Βασίλειος ο Μέγας, Αιώνας IV

Ἐπιστολαί #3

Epistulae / Послания
Этот текст доступен на других языках:

292.τ ΠΑΛΛΑ∆ΙΩ

292.1 Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεὸς οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. ∆υνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπό μενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. Ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυ μίᾳ, μάλιστα νῦν ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι ὃ περισχὸν ἡμῶν τὴν ἀνθρωπό τητα τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Ἐπειδὴ οὖν οἰκεῖον μέν σε αὐτῷ ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα λελογισμένως τὴν χάριν δέξασθαι καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐπι βάλλων τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλ' ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων ὡς Χριστὸν ἐνδυσά μενος. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χρισ τὸν ἐνεδύσασθε.» Ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέ ποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.

293.τ ΙΟΥΛΙΑΝΩ

293.1 Πῶς σοι τὸν ἐν τῷ μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν, εἰ καθαρῶς ἀπέλαβες τῆς χειρὸς τὴν ἐνέργειαν; Πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα, εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; Καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς δὲ πεπηγυῖα ἡ γνώμη καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτους ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Τῷ ὄντι γὰρ κυβερνήτῃ μὲν οὐκ ἐφίεται γαλήνην ποιεῖν ὅτε βούλεται· ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾶν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμέ νους ἡμῖν θορύβους κατασιγάσωμεν καὶ τῶν ἔξωθεν προσ πιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Καὶ γὰρ οὔτε ζημίαι οὔτε ἀρρωστίαι οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν Θεῷ συμπορευομένην καὶ τὸ μέλλον ἀποσκοποῦσαν καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραί ρουσαν. Ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Σὲ δὲ τοσοῦτον μὲν ὑπὸ τῶν πραγμάτων ἰδεῖν ἐπετράπημεν ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. Πλὴν ἀλλ', ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. Ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σε τὸ καθ' ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. ∆εῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριεῖ.

294.τ ΦΗΣΤΩ ΚΑΙ ΜΑΓΝΩ

294.1 Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι' εὐφυΐαν βελτίους ἐφ' ἑαυτοῖς ὑποφαίνουσι τὰς ἐλπίδας. Χαίρει γὰρ πόνῳ καὶ γεωργὸς ἁδρυνομένων αὐτῷ τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. Ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφ' ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέ βεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέ ραις ψυχαῖς ῥιζωθεῖσαν ὑφ' ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρ ποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθίας. Εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεός τε συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. Ἀνί κητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντι τυπίας. Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι' ὑπερβολὴν σοφίας καὶ φιλανθρω πίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. Καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους σωζομένης ἐν γράμ μασι τῆς διδασκαλίας, ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι τῇ διανοίᾳ σύνεσμεν ἀεὶ καὶ προσομιλοῦμεν ῥᾳδίως τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε ὑπὸ θαλάσσης κωλυο μένης, εἴ τις ἔστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.

295.τ ΜΟΝΑΖΟΥΣΙ

295.1 Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι μετὰ τοὺς λόγους οὓς δι' ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολι κῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα καὶ ηὐχαριστήσατε δι' αὐτὸ τῷ Κυρίῳ. Ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρ' ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελίᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπ' ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ οὗ τὸ ὄνομα ἐπικέκληται ἐφ' ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ καὶ τὸ νωθρὸν διε γείρῃ καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκρι βείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. Οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφ' ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ, ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ἡμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμι λίας καὶ παρακλήσεως. Ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆ σθαι ὑμᾶς τῆς τῶν Πατέρων πίστεως καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ἡμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχει ρούντων, εἰδότας ὅτι οὔτε πολιτείας ἀκρίβεια καθ' ἑαυτὴν μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία ἀγαθῶν ἔργων ἄμοιρος οὖσα παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ, ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. Πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος, «δι' ἀγάπης ἐνεργουμένη».

296.τ ΕΛΕΥΘΕΡΑ

296.1 Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες κατεθαρρήσαμεν ὡς θυγατρὸς πρῴην καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμε νοι, παρετείναμεν δ' οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. Ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι διαθέσεως τὸ γινόμενον. Ὁμοῦ δὲ καὶ ὑπο μιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆ σθαι τοῦ Κυρίου καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεὶ τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου Κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. Τὴν εὐγενεστάτην θυγατέρα ἀσπα ζόμεθα διὰ σοῦ, καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχὴν καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.

297.τ ΕΛΕΥΘΕΡΑ

297.1 Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι καὶ ἀπούσῃ μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμ μασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διά κονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε, δι' αὐτῆς προσφθέγγομαί σε προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα, σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώση ται ἰδιοπαθήσῃς καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀνα παύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.

298.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝ∆ΡΙ ΕΥΛΑΒΕΙ

298.1 Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι ποιεῖς πρέπον τῇ σεαυ τοῦ τελειότητι, καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψεται. Ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου ἐθαύμασα, εἰ ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδε μιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. Οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα, ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν, ἢ εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖα καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίγνεσθαι πέφυκεν. Ἀλλ' ὁ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. Ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.

299.τ ΚΗΝΣΙΤΟΡΙ

299.1 Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. Καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρε τῆς μεταποιουμένους μὴ μεθ' ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. Τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. Ὁρῶσι γὰρ δεινὰ καὶ πειρῶνται ἀηδῶν καὶ ἐπ' ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες, ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων καὶ πρὸς χρήματα βλέπον καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν ἀφ' ἧς δυνήσονται φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς ἀμύνεσθαι καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζό μενα. Ἀλλ' οὐ τοιοῦτος σύ. Πόθεν; Ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας· σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέ χειν ἑτέροις πλείονος σπουδῆς ἄξιον τιθέμενος ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. Ἀλλ' ἐπειδὴ ἐβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι μηδὲ ὥσπερ ἐν ἀνδραπόδων ἀγορᾷ εἶναι τὴν ἀπο τίμησιν, ἀλλ', ὡς ἔστι δίκαιον, ἕκαστον γράφεσθαι, δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλ' οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. Καὶ μήτε δυναστείαν ὑποπτήξῃς μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. Οὕτω γὰρ καὶ τοῖς πεπιστευ κόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδὴ καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. Ἢ κἂν ἐκείνους δια λάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.

300.τ ΠΑΤΡΙ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

300.1 Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπισ τευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν περὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον ἐλογισάμεθα καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε ἡμῖν τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. Ἐπ' ἐκείνῳ μὲν γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν οὔτε φθέγγεσθαι, ἐλεεινοὶ δὲ οἱ τῶν ἐπ' αὐτῷ ἐλπίδων διαμαρτόντες. Καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιον, ἐκπέμψαντα παῖδα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ Λόγων ἄσκησιν ὑπο δέξασθαι σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκτὴν σιωπήν. Ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκί νησε καὶ δάκρυον ἐξεχέαμεν προπετὲς καὶ στεναγμὸν ἀφή καμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον, τοῦ πάθους ἀθρόως οἷόν τινος νεφέλης τὸν λογισμὸν ἡμῶν περισχόντος. Ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα ἐφ' οἷς κατὰ συναρπαγὴν ἡ ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβάν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφά σεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων. Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι, ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατε σταλμένος, καὶ πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας, ἀλλ' ὅμως ἄνθρωπος παρ' ἀνθρώπου γεννη θείς. Τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσ ῆκε; Τί ἄλλο γε ἢ ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρὸς ὅτι τέθνηκε; Τί οὖν θαυμαστὸν ἐκ θνητοῦ γεννηθέντα θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας καὶ πρὶν κορεσθῆναι τοῦ βίου καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν καὶ φανῆναι τοῖς ἀνθρώποις καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν, ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. Εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ ἡ διάταξις, ὅτι μὴ κατέλιπεν ἐπὶ γῆς ὀρφανὰ τέκνα, ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν ἢ ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν καὶ τῶν προτέρων γάμων καταμελήσουσαν. Τὸ δὲ ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδός, τίς οὕτως ἀγνώμων ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομί ζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. Οὐκ ἐποίησε κακόν, οὐκ ἔρραψε δόλον τῷ πλησίον, οὐκ εἰς ἀνάγκην ἦλθε φατρίαις μιγῆναι πονη ρευομένων, οὐκ ἐνεπλάκη τοῖς κατ' ἀγορὰν κακοῖς, οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμο σύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ τούτων κηλῖδι τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. Οὐ γῆ κατέκρυψε τὸν ἀγαπητόν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Θεὸς ὁ τὰ ἡμέτερα οἰκονομῶν, ὁ τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ὁ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, αὐτὸς καὶ μετέστησεν. Ἔχομεν διδασκαλεῖον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.»

301.τ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

301.1 Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργίας ἀρκέσειε, νῦν μὲν τὴν ζημίαν λογιζομένοις ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζη μιώθη τὴν προστάτιν τοῦ καθ' ἑαυτὴν τάγματος ἀπολέσαν, νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέ πεσε κατήφειαν ἐννοοῦντες, οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμ πεφυκυῖαν ὀνείρου θᾶττον διαλυθεῖσαν βλέποντες τῇ δια νοίᾳ. Πῶς οὐκ ἄν, καὶ εἰ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν; Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης ὁμιλίας οἰκειότης τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά. Ὅτε δὲ καὶ τῆς μακαρίας ψυχῆς ἐκείνης ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφ' ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί. Οὕτω πρὸς τρόπου ἀλλήλοις ἦτε· ὥσπερ ἐν κατόπτρῳ ἕκαστος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προεδείκνυ. Καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. Ἀλλὰ τί δεῖ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν καὶ ψυχὴν ἑκάστην λειτουργήσα σαν τῷ βίῳ τὰ ἀναγκαῖα εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι; Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι, ἀλλ' ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. Καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. Σὲ δὲ τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς σῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασῶσαι μὴ τὴν νῦν ζημίαν δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. Τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ Θεὸν μακαρισθεῖσιν ὑπῆρξεν, ἤπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν ἕν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμό νως λογιζομένοις. Πολλοὺς γὰρ ἔγνωμεν ὥσπερ βάρους ἀπόθεσιν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως δεχο μένους. Ἀπόβλεψον εἰς τὸν οὐρανὸν τοῦτον καὶ τὸν ἥλιον καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μὲν τοσαῦτα καὶ τηλικαῦτα ὄντα μικρὸν ὕστερον οὐ φανήσεται· ἐκ πάντων τούτων συνάγαγε ἐκεῖνο ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα, ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. ∆ιότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ ∆ημιουργὸς ἐμηχανήσατο. Εἰ δὲ ὅτι θᾶττον προαπῆρεν ἡμῶν ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχλη ρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἀπολειπούσῃ. Πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω χριστιανὸν ὄντα καὶ ἐπ' ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα. Οὕτως οὖν διανοεῖσθαι προσῆκεν ὡς ὁδόν τινα παρελθούσης ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι. Εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. Μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτε ρον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. Ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.

302.τ ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΒΡΙΣΩΝΟΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

302.1 Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα τί χρὴ καὶ λέγειν; Πάντως γὰρ οὐδεὶς οὕτως ἔχων τὴν καρδίαν λιθίνην ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου εἶτ' ἀκούσας αὐτὸν ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. Ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἡ ἐπὶ σοὶ φροντὶς διεδέξατο λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν οὕτω μὲν φύσει χρηστὴν οὖσαν καὶ πρὸς τὰς συμπα θείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθά νεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. Καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; Πρῶτον μὲν ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία, τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακ ται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, ἀλλὰ καταδεχώμεθα τὴν ἐφ' ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος μηδὲ χρόνῳ καταμαραν θέντος ἀναχωρῆσαι τοῦ βίου, ἀλλ' ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων τὴν ζωὴν καταλῦσαι. Ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιού του δυσχεραίνειν ὀφείλομεν, ἀλλ' ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ Ἀρχὴ τῆς ζημίαςἐπῄσθετο, ὃν καὶ Βασιλεὺς ἀνεκαλέσατο καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυ θίαν τοῦ πάθους. Ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ἐνεγκὼν μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. Οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ Ἀποστόλου. Ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι τὴν ἀπουσίαν τοῦ ποθου μένου παραμυθούμενοι. Ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν, καὶ μεριμνῶσα περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπό μενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις τοῖς λογισμοῖς. Ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτὸν ἱκανή ἐστιν ἐπισκο τῆσαι τῇ λύπῃ ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπ' αὐτῆς. Παράσχοι δὲ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν καὶ πάσαις ταῖς καθ' ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατ' ἀρετὴν βίου.

303.τ ΚΟΜΗΤΙ ΠΡΙΒΑΤΩΝ

303.1 Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα τοῖσδε ἐπαγαγεῖν. Ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμιότητί σου καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν.

304.τ ΑΒΟΥΡΓΙΩ

304.1 Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου. Ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρ' ἡμῶν, ἀπέλθοι ἔχων ἃ βούλεται παρὰ σοῦ.

305.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝΑΡΕΤΟΙΣ ΑΝ∆ΡΑΣΙΝ

305.1 Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. Ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶττα αὐτοῦ· ἐν ὀρθοδόξων μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. Κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέ ρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας καὶ ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι πρὸς πάντα ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. Καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι ταῦτα λέγοντι. ∆ιηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων ἢ ὧν ἄν τις νομισθείη μεθ' ὑπερβολῆς ἀπαγγέλ λειν. Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ δι' ἡμῶν, ἀλλ' ἵνα ἐμὲ εὐερ γετήσῃ τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μου ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψεται ὁ Κύριος τῆς ἀγαθῆς προαιρέ σεως. Καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε. Σημάνατε δὲ ἡμῖν καὶ τὰ τῶν Ἐκκλησιῶν ὅπως ἔχει.

306.τ ΗΓΕΜΟΝΙ ΣΕΒΑΣΤΕΙΑΣ

306.1 Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης καὶ τὴν αἰτίαν γνωρίζω. Φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιίας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. Ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότη τος τοὺς χαρακτῆρας ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη. Ἄνδρες γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας κινήσαντες καθηκόντως ἕνεκεν ἀναγκαίου καὶ κοινῶς πάσῃ τῇ φύσει τῶν ἀνθρώπων τοῖς ἀπελθοῦσιν ὀφειλομένου δέονται τῆς παρὰ σοῦ προστασίας, ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρὸς κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ προστάγματι δημοσίῳ συγχωρη θῆναι κινῆσαι, ἔπειτα μέντοι καὶ τὴν δυνατὴν αὐτοῖς παρα σχεθῆναι βοήθειαν ἐκ τοῦ δημοσίου δρόμου, ὥστε εὑρέσθαι τινὰ τῆς μακρᾶς πλάνης διὰ τῆς σῆς μεγαλοφυΐας παραμυ θίαν. Ταῦτα δὲ ὅτι μέχρι τῆς μεγάλης διαβήσεται Ἀλεξαν δρείας καὶ τοῖς ἐκεῖ διακονήσει τὸ θαῦμα τῆς σῆς τιμιότη τος φανερὸν τῇ συνέσει σου, κἂν ἐγὼ μὴ λέγω. Ἡμεῖς τε πρὸς πολλοῖς οἷς εἰλήφαμεν ἤδη καὶ ταύτην τὴν χάριν ἐναριθμήσομεν.

307.τ ΑΝΕΠΙΓΡΑΦΟΣ

307.1 ∆ιωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλό νεικοι φύσεις καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. Τὸ δὲ αἴτιον ἄνοια καὶ σκαιότης τρόπων οὐ προσέχουσα ταῖς παρ' ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ τοῖς ὑποπί πτουσι λογισμοῖς. Ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. Ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ οὐκ ἔστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλ' ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. Ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν. Τοῦτο τοίνυν ὑπομένει τὸ πάθος ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. ∆έον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθεὶς οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπ' ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν καὶ αἱρεῖται πολλὰ ζημιωθεὶς ὀλίγα κερδᾶναι. Αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζή μιον φέρουσι. Γενοῦ δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα καὶ γινόμενος αὐτοῖς ἀντ' ἐκείνου δικαστής. Εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.

308.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΡΟΣΤΑΣΙΑ

308.1 Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην καὶ προσήγα γον αὐτοὺς τῇ ἡμερότητί σου παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν προΐστασθαι αὐτῶν ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι. Καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφά νειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μεί ζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. Ὅτι γὰρ μία ἡμῖν εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία ἡγοῦμαι πεπεῖσθαί σε.

309.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝ∆ΕΕΙ

309.1 Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος ἐπὶ τῇ ἀπογραφῇ τοῦ οἴκου, ὅς γε προλαβὼν τὴν ἀναγκαίαν ἀτέ λειαν ἔχει ἀπὸ τῆς πενίας. Ἀπὸ γὰρ βίου εὐπόρου, οὕτω τοῦ Κυρίου ἐπὶ συμφέροντι τῆς ψυχῆς αὐτοῦ οἰκονομήσαν τος νῦν εἰς τὴν ἐσχάτην πενίαν περιετράπη, ὡς μόλις μὲν καὶ τῆς ἐφ' ἡμέραν τροφῆς εὐπορεῖν, ἀνδραπόδου δὲ μηδὲ ἑνὸς κατάρχειν, ἀπὸ πολλῶν ὧν πρότερον εἶχεν ἐν τῇ ἑαυτοῦ δεσποτείᾳ. Τούτῳ τὸ σῶμα περιλέλειπται μόνον καὶ τοῦτο ἀσθενὲς καὶ γηραιόν, ὡς καὶ αὐτὸς ὁρᾷς, καὶ παῖδες τρεῖς, προσθήκη φροντίδων ἀνδρὶ πένητι. Ὅτι μὲν οὖν οὐδὲν ἐδεῖτο τῆς ἡμετέρας πρεσβείας ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι διὰ τὸ φιλάνθρωπον τοῦ τρόπου ἀκριβῶς ἠπιστάμην. Ἐπεὶ δὲ δυσάρεστοι οἱ αἰτοῦντες, ἐφοβήθην μήποτε ἐλλιμπάνῃ τι τῶν εἰς αὐτὸν ὀφειλομένων καὶ ἐπέ στειλα εἰδὼς ὅτι ἡ ἡμέρα αὐτῷ ἐν ᾗ ἂν πρῶτον ἴδῃ σου τὴν σεμνότητα ἀρχὴ εὐθύμου βίου πρὸς τὸν μετὰ ταῦτα χρόνον γενήσεται καὶ δώσει τινὰ βελτίονα τῶν πραγμάτων αὐτοῦ μεταβολήν.

310.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΓΓΕΝΩΝ

310.1 Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μὲν ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δὲ καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε, οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος. Ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβα ρημένον καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπο ρίας ὑπάρχον, ὃ καὶ παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευ θῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.

311.τ ΠΡΩΤΕΥΟΝΤΙ

311.1 Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιό τητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλ' ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. Πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ ὥστε μηδένα πλέον ἐπιζητῆ σαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. Ὅμως δὲ πληροφοροῦντες τόνδε ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολὴν συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦν τες καλῶς τε αὐτὸν ἰδεῖν καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.

312.τ ΚΗΝΣΙΤΟΡΙ

312.1 Οἶδας τὰς ἐκ τῶν κήνσων καὶ ὠφελείας καὶ βλάβας τὰς γινομένας τοῖς ἀνθρώποις. Ὥστε σύγγνωθι τῷδε πολλὴν ποιησαμένῳ σπουδὴν μηδεμίαν ὑπομεῖναι βλάβην καὶ συνά ρασθαι αὐτῷ κατὰ δύναμιν πρὸς τὸ δίκαιον προθυμήθητι.

313.τ ΚΗΝΣΙΤΟΡΙ

313.1 Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τὰς τοῦ Θεοῦ, ἀλλ' ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀπο βλέπομεν καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχε ραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος ∆εσπότου. Μέμνησαι γὰρ δή που ὅσον ἐδυσχεραίνομεν τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φρον τίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι' αὐτῶν ἀπώ σασθαι τὴν ἐπήρειαν. Οὕτω γὰρ ὠνομάζομεν τὸ πρᾶγμα. Ἀλλὰ νῦν ὁρᾷς ὁποῖα τὰ παρόντα. Παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. Ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαύτη καὶ ἡ ἐπ' αὐταῖς μνήμη παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πέφυκεν, ἐπεὶ δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. Ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἑαυτόν. Ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν φιλία τὴν οἰκείαν ἰσχὺν ἔχῃ), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν. Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Οὐλπικίου ἡμῶν ἕνεκεν παρα κλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε. Εἰ δὲ μή, ἀλλ' ὅσον οἵ τε καιροὶ συγχωροῦσι καὶ ἡ τῶν πραγ μάτων ἐπιδέχεται φύσις, πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταὐτότητος, ὥστε ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.

314.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΙΚΕΤΗ

314.1 Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρό ψεσθαι καὶ προσερεῖν τὴν σὴν τιμιότητα τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; Ὃς ἐξήρκει μὲν καὶ ἀφ' ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς πληρῶσαι χρείαν, ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾶν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. Παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολὴν δι' ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθὰ ἅ τε ὁ βίος οὗτος ἔχει καὶ ὅσα τῶν ἐν ταῖς ἐπαγγελίαις τὸν μακαρισμὸν ἀποκείμενον φυλάσσει, ἔπειτα καὶ δεόμεθα Θεοῦ τοῦ ἁγίου οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. Τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. Ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.

315.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΓΓΕΝΟΥΣ

315.1 Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυ κεφάλου χαλεπωτέραν. Ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. ∆ιὸ παρακαλοῦ μέν σου τὴν εὐγένειαν καὶ ἡμᾶς τιμῶντα καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμὴν παρα σχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὐτοῖς καταστῆσαι.

316.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΚΑΤΑΠΟΝΟΥΜΕΝΟΥ

316.1 Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ἢ ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως διὰ τὸ καθ' ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην συνιστῶν σοι τὸν ἄνδρα καὶ παρακα λῶν, ἐν οἷς ἂν ᾖ δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προ κείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. Ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι ὁ Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτοῦ προστασίαν, ἀκριβῶς ἐπίσταμαι.

317.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΕΝ∆ΕΟΥΣ

317.1 Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ σπάνιον τῶν αὐτόθι ἀποκρίσεων. ∆εῖγμα γὰρ ποιούμεθα ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου τὸ μὴ δέχεσθαι ἐφ' οἷς ἂν ἑκάστοτε γράφωμεν τὰς ἀποκρί σεις. Πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἡ ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον. Σὲ μὲν οὖν ὁ Ἅγιος καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι. Ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶν διακονίας αἴσθησιν.

318.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΠΑΤΡΕΩΤΟΥ

318.1 Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τὸ τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. Καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε δέξαι καὶ ὡς πατρεώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρ' ἡμῶν συνιστάμενόν σοι, καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. ∆ῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις οὐ παρ' ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.

319.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΞΕΝΟΥ

319.1 Κατὰ πόδας τῆς ἀναχωρήσεώς σου ἐπέστη ἡμῖν ὁ υἱὸς οὗτος ὁ τὴν ἐπιστολήν σοι ταύτην ἀποδιδοὺς χρείαν ἔχων, ὡς ἀνὴρ ἐν ἀλλοδαπῇ διάγων, πάσης τῆς παρὰ τῶν χριστια νῶν ὀφειλομένης τοῖς ξένοις παραμυθίας. Τὸ μὲν οὖν πρᾶγμα οὗτός σοι ἐναργέστερον διηγήσεται, τὴν δὲ βοήθειαν αὐτὸς παρέξεις τήν σοι κατὰ δύναμιν καὶ ἀναγκαίαν τοῖς προκειμένοις. Ἐὰν μὲν οὖν παρῇ ὁ ἡγεμών, αὐτὸς ξεναγήσεις πρὸς αὐτὸν δηλονότι. Ἐπεί, διὰ τῶν πολιτευομένων παρέ ξεις αὐτῷ τὰ σπουδαζόμενα. Οὐ γὰρ μικρῶς μοι μέλει τὸ πάντα αὐτὸν κατὰ γνώμην πράξαντα ἐπανελθεῖν.

320.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΡΟΣΗΓΟΡΙΑ

320.1 ∆ιὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου τῷ τὸν ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδια τρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροις περιπεσεῖν. Ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης. Ἀπάταις ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρού σης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι, ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης. Ἐπεὶ οὖν ἐπάνεισι τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε δι' αὐτοῦ παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα) καὶ ἅμα σημαίνομεν ὅτι οἱ ὑπεύ θυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. ∆ιὸ ἄπρακτος ἐπανῆλθεν ὁ ἑταῖρος ἡμῶν καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρ' ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. Ταῦτα μὲν εἰς τοσοῦτον. Τὰ δὲ τῶν Ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, ἤ τινα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαι ἡμῖν διά τινος τῶν γνησίων ἀδελφῶν καταξίωσον.

321.τ ΘΕΚΛΗ

321.1 Τὸ παριππεῦσαν ἔτος κρυμὸς γεγένηται τῇ πατρίδι βαρὺς καὶ τῶν ἀμπέλων τὰς βλεφαρίδας πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν· αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς ἡμῶν καὶ ἀβρόχους τὰς φιάλας εἰργάσαντο. Τί δήποτ' οὖν σοι τῶν φυτῶν τὴν ἀκαρπίαν ἐκτραγῳδῶ; Ἵνα ἡμῖν, κατὰ τὸν Σολομῶντα, αὐτὴ γένῃ ἄμπελος κυπρίζουσα καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐξοι νώσασα τοῖς πόνοις τὴν δρόσον. Εἰσί τινες παρ' ἡμῖν ἄνδρες οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. Τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγὼ ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵν' ἡμῖν ἐκ ποταμίας τοὺς τῶν σῶν κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. Τοῦτο γὰρ ποιήσασα τάχος πολλῶν μὲν ἀναπαύσεις ψυχάς, εὐφρανεῖς δὲ ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐμέ.

322.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΦΙΛΩ ΣΥΜΠΑΣΧΑΣΑΙ

322.1 ∆εξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. Τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν. Οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. Αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν· οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. Εἰ γὰρ καὶ ὅλως ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. Νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότε ρον ἄν τις ἑαυτὸν ἀγνοήσειεν), ἀλλά, κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν καὶ πρὸς τὴν μακρὰν ἀπόληψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατὸν διὰ τὰς ἀκουομένας ἀσχολίας καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀλη θινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. Πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ Πάσχα μεθ' ἡμῶν ποιῆσαι προθυμηθήσῃ μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακα λοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς.

323.τ ΦΙΛΑΓΡΙΩ ΑΡΚΗΝΩ

323.1 Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις. Ἀλλ' ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. Ὅθεν καὶ ἡμῖν τὴν σκαιότητα τῶν ἀποδράντων σε εὐφροσύνης ἐποίησεν ἀφορμήν. Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφά σεως, τοιαῦτα γράφων οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. Καὶ γὰρ εἰ μή φαμεν προσ ποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλ' οὖν φυσικῶς πως κατακηλούμεθα παρ' αὐτοῦ καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων. Πολλάς γε οὖν πέμπε τὰς ἐπιστολὰς καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον ὅπως διάκειται καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν Ἐκκλησιῶν ἡσυχάζει. Μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. Καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν, ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. Ἐπεστεί λαμεν γὰρ τῷ χωρεπισκόπῳ τῶν τόπων, ὃς ἐὰν ποιήσῃ τι τῶν προστεταγμένων αὐτὰ γνωρίσει τὰ πράγματα.

324.τ ΠΑΣΙΝΙΚΩ ΙΑΤΡΩ

324.1 ∆εῖγμα τοῦ μὴ παρέργως ἔχειν περὶ ἡμᾶς τὸ εὐθὺς ἀπ' αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς εἰσόδου προσφθέγγεσθαι ἡμᾶς. Ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι. Εὖ τοίνυν ἴσθι ὅτι ὁ πάντα ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦ τα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει τὰ φάρμακα ὥστε μὴ ὅτι σὺ ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πείσῃ ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. Οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης ἐκεῖνα ῥήματα. Πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς εἶναι χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπι τρέπειν παντὶ δικαστηρίῳ τὰ καθ' ἑαυτούς, ἐπειδὰν δὲ ἐπ' αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ τύχοις. Ἀλλὰ ταῦτα μέν μοι πρὸς σὲ εἰρήσθω, ἵν' αὐτός τε εἰδῇς καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.

325.τ ΜΑΓΝΙΝΙΑΝΩ

325.1 Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι εὐφροσύνην. Νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναι κῶν Εἰκέλιον, ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολὴν ἀπο δοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς ὑμετέρας καλοκἀγα θίας, ἀλλὰ καὶ τῷ παρ' ἑαυτῆς ἐπιδεικνύναι πᾶσαν ἀρετῆς ἐπιμέλειαν. Ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι' αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ ∆εσπό του Θεοῦ. Ἀλλ' ἴδοιμέν ποτε καὶ αὐτὸν σὲ καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν μήτε ἀρρωστίας μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.

326.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΝΟΥΘΕΣΙΑ

326.1 Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην γραμμάτων ὑπό θεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προϊόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ. Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν τοῖς πρὸς τὴν μακαρίαν ἐλπί δα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.

327.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΑΡΑΚΛΗΣΕΙ

327.1 Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας καὶ ἀπόντας μεμνῆ σθαι καταξιοῖς (ἦλθε γὰρ ὡς ἡμᾶς ἡ ἀκοὴ) παρὰ τοῦ ἀγαθοῦ ∆εσπότου γένοιτό σοι ἀντίδοσις, καί σε ἴδοιμεν ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ Βασιλεῖ σεμνότητος ἀπολαύσῃς. Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι μνήμης τε πάσης καὶ προσ τασίας ἡμᾶς ἀξιοῦντα, σεμνῦναι δὲ ἡμᾶς καὶ γράμμασιν, ὥστε ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνῃ ἡμᾶς ἐπιστέλ λοντας συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν.

328.τ ΥΠΕΡΕΧΙΩ

328.1 Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά, ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθ' ἡμᾶς μηδὲν ἄμεινον τῆς συνηθείας πράτ τοντα. Τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.

329.τ ΦΑΛΕΡΙΩ

329.1 Πάνυ ἡδέως ἐτέρφθην τοῖς ποταμίοις ἰχθύσι μνησικακή σας αὐτῶν τὴν φυγὴν ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. Ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμ ματα. Ὥστε ἐπίστελλε μᾶλλον ἢ ἀπόστελλε. Εἰ δὲ ἥδιόν σοι σιωπᾶν, σὺ δὲ ἀλλ' εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλείπῃς.

330.τ ΑΝΕΠΙΓΡΑΦΟΣ

330.1 Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. Ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. Γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλῶν.

331.τ ΑΝΕΠΙΓΡΑΦΟΣ

331.1 Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. Ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα καὶ μάτην ἡμῖν ἐνο χλοῦσιν οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρο ρῶσιν ἡμῶν καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς ἐπιστέλλοντες. Ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμ ματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθω σαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι' ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.

332.τ ΑΛΛΗ ΑΝΕΠΙΓΡΑΦΟΣ

332.1 Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. Πῶς γὰρ σὺ ὑπὲρ γῆς εἶναι νομισθείης μηδέποτε φθεγξάμενος; Ἀλλ' ἄπωσαι τὴν σιωπήν σου γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ζῇς.

333.τ ΝΟΤΑΡΙΩ

333.1 Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. ∆ιὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ τὸ τάχος ὁ γράφων. Σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει καὶ τοὺς τόπους ἀκολούθως κατάστιζε. Ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτη ται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.

334.τ ΠΡΟΣ ΚΑΛΛΙΓΡΑΦΟΝ

334.1 Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς καὶ μήτε ἐωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. Μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν ὥσπερ τὸν παρ' Αἰσώπῳ καρκίνον, ἀλλ' εὐθὺ χώρει ὥσπερ ἐπὶ στάθμης βαδίζων τεκτονικῆς ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. Τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων, ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. Τῶν γὰρ στίχων κειμένων κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφ' ἕτερον ἀφ' ἑτέρου, ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος. Ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπι ζητεῖν ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. Γράφε τοίνυν ὀρθῶς καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.

335.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

335.1 Αἰσχύνομαι καθ' ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύ σεως ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασ κάλῳ. Ἀλλ' ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν τὰ προσή κοντα σφίσιν αὐτοῖς αἱρουμένων οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομαί σοι τοσοῦτον αὐτοῖς χαριζόμε νος ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι τὰς πηγάς. Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. Νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρ' ἡμῖν λαβόντος ὄνομα, ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. Ἧς ἀμειβόμενος αὐτὸν τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.

336.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

336.1 ∆ιὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. Ἓν τοῦτο κέρδος ὅτι Καππαδόκης. Ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης. ∆εύτερον τοῦτο κέρδος. Ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. Τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον; Ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομί ζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν (καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ) καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. Ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. Ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· «Τί νῦν ἡμῖν ὁ Βασί λειος δρᾷ καὶ πρὸς τίνα βίον ὥρμηκεν; Ἆρ' ἐν δικαστηρίοις τρέπεται τοὺς παλαιοὺς ῥήτορας ζηλῶν, ἢ ῥήτορας εὐδαι μόνων πατέρων ἀπεργάζεται παῖδας;» Ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύ εσθαι καὶ σκοπεῖν ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας· σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυνα μένους δεικνύναι πολίτην. 336.2 Φίρμος δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις. Πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων ἡλί κων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. Τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σε τὸν λέγοντα εἶναι πόσον τι χρὴ νομίζειν ἐκείνῳ; ∆οκεῖς δέ μοι καὶ τούτους ἀπεσ ταλκέναι πρὶν ἢ τὸν Φιρμῖνον ἰδεῖν. Ἦ γὰρ ἂν αὐτὸν οὐκ εἶχε τὰ γράμματα; Καὶ νῦν τί ποιεῖ ἢ τί μέλλει Φιρμῖνος; Ἔτ' ἔστιν ἐν τοῖς τῶν γάμων πότοις, ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα δὲ ἡ βουλὴ καὶ πᾶσα ἀνάγκη μένειν, ἢ τίνες εἰσὶν ἐλπίδες ὡς αὖθις ἔσται Λόγων κοινωνός; Ἀπο κρινάσθω τι ἡμῖν καὶ εἴη μέν τι χρηστόν. Εἰ δ' οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. Εἰ δὲ Ἀθήνῃσι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρ' ὑμῖν; Ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπ' αὐτόν; Ὁρᾷς ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. Οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδό κας παύσομαι. Ἀλλ' εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδε μίαν. Τὸ δὲ συνειλεγμένον ὅσον ἐστὶν αὐτὸς εἴσῃ καὶ ἴσως οὐ μέμψῃ. Πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; Εἴπερ γὰρ εὖ φρονοῦ σιν οἱ βουλεύοντες (πρέποι δ' ἂν ἀνθρώποις πεπαιδευμέ νοις), τιμήσουσι τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύ πησαν.

337.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

337.1 Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης υἱὸς ἐμὸς καὶ αὐτός· πάντας γὰρ ἡμῖν εἰσποιεῖ τὸ σχῆμα τοῦτο ἐν ᾧ νῦν ἐσμεν. Ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόν τος καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι πλέον ὅλως δυνατὸν ἔχειν τοὺς παρ' ἡμῶν ἐρχομένους. Τοῦτο δὲ λέγω οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλέον τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζο μένης, ἀλλ' ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκει μένης. Ἀρκοῦν δ' ἂν εἴη τῷ νεανίσκῳ πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης ἣν ἔχεις ἐν τοῖς λόγοις. Ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον, ὃν μηδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.

338.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

338.1 Οἶδα ὅτι τοῦτο πολλάκις γράψεις, τὸ «ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης». Πολλοὺς γάρ, οἶμαι, πέμψεις ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς κατ' ἐμοῦ χρώμενος ἐγκωμίοις τούτῳ τε αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας. Ἀλλ' ὅγε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλὴν οὐ καλὸν σιωπῆσαι. Παρεκά θηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι καὶ ὁ πάντα ἄριστος Ἀλύπιος, Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. Ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, νενικήμεθα, ἔφην μειδιῶν ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην, ἤροντο, καὶ πῶς οὐκ ἀλγεῖς νενικημέ νος; Ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν, νενίκημαι, Βασίλειος δὲ κεκράτηκε. Φίλος δὲ ὁ ἀνὴρ καὶ διὰ τοῦτο εὐφραίνομαι. Ταῦτα εἰπόντος ἐμοῦ παρ' αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. Καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες, ψῆφος δὲ ἠνέχθη μηδέν με ἐψεῦσθαι. Καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει δείξων, οἶμαι, καὶ ἄλλοις καὶ μόλις ἀπέδωκε. Γράφε τοίνυν παραπλήσια καὶ νίκα. Τουτὶ γάρ ἐστιν ἐμὲ νικᾶν. Καλῶς δὲ κἀκεῖνο εἰκάζεις ὡς οὐ χρήμασι πράττεται τὰ παρ' ἡμῶν, ἀλλ' ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. Κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ Λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. Καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων, ἀλλ' οὐδὲν κωλύει ταύτῃ γε εἶναι βελτίονας. Μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται μόνον τὸ ἐπίστασθαι πονεῖν.

339.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

339.1 Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνήρ, καὶ σοφιστὴς τοιοῦτος, ᾧ γε ἴδιον εἶναι τῆς τέχνης ὁμολογεῖται καὶ τὰ μεγάλα μικρὰ ποιεῖν, ὁπότε βούλεται, καὶ τοῖς μικροῖς περιτιθέναι μέγε θος; Ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω. Τὴν γὰρ ἐπισ τολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ τὰ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν ταῖς χερσί σου ταύτης ἀνεκτοτέραν, τοσοῦτον ἦρας τῷ λόγῳ ὡς ἡττη θῆναι δῆθεν αὐτῆς καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν, ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρ' ἑαυτῶν νίκαις παρέχωσι τοῖς παισὶν ἐναβρύνεσ θαι, οὔτε ἑαυτούς τι ζημιοῦντες καὶ τῶν παίδων τρέφοντες τὸ φιλότιμον. Τῷ ὄντι δὲ καὶ ἀμύθητον ὅσην ἡδονὴν εἶχεν ὁ λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ, οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρατίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν· πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον εὐσθενείας ὑπόδειγμα, ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθά σε μᾶλλον ἄγασθαι τῆς δυνάμεως οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι, ἢ εἰ τὸν βάρβαρον ἦγες ὑπὲρ τὸν Ἄθω πλέοντα. Ἀλλ' ἡμεῖς μέν, ὦ θαυμάσιε, Μωσεῖ καὶ Ἠλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν, καὶ τὰ παρ' ἐκείνων φθεγγόμεθα νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ. Εἰ γάρ τι καὶ ἦμεν παρ' ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου ἐπελαθόμεθα. Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιού μενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. Τὸν υἱὸν Ἀνυσίου ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. Εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος. Γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ καὶ σοφιστῇ.

340.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

340.1 Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις ἢ τοιαῦτα γράφων ὁποῖα νῦν ἔγραψας. Καλεῖς μὲν γάρ με σοφιστήν, τοῦ δὲ τοιούτου εἶναι φῂς τὸ δύνασθαι τὰ μικρὰ μεγάλα ποιεῖν, τὰ δ' αὖ μεγάλα μικρά. Καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλὴν οὐκ οὖσαν καλήν, εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω, ὅλως τε οὐδεμίαν εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποι ούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. Καὶ ταῦτα πείθειν ἐπιχειρῶν οὕτω καλὴν καὶ ταύτην ἣν λέγεις κακῶς εἰργάσω τὴν ἐπιστολὴν ὥσθ' οἱ παρόντες οὐκ εἶχον μὴ πηδᾶν ἀναγινωσκομένης. Ἐθαύμασα οὖν ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας τῷ φάναι ἐοικέναι ταύτῃ τὴν προτέραν ἐκόσμησας. Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλό μενον ἀφορμὴν ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. Ἀλλ' οὐκ ἦν, οἶμαι, σὸν ἀδικῆσαι τὴν ἀλήθειαν. Ἠδίκητο δ' ἂν γράφοντος ἐξεπίτηδες φαυλότερα καὶ οὐ χρωμένου τοῖς οὖσι. Τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν ἃ δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. Βιβλίων μὲν οὖν ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου καὶ οὐδεὶς κωλύοι. Τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι χρόνος, οὐδ' ἂν ἥκιστα ἄρδοις.

341.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

341.1 Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν. Εἰ μὲν οὖν ὑφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; Εἰ δὲ κατέχεις ἔτι, ὃ πάσης λογίας ψυχῆς καὶ τῆς σῆς ἀλλότριον, ὁ κηρύττων μέχρι δυσμῶν ἡλίου μὴ χρῆναι φυλάττειν λύπην ἐν πολλοῖς ἡλίοις ἐφύλαξας. Ἢ τάχα τιμωρεῖσθαί με βούλει τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; Μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος καὶ δὸς ἀπολαῦσαι τῆς παγχρύσου σου γλώττης.

342.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

342.1 Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσι. Καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν παίζοντος ἢ τάχα που καὶ σπουδάζοντος, ὅτι καθάπερ κνίσματα τοῖς ἐρασταῖς τοῦ ἄνθους ἡ φύσις τὰς λεπτὰς ἐκείνας ἀκάνθας προσέφυσε. Τί μοι δὴ βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; Πάντως οὐδέν σε χρὴ διδαχθῆναι τῆς ἐπιστολῆς μεμνη μένον τῆς σῆς ἣ τὸ μὲν ἄνθος ἡμῖν ἔφερε τοῦ ῥόδου, τῆς εὐγλωττίας τὸ ἔαρ, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθ' ἡμῶν ἐξηκάνθωτο. Ἀλλ' ἐμοὶ τῶν σῶν ῥόδων καθ' ἡδονήν ἐστι καὶ ἡ ἄκανθα εἰς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα.

343.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

343.1 Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; Σοὶ μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείσσους ναμάτων ἐπιρροῆς, ἡμεῖς δέ, εἰ μὴ καθ' ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾶν.

344.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

344.1 Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν πεί θουσι τό τε δέος καὶ ἡ ἀμαθία, τὸ δέ σε καρτερικώτατα σιωπᾶν τί τῆς μέμψεως ἐξαιρήσεται; Εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψη φιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. Ὧ γὰρ τὸ λέγειν πρόχει ρον καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. Ὁ δὲ ταῦτα κεκτη μένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. Ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. Χαῖρε τοίνυν, Τιμιώτατε, καὶ γράφε εἰ βούλοιο, καὶ μὴ γράφε εἰ τοῦτό σοι προσφιλές.

345.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

345.1 Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ νῦν παραιτήσεως ὅτι τοῦτο ποιεῖν ἠρξάμην. Ἐγὼ γὰρ ἐκεῖνος ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης καὶ λέγοντος εὐφραινόμενος καὶ μόλις ἀπαλλαττόμενος καὶ πρὸς τοὺς ἑταίρους λέγων ὡς· «Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. Καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλ' ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ.» Τὸν οὖν οὕτως ἔχοντα μὲν γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα μὴ τολμᾶν ἐπιστέλλειν ἐσχάτης ἀργίας καὶ τοῦτ' ἂν εἴη ἅμα ζημιοῦντος αὑτόν. ∆ῆλον γὰρ ὡς ἀμείψει μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ γε καὶ μεγάλῃ καὶ φυλάξει δήπου μή με καὶ δεύτερον ἀδικῇς. Οἶμαι γὰρ πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· «Βασίλειος ἠδίκηκέ τι κἂν σμι κρόν; Οὐκοῦν καὶ Αἰακὸς καὶ Μίνως καὶ ὁ τούτου δὲ ἀδελφός.» Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ. Τίς δὲ ἰδών τε σὲ καὶ οὐ φθονῶν; Ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς κἄν σε τοῦτ' ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦν τας μὴ βοᾶν. Οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας ἣν δοῦναι ῥᾷστον ἀτυχὴς ἀπῆλθεν. Εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. Τί οὖν ᾔτουν; Πολλάκις ἐν Στρατηγίου σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. «Εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλ' εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου.» Μέρους δὲ ἐπεθύμουν ἐν ᾧ, τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν ὕβριζεν Ἀγαμέμνων θεραπεύει δώροις. Ταῦτ' ἐμοῦ λέγοντος ἐγέλας ἀρνεῖσθαι μὲν οὐκ ἔχων ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. Ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν ὅτι σε ἔφην ἀδικεῖν ἠδικῆσθαι δοκῶ;

346.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

346.1 Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν αὐτὸς κρινεῖς. Ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. Ὃ δὴ πρὸ τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τού του πεποίηνται πρόνοιαν καὶ διήγαγον, ὡς εἰκὸς ἦν, τοῦ πέμψαντος μεμνημένοι. ∆έχου δὴ τὰ σεαυτοῦ καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. Παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν.

347.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

347.1 Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον· σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ μοι καὶ φόβον παρέχεις μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν, κἀπειδὴ στρωτήρων δέομαι, κάμακας δ' ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστὴς οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζό μενος ἢ τῆς χρείας γινόμενος. Ἐγὼ δέ, εἰ μὴ σὺ παράσχοιο, ὕπαιθρος διαχειμάσω.

348.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

348.1 Εἰ τὸ κερδαίνειν τοῦτο γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφισ τική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος· ἡμεῖς οἱ οὕτω δι' ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. Τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; Τίς τοὺς μαθητευομένους μισθο φόρους κατέστησεν; Ὑμεῖς οἱ προτιθέντες τοὺς λόγους ὤνια ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. Ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾶν παρεκίνησας; Ἐγὼ δέ σοι τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμο πύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα ἅπαντας εὐμήκεις, κατὰ τὸν σὸν Ὅμηρον δολι χοσκίους, οὐχ Ὅμηρος δ' ἀποκαταστήσειν κατεπηγγείλατο.

349.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

349.1 Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος καὶ τῶν ἐκεῖθεν καλῶν; Μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν ἀεί μοι τὸ «προσκυνῶ σε» προσᾴδον τες. ∆εῖ δὲ ὅμως ἀνέχεσθαι Βασιλείου κελεύοντος. Ἴσθι τοίνυν ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω, τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵν' ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.

350.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

350.1 Λέλυταί σοι τὸ δύσθυμον. Τοῦτο γὰρ ἔστω τῆς ἐπιστολῆς τὸ προοίμιον. Σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα εἴτε γελῶν εἴτε σπουδάζων. Τί δὲ χιόνος ἢ γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾶν ἡμῶν τοῖς σκώμμασιν; Ἐγὼ δέ, ὦ Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσὶ γνώσει ὡς κρυερά τις αὕτη καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίων προκύπτειν. Τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξει πάλιν τὸ εἶναι ὥσπερ φυτοῖς χαριζόμενον.

351.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

351.1 Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθι ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. Ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσ θαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι ἢ μόνον Λιβάνιον ἀγωνιζόμενον καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. Οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. Ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. Τίς δὲ ὁ ἀγών; Τίς δὲ ὁ λόγος ὁ τὴν πάνδημον συναγείρας πανήγυριν; Καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστή σασθαι. Ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. Ὁ γὰρ Λιβά νιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτὸς τίς ἂν γένωμαι νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος.

352.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

352.1 Ἰδοὺ πέπομφα τὸν λόγον ἱδρῶτι περιρρεόμενος. Πῶς γὰρ οὐκ ἔμελλον ἀνδρὶ τοιούτῳ πέμπων τὸν λόγον, ὃς ἱκανός ἐστι τὴν Πλάτωνος σοφίαν καὶ ∆ημοσθένους δεινότητα τῇ περὶ τοὺς λόγους εὐμαθείᾳ δεῖξαι θρυλουμένας μάτην; Τὸ δὲ ἐμὸν τοιοῦτον οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος. Ὅθεν πέφρικα καὶ τρέμω τὴν ἡμέραν λογιζόμενος καθ' ἣν ἐπισκέψῃ τοὺς λόγους· μικροῦ δὲ καὶ τῶν φρενῶν ἐκπέ πτωκα.

353.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

353.1 Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. Ὦ Μοῦσαι καὶ Λόγοι καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθε. Οἵους κομίζονται τοὺς καρποὺς οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοι. Ὢ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένους. Αὐτὸν γὰρ ἐδόκουν ὁρᾶν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. Ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.

354.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

354.1 Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαν τος, κατὰ πάντων ἔχω τὰ νικητήρια. Καὶ τὴν ψῆφον δεξά μενος τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσ ματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. Ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεποίηται, βουλόμεθα τούτῳ περιτυχεῖν. Ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω, ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν τέχνην.

355.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

355.1 Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς καὶ λέληθας σεαυτόν; Οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. Ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν, ἀλλ' ὡσπερεί τινα κρημνὸν διοδεύοντος πληγεῖσα τῇ τῶν ὀνομά των καινοτομίᾳ ἐμοί τε τῷ πατρὶ ἔλεγε· «Πάτερ, οὐκ ἐδίδα ξας. Ὅμηρος οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλ' Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων ὁ τὰ πάντα ἐπιστάμενος.» Καὶ ταῦτα μὲν ἡ γλῶττα, σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.

356.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

356.1 ∆εχομένοις μὲν ἡμῖν ἃ γράφεις χαρά, ἀπαιτουμένοις δὲ πρὸς ἃ γράφεις ἀντεπιστέλλειν ἀγών. Τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶσσαν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής, ὁμολογῶ καὶ φιλῶ;

357.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

357.1 Τί παθὼν Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσο φίας τὸ γνώρισμα; Παίζειν παρ' ὑμῶν ἐδιδάχθημεν, ἀλλ' ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. Ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν λῦσόν μοι τὴν ἀθυμίαν ἥν μοι ἔτεκεν ἡ ἐπιστολὴ ... οὐδὲν διαφέρουσα.

358.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

358.1 Ὢ χρόνων ἐκείνων ἐν οἷς τὰ πάντα ἦμεν ἀλλήλοις. Νῦν διῳκίσμεθα πικρῶς· ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθ' ὑμῶν οἷοίπερ ὑμεῖς οὐδένα. Τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾶν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι περι θέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. Σὺ δὲ τά τε ἄλλα πρᾶός τις καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.

359.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

359.1 Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατα κλείσας διανοίᾳ τοσοῦτον σιγᾷς ὡς μηδ' ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. Ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ ∆αιδάλου τέχνη, ἦλθον ἂν παρὰ σοὶ ποιησάμενος Ἰκάρου πτερόν. Ἀλλ' ὅμως ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους δεικνύντας τὴν ἡμετέραν φιλίαν. Φύσις δὲ λόγων μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. Καὶ ταῦτα μὲν οἱ λόγοι. Σὺ δὲ αὐτοὺς ἄγοις ὅπου βούλει, καὶ τηλικοῦτον κράτος κεκτημένος σιωπᾷς. Ἀλλὰ μετάστησον καὶ ἐφ' ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς.

360.τ ΕΚ ΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΑΥΤΟΥ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ ΤΟΝ ΠΑΡΑΒΑΤΗΝ

360.1 Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. Ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν καὶ Θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. ∆έχομαι δὲ καὶ τοὺς ἁγίους Ἀποστόλους, προφήτας καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι' αὐτῶν, ἤγουν διὰ τῆς μεσι τείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεὸν καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατ' ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων Ἀπο στόλων καὶ οὐκ ἀπηγορευμένων, ἀλλ' ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων.

361.τ ΑΠΟΛΙΝΑΡΙΩ 3

61.1 Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ Βασί λειος. Πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες καὶ οἷς ὑπισχνοῦ. Νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλή σαντες τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι ὅπως τε οἱ Πατέρες αὐτῷ ἐχρήσαντο καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμε νον. Τὸν γὰρ ἐπιούσιον ἄρτον καὶ τὸν λαὸν τὸν περιούσιον καὶ εἴ τι τοιοῦτον ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. Ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτοὺς βαθέως τὴν οὐσίαν διαβάλλοντας ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ κατα λιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι τίνα τὴν διάνοιαν ἔχει καὶ πῶς ἂν ὑγιῶς λέγοιτο ἐφ' ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτε ρον. Πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. Ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν· ὅπερ ἂν εἶναι καθ' ὑπόθεσιν ἡ τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσ θαι. Ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, γεννητὸν καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. Πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. Φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον ταὐτὸν μὲν οὐκ εἶναι, διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον, ὅμοιον δὲ κατ' οὐσίαν ἀκριβῶς καὶ ἀπαραλλάκτως ὀρθῶς ἂν οἶμαι λέγεσθαι. Εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ) τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίω σον ἡμᾶς. Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζο μαι καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. Ὁ ἑταῖρος Γρηγόριος τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον αὐτοῖς σύνεστιν. Ὑγιαίνων ἐπὶ πλεῖστον φυλαχθείης ἡμῖν ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.

362.τ ΒΑΣΙΛΕΙΩ ΑΠΟΛΙΝΑΡΙΟΣ

362.1 Φιλοθέως πιστεύεις καὶ φιλολόγως ζητεῖς, καὶ παρ' ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο διά τε τὸ ἡμέτερον ἐνδεὲς καὶ τὸ τοῦ πράγ ματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομέ νων, ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες καὶ ∆αβὶδ ὁ τοῦ ∆αβὶδ υἱὸς ὡς ταὐτὸν ὢν ἐκείνῳ, καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν ὅπερ ὁ Πατήρ. Οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός, ὥς που καὶ εἷς Ἀδὰμ ὁ ἀνθρώπων γενάρχης καὶ εἷς ∆αβὶδ ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον ἢ μίαν ὕλην ὑποκειμένην ἐπὶ Πατρὸς καὶ Υἱοῦ περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχι κὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς καὶ τὰ ἐκ τῶν γενάρχων γένη πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα. Μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. Καθὸ μηδὲ τοῦ Ἀδὰμ ὡς θεοπλάστου καὶ ἡμῶν ὡς ἀνθρωπογεννήτων ἓν ὑπέρκειται γένος, ἀλλ' αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλ' αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. Μήτε μὴν τοῦ ∆αβὶδ καὶ τοῦ γένους τοῦ ἐκ ∆αβὶδ προεπινοεῖται καθὸ ∆αβίδ, ἐπείπερ ἡ τοῦ ∆αβὶδ ἰδιότης ἀπὸ τοῦ ∆αβὶδ ἄρχεται καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός, ἀλλ' ἐπειδὴ ταῦτα ἀπολείπεται καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν· ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦ τον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχὴ καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύ τερον ὥσπερ ἐπὶ σωμάτων, ἀλλ' ἀπογέννησις. Οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλ' ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ καὶ Υἱὸν ἐν Πατρί. Οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέρισ τον τῆς ὑποστάσεως, ἀλλ' ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως καὶ ἕτερον ὡσαύτως, ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται, βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν καὶ ἐν τῷ μείζων μὲν ἰσότητι παρι στάναι τὸν Πατέρα, τὸν δὲ Υἱὸν ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱὸν μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβε βληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. Οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν, ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατὴρ ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ «ἄλλος Υἱός», οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλ' ὡς ἐξ ἐκεί νου, οὐ τὸ πρωτότυπον, ἀλλ' εἰκών. Οὗτος ὁμοούσιος ἐξῃρη μένως παρὰ πάντα καὶ ἰδιαζόντως, οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλ' ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος ἓν καὶ μόνον ἀπογέννημα ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθ' ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννη τικῇ ἰδιότητι προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.

363.τ ΑΠΟΛΙΝΑΡΙΩ

363.1 Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ἀπολιναρίῳ Βασίλειος. ∆ιημάρτομεν τῶν προφάσεων δι' ὧν ἐνῆν προσ ειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. Σὲ γὰρ ἐν σιωπῇ κατέ χειν τὴν ἡδονὴν ἐπ' ἐκείνοις ἥσθημεν. Ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι, τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσου σιν, οὕτως ἐπ' ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. Καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. Προβαλεῖν μὲν οὖν σοι τῶν ἀπο ρουμένων τινὰ ἀποκνῶ, μὴ δόξω πέρα τοῦ μέτρου ἐμφορεῖ σθαι τῆς παρρησίας. Σιωπᾶν δὲ πάλιν οὐ καρτερῶ ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. Ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾶν τι τῶν ἀπορουμένων ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. Ὁπότερον δ' ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. Ἐρρώμενόν τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διὰ παντός.

364.τ ΒΑΣΙΛΕΙΩ ΑΠΟΛΙΝΑΡΙΟΣ

364.1 Τῷ δεσπότῃ μου τῷ ποθεινοτάτῳ ἀδελφῷ Βασιλείῳ Ἀπο λινάριος ἐν Κυρίῳ χαίρειν. Ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; Τί δὲ οὐ παρὼν ἀμύνεις ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσού του κατὰ τῆς εὐσεβείας ἐρρωγότος καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; Σὲ δὲ οὐδ' ὅπως ἂν ζητήσωμεν ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. Ἀλλ' ἐζή τησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν, οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. Νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρισα. Ὅπερ δεξάμενος μὴ καὶ τοῦ ἀντιγράφειν ἀπό σχῃ ὡς καὶ τούτου συναποδημοῦντος. Ἴσθι δὲ ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπ' Αἰγύπτου καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν τοῖς τε θείοις αὐτοῖς καὶ τοῖς καθ' ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. Ἀναγκαία δὲ ἦν ἡ μετ' ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες· ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις ὡς οὐκ ὀφείλοντος νοεῖ σθαι κατ' οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατ' οὐσίαν, ὅπερ ἐπετηδεύθη χυδαίως ὀνομασθὲν καὶ κακοήθως νοηθέν, ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστίν, οὐ τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς Βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλο μένων, ὅτι οὐχ ὅμοιον Θεῷ, ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννη κότι. Συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος ὡς ὑπὸ τῶν Πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύ της πρεσβείαν τίνα εἰκὸς ἦν οὕτω μετεῖναι ὡς τὸν σπου δαιότατον ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδ' αὐτὸς οὐδαμόθεν γράφει οὐδὲ σημαίνει καθάπαξ οὐδέν; Ἔρρωσο, δέσποτα ποθεινότατε.

365.τ ΒΑΣΙΛΕΙΟΣ ΤΩ ΜΕΓΑΛΩ ΒΑΣΙΛΕΙ ΘΕΟ∆ΟΣΙΩ

365.1 Πάθος ἀπήντησε τῇ καθ' ἡμᾶς χώρᾳ οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλ' ἐξ ὑδάτων ἐπιρρύσεως. Πόθεν δὲ τοῦτο δηλώσω. Γέγονε καταβολὴ χιόνος πολλὴ τῇ καθ' ἡμᾶς λίμνῃ. Μήπω δὲ αὐτῆς κρυστάλλῳ παγείσης ἐπιγίνεται πνεῦμα θερμὸν καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. Ἀθρόας οὖν γενομένης τῆς τήξεως ἀνείκαστα ἐκινήθη ῥεύματα ἀενάῳ ποταμῷ συνεπιμιγνύμενα, τῷ ἅλυι ἐναύλῳ τε ὄντι ὑπερβάλλοντα γλώσσῃ καὶ ὀφθαλμῷ. Οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ ἐπιπνεύσαντος ἐνεπάρησαν. Κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. Ποσὶ γὰρ μηδέπω περώμενος κατά τινα τρόπον ἢ χρόνον τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. Λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι' ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. Οὐ μικρῶς δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία. Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵν' οὕτω τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. Καὶ γὰρ τὸν πολυστένακτον βίον τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. Πολὺς ἦν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος· ἀνθρώποις μὲν γέγονεν ὄλεθρος, ἄνω δὲ πελαγίζοντος αὐτοῦ καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος καὶ ἐκ τῆς ἰλύος κεπομένης τῆς ἀρούρας ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. Καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. Τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; Σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.

366.τ ΒΑΣΙΛΕΙΟΣ ΠΡΟΣ ΟΥΡΒΙΚΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΕΓΚΡΑΤΕΙΑΣ

366.1 Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν, ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. Ἔστιν οὖν ὁ καρπὸς αὐτῆς Θεοῦ μετουσία. Τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. Ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν. Ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα, καὶ Θεῷ μίσγεσθαι ποιεῖ οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. Ὁ γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται· ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. Καί μοι τελείως καταμανθάνοντι ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ, καὶ οὐδενὸς ὀρέγεται οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμοὺς οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὢν πλήρης δι' ὅλου ἐστίν. Ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια. Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾶν οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον καὶ ἀδικήματα μυρία δι' ἑτέρας ἐπιθυμίας. Καὶ τὸ μὴ μεθύειν ἐγκράτειά ἐστιν καὶ τὸ μὴ διαρρήγνυσθαι ὑπερεμπιμπλάμενον. Καὶ τὸ κρατεῖν τοῦ σώματος ἐγκράτειά ἐστιν καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν. Ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθὴς καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς; Πάντως ἐλευθεροῖ ἡ ἐγκράτεια ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει. Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. Οὔτε γὰρ γῆ ἐβάστασεν αὐτὸν οὔτε πελάγη, ἀλλ' ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. Εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν τὸ μὴ ἀποθανεῖν, θεότητα ὁ Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. Ἤσθιεν καὶ ἔπινεν ἰδίως οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἡ ἐγκράτεια δύναμις ἦν ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ᾖ ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. Καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γενομένους κατασπασθέντας οὐρανοῦ δι' ἐπιθυμίαν. Ἑάλωσαν γάρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη ἡ νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; ∆ιὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν καὶ τοῦ βίου μὴ ἐρασθῶμεν, ἀλλ' αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν. ∆οκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. Καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει. Ταῦτά σοι ὀλίγα δοκοῦντα πολλὰ γέγραφα, ὅτι ἑκάστη λέξις νοῦς ἐστιν, καὶ οἶδα ὅτι ἀναγνοὺς αἰσθηθήσῃ.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

8
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать