Sermo in omnes sanctos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΠΑΝΤΑΣ

Εὐλόγησον, ∆έσποτα. Ἡρεμεῖν ἐβουλόμην, καὶ μὴ δημοσιεύειν ἀγροικίζουσαν γλῶσσαν· μέγα γὰρ σιωπὴ, ὅτ' ἂν ὁ λόγος εὐτελής· καὶ θαυμαστὸν ἡσυχία, ἀπαιδευσίας παρούσης· φιλόσοφός τε ἄκρος διὰ σιγῆς καλύπτων ἀμαθίαν. Τοῦτο κἀγὼ πράττειν προῃρούμην τὸ ἀσθε νὲς τῆς οἰκείας ἐπιστάμενος γλώσσης· ἀλλ' ἕλκει με πρὸς τὸ λέγειν τῶν ὁρωμένων ἡ ὄψις.

Ἐπεὶ οὗν ἡ πανήγυρις λαμπρὰ καὶ τὸ θέατρον συνεχὲς, καὶ ζέων ἐστὶ τῇ πίστει ὁ ἡμέτερος σύλλογος· ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου θαῤῥοῦντος τραπήσομαι· μάλιστα τοῦ Πατρὸς εὐχομένου, τῆς Ἐκκλησίας συναγωνιζο μένης, μαρτύρων ἁγίων πρὸς τοῦτο ῥωννύντων τὸ ἀσθενές. Οὗτοι γὰρ καὶ γέροντας ἔπεισαν σὺν ἱδρῶτι πολλῷ μακρὰν ἐξανύσαι πορείαν, καὶ τὰ σφαλλόμενα βήματα τῇ βακτηρίᾳ τοῦ λόγου στηρίζειν κατηνάγκα ζον· καὶ τὸ θῆλυ προέτρεψαν συνοδοιπορεῖν νεανί σκοις· καὶ τὴν νηπιάζουσαν ἡλικίαν ἕρπουσαν ἐν ταῦθα παρήγαγον μάρτυρες κατὰ θανάτου σκιρτῶν τες, ξίφεσιν ἐγγελῶντες, θυμὸν τυραννικὸν διαρπά ζοντες, θάνατον ἀθανασίας πρόξενον ἀνθαρπάζοντες, ἐν ἰδίῳ πτώματι τὴν νίκην οἰκειούμενοι, διὰ σώμα τος ἀναπηδῶντες πρὸς οὐρανόν. Τὰ μέλη διασκορπί ζοντες ἵνα σφίγξωσι τὰς ψυχὰς, τὰ κλῇθρα τῆς ζωῆς διαῤῥήξαντες ἵνα τὰς κλεῖς ἀνοίξωσι τῶν οὐρανῶν. Ὁ ἀπιστῶν ὅτι θάνατος καταλέλυται, ᾅδης πεπάτη ται, ὅτι τούτου τὰ δεσμὰ διεῤῥάγη· ὅτι τύραννος δέδεται· βλεπέτω μάρτυρας κυβιστῶντας κατὰ θα νάτου, καὶ τὴν τοῦ Χριστοῦ νίκην ἀνευφημοῦντας. Ὢ τοῦ θαύματος. Ἀφ' οὗπερ Χριστὸς τὸν ᾅδην ἐσκύλευσεν, ἄνθρωποι κατωρχήσαντο τοῦ θανάτου. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἐσκύλευται ὁ ᾅδης καὶ ὁ διάβολος; καὶ τῆς ἀρχαίας ἀφῄρηται πανοπλίας· καὶ τοῦ οἰκείου κράτους ἐκβέβληται· καὶ καθάπερ ὁ Γολιὰθ τῷ οἰκείῳ ξίφει τὴν κεφαλὴν ἀπετμήθη, οὔτω καὶ ὁ διάβολος θάνατον γεννήσας, διὰ θανάτου τροποῦται· καὶ τὴν εὐχερῆ μέθοδον τῆς οἰκείας ἀπάτης, ὄργανον ἰσχυρὸν τῆς ἰδίας ἀπωλείας εὑρίσκει· καθάπερ ἄγκιστρον περιπαρεὶς τῇ Θεότητι, καὶ τὸ σύνηθες δέλεαρ καταπιὼν ἀγρεύεται σαφῶς ὁ ἀγρεύειν οἰόμενος· καὶ Θεὸν ἀντὶ ἀνθρώπου κρατήσας. ∆ιὰ τοῦτο μάρτυρες σκιρτῶσιν τὴν τοῦ δράκοντος κεφαλήν· καὶ πᾶν εἶδος βασάνων ὑπερορῶσιν. Ἀφ' οὗ γὰρ ὁ δεύτερος τὸν πρῶτον Ἀδὰμ ἐκ τοῦ πυθμένος τοῦ ᾅδου ὡς τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους ἀνήγαγεν, καὶ τὸν ἀπατηθέντα, εἰς ἐντροπὴν τοῦ ἀπατήσαντος, οὐρανοπολίτην ἀνέδειξεν· ἐξ ἐκείνου πύλαι ᾅδου ἐκλείσθησαν· καὶ πύλαι οὐρανοῦ ἀνεῴχθησαν· ἀκώλυτον τοῖς μετὰ πίστεως ἀνιοῦσιν παραχωροῦσαι τὴν εἴσοδον. Πάλαι μὲν Ἰακὼβ κλίμακα ἐστηριγμένην ἕως τοῦ οὐρανοῦ ἐθεάσατο, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας· νυνὶ δὲ διὰ τὸν ἄνθρωπον ἄνθρωπος γενόμενος ὁ φιλάνθρωπος τὸν ἀπάνθρωπον λακτίσας τῷ ποδὶ τῆς θεότητος, καὶ τὸν ἅνθρωπον βαστάσας τῇ χειρὶ τῆς χριστότητος, τὸν ἄβατον αἰθέρα ποσὶν ἀνθρωπίνοις πεζεύσασθαι παρεσκεύασεν. Τότε οἱ ἄγγελοι ἀνέβαινον καὶ κατέβαινον· νυνὶ δὲ ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος οὐκ ἀναβαίνει καὶ καταβαίνει· καὶ πόθεν γὰρ ποῦ μεταστήσεται ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν, καὶ ἐν τῇ χειρὶ συνέχων τὰ [κόσμου] πέρατα;

Ἅπαξ γὰρ κατέβη καὶ ἅπαξ ἀνέβη· οὐ μεταβάσει χρησάμενος φύσεως, ἀλλὰ συγκαταβάσει φιλανθρώπου χριστότητος· ὁ Λόγος τῷ Πατρὶ συγκαθήμενος, καὶ ὁ Λόγος ἐν τῇ μήτρᾳ αὐλιζόμενος, καὶ ὁ Λόγος πανταχοῦ εὑρισκόμενος, καὶ [τοῦ] τῶν ὅλων [Θεοῦ] μηδέποτε χωριζόμενος. Ἐγέλα ποτὲ πλατὺν κατὰ τῆς ἀνθρωπίνης φύσεως ὁ διάβολος γέλωτα, καὶ ταῖς συμφοραῖς ἡμῶν ἑορταῖς ἐπευφραίνεται. Ἀλλ' ὁ μὲν γέλως τριήμερος· ὁ δὲ θρῆνος αἰώνιος· καὶ πλατὺς γέλως θρῆνον αὐτῷ πλατύτερον κατεσκεύασεν, δάκρυον ἀδιάλειπτον, κλαυθμὸν ἀπαρηγόρητον· βέλος ἐγκάρδιον. Τοῦτο τὸ βέλος ἐν τῇ παρθενικῇ καμίνῳ, οἷον ἠθέλησεν, καὶ ὡς ἠθέλησεν, διὰ πυρὸς κατὰ τοῦ ἐχθροῦ ὁ πολεμάρχης ἐχάλκευσεν· καὶ στομώσας τῇ ἐνεργείᾳ τῆς ἀηττήτου θεότητος, καὶ βάψας τῷ ὕδατι τοῦ ἀχράντου βαπτίσματος, καὶ ἀκονήσας τοῖς ἀπαθέσι παθήμασιν, καὶ στιλβώσας διὰ τῆς μυστικῆς ἀναστάσεως· δι' ἑαυτοῦ πανστρατιᾷ τὸν ἀλάστορα ἐθανάτωσε. Ποῖος οὖν λόγος ἢ τὴν ἡμετέραν χαρὰν ἢ τὴν ἐκείνου συμφορὰν διηγήσηται; Ὁ γὰρ ποτὲ ἀρχάγγελος, νῦν διάβολος· ὁ ποτὲ ἐν οὐρανοῖς διαιτώμενος, νῦν ὡς ὄφις ἐπὶ γῆς θεωρεῖται συρόμενος· ὁ ποτὲ μετὰ τῶν χερουβὶμ ἀγαλλόμενος, νῦν ἐν τῇ φυλακῇ τῶν χοίρων ἐγκέκλεισται ὀδυνόμενος· ὅνπερ τροπωσόμεθα ἐναντία τῆς ἐκείνου φρονήσαντες προαιρέσεως· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

6
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать