Επιφάνιος Κύπρου, 4ος αιώνας

Περὶ τῶν δώδεκα λίθων. Φράγματα (-)

De xii gemmis Fragmenta / О двенадцати камнях. Фрагменты (-)

De xii gemmis (fragmenta ap. Anastasium Sinaitam, Quaestiones et responsiones) Τοῦ ἁγίουἘπιφανίου περὶ τῶν ἐν τῷ λογίῳ τοῦ ἱερέως ἐμπεπηγμένων ιβʹ λίθων.

Σάρδιον, τὸ Βαβυλώνιον καλούμενον, πυρωπὸς μέν ἐστι καὶ αἱματώδης, γίνεται δὲ ἐν Βαβυλῶνι τῇ πρὸςἈσσυρίους γῇ. ∆ιαυγὴς δέ ἐστι, δυνάμεως θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα καὶ πληγὰς ἀπὸ σιδήρου γενομένας ἀποχριόμενοι. Τοπάζιον ἐρυθρὸς μέν ἐστιν ὑπὲρ τὸν ἄνθρακα λίθον, γίνεται δὲ ἐν Τοπάζῃ πόλει τῆςἸνδικῆς. Τριβόμενος δὲ ἐν ἰατρικῇ ἀκόνῃ, οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα χυμὸν, ἀλλὰ γαλακτώδη. Ἐμπίπλησι δὲ κρατῆρας καὶ πολλοὺς, ὅσους ἂν ἐθέλῃ ὁ ὑποτρίβων, καὶ οὔτε τῷ στάθμῳ, οὔτε τῇ περιφερείᾳ ἐλαττοῦται. Χρησιμεύει δὲ ὁ τριβόμενος ἐξ αὐτοῦ χυμὸς εἰς πάθη ὀφθαλμῶν, καὶ πρὸς τὰς ὑδρομανίας πινόμενος, καὶ τοῖς ἀπὸ σταφυλῆς θαλασσίας μαινομένοις. Σμάραγδος χλωρὸς μέν ἐστιν, ἐν δὲ τοῖς ὄρεσι τοῖς Ἰνδικοῖς ὀρύγοντες οἱ βάρβαροι, κόπτουσιν αὐτόν.Ἡ δὲ δύναμις αὐτοῦ, εἰς τὸ ἐσοπτρίζεσθαι τὰ πρόσωπα. Ἄνθραξ ὀξυφοινισσὸς μέν ἐστι τῷ εἴδει, γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύας, ἥτιςἈφρικὴ λέγεται. Φασὶ δὲ αὐτὸν οὐκ ἐν ἡμέρᾳ, ἀλλ' ἐν νυκτὶ εὑρίσκεσθαι· πόῤῥωθεν γὰρ δίκης λαμπάδος ἢ ἄνθρακος σπινθηρακίζων, ἐπὶ ὥραν καταπαύεται.

Ἐπιγνόντες δὲ οἱ τοῦτον ζητοῦντες, ὅτι οὗτός ἐστιν, ἀπέρχονται πρὸς τὴν αὐγὴν αὐτοῦ, καὶ εὑρίσκουσιν αὐτόν. Βασταζόμενος δὲ ὁποίοις ἂν ἱματίοις καταλυφθῇ, ἡ αὐγὴ αὐτοῦ ἔξω τῆς παρεμβολῆς φαίνει. Σάπφειρος πορφυρίζων μέν ἐστι, γίνεται δὲ ἐν Αἰθιοπίᾳ καὶἸνδίᾳ. Τριβόμενος δὲ, φύματα καὶ ψύδρας ἰᾶται σὺν γάλακτι ἐπιχριόμενος τοῖς εἱλκωμένοις τόποις. Καὶ ἡ ἐν τῷ ὄρει δὲ τῷ Μωϋσῇ δοθεῖσα νομοθεσία, ἐπὶ λίθῳ σαπφείρῳ λέγεται πεφηνέναι. Ἰάσπις σμαραγδίζων μέν ἐστιν, εὑρίσκεται δὲ παρὰ τὸ στόμα Μερμόδοντος τοῦ ποταμοῦ, καὶ παρὰἈμαθουντίῳ Κύπρου. Χρησιμεύει δὲ εἰς τὰς ἐπιλήψεις. Ὑάκινθος ὑποπυρίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇ ἐσωτέρᾳ Βαρβαρίᾳ τῆς Σκυθίας. Σκυθίαν δὲ εἰώθασι καλεῖν οἱ παλαιοὶ τὸ κλίμα ἅπαν τὸ βόρειον, ἔνθα εἰσὶν οἱ Γότθοι καὶ ∆άνεις.Ἐκεῖ τοίνυν ἔνδον ἐν τῇ ἐρήμῳ τῆς μεγάλης Σκυθίας ἐστὶ φάραγξ λίαν βαθυτάτη, καὶ ἀνθρώποις ἄβατος, ὄρεσι πετρῶν ἐντεῦθεν καὶ ἐντεῦθεν περιστοιχισμένη, ὥστε ἄνωθεν ἀπ' ἄκρων τῶν ὀρέων παρακύψαντά τινα, ὡς ἀπὸ τειχῶν, μὴ δύνασθαι κατοπτεύειν τὸ ἔδαφος τῆς φάραγγος, ἀλλ' ἀπὸ τοῦ βάθους ἐσκοτίσθαι ὥσπερ τι χάος· ἐν ᾗ οἱ ἀπεσταλμένοι ἀπὸ τῶν ἐκεῖσε πλη σιαζόντων βασιλέων, κατάδικοί εἰσι καὶ βιαζόμενοι. Θύσαντες δὲ ἀρνοὺς καὶ ἐκδείραντες ῥίπτουσιν ἄνωθεν ἀπὸ τῶν πετρῶν εἰς τὸ χάος τῆς φάραγγος, καὶ κολλῶσιν οἱ λίθοι ἐν τοῖς κρέασιν ἐκείνοις. Ἀετοὶ οὖν ἐν ταῖς πέτραις ἄνωθεν κατοικοῦντες, πρὸς τὴν ὀσμὴν τῶν κρεῶν κατέρχονται, καὶ ἀναφέρουσι τοὺς ἀρνοὺς ἔχοντας τοὺς λίθους.Ἐν δὲ τῷ ἐσθίειν τὰ κρέα οἱ λίθοι μένουσιν ἐν τῇ ἀκρωρείᾳ τῶν ὀρέων. Οἱ δὲ κατάδικοι σκοπήσαντες, ποῦ ἀνήχθησαν ὑπὸ τῶν ἀετῶν τὰ κρέα, ἀπέρχονται, καὶ οὕτω φέρουσι τοὺς λίθους. Ἔχουσι δὲ ἐνέργειαν τοιάνδε· βαλλόμενοι γὰρ ἐπ' ἀνθράκων πυρὸς, αὐτοὶ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας κατασβεννύουσιν.

Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ λαμβάνων τις τὸν λίθον, καὶ περιειλίσας ἐν ὀθόνῃ, τινὶ ἐπιθεὶς ἐπ' ἄνθρακας, κρατῶν αὐτὸν μὲν ἀπὸ τῆς πυρᾶς φλογίζεται, ἡ δὲ ὀθόνη ἀβλαβὴς μένει, Λέγεται δὲ καὶ ταῖς τικτούσαις γυναιξὶν εὐτοκίας χάριν χρησιμεύειν. Ἀχάτης ὑποκυανίζων μέν ἐστιν, εὑρίσκεται δὲ καὶ οὗτος περὶ τὰς Σκυθίας χώρας ἐκείνας. Τριβόμενος δὲ ἐπὶ τῷ μετώπῳ, δήγματος ἀποτρέπει πόνον σκορπίων τε καὶ ἐχιδνῶν. Ἀμέθυσος φλογίζων μέν ἐστι βαθέως, ἐν δὲ τοῖς ὄρεσιν εὑρίσκεται Λιβύης πρὸς ταῖς ὄχθαις τῆς θαλάσσης. Χρυσόλιθος χρυσίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇἈφραίτιδι πέτρᾳ, παρὰ τὸ χεῖλος τῆςἈχεμενίδος Βαβυλῶνος. Τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο τῆς πέτραςἈχεμενίδα καλοῦσι. Τριβόμενος δὲ, στοχαστικοῖς (καὶ κωλικοῖς) καὶ κοιλιακοῖς ἰατρικὸς ὑπάρχει. Βηρύλλιον γλαυκίζων μέν ἐστι, γίνεται δὲ παρὰ τὰ σπέρματα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου. Ὀνύχιον ξανθὸν μέν ἐστιν, εὑρίσκεται δὲ καὶ οὗτος ἐν τῷ αὐτῷ ὄρει.

De xii gemmis (fragmenta alia ap. Anastasium Sinaitam, Quaestiones et responsiones) Επιφανίου ἐκ τοῦ πρὸς ∆ιόδωρον

.

Σομορὼν μὲν οὖν ἐκλήθη τὸ ὄρος, καὶ τὰ ὁμοροῦντα, ἀπὸ Σεμὴρ ἑνὸς υἱοῦ τῶν Χαναναίων, πρὶν ἢ ἐπιβῆναι τὸν Ἀβραὰμ τῇ γῇ. Ἐλθόντων δὲ τῶν φυλακῶν, ἐκλήθησαν Σαμαρεῖται, τουτέστι, φύλα κες. Φύλακες δὲ ἦσαν οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ νόμου· ἐφύλαττον γὰρ τὴν Πεντάτευχον μόνην, ἣν ἔλαβον διὰ Ἔσδρα τοῦ βασιλέως, ἵνα ἐκ τούτου διακρίνηται τὸ σπέρμα τοῦ Ἀβραάμ. Ἀλλ' οὐ τελείως τὸν νόμον ἐφύλαττον· διό φησιν ἡ Γραφή· "Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες τὰ εἴδωλα."

Τοῦ δὲ νόμου κελεύοντος εἴδωλα μὴ προσκυνεῖσθαι, πῶς ἔτι πληρωθήσεται; Ἔχει δὲ ἡ ὑπόθεσις τὸν τρόπον τοῦτον· Γνόντες γὰρ οἱ μιερεῖς τῶν τεσσάρων ἐθνῶν, ὅτι ἐνεδήμησεν Ἔσδρας, βδελυττόμενος τὰ εἴδωλα κατὰ τὸν νόμον Θεοῦ, σπεύσαντες ἔκρυψαν τὰ εἴδωλα ἐν τῷ Γαρίζῃ ὄρει ἐν μυχῷ τινι, καὶ ἀπέστρεψαν τὴν καρδίαν τῶν Σαμαρειτῶν πρὸς τὸ ὄρος εὔχεσθαι. Ὅθεν, ὅπου δ' ἂν ὦσι, πρὸς τὸ ὄρος εὔχονται οἱ ἀπὸ ἀνατολῆς πρὸς δυσμὰς ἀποστρεφόμενοι, καὶ ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς, καὶ ἀπὸ βοῤῥᾶς πρὸς τὴν μεσημβρίαν, πρὸς τὸ ἀρκτῷον τῷ ὄρει προσέχοντες εὔχονται, ἵνα πληρωθῇ ἡ Γραφὴ, ἡ λέγουσα· "Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες αὐτῶν τὰ εἴδωλα." Εἰ γὰρ καὶ αὐτοὶ ἀγνοοῦσι κειμένων τῶν εἰδώλων ἐκεῖσε, ἀλλ' οὐ δυνατόν ἐστι τὴν θείαν Γραφὴν ψεύσασθαι.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать