροασαμένους ἐπιζητεῖν, ὥστε καὶ εἰς τὴν τῶν μελλόντων ἀσφάλειαν τὰ τοῖς πάλαι συμβεβηκότα λαλεῖν. Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι· "6Τὰ τοιάδε τῶν πραγμάτων τυπικῶς συνέβαινεν ἐκείνοις. Ἐγρά- φη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώ νων κατήντηκε."6 ∆εῖ γὰρ ἡμᾶς οὐ μάτην τοῖς περὶ αὐτὸν ἐντυγχάνειν διηγήμασιν, ἀλλ' εἰς ὄνησιν ταῦτα δέχεσθαι ψυχῆς, παραιτεῖσθαι σφόδρα τὸ τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, ἵνα μὴ ταῖς ἐκείνων περιπίπτοι- μεν συμφοραῖς. 9Τίς δέδωκεν εἰς διαρπαγὴν Ἰακὼβ, καὶ Ἰσραὴλ τοῖς προνομεύσασιν αὐτόν; Οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ εἰσακούειν τοῦ νόμου αὐτοῦ; Καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ' αὐτοὺς πόλε- μος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ· καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.9 Ἐμφαντικώτατα λίαν τόν τε Ἰακὼβ, καὶ τὸν Ἰσραὴλ ἔοικεν ὀνομάζειν ἐν τούτοις. Καὶ τίς ἂν νοοῖ- το πρὸς ἡμῶν ἡ τῆς ἐμφάσεως δύναμις, ἐροῦμεν ὡς ἐν βραχεῖ. Ἐθήτευον μὲν γὰρ Αἰγυπτίοις κατὰ και- ροὺς οἱ ἐξ Ἰσραήλ· λελύτρωνται δὲ παρὰ Θεοῦ με- σιτεύοντος τοῦ Μωσέως, πλὴν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται. Μυρίαις γὰρ ὅσαις, καὶ ἀφορήτοις πληγαῖς τοὺς πλεονεκτοῦντας κατῃκίζετο. Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων ἐξέδραμον γῆς, διέβησαν ποδὶ τὴν θάλασσαν, κατεδηδόκασιν ἄρτον ἀγ- γέλων, ἔπιον ὕδωρ ἐκ πέτρας, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κατηγωνίσαντο βασιλείας, κεκρα- τήκασιν ἐχθρῶν, δεινὴν καὶ δυσάντητον ἐσχήκασι χεῖρα καὶ διαβόητον ἐπὶ τούτῳ τὴν δόξαν. Ὅπλον δὲ ἦν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, ὁ ἱστὰς μὲν τοῦ ἡλίου καὶ σελήνης δρό- μον, κατά γε τῆς Γαβαὼν, ἐπαφιεὶς δὲ χαλάζας τοῖς ἀλλοφύλοις ἐξ οὐρανοῦ καὶ εἰς λῆξιν πάσης εὐκλείας τὸν οἰκεῖον ἀναβιβάζων λαόν. Τίς τοίνυν, φησὶ, τὸν διαβόητον Ἰσραὴλ, τὸν ἀξιοζήλωτον Ἰακὼβ, τὸν ἀνάλωτον ἐχθροῖς, τὸν εὐσθενῆ τε καὶ μαχιμώτατον, καὶ ἀεὶ νικᾷν εἰωθότα δέδωκεν εἰς διαρπαγὴν, καὶ τοῖς προνομεύουσι; Πῶς ἠσθένησεν ὁ νικᾶσθαι μὴ εἰδώς; Πῶς ὑπηνέχθη, καὶ γέγονεν ὑπὸ πόδας τῶν ἀνθεστηκότων ὁ πᾶσιν ὑψοῦ, καὶ ἄθραυστον ἀνατεί- νων τὸ κέρας; Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τοὺς μετ' ἐκείνους ἡμᾶς μὴ ἀγνοῆσαι τὰς αἰτίας τοῦ παραδε- δόσθαι τὸν οὕτω λαμπρὸν, καὶ ἐξῃρημένον λαὸν, ἐπήνεγκεν ἀναγκαίως· Οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Ἡ δὲ ἐπὶ τοῖς ἀμ- φιλόγοις ἐρώτησις ὁμολογίαν ἔχει σαφῆ τοῦ πράγμα- τος. Θεὸς γάρ που πάντως ὁ δοὺς αὐτὸν, καὶ τὴν τοῖς ἐγκλήμασιν πρέπουσαν ἐπαρτήσας ὀργήν. Ταύτῃτοι τοίνυν κατίσχυσεν αὐτοὺς πόλεμος. Ἀσύνηθες δὲ τοῦτο τοῖς ἐξ Ἰσραὴλ, ἀεὶ γὰρ κεκρατήκασι συνασπί- ζοντος Θεοῦ. Ἐπειδὴ δὲ εἰς τοὺς θείους αὐτοῦ πε- παρῳνήκασι νόμους, ἔρημοι γεγόνασιν αὐχημάτων τῶν πάλαι. Πεπτώκασιν εἰς τὸ ἀδρανὲς, κατεκομίσθη- σαν εἰς τὸ ἄναλκες· κύκλῳ γεγόνασιν αὐτῶν οἱ συμ- φλέγοντες, καὶ οἷόν τινι πυρὶ δαπανῶντες αὐτοὺς τῷ μεγέθει τῶν ἐπενηνεγμένων, ἤγουν καταπιμπράντες αὐτῶν τὰς πόλεις, κατὰ τὸ ἑτέρωθί που σαφῶς εἰρη- μένον Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πλὴν οὐκ ἔγνωσαν, φησὶν, ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν· ἀναισθησίας ἐν τούτοις ὑπομένουσι γραφήν. Ἄρτιοι μὲν γὰρ εἰς σύνεσιν εἶεν ἂν οἱ τὸ προσκρούειν Θεῷ παραιτούμενοι, καὶ τοῦ παθεῖν τι τῶν ἐξ ὀργῆς ἔξω τείνοντες πόδα, διά γε τὸ τρυφερὸν ὑπέχειν αὐτῷ τὸν αὐχένα. Οἵ γε μὴν, καὶ ἐν αὐτῷ γεγονότες τῷ παθεῖν ἐξ ἀνθρωπίνων ὀλισθημάτων, εἰ μὴ αἰσθά- νοιντο τῶν ἐπενηνεγμένων, ἁπάσης ἂν εἶεν ἐλπίδος ἀγαθῆς οἱ τοιοίδε μακράν. Ὅτι δὲ καὶ τοῖς τοιούτοις ἐγκλήμασιν ἔνοχοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ, καταθρή- σαι τις ἂν Ἱερεμίου λέγοντος πρὸς τὸν τῶν ὅλων Θεόν· "6Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν, ἐμαστί- γωσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν."6 Μεμνήμεθα ὅτι μετὰ τὸ ἁλῶναι τὴν Ἱερουσαλὴμ, ἀποκομισθῆναι δὲ καὶ αἰχμάλωτον τὸν Ἰσραὴλ, τοῖς περιλελειμμένοις ὁ προφήτης Ἱερεμίας προσελάλει τὰ περὶ Θεοῦ λέγοντος μὴ κατελθεῖν εἰς Αἴγυπτον. Εἶτα πρὸς αὐτῶν αἱ γυναῖκες ἀναίδην ἔφασκον, μᾶλλον δὲ οὐδ' εἰς αἴσθησιν ἐνηνεγμέναι τῆς ὀργῆς, ὅτι, Οὐκ ἀπέστειλέ σε Κύριος. Προσεπήγαγον δὲ τούτοις τὰ ἐξ ἀκράτου φρενοβλαβείας. Ἐπειδὴ γὰρ, ἔφασκον, διελείπομεν θύουσαι τῇ βασιλίδι τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Ἀληθὲς οὖν ἄρα τὸ εἰρημένον, ὅτι Οὐκ ἔγνωσαν ἕκαστος αὐ- τῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχὴν, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ περιεχόντων καταφλε- γόντων παντελῶς αὐτούς. 9Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ ποιή- σας σε, Ἰακὼβ, ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου. Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε· ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος, Ἰσραὴλ, ὁ σώζων σε.9 Ἄγασθαι καὶ νῦν ἀναγκαῖον τοῦ φιλοικτίρμονος Θεοῦ. Ἀγαθὸς γὰρ ὑπάρχων φύσει, καὶ τῶν ὅλων ∆ημιουργὸς, κἂν εἰ γένοιτό τις ἀνάγκη πρὸς ἀπόνη- ψιν ἐγκλημάτων καταπέσαι τινὰς τοῖς ἐκ δικαίας ὀργῆς κινήμασι, μεταφοιτᾷ πρὸς ἔλεον, καὶ οὐκ εἰς μακρὰν, καὶ ὁ πλήξας μοτοῖ, καὶ ἀποφέρει τὴν μάστιγα, καὶ ἀνακτᾶται μεταγινώσκοντας, καὶ ἀνίστησιν ἡμᾶς ὠλισθηκότας, καὶ τοῖς τῷ παθεῖν ἐνειλημμένοις χεῖρα νέμει σωτήριον, συμφορᾶς ἁπά- σης ἐξέλκων αὐτοὺς, καὶ μεθιστὰς εἰς εὐημερίαν. Ἄθρει γὰρ ὅπως εἰς λήθην ὥσπερ τῶν διεπταισμέ- νων ἔρχεται, καὶ θεοπρεπέσιν ἀμνηστίαις ἀφανίζειν ὑπισχνεῖται τὰ ἐγκλήματα προτιθεὶς αὐτοῖς ἀρχὴν ὥσπερ ἑτέραν καιροῦ πρὸς εὐθυμίαν αὐτοὺς ἀναφέ- ροντος. Καὶ γοῦν τοιοῦτον εἶναί φαμεν τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· "6Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ."6 Ὥσπερ γὰρ ἐκεῖ τὸ Σήμερον ἀρχὴν ὁρίζει καιρῶν ἑτέρων. οὕτω κἀνθάδε τὸ Νῦν ἀμνηστίας ὑπόθεσιν ἔχει τῶν ἤδη προειρημένων. Ἀναβιβάζει δὲ πρὸς ἀρχὴν ὁδοῦ, καὶ πραγμάτων ἑτέρων ἐσομένων παρὰ Θεοῦ. Οὐκοῦν οὐκ ἐᾷ ταῖς εἰς ἅπαν εὐθυμίαις αὐτοὺς καταμαραίνεσθαι, οὔτε μὴν ἀτελεύτητον ποιεῖται τὴν ἀποστροφὴν, ἐξίστησι δὲ καὶ φόβου παντὸς, καὶ δίδωσι τὸ θαῤῥεῖν, ὅτι τεύξεται παντὸς ἀγαθοῦ, μεθιστάντος Θεοῦ πρὸς τὸ ἀσυγκρί τως ἄμεινον τῶν κατ' αὐτοὺς πραγμάτων τὴν φύσιν. Ἐλυτρωσάμην γάρ σε, φησίν· καὶ τίνα τρόπον σα- φηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι Ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Ἐν αὐτῷ γὰρ ἡ πάντων λύτρωσις, ἄφεσίς τε καὶ ἀμνηστία τῶν πάλαι, καὶ ὁ τῆς πνευματικῆς οἰκειώσεως τρόπος, τῆς πρός γέ φημι πρὸς αὐτὸν, δι' ἁγιασμοῦ τελού- μενος, ἀναφέροντος ἡμᾶς εἰς κοινωνίαν τοῦ Θεοῦ καὶ Πατρός. ∆ιὰ τοῦτό φησιν· Ἐκάλεσά σε τὸ ὄνομά σου· καὶ ποῖον; τοῦτ' ἔστιν, Ἐμὸς εἶ σύ. Χριστοῦ γὰρ εἶναι λεγόμεθα, καὶ τοῦτό ἐστι τὸ καλὸν ὄνομα τὸ ἐπικλη- θὲν ἐφ' ἡμᾶς. Ἰστέον δὲ ὅτι καὶ ἐν ἑτέρᾳ φέρεται Γραφῇ· Ἐκάλεσά σε τῷ ὀνόματί μου· πλὴν τὸ Ἐμὸςεἶ σὺ, τιθείς τε καὶ λέγων, ἔλυσε τὴν ἀλλοτρίωσιν, ἢν ὑπομένειν ἔθος τοὺς ἁμαρτίαις ἐνισχημένους. Οὐ γὰρ εἰσὶν ἐκεῖνοι Θεοῦ, καίτοι κατεξουσιάζοντος τῶν ὅλων, ἐξίστησι δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος ἡ πρὸς τὰ φαῦλα διάθεσις. Ταύτῃτοί φαμεν οὐκ εἶναι Θεοῦ τοὺς ὄντας ἐν μολυσμοῖς. Οὐκοῦν οἰκειώσεως ἔμφασις εἴη ἂν τῆς πνευματικῆς τὸ, Ἐμὸς εἶ σύ. Ὑπισχνεῖται δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἐπικουρίαν, ὡς ἀνάλωτον γενέσθαι παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ, καὶ ὕδωρ, καὶ φλόγες τὰς πολυειδεῖς τῶν πειρα- σμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται δὲ, ὅτι "6Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται."6 Καὶ αὐτός γε Χριστὸς ἔφη που τοῖς εἰς αὐτὸν πιστεύσασι· Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ. Ἀλλ' ἐὰν διαβαίνῃς δι' ὕδατος, φησὶ, μετὰ σοῦ εἰμι. Χριστοῦ γὰρ συνόντος ἀδικήσειεν ἂν οὐδὲν τοὺς ὄντας αὐτοῦ. Ἀλλ' ἰσχύος εἰς τοῦτο δραμοῦνται πνευματι- κῆς, ὥστε οὐδένα τοῦ καταχειμάζειν ἰσχύοντος ποιεῖσθαι λόγον. Ἀλλὰ κἂν ἐπέλθῃ ποτὲ διωγμὸς ποταμίου ῥεύματος δίκην, κἂν πυρὸς ἀκμὴν ἔχοι, καὶ φλογὸς, καὶ οὕτω νικᾷν, πλὴν εἰδότος ὅτι Θεὸς ὁ σώ- ζων ἐστίν. Ἔστι γὰρ ἔθος τῇ θείᾳ Γραφῇ καὶ ποτα- μοῖς, καὶ ὕδασι τὰς τῶν πειρασμῶν ἐφόδους ἐφ ομοιοῦν. ∆ιαδείξει λέγων καὶ αὐτὸς ὁ Σωτὴρ ὡς ἐν εἴδει παραβολῆς, ἤγουν παραδείγματος· "6Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐ τοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε. Τε- θεμελιῶτο γὰρ ἐπὶ τὴν πέτραν, ἡ δὲ πέτρα ἐστὶ Χριστός."6 9Ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιο- πίαν, καὶ Συήνην ὑπὲρ σὲ, ἀφ' οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου. Ἐδοξάσθης, κἀγώ σε ἠγά πησα, καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι.9 ∆υσέφικτος μὲν κομιδῇ τῶν προκειμένων ὁ νοῦς, ποιήσομαι δὲ τὴν ἀφήγησιν ὡς ἔνι Θεοῦ κατευθύνον- τος, δίδωσι γὰρ αὐτὸς σοφίαν καὶ γνῶσιν. Οὐκοῦν πρὶν ἐπιλάμψαι τῷ κόσμῳ Χριστὸν, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἐπεπλάνητο μὲν ἡ σύμπασα γῆ, βαθεῖ δὲ καὶ σφοδροτάτῳ τῆς ἀμαθίας κατεμελαίνετο σκότῳ, καὶ πλεῖσται μὲν ἤσαν πανταχοῦ λατρεῖαι, κατά τε χώρας καὶ ἔθνη. ∆εισιδαιμονέστεροι δὲ τῶν ἄλλων γεγόνασι Χαλδαῖοι, καὶ Φοίνικες, καὶ ὅσοι τὴν Αἰγυπτίων ἔχουσι γῆν, μέχρι Συήνης τε καὶ Αἰθιο- πίας. Ὅμορον γὰρ τῇ τῶν Αἰγυπτίων οἰκοῦσι χώραν. Ἀπόλεκτος δὲ Θεοῦ κλῆρος μόνος ἦν ὁ Ἰσραὴλ καὶ μερὶς Κυρίου, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ γεγόνασι κυριοκτόνοι, κλῆρος μὲν οὐκ ἔτι Θεοῦ μεμενήκασί ποθεν· ἐξώλισθον δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ προσελήφθη τὰ ἔθνη, καὶ γεγόνασιν ἀντάλλαγμα τοῦ Ἰσραήλ· καὶ οἱ πάλαι τῶν ἄλλων ἀπάντων δεισιδαιμονέστεροι, καὶ δυσαπόνιπτον ἔχον- τες ἐν τούτῳ τὸν ῥύπον. Ἔφην τε ὅτι δεινοὶ, καὶ πικροὶ γεγόνασιν οἱ Αἰγύπτιοι, μάλιστα περὶ τὰς τῶν εἰδώλων εὑρέσεις, καὶ βαθεῖς εἰς ψευδολατρείαν, καὶ μέγα φρονοῦντες ἐπὶ τῷ σοφίζεσθαι περιττὰ περὶ τὰς τῶν εἰδώλων θεραπείας τε ὁμοῦ, καὶ κλήσεις. Σοῦ τοίνυν τοῦ ἠγαπημένου, φησὶ, τοῦ ἐκνεμηθέντος εἰς κλῆρον ἐμοὶ ἐποίησα ἄλλαγμα Αἴγυπτον, καὶ Αἰθιοπίαν, τοῦτ' ἔστι, πάλιν τὴν Αἴγυπτον· Αἰθίοπας γὰρ τοὺς Αἰγυπτίους ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῆ. Ἔφη γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι μαχαίρας μού ἐστε. Εἰσεδεξά- μην τοίνυν ἀντὶ σοῦ, φησὶ, τοὺς ἐν μολυσμοῖς ὄντας δεινοῖς, μόνον δὲ οὐχὶ καὶ ἀναπόβλητον ἔχοντας τὴν ἀκαθαρσίαν. Πλὴν ἀφ' οὗ ἔντιμος ἐγένου, ἐναντίον μου ἐδοξάσθης. Οὐ γὰρ ἔμεινεν ὁ Ἰσραὴλ ἐν ἀπο- στροφῇ τε καὶ ἀτιμίᾳ διηνεκεῖ. Κληθήσεται γὰρ καὶ αὐτὸς διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ τῆς τῶν ἁγίων δόξης κοινωνὸς ἔσται, καὶ μέτοχος. Ἐδοξάσθης γὰρ, φησὶ, κἀγώ σε ἠγάπησα. Τὸ δὲ, ∆ώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου, καταδηλοῦν ἔοικεν, ὅτι κεκλημένων κατὰ και- ροὺς εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ τῶν ἐξ Ἰσραὴλ, πλεῖστοί τινες ἔσονται μυσταγωγεῖν εἰδότες αὐτοὺς, ἄνθρωποι σοφοὶ καὶ ἐλλογιμώτατοι. Ὑπὲρ σοῦ γὰρ ποιῶν, φησὶ, δώσω πολλοὺς ἀνθρώπους. ∆ώσω δὲ καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς· κεφαλὴ δὲ τῶν πιστευόντων Χριστὸς, εἰς ὃν πᾶσα βλέπει μυσταγωγία παρὰ τῶν εἰς τὸ καθηγεῖσθαι λαῶν ἀγομένων κατὰ καιροὺς, ψήφῳ δηλονότι τῇ παρ' αὐτοῦ. Οὐκοῦν τὸ, ὑπὲρ σοῦ, κατασημαίνειεν ἂν τὸ, ὑπὲρ τοῦ χρησίμου καὶ τελοῦντος εἰς ὄνησίν σοι τῷ μανθάνοντι τὸ σεπτὸν καὶ μέγα μυστήριον τῆς σῆς κεφαλῆς, τοῦτ' ἔστι Χριστοῦ. Ἤγουν καὶ καθ' ἕτε- ρον συνήσεις τρόπον τὸ, ∆ώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Γέ- γονας γὰρ ἀπόκλητος, φησὶ, καὶ ἐξῳκισμένος, καὶ τῆς πρὸς ἐμὲ φιλίας τε καὶ οἰκειότητος ἀλλότριος παντελῶς. Ταύτῃτοι, καὶ εἰς ἀντάλλαγμά σου τὰ εἰς ἔσχατα ἥκοντα διαβολῆς τῶν ἐθνῶν ἐδεξάμην. Ἀλλ' ἀφ' οὗ ἔντιμος ἐγένου ἐναντίον μου, πιστεύσας δηλον- ότι, καὶ τὴν ἐπὶ τούτῳ δόξαν εὑράμενος, ἠγάπησά σε. Ἠγάπησα δὲ οὕτως, ὥστε καὶ εἰ γένοιτο καιρός; ἢ χρεία τοῦ πολλοὺς ἀνθρώπους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς δοθῆναι κεφαλῆς, δοίην ἄν. Ἔστι γὰρ ὑπο- θετικὸς ὁ λόγος, καὶ πλείστην ὅσην τὴν ἔμφασιν ἔχων τοῦ τετιμῆσθαι παρὰ Θεοῦ τὸν Ἰσραὴλ, δίδωσί γε μὴν τὸ θαῤῥεῖν ἀραρότως, ὡς ἐν παντὶ καλῷ πάντη τε καὶ πάντως συνόντος Θεοῦ· Μετὰ σοῦ γὰρ εἰμί. Ἀπόχρη δὲ τοῦτο αὐτοῖς πρὸς πᾶσαν εὐημερίαν· Θεοῦ γὰρ συνόντος, ἐκποδὼν μὲν ἔσται τὰ μοχθηρὰ, ἅπας δὲ τρόπος ἡμῖν εὐθυμίας καὶ τερπωλῆς ἤτ' οὖν χαρᾶς ἀντεισκρίνεται. 9Ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ἐρῶ τῷ Βοῤῥᾷ· Ἄγε, καὶ τῷ Λιβί· Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπ' ἄκρων τῆς γῆς, πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου.9 Ἐπέφανε τοῖς ἐπὶ γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς, τοῦτ' ἔστι, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν' Ἕλληνάς τε καὶ Ἰουδαίους διὰ πολλῶντε καὶ ποικίλων ὀλισθημάτων κατακομισθέντας εἰς ἀπόστασιν, τὴν ἀπό γε φημὶ τοῦ πάντων ∆ημιουργοῦ, συνελάσῃ πρὸς θεογνωσίαν τὴν ἀληθινὴν καὶ ἀμώ- μητον, συναγάγῃ δὲ καὶ εἰς ἑνότητα τὴν πνευματικὴν διὰ πίστεως καὶ ἁγιασμοῦ, τελουμένης εὖ μάλα καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος, ἀξίους ὄντας ἀποφήνῃ λοιπὸν, οὕτω τε συνάψῃ δι' ἑαυτοῦ τῷ Θεῷ, καὶ Πατρί. Ὅτι γὰρ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐνηνθρώπησεν ὁ Χριστὸς, χαλεπὸν οὐδὲν κατιδεῖν δι' ἁγίων εὐαγγελικῶν Γραμμάτων. Ἀνεβίω μὲν γὰρ παραδόξως ὁ Λάζαρος ἐκ νεκρῶν· ἡ δέ γε τῶν ἀνοσίων Ἰουδαίων πληθὺς, ἤτοι τὸ τῶν Φαρισαίων θεομισὲς ἐργαστήριον, συνήδρευόν τε καὶ ἔφασκον· "6Τί ποιοῦ- μεν; ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ ποιεῖ σημεῖα. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται."6 Εἶτα τούτοις ἐπήγαγεν εὐθὺς ὁ θεσπέσιος εὐαγγε- λιστής· "6Ταῦτα δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ' ἀρχιε- ρεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ ἐσκορπισμένα συναγάγῃ εἰς ἕν."6 Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν, καὶ τὸν ἐπ' αὐτῷ σκοπὸν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν, τέκνα ἅπαντες ἦσαν αὐτοῦ. Κατεσκέδασε δ', ὡς ἔφην, ἅπαντας ὁ Σατανᾶς εἰς πολύτροπον ἁμαρτίαν, ἀπεβουκόλησέ τε τῆς πρὸς αὐτὸν οἰκειό- τητος κατενεγκὼν εἰς πλάνησιν· πλὴν συνεκόμισεν ἅπαντας ὁ Χριστός. Ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός. Τοῦτό τοι καὶ διὰ τῶν προκειμένων σημαίνεται. Ὑπισχνεῖται γὰρ τῇ ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων συν εγηγερμένῃ συναγωγῇ, ἤγουν ἐκκλησίᾳ, συγκομίζειν ἅπαντας τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ ἐκ Βοῤῥᾶ, καὶ Λιβὸς, ἤτοι Νότου, ἵνα ἐντεῦθεν ἐννοῇς τὸ ἐκ παντὸς κλίματος τῆς ὑπ' οὐρανόν. Ἠὼς γὰρ καὶ δύσις, βοῤῥᾶς, καὶ Νότος, τουτὶ δή που πάντως ἡμῖν ὑπεμ- φήνειεν ἄν· λέγων· Ἄγε μὴν, τῷ Βοῤῥᾷ, τῷ δὲ Λιβὶ, Μὴ κώλυε, δίδωσί πως ἐννοεῖν, ὅτι τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων τὴν ἀντίστασιν οὐκ ἐᾷ τοῖς πρὸς αὐτὸν ἰοῦσιν ἀντιφέρεσθαι νοητῶς. Καθὰ καὶ πάλαι οἷά τις τύραννος ὠμός τε καὶ ἀλαζὼν κατεφύετο τῶν ἐπὶ γῆς ὁ ἀλητήριος Σατανᾶς ὁμοῦ τοῖς ἰδίοις ὑπ- ασπισταῖς, οὐκ ἐῶν ἀναβλέψαι πρὸς ἀλήθειαν, ἤγουν ἰέναι πρὸς Θεὸν δι' ἐπιστροφῆς. Πέπαυται δὲ καὶ τοῦτο διὰ Χριστοῦ, καταλειαίνοντος μὲν τοῖς κεκλημέ νοις τὴν εἰς σωτηρίαν ὁδὸν, ἅπαν δὲ τὸ παρὰ πόδας κείμενον, οἷον ἐκ μέσου γενέσθαι παρασκευάζοντος. Ὀνομάζων δὲ υἱοὺς, καὶ θυγατέρας ἐκ τῶν τεσσάρων τρέχοντας κλιμάτων, τῆς Χριστοῦ παρουσίας ἐμφανῆ καθίστησι τὸν καιρὸν, καθ' ὃν δέδοται τοῖς ἐπὶ τῆς γῆς τῆς υἱοθεσίας ἡ χάρις δι' ἁγιασμοῦ ἐν Πνεύματι. Ὅτι δὲ οὐκ ἔθνους ἑνὸς, κοινὴ δὲ καὶ μία πάντων γέγονεν ἡ κλῆσις, ὑπέφηνεν εἰπὼν, Πάντας, ὅσοι ἐπι- κέκληνται τῷ ὀνόματί μου. Ὠνομάσμεθα γὰρ Χρι- στιανοὶ, ἤτοι λαὸς Θεοῦ. Οὕτω γάρ που καὶ ὁ Πέτρος τοῖς κεκλημένοις διὰ τῆς πίστεως ἐπιστέλλει καί φησιν· "6Ὑμεῖς δὲ, γένος ἐκλεκτὸν, βασίλειον ἱερά- τευμα· ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ."6 9Ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα, καὶ ἐποίησα αὐτόν. Καὶ ἐξήγαγον λαὸν τυφλὸν, καὶ ὀφθαλμοὶ αὐτῶν ὡσαύτως τυφλοὶ, καὶ κωφὰ τὰ ὦτα ἔχοντες. Πάντα τὰ ἔθνη συν- ήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.9 Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ πιστώσεται γράφων ὁ ἱερώτατος Παῦλος· "6Ὥστε εἴ τις ἐν Χρι στῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε."6 Γράφει δὲ καὶ τοῖς εἰς καινότητα κεκλημένοις, δῆλον δὲ ὅτι τὴν πνευματικήν· "6Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ τέλειον, καὶ εὐάρεστον."6 Ἀνεκαινίσθη μεν γὰρ ἐν Χριστῷ, δι' ἁγιασμοῦ πρὸς τὸ ἀρχαῖον τῆς φύσεως ἀναφοιτήσαντες κάλλος, τὸ κατ' εἰκόνα δηλονότι τοῦ * ἐκ τῆς ἁμαρτίας, καὶ ἁπάσης φαυλότη- τος ἀποβαλόντες παλαίωσιν· ἀπεδυσάμεθα δὲ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυ- μίας τῆς ἀπάτης, καὶ ἐνεδυσάμεθα τὸν νέον τὸν ἀνα- καινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Πλὴν ἐν Χριστῷ γέγονεν ὁ ἀναπλασμὸς καὶ ἡ καλουμένη καινὴ κτίσις, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς ἐσχήκαμεν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ μένοντος. Τὸν τοίνυν λαὸν τὸν ἐκ τεσσάρων τῆς ὑπ' οὐρανὸν κλιμάτων συνειλεγ- μένον ἐπικληθέντα τε τῷ ὀνόματί μου οὐχ ἕτερός τις, ἀλλ' ἐγὼ μᾶλλον ἐν τῇ δόξῃ μου κατεσκεύασα, καὶ ἔπλασα, καὶ ἐποίησα· καὶ δόξαν μὲν εἶναι τοῦ Θεοῦ, καὶ Πατρὸς φαίη ἄν τις τὸν Υἱὸν, δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ δοξάζεται, καὶ κατά γε τὸ, Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, παρ' αὐτοῦ σαφῶς εἰρημένον. Πεπλᾶ σθαι γὰρ, ὡς ἔφην, δι' αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύ- σαντας διαβεβαιούμεθα, τῇ πρὸς αὐτὸν συμμορφίᾳ τὸ τῆς θείας φύσεως κάλλος ἐναστράπτον ἔχοντας ταῖς ἑαυτῶν ψυχαῖς. Ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ψαλμῳδός· "6Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρ-χομένη, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον."6 Προστιθεὶς δὲ τούτοις, ὅτι Καὶ λαὸν ἐξήγαγον τυφλὸν, τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐπέκεινα λόγου παντὸς καὶ ἀξιάγαστον ὄντως ὑπεροχὴν καθίστησιν ἐναργῆ. Τοὺς γάρτοι πάλαι τὴν ἐκ διαβολικῆς σκαιότητος ἀχλὺν καὶ ἀπάτην εἰς νοῦν ἔχοντας καὶ καρδίαν, λαμπροὺς ἀπέφηνε καὶ κατηυγασμένους, ἑωσφόρος οἷά τις, καὶ δικαιοσύνης ἥλιος ἀνίσχων αὐτοῖς, καὶ υἱοὺς ἀποφή- νας, οὐκέτι νυκτὸς καὶ σκότους, φωτὸς δὲ μᾶλλον, καὶ μὴν καὶ ἡμέρας, κατὰ τὴν τοῦ σοφωτάτου Παύ- λου φωνήν. Ὅτι μὲν οὖν ἐξήγαγε λαὸν τυφλὸν, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἀλλ' ὥσπερ τινὸς τοῖς τοιοῖσδε λόγοις ἀντανισταμένου τε καὶ λέγοντος· Καίτοι καὶ εἰς δεῦρο κατίδοι τις ἂν τοὺς ὀφθαλμοὺς αὐτῶν ὡσ- αύτως τυφλοὺς, καὶ μὴν ὅτι κωφὰ τὰ ὦτα ἔχουσιν, ἀπολογεῖται λέγων· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Μόνον γὰρ οὐχὶ προφητείας, ὦ οὗτοι, δέχεσθε λόγους· οὔπω γε μὴν τῶν πραγμάτων ἐνέστηκε καιρός· πλὴν πάντῃ τε καὶ πάντως συναχθήσονται κατὰ καιροὺς πάντα τὰ ἔθνη. Τὸ γὰρ συνήχθησαν, ἀντὶ τοῦ, συναχθήσονται, φησὶν, ἔθους ὅντος τοιούτου τῇ θεοπνεύστῳ Γραφῇ. Τὰ γὰρ πάντη τε καὶ πάντως ἐσόμενα, καὶ ὡς ἤδη γεγονότα τίθησιν ἔσθ' ὅτε. Εἴρηται γοῦν ὡς ἐκ προσ- ώπου Χριστοῦ διὰ μὲν τῆς Ἡσαΐου φωνῆς· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, ἀντὶ τοῦ, δώσω. Καὶ διά γε τοῦ Ψάλλοντος· "6∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον,"6 ὅπερ καὶ γέγονεν ἐν καιρῷ τῆς· ἐπιδημίας. Οὐκοῦν ἐπισυν- αχθήσονται, φησὶ, πάντα τὰ ἔθνη, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ ἔσονται καὶ ἄρχοντες ἐξ αὐτῶν, τοῦτ' ἔστι, λαῶν ἡγούμενοι, καὶ μυσταγωγοὶ, καὶ οἵ ποτε πλα νώμενοι, καὶ ἐν σκότῳ κείμενοι βαθείᾳ, φωτὸς ἔσονται τοῦ θείου πρόξενοι τοῖς παρ' αὐτῶν μυσταγωγουμέ- νοις. Ἔφη τι τοιοῦτον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁ Μελῳδός· "6Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς."6 Ὥσπερ γὰρ ἀμέτρητον καὶ βαθὺν ἠῤῥώ- στησε σκότον ἐν τῷ τῆς πλάνης καιρῷ, οὕτω πάλιν ὑπέρλαμπρος γέγονε, καὶ ὑπερφυῶς λελευκαμένη. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος· "6Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις."6 9Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀν- αγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν.9 ∆ιαμνημονεύσας ἄπαξ τῶν ἐθνῶν, ἤτοι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν ἀληθείας, ἐξυφαί- νει τινὰ τρόπον μυσταγωγίας αὐτοῖς, καταγορεύοντα μὲν οὐ μικρῶς τῆς τῶν δαιμονίων ἀπάτης, οὐδὲν δὲ οὖσαν παντελῶς τὴν εἰδώλων ποίησιν ἀποφαίνοντα· τὸ μὲν γὰρ εἰδέναι τὰ πάντα ἐξ ἀρχῆς μέχρι τέλους, πρέποι ἂν μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ. Πᾶσα γὰρ σύνεσις ἐξ αὐτοῦ, καὶ γνώσεως ἁπάσης ἐστὶ πηγὴ, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ σοφίας καὶ γνώσεως ἀπόκρυφοι, κατὰ τὸ γεγραμμένον. Εἰ δέ τις, καὶ τῶν ἐσομένων ἐσχηκὼς εὑρίσκεται γνῶσιν, ἐξ ἀποκαλύψεως τῆς παρ' αὐτοῦ τὸ δῶρον ὁρᾶται λαβών. Προσδιαλέγεται τοίνυν, ὡς ἔφην, τοῖς ἐξ ἐθνῶν, καὶ δὴ καί φησι· Πάντα μὲν ὑμῖν τὰ ἐσόμενα, καὶ ὅτι κληθήσεσθε μὲν κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας, διήγγελκά τε καὶ ἔφην ἐγώ· ἕτερος δὲ τίς ταῦτα ὑμῖν ἀπαγγελεῖ, ἤγουν ὁρᾶται διειρηκώς; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπά- τωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν. Ἐγὼ μὲν γὰρ, φησὶ, λελάληκα διὰ προφητῶν· προεκήρυξα τὰ ἐσόμενα κατὰ καιροὺς, δι' ἀνδρῶν ἁγίων, καὶ ἔχω μάρτυρας τοῦ προειδέναι τὰ ἐσόμενα τοὺς ταῖς ἐμαῖς διακονη- σαμένους φωναῖς. Τίνες δ' ἂν μαρτυρήσειαν τοῖς δαί- μοσιν, ἤτοι τοῖς ἀψύχοις εἰδώλοις, ὡς εἰρηκόσι τοιοῦ- τον δι' αὐτῶν; Πλεῖστοι μὲν γὰρ οἱ παρ' Ἕλλησι λο- γάδες εἰσὶ καὶ ποιηταὶ, ἔφη δ' ὅλως ἐξ αὐτῶν οὐδεὶς ὡς παρά γε τῶν ἰδίων θεῶν, ὅτι ταῦτα συμβήσεται κατὰ καιροὺς αὐτοῖς· οὔτε μὴν ἐπαθρήσαι τις ἂν προαπηγγελκότα τινὰ τῶν παρ' Ἕλλησι σοφῶν, ὅτι τῆς πεπορισμένης αὐτῷ δόξης ἐκ πλεονεξίας ἐξωσθή- σεται κατὰ καιροὺς ὁ Σατανᾶς, ἤγουν ὅτι καταφαι δρυνθήσεται διὰ πίστεως τῆς εἰς Χριστὸν ἡ ὑπ' οὐ- ρανὸν, καὶ κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν αὐ- τοῦ, εἴτ' οὖν ὅτι τὸ τῆς εἰδωλολατρίας οἰχήσεται σκότος, καὶ κρατήσει τῆς ὑπ' οὐρανὸν ἡ ἀλήθεια. Ἀγαγέτωσαν τοίνυν τοὺς μάρτυρας αὐτῶν, καὶ δειξά- τωσαν εἰπόντας ἀληθῆ. Κἂν ἢ τοῦτο γένοιτο, ἀκου σάτωσαν αὐτῶν, τοῦτ' ἔστιν, ἀκολουθήτωσαν, καὶ συναινείτωσαν, ὅτι καὶ ἡ τῶν δαιμονίων ἀγέλη τὴν τῶν ἐσομένων γνῶσιν καταπλουτεῖ. Ἀλλ' οὐδεὶς ὁ ἐκείνοις μαρτυρήσας ἐστὶν, οὔτε μὴν τῶν ἐσομένων ἐξαγγελεύς. Πεπλάνηνται δὴ οὖν ὁμολογουμένως οἱ θεοὺς εἶναι νομίσαντες αὐτούς· εἰσὶ γὰρ βέβηλοι, καὶ ἀπατεῶνες καὶ βωμολόχοι. 9Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί. Καὶ ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται.9 Εἰπὼν, ὅτι μαρτυρήσειεν ἂν οὐδὲν τοῖς ἀκαθάρτοις δαίμοσιν, ἤγουν τοῖς ἔργοις τῶν ἀνθρωπίνων χειρῶν τὸ εἰδέναι τὰ ἐσόμενα, τοῖς ἑαυτοῦ προφήταις προδια- λέγεται, καί φησιν· Γένεσθέ μοι μάρτυρες. Λελάληκα γὰρ δι' ὑμῶν, καὶ τῶν ἐσομένων τὴν γνῶσιν, τὸ ἐμὸν ὑμῖν ἐνήστραψε Πνεῦμα. Οὐκοῦν τῆς ἐμαυτοῦ δόξης καὶ θεοπρεποῦς ὑπεροχῆς παροίσω μάρτυρας. Μαρ- τυρήσω δὲ ἐμαυτῷ, καὶ ὁ Παῖς ὃν ἐξελεξάμην. Ὅμοιον τούτῳ τὸ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς εἰρημένον πρὸς Ἰουδαίους· "6Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ καὶ ποῦ ὑπάγω."6 Καὶ πάλιν· "6Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πα- τήρ."6 Ἀξιόχρεως γὰρ ἡ Θεοῦ φωνὴ πρὸς πίστιν ὧν ἂν βούλοιτο λέγειν περὶ τῆς ἑαυτοῦ δόξης καὶ ὑπερ- οχῆς. Ἕπεται δὲ κατὰ λόγον δεύτερον, καὶ ἡ παρὰ τῶν ἁγίων ψῆφος, καὶ σύνεσις ἀπονέμουσα αὐτῷ τὰ ὅσαπερ ἂν πρέποι τῇ πασῶν ἐπέκεινα φύσει. ∆ιὰ τοῦτο μάρτυρας παραλαβὼν τοὺς ἁγίους προφήτας, ἐπὶ τὸ μεῖζον ἄνεισι καὶ ἀψευδὲς ὁμολογουμένως, ἑαυ- τὸν, φημὶ, καὶ τὸν ἴδιον Υἱόν. Ἀπόχρη γὰρ, ὡς ἔφην, εἰς πίστιν ἅπασαν τοῖς ἀρτίφροσιν ἡ Θεοῦ φωνή. "6Ταυτὶ δὲ λελάληκα πρὸς ὑμᾶς, φησὶν, οὐ μάτην, ἀλλ' ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί."6 ∆ιὰ γὰρ γνώσεως ἡ πίστις, διὰ δὲ τῆς πίστεως ἡ σύνεσις. Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συν- ῆτε, φησί· πιστεύσητε δὲ ὅτι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Οὔτε γὰρ πρὸ αὐτοῦ Θεὸς ἦν ἕτερος, ἀλλὰ αὐτὸς ἡ πάντων ἀρχὴ καὶ παντὸς ἐπέκεινα νοῦ, καὶ μετ' αὐτὸν οὐκ ἔσται. Μένει γὰρ ὁ αὐτὸς, καὶ ἀναλλοίωτον ἔχει τὴν φύσιν, καὶ ἀκράδαντον τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ διηνεκῆ βασιλείαν. Ὁ γὰρ ἀρχὴν οὐκ ἔχων τοῦ εἶναι, πρὸς ποῖον δραμεῖται τέλος; 9Ἐγὼ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων. Ἀνήγγειλα, καὶ ἔσωσα. Ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, ὅτι [αλ. ἕτι] ἀπ' ἀρ- χῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρού- μενος. Ποιήσω, καὶ τίς γε μὴν ἀποστρέψει;9 Μαρτυρήσατε, φησὶν, ὅτι ἐγὼ μόνος ὁ τῶν ὅλων Θεὸς, οὐδενὸς πρὸ ἐμοῦ γεγονότος, οὔτε μὴν ἐσομένου μετ' ἐμέ. Μόνος γάρ εἰμι ὁ σώζων ἐγὼ, καὶ τοῦτο ὑμῖν ἔκπαλαι προσήγγελκα, καὶ τὸ λαληθὲν ἤγαγον εἰς πέρας. ∆ιέσωσα γὰρ ἐν Χριστῷ· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ἐπελανθάνοντο μὲν γὰρ κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ τῶν ἱερῶν θεσπισμάτων, τῶν διά γέ φημι τοῦ πανσόφου Μωσέως, καὶ φιλήδο- νοι μᾶλλον ἦσαν οἱ φιλόθεοι. Εἶτα ῥᾳθυμίας πραττό- μενοι λόγους, κατεκινδύνευον ἔσθ' ὅτε πολεμίων αὐ- τοῖς ἐπαφιεμένων. Ἀλλ' ἐν τῷ τῆς θλίψεως καιρῷ τὸν ἀεὶ σώζοντα καλεῖν ἐπεχείρουν εἰς ἐπικουρίαν. Καὶ τοῦτο αὐτοῖς ὠνείδισα, διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· "6Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα, καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; Εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;"6 Οὐκοῦν ὠνείδισα πλειστάκις ὑμῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ μεμα- θήκατε διὰ πείρας, ὅτι οὐκ ἦν ἐν ὑμῖν Θεὸς, ἀλλότριος δηλονότι. Σέσωκε γὰρ ὑμᾶς ἐκείνων οὐδείς. Εἰμὶ τοιγαροῦν μόνος ὁ σώζων ἐγώ. ∆ιὸ δὴ μαρτυρήσατε, κἀγὼ δὲ μάρτυς ἐμαυτοῦ γενήσομαι, λέγει Κύριος ὁ Θεός. Ἤγουν κατ' ἐκεῖνο· "6Πᾶς οὖν ὅστις ὁμολογή σειεν ἂν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ."6 Μαρτυρήσατε δὴ οὖν ὅτι ἐγὼ εἰμὶ ἔτι ἀπ' ἀρχῆς, τοῦτ' ἔστιν, ὁ ἀπ' ἀρχῆς εἰς δεῦρο προαπαγγέλων τε τὰ ἐσόμενα, καὶ σώζειν ἀκονητὶ δυνάμενος τοὺς τὴν πρὸς ἐμὲ διψῶντας οἰκείωσιν. Σώζων δὲ οὕτως, ὡς δύνασθαι παντελῶς οὐδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν ἅπαξ προειλημμένον. Οὐκ ἔστι γὰρ ὁ ἐκ τῶν χειρῶν μου, φησὶν, ἐξαιρού- μενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Πεποίηκα γὰρ τὴν τῶν ἐθνῶν κλῆσιν, φησὶν, ἤτοι, σέσωκα τοὺς πλανωμένους. Καὶ τίς τοῦτο μεταβαλεῖ, ἤγουν μετα- στήσει πρὸς τὸ μὴ οὕτως ἔχειν. Ὅτι γὰρ ἐκ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάσει τοὺς παρ' αὐτοῦ σεσω- σμένους, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· "6Τὰ πρό- βατα, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου."6 Τοῦτ' ἔστιν ἐναργῶς τὸ γεγραμμένον· "6Οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος."6 9Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.9 ∆ιὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων οὐκ ἀγεννῆ παραίνεσιν ἐξυφήνας τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ διαδείξας ὅτι μόνως ἔχει τῶν τε ἐν ἀρχαῖς, καὶ διὰ μέσου, καὶ τελευταίων τὴν γνῶσιν, καὶ μὴν ὅτι παρ' αὐτὸν ἕτερος οὐδείς ἐστι παντελῶς ὁ διασῶσαι δυνάμενος, καὶ βεβαίαν ἐν αὐτοῖς διὰ τούτων ἐνιδρύσας τὴν πίστιν, μεθίστησι τοὺς λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ πειρᾶται πληρο- φορεῖν ὡς ἔστι παναλκὴς, καὶ θαυματουργὸς, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν αἱ τῶν πραγμάτων εἴκουσι φύσεις· ὑπηρετεῖ δὲ καὶ αὐτὰ τὰ τοῦ κόσμου στοιχεῖα, καὶ ὅπερ ἂν αὐτὸς ἐθελήσει, τουτὶ δὴ πάντως διαπε- ραίνεται, παρὰ πόδας κειμένου μηδενός. Ἔδει γὰρ, ἔδει τοῖς ἐξ Ἰσραὴλ πλείστης τε ὅσης φωταγωγίας καὶ τῶν εἰς ἑδραιότητα νοῦ καθιστάντων αὐτοὺς παραινέσεών τε καὶ ὑπομνημοσυνῶν, ἐπεί τοι παρ- ώλισθον ἐφ' ἃ μὴ θέμις, καὶ θεοῖς ἐτέροις προσ νεύσαντες, κατατεθύκασιν εἰδώλοις, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται· ποιεῖται τοίνυν αὐ- τοῖς τῶν ἐσομένων τὴν προαγόρευσιν, καὶ τὰς τῶν Βαβυλωνίων προεκκαλύπτει συμφορὰς, εὐτεχνέστατα λίαν, ὡς ἔσονται μὲν αὐτοὶ παρ' ἐκείνων αἰχμάλωτοι προκαταδεικνύς· πείσονται δὲ ὅτι τὰ πάντων αἴ- σχιστα δι' αὐτοὺς προαναφωνῶν, ὡς ἔφην. Ἐπειδὴ δὲ περὶ μεγίστων πραγμάτων ὁ πρὸς αὐτοὺς ἐγίγνετο λόγος, ἀναγκαίως τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπαρά- βλητον δόξαν, καὶ μὴν τῆς ἰσχύος τὴν ὑπερβολὴν καταδείκνυσι λέγων· Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ἰσραήλ. Ἵνα γὰρ εἰς ἀνάμνησιν αὐτοὺς ἀποκομίσῃ τῶν πάλαι, τῶν ἐπί γέ φημι τῇ λυτρώσει τῇ ἐξ Αἰγύπτου γενομένῃ, ὅτε καὶ πολλὴ τερατουργημάτων πληθὺς μεμαρτύρηκεν αὐτοῦ τῇ δόξῃ, διὰ τοῦτο Κύριον τὸν Θεὸν ἑαυτὸν ὀνομάσας, καὶ λυτρωτὴν εἶναι διεβεβαιώσατο. Καὶ ταυτὶ μὲν ἐν τούτοις. Τί δὲ δὴ τὸ ἐσόμενον; Ἕνεκεν ὑμῶν ἀποστελῶ, φησὶν, εἰς Βαβυλῶνα. Εἷλε μὲν γὰρ ὁ Βαβυλώνιος αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ τῆς ἐν- εγκούσης ἐξαναστήσας, μᾶλλον δὲ κατεμπρήσας ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν ὁμοῦ τῷ διαβοήτῳ ναῷ, μετέστησεν εἰς τὰ ὄρη Περσῶν τε καὶ Μήδων. Ἐπειδὴ δὲ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἑβδο- μηκοστὸν ἔτος διεπεραίνετο, κατηλέει Θεὸς αὐτοὺς, καὶ δὴ κατεξανίστησι τῶν Χαλδαίων Κῦρον τὸν Καμβύσου συνασπιζόντων Περσῶν καὶ Μήδων· οὗτοι κατὰ κράτος εἷλον τὴν τῶν Χαλδαίων, ἤτοι τὴν Βα- βυλωνίων, καίτοι πάλαι δεδιότες αὐτοὺς, καὶ πλεον- εκτοῦσαν αὐτῶν τὴν χεῖρα παραιτούμενοι. Ἔχει δὲ ἡ παράδοσις ὅτι τῶν μεγιστάνων ἐν αὐτῇ τινας ὁ Κῦ- ρος ἑλὼν, εἶτα σιδήρῳ καταδεσμεύσας, διὰ τῆς Κα- σπίας θαλάσσης εἰς ἀβάτους καὶ ἀοικήτους ἐξέπεμψε χώρας. Κατεγήγερται δὲ τῶν Βαβυλωνίων ὁ Κῦρος Θεοῦ καταθήγοντος, καὶ τὸ δύνασθαι κρατεῖν ἐκνε- νεμηκότος αὐτῷ. Ἔφη γάρ που πρὸς αὐτὸν διὰ τῆς Ἡσαΐου φωνῆς· "6Οὕτως λέγει Κύριος τῷ Χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμ- προσθεν αὐτοῦ ἔθνη."6 Καὶ πάλιν· "6Ἐγὼ ἔμπροσ- θέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀορά- τους, ἀνοίξω σοι."6 Ἐπειδὴ γὰρ οἱ Βαβυλώνιοι κατὰ τῶν ἐξ Ἰσραὴλ δεινῷ καὶ ἀκράτῳ θυμῷ χρησάμενοι προσκεκρούκασι Θεῷ, διὰ τοῦτο δέδονται καὶ αὐτοὶ Πέρσαις τε καὶ Μήδοις, οἳ καὶ ἀφορήτοις ἀπανθρω- πίαις ἐχρήσαντο κατ' αὐτῶν. Εἴρηται γοῦν πρὸς τὴν Βαβυλῶνα δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. Ὑμῶν τοίνυν ἕνεκα, φησὶν, ὦ Ἰσραὴλ, ἀποστελῶ εἰς Βαβυλῶνα, ἀποστελῶ δὲ τίνα; Ἢ πάντως που τὸν ἀοίδιμον Κῦ- ρον, καὶ τὴν ὑπ' αὐτῷ στρατιάν; Τὸ δὲ ἀποστελῶ τὸ ἐπιπέμψω δηλοῖ. Ἐπεγερῶ δὲ αὐτοῖς καὶ πάντας τοὺς πάλαι φεύγοντας, εἴκοντάς τε αὐτοῖς καὶ δε- διότας ὡς μαχητὰς, καὶ ἀλκιμωτέρους. Καὶ Χαλ- δαῖοι ἐν πλοίοις δεθήσονται. Ὡς γὰρ ἔφην φθάσας, καὶ αὐτοὶ μετῳκίσθησαν εἰς ἀπῳκισμένας καὶ ἀβά- τους χώρας, τὴν καλουμένην Κασπίαν διαπλεύσαντες θάλασσαν. Ἰστέον δὲ ὅτι καὶ ἑτέρα φέρεται γραφή. Χαλδαῖοι γὰρ, φησὶν, οὐκ ἐν πλοίοις μᾶλλον, ἀλλ' ἐν κλοιοῖς δεθήσονται. Σέσωκε δὲ καὶ νοητῶς ἅπαν- τας τοὺς ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τὰ τῶν δαιμονίων καταργήσας στίφη, καὶ τὴν ἄμα- χον αὐτοῦ καὶ ὑπερφυᾶ δύναμιν κατεξαναστήσας αὐτῶν, τοῦτ' ἔστι Χριστόν. Οὕτω γὰρ ἡμᾶς αἰχμα- λώτους ὄντας ἐλυτρώσατο, καὶ τοῖς ἐκείνου θελήμασιν οἱονεὶ θητεύοντας ἀπέφηνεν ἐλευθέρους, καὶ ὡς ἐκ βαρβάρου γῆς ἀποστάσας ἐπανήγαγεν εἰς τὴν νοητὴν Ἰουδαίαν, ἥτις ἐστὶν ἡ Ἐκκλησία ἣν αὐτὸς αὐτῷ περιεποιήσατο, κηλίδος ἁπάσης ἀπαλλάξας καὶ μολυσμῶν, ἁγίαν τε καὶ ἄμωμον ἀποφήνας. 9Ἐγὼ Κύριος, ὁ Θεὸς ὑμῶν, ὁ ἅγιος, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν.9 Τὰ μεγάλα καὶ ἐξαίρετα τῶν πραγμάτων καὶ ἀπιστεῖται πολλάκις, ὅταν ἔσεσθαι προαγγέλλωνται. Ταύτῃτοι καὶ σφόδρα εἰκότως ὁ τῶν ὅλων Θεὸς, ὅτε τι τοιοῦτον ἐπαγγέλλεται, πρὸς πίστιν τοῦ ἀκροωμέ- νου τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθιστὰς, Κύριόν τε τῶν ὅλων καὶ Θεὸν ἑαυτὸν ὀνομάζει. Τί δ' ἂν γένοιτο τὸ ἀντιστατοῦν τό γε οὕτως ἔχοντι φύσεώς τε καὶ δόξης; Ὅταν τοίνυν ὑμῖν προαγορεύσω, φησὶν, οὐ καθ' ἕνα καὶ αὐτός εἰμι τῶν ψευδωνύμων θεῶν, οἳ μηδὲν ὄντες παντελῶς, οὐδ' ἂν ἐργάσαιντό τι μικρὸν ἢ μέγα· εἰμὶ δὲ μᾶλλον Κύριος ὁ Θεὸς, ὁ ἐν ὑμῖν ἅγιος, τοῦτ' ἔστι, σεπτὸς, καὶ τῶν ἄλλων ἁπάντων ἐξῃρημένος, καὶ ἀμάχοις νεύμασιν ἃ ἂν βούλωμαι κατορθῶν. Εἰμὶ δὲ ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τοῦτο διχῆ νοητέον· ἢ γὰρ ἐκεῖνο φησίν· Ὡς ἐγώ εἰμι ὁ καταδείξας ἐμαυτὸν διὰ πολλῶν σημείων, καὶ τῆς ὑπὲρ λόγον ἀλκῆς τε καὶ ἐξουσίας βασιλέα ὑμῶν· ἤγουν ἕτερόν τι διὰ τούτου καταδηλοῦν ὑπο- τοπητέον· Ἰσραὴλ καὶ μέν τοι καὶ Ἰακὼβ παρὰ ταῖς θείαις ὠνόμασται Γραφαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καθάπερ ἀμέλει καὶ ∆αβίδ· διά τοι τὸ ἐκ σπέρματος εἶναι κατὰ σάρκα τῶν ὠνομασμένων. Εἰμὶ τοιγαροῦν, φησὶν, ἐγὼ ὁ καταδείξας τὸν ἐξ αἵ- ματος Ἰακώβ τε καὶ Ἰσραὴλ βασιλέα ὑμῶν. Πλεί-στην δὲ ὅσην ἔχει τὴν οἰκονομίαν ὁ λόγος. Ἐπειδὴ γὰρ λυτρώσεως μερικῆς ἐποιήσατο μνήμην· ἀνεκο- μίσθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν, ἀναγκαίως ἐπὶ τὸ μεῖζον ἀσυγκρίτως ἀναβιβάζει τὴν ὑπόσχεσιν, καὶ διαμέμνηται λυτρώ- σεως τῆς ἐσομένης διὰ Χριστοῦ, καὶ οὐ μερικῆς ἔτι, καὶ ὡς ἐπ' ἔθνους ἑνὸς, καθὰ καὶ πάλαι, γενικώτερον δὲ μᾶλλον καὶ κατὰ παντὸς ἰούσης τῆς ὑπ' οὐρανόν. Ὅτι δὲ οὐκ ἀθαύμαστον τοῦ Χριστοῦ τὸ μυστήριον διὰ τὴν τῆς οἰκονομίας ὑπερβολὴν, καὶ τὸ τῆς εἰς ἡμᾶς ἡμερότητος μέγεθος, ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν γε ἅπαξ εἰδότων αὐτό. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ὁ Μονογενὴς, καθίκετο μὲν εἰς κένωσιν, ἔλαβε δὲ δούλου μορφὴν, ἵνα τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλάξας τοὺς ὑπ' αὐτῷ κειμένους, τοῖς ἰδίοις ὑπαγάγῃ σκήπτροις Μέμνηται δὴ οὖν ὁ λόγος ἐν τούτοις, ὡς ἐσομένης κατὰ καιροὺς λυτρώσεως μερικῆς, ἢ μόνοις δέδοται τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ καθόλου, καὶ γενικωτάτης, διὰ Χριστοῦ δηλονότι, δι' ἧς σέσωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἀνὰ πᾶσαν τὴν οἰκουμένην. 9Οὕτω λέγει Κύριος· Ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, ὁ ἐξαγαγὼν ἅρματα, καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν. Ἀλλ' ἐκοιμήθη- σαν, καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον.9 Τὰ χρηστὰ καὶ ὀνησιφόρα, κἂν πλειστάκις λαλεῖ- ται παρά τε Θεοῦ καὶ ἀνθρώπων, ὀχληρὰ μὲν οὐ- δαμῶς εἶεν ἂν τοῖς ἀρτίφροσιν, ἀναγκαῖα δὲ μᾶλλον εἰς σωτηρίαν. Ταύτῃτοι καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισί· "6Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές."6 Ἐπειδὴ γὰρ ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας ὁ ἀνθρώπινος νοῦς καταφθείρεται πρὸς λήθην ἔσθ' ὅτε τῶν δεδωρημένων ἑκάστῳ παρὰ Θεοῦ, διὰ τοῦτο πρὸς ἀνάμνησιν αὐτῶν ἀναβιβάζει πλει- σταχοῦ θεῖος ἡμᾶς λόγος, οὐκ ἐῶν εἰσάπαν ἀποψύχε- σθαι πρὸς τὸ ῥᾴθυμον, ἀναζωπυρῶν δὲ μᾶλλον εἰς φιλοθείαν, καὶ εἰς παντὸς ἔφεσιν ἀγαθοῦ. Οὐκοῦν ἐπειδήπερ λελύτρωται ὁ Ἰσραὴλ, πλείστων ὅσων ὑπὲρ αὐτοῦ παραδόξως τετελεσμένων, εἶτα τούτων ἀμνημονήσαντες ἐτράποντο πρὸς ἀπόστασιν, καὶ τοῖς οὐκ οὖσι θεοῖς προσνενεύκασιν, ἀναγκαίως αὐτοὺς πρὸς ἀνάμνησιν τῆς ἑαυτοῦ δυνάμεως ἀνακομίζει Θεὸς, δεδωκέναι λέγων ὁδὸν ἐν θαλάσσῃ, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. ∆ιεβιβάσθησαν γὰρ διὰ θαλάσσης μέσης τῆς Αἰγυπτίων ἀπαίροντες χώρας, διέβησαν δὲ καὶ ποδὶ τὸν Ἰορδάνην. Καὶ ταύτην εἶναί φαμεν τὴν ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἃ δὴ καὶ θαυμάσας ὁ θεσπέσιος ψάλλει ∆αβίδ· "6Τί ἐστί σοι, θάλασσα ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;"6 Καὶ πάλιν περὶ Θεοῦ λέγων· "6Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί."6 Οὐκοῦν δέδωκεν ἐν θαλάττῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἐξήγαγε δὲ, καὶ ἅρματα, καὶ ἵππον, καὶ ὄχλον ἰσχυρόν. Κατεδίωξε μὲν γὰρ ὁ Φαραὼ τοὺς ἐξ αἵματος Ἰσραὴλ ἐν ἅρμασί τε καὶ ἵπποις, καὶ δυσ- αντήτῳ χρώμενος τῇ τῶν συνασπιζόντων χειρὶ, πλὴν κατ' οὐδένα τρόπον νενίκηκε, ἤτουν ἠδίκησε τοὺς λελυτρωμένους. Ἐκοιμήθηκσαν γὰρ, καὶ οὐκ ἀναστήσονται, φησὶν, ἀλλ' ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. Ἐναπεπνίγησαν γὰρ τοῖς ὕδασιν, ἵπποις τε ὁμοῦ καὶ διολώλασι, καὶ ὡς εὐκατάπρηστον λῖνον ὑπὸ θείας ὀργῆς δεδαπάνηνται, καὶ κατεσβέσθησαν ἀμογητὶ, τοῦτ' ἔστι, κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ οἷον ἀποτετέφρωνται. Τὸ γάρ τοι λῖνον πυρὶ μὲν ἕτοιμον εἰς ἀφανισμὸν, σβέννυται δὲ καὶ χειρὸς ἁφῇ, καὶ ἀδρανεστάτην ὠδίνει φλόγα. Εἰ δὲ δή τις λέγοι, Τοῦ τῆς Αἰγυπτίων ἐξάρχοντος γῆς ἰδία βουλήσει κατατρέχοντες τοῦ Ἰσραὴλ, πῶς αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐξαγαγεῖν λέγεται τοὺς ἵππους, καὶ ἅρματα, καὶ τὸν ὑπ' ἐκείνων στρατόν; Φαμὲν ὅτι εἴρηται πρὸς Φαραὼ παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· "6Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ."6 Καὶ ταυτὶ μὴν εἰρήσθω πάλιν ἱστο- ρικῶς. Φαμὲν δὲ ὅτι τοὺς εὖ βιοῦν ᾑρημένους, καὶ τὴν ὑπὸ τῷ διαβόλῳ δουλείαν παραιτουμένους, ἀπο- φοιτῶντάς τε τῶν περὶ γῆν σπουδασμάτων, καὶ οἷον ἀπαίρειν ἐθέλοντας πάσης ἀκαθαρσίας, διώκει μὲν ὁ πονηρὸς, σώζει δὲ παραδόξως Θεὸς, βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ ἀφράστῳ δυνάμει διαβιβάζων αὐτοὺς, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς οὐκ ἐφιεὶς ἐπικλύζειν αὐτοὺς, ἀλλ' ἐπέκεινα σαρκικῶν κυμάτων γενέσθαι παρασκευάζων, ἐξημερῶν δὲ ὥσπερ τινὰ θάλασσαν αὐτοῖς τοὺς πολυτρόπως συμβαίνοντας πειρασμούς· ἵνα ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ, τοῦτ' ἔστιν, ἐν καταστάσει νοῦ καθαρᾷ καὶ σχολαίᾳ φαγεῖν τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ πιεῖν ὕδωρ ἐκ πέτρας, τοῦτ' ἔστιν, ἐν μεθέξει γενέσθαι Χριστοῦ, διαβιβα- σθῆναί τε τὸν Ἰορδάνην, οὕτω τε εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλάσαι, συνήσει πάντως ὁ πνευματικὸς ὅ φημι. 9Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἰδοὺ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε. Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην, τὰς ἀρετάς μου καὶ κατ ορθώματα διηγεῖσθαι.9 Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ μερικὴν οὖσαν τὴν ἐσομένην λύτρωσιν τοῖς ἐξ Ἰσραὴλ, παρετίθει μὲν εἰς γνῶσιν αὐτοῖς, ἀναβιβάζων δὲ τῶν πραγμάτων τὴν ἀφήγησιν ἐπὶ τὸ ἄμεινον, ἀσυγκρίτως τῆς διὰ Χριστοῦ σωτηρίας ἐποιεῖτο τὴν μνήμην, ἀναδεῖξαι λέγων ἡμῶν βασιλέα τὸν Ἰσραήλ· οὕτω κἀνθάδε δια- μνημονεύσας χρησίμως τῆς τε Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Ἰορδάνου ναμάτων, καὶ τοῦ διαβιβασμοῦ τῶν ἐξ Ἰσραὴλ, πάλιν ἐπάνεισιν ἐπὶ τὸ Χριστοῦ μυστή- ριον. ∆ιὰ τοῦτό φησι· Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἡ γὰρ τῶν ἀσυγκρίτως ὑπερκειμένων ἐπεισφορὰ, λήθῃ δίδωσιν ἔσθ' ὅτε τὸ ἔλαττον, καὶ τὰ λαμπρὰ τῶν πραγμάτων ἀπαμβλύ- νουσί πως τὰ μὴ οὕτως ἔχοντα κατὰ φύσιν, κἂν προτερεύῃ κατὰ τὸν χρόνον. Τοιοῦτόν τι καὶ ὁ πάν- σοφος Παῦλος, ὅτι "6Νῦν μὲν γινώσκομεν ἐκ μέρους· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσε ται."6 Μεγάλα μὲν γὰρ καὶ λόγου παντὸς ἐπέκεινα τὰ τετελεσμένα παρὰ Θεοῦ διὰ τοῦ πανσόφου Μωσέως, ὑπερφερῆ δὲ καὶ ἀνεστηκότα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος τε καὶ ὑπεροχῆς. Σέσωσται γὰρ δι' αὐ- τοῦ, καὶ παρ' αὐτοῦ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν ἡ πληθύς. ∆ιὰ τοῦτο μονονουχὶ, καὶ ἐπιλανθά- νεσθαι κελεύει τῶν πρώτων. Προσερεῖται [αλ. προσ- ερείδεσθαι] δὲ μᾶλλον τὸν νοῦν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, καὶ λαμπρὰν ἔχουσι δόξαν. Ποιήσω τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ ὁδόν. Νοεῖταί γε μὴν ἔρη- μος ἐν τούτοις, ἡ πάλαι ξηρὰ καὶ ἄκαρπος τῶν ἐθνῶν πληθὺς, καὶ οἷον ἀκανθοτόκος, διὰ τὸ εἶναι παντελῶς ἐν αὐτῇ μηδένα τὸν εὐσεβῆ, καὶ εὐδόκιμον, καὶ ἀγαθοεργεῖν εἰδότα σοφῶς. Ὡς γὰρ ὁ ψάλλων φησί· "6Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός."6 Ἐν ταύτῃ δὴ οὖν τῇ ἐρήμῳ πέφηνεν ὁδὸς ἀποφέρουσα τοὺς δι' αὐτῆς ἐρχομένους πρὸς θεογνωσίαν τὴν ἀληθῆ, καὶ εἰς ἁγίαν καὶ ἀβέβηλον ζωὴν, καὶ εἰς πᾶ- σαν ἐπιστήμην ἀγαθοῦ παντὸς πράγματος. Φαμὲν δὲ εἶναι ταύτην τὴν ὁδὸν, ἢ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἢ τάχα που καὶ αὐτὸν τὸν Χριστόν. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ἐναργῶς· "6Ἐγώ εἰμι ἡ ὁδός."6 Ἀλλ' οὐχ ὁδὸς μόνη γέγονεν ἐν τῇ ἐρήμῳ, ἀνεδείχθησαν δὲ καὶ ποταμοὶ, νοητοῖς καὶ ψυχωφελέσι νάμασι καταμεθύσκειν εἰδότες τοὺς ἐν αὐτῇ. Φαμὲν δὲ εἶναι καὶ τούτους τοὺς τῶν εὐαγ- γελικῶν τε καὶ ἀποστολικῶν θεσπισμάτων ἱερουρ- γοὺς, ὧν καὶ ὁ θεσπέσιος ∆αβὶδ διαμνημονεύει λέ- γων· "6Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν."6 Ὡς γὰρ αὐτός που πάλιν φησίν· "6Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν."6 Πρὸς δέ γε τοῖς ὠνομασμένοις πο- ταμοῖς νοηθεῖεν ἂν καὶ οἱ λαῶν ἡγούμενοι, καὶ μυστ- αγωγεῖν εἰδότες ὀρθῶς τε καὶ ἀμωμήτως, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις κατάρδειν δυνάμενοι τοὺς προσ- ιόντας Χριστῷ διὰ τῆς πίστεως. Ἄνυδρον δὲ τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν. Οὐ γὰρ ἦν παρ' αὐτοῖς δι- δάσκαλος ἀληθείας, καὶ σωτηριῶδες ἔχων τὸ νάμα. "6Φάσκοντες γὰρ εἶναι σοφοὶ, ἐμωράνθησαν,"6 κατὰ τὴν τοῦ μακαρίου καὶ θεσπεσίου Παύλου φωνήν· "6Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετρα- πόδων, καὶ ἑρπετῶν."6 Ἀναδειχθείσης τοίνυν ὁδοῦ, φησὶν, ἐν ἐρήμῳ, καὶ λαβούσης τῆς ἀνύδρου ποταμοὺς, εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυ- γατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι γένος μου τὸ ἐκ- λεκτὸν, λαὸν ὃν περιεποιησάμην τὰς ἀρετάς μου δι- ηγεῖσθαι· καὶ θηρία μὲν ἀγροῦ δηλοῦν ἔοικε τοὺς ἐκ πολλῆς ἄγαν ἀμαθίας ἐκθηριωθέντας τρόπον τινὰ καὶ ζῶντας ἀγρίως. Ἔζη δὲ οὕτως τὰ ἔθνη. Σειρῆνας δὲ καὶ θυγατέρας στρουθῶν τοὺς εὐστομεῖν παρ' αὐτοῖς εἰδότας φησὶ, καὶ ἐξησκημένους τὸ καλλιεπές. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ σειρῆνας ἀποκαλεῖν τὰ τῶν στρουθίων λαλίστατα, καὶ ἐμμελές τι καὶ εὔρυθμον ἀναφωνεῖν εἰωθότα. Γεγόνασι δέ πως τοιοῦτοι τῶν Ἑλλήνων δεισιδαιμονίας οἱ διδάσκαλοι, ποιηταί τε καὶ λογογράφοι. Ἔνεστι γὰρ αὐτοῖς τὸ ἡδύ τε καὶ εὔ- κομπον, τό γε ἧκον εἰς λόγους. ∆ιδάσκουσί γε μὴν τῶν ἀναγκαίων οὐδέν. Ἀλλ' οὗτοι πάντες δοξολογήσουσί με, φησὶν, ὡς ὕδωρ δόντα τὸ νοητὸν, καὶ ἀνύδρῳ δείξαντα ποταμούς. Ἵνα τὸ ἐκλεκτόν μου ποτίσωσι γένος· καὶ ποῖον τοῦτό ἐστιν, ἢ ἐκεῖνοί που πάντως, οἷς. καὶ ὁ πάνσοφος Πέτρος προσπεφώνηκε λέγων· "6Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ; 9Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου. Οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβανωτῷ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἀλλ' ἐν ταῖς ἁμαρτίαις σου, πλημμελήμασί τε καὶ ἀδικίαις καὶ τοῖς τοιουτοτρόποις προέστην σου.9 ∆ιὰ τῶν ἤδη προεξητασμένων, ἤγουν προανεγνω- σμένων, τῆς ἐν Χριστῷ διαθήκης καὶ τῶν παρ' αὐτοῦ χαρισμάτων ἐποιεῖτο τὴν προαγόρευσιν. Ἔφη γὰρ ἐν ἐρήμῳ ποιήσειν ὁδὸν, καὶ ἐν ἀνύδρῳ ποταμούς· ταύτης ἕνεκα τῆς αἰτίας εὐλογηθήσεσθαι παρὰ πάν- των τῶν θηρίων τοῦ ἀγροῦ· τρόπος δ' ἂν νοοῖτο θυ- σίας νοητῆς ἡ δοξολογία, καὶ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης καρπός. Ἐν δέ γε τοῖς προκειμένοις πληρο- φορεῖν πειρᾶται τὸν Ἰσραὴλ, ὅτι λελύτρωται μὲν ἐξ Αἰγύπτου, καὶ τῆς αὐτόσε θητείας ἐξῄρηται, καὶ τῶν οὕτως ἀνιαρῶν ἀπηλλάχθη πόνων, οὐχ ἵνα μό- σχους αὐτῷ προσαγάγῃ, καὶ τὴν δι' αἵματος καὶ καπνῶν ποιῆται πρόσοδον. Ἀποβλήματα γὰρ τὰ τοιάδε παρὰ Θεῷ, καὶ σκιὰ μᾶλλόν εἰσιν ἢ ἀλήθεια. Φησὶ τοίνυν Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ. Τὸ δὲ νῦν, ἐκληπτέον, ἀντὶ τοῦ, οὐχ ὅτε θύεις, ἤγουν οὐκ ἐν τῷ βουθυτεῖν ὄντα καὶ μηλοσφαγεῖν κέκληκά σε, ἵνα μὴ ἄρα πως οἰηθῇς ἀντέκτισιν ὥσπερ τινὰ τῆς προσ- αγωγῆς ἐσχηκέναι τὴν λύτρωσιν, ἀλλ' ὄντα σε μᾶλ- λον ἐν ἁμαρτίαις, καὶ μολυσμοῖς ἔνοχον, λελάτρευ- κας γὰρ τοῖς Αἰγυπτίων θεοῖς, φειδοῦς ἠξίωσα καὶ ἀγάπης. Ἡμερότητος οὖν ἄρα τὸ δῶρον, καὶ φιλ ανθρωπίας καρπὸς ἡ χάρις, καὶ ὡς ἐξ ἀγάπης ἡ λύ- τρωσις. Οὐδὲν γὰρ, φησὶ, πρὸς ἐμὲ τὰ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὔτε μὴν ἐν ταῖς θυσίαις σου ἐδόξασάς με. Τὸ γὰρ ἀπαράδεκτον ὅλως καὶ εἰκῆ προσφερόμενον, πῶς ἂν εἰς δόξαν γένοιτο τὴν ἐμήν; Ἀλλ' οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου. Ὁ μὲν γάρ τι τῶν ἀγαθῶν ἐπιτηδεύων, φησὶ, καὶ αὐχημά- των τῶν εἰς ἀρετὴν γενόμενος ἀποτελεστὴς, ὁ τοῖς ἐμοῖς νεύμασιν ὑποθεὶς τὸν αὐχένα, καὶ θεσπισμά- των τῶν ἱερῶν ἐργάτης, δουλεύειν ἂν λέγοιτο τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε λιβανωτῷ τὴν ἁγίαν καπνί- ζων σκηνὴν, καὶ βοῦς προσάγων ἢ πρόβατα, ἢ τὶ τῶν ἀρίστων κατωρθωκὼς, τὴν τῆς γνησιότητος οὐκ ἀποίσεται δόξαν· Πέπραχε γὰρ ὅλως ὁ τοιοῦτος τῶν ἀρεσκόντων ἐμοὶ οὐδὲν, οὐκοῦν οὐκ ἔν γε τῷ θύειν τὸ δουλεύειν ἐστὶν, ἀλλ' ἐν τῷ βουλεύεσθαι τρυφερόν τε καὶ οἷον ἀναφῆ τοῖς αὐτοῦ θελήμασιν ὑποφέρειν τὸν αὐχένα. Ὅσον γὰρ ἧκον, φησὶν, εἰς τὸ αὐτό μοι δο- κοῦν, οὐκ ἂν ἔγκοπόν σε ἐποίησα ἐν λιβανωτῷ, οὐδ' ἂν ἐκτήσω μοι ἀργυρίου θυμίαμα, ἀλλ' οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἔοικε τούτῳ τὸ δι' ἑτέ- ρου προφήτου πρὸς αὐτοὺς εἰρημένον· "6Τὰ ὁλοκαυ- τώματα αὐτῶν ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συνάγε- τε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, περὶ ὁλοκαυτωμάτων, καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου."6 Ἔφη που καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς προφήτης Ἱερεμίας· "6Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κινάμω- μον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με."6 Καὶ μὴν, καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· "6Οὐ δέξο- μαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους."6 Ἀπόβλητον δὲ ποιεῖται πανταχοῦ τὴν ἐν σκιαῖς λατρείαν, ἀφιστὰς μὲν αὐτοὺς τῶν τύ- πων, συνελαύνων δὲ ὥσπερ εἰς δικαίωσιν τὴν ἐν Χριστῷ, καὶ τῆς εὐαγγελικῆς πολιτείας μεταποιεῖ- σθαι διδάσκων, δι' ἧς ἂν γένοιτό τε καὶ μόνης τὸ εὐ- αρεστεῖν δύνασθαι τῷ Θεῷ, καὶ τὸ ἄμωμον ἀληθῶς καὶ εἰλικρινὲς εἰς λατρείαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. "6Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν."6 9Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Σὺ δὲ μνήσθητι καὶ κριθῶμεν. Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.9 Ἄθρει δή μοι πάλιν, ὡς οὐ τῇ δυνάμει τῆς κατὰ νόμον λατρείας ἐκνενέμηκε Θεὸς τὸ ἀπαλλάττειν δύνασθαι τινὰς τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας. Ἀδύ- νατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρ- τίας, καὶ ἀνόνητος ἐν τούτοις ἡ τοῦ νόμου σκιά. ∆ικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ κατὰ τὴν τοῦ θεσπε- σίου Παύλου φωνήν. Ἐπιστέλλει γοῦν, καί φησι περί τε αὐτοῦ, καὶ τῶν ἄλλων ἀποστόλων, ἤγουν τῶν πεπιστευκότων ἐκ περιτομῆς· "6Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ."6 Μὴ τοίνυν, φησὶν, οἰηθῇς ὡς δυνήσῃ ποτὲ τῶν ἐκ φαυλότητος ἐγκλημάτων ἐλεύθερον ἀποφῆναι σαυτὸν διὰ θυσίας καὶ καπνῶν. Ἴσθι δὲ μᾶλλον ὅτι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνη- σθήσομαι. ∆εδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιο- σύνης, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀμνημονεῖν ἐθέλοντος τῶν ἡμετέρων αἰτιαμά- των. Σώζει γὰρ τοῦτο καὶ μόνον τοὺς ἐπὶ τῆς γῆς, ἀδρανῆ, καὶ εὐπαρακόμιστον τὴν διάνοιαν ἔχοντας πρὸς πᾶν ὁτιοῦν τῶν ἐκ νόμου διαβεβλημένων. Ἐπι- μελῶς γὰρ, φησὶν, ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ταύτῃ τοι, καὶ μάλα εἰκότως ὁ θεσπέσιος ∆αβὶδ τῶν ἀνθρωπίνων ὀλισθη- μάτων διαμέμνηται λέγων· "6Ἐὰν ἀνομίας παρα- τηρήσῃς, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι."6 Κατοικτείρει μὲν οὖν ὁ τῶν ὅλων Θεὸς, καὶ δὴ καὶ αἰσίοις νεύμασι καὶ ἀμνηστίαις χρώμενος ταῖς θεοπρεπέσιν, ἔξω τίθησιν αἰτίας, καὶ ὀλισθημάτων τοὺς ἀλόντας αὐτοῖς. Πλὴν οὐκ ἐᾷ τοὺς ἠλεημένους τὴν τοῦ δικαιοῦντος αὐτοὺς εἰδέναι χάριν Ἐπωφελὲς δὲ τοῦτο καὶ διὰ σπουδῆς τοῖς ἁγίοις γεγονὸς εὑρήσομεν. Ψάλλει γοῦν καί φησιν ὁ μακά- ριος ∆αβὶδ, ποτὲ μὲν, ὅτι "6Τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός·"6 καὶ πάλιν, ὅτι "6Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου."6 Ἐγὼ τοίνυν, φησὶν, ἀμνημονήσω μὲν τῶν αἰτιαμά- των. Μέμνησό γε μὴν αὐτὸς, καὶ δὴ καὶ κριθῶμεν· Ὁμολόγει δὲ σὺ, καὶ βεβαίαν ἔχε τὴν ἀμνηστείαν. Γέγραπται γὰρ ὅτι, "6∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ."6 Καὶ πάλιν· "6Μὴ αἰσχυνθῇς ὁμολο- γῆσαι ἐφ' ἁμαρτίαις σου."6 Οὐ τετήρηκε τὴν τοιαύ- την ἐντολὴν ὁ ὑπέροφρυς Φαρισαῖος, ὃν ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς ἵστησιν εὐχόμενον ὁ Σωτὴρ ἐν τῇ συναγωγῇ, εἶτα πολὺ νοσοῦντα τὸ ἀμαθὲς, καὶ ἐξ εἰκαίου φυσήματος λέγοντα· "6Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπα γες, ἄδικοι, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα τὰ ὑπάρχοντά μοι."6 Οὗτος οὐκ ἠνέσχετο λέγειν τὰς ἑαυτοῦ ἁμαρτίας. Κατακέκριται δὴ οὖν ὡς ἀλαζών τε καὶ ψεύστης, καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου, καὶ πολλὰ πταίομεν ἅπαντες. Ἔγνω δὲ καὶ ὡμολόγει τὰς ἁμαρτίας ὁ τελώνης τὰς ἑαυτοῦ. Εἱστήκει γὰρ τύπτων τὸ στῆθος, καὶ λέγων· "6Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ."6 ∆εδικαίωται δὴ οὖν ὁμολογήσας τὰ ἡττήματα, καὶ τῆς ἐνούσης αὐτῷ βδελυρίας τὸν ῥύπον οὐκ ἀπο- κρύψας, ἵνα καθαρισθῇ. 9Οἱ πατέρες ὑμῶν πρῶτοι, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἄγιά μου· καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.9 Εἰπών· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι, συνεῖδεν ὅτι τάχα πού τινες τοῖς εἰρημένοις ἀνταναστήσονται, καὶ δὴ καὶ ἐροῦσιν· Εἰ τετίμηκας ἀμνηστείᾳ τὸν Ἰσραὴλ, εἰ γέγονεν ἐπ' αὐτῷ πολλή τις ἄγαν ἡ γαληνότης, εἰ κεκάθαρται τῶν ῥύπων, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς μολυσμοὺς ἀπενίψατο, πῶς ἢ τίνων ἐξῄτηται δίκας τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενος· εἶτα δορύ- ληπτος γεγονὼς, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, καὶ ὑπὸ χεῖρα καὶ ζυγὸν τῶν ᾑρηκότων γεγενημένος; ∆έδοται γὰρ τοῖς ἐκ Βαβυλῶνος ἥκουσι μαχηταῖς. Ἀπολο- γεῖται δὴ οὖν τὸ, Κριθῶμεν, λέγων, καί φησιν, ὡς αὐτοὶ γεγόνασι, καὶ τούτου αἴτιοί τε καὶ πρόξενοι ταῖς σφῶν αὐτῶν κεφαλαῖς. Οἱ γὰρ πατέρες ὑμῶν, φησὶ, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ οὐχ ἁπλῶς αἰτιᾶται προγόνους πατέρας ἡμῖν ἐν τού- τοις εἰπών. Ἔοικε δὲ μᾶλλον βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν. Οἱ γάρ τοι πρὸς ἱερουργίαν ἐξειλεγμένοι σοφοί τε καὶ νομοΐστορες, καὶ παιδαγωγεῖν εἰωθότες τοὺς ὑπὸ χεῖρα λαοὺς, πατέρες ἂν λέγοιντο τῶν ὑπε- ζευγμένων, ἄρχοντές τε καὶ ἡγούμενοι. Ὅταν τοίνυν οὐκ ἐκ πληθύος τῆς ἀγελαίου πράττηταί τινα τῶν ἀτόπων, παρ' ἐκείνων δὲ μᾶλλον οὓς ἦν εἰκὸς δύνα- σθαι καὶ τὰ τῶν ἑτέρων ἐπανορθοῦν, φορτικὸν τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἡ δίκη, καὶ ὀφειλομένη λοιπὸν τοῖς ἠσεβηκόσι. Οὐκοῦν, οἱ ἐν τάξει πατέρων κείμενοι, φησὶ, καί τοι λαχόντες ἄρχειν ὑμῶν, ἠνόμη- σαν εἰς ἐμέ. Τὸ δὲ, εἰς ἐμὲ, λέγων, διαδείκνυσιν ὅτι οὐκ εἰς ἕνα τῶν καθ' ἡμᾶς πέπρακται τὰ παρ' ἐκεί- νων ἐκτόπως τε καὶ ἀνοσίως πεπλημμελημένα, ἀλλ' εἰς αὐτὴν τὴν δόξαν τοῦ πάντων ἐπέκεινα Θεοῦ. Οἷόν τί φημι· ὅταν μὲν γάρ τις ἀδικήσῃ τινὰς τῶν πέλας, ἢ πλεονεξίᾳ καὶ ὕβρει περιβαλὼν, ἤγουν καθ' ἕτερόν τινα τρόπον, πλημμελεῖ μὲν, πλὴν εἰς ἄνθρω- πον ὁμοφυᾶ, καὶ οὔτι που πρὸς Θεόν. Ὁ δέ γε τὴν ὑπ' αὐτῷ λατρείαν διωθούμενος, καὶ ταῖς τῶν δαιμο- νίων ἀπάταις ἑαυτὸν ὑποθεὶς καὶ προσκυνήσας αὐτοῖς, ἀνταίρει κατὰ Θεοῦ, καὶ τό γε ἧκον εἰς αὐτὸν τῶν τῆς θεότητος αὐτὸν ἐξίστησι θώκων, καὶ ἀποσαλεύειν πειρᾶται τῆς αὐτῷ καὶ μόνῳ πρεπούσης ὑπεροχῆς τε καὶ δόξης. Πεπράχασι δὲ τοῦτο κατὰ καιροὺς οἱ ἐξ Ἰσραήλ. Λελατρεύκασι μὲν γὰρ εἰδώλοις, καὶ δὴ καὶ ἐῤῤῶσθαι φράσαντες τοῖς ἱεροῖς θεσπίσμασι, σκληρὸν καὶ ἀγέρωχον ἀνατείνειν ἤθελον τῷ Θεῷ τὸν αὐχένα. Αἰτιᾶται γοῦν αὐτοὺς, καί φησιν· Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἔστι Κύριος; Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ. Καὶ πάλιν· Ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνο- μήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ. Ἐμίαναν τοίνυν οἱ ἄρχοντες, φησὶ, τὰ ἅγιά μου. Τετολμήκασι γὰρ οὐκ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ τὰς τῶν δαιμονίων ἐγεῖραι στήλας, ἀλλὰ γὰρ καὶ ἐν αὐτῷ τῷ θείῳ ναῷ τοῦτο πεπραχότες ἀνοσίως ἁλοῖεν ἄν. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς περὶ τῆς Ἰουδαίων συναγωγῆς· Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; βδέλυγμα λέγων τὸ εἰς τύπον Θεοῦ τετεχνουργημένον ἄγαλμα καὶ εἰκόνα. Μιαίνονται δὲ τὰ ἅγια καὶ καθ' ἕτερον τρόπον, εἰ καταφρονοῖντο πρός τινων τὰ εἰς δόξαν Θεοῦ σεπτῶς καὶ ἁγίως ἐπιτελεῖσθαι προστεταγμένα, καὶ παρ' οὐδὲν ἡγοῖντό τινες τῶν θείων αὐτοῦ νόμον τὴν παράβασιν. Οὐκοῦν ἐπειδήπερ οἱ πατέρες ὑμῶν, φησὶν, ἠνόμησαν εἰς ἐμὲ, ἐμίαναν δὲ καὶ οἱ ἄρχοντες τὰ ἅγιά μου, τοῦτο δέδωκα τοῖς ἐχθροῖς ὥστε ἀπο- λέσαι τὸν Ἰακὼβ, καὶ ὀνείδεσι τοῖς ἐπὶ τούτων περιβέβληκα τὸν Ἰσραήλ. 9Νῦν δὲ ἄκουσον. παῖς μου Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην.9 ∆ιαμνημονεύσας τῶν πρώτων, καὶ τὰς αἰτίας εὖ μάλα διειρηκὼς, ἐφ' οἷς δέδοται πρὸς ἀπώλειάν τε καὶ ὀνειδισμὸν ὁ ἀποστάτης Ἰσραήλ· πάλιν αὐτοῖς ἀμνησικακίαν ἐπαγγέλλεται, καὶ ἀνακαινίζειν βούλε- ται πρὸς ὁλοτελῆ καὶ ἀμώμητον εὐπείθειαν αὐτούς. Παρεὶς δὲ ὥσπερ τὸν τῆς ἀμαθίας καιρὸν, καθ' ὃν ὁ φιλόθεος γεγονὼς, ὁ νόμον ἔχων πεφώραται, πάλιν ἕτερον αὐτοῖς ὁρίζει καιρὸν, τὸν Νῦν λέγων· ἐοικέναι τούτῳ φημὶ τὸ, "6Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ."6 Κατὰ μὲν γὰρ τὸν ἤδη παρῳχηκότα καιρὸν, φησὶ, πλείστη τε ὅση κατὰ σοῦ γέγονε καὶ δικαία που πάντως ἡ καταβοή· σεαυτὸν γὰρ καθῆκας εἰς ἀπόστασιν, προσκέκρουκας οὐ μετρίως παρωθούμενος τὸν παιδαγωγοῦντα νόμον, τραπόμενος δὲ πρὸς ἃ μὴ θέμις, καὶ τοῖς τῆς ἀπει- θείας ἐγκλήμασι σεαυτὸν ἐνιείς. Ἀλλ' ἐκεῖνα παρεί- σθω, φησί. Νῦν ἄκουσον, τοῦτ' ἔστι, Κάθες τὸ φρό- νημα τὸ ὑπέροφρυ. Γνῶθι τὸν σεαυτοῦ ∆εσπότην· ὕπελθε τὸν τῆς εὐπειθείας ζυγὸν, ἐννοήσας ὅτι παῖς ὠνομάσθης ἐμός. Ἐποιησάμην δέ σε καὶ ἀπόλεκτον ἐκ πάντων, δηλονότι τῶν ἐθνῶν τῶν ὄντων ἐπὶ τῆς γῆς. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέ-σπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀρι- θμὸν ἀγγέλων Θεοῦ. Ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ἐν-τρέπει δὴ οὖν, καὶ οἷον ἐλέγχει παρανομήσαντας καὶ προσκρούσαντας οὐ μετρίως τοὺς ἐν τάξει τέκνων γεγονότας αὐτῷ, καὶ ἐν τῇ τῶν ἀπολέκτων μοίρᾳ κειμένους.

{1ΛΟΓΟΣ Βʹ.}1

9Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας, Ἔτι βοηθήσῃ.9 Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ τὴν ἀπόστασιν, καὶ τὸ ἀποφοιτῆσαι μὲν τῆς πρὸς αὐτὸν ἀγάπης, ἑαυτοὺς δὲ προσνεῖμαι τοῖς οὐκ οὖσι θεοῖς· ἔφη γὰρ, ὅτι Οἱ πατέρες ὑμῶν, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμὲ, καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· οἰκονο- μικώτατα λίαν καὶ ταῦτα ἐπιφέρει· οὐκ ἐᾷ γὰρ ἀπ- ενεχθῆναι πρὸς ἀπόστασιν, ἤτ' οὖν ἀπόγνωσιν, οὔτε μὴν τῆς εἰς αὐτὸν ἐλπίδος εἰσάπαν ἀπολισθεῖν. Ἡμε- ρότητα δὲ πάλιν αὐτοῖς ἐπαγγέλλεται, καὶ διὰ τῆς συνήθους ἀνακτᾶται φιλανθρωπίας, καὶ ἀνακομίζει πρὸς μετάγνωσιν. Καὶ δίδωσιν ἐννοεῖν, ὅτι μὴ εἰσ άπαν ἀπεστράφη τοὺς ἡμαρτηκότας, οὔτε μὴν ὁλόῤ- ῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, κατοικτείροντος αὐτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδὸν εὖ μάλα καταλεαίνοντος· ἑαυτὸν δὲ λέγων Κύριόν τε καὶ Θεὸν, ποιήσαντα καὶ πλάσαντα ἐκ κοιλίας, ὑπεμ- φαίνειν ἔοικεν, ὅτι καὶ πεπλάνηται τὸ τῆς θεότητος ὄνομα περιθεὶς ἑτέροις, καὶ τὴν τῆς κυριότητος δόξαν ἀνάψας ἀβούλως τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι δὲ καὶ οὐκ ἔγνω τὸν Ποιητὴν, καὶ τὸν παρενεγκόντα πρὸς ὕπαρ- ξιν οὐκ ὄντα ποτὲ τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, ὑπεμ- φαίνει πάλιν, πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι διαβεβαιούμενος, καὶ οἷον ἀχαριστίας γραφόμενος τοὺς τῆς εἰς αὐτὸν ἀγάπης ἀποπηδήσαντας. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοῖς μὲν κατὰ σάρκα γονεῦσι τὰς ἀνωτάτω τιμὰς προσφέρεσθαι παρ' ἡμῶν, νόμου τοῦ θείου καὶ τοῦτο βραβεύοντος, τὸν δέ γε τῶν ὅλων γε- νεσιουργὸν, μὴ οὐχὶ δὴ μᾶλλον ἐκείνων ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραίρεσθαι καὶ τιμᾶσθαι πρὸς ἡμῶν διὰ τῆς εἰσάπαν ὑποταγῆς. Τοιοῦτόν τί φησι καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Υἱὸς δο ξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν αὐτοῦ κύριον. Καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἔστιν ὁ φόβος μου; λέγει Κύ- ριος παντοκράτωρ."6 Ἐν ταυτῷ γάρ ἐστι, καὶ Κύριος μὲν ὡς ὑπὸ ζυγὰ καὶ δουλείαν ὅλην ἔχων τὴν κτίσιν. Ἔφη γάρ που πρὸς αὐτὸν ὁ θεσπέσιος Μελῳδὸς, ὅτι "6Τὰ σύμπαντα σά."6 Πατὴρ δὲ δὴ πάλιν ὡς πλά- στης, καὶ ποιητὴς, καὶ εἰς τὸ εἶναι παρενεγκών. Οὐκ- οῦν καθάπερ ἐν ὀφλήματος τάξει καταθετέον τῷ Θεῷ καὶ τὴν υἱοῖς πρέπουσαν ὑποταγὴν, καὶ τὸν ἁρ- μόττοντα τοῖς οἰκέταις φόβον. Ὅταν τοίνυν πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι λέγει Θεὸς, ἀναφέρει πρὸς ἐννοίας τοῦ χρῆναι τιμᾷν, ὡς καὶ αὐτοῦ τοῦ εἶναι γενόμενον χορηγὸν, καὶ τῆς ὑπάρξεως αἴτιον τοῖς οὐκ οὖσί ποτε. Λέγων δὲ τοῖς ἡμαρτηκόσι τὸ, Ἔτι βοηθήσῃ. δίδωσι θαῤῥεῖν ὅτι καίτοι πολλαῖς καὶ ἀφύκτοις αἰτίαις ἐνειλημμένοις ἡμερότητός τε καὶ φιλανθρωπίας τετήρηται λείψανον. Καὶ ἀπείρξῃ ἂν οὐδὲν τοῦ σώζεσθαι καὶ αὐτοὺς, εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ τοῖς παρ' αὐτοῦ συμβαίνοντα νόμοις. 9Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλο- γίας μου ἐπὶ τὰ τέκνα σου. Καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ. Καὶ ἕτερος ἐπιγράψει, Τοῦ Θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραήλ.9 Ἔοικεν ἐν τούτοις Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομά-ζειν τὸν τῶν ἁγίων ἀποστόλων χορὸν ὡς ἑνὶ προσώπῳ νοούμενον. Ἓν γὰρ πάντες εἰσὶν ἐν Χριστῷ. Ἄθρει γὰρ ὅπως ἠγαπημένον αὐτὸν καὶ ἀπόλεκτον εἶναί φησι, καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οὐκ ἂν πώποτε τοὺς τὴν εἰς αὐτὸν πίστιν ἠθετηκότας ὠνό- μασεν ἀγαπητοὺς καὶ ἐξειλεγμένους. Ἐπειδὴ δὲ ἐξ αἵματος ὄντες Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, σκεύη γεγόνα-σιν τίμια καὶ ἀπόλεκτα, καὶ κέκληνται πρὸς ἱερουρ- γίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, δεῖν ᾠήθη ταῖς οὕτω λαμπραῖς στεφανῶσαι φωναῖς, ἅτε δὴ καὶ ἐσο- μένους ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ἐπέχοντας ζωῆς, καὶ τῆς ὑφ' ἡλίῳ μυσταγωγούς. Μὴ φοβοῦ τοίνυν, φησὶ, τοῦτ' ἔστιν, ἀνδρίζου, καὶ ἴσχυε, τληπαθές τε καὶ νεανικὸν ἔχε τὸ φρόνημα, καὶ τὰς τῶν διωκόντων ἐπαναστάσεις καταγελῶν, βεβαίαν ἔχε τὴν πίστιν ἐπὶ τῷ Θεῷ. Πλεῖστοι γὰρ ὅσοι τοῖς ἱεροῖς διαμάχον- ται κηρύγμασι, καὶ ἀνταναστήσεται πληθὺς ἀνοσία τοῖς παρ' ὑμῶν ἀντιπράττουσα λόγοις. Ἀλλ' ἔσο δει- λίας ἀμείνων, φησὶν, ὄκνου τε καὶ ἀνανδρείας. Ἐγὼ γὰρ δώσω ὕδωρ τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἡδὺ μὲν γὰρ καὶ σωτήριον τοῖς ἐν τῇ διψάδι βαδίζουσι τὸ πηγαῖς ὑδάτων περιτυχεῖν. Τριπόθητόν τε, καὶ ἔτι μᾶλλον εἶναί φαμεν τοῖς κάμνουσι δι' εὐσέβειαν τὸ τοῖς θείοις τε καὶ νοητοῖς κατάρδεσθαι νάμασιν, ἤτοι ταῖς διὰ τοῦ πνεύματος παρακλήσεσι, δι' ὧν ἂν γέ- νοιτο τὸν ἀνθρώπινον νοῦν ἀτονήσαντά πως βραχὺ ἀνηῤῥωθῆναι πρὸς εὐανδρείαν. Ὕδωρ δὲ ἐν τούτοις, ὅπερ ὑπισχνεῖται τοῖς ἐν ἀνύδρῳ πορευομένοις χορη- γήσειν Θεὸς, τὸ Πνεῦμά φαμεν εἶναι τὸ ἅγιον. Ἔφη γοῦν αὐτὸς ὁ Σωτὴρ, καθὼς εἶπεν ἡ Γραφή· "6Ποτα- μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς."6 ∆ιατρανῶν δὲ τῶν εἰρημένων τὴν δύναμιν ὁ πάνσοφος εὐαγγελιστὴς ἐπήνεγκεν εὐθύς· "6Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν."6 Ζωοποιὸν μὲν γὰρ τὸ ὕδωρ ἐστὶ, καὶ ἀνα- βιβάζει πρὸς αὔξησιν φυτά τε καὶ χόρτους, ἀπομι- μεῖται δέ πως τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, δι' οὗ τὰ πάντα συνέστηκε πρὸς τὸ εὖ εἶναι διακρα τούμενα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπίδο- σιν ἡ νοητὴ κτίσις καταπλουτεῖ, καὶ οἷον ἀναπηδᾷ πρὸς αὔξησιν ἰοῦσα τὴν πνευματικήν. Ὅτι δὲ τὴν τοῦ ἁγίου Πνεύματος ζωοποιὸν δύναμιν καὶ ἐνέρ- γειαν, τὴν δι' αὐτοῦ παράκλησιν νοητὴν ὑπεμφαίνει τὸ τοῖς δι' ἀνύδρου βαδίζουσιν ἐπαγγέλλεσθαι ὕδωρ σαφηνιεῖ τὸ ἐφεξῆς. Ἐπιθήσω γὰρ, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Σπέρμα δὲ καὶ τέκνα τῶν ἁγίων ἀποστό- λων εἶναί φαμεν τοὺς δι' αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν ἀληθείας, καὶ εἰς ἀναγέννησιν τὴν πνευ ματικὴν, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς τούτους ἀνα- γεννῶσιν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος, καὶ δι' αὐτοῦ τοῦ ἁγίου Πνεύματος ἐνεργείας. Ἐπι- στέλλει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ κε- κλημένοις, καί φησι· "6Κἂν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας."6 Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέν-νησα. Εὑρήσομεν δὲ πανταχοῦ τέκνα καλοῦντα τοὺς εἰς αὐτὸν δι' αὐτῶν πιστεύσαντας. Ἐπιθήσω τοίνυν, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Εὐλογίας δέ φαμεν τὰς ἐκ Θεοῦ τοῖς ἁγίοις χορηγουμένας, τῶν πνευμα- τικῶν χαρισμάτων τὸ πολυειδές. Ὧ μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, καὶ τὰ τού- τοις ἑπόμενα. Γράφει δέ που καὶ ὁ πάνσοφος Παῦ- λος, ὅτι "6Ἕκαστος ὑμῶν ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ."6 Εἶτα ποία τις ἂν γένοιτο τῶν εὐλογιῶν ἡ ὄνησις, διεσάφησε προστιθεὶς, ὅτι Ἀνατελοῦσιν ὡς χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Πόαι καὶ φυτὰ, ἅπερ ἐν χώροις εἶεν ἀνύδροις, βρα- δέως μὲν ὅλως ἀνίσχει, ἀνίσχοντα δὲ παραχρῆμα μα- ραίνεται. Εὐανθῆ δὲ λίαν τὰ οἷσπερ ἂν παρακέοιτο ναμάτων χύσις, καὶ ὑδάτων φορὰ συνέχουσα πρὸς τὸ ζῇν, ἀειθαλὲς δὲ φυτὸν τῆς ἰτέας τὸ χρῆμα, πηγαῖς τε καὶ ποταμοῖς ἀεὶ παραπεφυκός. Ἐκμεμεθυσμένοι δὴ οὖν, φησὶ, τοῖς νοητοῖς νάμασιν οἱ ταῦτα καταπλου- τήσαντες, ὁμολογήσουσιν ὅτι μόνον ἴσασιν ἐμὲ, καὶ Θεὸν ἐπιγράψονται τὸν καλέσαντα αὐτούς. Λέγων δὲ, ὄτι οὗτος ἐρεῖ, ὅτι Τοῦ Θεοῦ εἰμὶ, καὶ οὗτος βοήσεται, καὶ ἕτερος ἐπιγράψει, τὴν τῶν ἐπ' αὐτῶν τρεχόντων διὰ πίστεως τῆς ἐν Χριστῷ κατασημαίνει πληθύν. Οὐ γὰρ κεκλήσεται λαὸς, ἅπασα δὲ μᾶλλον τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατά γε τὴν ὑφήλιον, καὶ πάντες ὁμολο- γήσουσιν, ὅτι γεγόνασι τοῦ Θεοῦ, καὶ αὐτὸν ἐπιγρά- ψονται Σωτῆρα, καὶ Λυτρωτὴν, καὶ χρηματίζουσι λοιπὸν ἐπὶ τῷ ὀνόματι Ἰακὼβ, τοῦτ' ἔστιν, ὅτι σχοί νισμα, καὶ κλῆρός εἰσι τοῦ Θεοῦ. Ἐγενήθη γὰρ, φησὶ, λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονο- μίας αὐτοῦ Ἰσραήλ. Καυχώμεθα δὲ οἱ πιστεύσαντες ἐπὶ τῷ γενέσθαι Θεοῦ κλῆρος, καὶ μερὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ. 9Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγ- γειλάτωσαν ὑμῖν. Μὴ παρακαλύπτεσθε, καὶ ἀπήγ- γειλα ὑμῖν.9 Τῆς ἐν Χριστῷ γνώσεως διὰ τῶν ἀρτίως ἡμῖν ἀναγνώσεων ποιησάμενος μνήμην, μεθίστησι τὸν λόγον ἐφ' ἕτερόν τι τῶν ἀναγκαίων. Ἐπειδὴ γὰρ κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ὁ θεσπέσιος προφήτης Ἡσαΐας τοὺς περὶ τῶν τοιούτων ἡμῖν συνετίθει λό- γους, βασιλεύοντος παρ' αὐτοῖς θεομισοῦς, καὶ ἐν ἀφορήτοις γέγονεν ὀλισθήμασιν. Ἦν γὰρ ἑκάστῳ τὸ δοκοῦν θεὸς καὶ σέβας· ἀναγκαίαν αὐτοῖς τὴν παρ- αίνεσιν εὐφυεστάτοις ἐλέγχοις ἐγκεκλωσμένην ποιεῖ- ται Θεός· μεθιστὰς μὲν αὐτοὺς τῆς πολυθεΐας, καὶ τῶν ἐν τούτοις ἀῤῥωστημάτων· προσκαλούμενος δὲ διὰ μεταγνώσεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ τῆς αὐτοῦ δόξης, καὶ ἀσυγκρίτου δυνάμεως ἀνακομίζων εἰς ἀνάμνησιν. Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύριος ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σα- βαώθ. Ὅτι γὰρ Θεός ἐστι καὶ τῶν δυνάμεων Κύριος, εἰδέναι βούλεται, καὶ καθάπερ ἐκ μέθης ἀνενεγκόν- τας ἰδεῖν, ὅτι καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἐξ- ῄρηνται, θαυματουργοῦντος αὐτοῦ, καὶ τῆς ἐνούσης αὐτῷ δυνάμεως, καὶ ὑπεροχῆς τὸ μέγεθος ἐμφανί- ζοντος. Τί γὰρ οὐ πέπρακται τῶν τεθαυμασμένων; Ποία δὲ τοῖς πλεονεκτοῦσιν αὐτοὺς οὐκ ἐπηνέχθη πληγή; Ἢ πῶς τῆς ἀφράστου δυνάμεως αὐτοῦ οὐκ ἂν γένοιτο σαφὴς ἀπόδειξις, τὸ διαστῆναι μὲν θάλασ- σαν, παγῆναι δὲ καὶ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ διὰ μέσων ἰέναι τοὺς φεύγοντας; Τί δὲ δὴ τὰ ἐν τῇ ἐρή- μῳ μετὰ τοῦτο θαυματουργήματα; Οὐκ ἄρτον αὐτοῖς ἔδωκε τὸν ἐξ οὐρανοῦ; Οὐ διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ; καὶ κατ- ήγαγεν ὡς ποταμοὺς ὕδατα; οὐ τοῖς Ἰορδάνου νάμα- σιν οἷά τινα χαλινὸν ἐπιθεὶς, ποδὶ παρεσκεύασε παρ- ελθεῖν; Ἀναγκαίως τοίνυν, οὐχ ἁπλῶς Κύριόν τε καὶ Θεὸν ἐν τούτοις ἑαυτὸν ἀποκαλεῖ· προσεπήγαγε δὲ, ὅτι Καὶ ῥυσάμενος αὐτὸν, εἰς ἀνάμνησιν ἀνακο- μίζων, ὡς ἔφην, τῶν δι' αὐτὸν παραδόξως τετελε- σμένων. Ἴσθι δὴ οὖν, φησὶν, ὅτι Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἦν Θεός. Ἀρχὴ γὰρ τῶν ὅλων Θεὸς, ἄναρχος ὣν αὐτὸς, καὶ παρ' αὐτοῦ πάντα παρήχθη πρὸς γένεσιν· αὐτὸς μὲν οὖν γέγονεν ὑπ' οὐδενὸς, ἀλλ' ἔστιν ὤν τε καὶ ἐσόμε- νος. Τοῦτο γὰρ ὄνομα αὐτῷ, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς. Οὔτε τοίνυν πρὸ αὐτοῦ Θεὸς ἕτερος ἦν, οὔτε τις ἔσται μετ' αὐτόν. Εἷς γὰρ φύσει Θεὸς, καὶ ἕτερος παρ' αὐτὸν οὐδείς. Χρησιμωτάτη δὲ λίαν ἡ παραίνεσις τοῖς ἀρνησαμένοις αὐτὸν, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας ὠλισθηκόσιν εἴς γε τὸ οἴεσθαι θεοὺς εἶναι πολλούς. Ὅτι δὲ κατ' αὐτὸν οὐδεὶς ἤγουν ἕτε- ρος ἐπ' αὐτῷ καταλογισθῆναι, διαδείκνυσι λέγων· Τίς ὥσπερ ἐγώ; Ποῖος ἄρα τοῖς παρ' ὑμῶν ὑπονοηθεῖσι θεοῖς, ἤγουν ἀσυνέτως ὠνομασμένοις, κατὰ τὴν ἐμὴν ἔσται δόξαν τε καὶ δύναμιν; Ἐκ ποίας ἄρα μεγαλ- ουργίας θεοὺς αὐτοὺς εἶναι πεπιστεύκατε; Στήτω τις, εἴπερ ἐστὶ κατ' ἐμέ. Ἑτοιμασάτω τις τὸν ἰσόῤῥο- πον ἔχοντα φύσιν, ἢ κατ' ἰσχὺν ἢ δόξαν. Καλεσάτω- σαν οὓς ἂν ἕλοιντο τῶν ψευδωνύμων θεῶν, ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Ἐκτισάμην γὰρ, φησὶν, οὐρανοὺς, καὶ τὰ ἐν αὐτοῖς, ἀναριθμήτων ἁγίων πνευμάτων ἀγέλας προσκυνούσας ἔχων καὶ λατρευ- ούσας ἐμοὶ, πλὴν ἀφ' οὗ πεποίηκα τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς ἐφεξῆς, τοῦτ' ἔστιν, εἰς τὸν αἰῶνα, δειξάτω μοί τις τὸν κατ' ἐμέ. Λέγων δὲ πάλιν τὸ, Ἀφ' οὗ ἐποίησα ἄνθρωπον, ἑαυτὸν μὲν δείκνυσιν ὄντα δημιουργὸν, τοὺς δὲ ψευδωνύμους θεοὺς οὐδὲν ὄντας παντελῶς. Τίνα γὰρ τῶν προσκυνούντων αὐ- τοὺς εἰς τὸ εἶναι παρήνεγκαν; πλὴν δημιουργὸς ἐγὼ ὑπάρχων γνωρίζομαι, καὶ κτίστης τῶν ὅλων, καὶ ἁπάντων ἔχων τὴν γνῶσιν. Ἐρευνήσατε τοῦτο παρὰ τοῖς παρ' ὑμῶν ῥηθεῖσι θεοῖς, τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. Θεῷ γὰρ κατὰ φύσιν πρέποι ἂν τὸ πᾶσαν ἔχειν τὴν γνῶσιν τῶν τε ἤδη παρῳχηκότων, καὶ τῶν ἐσομένων. Εἰ δὲ οὐδεὶς ἐν τοῖς ψευδωνύμοις θεοῖς τοῦτο λαχὼν εὑρίσκεται, ἀσυμφανὲς, ὅτι οἱ τὴν Θεοῦ γνῶσιν οὐκ ἔχοντες, οὐκ ἂν εἶεν θεοί. Μὴ παρακαλύπτεσθε, ἀντὶ τοῦ, Μὴ σιω- πᾶτε, μηδὲ ἀποπροσποιεῖσθε. 9Οὐκ ἀπαρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν;9 Ὡς γὰρ ὑπάρχων φύσει Θεὸς, καὶ πάντα εἰδὼς τὰ ἐσόμενα, καὶ τὰ ἤδη προγεγενημένα, προαπήγγειλα ὑμῖν διὰ προφητῶν ἁγίων διὰ τοῦ πανσόφου Μωσέως. Ἐξεκάλυψα γὰρ τὸ Χριστοῦ μυστήριον, καὶ οὐδὲν ἐστὶν ὧν ἦν ἀκόλουθον καταφανῆ καὶ ἡμῖν αὐτοῖς γενέσθαι τὴν γνῶσιν, ὃ μὴ προαπήγγελται παρ' ἐμοῦ. Οὐκοῦν ἐκεῖνοι μὲν οὐ θεοὶ, τῶν ἐοικότων Θεῷ λαχόντες οὐδέν. Ἐγὼ δέ εἰμι κατὰ φύσιν, ὅπερ εἶναι πεπίστευμαι Θεὸς, δῆλον δὲ ὅτι τῶν ὅλων, καὶ γένεσιν ἔχων θεοπρεπῆ. Μυσταγωγεῖ τοιγαροῦν ὁ λόγος τοὺς τῆς ἀληθοῦς θεοπτίας ἀπενηνεγμένους, καὶ ἀψύχοις εἰδώλοις προσνεύσαντας, καὶ τῷ ξύλῳ λέγοντας· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με."6 9Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ.9 Ἀποφέρει πάλιν εἰς ἀνάμνησιν τῆς ἐπιδειχθείσης αὐτοῖς δυνάμεώς τε καὶ ἐξουσίας, ἥπερ ἂν πρέποι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καὶ τῶν ὅλων Κυρίῳ, ὅτε τῆς Αἰγυπτίων ἐκλελύτρωνται γῆς. Τότε γὰρ τότε συνωπλίζετο τῷ ∆εσπότῃ καὶ ἡ κτίσις αὐτὴ, καὶ τῆς τῶν πλεονεκτούντων αὐτοὺς κατεξανέστη σκαιότητος, στοιχείων γὰρ ἐπράττοντο μεταβολαῖς [ἴσ. μεταβο- λαί]. Μετεσκευάζετο γὰρ εἰς αἷμα τὸ ὕδωρ, τριήμε- ρός τε καὶ βαθὺς ἐξετείνετο σκότος. Κατηφίει δὲ αὐ- τῶν καὶ χαλάζας ὁ οὐρανὸς, σκνίπες τε καὶ βάτρα- χοι, καὶ κυνόμια, καὶ ὁ τῶν πρωτοτόκων θάνατος ἐπενήνεκται, καὶ διέβησαν δὲ διὰ θαλάσσης μέσης. Ἐπειδὴ δὲ εἰς τὴν τῆς ἐπαγγελίας ἐπέδραμον γῆν, νενικήκασιν ἔθνη πολλά τε καὶ εὐσθενέστερα τῆς ἐνούσης αὐτοῖς ἰσχύος, καὶ δεινοὶ γεγόνασι, καὶ δυσάντητοι τοῖς τε ὁμόροις τῶν ἐθνῶν, καὶ τοῖς ἕτι μακρὰν ἀπόβλεπτοί τε καὶ διαβόητοι. Οὐκοῦν οὐχ ἕτεροι μᾶλλον εἰδεῖεν ἂν, ἀλλ' ὑμεῖς αὐτοὶ τὰ καθ' ὑμᾶς αὐτοὺς, τίς ὁ ταῦτα κατορθώσας, τίς δὲ ὁ τὴν κτίσιν σύνοπλον ἔχων ἐν τοῖς καθ' ὑμᾶς τίς ὁ συνθραύσας ἐχθρῶν δυνάμεις, καὶ ταῖς κατὰ πάντων ὑμᾶς στεφανῶν εὐανδρείαις· ὑμεῖς ἐστε τῆς ἐμῆς ὑπεροχῆς οἱ μάρτυρες, εἴπερ ἕλοισθε φρονεῖν ὀρθῶς, καὶ οὐχ ἑτέρων δεηθήσεσθε παιδαγωγῶν. Πλεῖστοι μὲν γὰρ παρὰ τοῖς Αἰγυπτίοις ἦσαν οἱ θεοὶ, καὶ μεστοὶ τῶν ἀγαλμάτων οἱ παρ' ἐκείνοις σηκοί. Πλεῖστοι δὲ ὁμοίως, οἱ παρά γε Ἀμοῤῥαίοις, Εὐαίοις τε καὶ Φερεζαίοις, καὶ τοῖς ἑτέροις τῶν ἐθνῶν· ἀλλ' ἐκείνων οὐδεὶς ἀρκέσας εἰς σωτηρίαν τοῖς σφετέροις ὁρᾶται· μᾶλλον δὲ καὶ αὐτοὺς τοὺς προσκυνουμέ- νους τοῖς προσκυνοῦσιν ὁμοῦ συνετρίψατε. Τεθέσπι- σται γὰρ διὰ Μωσέως ὅτι τοὺς βωμοὺς αὐτῶν καθ- ελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν κατακαύσετε πυρί. Οὐκοῦν εἴπερ ἕλοισθε τἀληθὲς εἰπεῖν, ὑμεῖς ἐμοὶ μαρτυρήσατε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Εἰ μὲν γὰρ ἀντεγήγερταί τις ταῖς ἐμαῖς δυνάμεσι, καὶ νενίκηκε, λογιζέσθω παρ' ὑμῖν θεός. Εἰ δὲ οὐδὲν ὄντες πεφώρανται, καὶ πυρὸς ἔργον γεγόνασι δι' ὑμῶν, διὰ πείρας αὐτῆς ἐγνώκατε, φησὶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ τοῦ ὄντως Θεοῦ. 9Καὶ οὐκ ἤκουσαν τότε οἱ πλάσαντές τε καὶ γλύφοντες, πάντες μάταιοι οἱ ποιοῦντες τὰ κατα- θύμια αὐτῶν, ἃ οὐκ ὀφελήσει αὐτούς· ἀλλ' αἰ σχυνθήσονται οἱ πλάσσοντες θεὸν, καὶ γλύφον- τες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράν- θησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων.9 Ἀποφαίνει διὰ τούτων δεινὰ καὶ παγχάλεπα τὰ ἐγκλήματα τῶν ἀποστατῶν, εἰ τοσαύτην ἔχοντες πλη- ροφορίαν, ὅτι μὴ ἕτερός ἐστι παρ' αὐτὸν, φύσει τε καὶ ἀληθῶς Θεός· ἐξ αὐτῶν δὲ ὥσπερ ἀναπεπεισμέ- νοι τῶν κατωρθωμένων, ὡς εἴη μόνος αὐτὸς, πρὸς τοῦτο κατώλισθον εὐηθείας, ὥστε καὶ αὐτοῦ τοῦ νό- μου διαῤῥήδην αὐτοῖς ἐπιφωνοῦντος καὶ λέγοντος· "6Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς·"6 ἐποιήσασθε μὲν παρ' οὐδὲν τὸ ὑπακούειν αὐτῷ· ἐτράπεσθε δὲ μᾶλλον ἀφιλοθέως ἐπί γε τὸ δεῖν πλάττειν τε καὶ διαμορφοῦν τοὺς ἐκ ξύλων τε καὶ λίθων θεούς. Μάταιοι δὴ οὖν οἱ τοιοῦτοι, καὶ σφόδρα εἰκότως, ἐπ' οὐδενὶ μὲν τῶν ἀναγκαίων εἰς τοῦτο ἰόντες, ποιοῦντες καὶ μᾶλλον τὰ καταθύμια ἑαυτῶν, γεγόνασι γὰρ ματαιότητος ἐρασταί. Ποία γὰρ ὄνησις ἡ παρὰ λίθου τε καὶ ξύλου; Οὐκοῦν βουλῆς ἀσυνέτου καρποὶ καὶ ψυχρῶν ἐνθυμημάτων ἔργον ἂν νοοῖτο σαφὲς ἡ εἰδώλου ποίησις. Πλὴν ὅτι τὸ χρῆμά ἐστιν οὐκ ἀζήμιον, προαπεφαίνει λέγων· Αἰσχυνθήσονται πάντες οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων. Εἰ μὲν οὖν ἐπ' αὐτῶν ἐκληφθείη τῶν χειροτμήτων τὰ εἰρημένα, φαμὲν, ὅτι τὸ Ἐξηράνθη- σαν, ἀντὶ τοῦ, ἀπώλοντο, νοητέον. Εἰ δὲ ἐπ' αὐτῶν κέοιτο τῶν τὰ τοιάδε δρᾷν εἰωθότων, εὖ ἂν ἔχοι καὶ τῇδε νοεῖν· εἴρηται γὰρ ὡς ἐπὶ φυτῶν τῶν ἀκαρπεῖν εἰωθότων, εἰ ἀφαναίνοιντό πως καὶ ἐκκόπτοιντο λοι- πὸν εἰς φλόγα καὶ καῦσιν. Τὸ δὲ, Κωφοὶ ἀπ' ἀνθρώ- πων, ἀντὶ τοῦ, Τελοῦντες μὲν ἐν ἀνθρώποις οὐκ ἔτι, κωφοὶ δὲ μᾶλλον καὶ ἀναίσθητοι παντελῶς, ὥστε κατ' οὐδένα τρόπον ἐπεοικέναι τοῖς παρ' αὐτοῖς γε- νομένοις. Ψάλλει γάρ που καί φησιν ὁ μακάριος Ψαλμῳδός· "6Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς, καὶ οὐκ ὄψονται· ὦτα, καὶ οὐκ ἀκούουσιν."6 Ἐπιφέρει δὲ τούτοις· "6Ὅμοιοι αὐ-τοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πε- ποιθότες ἐπ' αὐτοῖς."6 Καρποὶ γὰρ τῆς ἐσχάτης ἀναι- σθησίας νοηθεῖεν ἂν τὰ τοιάδε τῶν κακῶν. Καίτοι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν διὰ πείρας αὐτῆς ἐγνω- κότες, εἶτα λίθοις καὶ ξύλοις τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην δόξαν ἀναπέμποντες, πῶς οὐκ ἂν νοηθεῖεν μωροὶ, καὶ ἀκάρδιοι, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας μεμεστωμένην ἔχοντες τὴν καρδίαν, καὶ μὴν ὀλίγα διενεγκεῖν διά γε σφῶν αὐτῶν τετεχνουργημένων; 9Συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἄμα, καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἄμα, ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ, καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό. Εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ, καὶ πεινήσει, καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ.9 Οὐ καθ' ἕνα μᾶλλον, ἀλλ', εἴπερ ἕλοιντο, καὶ κατὰ πληθὺν συναγηγερμένους ἐντραπήσεσθαί φησι τοὺς τῶν εἰδώλων θεραπευτὰς ταῖς σφῶν αὐτῶν δυσβου- λίαις, καὶ λῦσαι τὸ προτεινόμενον, καὶ ποῖον ἄρα τοῦτό ἐστιν, εὐθὺς ἐπιφέρει λέγων· Ὤξυνε, φησὶ, τέκτων σίδηρον. ∆ιαμέμνηται δὲ καὶ τῶν ὀργάνων δι' ὧν ἡ ποίησις, ἵνα τὴν τοῦ λιθουργοῦ τέχνην προσκυνοῦντας αὐτοὺς ἀποφήνῃ, καὶ οὐκ αὐτὸ τὸ ξύλον. Εἰ γὰρ ἦν θεὸς, οὐκ ἂν ἐδέησε τέχνης αὐτῷ, καὶ τῆς τινὸς ἐπιστήμης· ἀλλ' ἦν ἂν καὶ οὕτω Θεός. Εἰ δὲ ξύλον μὲν οὐκ εἰργασμένον, οὔτε μὴν εἰδοποιηθὲν, εἰκαίαν ὕλην νομίζεις, τεκτονευθὲν δὲ προσκυνεῖς καὶ θεὸν εἶναι λέγεις, ἡ τέχνη σοὶ γέγο- νεν εἰς θεὸν, καὶ τοῦτο ἀνδρὸς ἀσθενοῦς καὶ ὑπο- κειμένου τῷ φθείρεσθαι. Φθορᾶς γὰρ ἀπόδειξις τὸ δεῖσθαι τροφῆς καὶ ποτοῦ. Τὸ γὰρ, Οὐ μὴ πίῃ ὕδωρ, οὐκ ἀποφαντικῶς εἰρῆσθαί φαμεν. Ἀναγνωστέον δὲ μᾶλλον ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ. Ἕψεται γὰρ ἡ σύνεσις, ὅτι καὶ πάντως που καὶ πίεται. Εἶτα πῶς ὁ φθαρτὸς θεῶν ἀφθάρτων ἔσται δημιουργὸς, ἢ πῶς ὁ θνητὸς ποιήσει τοὺς ἀθανάτους; ∆εῖ γὰρ πάντως ἐνεῖναι τῷ γε ὄντι κατὰ ἀλήθειαν Θεῷ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, μᾶλλον δὲ καὶ τὸ εἶναι ζῶν, καὶ ζωοποιεῖν δύνασθαι τὰ οἷσπερ ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν. Σκεπάρνου δὴ οὖν καὶ τερέτρου, καὶ τε- κτονικῆς ἰσχύος τε καὶ τέχνης ἐπίδειξις ἡ τῶν πλα νωμένων λατρεία· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔφην, ὅτι ξύλον μὲν ἢ λίθον ἀμόρφωτον οὐκ ἂν ἕλοιντο προσκυνεῖν· μορφῆς γε μὴν ἐντετορνευμένης, θεοὶ πάντα παρ' αὐτοῖς τὰ ὁρώμενα. 9Ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ, καὶ ἐποίη- σεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἐξέκοψε ξύ- λον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος, πίτυν καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ' αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτῷ, τὸ δὲ λοιπὸν εἰργά σαντο εἰς θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ, καὶ καύ- σαντες ἄρτους ἔπεψαν ἐπ' αὐτῷ, καὶ ἐπ' αὐ- τοῦ κρέας ὀπτήσας ἔφαγε, καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. Τὸ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· Ἐξελοῦ με, ὅτι θεὸς εἶ σύ. Οὐκ ἔγνωσαν φρονῆ- σαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλ- μοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὑτοῦ, οὐδὲ ἀνε- λογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονή- σει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτῷ. Γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ. Ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου.9 Ἐναργὴς μὲν σφόδρα τῶν προκειμένων ὁ νοῦς καὶ οὐδὲν ἄναντες ἐν αὐτοῖς. Γράφεται γὰρ ὡς ἀκάρδιον, καὶ πάσης ἔξω φρενὸς γεγονότα, καὶ λογισμοῦ τοῦ καθήκοντος ὁλοτρόπως ἐστερημένον τὸν τῶν εἰδώλων προσκυνητὴν, καὶ προσέτι τὸν τεχνουργόν. Ἐμφιλο- χωρεῖ δὲ σφόδρα τοῖς περὶ αὐτὸν διηγήμασιν· ὁμοῦ μὲν ἐντρέπων ὡς πεπλανημένους, καὶ ἀνοιγνὺς ὀφθαλμὸν τοῖς ἐνειλημμένοις τῷ κακῷ, καὶ εἰς αὐτὴν ὁρᾷν ἀναπείθων τὴν ἀλήθειαν, ἣν εἴπερ ἕλοιεν εἰς νοῦν, ἔξω γενήσονται πάγης, καὶ τῶν ἐξ ἀβελτηρίας τραυμάτων τὰς ἑαυτῶν ἀπαλλάξουσι κεφαλάς. Πλὴν ἐκεῖνό φαμεν· πικρὸν γάρ τοι καὶ σοφὸν ἔοικεν ἡμῖν ἐν τούτοις κατασκευάζειν ὁ λόγος, καὶ οὐκ ἔχων ἀνικάνως εἰς τὸ ἀναπεῖσαι δύνασθαι πολλοὺς, τῆς μὲν πολυθέου πλάνης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλ- λον τὸ ὑπὸ Θεῷ γενέσθαι τῷ φύσει καὶ ἀληθῶς. Ἐκλεξάμενος γὰρ, φησὶ, τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό· ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἡ τέχνη, φησὶ, τῶν θεουργεῖν εἰωθότων, τότε δὴ μάλιστα τοῦ παντὸς ἀξιωθείη θαύ- ματος, ὅταν ἐνεργάσηται τῷ ξύλῳ μορφὴν, καὶ κάλ- λος ἀνδρός. Τὸ δὲ κατὰ μίμησιν τὴν τινὸς ὑπό του τεχνουργούμενον ἡττᾶται πάντως που τἀληθοῦς, ἤτοι κατόπιν ἔρχεται. Οὐκοῦν οἱ προσκυνοῦντες τοῖς εἰς ἄνθρωπον εἰδοποιηθεῖσι ξύλοις ἢ λίθοις, τὸ ἑαυτῶν εἶδος θρησκεύοντες ἁλοῖεν ἂν, καὶ πολλῷ κρείττους ὄντες τῶν κατὰ μίμησιν τὴν ἑαυτῶν ὑβρίζουσι φύσιν, ὡς τὴν ἀμείνω δόξαν ἐκείνοις προσνέμοντες. Ἀναι- σθησίας οὖν ἄρα τῆς ἐσχάτης ἡ γραφὴ, καὶ τῆς εἰς ἄκρον ἀβελτηρίας τὰ ἐγκλήματα. Ἵστησι γὰρ ἐν οἴκῳ, τοῦτ' ἔστιν ἐν ναῷ τὸ ξύλον ὃ ἐξέκοψεν ἐκ τοῦ δρυμοῦ. Καταδείκνυσιν ἐν τούτοις τοὺς θεοποιεῖν εἰωθότας, οὔτε τὴν ὕλην ἠγνοηκότας ἐξ ἧς γεγόνασιν, ἵνα μὴ λέγωσι τινὰς, κατὰ τὸ Ἑλλήνων ἔθος, διϊ- πετῆ τε καὶ αὐτόγονα, ἤγουν αὐτολόχευτα τὰ ἐν ση- κοῖς ἀνατεθειμένα. Ὅτι δὲ τῆς τοῦ Θεοῦ δημιουργίας παρασημαίνουσι τὸν σκοπὸν, διελέγχει λέγων πεφυ- τεῦσθαι ἐν δρυμῷ τὸ ξύλον, ἐκτετράφθαι δὲ καὶ ὑετῶν χορηγίαις, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· τὰ δὲ εἰς καῦσιν γεγονότα θεοποιοῦντες, αὐτοὶ πυρὸς ἔσον- ται τροφὴ σὺν αὐτοῖς. Μονονουχὶ καταπλήττεται λέ- γων, ὅτι τὸ ἥμισυ κατέκαυσεν ἐν πυρὶ, καὶ ταῖς ἑαυ τοῦ δεδαπάνηκε χρείαις. Τοῦτο μὲν ὀψοποιῶν, καὶ εἰς ἄρτου πέψιν τὰ τῶν θεῶν δεχόμενος μέρη. Εἶτα εἰς τοῦτο πέπτωκεν ἀσυνεσίας ὡς τῷ τῆς χρείας λειψά- νῳ προσκυνεῖν, προσεύχεσθαί τε καὶ λέγειν· Ἐξελοῦ με ὅτι θεός μου εἶ σύ. Σποδὸς οὖν ἄρα καὶ ἕτερον οὐδὲν, ἡ καρδία αὐτῶν, καὶ πεπλάνηνται, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν ὅτι μόνος, εἴπερ ἕλοιτο, Θεὸς, ποιῶν πάντα, καὶ μετα- σκευάζων, καὶ φωτίζων τὸ ἐσκοτισμένον, καὶ ἐπιστρέ- φων τὸ πεπλανημένον. Ἀλλ' ἔνεστι μὲν τὸ ἀνωφελὲς καὶ μάταιον τοῖς χειροτμήτοις θεοῖς, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος. Ἴδετε δὲ, τοῦτ' ἔστι, κατα- νοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Πάντα μὲν γὰρ ἐπ' ἐκείνοις, φησὶν, ἐψευσμένα ὀνό- ματά τε καὶ δόξα. Ἐν δὲ τῇ ἐμῇ δεξιᾷ, τοῦτ' ἔστιν, ἐν τῷ Υἱῷ· δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς ὠνόμασται πανταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· οὐδὲν ἂν εὑρεθείη τὸ ἐψευσμένον, ἀλλὰ καὶ εἴ τε Θεὸς ὀνομά- ζοιτο, θεός ἐστιν ἀληθινός· καὶ εἴτε Κύριος, οὐκ εἰσκεκριμένον ἔχει τὸ χρῆμα, φύσει δὲ μᾶλλόν ἐστι τῶν ὁλῶν δεσπότης· κἂν εἰ βασιλεὺς, κἂν εἰ φῶς, κἂν ζωὴ καὶ δύναμις, κἂν δημιουργὸς, πάντα ταῦτά ἐστιν οὐ κατεψευσμένως· οὐ γάρ ἐστι γενητὸς, ἐπέ- κεινα δὲ φυσικῶς παντὸς νοοῖτο ἂν τοῦ παρηγμένου πρὸς γένεσιν, Θεὸς ὑπάρχων ἐκ Θεοῦ, καὶ φῶς ἀλη θινὸν ἐκ φωτὸς ἀληθινοῦ. 9Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου· καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νε- φέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρ- τίας σου. Ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε.9 Ἔφη που Χριστός· Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. Ὁσία δὲ πάντως ἡ ἐφ' ἑκατέρῳ πράγματι ψῆφος. Τοῖς μὲν γὰρ οὐκ εἰδόσι τὸ θέλημα τὸ δεσποτικὸν, εἶτα δια- πταίουσι, καὶ τοῖς τῆς παραβάσεως αἰτιάμασιν ἐνι σχημένοις συγγνοίη τις ἂν τὸ μὴ ἐγνωκέναι, δεχόμε- νος εἰς ἐλέου πρόφασιν. Τοῖς γε μὴν ἐν εἰδήσει νόμων τὸ ῥᾳθυμεῖν ᾑρημένοις προσγένοιτο ἂν ἐν δίκῃ τὸ κολά ζεσθαι δεῖν. Ὑπτιώσεως γὰρ ἐναργοῦς τὰ αἰτιά- ματα. Ἵνα τοίνυν ἑαυτοῦ γένοιτο κρείττων ὁ Ἰσραὴλ, πλείστοις μὲν ὅσοις ἁλοὺς αἰτιάμασιν, ἀμνηστίᾳ δὲ τῇ παρὰ Θεοῦ τιμώμενος, μεμνῆσθαι προστέτακται τῆς ἑαυτοῦ ῥᾳθυμίας, καὶ τῆς τοῦ κατοικτείροντος ἡμερότητος. Μνήσθητι γὰρ ταῦτα, φησὶν, Ἰακώβ. Καὶ ποῖα ταῦτα; Τά τε ἤδη προειρημένα, καὶ ὅτι παῖς μου εἶ σύ. Καὶ ἔπλασά σε παῖδά μου. ∆ιαδείκνυσι δὲ καὶ μάλα σαφῶς ἐν τούτοις, ὅτι [οὐ] μεμένηκεν ἀπαιδαγώγητος ὁ Ἰσραὴλ, ἀλλ' ἦν ὑπὸ νόμον καὶ ζυγὰ, καὶ πλείστους ἔχων τοὺς νουθετεῖν εἰδότας· παῖς οὖν ἄρα κατὰ τοῦτο καὶ πεπλασμένος εἰς τοῦτο. Τίνα δὲ τρόπον, ἐροῦμεν ὡς ἔνι. Πλάττεται μὲν γάρ τις ἄνθρωπος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ὁ προπά- τωρ Ἀδὰμ ἐκ γῆς. Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον. Ἕρπει δὲ κατά γε τὸν τῆς δημιουργίας τρόπον, καὶ εἰς δεῦρο τὰ καθ' ἡμᾶς. Πλάττεται γὰρ ἕκαστος ἐν γαστρὶ τῆς ἑαυτοῦ μητρὸς, καὶ ὁδὸς αὕτη πρὸς τὸ εἶναι φέρουσα τοὺς ἐπὶ τῆς γῆς. Πλάττεται δὲ καὶ εἰς παῖδα Θεοῦ διαμορφούμενος νοητῶς τῇ τῶν θείων εἰδήσει νόμων πρὸς εἶδος ἐξαίρετον, τὸ ἐκ τῆς τῶν ἀρετῶν εὐκο- σμίας ταῖς τῶν ἀνθρώπων ἐπισυμβαῖνον ψυχαῖς. Τοῦτο κάλλος ἂν νοοῖτο τὸ πνευματικόν. Πλάττονται δὲ καὶ οἷον ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτόν. Γράφει γοῦν Γαλάταις καὶ ὁ θεσπέσιος Παῦλος· "6Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν."6 Μορφοῦταί γε μὴν ἐν ἡμῖν ὁ Χριστὸς, ἐνιέντος ἡμῖν τοῦ ἁγίου Πνεύματος θείαν τινὰ μόρφωσιν, δι' ἁγιασμοῦ καὶ δικαιοσύνης. Οὕτω γὰρ, οὕτω ταῖς ἡμετέραις ἐμπρέπει ψυχαῖς ὁ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἀναμορφοῦντος ἡμᾶς, ὡς ἔφην, τοῦ ἁγίου Πνεύματος δι' ἁγιασμοῦ πρὸς αὐτόν. Ἔφη γοῦν καὶ ὁ ἱερώτατος πάλιν Παῦλος· "6Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τού- τῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν."6 Καὶ εὐάρεστον καὶ τέλειον καὶ κά- λυμμα μὲν ταῖς Ἰουδαίων καρδίαις τεθεῖσθαί φησιν, ἡμᾶς δὲ πάντας ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Πλαττόμεθα δὴ οὖν εἰς παῖδα Θεοῦ. Ἐπειδὴ δὲ τὸ τοῦ παιδὸς ὄνομα κοινόν πώς ἐστι· λαμβάνεται γὰρ ἐπί τε οἰκετῶν καὶ υἱῶν, φαμὲν, ὅτι πρέποι ἂν τοῖς ἐν νόμῳ πλαττομένοις τὸ εἰς οἰκέτας πλάττεσθαι μᾶλλον. Πνεῦμα γὰρ ἦν δουλείας ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἦν αὐτοῖς τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον· ἐκόλαζε γὰρ ὡς οἰκέτας ὁ νόμος. Εἰ δὲ ἐν Χριστῷ πλάττοιτό τις, εἰς υἱὸν πλάττεται Θεοῦ, κατά γε τοὺς ἀρτίως εἰρημένους τρόπους. Χρὴ τοι γαροῦν μεμνῆσθαι καὶ τῆς τοῦ δικαιοῦντος φιλαν- θρωπίας, καὶ ὅτι πεπλάσμεθα πρὸς υἱότητα καὶ δόξαν, καὶ οἷον τῷ Πατρὶ τῷ Θεῷ εἰς ἡμᾶς παρ' αὐ- τοῦ γενομένων ἀνταποτιννύντες τὰς ἀμοιβάς. Καὶ ὅπως ἂν γένοιτο τοῦτο, καλῶς ἐκπαιδεύει λέγων· Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἐπιλανθάνοιτο δὲ ἄν τις Θεοῦ, τῆς εἰς αὐτὸν εὐσεβείας ὀλιγωρῶν, ἢ καὶ εἰσάπαν ἀποφοιτῶν. ∆εδράκασι μὲν οἱ ἐξ Ἰσραὴλ τοῦτο τοῖς οὐκ οὖσι θεοῖς λατρεύσαντες· δρῶσι δὲ καὶ εἰς δεῦρό τινες ἀνόπιν ἰόντες μετὰ τὴν πίστιν, ὦν τὸ κρῖμα ἔνδικόν ἐστι, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ τὸ ἐπιλανθάνεσθαι Θεοῦ κατασημαίνει πλει- σταχοῦ τὸ τῆς εὐσεβείας τῆς εἰς αὐτὸν ἀποδραμεῖν, εἰσόμεθα, λέγοντος αὐτοῦ πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· "6Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοι-μάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, καὶ ἐγκαταλιπόντες τὸ ὄρος τὸ ἅγιόν μου. Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες σφαγῇ πεσεῖσθε."6 Καὶ ἐπ' αὐτῷ δὴ τούτῳ καταβε- βόηκε τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἱερεμίου λέγων· "6Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, ἢ παρθένος τῆς στηθοσιδεσμίδος αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας πολλὰς, ὧν οὐκ ἔστιν ἀριθμός."6 Οὐκ- οῦν ἡ μὲν λήθη πολλάκις τὴν ἀπόστασιν ὑπεμφή νειεν ἄν. Ἡ δέ γε μνήμη τὸ ἑδραῖον εἰς πίστιν, καὶ ἀκράδαντον εἰς ἀγάπην, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν αὐτῇ δοκούντων εὐσθενές. Μὴ δὴ τοιγαροῦν ἐπιλαν- θάνου μου, φησὶν, μέμνησο δὲ μᾶλλον. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου. Καὶ τὸ ἀπ- ήλειψά φησιν ἐν τούτοις, ἀντὶ τοῦ ἀπαλείψω, καὶ ὥσπερ τινὰ γνόφον, καὶ νεφέλην διαλύσας ἀφανίσω. Ὅτι γὰρ ἀντὶ τοῦ ἀπαλείψω τὸ ἀπήλειψά φησι, διαδείξειεν εὖ μάλα τὸ ἐφεξῆς. Ἐπιστράφηθι γὰρ, φησὶ, πρός με, καὶ λυτρώσομαί σε. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφήν; Ὡς οὔπω μὲν ἐπιστρέψαντας, ἥξοντας δὲ καὶ εἰς τοῦτο κατὰ καιροὺς, ὅταν ἐπιλάμψῃ τῷ κόσμῳ Χριστὸς, δι' οὗ πᾶσα πλημμελημάτων ἄφεσις, καὶ ἐπιστροφὴ καὶ κλῆσις ἡ πρὸς Θεὸν, διά τε τῆς εἰς αὐτὸν πίστεως, καὶ πολιτείας εὐαγγελικῆς, καὶ ἀρίστων ἀνδραγαθημάτων. 9Εὐφράνθητε, οὐρανοὶ, ὅτι ἠλέησεν ὁ Θεὸς Ἰσραήλ. Σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται.9 Καταθρήσαι τις ἂν κἀντεῦθεν ἀμογητὶ, ὅτι τῶν ἁμαρτιῶν ἡ ἄφεσις, καὶ μὴν καὶ ἡ πάντων ἐπιστροφὴ καὶ λύτρωσις, ὡς ἐσομένη διὰ Χριστοῦ προαναφωνεῖ τὸ κατὰ καιροὺς διὰ προφητῶν ἁγίων. Ἐπειδὴ γὰρ Θεὸς Κύριος ὢν ἐπέφανεν ἡμῖν, καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς, ὡς ἄνθρωπος, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸ πάναγνον ἱε- ρεῖον· τότε δὴ τότε, καὶ πρόφασις ἑορτῆς τὸ χρῆμα γέγονε ταῖς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεσι λογικαῖς, ἤτοι τοῖς τῶν ἁγίων ἀγγέλων τάγμασιν. Ἦδον γὰρ, ᾖδον ἐπὶ τῇ γεννήσει αὐτοῦ, τῇ κατὰ σάρκα φημὶ, καὶ δὴ καὶ ἔφασκον· "6∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία."6 Καὶ εἴπερ ἐστὶν ἀληθὲς, πάντως δὲ δή που καὶ ἀληθὲς, ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν χαρά ἐστιν ἐν τοῖς οὐρανοῖς ἐν- ώπιον τῶν ἁγίων ἀγγέλων ἐφ' ἑνὶ ἁμαρτωλῷ μετα- νοοῦντι, πῶς ἂν ἐνδοιάσειέ τις ὡς τὴν ὑφήλιον πᾶσαν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀνακομίζοντος τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν, καὶ δικαιοῦν- τος ἐν πίστει, καὶ διαπρεπῆ τιθέντος δι' ἁγιασμοῦ, χαρὰ καὶ πανήγυρις παρὰ τοῖς ἄνω πνεύμασιν ἦν; Εὐφραινομένων τοίνυν τῶν οὐρανῶν, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν Ἰσραὴλ καὶ οὔτι που τὸν κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ καὶ τὸν κατὰ πνεῦμα νοούμενον· ἐσάλπισε τὰ θεμέλια τῆς γῆς, τοῦτ' ἔστιν οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοί· τούτων ἠχὴ διαπρύσια; προσηνέχθη πανταχοῦ, καὶ οἷά τινες σάλπιγγες ἀν- εφώνησαν ἱεραὶ, τὴν τοῦ Σωτῆρος δόξαν περιαγγέλ- λουσαι τοῖς ἁπανταχοῦ, καὶ καλοῦσαι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ τούς τε ἐκ περιτομῆς, καὶ τοὺς πάλαι τῇ κτίσει λατρεύοντας παρὰ τὸν Κτίστην. Θεμέλια δὲ τῆς γῆς ὠνομάσθαι φαμὲν αὐτοὺς, διὰ ποίαν αἰ- τίαν; Ἔστι μὲν γὰρ ἁπάντων θεμέλιος καὶ ἀκατά- σειστος ὑποβάθρα Χριστὸς, ὁ ἀνέχων ἅπαντα, καὶ διακρατῶν εἰς τὸ εὖ εἶναι τὰ ἐρηρεισμένα· ἐπ' αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς συναρμολογούμενοι διὰ Πνεύματος εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον αὐτοῦ. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως, θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ' ἡμᾶς νοηθεῖεν ἂν ἀπόστολοί τε καὶ εὐαγγελισταὶ, γεγονότες μὲν αὐτόπται καὶ ὑπ- ηρέται τοῦ λόγου, γενόμενοι δὲ καὶ εἰς ἑδραίωμα πίστεως. Ταῖς γὰρ αὐτῶν παραδόσεσιν ἕπεσθαι δεῖν ἐγνωκότες, εὐθῆ καὶ ἀδιάστροφον τῷ Χριστῷ τὴν πίστιν τηρήσομεν. Εἵρηται γάρ που παρ' αὐτοῦ πρὸς τὸν θεσπέσιον Πέτρον (ὅτε σοφῶς καὶ ἀνεπιπλήκτως τὴν εἰς αὐτὸν πίστιν ὁμολογῶν ἔφασκεν· Σὺ εἶ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος)· "6Σὺ εἶ Πέτρος. καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλη- σίαν,"6 πέτραν, οἶμαι, λέγων τὸ ἀκράδαντον εἰς πίστιν τοῦ μαθητοῦ. Εἴρηται δέ που καὶ διὰ τῆς τοῦ Ψάλ- λοντος φωνῆς· "6Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις."6 Ὄρεσι δὲ παρεικαστέον ἁγίοις εὖ μάλα τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, ὧν ἡ γνῶσις τοῖς μετ' αὐτοὺς θεμελίου δίκην ἐρήρεισται, μεταπί- πτειν οὐκ ἐῶσα πρὸς τὸ ἀδόκιμον εἰς πίστιν τοὺς δι' αὐτῶν σεσαγηνευμένους. Σαλπίζουσι τοίνυν τὰ θεμέ- λια τῆς γῆς· πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν ὁ Μωϋσῆς. Οὐ γὰρ ἦν ὁ νόμος ἐξάκουστος, πλὴν ὅτι τοῖς κατὰ μόνην τὴν Ἰου- δαίαν. Σαλπίσατέ γε μὴν, οἱ τὰ Χριστοῦ πρεσβεύον- τες. "6Ἐξῆλθε γὰρ εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν."6 Βοᾷν δὲ τοῖς ὄρεσιν εὐφροσύνην προστέταχε· τὰ δὲ θεμέλια τῆς γῆς, ὄρη πάλιν ἐν τούτοις εἰπών· ἀπό βλεπτοι γὰρ καὶ διαφανεῖς οἱ θεσπέσιοι μαθηταὶ, ἔργῳ τε καὶ λόγῳ διαπρεπεῖς, καὶ τοῖς ἁπανταχοῦ γνωριμώτατοι, οἷς καὶ προφητικὸς ἐπεφώνησε λόγος· "6Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ σου, ὁ εὐαγγελιζόμενος Ἱερουσα- λήμ."6 Ταυτὶ δὴ οὖν ἄρα τὰ ὄρη τὰ νοητὰ βοῆσαι προστέταχεν εὐφροσύνην. Ἔνεστι δὲ κἀντεῦθεν ἰδεῖν τήν τε τοῦ νόμου δύναμιν, καὶ τῶν εὐαγγελικῶν κη- ρυγμάτων τὴν ἐπὶ τὸ κρεῖττον διαφοράν. Ὁ μὲν γὰρ νόμος κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσι, καὶ δίκαις ἀφύκτοις ἐνιεὶς τοὺς ἁλισκομένους, οὐκ εὐφροσύνην ἐβόα μᾶλλον, ἀλλὰ κατήφειαν· οἱ δέ γε τῶν εὐαγγε λικῶν θεσπισμάτων ἱερουργοὶ, καὶ τῶν παρὰ Χριστοῦ χαρισμάτων διάκονοι, εὐφροσύνην τῷ κόσμῳ διακη- ρύττουσιν. Ὅπου γὰρ ἄφεσις ἁμαρτιῶν, καὶ μὴν καὶ δικαίωσις ἐν πίστει, καὶ ἁγίου Πνεύματος μέθεξις, καὶ υἱοθεσίας λαμπρότης, καὶ οὐρανῶν βασιλεία, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἐλπὶς οὐ κατεψευσμένη, ἐκεῖ που πάντως ἐστὶν εὐφροσύνη καὶ χαρά. Βουνοὺς δὲ καὶ ξύλα τὰ ἐν αὐτοῖς φαμεν εἶναι πάλιν τοὺς τῶν ὀρῶν ἡττωμένους, καὶ βραχύ πως ὑποκαθημένους, κατά γε τὸ τῆς ἐνούσης αὐτοῖς εὐζωΐας μέτρον, ὑπερ- ανεστηκότων δηλονότι τῶν ἁγίων ἀποστόλων, καὶ εὐαγγελιστῶν. Οὐκοῦν βουνοὶ μὲν ἂν εἶεν οἱ βραχύ πως τῆς ἐκείνων εὐκλείας ὑφιζηκότες, καὶ τοῦ με- γέθους τῆς ἀρετῆς ἡττώμενοι, πλὴν ἀνέχοντες καὶ αὐτοὶ, καὶ ἐπιγείων ὄντες ἐπέκεινα πραγμάτων, καὶ φρονοῦντες τὰ ἄνω, καὶ τὸ ὑψοῦ νοεῖσθαι κατ' ἀρετὴν κεκληρωμένοι. Ξύλα δὲ τὰ ἐν αὐτοῖς, τὰ ὑπ' αὐτῶν τεθραμμένα, νοηθεῖεν ἂν οἱ δι' αὐτῶν πιστεύσαντες, καὶ οἷον εἰς ἄνδρα τέλειον ἀναβεβηκότες, καὶ εἰς μέ- τρον ἡλικίας διελάσαντες τοῦ πληρώματος τοῦ Χρι- στοῦ. Εἶεν δ' ἂν οὗτοι καὶ διδάσκαλοι λαῶν, καὶ ποιμνίων καθηγηταὶ, ταῖς παρὰ σφῶν αὐτῶν νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Οὐκοῦν τὴν ἐν Χριστῷ νοουμένην εὐφροσύνην συγ- κεκράγασι τοῖς θεμελίοις τῆς γῆς, βουνοὶ καὶ ξύλα τὰ ἐν αὐτοῖς, χαίρουσι δὲ ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται. Οὐ γὰρ ἐλυτρώθη μόνον τοὺς τῆς ἁμαρτίας ἀποτριψάμενος μολυσμοὺς, καὶ πυρὸς καὶ δίκης ἐξῃρημένος, ἀλλὰ γὰρ καὶ ἐδοξάσθη Θεοῦ γεγονὼς οἰκεῖος, καὶ υἱὸς αὐτοῦ χρημα- τίσας, καὶ ἀδελφότητα λαχὼν τὴν πρός γε τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, τοῦτ' ἔστι, Χριστόν. 9Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα. Ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστε- ρέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; ἀπο- στρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐ- τοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀλη- θεύων.9 Οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς κἀν τούτοις ἡμῖν διαλέγεται, καὶ πειρᾶται πληροφορεῖν τοὺς οἵ γε πεπαρῳνήκασιν εἰς τὴν δόξαν αὐτοῦ, μεθιστάντες αὐτὴν εἰς ἑτέρους, δῆλον δὲ ὅτι τοὺς οὐκ ὄντας θεοὺς, ὡς ἔστιν αὐτὸς γενεσιουργὸς τῶν ὅλων, καὶ ταμίας, κτίστης τε καὶ ποιητὴς καὶ αὐτῶν τῶν παιδευομένων. Ἐπειδὴ δὲ περὶ πραγμάτων πλείστων τε ὅσων καὶ θαυμαστῶν ἐποιεῖτο τὰς ὑποσχέσεις, ἃς δὴ καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι πρός τινων, χρησίμως, ὡς ἔφην, τὴν ἰδίαν αὐτοῖς προαναφαίνει δύναμιν καὶ ὑπεροχὴν, ὡς ἂν εἰδεῖεν, ὅτι πάντη τε καὶ πάντως, ὅπερ ἂν ἕλοιτο κατορθοῦν, τοῦτο δραμεῖται πρὸς πέρας. Πρὸς τί γὰρ ἀνικάνως ἔχοι, ἢ πῶς οὐκ ἂν δύναιτο λυτροῦσθαί τινας ὁ ἐκ κοιλίας πλάσας, τοῦτ' ἔστιν, ὁ καὶ εἰς αὐτὸ τὸ εἶναι καλέσας, καὶ εἰς ὕπαρξιν ἐνεγκὼν τοὺς οὐκ ὅντας ποτὲ, ὁ συντελῶν τὰ πάντα, τοῦτ' ἔστιν, ὁ τα- μίας τῶν ὅλων, ἕκαστά τε διοικῶν τε καὶ διιθύνων κατὰ τὸ αὐτῷ δοκοῦν; Τοῦτο δὲ πάντως εὖ ἔχει. Οὐ γὰρ ἂν ἁμάρτῃ Θεὸς τοῦ τῇ ἰδίᾳ δόξῃ πρεπωδεστάτου. Ἢ πῶς οὐκ ἂν εἴη πανσθενὴς, καὶ παντὸς ἐπέκεινα, καὶ νοῦ, καὶ λόγου, ὁ τὸν παμμεγέθη τοῦτον τανύσας οὐρανὸν, καὶ στερεώσας τὴν γῆν; ὡς καὶ ὁ Ψάλλων φησίν· "6Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς."6 Ὁ δὲ εἰς τοῦτο δυνάμεως ἀναβεβηκὼς, μᾶλ- λον δὲ ἡ πᾶσα δύναμις, πάντως που καὶ οἴσει πρὸς πέρας ἅπερ ἂν ἐθέλοιτο δρᾷν, ἀπείργοντος οὐδενός. Μόνος δέ φησιν ἐκτεῖναι τὸν οὐρανὸν, οὐκ ἔξω τι- θεὶς τὸν ἐκ τῆς οὐσίας αὐτοῦ Θεὸν Λόγον μονογενῆ, τὸν δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ἀλλ' ὅτι τῶν ψευδωνύμων θεῶν παντελῶς οὐδεὶς συνειργάσατό τι τῷ ἐπὶ πάντας Θεῷ. Οἱ γὰρ οὐκ ὄντες ὅλως, πῶς ἂν εἰσδεχθεῖεν ὡς ἐργάται, ἢ μᾶλλον εἰπεῖν ὡς συνεργά- ται δημιουργοῦντος Θεοῦ; Οὐκοῦν οὐ πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν φαμεν ἐν τούτοις γενέσθαι τὴν ἀντιδιαστολὴν, ἀλλ' ὅτι μὴ ἑτέρου μᾶλ- λον Θεοῦ γέγονεν ἐναποτέλεσμα τὸ τανυσθῆναι τὸν οὐρανὸν, ἤγουν ἀκραδάντους ἕδρας ἐσχηκέναι τὴν γῆν. Καταδείξας τοίνυν ἑαυτοῦ διὰ τούτων τὴν δόξαν, καὶ τὴν ἀπαράβλητον ὑπεροχὴν, καὶ τὸ τῆς δυνάμεως μέγεθος, τίνων ἔσται κατὰ καιροὺς ἀποτελεστὴς, ἐν τοῖς ἐφεξῆς διαδείκνυσί τε καὶ ἀφηγεῖται σαφῶς. Τίς γὰρ ἕτερος, φησὶ, διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; Οὔπω γὰρ ἡμῖν ἐπιλάμ- ψαντος ἐξ οὐρανῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τῆς τοῦ διαβόλου τυραννίδος ἡ πλεονεξία κατὰ πάντων ἐξετείνετο, καὶ βαθὺς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς κατεβόσκετο σκότος. Ἦσαν γὰρ, ἦσαν κατά τε χώραν καὶ πόλιν, βωμοὶ καὶ τεμένη, καὶ ἀγαλμάτων ἐσμὸς, καὶ ψευδωνύμων θεῶν οὐκ ἀριθμουμένη πληθὺς, γοη- τεῖαί τε καὶ ψευδομαντεῖαι πανταχοῦ, καὶ δαιμονίων φενακισμοὶ, πλαττομένων μὲν εἰδέναι τε καὶ προαγ- γέλλειν δύνασθαι τὰ ἐσόμενα, λεγόντων γε μὴν ἢ εἰδό- των παντελῶς οὐδέν. Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, τοῦτ' ἔστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τοῖς εὐαγ- γελικοῖς θεσπίσμασιν ὅλην περιήστραψε τὴν ὑπ' οὐρανὸν, ἀπελήλαται μὲν ἡ τῆς ἁμαρτίας ἀχλὺς, καὶ ὁ βαθὺς ἐκεῖνος πέπαυται σκότος, κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πεπλανημένοι· τότε δὴ τότε διεσκεδάσθησαν τὰ σημεῖα τῶν ἐγγαστριμύθων. Ἐγγαστριμύθους δέ φησι τοὺς ψευδομάντεις, ἤτοι πυθωνικοὺς, τοὺς ἀπό γε τῆς σφῶν αὐτῶν καρδίας ἀνερευγομένους τὸ δοκοῦν, καὶ τῶν ἀληθῶν εἰδότας οὐδέν. Περὶ τῶν τοιούτων καὶ ὁ προφήτης Ἰεζεχιήλ φησιν· "6Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐ- τῶν, καὶ τὸ καθ' ὅλου μὴ βλέπουσι."6 ∆ιεσκεδάσθη τοιγαροῦν τῶν τοιούτων τὰ ἐκ τῆς ψευδομαντείας δι- δόμενά τισι σημεῖα, ἤτοι προαναῤῥήσεις. Ἤργησαν γὰρ τὰ Ἑλληνικὰ χρηστήρια πανταχοῦ, καὶ σεσιγή- κασιν οἱ ψευδοεπεῖν εἰωθότες τῶν παρ' Ἕλλησι θεῶν· ἀπεστράφησαν δὲ καὶ φρόνιμοι εἰς τὰ ὀπίσω, καὶ ἐμωράνθησαν αἱ βουλαὶ αὐτῶν. Ἔοικε δὲ φρονίμους ἐν τούτοις, ἢ τοὺς παρ' Ἕλλησι μάγους ἀποκαλεῖν· ὠνομάζοντο γὰρ παρ' ἐκείνοις σοφοί· ἢ τάχα που καὶ τοὺς ἐν δόξῃ σοφῶν παρ' αὐτοῖς γεγονότας, καὶ πικροὺς εἰς σύνεσιν, καὶ λόγων ἔχοντας δείνωσιν, καὶ ἀρίστους εἰς εὐγλωττίαν, καὶ οὐκ ἔχοντας ἀνικάνως εἴς γε τὸ δύνασθαι ταῖς παρὰ σφῶν εὐεπείαις κατακαλλῦναι τὸ ψεῦδος. Τοὺς τοιούτους ἀπεστράφθαι φαμὲν εἰς τὰ ὀπίσω· λοιπὸν ἀχρήστου καὶ ἀνωφελοῦς ἀποδεδειγμέ νης τῆς ἐν αὐτοῖς σοφίας, ἢ ψυχική τέ ἐστι καὶ ἐπί- γειος δαιμωνιώδης. Μεμωράνθαι δέ φησι τὴν σοφίαν τοῦ κόσμου, παρὰ Θεοῦ δηλονότι, καὶ ὁ πάνσοφος Παῦ- λος. Ἀποστραφέντων δὲ, φησὶ, τῶν φρονίμων, καὶ πάσης αὐτῶν βουλῆς ἀσυνέτου τε καὶ ἀνοήτου παντε- λῶς ἀποδεδειγμένης, ἔστησεν ὁ Θεὸς καὶ Πατὴρ τὰ ῥήματα τοῦ ἑαυτοῦ Παιδὸς, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, ὅπερ ἡμῖν αὐτὸς ἐλάλησεν ὁ Χριστός. Ἀπέδειξε δὲ καὶ ἀληθῆ τὴν βουλὴν τῶν ἀγ-γέλων αὐτοῦ. Ἄγγελοι γὰρ νοηθεῖεν ἂν οἱ τὰ Χριστοῦ πρεσβεύοντες, καὶ τῷ κόσμῳ διακηρύττοντες. Βουλὴ δὲ ἦν αὐτοῖς ἀγαθὴ, καὶ παραίνεσις τοῖς ἁπανταχοῦ τὸ τῶν ἀρχαίων μὲν αἰτιαμάτων ἀποφοιτᾷν, ἀναῤῥών- νυσθαι δὲ πρὸς ἀγαθουργίας, καὶ τῶν ἀμεινόνων ἀντ- έχεσθαι, καὶ Θεὸν εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, καὶ τοῖς αὐτοῦ νόμοις ὑπενεγκεῖν τὸν αὐχένα, τρέχειν δὲ οὕτω πρὸς σωτηρίαν καὶ ζωήν. Οὐκοῦν μεστοὶ μὲν ἁπάσης ἀληθείας εἰσὶν οἱ παρ' αὐτῶν λόγοι· μεμώραν- ται δὲ τὰ Ἑλλήνων, τὸ τῆς ἀληθείας οὐκ ἔχοντες κάλ- λος· πάντα γὰρ παρ' ἐκείνοις ψευδῆ, καὶ προφητεία, καὶ σύνεσις, καὶ τῶν ἐν δοκήσει θεῶν, ἡ καὶ αὐτοῖς τοῖς πλανωμένοις ἀγνοουμένη πληθύς. 9Ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τοῦ Ἰούδα· Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρη- μα αὐτῆς ἀνατελεῖ.9 Ἕψεται καὶ οὕτω τὸ, Ἐγώ εἰμι, τοῦτ' ἔστιν, Ἰε-ρουσαλὴμ, ὁ λυτρούμενός σε, ὁ συντελῶν πάντα, καὶ ἐκτείνας τὸν οὐρανόν. Εἰμὶ τοιγαροῦν, φησὶν, ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ. Εἷλον μὲν γὰρ αὐτὴν κατὰ κράτος οἱ Βαβυλώνιοι, τὴν τῶν Ἰουδαίων ὅλην καταδῃώσαντες χώραν. Ἀλλ' ἐκλελύτρωνται παρὰ Θεοῦ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεδύσαντο ζυγὸν, ἀφέντος τοῦτο δρᾷν τοῦ τὴν Βαβυλῶνα κατεμπρή σαντος, Κύρου φημὶ τοῦ Καμβύσου· καὶ δὴ καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, τάς τε πόλεις ἀνεδείμαντο καὶ τὸν νεὼν, καὶ κατῳκήκασιν ἐν εἰ- ρήνῃ. Εὐφυέστατα τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος οἰκοδομηθήσεσθαι λέγων τὴν Ἱερουσαλὴμ, δίδωσιν ἐννοεῖν τοῖς ἀκροωμένοις, ὡς ἁλώσεται κατὰ καιροὺς, καὶ καταστραφήσεται. Καὶ οὐκ ἀπό γε τῶν μοχθηρῶν ποιεῖται τὴν προαγόρευσιν τῶν συμβησομένων αὐ- τοῖς, ἀπ' ἐκείνων δὲ μᾶλλον ἐφ' οἷς ἦν εἰκὸς ἡσθῆ- ναι λίαν· μετὰ τοῦ καὶ εἰς ἐννοίας, ὡς ἔφην, ἐλθεῖν τῶν σκυθρωποτέρων. Οὐκοῦν Θεοῦ προστάττοντος οἰκοδομηθήσεσθαι τὴν Ἱερουσαλὴμ, ἁλοῦσάν που πάν- τως πρότερον ὁ τῆς προφητείας κατασημαίνει λόγος. Εἰ δὲ δή τις βούλοιτο καὶ βαθυτέροις ἔτι θεωρήμασιν ἐμβάλλειν, φαμὲν ὅτι τὴν ἀληθεστέραν Ἰουδαίαν, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἧς ἂν ἔνοικοι καὶ πο- λῖται νοηθεῖεν ἂν οἱ τὴν ἐν πνεύματι φοροῦντες περιτομήν. Ἔρημον οὖσάν ποτε πολυανδροῦσαν ἔδειξεν ὁ τοῦτο γενέσθαι προστεταχὼς, δῆλον δὲ ὅτι Θεὸς ἐν Χριστῷ, ἀνέτειλε δὲ τὰ ἔρημα αὐτῆς. Ξύλοις γὰρ νοητοῖς εὑρέθη κατάκομος, καὶ οἷον εὐδενδρο- τάτη, καὶ ὑψηλὰς ἁγίων ἔχουσα κεφαλάς. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ φυτοῖς καὶ ξύλοις ἀφομοιοῦν ἔσθ' ὅτε τὸν τῶν ἁγίων χορόν. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἁγίων, ὅτι "6Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισ- σον, καὶ λεύκην."6 Εἴρηται δὲ καὶ διὰ τῆς τοῦ Ψάλ- λοντος φωνῆς περὶ τῶν ἁγίων πρὸς Θεὸν, ποτὲ μὲν, ὅτι "6Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας·"6 ποτὲ δὲ πάλιν· "6Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, ἀπὸ προσ- ώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀλη- θείᾳ αὐτοῦ."6 Καὶ οὔτι πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστὶ, πρέποι δ' ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ καὶ ἡσθῆναί φησιν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ. Ἔκρινε γὰρ οὕτω τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, δικαιώσας μὲν ἐν πίστει τοὺς πεπλανημένους ποτὲ, καταδικάσας δὲ τὸν ὄλεθρον τοῦ Σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ. 9Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει. Ὁ λέγων Ἱερουσαλήμ· Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.9 Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, ὡς ἔφην, κατὰ καιρούς· εἷλον γὰρ τὴν Ἰουδαίων χώραν οἱ Βαβυλώνιοι. Ἐπειδὴ δὲ τοῖς ἁλοῦσιν ἑβδομηκοστὸν ἤδη ἔτος τετέλεστο, καὶ ἐνειστήκει λοιπὸν ὁ καιρὸς τῆς ἐν αὐτοῖς ἡμερότητος, δῆλον δὲ ὅτι τῆς παρὰ Θεοῦ, κατεξανέστησε τῶν Χαλδαίων, Περσῶν τε καὶ Μήδων διέποντα τὴν ἀρχὴν τὸν Καμβύσου Κῦρον, ὃς εἷλεν αὐτοὺς, ἀνῆκέ τε τοὺς Ἰουδαίους, μεμαθηκὼς ὅτι Θεὸς ᾧ λελατρεύκασι προηγόρευσε περὶ αὐτοῦ, ὡς ταῖς παρ' αὐτοῦ νευρούμενος ἐπικουρίαις, καὶ ἀμείνων ἔσται τῶν ἐχθρῶν, καὶ δυσάντητος κομιδῆ τοῖς ἐθέλουσιν ἀντανίστασθαι, καὶ ὅτι τὸν θεῖον αὐτὸς ἀναστήσει ναόν. Ὅτι τοίνυν ἔμελλεν ἐρημωθήσεσθαι παντελῶς, καίτοι πολυανδροῦσα λίαν, ἡ Βαβυλωνίων, κατασημαίνει λέγων· Ἐγώ εἰμι ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ. Ἄβυσσον γὰρ ἐν τούτοις τὴν ἀριθμοῦ κρείττονα τῶν Βαβυλωνίων ὠνόμαζε πληθύν· ποτα- μοὺς δὲ αὐτῆς τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ᾗ περίοικά τε ἦν, καὶ τὰς ὁμόρους ἔχοντα χώρας ἐκέκληντο παρ' αὐτῶν εἰς ἐπικουρίαν. Ἔθος δὲ πάλιν τῇ θείᾳ Γραφῇ, ποταμοῖς καὶ θαλάσσαις, καὶ ὕδασι παρεικάζειν ἀεί πως τὰ πολλὰ τῶν ἐθνῶν. Ἔφη γοῦν ὁ θεσπέσιος Μελῳδὸς περί τε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν πληθύος, ἢ ταῖς αὐτοῦ σεσαγήνευται φωναῖς· "6Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε Κύ- ριος."6 Ἡ γάρ τοι φωνὴ τοῦ Κυρίου, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα κατὰ πάντων ἠνέχθη τῶν ἐθνῶν, ὅτε μονονουχὶ κατεβρόντησεν αὐ- τῶν. Περιεκτύπησε γὰρ ὡς παρὰ πᾶσαν τὴν ὑπ' οὐ- ρανὸν, τὸ ἱερὸν καὶ σωτήριον κήρυγμα. Γέγραπται δὲ πάλιν· "6Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν."6 Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, ὧν αἱ φωναὶ, τοῦτ' ἔστιν, αἱ διδασκαλίαι γεγόνασι γνώριμοι τοῖς ἀπανταχοῦ. Εἴ- ρηται δέ που καὶ περὶ αὐτῆς τῆς Βαβυλῶνος, καὶ Νινευὶ, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς. Ἦν οὖν ἄρα ὁ Θεὸς ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Καὶ αὐτὸς ἦν ὁμοίως ὁ λέγων τῷ Κύρῳ φρονεῖν, ἀντὶ τοὺ μετὰ συνέσεως πάντα δρᾷν, καὶ πάντα τὰ αὐτῷ δοκοῦντα πληροῦν. Ταῦτα δὲ ἦν τὸ δίκην ἐκτίσαι τοὺς Βαβυλωνίους ὧν πεπράχασιν ὠμῶς καταδῃοῦντες τὴν Ἰουδαίαν, καὶ τὸν ἱερὸν καὶ θεῖον καταπιμπράντες ναὸν, ἀνεῖσθαί τε πρὸς τούτῳ τὸν Ἰσραὴλ, καὶ ἀναδείμασθαι τὸν οἶκον, ἤγουν θεμελιῶσαι. Τοῦτο γὰρ μᾶλλον εἰπεῖν ἀληθέστερον. Προστέταχε μὲν γὰρ ὁ Κῦρος, καὶ χρη- μάτων πόρους προστιθεὶς ἀναστῆναι τὸν νεὼν, καὶ κατεβάλετο μὲν ὑποβάθρας. Ἐπειδὴ δὲ μεταξὺ τὸν ἀνθρώπινον κατέλυσε βίον, κεκώλυται μὲν ἐκ τῆς τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ μετ' αὐτόν. Ἤχθη γε μὴν εἰς πέρας καὶ μετὰ τοῦτο πάλιν, Θεοῦ κατανεύοντος. Ἔχομεν δὲ τῆς ἱστορίας τὸ ἀκριβὲς παρά γε τῇ θεοπνεύστῳ Γραφῇ· καὶ τὸ μα- κροὺς ἐν τούτοις τρίβειν ἑλέσθαι λόγους, περιττὸν οἶμαί που. Μὴ δὲ λεγέτωσάν τινες, ὡς ὁ θεῖος δι- έψευσται λόγος, ὅτι μὴ πάντα τὰ τῷ Θεῷ δοκοῦντα πεποίηκεν ὁ Κῦρος, ἄνθρωπος ὢν εἰδωλολάτρης. Τέτακται γὰρ τὸ, Πάντα τὰ θελήματά μου ποιήσει, κατ' ἐκεῖνά που πάντως ἅπερ εἰκὸς βούλεσθαι δηλοῦν Θεὸν, τὸ ἁλῶναί φημι τὴν Βαβυλωνίων, τὸ ἀπαλλαγῆναι δεσμῶν καὶ δουλείας τὸν Ἰσραὴλ, καὶ τὸ ἐγερθῆναι τὸν νεὼν, καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομηθῆναι πόλεις. 9Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπρο- σθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν αὐτοῦ πο- ρεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συν- τρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, Ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. ἝνεκενἸακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου [ῃυλγ. σου], καὶ προσδέξομαί σε. Σὺ δὲ οὐκ ἔγνως με, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεός. Οὐκ ᾔδεις δέ με. Ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατο-λῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔτι. Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐγὼ Κύριος ὁ Θεὸς ποιῶν πάντα ταῦτα.9 Ταύτῃ φαμὲν ἐντετυχηκέναι τῇ προφητείᾳ τὸν ἀλκιμώτατον Κῦρον, ἡσθῆναί τε λίαν ἐπὶ τοῖς περὶ αὐτοῦ προηγορευμένοις παρὰ Θεοῦ, καὶ εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ ἐν ταῖς ὑπὸ χεῖρα πόλεσί τε καὶ χώραις ποιήσασθαι τὴν ἀνάῤῥησιν τῆς τοῦ Θεοῦ δόξης, ὁμολογοῦντα σαφῶς, ὅτι μόνος αὐτὸς εἴη Θεὸς, καὶ τῶν ὅλων Κύριος, ὁ παρὰ τῶν Ἰουδαίων προσκυνούμενος. Καὶ σαφὴς μὲν λίαν, ὥς γε οἶμαι, τῆς προφητείας ἡ δύναμις, ἤτοι τῶν προφητικῶν προῤ- ῥήσεων. Ἕκαστα δὲ τῶν εἰρημένων ἐπιδραμόντες, ὡς ἔνι τὸ δοκοῦν εἶναι φησὶν [ἀφανὲς] ἔσθ' ὅτε καὶ ἄναντες, σαφὲς καταστήσωμεν. Χριστὸν μὲν γὰρ ὀνομάζει τὸν Κῦρον, καὶ οὐχ ὡς ἕνα τῶν ἁγίων, καθ' ὧν ἂν κέοιτο τοὔνομα, καταχρηστικῶς δὲ, ὡς ἀπό γε τοῦ κεχρίσθαι, ληφθὲν, ἀλλ' ὅτι τοὺς καλουμένους εἰς βασιλείας παρὰ Θεοῦ, κἂν εἰ μή τινες εἶεν ἅγιοι καὶ σεπτοὶ, ἐλαίῳ καταχρίειν ἔθος ἦν. Εὑρήσομεν γὰρ τοὺς ἁγίους προφήτας τισὶν εἰρηκότας τῶν εἰς τοῦτο παρενηνεγ- μένων, ὅτι "6Ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ."6 Χριστὸς οὖν ὁ Κῦρος ὡς βασιλεύς· πλὴν ὅτι διὰ Θεοῦ κεκράτηκεν, ἤρθη τε εἰς δόξαν ὑπερφυᾶ, δίδωσιν ἐννοεῖν, χριστὸν ὀνομάσας αὐτὸν, τοῦτ' ἔστι χρίσει καὶ ψήφῳ τῇ παρ' αὐτοῦ κεκλημένον εἰς βα- σιλείαν. Ταύτῃτοί φησιν, ὅτι κεκράτηκε τῆς δεξιᾶς αὐτοῦ. Ἀντιλήψεως δ' ἂν σημεῖον γένοιτο καὶ τοῦτο σαφὲς, κατά γε τὸ ὑπὸ τῶν ἁγίων ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· "6Ἐκράτησας τῆς χειρός μου, τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με."6 Κεκρατηκέναι δέ φησι τῆς δεξιᾶς αὐτοῦ, ὥστε καὶ ἐπακοῦσαι ἔμ- προσθεν αὐτοῦ ἔθνη, τοῦτ' ἔστιν, ὑποταχθῆναι καὶ ὑπείκειν αὐτῷ, διαῤῥαγῆναι δὲ τὴν βασιλέων ἰσχύν. Ἑπτὰ γὰρ εἶναί φασι βασιλέας ὑπὸ τὸν ἕνα καὶ προὔ- χοντα παρὰ τοῖς Βαβυλωνίοις. Ὅτι δὲ ἔμελλον ἀνοί- γνυσθαι μὲν αὐτομάτως αἱ πόλεις, διακωλύσαι δὲ παντελῶς οὐδὲν κατατρέχοντα τὸν Κῦρον τῆς τῶν πολεμίων ἰσχύος, διαδείκνυσι λέγων· Πόλεις οὐ συγ- κλεισθήσονται. Ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, τοῦτ' ἔστιν, ἅπαντά σοι ψιλὰ, καὶ εὐήλατα γενέσθαι παρασκευάσω, ὡς μηδὲν εἶναι τὸ ἀντιστα- τοῦν. Ἀλλὰ κἂν εἴ τις ἐπέλθοι, καὶ οἷον ὄρος ταῖς σαῖς δυνάμεσιν ὑπαντήσειε, καὶ τοῦτο ὁμαλιῶ, τοῦτ' ἔστιν, οἰκτρὸν ἀποφανῶ, καὶ χαμαιῤῥιφὲς, καὶ ἄναλκες. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σι- δηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς ἀποκρύ- φους, ἀοράτους ἀνοίξω σοι. Φασὶ τοὺς Βαβυλωνίους μετὰ τὸ ἁλῶναι τὴν πόλιν, σπηλαίοις ἑαυτοὺς ἐγκατα- χῶσαι σκοτεινοῖς, μάλιστα δὲ τοὺς ἐν αὐτοῖς ὄντας περιφανεστέρους τῶν ἄλλων, οἳ δεδιότες τὸν θάνατον, ὄφεων δίκην ἐν παντὶ σπηλαίῳ καὶ σχισμαῖς πετρῶν καταδύντες ἐκρύπτοντο, οὐ μὴν ἰσχῦσαι διαλαθεῖν. Κατεσημαίνοντο γὰρ τούτῳ [ἴσ. τοῦτο] τῷ Κύρῳ τινές· ὁ δὲ καὶ δᾷδας ἀναφθῆναι προστέταχε, καὶ ἐκ μυχῶν σκοτεινῶν ἀνορύττεσθαι τοὺς πεφοβημένους, οὕτω τε πικραῖς ὑποθεῖναι δίκαις. Ἕτεροι δέ φασιν ὅτι τοὺς Βαβυλωνίων ἐκένωσε θησαυροὺς ὑπὸ γῆν ὄντας καὶ κεκρυμμένους. Ἔσῃ δὴ γοῦν περιφανὴς οὕτω καὶ ἀοίδιμος, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραὴλ, ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου. Κέ- κληκα γάρ σε πρὸς τοῦτο, φησὶν, ἐγὼ Θεὸς μόνος, καὶ τετίμηκά σε ταῖς οὕτω λαμπραῖς εὐκλείαις, ἵνα εὖ πάθοι παρὰ σοῦ ἐμὸς ὢν οἰκέτης ὁ Ἰσραήλ. Ἐγὼ μὲν κέκληκά σε, φησὶ, καὶ κατεστεφάνωσα ταῖς εὐ- κλείαις. Σὺ δὲ οὐκ ἔγνως με ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με· ὅμοιον ὡς εἰ λέγοι σαφῶς· Οὐκ ἀντέκτισιν λαμ- πρῶν ἀνδραγαθημάτων τῶν ὁρώντων εἰς εὐσέβειαν ἐκομίσω παρ' ἐμοῦ τὴν τοιαύτην δόξαν· τετίμηκα δέ σε, καίτοι μὴ εἰδότα τὴν ἐμὴν θεότητα καὶ ὑπερ- οχὴν, ἀλλ' οὐδ' ἐναρίθμιον ὄντα τοῖς προσκυνοῦσί με, ἀλλ' ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰ γὰρ ἑλοίμην, φησὶν, ἐκρύεσθαι τοὺς ἐμοὺς, καὶ διὰ τῶν οὐκ εἰδό- των τὴν δόξαν τὴν ἐμὴν ἀποπερανῶ τὸ χρῆμα, ὑπέρ γε τοῦ σαφῶς εἰδέναι τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν γῆν, ὅτι Θεὸς οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰμὶ γὰρ τῶν δυνά- μεων Κύριος, καὶ παντὸς ἔθνους, καὶ γένους ∆εσπό- της· καὶ ὅποιπερ ἂν θελήσαιμι, τὰς τῶν ἐπὶ γῆς ἀποφέρω καρδίας, ὥστε τῶν ἐμῶν θελημάτων ὑπουρ- γοὺς ἀναφαίνεσθαι καὶ τοὺς οὐκ ὄντας ἐμούς. Ἐγὼ τοίνυν εἰμὶ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, τοῦτ' ἔστιν, ἡμέραν τε καὶ νύκτα, ἤγουν φῶς μὲν τοῖς λελυτρωμένοις, σκότος δὲ τοῖς πεπορθημένοις. Οἱ μὲν γὰρ ἔχαιρον, ὡς ἀπαλλαττό- μενοι τῶν δεσμῶν, οἱ δὲ ἦσαν ἐν ἀφύκτοις συμφο- ραῖς. Ἐγώ εἰμι ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐκλήψῃ καὶ τοῦτο κατὰ τὴν ἴσην διάνοιαν, ὡς ἔφην, ἀρτίως· Εἰρήνην μὲν τοῖς λελυτρωμένοις, κακὰ δὲ, τοῦτ' ἔστι, κακωτικὰ, ἤτοι πάσης κακώσεως ἐμποιη- τικὰ, τοῖς ὠμοῖς καὶ ἀγρίοις, τοῖς ἐπενηνεγμένοις τῷ Ἰσραήλ. Ὅτι γὰρ λελύπηκε τὸ χρῆμα Θεὸν, σαφὲς ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς ἀγγέλου τῷ προφήτῃ Ζαχαρίᾳ· "6Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν μὲν ἐγὼ ὠρ- γίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά."6 Καὶ μὴν καὶ ὡς πρὸς αὐτῶν τῶν Βαβυλωνίων· "6Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος."6 Ὅτι δὲ κατὰ βούλησιν Θεοῦ ταῖς Βαβυ- λωνίων ἀλαζονείαις ἐπεπήδησεν ὁ Κῦρος, θρασύς τε καὶ παναλκὴς, καὶ τῇ πρεπούσῃ τοῖς πάσχουσιν ὠμότητι χρώμενος, εἰσόμεθα, λέγοντος αὐτοῦ, διὰ τῆς Ἱερεμίου φωνῆς, ὡς πρός γε τὸν Κῦρον· "6Πικρῶς ἐπίβηθι ἐπ' αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ ἐκδίκησον μάχαιραν, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι."6 Καὶ πρὸς τούτοις ἔτι· "6Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ και- ροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνή σατε αὐτὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτήν. Μὴ γενέσθω αὐτῆς κατάλειμμα, ἀναξηράνατε πάντας τοὺς καρποὺς αὐτῆς, καταβήτωσαν εἰς σφαγήν. Οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν, καὶ καιρὸς ἐκδική- σεως αὐτῶν."6 Ἔφη δέ που καὶ αὐτὸς ὁ προφήτης Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Βαβυλω-νίους· "6Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδ' ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν,"6 δηλονότι τῶν Μήδων. 9Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα.9 Ἔθος καὶ μελέτη πλεισταχοῦ τῇ θεοπνεύστῳ Γραφῇ διεξάγειν τοὺς λόγους ἐκ τῶν καθ' ἕκαστά τε καὶ ἀνὰ μέρος ἐπί τισι γεγονότων εἰς τὸ καθόλου καὶ ἐπὶ πάντας, καὶ καθάπερ ἐξ ἐνεργοῦς εἰκόνος τῶν ἱστορικῶς πεπραγμένων ἀναβιβάζειν ἀστείως τῶν παιδευομένων τὸν νοῦν εἰς θεωρίας μυστικωτέρας. Ὃ δὴ καὶ ἐπὶ τῶν ἐν χερσὶ στίχων ἔνεστιν ἰδεῖν. Μακρὸς μὲν γὰρ δεδαπάνηται λόγος διὰ τῶν ἀνόπιν περὶ Κύρου, τοῦ Περσῶν τε καὶ Μήδων ἐξάρχοντος, ὡς καταδῃώσαντος μὲν τὴν Βαβυλωνίων, καὶ κατὰ κράτος αὐτὴν ᾑρηκότος, θητείας δὲ τῆς αὐτόσε, καὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνέντος τὸν Ἰσραήλ· θεμελιώσαντος δὲ καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις νεὼν, κατεγήγερται δὲ καὶ ὅτι τῆς Χαλδαίων καὶ Θεοῦ καταθήγοντος, καὶ ἀνοιγνύντος αὐτῷ θύρας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνθραύοντος. Ἀλλ' ἦν τοῦτο διήγημα μερικόν. Ὑπῆρξε γὰρ μόνοις τὸ διευθυμεῖσθαι δεῖν, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλ- λάττεσθαι πόνων, τοὺς ἐξ αἵματος Ἰσραήλ. Μεθίστησι δὲ λοιπὸν τῶν ἐννοιῶν τὴν δύναμιν ἐπ' αὐτὸν ἥδη τὸν Ἐμμανουὴλ, ὃς ἀνεδείχθη παρὰ Θεοῦ καὶ Πα- τρὸς, ἵνα κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν, ἵνα τοὺς ταῖς τῶν ἰδίων ἁμαρτημάτων σειραῖς ἀφύκτως κατεσφιγμένους ἐξέληται τοῦ κα- κοῦ, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέρους ἀποφήνας, τοὺς ἐπὶ τῆς γῆς παλινδρομῆσαι παρα- σκευάσῃ πρὸς ἑαυτὸν, προσαγάγῃ τε οὕτω δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Γέγονε γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι' αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκα- μεν ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς· αὐτὸς τὸν θεῖον ἤτοι τὸν ἑαυτοῦ ναὸν ἀνεδείματο. τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν. Αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησεν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἡ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἁγίαν δὲ μᾶλλον, καὶ ἄμωμον. Οὐκοῦν ὡς ἐν εἰκόνι τῷ Κύρῳ καὶ τοῖς παρ' αὐτοῦ γεγονόσι κατίδοι τις ἂν εὖ μάλα τὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δεδωρημένα παρὰ Θεοῦ θεοπρεπῆ κατορθώματα. Οὗτος μὲν οὖν τῶν προκειμένων ἡμῖν ὁ σκοπός. Ἕκαστα δὲ κατὰ μέρος τῶν γεγραμμένων ὡς ἔνι διερμηνεύσομεν. Εὐ- φραινέσθω τοίνυν, φησὶν, ὁ οὐρανὸς ἄνωθεν, τοῦτ' ἔστιν, οἱ τὴν ἄνω τρίβοντες πόλιν, καὶ τὸ λαμπρὸν καὶ ἀξιάγαστον ἔχοντες ἐνδιαίτημα, ἄγγελοί τε καὶ ἀρχάγγελοι, καὶ τὰ τούτων ἐπέκεινα, θρόνοι τε καὶ ἐξουσίαι, καὶ δυνάμεις λογικαὶ, καὶ τῶν ἀνωτάτω θώκων οἱ παραστάται. Φαμὲν δὲ ὅτι θυμηδίας πρό- φασις καὶ αὐτοῖς δὴ γέγονε τοῖς ἐν οὐρανῷ πατρά- σιν, ἡ τῶν πεπλανημένων ἐπὶ τῆς γῆς ἐπιστροφὴ πρὸς τὸν Θεὸν, ἡ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἡ τυφλῶν ἀνάβλεψις, καὶ ἁπαξ- απλῶς τῶν ἀπολωλότων ἡ σωτηρία. Εἰ γὰρ χαί- ρουσιν ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἐνδοιά- σαι θέμις, ὡς ἥδονταί τε καὶ κατευφραίνονται σεσω- σμένην ὁρῶντες τὴν ὑπ' οὐρανόν; Οὐκοῦν ἄνωθεν μὲν ὁ οὐρανὸς εὐφραινέσθω, φησὶ, ῥανάτωσαν δὲ καὶ αἱ νεφέλαι δικαιοσύνην. Νεφέλας δὲ εἶναί φαμεν νοη- τὰς τὰς ἄνω δυνάμεις, δι' ὧν αἱ διὰ τοῦ πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην, καὶ ταῖς τῶν πιστευόντων καρδίαις ἐνστάζουσι, κατά γε τὸ ἑτέ- ρωθί που σαφῶς εἰρημένον ὡς περὶ ἀμπέλου περὶ τῶν ἐξ Ἰσραήλ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν· ἤγουν καὶ αὐτοὺς τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὧν καὶ πρῶτοι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ δὴ ἅπασαν περιφοιτῶντες τὴν γῆν, τὸν θεῖόν τε καὶ ἱερὸν κατεσκέδασαν λόγον, καὶ καθάπερ τινὰ διψάδα καὶ ἄκαρπον γῆν, τοὺς ἁπανταχοῦ κατ- ευφραίνοντες, καὶ οἷον κατάρδοντες νοητῶς, πρό- φασις αὐτοῖς εὐκαρπίας γεγόνασι τῆς πνευματικῆς. Οὐκοῦν Ἰουδαίοις ἅτε μὲν, ἅτε δὲ καὶ γεγονόσι κυριοκτόνοις, καὶ εἰς αὐτὸν παροινήσασι τὸν τῶν νοητῶν ναμάτων δοτῆρα Χριστὸν, ἐκέλευε Θεὸς ταῖς νεφέλαις τὸ μὴ διδόναι τοὺς ὑετοὺς, τοῖς γε μὴν εἰς αὐτὸν πιστεύουσι καθεῖναι προστάττονται, καὶ κατάρ- δειν ἀμφιλαφῶς τὰς τῶν προσιόντων αὐτῷ καρδίας. "6Ὑετῶν γε μὴν καθιεμένων, ἀνατειλάτω, φησὶν, ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατει- λάτω ἅμα."6 Ἦν γὰρ ἀναγκαῖον τῶν νοητῶν νεφελῶν, ὡς ἔφην, τοῖς εἰς δικαιοσύνην μαθήμασιν ἀρδευου- σῶν τὴν ὑπ' οὐρανὸν, καθάπερ ἐκ σπερμάτων ἀγα- θῶν, ἀναφῆναί τε καὶ ἀναβλαστῆσαι καρποὺς ἀγα- θούς. Ὥσπερ γὰρ κατάρχοντος ἐπὶ τῆς γῆς τοῦ τῆς ἁμαρτίας εὑρετοῦ, καὶ διὰ τῶν ἐν κόσμῳ σοφῶν, μυσαρά τε καὶ βέβηλα πανταχοῦ καθιέντος σπέρματα, οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ καρπῶν ἐπιεικείας ἔρημος ἦν ἡ σύμπασα γῆ, οὔπω τῶν τῆς δικαιοσύνης μαθημάτων, ὑετῶν δίκην, καθιεμένων τοῖς ἁπανταχοῦ· λοιπὸν, ἦν ἀκόλουθον τοὺς τῆς εἰς Θεὸν εὐσεβείας εἶναι καρπούς· ἔλεος δὲ εἶναί φαμεν τὴν ἀγάπην, ἥτις ἐστὶ τοῦ νόμου τὸ πλήρωμα, συμ- παρομαρτούσης αὐτῇ καὶ δικαιοσύνης, καὶ πάντως που τῆς εὐαγγελικῆς· ἧς καὶ βραβευτὴς καὶ διδάσκα- λος αὐτὸς ἡμῖν γέγονεν ὁ Χριστός. Φαίη δ' ἄν τις, ἔλεος καὶ δικαιοσύνην τὴν ἐκ γῆς ἀνίσχουσαν, ἢ καὶ βλαστήσασαν, αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πα- τρὸς ἔλεος καὶ δικαιοσύνη· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἠλεήθημεν ἐν αὐτῷ, καὶ δεδικαιώμεθα, τῶν ἀρχαίων αἰτιαμάτων λαβόντες τὴν ἄφεσιν, ἤγουν ὅτι παρ' αὐ τοῦ δεδέγμεθα τὴν εἰς λῆξιν ἀγαθοῦ παντὸς ἀνακο- μίσαι δυναμένην ἡμᾶς δικαιοσύνην, δι' ἧς καὶ σεσώσμεθα. Εἰ δὲ ἡ γῆ τὴν δικαιοσύνην ἀναφῦναι προστέτακται, χαλεπαινέτω μηδεὶς, ἐννοήσας ὅτι καὶ ὁ Ψαλμῳδός πού φησι περὶ Θεοῦ καὶ Πατρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἐμμανουήλ· "6Εἰργάσατο δικαιο- σύνην ἐν μέσῳ τῆς γῆς."6 Οὐ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατεκόμισεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Χρι στὸς, γεγένηται δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, ἣ καὶ μία γέγονε τῶν ἐπὶ γῆς. Ὅταν οὖν λέγηται γῆς γενέσθαι καρπὸς καὶ βλάστημα, συνήσεις, ὡς ἔφην, ὅτι γέγονε κατὰ σάρκα ἐκ γυναικὸς ληφθείσης εἰς τοῦτο πρὸς ὑπουργίαν, καίτοι μιᾶς οὔσης τῶν ἀπὸ τῆς γῆς. 9Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὁ κτίσας σε· ποῖον βελτίονα κατεσκεύασα ὡς πηλὸν κεραμέως;9 Τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ καὶ Θεὸν ὄντα κατὰ φύσιν Υἱὸν, κενῶσαι μὲν ἑαυτὸν, ἑλέσθαι δὲ καὶ παθεῖν ὑπὲρ ἡμῶν, καὶ τῆς οὕτω με- γάλης ἀξιῶσαι φειδοῦς τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὡς ἀντάλλαγμα τὴν ἰδίαν προέσθαι ψυχήν· μᾶλλον δὲ καὶ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφὴν, καὶ τῆς ἀνωτάτω δόξης ἀλλάξασθαι τῆς ἀνθρώπου φύ- σεως τὸ μικροπρεπές. Ταύτῃτοι φησὶν, ὅτι Ἐγώ εἰμι, νῦν ἐκληπτέον, ἀντὶ τοῦ, ὑφέστηκα καὶ ζῶ, Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ τῶν δυνάμεων Κύριος, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ θάνατον οὐ ποιήσας, κτίσας δὲ μᾶλλον ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα. Εἶτα τιμῶν τὴν ἀνθρώπου φύσιν, καὶ ὅτι τῶν ἐπὶ γῆς ἁπάντων ζώων ἰσοστατήσειεν ἂν αὐτῇ παντελῶς οὐδὲν, Ποῖον, φησὶ, βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; πεπλάσμεθα γὰρ παρ' αὐτοῦ χοῦν λαβόντος ἀπὸ τῆς γῆς, καὶ κεραμέως δίκην εὖ μάλα διαμορφώσαντος. Ἀλλ' οὐ μέχρι τούτων τῆς ἀνθρώπου φύσεως τὸ ἀξίωμα, ἀλλά τι καὶ μεῖζον ἐν ἡμῖν ξένιόν τε καὶ δῶρον εὐτεχνίας Θεοῦ. Πεποιή- μεθα γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, καὶ τῆς αὐτοῦ δόξης τὸν χαρακτῆρα πεπλουτήκαμεν νοητῶς ἐναστράπτοντα ταῖς ἡμετέραις ψυχαῖς, εἰ καί ἐσμεν κατὰ σάρκα γῆ καὶ ἐκ γῆς. Οὐκοῦν οὐκ εὐκαταφρό- νητον, μᾶλλον δὲ καὶ ἀξιάγαστον ἐπὶ γῆς ζῶον ὁ ἄνθρωπος· οὕτω τε Θεὸς ἐπ' αὐτῷ σεμνύνεται. Καὶ γοῦν ἔφη πρὸς τὸν τληπαθέστατον Ἰὼβ, τὰς ἑαυτοῦ μεγαλουργίας ἐναργεῖς καθιστάς· "6Ἦ συλλαβὼν γῆς πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;"6 Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αβίδ· "6Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;"6 Εἶτα τῆς ἀνθρώπου φύσεως τὸ περιφανὲς ἐξηγεῖται λέγων· "6Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑπο- κάτω τῶν ποδῶν αὐτοῦ."6 Ἐφήρμωσε μὲν γὰρ τῷ Χριστῷ τῶν προκειμένων στίχων τινὰς ὁ πάνσοφος Παῦλος. Λέγοιτο δ' ἂν οὐκ ἀπεοικότως καὶ ἐπὶ παντὸς ἀνθρώπου τοῦ καθ' ἡμᾶς· ἐψευσμένον γὰρ ἐν αὐτοῖς οὐδέν. 9Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις;9 Βαθὺς μὲν ὁ λόγος, καὶ ἀσαφείᾳ πολλῇ κατεσκια- σμένος, εἴσῃ δ' ὅμως εὐθὺ τοῦ χρησίμου, καὶ ἀλη- θοῦς· χρῆναι δὲ οἶμαι προαναπτύξαι βραχὺ τῶν νοη- μάτων τὸν σκοπόν. Ἔσται γὰρ οὕτως εὐαφής τε καὶ εὐπαράδεκτος τοῖς ἀκροωμένοις. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς ἐλυτρώσατο μὲν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ, ἐξεί-λετο δὲ καὶ τῆς πολυθέου πλάνης, καὶ τῆς τῶν δαι- μονίων ἀπάτης, νόμῳ τῷ διὰ Μωσέως ἀνακομίσας αὐτὸν εἰς τὴν τῆς ἀληθοῦς θεογνωσίας αὐγήν. Ἑνὶ γὰρ λατρεύειν ἐδίδαξε Θεῷ, καὶ Κύριον ἕνα προσκυ- νεῖν· εἶτα διὰ τύπων καὶ σκιᾶς ἀναβιβάζειν ἤθελεν ἐπὶ τὰ ἔτι μείζω, καὶ τελεώτερα, τοῦτ' ἔστι, τὰ ἐν Χριστῷ. Παιδαγωγὸς γὰρ ὁ νόμος ἦν, ἔκειτο δὲ καὶ μέχρι καιροῦ διορθώσεως· ἦν δὲ οὗτος ὁ τῆς τοῦ Σω- τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίας, ὅτε τῶν νομικῶν ἐνταλμάτων ἀποστήσας τὴν σκιὰν, καὶ τοὺς ἐν γράμμασι τύπους τῆς ἐν πνεύματι καὶ ἀληθοῦς λατρείας τὸ κάλλος εἰσκεκόμικε τοῖς ἐπὶ τῆς γῆς, γυμνῶς τε καὶ ἀπημφιεσμένως. Ἀλλ' ἐπ' αὐτῷ δὴ οὖν τούτῳ δεδυσφορήκασιν Ἰουδαῖοι, καὶ τοῖς τύποις ἔτι συναγορεύοντες ἀντεπράττοντο τῷ Χριστῷ, καὶ τῶν Μωσαϊκῶν θεσπισμάτων τὴν λύσιν ἐνεκάλουν αὐτῷ, ποτὲ μὲν λέγοντες· "6Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον·"6 ποτὲ δὲ καὶ τοῖς ἔτι χείροσι κατασφενδονῶντες λόγοις. Οὐκοῦν ἐπειδήπερ ἀπαράδεκτον ἐποιοῦντο τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν ὄνησιν ἀναβιβάζουσαν αὐτοὺς εἰς πνευματικὴν εὐκαρπίαν ἐκ τῆς ἀνονήτου σκιᾶς, ταύ- τῃτοί φησι· Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Ὦ ἀνόητοι, φησίν· ἀνατέμνει μὲν γὰρ τοῖς ἀρότροις τὴν ἄρουραν ὁ γηπόνος, ἀλλ' οὐ μέχρι παντὸς τοῦτο δρᾷ, οὐδὲ ἅπαντα τοῖς ἀρότροις τὸν τῆς γηπονίας δαπανήσει καιρόν. Ἀνατέμνει γὰρ τὴν ἄρουραν, οὐχ ἵνα φαίνηται τοῦτο παθοῦσα μόνον, ἀλλ' ἵνα εὐπαράδοχος ᾖ τοῖς ἐν αὐτῇ καταβαλλομέ- νοις σπέρμασι, καὶ καρπογόνος ὀφθῇ. Οὐκοῦν ὑλο- μανούσας ποτὲ καὶ οἷον κεχερσωμένας τὰς ἁπάντων ἡμῶν καρδίας, ὥσπερ ἀρότρῳ χρησάμενος τῷ διὰ Μωσέως νόμῳ, προείργασμαι, καὶ γεωργοῦ δίκην ἀνατέμνων, εὐπρεπεῖς ἀποφαίνω αὐτὰς εἰς καταβο- λὴν σπερμάτων ἀγαθῶν. Ὁ δέ γε ἀγαθοῦ παντὸς σπορεὺς ὁ ἐμός ἐστιν Υἱός. Προσδέξασθε τοίνυν τὰ παρ' αὐτοῦ, καὶ μὴ βούλεσθε διηνεκῶς στέργειν, καὶ ἀγαπᾷν τὸν ἀροτῆρα νόμον. Ἠροτρίασε γὰρ, ὡς ἔφην, οὐχ ἵνα μὲν ἔχητε τοῦτο· ποία γὰρ ὄνησις ἐν- τεῦθεν; ἀλλ' ἵνα τοὺς τῆς ἀληθείας ἐκτέκητε καρ- πούς. Ἐπειδὴ δὲ καὶ μεταπεπλάσμεθα νοητῶς ἐν Χριστῷ, ἤγουν μετεστοιχειώθημεν, οἱ μὲν ἐκ πλάνης Ἑλληνικῆς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ εἰς ζωὴν ἁγίαν, τὴν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι- στοῦ· οἵ γε μὴν ἐκ περιτομῆς εἰς ἀνάληψιν μαθη- μάτων εὐαγγελικῶν, καὶ εἰς καινότητα λατρείας, οὐκ ἔτι τῶν τύπων ἐχούσης τὸ ἀτερπὲς, ἐκλαμπούσης δὲ μᾶλλον τῆς πνευματικῆς τὸ εὐπρεπέστατον κάλλος· ὑπῆρξε δὲ ἡμῖν κἀκείνοις τὴν διὰ ὕδατός τε καὶ πνεύ- ματος ἀναγέννησιν ἐν Χριστῷ πλουτήσασιν· ὁμοίως δὲ ἦν τοῖς Ἰουδαίων δήμοις ἀπόβλητός τε καὶ ἀπα- ράδεκτος ἡ ἐπ' αὐτοῖς δὴ τουτοισὶ χάρις· ἀντέπρατ- τον γὰρ, ὡς ἔφην, τοῖς παρὰ Χριστοῦ θεσπίσμασι· ταύτῃτοί φησι· Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις; Ἐγὼ μὲν γὰρ, φησὶν, ἀναμορφῶσαι βούλομαι πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀναπλάσαι πρὸς τὰ βελτίω διὰ γεννήσεως νοητῆς, πάντως δήπου τῆς δι' ὕδατος τε καὶ πνεύματος. Ἀλλὰ τοῖς ἐμοῖς σκέμμασιν ἀσυν- έτως ἀντιπράττετε. Ἆρ' οὖν ἐπετίμησε, φησὶν, ὁ πη- λὸς τῷ κεραμεῖ ποτε, ὡς χεῖρα τὴν τεχνουργὸν οὐκ ἔχοντι, ἢ ὡς οὐκ εἰδότι τίνα χρὴ τρόπον διαμορφῶσαι τὸ ἐν χερσίν; Ἀλλ' ὁ μέλλων τεχθήσεσθαι, φησὶ, μὴ πεῦσιν προσήγαγε τῷ ἰδίῳ πατρὶ, ἆρα γεννήσει; Εἶτα πῶς ὑμεῖς, ὡς πηλὸς ὄντες εἰς χεῖρας κεραμέως, καὶ οὐκ εἰδότες ὅλως τίνα τρόπον ἡ νοητὴ περὶ ὑμᾶς ἀναγέννησις ἔσται, οὐ δεδίατε φιλονεικεῖν; καὶ οὐχὶ δὴ μᾶλλον ὡς τεχνίτῃ καὶ πατρὶ τὸ ὅπως ἂν γένοιτο ταυτὶ παραχωρεῖν ἐγνώκατε; ὅτι γὰρ ἐφιλονείκουν Ἰουδαῖοι τοῖς τοῦ Σωτῆρος λόγοις, οἳ γεγόνασιν αὐτῷ περὶ τούτων, χαλεπὸν οὐδὲν συνιδεῖν. Ἔφη γὰρ πρὸς Νικόδημον· "6Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος, καὶ πνεύματος, οὐ δύνα- ται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ."6 Ὁ δὲ τοῖς ὑπὲρ νοῦν ἀσυνέτως ἐπιπηδῶν ἀντανίστατο λέγων· "6Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;"6 Προσετίθει δὲ τούτοις καὶ ἑτέραν μυσταγωγίαν, Πῶς δύναται ταῦτα γενέσθαι; Τί οὖν πρὸς ταῦτα Χριστός; "6Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσητε;"6 Εἴ- κειν οὖν ἀναγκαῖον οἷς ἂν λέγοι Θεός. Αὐτὸς οἶδε τῶν ἰδίων ἔργων τὴν ὁδὸν, ἀπολυπραγμόνητα δὲ τὰ παρ' αὐτοῦ τεχνουργούμενα, καὶ ἀνενδοιάστῳ πίστει τὰ ὑπὲρ νοῦν ὄντα, τὸν καθ' ἡμᾶς τιμᾶσθαι προσήκει. Ἰστέον δὲ, ὅτι καὶ ὁ προφήτης Ἱερεμίας εἰς τὸν οἶκον τοῦ κεραμέως ἐπέμπετο, τεχνουργοῦντα αὐτὸν ὀψό- μενος· διαπεσόντος δὲ τοῦ πηλοῦ, καὶ εἰς ἀγγεῖον ἕτερον ἀναπεπλασμένου, πρὸς αὐτὸν ἔφη Θεός· "6Μὴ, ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι ὑμᾶς, οἶκος Ἰσραήλ; Ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν χερσί μου."6 Ὅτι δὲ καὶ μεταπλαττόμεθα νοητῶς εἰς ἁγίαν τε καὶ παγκάλην ζωὴν, σαφηνιεῖ λέγων ὁ Παῦ- λος· "6Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·"6 δι' οὗ καὶ ἀναγεννώμεθα, σπορὰν ἔχοντες οὐκέτι φθαρτὴν, ἀλλὰ τὴν διὰ λόγου ζῶντος Θεοῦ, καὶ μένοντος. 9Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ, ὁ ποιήσας τὰ ἐπερχόμενα· Ἐπερωτήσατέ με περὶ τῶν θυγατέρων, καὶ περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.9 Τῆς τῶν ἀνωτέρω διανοίας ἀπόδοσις ἐν τούτοις ὁρᾶται γεγενημένη. Ἔχει δὲ οὕτως τῶν στίχων ὁ νοῦς· Εἰ γὰρ ὁ πηλὸς τῷ κεραμεῖ, φησὶν, ἐπετίμησέ ποτε, καὶ ὡς ἀτεχνῆ πως ἢ ἀργοτέραν τὴν τοῦ δια- πλάσαντος ἐγράψατο χεῖρα· εἰ περιειργάσατό τις τῶν οὔπω μὲν ὄντων ἢ γεγεννημένων, γεγεννῆσθαι δὲ προσδοκωμένων, ὁποίων ἄρα τέκνων ὁ αὐτοῦ πατὴρ ἔσται σπορεύς· ἐρωτήσατέ με καὶ ὑμεῖς, οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες· πῶς ἂν γένοιτο, καὶ τίνα τρόπον ὑμεῖς εἰς υἱοὺς ἔσεσθέ μοι, καὶ θυγατέρας. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Τὸ δὲ ἐντείλασθε, φησὶν, ἀντὶ τοῦ διατάξασθε, καὶ ὡς οὐκ εἰδότι τῶν πρακτέων τὴν ὁδὸν, μὴ ὀκνήσητε γνωμοδοτῆσαι τῷ Θεῷ. Ἀξιάγα- στος οὖν καὶ σφόδρα εἰκότως ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· "6Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ. καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;"6 ∆εῖται γὰρ ὅλως οὐδενὸς ἔν γε τοῖς καθ' αὑτὴν ἡ πάντων τεχνῖτις σοφία. Ἀλλ' οὐδ' ἂν εἴη τι τῶν καθ' ἡμᾶς ἄπορόν τε καὶ ἀμήχανον αὐτῇ. Πάντα γὰρ δύναται τὸ πανσθενὲς ἔχουσα· μᾶλλον δὲ ἡ πᾶσα δύναμίς ἐστιν αὐτή. Κύριος γάρ ἐστι τῶν δυνάμεων ὁ τῶν ὅλων Θεὸς, οἶδέ τε κατὰ μόνας αὐτὸς τῶν ἰδίων ἔρ- γων τὴν ὁδόν. Οὐκοῦν ἀπολυπραγμόνητα αὐτοῦ, καὶ τὰ ὑπὲρ νοῦν, καὶ λόγον ἀνέφικτα μὲν ταῖς ἀνθρώ πων διανοίαις, αὐτῷ γε μὴν ἐγνωσμένα. Καὶ γοῦν δι' ὕδατός τε καὶ πνεύματος τὴν νοητὴν ἀναγέννησιν δεδόσθαι πιστεύομεν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφά- νειαν τοῦ Χριστοῦ. Ἐπειδὴ Νικοδήμῳ τὴν χάριν ἐναργῆ καθιστᾷν ἐβούλετο Χριστὸς, ἐξηγεῖτο μὲν τοῦ πράγματος τὴν ὁδόν· ὁ δὲ συνιεὶς τῶν λεγομένων οὐδὲν, τῶν τοῦ Σωτῆρος ῥημάτων κατηγόρευσε τὸ ἀμήχανον. Ὅ τε καὶ οὕτως ἔχοντα γνώμης, πίστει δέχεσθαι τὸ θαῦμα παρενεγγύησε, λέγων· "6Ὃ οἴδα- μεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν."6 Οὐκοῦν εἰ μὴ συνίεμεν τῶν θείων ἔργων τὴν ὁδὸν, ἐνδοιασμοῦ παντὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν, Θεῷ λέγομεν· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν· μὴ ἐρωτῶμεν αὐτὸν περὶ τῶν θυγατέρων, καὶ τῶν υἱῶν αὐτοῦ. Μήτε μὴν ἐντελλώμεθα, ἤγουν διατάττωμεν αὐτῷ περὶ τῶν ἔργων τῶν χειρῶν αὐ- τοῦ· ἀλλ' ὡς πηλὸν κεραμεῖ παραχωρῶμεν ἡμεῖς ἐργάζεσθαι τὸ δοκοῦν. Μεθίστησι γὰρ ἀμογητὶ πρὸς ὅπερ ἂν βούλοιτο τὰ καθ' ἡμᾶς, καὶ μεταπλάττει τὸν νοῦν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, καὶ καρδίαν ἡμῖν ἐνίησι καινὴν, ἀποῤῥιζώσας τὴν πρώτην. Καὶ γοῦν ἔφη τι τοιοῦτον διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι "6Ἐκ σπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρ- κὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ' ἔστι, τρυφεράν τε καὶ εὔεικτον, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος."6 Ἀποφοιτῶντες γὰρ φαυ- λότητός τε ἁπάσης, καὶ μολυσμῶν, εἶτα τὴν ἐαυτῶν διάνοιαν μεθαρμόζοντες εἰς τὸ πληροῦν ἐθέλει [γρ. ἐθέλειν] τὸ ἀγαθόν· προσλαβόντες δὲ τούτῳ καὶ τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος νοητὴν ἀναγέννησιν, εἰς υἱοὺς καὶ θυγατέρας ἐσόμεθα Θεοῦ. Ὅτι γὰρ ἔνεστιν αὐτῷ τὸ πανσθενὲς, διαδείκνυσι λέγων· Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ὁ δὲ τῆς ἀνθρώπου γενέσεως εὑρετὴς, ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὸν οὐκ ὄντα ποτὲ, πῶς ἀτονήσει πρὸς ἀναμόρφωσιν τὴν πνευματικήν; καὶ οὐχὶ δῆλον τοῖς ἑαυτοῦ νεύμασι μεταχωρήσειεν ἂν, εἰς πᾶν ὁτιοῦν τῶν κατὰ γνώ- μην αὐτῷ, τῶν ποιημάτων ἡ φύσις; Τί τὸ παράδοξον εἰ τὴν τοῦ ἀνθρώπου διάνοιαν μεταχαλκεύει πρὸς τὸ δοκοῦν ὁ ἰδίᾳ χειρὶ στερεώσας τὸν οὐρανόν; Χεῖρά γε μὴν τοῦ Πατρὸς τὴν παντουργὸν εἶναί φα- μεν Υἱὸν δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα. Τῷ λόγῳ γὰρ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν. Αὐτὸς ἅπασι τοῖς ἄστροις ἐνετείλατο, τοῦτ' ἔστι, διετάξατο, ὅπως ἕκαστον αὐτῶν εἶναι χρή. Ἥλιος μὲν γὰρ εἰς ἀρχὰς τέθειται τῆς ἡμέρας, σελήνη δὲ τῆς νυκτός. Ἀλλ' ὡς ὁ Ψάλλων φησίν· "6Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθετο δὲ σκότος ὁ τῶν ὅλων Θεὸς, καὶ ἐγένετο νύξ."6 Ψάλλει γοῦν πάλιν ὁ θεσπέ- σιος ∆αβὶδ, καί φησι· "6Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Σὺ κατηρτίσω ἥλιον, καὶ σελήνην."6 Οὐκοῦν ἑκάτερον τούτων τὸν αὐτῷ τεταγμένον δια- περαίνει δρόμον εὐτάκτῳ φορᾷ, καὶ μεμετρημένοις ὡρῶν διαστήμασιν. Ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν ἄστρων κατὰ τὸν αὐτοῖς δοθέντα παρὰ Θεοῦ νόμον, ἀνίσχει τε κατὰ καιροὺς καὶ δύεται. Αὐτοῖς ἐνετεί- λατο Θεὸς ὢν φύσει καὶ τῶν ὅλων δημιουργὸς κύ- ριος. 9Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα. Πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὔτε μετὰ δώ- ρων, εἶπε Κύριος Σαβαώθ.9 Φαῖεν ἂν ἴσως τινὲς, εἰρῆσθαι ταυτὶ περὶ Κύρου τοῦ Καμβύσου, διά τε τὸ αὐτὸν ἀνεῖναι τὸν Ἰσραὴλ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολῦσαι δεσμῶν, θεμελιῶ- σαι δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεών· ἀλλ' ἤτοι τῶν ἐφεξῆς θεωρία περιστήσει μᾶλλον τῶν ἐννοιῶν τὴν δύναμιν, οὐκ ἐπ' ἐκείνῳ μᾶλλον, ἀλλ' ἐπὶ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὃς ἐγήγερται μετὰ δικαιοσύ- νης. Ἀνέλαμψε γὰρ ἐφ' ἡμᾶς Θεὸς ὢν Κύριος, εὐ- δοκήσαντος τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν ἐγήγερται μετὰ δικαιοσύνης οὐκ εἰσποιητοῦ καὶ διδακτῆς, ἀλλ' ὑπάρχων αὐτὸς αὐτό- χρημα καὶ δικαιοσύνη. Γέγραπται δὲ καὶ ἑτέρωθί που περὶ αὐτοῦ· "6Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασι- λεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν."6 Ἦν μὲν γὰρ ἀεὶ βασιλεὺς τῶν ὅλων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ πᾶσαν ἔχων ὑπὸ πόδας τὴν κτίσιν ὁρατὴν καὶ ἀόρατον, ἀποσκιρτή- σαντα δὲ τῆς ὑπ' αὐτῷ βασιλείας τὸν ἄνθρωπον τὸν ἐπὶ τῆς γῆς, καὶ τῶν αὐτοῦ σκήπτρων ὀλιγωρήσαν- τα, διά τοι τὸ ὑπὸ χεῖρα γενέσθαι διαβολικὴν, καὶ τοῖς τῆς ἁμαρτίας ἐνεσχεθῆναι βρόχοις, πάλιν ὑπ- ήγαγε τοῖς ἑαυτοῦ ζυγοῖς ὁ δικαιοσύνης ἁπάσης καὶ βραβευτὴς καὶ δοτήρ. Εἰσὶ γὰρ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι. Ὁδοὺς δὲ εἶναί φαμεν τοῦ Χριστοῦ τὰ θεῖάτε καὶ εὐαγγελικὰ θεσπίσματα, δι' ὧν εἰς πᾶσαν ἰόν- τες ἀρετὴν, καὶ τοῖς τῆς εὐσεβείας αὐχήμασιν ἑαυ- τῶν σεμνύνοντες τὰς κεφαλὰς, εἰς τὸ τῆς ἄνω κλή- σεως βραβεῖον ἐρχόμεθα. Εὐθεῖαί γε μὴν αἱ ὁδοί· σκολιὸν γὰρ οὐδὲν ἐν αὐταῖς ἢ διεστραμμένον, ἀλλ' οἷον ὀρθοὶ καὶ εὐήλατοι. Γέγραπται γὰρ, ὅτι "6Ὁδὸς εὐσεβῶν εὐθεία ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν."6 Τραχεῖα μὲν γάρ πως ἡ τοῦ νόμου τρίβος διὰ πολλῶν ἰοῦσα τύπων, καὶ δυσχερείας οὐ φορητῆς, ψιλὴ δὲ ἡ διὰ τῶν εὐαγγελικῶν θεσπισμά- των, καὶ οὐδὲν ἔχουσα παντελῶς τὸ ἄναντες ἢ τραχύ. Εὐθεῖαι δὴ οὖν αἱ ὁδοὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς ᾠκοδό- μησε τὴν ἁγίαν πόλιν, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, ἐν ᾗ καὶ αὐτὸς αὐλίζεται· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ναοὶ γεγόναμεν Θεοῦ ζῶντος, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Τεθεμε- λίωκε τοίνυν τὴν Ἐκκλησίαν αὐτὸς ὢν ὁ θεμέλιος, ἐφ' ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα, ὡς λίθοι πολυτε- λεῖς καὶ τίμιοι εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Ἀκλόνητος δὲ παντελῶς ἡ Ἐκκλησία, Χριστὸν ἔχουσα τὸν θεμέλιον, καὶ ἀκατά- σειστον ὑποβάθραν· "6Ἰδοὺ γὰρ τίθημι, φησὶ, τὰ θε- μέλια Σιὼν, λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν, οὐ μὴ καταισχυνθῇ."6 Αὐ- τὸς οὖν ὁ θεμελιώσας τὴν Ἐκκλησίαν, ἐπέστρεψε καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Τυραννουμέ- νους γὰρ ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας, σέσωκέ τε καὶ ἐξείλετο, καὶ τοῖς ἰδίοις ὑπήγαγε ζυγοῖς· πλὴν οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων· ὡς γὰρ ὁ αὐτοῦ μαθητὴς, "6Οὐ φθαρ- τοῖς ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵ- ματι ὡς ἀμνοῦ ἀμώμου, καὶ ἀσπίλου Χριστοῦ."6 ∆έ- δωκε γὰρ ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου καὶ σώσαντος. Ταύτῃ- τοι, καὶ μάλα εἰκότως, οἱ τῆς ὀρθῆς πίστεως τὸν εὐγενῆ κανόνα παρατρέχοντες διὰ τῆς τῶν ἁγίων κατηγοροῦνται φωνῆς, ὡς τὸν ἀγοράσαντα αὐτοὺς ∆εσπότην ἀρνούμενοι. 9Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυ- πτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαῒμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται. Ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἦν Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.9 Τὸν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προεισκομίσας λόγον, καὶ προαπαγγείλας ὅτι ἐπι- στρέψει τὸν λαὸν αὐτοῦ οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, καταδείκνυσιν εὐθὺς τοὺς κληθησομένους εἰς λύτρωσιν, δῆλον δὲ ὅτι τοὺς ἐξ ἐθνῶν, οἷς δὴ μάλιστα Χριστὸς ἐπιλάμψας ὁρᾶται. καίτοι λέγων ἐναργῶς· "6Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ."6 Ἀλλ' ἐκείνοις μὲν καὶ πρώτοις θεῖόν τε καὶ εὐαγγελικὸν ἐνήστραψε φῶς. Ἐπειδὴ δὲ, καθὰ γέγραπται, ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος Ἰσραήλ (ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς)· ταύτῃτοι καὶ μάλα εἰκότως ταῖς ἐθνῶν ἀγέλαις ἐπέλαμψεν ὁ Χριστὸς, καὶ αὐτὸ δὴ τουτὶ ταῖς τῶν προκειμένων θεωρίαις ἐνὸν εὑρήσο- μεν. Ὀνομάζει δὲ τῶν ἐθνῶν τὰ πάντων μάλιστα δεισιδαιμονέστατα, ἵνα καὶ ἡ τοῦ καλοῦντος εἰς μετά- γνωσιν θαυμάζηται δύναμις. Ὥσπερ γὰρ δὴ τότε μάλιστα τῶν ἰατρεύειν εἰδότων ἐπαινεῖται τὸ εὐ- τεχνὲς, ὅταν τινὰς τὰ ἀπεγνωσμένα νοσοῦντας τῶν παθῶν ἀπαλλάττειν δύνωνται ταῖς σφῶν αὐτῶν ἐμ- πειρίαις ἐπὶ καιροῦ χρώμενοι· οὕτω καὶ ὁ Θεὸς, ἐμφα- νεστέραν ἑαυτοῦ τὴν ὑπερφυᾶ καθίστησι δόξαν, ὅταν τινὰς τῶν ἄγαν ἐκκεκλικότων, καὶ εἰς αὐτόν που τὸν κατωτάτω πυθμένα φαυλότητός τε καὶ ἀσεβείας κατ- ενηνεγμένων, ἀνανήχεσθαί τε καὶ ἀναφοιτᾷν ἀναπείσῃ πρὸς ἔφεσιν ἀρετῆς, καὶ εἰς ἀπότριψιν τοῦ κακοῦ, καὶ οἷον εἰς ἀμφίεσιν τῶν ἐπαινουμένων. Αἰγύπτιοι τοί- νυν, καὶ τὰ τῶν Αἰθιόπων ἐμπορεῖα, τοῦτ' ἔστιν, αἱ Θηβαίων πόλεις, αἷς εἰσι πρόσοικοί τε καὶ ἀγχιτέρμο- νες οἱ καλούμενοι Σαβαῒμ, τοῦτ' ἔστι, τὰ τῶν Αἰθιό- πων, ἤγουν τῶν Ἰνδῶν ἔθνη (τάχα που τὴν κλῆσιν λαχόντες ὡς ἀπό γε τῆς Σαβᾶ τῆς βασιλευσάσης κατὰ καιροὺς τῆς αὐτῶν χώρας τε καὶ γῆς), ἐκοπίασαν, φησί· τὸ δὲ, Ἐκοπίασαν, διχῇ νοητέον· ἢ γὰρ ἐκεῖνο βούλεται δηλοῦν, ὅτι κεκμήκασιν οὐ φορητῶς, κατά γε τὸν τοῦ πλανᾶσθαι καιρὸν ὠμῷ τυράννῳ κατεζευ- γμένοι τῷ Σατανᾷ, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις δουλεύοντες ἐξαιτοῦντι θυσίας, καὶ αὐτὰ τὰ αὐτῶν γεννήματα, υἱούς τέ φημι καὶ θυγατέρας· ἤγουν ὅτι πάλαι μὲν ἦσαν δεινοὶ καὶ ἄθραυστοι, καὶ οἷον ὑπ- ασπισταὶ τῆς ἀρχαίας ἀπάτης, καὶ σθένει παντὶ χρώ- μενοι πρός γε τὸ δεῖν ἔχεσθαι νεανικῶς τῆς προκει μένης αὐτοῖς δυσσεβείας Ἑλληνικῆς. Ἐπειδὴ δὲ ἐπ-έλαμψεν ὁ Χριστὸς, καὶ φῶς τὸ ἀληθινὸν ταῖς ἁπάν- των ἀνῆκε καρδίαις, καὶ ὥσπερ τις νοητὸς ἀνέτειλεν ἑωσφόρος, ἐκοπίασαν, τοῦτ' ἔστιν, οὐ μεμενήκασιν ἐνστατικοὶ, καθὰ καὶ πρότερον, καθυφῆκαν δὲ ὥσπερ τοῦ πάλαι τόνου, παραχωρήσαντες τὸ νικᾷν τοῖς περὶ αὐτοῦ κηρύγμασι, κατεψεύσθη δὲ οὐδαμῶς ὁ περὶ τούτων λόγος. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦ- λος· "6Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις."6 Πλήρης γὰρ ἡ τῶν Αἰγυπτίων ὁρᾶται γῆ σεπτῶν καὶ ἁγίων ἐκκλησιῶν. Θυσιαστήρια παντα χοῦ καὶ μοναστῶν ἀγέλαι, καὶ παρθένων ἐσμοὶ, καὶ ἀσκήσεων πόνοι σὺν θυμηδίᾳ πολλῇ καὶ δρόμος εἰς ἀρετὴν, καὶ προθυμία πολλὴ, σφριγῶσά τε καὶ ἐκκό- πτεσθαι μὴ ἀνεχομένη καὶ τῷ [γρ. τὸ] Χριστοῦ παρα- τείνει σέβας, καὶ μέχρις αὐτῶν τῶν Σαβαῒμ, ἤτοι τῶν Ἰνδικῶν ἐθνῶν. Ἔστι γὰρ, ἔστι καὶ παρ' ἐκεί-νοις ἰδεῖν ὅσα καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν τοῖς ἐμπορίοις τῆς Αἰθιοπίας, τοῦτ' ἔστιν, ἐν τῇ Θηβαίων γῇ. Οὗτοι δὴ οὖν οἱ Αἰγύπτιοι, φησὶ, καὶ οἱ Σαβαῒμ ἄνδρες ὄντες ὑψηλοὶ, τοῦτ' ἔστιν, ἀπόβλεπτοι, καὶ γνωριμώτατοι τοῖς ἁπανταχοῦ, καὶ ἀγνοηθέντες οὐδενὶ ὅτι τέ εἰσιν ἐξῃρημένως δαιμονίων θεραπευταὶ, καὶ διαβολικῶν εὑρεμάτων ὑπασπισταὶ, ἐπὶ σὲ διαβήσονται, τοῦτ' ἔστι, τὴν πρώτην ἀφέντες ἀπάτην, καὶ τῶν τῆς ἀπωλείας βάθρων ἀποπηδήσαντες, ἥξουσι πρὸς σὲ, καί σοι ἔσον- ται δοῦλοι, καὶ τῶν σῶν δηλονότι θελημάτων ὑπουρ- γοί. Κατασημαίνει γὰρ τοῦτο τὸ τῆς δουλείας ὄνομα τεθειμένον ἐπὶ Θεοῦ. Ὀπίσω σου ἀκολουθήσουσι δε- δεμένοι χειροπέδαις. Βαδιοῦνται γὰρ κατ' ἴχνος, φησὶ, τὸ σὸν, τοῖς εὐαγγελικοῖς χειραγωγούμενοι νό μοις εἰς ἕκαστα τῶν πρακτέων, καὶ τὴν τῆς ἐξαιρέ- του ζωῆς διελάσουσι τρίβον δεδεμένοι χειροπέδαις, τοῦτ' ἔστι, δεσμοῖς ἀγάπης, καὶ σειραῖς ἀῤῥήτου φιλοθεΐας, ὥστε δύνασθαι λέγειν· "6Τίς ἡμᾶς χωρί- σει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενο- χωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;"6 Οὗτοι προσκυνήσουσί σοι, φησὶ, καὶ ἐν σοὶ προσεύξονται, ὅτι Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς, πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Κάμπτει γὰρ τῷ πάντων Σωτῆρι Χριστῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομο- λογεῖται, καὶ εἰς αὐτὸν ἔρχεται πᾶν πέρας εὐχῆς. Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ Θεοῦ καὶ Πατρὸς τὰ αἰ- τήματα, καὶ ἐν αὐτῷ προσευχόμεθα, ὁμολογοῦντες ὅτι καὶ ἐν αὐτῷ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν αὐτοῦ. Οὕτω γὰρ ἡμᾶς φρονεῖν ἐδίδαξε λέγων τῷ θεσπεσίῳ μαθητῇ (Φίλιππος οὗτος ἦν)· "6Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν."6 Τὸ τοίνυν, Ὁ Θεὸς ἐν σοί ἐστι, καὶ Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἴσην ἔχει δύ- ναμιν τῷ, ὅτι "6Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν."6 Εἰ δὲ δὴ βούλοιτό τις τῶν εἰρημένων τὴν δύναμιν καὶ εἰς μόνον τὸ πρόσωπον τοῦ Χριστοῦ περιενεγκεῖν εὐτέχνως, φαμὲν ὅτι κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, κατῴκηκε μὲν ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Ἦν δὲ αὐτὸς ὁ Θεὸς, οὐκ εἰς υἱοὺς δύο διῃρημένος, ἀλλ' ὡς ἰδίαν ἔχοντος τοῦ Λόγου τὴν σάρκα, ἐν ᾗ καὶ κατῳκηκέναι λέγεται. Οὐκοῦν κἀν τούτῳ νοεῖται Θεὸς, καθάπερ ἐν ἀνθρωπίνῳ σώματι ψυχή· ἀλλ' οὖν εἷς Υἱός ἐστιν ὁ Θεός. Ἰστέον γε μὴν, ὅτι τὴν τοῦ Κυρίου σάρκα φαμὲν ἐψυχῶσθαι ψυχῇ νοερᾷ. Ὁμολογοῦσι δὴ οὖν, ὅτι Καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἕστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αὕτη μετανοούντων φωνὴ, καὶ μεταφοιτώντων ἤδη πρὸς τὸ φῶς ἐξ ἀπάτης καὶ σκότου, καὶ εἰς ἐπίγνωσιν ἀληθείας διεληλακότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπεγνωκότων Θεὸν, καὶ τῶν ὅλων δημιουργὸν καὶ Κύριον. Σωτῆρά γε μὴν τοῦ Ἰσραὴλ ὀνομάζουσιν αὐ-τὸν τὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃς καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ ἐπίκουρος ἦν. Ἤγουν Ἰσραὴλ συνήσεις οὔτιπου τὸν κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ καὶ εἴ τις ἕτε- ρος ὁρᾷν δύναται Θεόν. ∆ιερμηνεύεται γὰρ τὸ Ἰσραὴλ νοῦς ὁρῶν Θεόν. Ὁρᾷ δὲ Θεὸν τοῖς τῆς διανοίας ὄμ- μασιν, ὁ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς χαρακτῆρα βλέ- πων, τοῦτ' ἔστι, τὸν Υἱὸν, ᾧ καὶ ἐντραπήσεσθαί φησι τοὺς ἀνθεστηκότας, πορευθήσεσθαι δὲ καὶ ἐν αἰσχύνῃ. Οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν οὐ προσηκάμενοι, θεομαχήσαντες δὲ, καθάπερ ἀμέλει καὶ Ἰουδαῖοι, πάντες ἔσονται κατῃσχυμμένοι, ἡττώμμενοι μὲν τῆς ἀνικήτου χειρὸς, ἀδικοῦντες δὲ παντελῶς οὐδὲν τὴν δόξαν αὐ- τοῦ, ταῖς γε μὴν σφῶν κεφαλαῖς ὄλεθρον ἐπαντλήσαντες, εἰς αἰσχύνην ἔσονται καὶ ὄνειδος. Ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν. 9Ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον. Οὐκ αἰσχυνθή- σονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, λέγει Κύριος παντοκράτωρ.9 Ἀνευρύνει πάλιν τὴν προαγόρευσιν τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐπιστροφῆς· καὶ οὐ μέχρι μόνον ἵστησι τῶν Αἰγυπτίων τῆς τε Αἰθιοπίας τῶν ἐμπορίων, καὶ αὐτῶν δὲ τῶν Σαβαΐμ· ἀλλὰ γὰρ ὅτι κεκλήσονται καὶ οἱ κατὰ πᾶσαν ὄντες τὴν γῆν, καὶ ἁγίων Ἐκκλησιῶν ἀνάδειξις ἔσται πανταχοῦ, διαμεμήνυκεν ἐν τούτοις. Προσεφώνει γὰρ ὥσπερ ταῖς Ἐκκλησίαις ὁ πανσθε-νὴς τοῦ Θεοῦ λόγος τὸ ἐγκαινίζεσθαι πρὸς αὐτὸν, ἃς δὴ καὶ νήσους κατονομάζειν ἀξιοῖ. Ὥσπερ γὰρ αἱ κατὰ τήνδε τὴν θάλασσαν νῆσοι βάλλονται μὲν ἀεὶ ταῖς τῶν κυμάτων ὁρμαῖς, πλὴν ἀκλόνητοι διαμέ- νουσιν, εἰσδέχονται δὲ καὶ κινδυνευούσας ἔσθ' ὅτε τὰς ναῦς, καὶ σώζουσιν ἐκ κυμάτων, κόλπον αὐταῖς προ τείνουσαι τὸν ἀκύμονα· οὕτως αἱ Ἐκκλησίαι Χρι- στοῦ, κεῖνται μὲν ὥσπερ ἐν μεσαιτάτῳ τοῦ βίου τύρ- βης τε καὶ ἀμιξίας, καὶ ἀναριθμήτων μὲν ἀνέχονται πειρασμῶν, πλὴν ἔχουσιν ἐν Χριστῷ τὸ ἀκράδαντον. εἰσοικίζονται δὲ τοὺς φεύγοντας τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων ἀνωφελῆ καὶ διάκενον ταραχὴν, καὶ οἷον καταχειμαζομένους ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας. Νήσοις δὴ οὖν παρεικαστέον αὐτάς. Τοῦτο γὰρ ἐν τούτοις ὁ θεῖος βούλεται λόγος. Ἐγκαι-νίζεσθε δὴ οὖν πρός με, φησὶν, ὦ νῆσοι. Τό γε μὴν τῆς Ἐκκλησίας ὄνομα τὴν τῶν εἰς Χριστὸν πιστευ- σάντων ὑφαίνει πληθὺν, ἱερουργούς τε καὶ λαοὺς, ποιμένας, καὶ διδασκάλους, καὶ τοὺς ὑπὸ χεῖρα κατεζευγμένους, ἀλλ' οὗτοι πάντες ἀνεκαινίσθησαν ἐν Χριστῷ, κατὰ καιροὺς δηλονότι καθ' οὓς ἐπέλαμ- ψεν ἡμῖν Θεὸς ὢν Κύριος. Τότε γὰρ, τότε καὶ ἀν- εκαινίσθημεν εἰς καινότητα ζωῆς, ἠθῶν τε καὶ τρό- πων, καὶ προσέτι λατρείας. Ἀποβεβλήκαμεν γὰρ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν, γεγόναμεν δὲ καινὴ κτίσις ἐν Χριστῷ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμε νοι, πρὸς εὐκλεᾶ καὶ ἀξιέραστον πολιτείαν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος τοῖς κεκλημένοις διὰ πί- στεως ἐπιστέλλει καί φησι, ποτὲ μὲν, ὅτι "6Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐνδύσασθε τὸν νέον, τὸν ἀνα- καινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν·"6 ποτὲ δὲ πάλιν, "6Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον."6 Συνεσταυρῶσθαι δέ φησι καὶ τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, ἵνα ἐνδυσώμεθα τὸν νέον διὰ τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς. Ἀνακαινιζόμεθα δὲ κατά γε τὸν τῆς λατρείας τρό- πον, οἱ μὲν ἐκ τῶν Ἰουδαϊκῶν ὄντες ταγμάτων, σκιὰς ἀφέντες καὶ τύπους. Κεχρήσονται γὰρ βουθυσίαις μὲν καὶ λιβανωτοῖς οὐκέτι, πνευματικὴν δὲ, καὶ ἄϋλον, καὶ καθάπερ ἐν τάξει τῶν εὐκοσμοτάτων θυ- μιαμάτων· οἱ δὲ ἐκ τῆς τῶν ἐθνῶν πληθύος σεσαγη- νευμένοι μετοικισθήσονται πρὸς τὰ ἀμείνω, καὶ ἀσυγκρίτως ὑπερκείμενα. Οὐ γὰρ ἔτι τὸν ἀρχαῖον εἰς νοῦν ἕξουσι σκότον, ἀλλὰ τὸ θεῖόν τε καὶ νοητὸν εἰσοικισάμενοι φῶς, ὅσιοί τε καὶ ἀληθεῖς ἔσονται προσκυνηταί. Ἀποπεπαύσονται γὰρ τοῦ προσκυνεῖν τῇ κτίσει κωφαῖς τε καὶ ἀναισθήτοις ὕλαις· ἀφέξον- ται δὲ μαντειῶν τε καὶ γοητειῶν, καὶ καθαρίσουσι τὸ ἀπηχὲς βωμολοχίας Ἑλληνικῆς καὶ ἀπάτης δαιμο- νίων, καὶ ἁπαξαπλῶς τὰ αἰσχίω μεθέντες, καὶ βδε- λυρῶν σπουδασμάτων ἀπονοστήσαντες, ἔσονται ἀρετῆς ἁπάσης ἐν καλῷ, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες. Ἐγκαινισμὸς οὖν ἄρα τὰ καθ' ἡμᾶς. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ. Ἐπαγγέλλεταί γε μὴν ὁ τῶν ὅλων Θεὸς ἅπαντα τὸν κατὰ σάρκα, φημὶ, καὶ τὸν ἐν τέκνοις Ἀβραὰμ ἐξ ἐπαγγελίας, κατατεταγμένον ("6Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζε- ται εἰς τέκνα"6), σώζειν σωτηρίαν αἰώνιον, αἰσχύνης τε καὶ ἐντροπῆς ἔσεσθαι ποῤῥωτέρω, καὶ ταῦτα διηνε- κῶς. Ἀποδυσάμενοι γὰρ ἐν Χριστῷ τὴν βέβηλον ἁμαρτίαν καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπολυσά- μενοι τὸν ζυγὸν, συναποβάλλοντες δὲ τούτοις τὴν φθορὰν, ἐνδυσάμενοί τε τὴν ἀφθαρσίαν, ἐν τούτοις ἐσόμεθα διὰ παντός. Οὐκέτι γὰρ ἡμῶν ἁμαρτία κατορχήσεται· ἀλλ' οὐδὲ πλεονεξίαις ταῖς πρώταις ὑποθήσει πάλιν ὁ Σατανᾶς· οἰχήσεται δὲ εἰσάπαν καὶ τὸ τοῦ θανάτου κράτος κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πεπατημένον ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

βιβλιογραφικές αναφορές

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

5
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία