Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Ἐξηγήσεις εἰς τοὺς Ψαλμούς 2

Expositiones in Psalmos 2 / Толкования на Псалтирь 2

ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Ἄλλος, Τῷ νι κοποιῷ ὑπὲρ τῆς ὀγδόης Ὁ δὲ Ἑβραῖος, Ἀσε μινὶθ, φησί. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώ θησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἄλλος, Ὅτι ἐπεράνθησαν πιστοὶ ἀπὸ υἱῶν ἀν θρώπων.

αʹ. ∆ύσκολον μὲν ἀρετὴ, καὶ δυσκατόρθωτον καὶ καθ' ἑαυτὸ, μάλιστα δὲ, ὅταν ἐν σπάνει τῶν ἀγαθῶν ἀνδρῶν ὁ ἐργαζόμενος ᾖ. Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ δὲ πλέον ὅταν μόνος ὁ ὁδοιπόρος ᾖ, καὶ μηδένα τὸν κοινωνοῦντα τῆς ὁδοιπορίας ἔχῃ· οὕτω δὴ καὶ ἐνταῦθα. Οὐδὲ γὰρ μικρὸν ἀδελφῶν κοινωνία καὶ παράκλησις. ∆ιὸ καὶ Παῦλός φησι· Κατανοοῦντες ἑαυτοὺς εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. ∆ιὰ δὴ τοῦτο μάλιστα τοὺς παλαιοὺς μακαρίζειν ἄξιον, οὐχ ὅτι κατώρθωσαν ἀρετὴν, ἀλλ' ὅτι καὶ αὐχμοῦ πολλοῦ τῆς ἀρετῆς ὄντος, καὶ τῶν κατορθούντων οὐδαμοῦ φαινομένων. Τοῦτο γοῦν καὶ ἡ Γραφὴ αἰνιττομένη ἔλεγε· Νῶε δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. ∆ιὰ τοῦτο τὸν Ἀβραὰμ θαυμάζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ τοῦτο τὸν Μωϋσέα, ὅτι καθάπερ ἐν βαθείᾳ νυκτὶ ἀστέρες ἐφαίνοντο, καὶ μεταξὺ τῶν ἀκανθῶν ῥόδα, καὶ ἐν μυρίοις λύκοις πρόβατα, τὴν ἐναντίαν πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι. Εἰ γὰρ ἐπὶ πλήθους αὐτὸ τοῦτο δυσκολίαν φέρει, καὶ πολλῶν τὴν ἐναντίαν ποιουμένων, ὁ μόνος ἀπεναντίας τοῦ πλήθους βαδίζων πολλὰ ὑπομένει πράγματα, καὶ εἰ ἐν ναυτιλίᾳ δὲ χαλεπὸν, τοῦ ῥοθίου τὴν ἐναντίαν φερομένου, πρὸς τὴν ἐναντίαν τὸ πλοῖον ἰθύνειν· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρετῆς. ∆ιὰ δὴ τοῦτο καὶ ὁ δίκαιος οὗτος, ἅτε δὴ μόνος αὐτῆς ἐπειλημμένος, πάντων τὴν ἐναντίαν βαδιζόν των, ἐπὶ τὴν τοῦ Θεοῦ πρόνοιαν καταφεύγει, λέγων· Σῶσόν με, Κύριε. Οὐδὲν οὖν ἄλλο, ἢ τοῦτο ἐντεῦθεν δηλοῖ· Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν οὐρανῶν, τῆς συμμαχίας ἐκείνης. Τὴν γὰρ ἐναντίαν πᾶσιν ὁδεύων ὁδὸν, πολλῆς δέομαι τῆς προνοίας. Καὶ οὐκ εἶπε, Σῶσόν με, ὅτι οὐ γέγονεν ὅσιος, ἀλλ', Ὅτι ἐκλέλοιπεν ὅσιος, δεικνὺς ὅτι καὶ οἱ ὄντες ἀπώλοντο, ἐπειδὴ ἐπεκράτησεν ἡ κακία, καὶ περιεγένετο ἡ νόσος. Τοῦτο καὶ Παῦλος φοβεῖται λέγων· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Καὶ πάλιν· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Τί ἐστιν, Ὠλιγώθησαν αἱ ἀλήθειαι; Πολλαί εἰσιν αἱ ἀλήθειαι. Καθάπερ ἐπὶ τῶν χρωμάτων, καὶ τῶν ἄλλων εἰδῶν, τὰ μέν ἐστιν ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἔστι πορφύρα ἀληθὴς, καὶ πορφύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν. Ἀλήθεια γὰρ τὸ ὄντως ὂν, ψεῦδος δὲ τὸ μὴ ὄν. Ἐπεὶ οὖν ταῦτα διέστραπτο καὶ ἠμαύρωτο, οὐ τὴν ὑπόστασιν ἀπολέσαντα ἐξ ἑαυτῶν, ἀλλ' ὑπὸ τῶν ἀνθρώπων φυγαδευθέντα· διὰ τοῦτο οὐκ εἶπε μόνον, ὅτι Ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλ', Ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, προσέθηκε, τοῦτο αὐτὸ δηλῶσαι βουλόμενος. Σκόπει δέ· Ἔστι κόσμος ἀληθής· ἔστι καὶ ψευδής. Τίς οὖν ὁ ἀληθὴς κόσμος; Ὁ περὶ ψυχήν. Τίς δὲ ψευδής; Ὁ περὶ σῶμα. Ἔστιπλοῦτος ἀληθής· ἔστι καὶ ψευδής. Ψευδὴς ὁ τῶν χρημάτων, ἀληθὴς ὁ τῶν κατορθωμάτων. Ἔστιν εὐφροσύνη, ἡ μὲν ψευδὴς, ἡ δὲ ἀληθὴς, καὶ κάλλη, καὶ δυναστεῖαι, καὶ δόξαι. Ἀλλ' οἱ πλείους τῶν ἀνθρώπων, τὴν ἀλήθειαν τούτων ἀφέντες, τὰ ψευδῆ διώκουσιν. Ὥσπερ γὰρ ἔστιν ἄνθρωπος ἀληθὴς, καὶ ψευδής· ἀληθὴς μὲν ὁ ζῶν καὶ ἐνεργῶν, ψευδὴς δὲ ὁ γεγραμμένος· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔστιν ἰδεῖν.

βʹ. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν κακά. Ἄλλος φησὶν, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ λαλεῖ. ∆ύο κακίας λέγει ἐνταῦθα, καὶ ὅτι μάταια ἐλάλησαν, καὶ ὅτι πρὸς τὸν πλησίον· ἢ τὰ ψευδῆ μάταιά φησιν, ἢ τὰ περιττὰ καὶ ἀνόνητα. Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησι λέγων· Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πάντες ἦσαν διεφθαρμένοι. ∆ιὸ οὐκ εἶπεν, Ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ', Ἕκαστος. Οὐδὲ γὰρ ἦν ἁπλῶς ἐπιπόλαιος ἡ κακία, ἀλλὰ κάτωθεν, καὶ ἀπὸ καρδίας. Ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ, ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ, εἶπε, διδάσκων ὅτι πολλὴ διπλόη αὐτῶν ἐν καρδίᾳ. Τοῦτο πολεμίων πάντων πικρότερον. Οἱ μὲν γάρ εἰσι φανεροὶ καὶ δῆλοι, ὅθεν καὶ εὐφύλακτοι γίνονται· οὗτοι δὲ ἕτερον προσωπεῖον προβαλλόμενοι, καὶ ἕτερον ὄντες, δυσφώρατοι τοῖς ἐπιβουλευομένοις καθίστανται, τῶν τὰ ξίφη κρυπτόντων ὄντες πολλῷ χαλεπώτεροι. Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν. Ἄλλος, ∆υναστεύσομεν. Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν. Ἄλλος, Σὺν ἡμῖν πάρεστι. Τίς ἡμῶν κύριός ἐστιν; Ἄλλος, Τίς κυριεύσει ἡμῶν; Εἶδες κηδεμονίαν Προφήτου, πῶς ὑπὲρ αὐτῶν εὔχεται; Οὐ γὰρ δὴ κατ' αὐτῶν ἐστι τὸ εἰρημένον, ἀλλ' ὑπὲρ αὐτῶν. Οὐ γὰρ εἶπεν αὐτοὺς ἀπολέσθαι, ἀλλὰ τὴν κακίαν ἀφανισθῆναι. Οὐ γὰρ εἶπεν, Ἐξολοθρεύσει Κύριος αὐτοὺς, ἀλλὰ, Τὰ χείλη τὰ δόλια.

γʹ. Καὶ πάλιν οὐχὶ τὴν οὐσίαν, ἀλλὰ τὴν γλῶτταν, τὴν ἀπόνοιαν, τὸν δόλον ἀναιρεθῆναι ἀξιοῖ, τὴν ὑπερηφανίαν ἐκκοπῆναι. Κωμῳδῶν δὲ αὐτῶν τὴν ἄνοιαν, φησί· Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι. Τίς ἡμῶν κύριός ἐστι; Μαινομένων καὶ παραφρόνων τὰ ῥήματα. ∆ιὰ δὴ τοῦτο ὁ Παῦλος ἀπεναντίας αὐτοῖς φθεγγόμενος παραινεῖ· Οὐκ ἐστὲ ἑαυτῶν, τιμῆς ἠγοράσθητε· καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν. Οὐ σά ἐστι τὰ χείλη, φησὶν, ἀλλὰ τοῦ ∆εσπότου. Αὐτὸς γὰρ ἐποίησεν αὐτὰ, αὐτὸς κατεσκεύασεν, αὐτὸς ζωὴν ἐνέπνευσεν. Ἀλλὰ σὺ ἔχεις; Ἀλλ' οὐ πάνθ' ὅσα ἔχομεν, ταῦτα ἡμέτερα· ἐπεὶ καὶ χρήματα ἔχομεν, ἑτέρων παρακαταθεμένων· καὶ γῆν μισθούμεθα, ἑτέρων ἡμῖν δεδωκότων. Οὕτω δὴ καὶ σοὶ ταῦτα ἐμίσθωσεν ὁ Θεὸς, οὐχ ἵνα ἀκάνθας φέρῃς, ἀλλ' ἵνα σπέρματα εἰς τὸ χρήσιμον μεταβάλῃς· οὐχ ἵνα ἀπόνοιαν, οὐχ ἵνα δόλον, ἀλλ' ἵνα ταπεινοφροσύνην, ἀλλ' ἵνα εὐφημίαν, ἀλλ' ἵνα ἀγάπην ποιήσῃς δι' αὐτῶν βλαστάνειν. Καὶ ὀφθαλμοὺς ἔδωκεν, οὐχ ἵνα ἀκόλαστα βλέπῃς, ἀλλ' ἵνα σωφροσύνῃ αὐτοὺς καλλωπίζῃς· καὶ χεῖρας, οὐχ ἵνα πλήττῃς, ἀλλ' ἵνα ἐλεῇς. Πῶς δὲ καὶ λέγεις, ὅτι Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν, ὅταν τῆς ἁμαρτίας αὐτὰ ποιῇς δοῦλα, ὅταν τῆς πορνείας, ὅταν τῆς ἀκαθαρσίας; Τίς ἡμῶν κύριός ἐστιν; Ὢ διαβολικοῦ ῥήματος! ὢ ψυχῆς δαιμονώδους! Ὁρᾷς, ἄνθρωπε, τὴν φύσιν ἅπασαν ἀνακηρύττουσαν τοῦ ∆εσπότου σου τὴν ἰσχὺν, τὴν σοφίαν, τὴν κηδεμονίαν, τὴν πρόνοιαν· τὸ σῶμά σου, τὴν ψυχὴν, τὴν ζωὴν, τὰ ὁρώμενα, τὰ ἀόρατα, ἅπαντα σχεδὸν εἰπεῖν, φωνὴν ἀφιέντα καὶ ἀνακηρύττοντα τοῦ ∆ημιουργοῦ τὴν δύναμιν, καὶ λέγεις· Τίς ἡμῶν κύριός ἐστι; Τοῦτο μανίας, τοῦτο παραπληξίας, τοῦτο διεφθαρμένης ψυχῆς. ∆ιὰ τοῦτο τὰ μυρία κακά. Ἀλλ' οὗτοι μὲν λέγουσι· Τίς ἡμῶν κύριός ἐστιν, Ἄλλοι δὲ τὸν μὲν ∆εσπότην ὁμολογοῦσι, τὸν δὲ περὶ τῆς κρίσεως ἀναιροῦσι λόγον καὶ τῆς κολάσεως, βραχείας χάριτος μεγάλην ὠνούμενοι κόλασιν, καὶ βουλόμενοι τῷ μὴ μεμνῆσθαι γεέννης παραμυθεῖσθαι ἑαυτοὺς, λανθάνουσι διὰ τῆς ἀφοβίας ταύτης εἰς τὸ βάραθρον ἑαυτοὺς τῆς ἀπωλείας ἐμβάλλοντες. ∆ιὸ παρακαλῶ καὶ μεμνῆσθαι γεέννης, καὶ διαλέγεσθαι περὶ γεέννης· οὕτω διάπλαττε εὐμορφίᾳ τὴν ψυχήν. Πολὺ γὰρ τὸ χρήσιμον τῶν λόγων τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἠπείλησεν αὐτὴν ὁ Θεὸς, καὶ ἐντεῦθεν ἤδη δήλην ἐποίησεν, ἀλλ' ἵνα τῷ φόβῳ ποιήσῃ βελτίους. ∆ιὰ τοῦτο καὶ ὁ διάβολος πάντα ποιεῖ καὶ πραγματεύεται, ἐξαιρεῖν αὐτῆς τὴν μνήμην βουλόμενος. Μὴ τοίνυν ἔκβαλλε τὴν μνήμην, μηδὲ λέγε· Τί λυπῶ ἐμαυτὸν παρὰ καιρόν; Παρὰ καιρὸν λυπῇ; Ἐκεῖνό ἐστι παρὰ καιρὸν ἀλγεῖν, ὅταν ἐν τῇ γεέννῃ ἀλγῇς. Τοῦ λυπεῖσθαι καιρὸς οὗτος, οὐκ ἐκεῖνος. Καὶ τοῦτο δείκνυσιν ὁ πλούσιος ὁ ἐπὶ Λαζάρου, ὃς μυρία λυπηθεὶς οὐδὲν ὤνησεν. Εἰ δὲ εὐκαίρως ἤλγησεν, οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σω τηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἄλλος, Τάξω σωτήριον ἐμφανές. Μάθε πόση τῆς ταπεινοφροσύνης ἡ ἰσχύς. Τῶν πενήτων ἡ δύναμις πενήτων λέγω, τῶν τὴν διάνοιαν συντετριμμένων, τοῦ κακῶς πάσχειν ἐστὶν ἡ ἀντίληψις. Οὐδὲ γὰρ βίον ἐνταῦθά φησιν, οὐδὲ ἀρετὴν, ἀλλὰ τὸ πάσχειν κακῶς, φησὶ, τοῦτο ἀνίστησι τὸν Θεὸν, καὶ ἐκκαλεῖται πρὸς τιμωρίαν καὶ ἄμυναν. Τοσοῦτόν ἐστι τὸ ἀδικούμενον φέρειν γενναίως, τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τοῦ Θεοῦ ἡ πρόνοια, ἀντὶ μεγίστης συνηγορίας ἡ συμφορὰ καὶ τῷ πάσχειν κακῶς γινομένη. Μεγάλη τοῦ στεναγμοῦ ἡ ἰσχὺς, τὴν ἄνωθεν καλοῦσα ῥοπήν. Φοβήθητε ὅσοι τοὺς πένητας ἀδικεῖτε. Ἔχετε δύναμιν ὑμεῖς, καὶ πλοῦτον, καὶ χρήματα, καὶ δικαστῶν εὔνοιαν· ἀλλ' ἔχουσιν ἐκεῖνοι πάντων ἰσχυρότερον ὅπλον, τοὺς στεναγμοὺς καὶ τοὺς θρήνους, καὶ αὐτὸ τὸ ἀδικεῖσθαι, ἅπερ τὴν ἐκ τῶν οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Τοῦτο τὸ ὅπλον οἰκίας ἀνορύττει, τοῦτο θεμελίους κατέσκαψε, τοῦτο πόλεις ἀνεῖλε, τοῦτο ὁλόκληρα ἔθνη κατεπόντισε· στεναγμοὺς ἀδικουμένων ἀνθρώπων λέγω. Αἰδεῖται τὴν εὐγνωμοσύνην αὐτῶν ὁ Θεὸς, ὅταν κακῶς πάσχοντες μηδὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον, καὶ ἀποδύρωνται τὰ οἰκεῖα κακά. Τί δέ ἐστι, Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ; Μετὰ παῤῥησίας, φησὶν, αὐτῶν προστήσομαι φανερῶς καὶ δήλως, ὥστε πάντας μαθεῖν. Καὶ πότε οὐ φανερῶς σώζει; Ἔστιν ὅτε οὐ φανερῶς, ἀλλὰ λάθρα· οὐδὲ γὰρ δεῖται τῆς παρὰ ἀνθρώπων δόξης. Νυνὶ δὲ, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἐχθροὺς τοὺς αὐτῶν ἐπεμβαίνειν, ἐνάλλεσθαι, ὀνειδίζειν αὐτοῖς, ὡς οὐκ ἔχουσι Θεὸν βοηθὸν, ὥστε κἀκείνους σωφρονισθῆναι, καὶ γενέσθαι βελτίους, τῇ πείρᾳ μαθόντας τοῦ ∆εσπότου τὴν συμμαχίαν, Φανερῶς ποιήσομαι τὴν ὑπὲρ αὐτῶν σωτηρίαν, φησί. Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ καὶ συνεχής. Μὴ γὰρ δὴ νομίσητε ταῦτα, φησὶν, ἁπλῶς εἰρῆσθαι, μηδὲ ἀπειλὴν εἶναι περιττήν· καθαρὰ αὐτοῦ ἐστι τὰ ῥήματα, ἀπηλλαγμένα ψεύδους. Ὥσπερ γὰρ ὁ ἄργυρος ὁ πεπυρωμένος οὐδὲν ἀλλότριον ἔχει καὶ νόθον, οὕτω καὶ τοῦ Θεοῦ τὰ ῥήματα, ἅπερ ἂν εἴπῃ, πάντως ἐκβῆναι δεῖ. ∆ιό φησιν· Ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ἄλλος, Πεπυρωμένον, χωροῦν τῇ γῇ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Χωροῦν τῇ γῇ, Βααλὶλ λάαρες εἶπε, τουτέστι, τὸ χωνευόμενον, τὸ ῥέον ἐν τῇ γῇ. Κεκαθαρισμένον ἑπταπλασίως.

δʹ. Εἶδες πῶς δείκνυσι τὸ ἀψευδὲς, τὸ ἀληθεῦον, τῇ εἰκόνι τῆς ὕλης; ὥσπερ γὰρ ἐκεῖνο τὸ χωνευθὲν, τὸ πυρωθὲν, τὸ πολλάκις τοῦτο παθὸν, ἀλλότριόν ἐστιν ἀλλοτρίας ὕλης, ἐκκεκαθαρμένον μετὰ ἀκριβείας· οὕτως ἡ ἀπόφασις τοῦ Θεοῦ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Φυλάξεις αὐτούς. Ἄλλος, Φυλάξεις αὐτὰ, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Ἅμα τῇ γενεᾷ τῇ αἰωνίᾳ. Κύκλῳ οἱ ἀσεβεῖς περι πατοῦσιν. Ἄλλος, Περιπατήσουσιν. Ἄλλος, Κύκλῳ ἀσεβῶν ἐμπεριπατήσουσι. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλος, Ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν υἱῶν τῶν ἀνθρώπων. Ἕτερος, Κατὰ τὸ ὕψος εὐωνισμένοι τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὁ δὲ Ἑβραῖος, Χὰρμ ζολλῶ, φησὶ, λεβνὴ Ἀδάμ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. Ὅρα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς ἐπὶ τὸν Θεὸν καταφεύγοντα, κἀκεῖθεν ζητοῦντα τὴν συμμαχίαν· καὶ γὰρ παναλκὴς ἡ βοήθεια, οὐδενὶ διακοπτομένη χρόνῳ. Οὐδενὸς τῶν ἀνθρωπίνων δεόμεθα, φησί· σὺ γὰρ ὁ φυλάττων εἶ διηνεκῶς. Τί ἐστι, Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι; Κατὰ μὲν τοὺς Ἑβδομήκοντα οὕτω λεκτέον, ὅτι Κἂν κυκλώσωσιν οἱ ἀσεβεῖς, οὐδὲν πεισόμεθα· καὶ γὰρ φυλάττεις ἡμᾶς, καὶ μετεωρίζεις, καὶ ἐνδόξους ποιεῖς. Κατὰ δὲ τὸν ἕτερον ἑρμηνευτὴν τοῦτο ῥητέον· Οἱ ἀσεβεῖς ἐξωσθήσονται, ὅταν τοὺς εὐτελεῖς τοὺς υἱοὺς τῶν ἀνθρώπων ὑψώσῃς· τουτέστιν, ὅταν ἡμᾶς τοὺς νομιζομένους εἶναι εὐκαταφρονήτους, τοὺς τεταπεινωμένους δοξάσῃς, ἀποστήσεις αὐτοὺς καὶ διακρούσῃ. Τί δέ ἐστι, Κατὰ τὸ ὕψος σου; Ἀντὶ τοῦ, Ὁμοίουςσου ἐποίησας, ὡς ἀνθρώπῳ δυνατὸν εἶναι ὅμοιον· Ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα, φησὶν, ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ὅπερ γάρ ἐστιν αὐτὸς ἐν οὐρανῷ, τοῦτο ἡμεῖς ἐπὶ τῆς γῆς· καὶ ὥσπερ οὐδεὶς αὐτοῦ ἀνώτερος ἄνω, οὕτως οὐδεὶς ἐπὶ τῆς γῆς τοῦ ζώου τούτου κατὰ ἀρετὴν ὅμοιος. Γίνεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦ ὀνόματος δὲ ἡμῖν μετέδωκεν· Ἐγὼ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ πάλιν· Τέθεικά σε θεὸν Φαραώ. Καὶ δημιουργὸν εἶναι ἐποίησε καὶ σωματικῶν καὶ ἀσωμάτων. Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα στοιχεῖα· ἡμῖν δὲ ἐπέταξε ναὸν αὐτῷ κτίζειν ἡμᾶς αὐτούς. Κἂν τοίνυν οὐ δημιουργῇς οὐρανὸν, ἀλλὰ δημιουργεῖς ναὸν Θεοῦ. Ἐπεὶ καὶ οὐρανὸς διὰ τοῦτο λαμπρὸς, ἐπειδὴ Θεὸν ἔχει κατοικοῦντα ἐν αὐτῷ· μᾶλλον δὲ διὰ Χριστοῦ καὶ ἡμᾶς. Συνήγειρε γὰρ, φησὶ, καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἐν τοῖς οὐρανοῖς· καὶ μείζονα ἔδωκε ποιεῖν ὧν αὐτὸς ἐποίησε. Τὰ γὰρ σημεῖα, φησὶν, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Καὶ ἐπὶ τῆς Παλαιᾶς ὁ μὲν τὴν θάλασσαν μετέβαλεν, ὁ δὲ τὸν ἥλιον ἐχαλίνου, ὁ δὲ τὴν σελήνην μένειν ἐκέλευσεν, ὁ δὲ πάλιν εἰς ἑαυτὸν τὰς ἀκτῖνας ἀπέστρεφεν· οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν. Οἶδε καὶ θηρία αἰδεῖσθαι Θεοῦ φίλους· κἂν λιμὸς ἀναγκάζῃ, φιλοσοφώτερα γίνεται. Αἰδείσθωσαν οἱ γαστρίμαργοι τὴν ἐγκράτειαν τῶν θηρίων. Λέοντες εἶδον τὸν ∆ανιὴλ, καὶ ἐφιλοσόφησαν· ἡμεῖς τὸν Υἱὸν τοῦ Θεοῦ βλέποντες ἐρχόμενον πρὸς ἡμᾶς, οὐ φιλοσοφοῦμεν. Εἵλοντο ἐκεῖνοι διαφθαρῆναι λιμῷ, καὶ μὴ ἅψασθαι τοῦ σώματος τοῦ ἁγίου· ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμε νον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους. Ἡ γῆ πάλιν ἑτέρῳ Θεοῦ φίλῳ τοσαῦτα προσήνεγκε δῶρα ἐκ τῶν οἰκείων κόλπων, τοσαύτην φορὰν, ὅσην οὐδέποτε ἔμπροσθεν. Καὶ τί θαυμάζεις, εἰ αὐτοὶ αἰδέσιμοι ἦσαν, ὅπου γε καὶ τὰ ἱμάτια αὐτῶν, καὶ αἱ σκιαὶ δαίμοσιν ἦσαν φοβεραὶ, καὶ θανάτῳ, καὶ νοσήματι; Καὶ ἄγγελοι ᾐδέσθησαν ἀνθρώπους, καὶ ἐτίμησαν μεθ' ὑπερβολῆς. Πῶς γὰρ οὐκ ἔμελλον, οὓς ὁ ∆εσπότης αὐτῶν ἐτίμα; Καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοῦτο ἔστιν ἰδεῖν. ∆ιὰ τοῦτο λέγει· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος τῆς τιμῆς, ἀξίαν παράσχωμεν τὴν ὑπὲρ ταύτης ἀμοιβὴν, ἵνα μὴ τῆς τιμῆς ἡ ὑπερβολὴ ἐφόδιον ἡμῖν τιμωρίας γένηται· ἧς ῥυσθείημεν ἅπαντες οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ἄλλος, Τί μέγα τὸ ὄνομά σου!

αʹ. Ἐν τῷ πρὸ τούτου ψαλμῷ ἔλεγεν· Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· ἐνταῦθα τὴν ὑπόσχεσιν πληροῖ, ὕμνον ἀναφέρων αὐτῷ. Καὶ ἐν ἐκείνῳ μὲν, ὡς ἐξ ἑνός ἐστι προσώπου τὰ λεγόμενα· Κύριε γὰρ ὁ Θεός μου, φησὶν, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Ἐνταῦθα δὲ, ὡς ἐκ πολλῶν. Κύριε γὰρ, φησὶν, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου. Ἀλλὰ παρέχετε σιγὴν, καὶ μετὰ ἀκριβείας ἀκούετε. Εἰ γὰρ ἐν θεάτρῳ χορῶν ᾀδόντων σατανικῶν, πολλὴ γίνεται ἡσυχία, ὥστε τὰ ὀλέθρια ἐκεῖνα δέξασθαι μέλη· καὶ ταῦτα τοῦ μὲν χοροῦ ἐκ μίμων καὶ ὀρχηστῶν συνισταμένου ἀνδρῶν, χοροστατοῦντος δὲ παρ' αὐτοῖς βεβήλου τινὸς καὶ κιθαρῳδοῦ, τοῦ δὲ μέλους σατανικοῦ καὶ ὀλεθρίου τυγχάνοντος, ᾀδομένου δὲ μιαροῦ καὶ πονηροῦ δαίμονος· ἐνταῦθα, ἔνθα ὁ μὲν χορὸς ἐξ ἁγίων ἀνδρῶν, ὁ δὲ χοροστάτης ἐστὶν ὁ Προφήτης, τὸ δὲ μέλος οὐχὶ ἐκ σατανικῆς ἐνεργείας, ἀλλ' ἐκ πνευματικῆς χάριτος. ὁ δὲ ᾀδόμενος, οὐχὶ δαίμων, ἀλλὰ Θεός· πῶς οὐ πολλὴν δεῖ παρέχειν τὴν ἡσυχίαν, καὶ μετὰ φρίκης ἀκούειν; Καὶ γὰρ συγχορευταὶ γεγόναμεν τῶν ἄνω δυνάμεων. Καὶ γὰρ καὶ οἱ ἄνω χοροὶ, καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ τοῦτο ἔργον ἔχουσι, τὸ διηνεκῶς ὑμνεῖν τὸν Θεόν. Ἐκ τούτων τῶν χορῶν καὶ ἐπὶ τῆς γῆς ἐφάνησαν μετὰ τῶν ἀγραυλούντων ποιμένων ᾄδοντες. Ἀκούσωμεν τοίνυν καὶ ταύτης τῆς ᾠδῆς. Οἱ μὲν οὖν βασιλέα ὑμνοῦντες τὸν ἐπὶ γῆς, περὶ ἀρχῆς αὐτῷ διαλέγονται, περὶ τῶν τροπαίων, περὶ τῆς νίκης, καὶ τὰ ἔθνη λέγουσι τὰ ἡττηθέντα, πορθητὰς καλοῦντες αὐτοὺς, καὶ βαρβάρων νικητὰς, καὶ ὅσα τοιαῦτα. Τοιαύτην τινὰ ᾠδὴν καὶ ὁ μακάριος οὗτος ᾄδει. Νίκην γὰρ διηγεῖται καὶ τρόπαιον, καὶ πολέμων κατάλυσιν, οὐχὶ τοιούτων, ἀλλὰ πολλῷ χαλεπωτέρων. Καὶ ὅρα πῶς ἄρχεται· Κύριε, ὁ Κύριος ἡμῶν. Τῶν μὲν γὰρ ἄλλων τῶν οὐ πιστευόντων εἰς αὐτὸν, ἑνὶ τρόπῳ Κύριός ἐστιν, ἡμῶν δὲ διπλῷ· τῷ τε ἐξ οὐκ ὄντων ποιῆσαι, τῷ τε γνωσθῆναι παρ' ἡμῶν. Καὶ ὅρα πῶς ἐκ προοιμίων τίθησι τὸ κεφάλαιον τῆς εὐεργεσίας. Ἂν γὰρ μάθῃς πῶς σου Κύριος γέγονεν, ὅτι ἀπηλλοτριωμένους καὶ νεκρούς τινας καὶ νεκρωθέντας ᾠκειώσατο καὶ ἐζωοποίησεν, ὄψει καλῶς ὅτι τὸ κεφάλαιον τῆς εὐεργεσίας τοῦτο. Τοῦτο τοίνυν ἐκπληττόμενος ὁ Προφήτης, φησίν· Ὡς θαυμαστὸν τὸ ὄνομά σου! τουτέστι, σφόδρα θαυμαστόν. Πόσον δὲ θαυμαστὸν, οὐκ εἶπεν· οὐδὲ γὰρ μετρῆσαι ἴσχυσεν, ἀλλὰ τὴν ἐπίτασιν παρέστησε καὶ τὴν ὑπερβολήν. Ποῦ οἱ τὴν οὐσίαν περιεργαζόμενοι τοῦ Θεοῦ; Εἰ γὰρ τὸ ὄνομα αὐτοῦ εἰπὼν, οὕτως ἐθαύμασεν, ὡς ἐκπλαγῆναι· τίνα ἂν σχοῖεν ἐκεῖνοι συγγνώμην, οἱ τὴν οὐσίαν αὐτοῦ λέγοντες εἰδέναι, τοῦ Προφήτου μηδὲ πόσον ἐστὶ θαυμαστὸν τὸ ὄνομα δυναμένου μαθεῖν; Ὡς θαυμαστὸν τὸ ὄνομά σου! Ἐν γὰρ τῷ ὀνόματι τούτῳ θάνατος ἐλύθη, δαίμονες ἐδέθησαν, οὐρανὸς ἀνεῴχθη, παραδείσου θύραι ἀνεπετάσθησαν, Πνεῦμα κατεπέμφθη, οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ, υἱοὶ, οἱ ἀλλότριοι, κληρονόμοι, οἱ ἄνθρωποι, ἄγγελοι. Τί λέγω, ἄγγελοι; Θεὸς ἄνθρωπος γέγονε, καὶ ἄνθρωπος Θεός· ὁ οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ τῆς γῆς· ἡ γῆ ἐδέξατο τὸν ἐπὶ τῶν Χερουβεὶμ καθήμενον μετὰ τῆς στρατιᾶς ἀγγελικῆς. Τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, ὁ θάνατος κατεπόθη. Ταῦτα πάντα ἐννοῶν καὶ τὰ τούτων πλείονα ὁ Προφήτης ἀνεβόα, λέγων· Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ποῦ νῦν οἱ Ἰουδαίων παῖδες, οἱ πρὸς τὴν ἀλήθειαν ἀναισχυντοῦντες; Ἡδέως γὰρ αὐτοὺς ἂν ἐροίμην, περὶ τίνος ταῦτα λέγονται. Περὶ τοῦ παντοκράτορος, φήσουσιν. Ἀλλ' οὐκ ἦν αὐτοῦ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ. Καὶ μαρτυρεῖ Ἡσαΐας λέγων· ∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὲ οἱ θεραπεύοντες αὐτὸν αἴτιοι τοῦ βλασφημεῖσθαι αὐτὸν ἐγίνοντο, ποῦ ἦν θαυμαστόν; Ὅτι μὲν γὰρ τῇ φύσει θαυμαστὸν, δῆλον· παρὰ δὲ ἀνθρώποις τότε οὐ θαυμαστὸν τοῖς πλείοσιν, ἀλλὰ καὶ εὐκαταφρόνητον. Ἀλλ' οὐχὶ νῦν οὕτως· ἀλλ' ὅτε ὁ μονογενὴς Υἱὸς παρεγένετο, πανταχοῦ τὸ ὄνομα αὐτοῦ θαυμαστὸν μετὰ τοῦ Χριστοῦ. Ἀπὸ ἀνατολῶν ἡλίου, φησὶ, μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Καὶ ἄλλος· Ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον. Καὶ πάλιν· Ἥξουσι λέγοντες· Ψευδῆ οἱ πατέρες ἡμῶν ἐκτήσαντο εἴδωλα.

βʹ. Ὁρᾷς ὅτι περὶ τοῦ Υἱοῦ τὰ εἰρημένα πάντα ἐστίν; Αὐτοῦ γὰρ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ ἐγένετο. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἄλλος, Ὃς ἔταξας τὸν ἔπαινόν σου ὑπεράνω τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ τῆς γῆς ἐμνημόνευσε, μετάγει τὸν λόγον καὶ ἐπὶ τὸν οὐρανόν· ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς ∆εσπότην. Τοῦτο δὴ καὶ ἐνταῦθα δεικνὺς λέγει, Θαυμαστὸν κάτω, θαυμαστὸν ἄνω. Οὐ γὰρ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἄγγελοι ὑμνοῦσι τὰ γεγενημένα, καὶ ὑπὲρ τῶν εἰς ἀνθρώπους εὐεργεσιῶν χάριτας ὁμολογοῦσιν· ὃ δὴ καὶ ἐποίησαν ἐκ προοιμίων, χορὸν στήσαντες ἐπὶ τῆς γῆς. Ἢ τοίνυν τοῦτο λέγει, ὅτι καὶ ἄγγελοι ᾄδουσιν, ἢ τὸ μέγεθος αὐτοῦ παραστῆσαι βούλεται. Ὅταν γάρ τι μέγα λέγειν ἐθέλῃ ἡ Γραφὴ, τὰ διαστήματα τῶν στοιχείων τούτων εἰς μέσον ἄγει· ὡς ὅταν λέγῃ· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς. Καὶ πάλιν· Καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Ἐνταῦθα τοίνυν ἐκπλήττεται τὰ γεγενημένα, πῶς μεγάλα. πῶς ὑπέρογκα· τὴν γὰρ οὐσίαν τὴν πάντων κατωτέραν ἀνωτέρω πάντων ἔταξεν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἄλλος, Ἐκ στόματος βρεφῶν ἐθεμελίωσας κράτος. Ἄλλος· Συνεστήσω ἰσχύν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Τὴν ἰσχύν σου ἐντεῦθεν μάλιστα ἔδειξας, τὴν δύναμιν τὴν ἄμαχον κινήσας, καὶ τὴν ψελλίζουσαν γλῶτταν πρὸς τὴν δοξολογίαν ἐκείνην τρανώσας. Τῶν γὰρ παιδίων τὴν ὑμνολογίαν τὴν ἐν τῷ ἱερῷ γενομένην, ταύτην προαναφωνεῖ νῦν. Καὶ τί δήποτε τὰ ἄλλα παραδραμὼν θαύματα, νεκρῶν ἀνάστασιν, λεπρῶν κάθαρσιν, δαιμόνων δίωξιν, τοῦ τῶν παίδων μέμνηται θαύματος; Ὅτι ἐκεῖνα μὲν καὶ πρὸ τούτου γέγονε, κἂν μὴ οὕτως, ἀλλ' ὅμως γέγονε, καὶ εἶχέ τινα κοινωνίαν, εἰ καὶ μὴ τρόπον. Καὶ γὰρ νεκρὸς ἠγέρθη ἐπὶ τοῦ Ἐλισσαίου, καὶ λεπρὸς ἐκαθαρίσθη καὶ δαίμων ἠλάθη ἐπὶ τοῦ ∆αυῒδ, ὅτε ὁ Σαοὺλ ἐδαιμόνα· χορὸς δὲ παιδίων θηλαζόντων τότε πρῶτον ἐφθέγξατο. Ἵν' οὖν μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος, λέγων περὶ τῶν ἐν τῇ Παλαιᾷ ταῦτα εἰρῆσθαι, ἐπελέξατο σημεῖον τότε πρῶτον καὶ μόνον γινόμενον. Ἄλλως δὲ καὶ τύπος ἦν τῶν ἀποστόλων τὰ γινόμενα· καὶ γὰρ οὗτοι νήπιοι σφόδρα ὄντες, καὶ τῶν ἰχθύων αὐτῶν ἀφωνότεροι, τὴν οἰκουμένην ἅπασαν ἐσαγήνευσαν. Ὅτι δὲ τοῦτο δύναμις Θεοῦ μάλιστά ἐστιν, ὅρα καὶ ἐν τῇ Παλαιᾷ τοῦτο περὶ τοῦ Πατρὸς αὐτοῦ λέγοντα τὸν προφήτην. Τῷ γὰρ Μωϋσεῖ διαλεγόμενος, φησί· Τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Καὶ πάλιν· ∆ιδοὺς γλώσσας τρανὰς μογιλάλοις. Καὶ πάλιν· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Καὶ ἐν ἀρχῇ δέ φησιν· ∆εῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Μεγάλη τοίνυν καὶ ἰσχυρὰ ἡ ἀπόδειξις. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων, εἰ καὶ παραλόγως, ὅμως ὑπώπτευόν τινα εἶναι ἀναισχυντοῦντες· ἐνταῦθα δὲ οὐδὲν εἶχον εἰπεῖν, αὐτῆς καθ' ἑαυτὴν τῆς φύσεως γυμνῆς ἀγωνιζομένης. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Νηπίων, ἵνα μή τις τοὺς ἀκάκους αὐτὸν καὶ τοὺς ἁπλουστέρους λέγειν νομίσῃ· ἀλλ' ἐπήγαγε, Καὶ θηλαζόντων, τῇ προσθήκῃ τῆς τραπέζης τὴν ἡλικίαν χαρακτηρίζων. Οὐχ ἁπλῶς γάρ φησι, Νηπίων, ἀλλὰ, τῶν ὑπομαζίων, τῶν μηδέποτε στερεᾶς τροφῆς μεταλαβόντων. Οὐ τοίνυν τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι φωνὴν ἀφῆκαν, καὶ φωνὴν τετρανωμένην, ἀλλ' ὅτι καὶ μυρίων γέμουσαν ἀγαθῶν. Ἅπερ γὰρ οἱ ἀπόστολοι οὐδέπω ᾔδεσαν, ταῦτα τὰ παιδία ὕμνουν. Ἀπὸ τούτου καὶ ἕτερόν τι αἰνίττεται, τὸ δεῖν τοῖς δόγμασι προσιόντας παιδία γίνεσθαι τῇ διανοίᾳ. Ἂν γὰρ μή τις δέξηται τὴν βασιλείαν τῶν οὐρανῶν ὡς παιδίον, φησὶν, οὐ δύναται εἰσελθεῖν εἰς αὐτήν. Ἕνεκεν τῶν ἐχθρῶν σου. Λέγει καὶ τὴν αἰτίαν δι' ἢν τοῦτο γέγονε τὸ θαῦμα· τὰ μὲν γὰρ ἄλλα οὐ τῶν ἐχθρῶν ἕνεκεν ἐγίνετο, ἀλλ' ὥστε προσιόντας ἀπολαύειν εὐεργεσίας, καὶ ἑτέρους παιδεύεσθαι. Τοῦτο δὲ οὐ διὰ τοῦτο γέγονε μόνον, ἀλλ' ὥστε καὶ ἐπιστομισθῆναι τοὺς ἐχθρούς· οὓς καὶ ἕτερος, ἀκριβέστερον αὐτοὺς δηλῶν, φησί· ∆ιὰ τοὺς ἐνδεσμοῦντάς σε. Αὐτοὶ γὰρ ἦσαν δήσαντες αὐτὸν ἐπὶ τὸν σταυρὸν ἀγόμενον. Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ἄλλος· Ὥστε παῦσαι ἐχθρὸν, καὶ τιμωροῦντα ἑαυτῷ, τὸν λαὸν τὸν Ἰουδαϊκὸν ἐνταῦθα λέγων. Ἤλαυνον μὲν γὰρ ὡς ἐχθρὸν τὸν Χριστὸν, προσεποιοῦντο δὲ τὸν πατέρα ἐκδικοῦντες τοῦτο ποιεῖν. ∆ιὰ τοῦτο ταύτης αὐτοὺς ἀποστερῶν τῆς ἀπολογίας, ἔλεγεν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ· καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ, πιστεύει εἰς τὸν πέμψαντά με· ἄνω καὶ κάτω συνάπτων τῇ πρὸς ἑαυτὸν τιμῇ καὶ ὕβρει τὸν Πατέρα. Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ Προφήτου. Οὐκ εἶπε, Τοῦ κολάσαι, ἀλλὰ, Τοῦ καταλῦσαι· ὅπερ ὁ ἕτερος σαφέστερον δηλοῖ, λέγων, Τοῦ παῦσαι, τουτέστι, τὴν ἀναισχυντίαν αὐτῶν ἀνελεῖν, οὐ τοῦ διδάξαι· ἀδιόρθωτα γὰρ ἐνόσουν. Ὁρῶντες γοῦν τοιοῦτον θαῦμα, καὶ μηδὲν ἔχοντες ἀντειπεῖν, πρὸς αὐτὸν ἐπεστρέφοντο λέγοντες· Οὐκ ἀκούεις τί οὗτοι λέγουσι; ∆έον λοιπὸν προσκυνῆσαι καὶ θαυμάσαι, οἱ δὲ ἐν ἀμηχανίᾳ ἦσαν πολλῇ, καὶ ὀφείλοντες ἀλλήλοις λέγειν ἕκαστος τῷ πλησίον, Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; ἀφέντες ἑαυτοὺς τῷ Χριστῷ ἔλεγον. Καὶ τίνος ἕνεκεν οὐκ ἀγγέλων ἠνέχθη φωνή; Ὅτι ἐκεῖνο μὲν φάν τασμα αὐτοῖς ἔδοξεν ἂν εἶναι· πρὸς τοῦτο δὲ οὐδὲν εἶχον ἀντειπεῖν. Τί δὲ ἔλεγον τὰ παιδία; Οὐδὲν φορτικὸν, οὐδὲ ἐπαχθὲς, οὐδὲ ἱκανὸν αὐτοὺς πλῆξαι, ἀλλὰ μάλιστα τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα δηλοῦν. Εὐλογημένος, ἔλεγον, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

γʹ. Τότε μὲν οὖν κατέλυσεν αὐτῶν τὴν ἀναισχυντίαν, ὕστερον δὲ πόλιν, καὶ μέρος οὐδέν ἐστι τῆς οἰκουμένης τῶν Ἰουδαϊκῶν ἄπειρον συμφορῶν· ἀλλ' ὥσπερ σῶμα ἀνάπηρον, πανταχοῦ διαδέδοται, τὰ τραύματα ἐπιδεικνύμενον· καὶ καθάπερ οἱ δικασταὶ πολλοὺς τῶν ἀνδροφόνων ἐπειδὰν ἀνέλωσιν, ἕνα ἀνασκολοπίζουσιν, ἵνα καὶ τελευτησάντων αὐτῶν, ὥσπερ νεωστὶ γεγενημένον τὸ πάθος σωφρονίζῃ τοὺς ζῶντας· οὕτω δὴ καὶ ἐνταῦθα οὐ τελευτήσαντας, ἀλλὰ ζῶντας παράδειγμα πᾶσιν ἐποίησε, διασπείρας αὐτούς· καὶ οἱ μίαν οἰκοῦντες χώραν, νῦν πανταχοῦ τῆς γῆς εἰσι διεσπαρμένοι. Κἂν ἐρωτήσῃς τὴν αἰτίαν, οὐδεμίαν ἄλλην εὑρήσεις, ἀλλ' ἢ τὸ σταυρῶσαι τὸν Χριστόν. ∆ιὰ τί γὰρ οὕτως, εἰπέ μοι, τοῦτο μὴ γέγονεν; Ἀλλ' εἰ καὶ γέγονέ ποτε, εἰς ἔθνος ἓν ἀφωρίσθησαν, καὶ ἐπὶ ἔτεσιν ὀλίγοις· νυνὶ δὲ οὐχ οὕτως, ἀλλ' ἀπέραντα κολάζονται. Κἂν ἐρωτήσῃς αὐτοὺς, ∆ιὰ τί ἐσταυρώσατε τὸν Χριστόν; λέγουσιν, Ὡς πλάνον καὶ γόητα ὄντα. Οὐκοῦν ὑπὲρ τούτου τιμηθῆναι ἔδει, καὶ πλείονα χώραν προσλαβεῖν, ὡς ἀρέσαντας τῷ Θεῷ. Ὁ γὰρ πλάνον καὶ γόητα καὶ ἀντίθεον ἀνελὼν, ἐχθρὸν τοῦ Θεοῦ ἀνεῖλε· ὁ δὲ ἐχθρὸν ἀνελὼν, εὐδοκιμεῖν ἂν εἴη δίκαιος. Νῦν δὲ ὁ μὲν Φινεὲς, ἵνα μίαν ἀνέλῃ πόρνην, οὕτως εὐδοκίμησε παρὰ τῷ Θεῷ, ὡς καὶ ἱερωσύνης ἀξιωθῆναι, καὶ τοσαύτης τιμῆς· ὑμεῖς δὲ, οἱ μᾶλλον ἐκείνου ὀφείλοντες εὐδοκιμεῖν πολλῷ, εἴγε πλάνον ἀνείλετε, ἀλῆται καὶ ἀπόλιδες περιάγετε πανταχοῦ. Ὥστε οὐ δι' ἄλλο τι ταῦτα πεπόνθατε, ἀλλ' ἢ ὅτι προστάτην καὶ εὐεργέτην καὶ ἀληθείας διδάσκαλον ἐσταυρώσατε. Εἰ γὰρ πλάνος ἦν καὶ ἀντίθεος, καὶ, μὴ ὢν Θεὸς, Θεὸς εἶναι ἐβούλετο, καὶ τὸ τοῦ Πατρὸς σέβας εἰς ἑαυτὸν ἐπεσπᾶτο, καὶ τοῦ Φινεὲς, καὶ τοῦ Σαμουὴλ, καὶ πάντων ἐκείνων μᾶλλον ὑμᾶς εὐδοκιμῆσαι ἔδει, τοσοῦτον ὑπὲρ τοῦ νόμου ζηλώσαντας. Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι. Πάνυ γε· οὐ γὰρ ἐλάβετε τὰ ἔπαθλα, ὅτι τοῦ Θεοῦ τὸν ἐχθρὸν ἐσφάξατε· μανία ταῦτα καὶ λῆρος. Ἃ γὰρ πάσχετε νῦν, οὐ τῶν ἐχθροὺς τοῦ Θεοῦ ἀναιρούντων ἐστὶν, ἀλλὰ τῶν φίλους διαχρωμένων. Ἀλλ', ὦ 'τᾶν, ταῦτα οὐ λέγομεν, φασί· διὰ τὰς ἁμαρτίας ταῦτα πάσχομεν. Νῦν ἐξομολογεῖσθε οἱ ἀπειθεῖς; καὶ ποίας ἁμαρτίας; εἰ πέ μοι. Μὴ γὰρ νῦν πρῶτον ἡμαρτήκατε; Νῦν μὲν οὖν καὶ ἐπιεικέστεροι γεγόνατε. Ἀλλὰ μήπω τοῦτο· ἀλλ' ἐκεῖνο ἂν ὑμᾶς ἐροίμην· Τίνος ἕνεκεν ἀεὶ ἁμαρτάνοντες πρότερον ἐτυγχάνετε φιλανθρωπίας παρὰ Θεοῦ, νῦν δὲ οὐκέτι, καὶ τὸ δὴ παραδοξότερον, ὅτι ἐλάττονα νῦν ἁμαρτάνοντες; Τότε μὲν γὰρ καὶ τῷ Βεελφεγὼρ ἐτελεῖσθε, καὶ μόσχον προσεκυνήσατε, καὶ τοὺς υἱοὺς ἐσφάξατε, καὶ τὰς θυγατέρας ὑμῶν ἀνείλετε, καὶ ταῦτα σημείων ἀπολαύοντες· νῦν δὲ οὐ θάλατταν ὁρῶντες σχιζομένην, οὐ πέτραν ῥηγνυμένην, οὐ προφήτας παραγινομένους, οὐ τῆς συνήθους ἀπολαύοντες προνοίας, ὅμως μείζονα ἐπιδείκνυσθε τὴν ἐπιείκειαν· τί δήποτε οὖν, ὅτε καὶ τὰ ἁμαρτήματα ἐλάττονα, καὶ ἡ σωφροσύνη πλείων, μείζων ἡ κόλασις καὶ ἡ τιμωρία; Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι ἐπειδὴ μεῖζον τὸ νῦν ἁμάρτημα; Ἕως μὲν γὰρ εἰς τοὺς δούλους ἡμαρτάνετε, ἐτυγχάνετε συγγνώμης, προφήτας ἀναιροῦντες καὶ λιθάζοντες· ἐπειδὴ δὲ εἰς τὸν ∆εσπότην τὰς χεῖρας ἐξετείνατε, ἀνίατον γέγονεν ὑμῖν τὸ ἕλκος λοιπόν. ∆ιὸ τετρακόσια λοιπὸν ἔτη παρῆλθον, ἀφ' οὗ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἠφάνισται, ἡ ἱερωσύνη ἀνῄρηται, ἡ βασιλεία λέλυται, τὰ τῶν φυλῶν συγκέχυται, πάντα τὰ σεμνὰ ἐκεῖνα καὶ λαμπρὰ ἠφάνισται, καὶ οὐδὲ ἴχνος παρ' ὑμῖν· ὅπερ οὐδέποτε γέγονεν. Ἀλλ' ἐν ἀρχῇ μὲν, καὶ τοῦ ναοῦ καθῃρημένου, οἱ προφῆται παρέμενον, καὶ Πνεύματος χορηγίαι, καὶ θαύματα· νυνὶ δὲ, ἵνα σαφῶς μάθητε ὅτι ὁ Θεὸς ὑμᾶς ἀπέστραπται διηνεκῶς, καὶ ταῦτα ἀνῄρηται· καὶ δουλεία, καὶ αἰχμαλωσία, καὶ πάντων ἔκπτωσις κατέλαβε, καὶ τὸ πάντων χαλεπώτερον, Θεοῦ ἐγκατάλειψις.

δʹ. Καὶ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις δοῦλον ἀγνώμονα πολλάκις μαστιχθέντα καὶ μὴ διορθωθέντα ἀποδύσας τῶν ἱματίων, γυμνὸν, ἔρημον, ἀλήτην ἀφῇ πλανᾶσθαι, προσαιτοῦντα καὶ ἐλαυνόμενον πανταχοῦ. Πρότερον δὲ οὐ τοιαῦτα τὰ ὑμέτερα, ἀλλὰ καὶ προφῆται παρ' ὑμῖν, καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν Βαβυλῶνι, καὶ ἐν ἐρήμῳ· Μωϋσῆς ἐν Αἰγύπτῳ, ἐν Βαβυλῶνι ∆ανιὴλ καὶ Ἰεζεκιὴλ, ἐν Αἰγύπτῳ πάλιν Ἱερεμίας· καὶ θαύματα ἐπὶ θαύμασι, καὶ λαμπρότερον τὸ ἔθνος ἐγίνετο, τῶν παρ' ὑμῖν αἰχμαλώτων βασιλέων ὑψηλοτέρων γενομένων. Ἀλλὰ νῦν πάντα ἐκεῖνα οἴχεται, καὶ ἡ τιμωρία χαλεπωτέρα τῶν προτέρων, οὐ μόνον τῷ μήκει τοῦ χρόνου, ἀλλὰ καὶ τῇ πολλῇ ἐγκαταλείψει. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ὅτε μείζονα ἡμαρτάνετε, τοσαύτης ἀπελαύετε προνοίας· ὅτε δὲ, ὥς φατε, καὶ ἐζηλώσατε ὑπὲρ τοῦ νόμου, χείρονα ἐπάθετε; Ἀπὸ γὰρ τούτου ἀδικίαν καταγινώσκετε τοῦ Θεοῦ, ὅτι ἁμαρτάνοντας μὲν ἐτίμα, κατορθοῦντας δὲ ἠτίμασεν. Εἰ γὰρ πλάνον ἀνείλετε, ὥς φατε, καὶ κατωρθώσατε· ἢ, εἰ δίκαιος ὁ Θεὸς, ὥσπερ οὖν καὶ δίκαιος, τιμᾷν ὑμᾶς ἔδει, οὐχὶ κολάζειν· εἰ δὲ κολάζει, εὔδηλον ὅτι τὰ νῦν ἁμαρτήματα ὑμῶν χαλεπώτερα. Εἰ δὲ οὔτε ἀσεβεῖτε νῦν, οὔτε τέκνα θύετε, ὡς πρὸ τούτου, ποῖον ἄλλο ἁμάρ τημά ἐστι δι' ὃ χαλεπώτερα ἐπάθετε; Ἢ εὔδηλον, ὅτι τὸ τοῦ σταυροῦ τόλμημα ὁ κολοφὼν τῶν κακῶν; Τοῦτο καὶ εἰδωλολατρείας, καὶ μοσχοποιίας, καὶ παιδοκτονίας μᾶλλον ὑμᾶς ἀπώλεσεν. Οὐ γάρ ἐστιν ἴσον, υἱὸν σφάξαι τὸν ἑαυτοῦ, καὶ ∆εσπότην τὸν ἑαυτοῦ σταυρῶσαι. ∆ιὰ τοῦτο, ὅτε μὲν τοὺς υἱοὺς ἔσφαττες, φιλανθρωπίας ἀπέλαυες· ὅτε δὲ τοῦ Θεοῦ τὸν Υἱὸν καὶ σὸν ∆εσπότην, ἀσύγγνωστα λοιπὸν κολάζῃ. Πόσα ἔτη ἀπὸ τῆς ἐξόδου τῆς κατ' Αἴγυπτον ἕως τῆς τοῦ Χριστοῦ παρουσίας; Οἶμαι χίλια πεντακόσια εἶναι καὶ πλείονα. Πῶς οὖν ἐν τούτοις ἅπασιν ἁμαρτάνοντας ὑμᾶς ἔφερε, νῦν δὲ ὑμᾶς ἔῤῥιψεν, ὅτε μάλιστα στεφανῶσαι ἔδει, κἂν πολλὰ ἡμαρτηκότες ἦτε; Τὸ γὰρ κατόρθωμα ὑμῶν πολὺ μέγιστον ἦν, εἴγε πλάνον ἐσφάξατε. Μετὰ δὲ τούτου καὶ σάββατα δοκεῖτε φυλάττειν νῦν, καὶ εἴδωλα οὐ προσκυνεῖτε, καὶ τὰ ἄλλα φιλονεικεῖτε διατηρεῖν. Ὅτε τοίνυν καὶ ὁ βίος ὑμῶν βελτίων, καὶ τὸ κατόρθωμα, ὥς φατε, τοσοῦτον, τότε τὰ ἔσχατα πάσχετε. Τί ταύτης τῆς μανίας γένοιτ' ἂν χεῖρον; τί τῆς ἀνοίας, ὅτι ὑπὲρ ὑμῶν αὐτῶν ἀπολογήσασθαι βουλόμενοι, εἰς τὸν Θεὸν βλασφημεῖτε; Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο; Τοῦτο γὰρ οὐχ ὁ Θεὸς, ἀλλ' οὐδὲ ἄνθρωπος ὅστις δήποτε νοῦν ἔχων ἀνάσχοιτο ἂν ποιῆσαι. Ἀλλὰ τί φασι πρὸς ταῦτα; Ἐῤῥίφημεν, ἵνα καὶ διδάσκαλοι γενώμεθα τῆς οἰκουμένης. Λῆρος ταῦτα, καὶ φλυαρίαι. Τοὺς γὰρ μέλλοντας εἶναι διδασκάλους πρότερον αὐτοὺς κατωρθωκέναι δεῖ, καὶ τότε πέμπεσθαι εἰς τοῦτο· οἷοι ἦσαν οἱ προφῆται, οἱ ἀπόστολοι. Ὅταν δὲ αὐτοὶ διεστραμμένοι ὦσι, καὶ πάσης γέμοντες κακίας, πῶς ἂν εἰς τὸ διδάσκειν ἐξηνέχθησαν; Ἴδωμεν τοίνυν οἶος αὐτῶν καὶ ὁ πρὸ τούτου βίος. Εὑρήσομεν γὰρ θηρίων ὄντας χαλεπωτέρους. Καὶ γὰρ πατραλοῖαι, καὶ παιδοκτόνοι, καὶ εἰδωλολάτραι, καὶ πλεονέκται γεγόνασι· καὶ τούτων εἰσὶν αἱ προφητεῖαι πλήρεις. Καὶ τὸ μὲν λάγνον ὑμῶν Ἱερεμίας δηλῶν, ἔλεγεν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζε. Τί ταύτης τῆς ἀκαθαρσίας χεῖρον; Οὐ γὰρ ὡς ἄνθρωποι συνεγίνοντο ταῖς ἀλλήλων γυναιξί· διὸ καὶ τὴν μανίαν αὐτῶν χρεμετισμὸν ἐκάλεσε. Καὶ οὐχὶ πορνείαν μόνον, ἀλλὰ καὶ μοιχείαν αὐτοῖς ἐγκαλεῖ, καὶ ταύτην ἀνέδην γινομένην, καθάπερ ἐπὶ τῶν ἀλόγων. Ἕτερος δὲ προφήτης φησιν· Εἰσῆλθον πρὸς τὴν γυναῖκα ποιοῦντες παραπετάσματα, υἱὸς καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην. ∆ιὰ τοῦτο οὖν διδασκάλους, εἰπέ μοι, ἔπεμψεν ὑμᾶς, ἵνα μάθωμεν πορνείας, καὶ μοιχείας, καὶ ὅτι δεῖ τὴν αὐτὴν εὐνὴν ἔχειν πατέρα καὶ υἱόν; Τί δὲ ὁ Ἰεζεκιήλ; Οὐδὲ κατὰ τὰ νόμιμα τῶν ἐθνῶν ἐποιήσατε, φησί. Τοὺς οὖν ἐθνῶν χείρους, τούτους ἔπεμψε διδασκάλους; εἰπέ μοι. Τὰς δὲ μιαιφονίας αὐτῶν τίς ἂν ἐνέγκοι; Υἱοὺς γὰρ καὶ θυγατέρας κατέσφαξαν τοῖς δαιμονίοις, καὶ κατέκαιον αὐτούς. ∆είκνυσι καὶ τοῦτο ὁ ∆αυῒδ λέγων· Καὶ ἔσφαξαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. ∆ιὰ ταῦτα οὖν ἀπέστειλεν, ἵνα μάθῃ τοῦτο τῶν ἀνθρώπων ἡ φύσις, ὅτι υἱοὺς δεῖ κατασφάττειν, καὶ θυγατέρας; Οὐκ αἰσχύνεσθε, οὐδὲ ἐγκαλύπτεσθε τοιαύτας ληρῳδίας συντιθέντες; Καὶ γὰρ ἕτερός φησιν· Αἵματα ἐφ' αἵματι μίσγουσι· καὶ ἀρὰ, καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Ἄλλος δὲ, ὅτι Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας Ἕτερος πάλιν· Οἱ ἄρχοντες ὑμῶν ὡς λύκοι τῆς Ἀραβίας. Ἄλλος πάλιν· Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.

εʹ. Ταῦτα οὖν ἐξήλθετε διδάσκοντες, ἀναισχυντίαν, ἄνοιαν, πορνείαν, μοιχείας, φόνους, πᾶσαν κακίας ὁδόν; Οὐ παύεσθε ἀναγκάζοντες ἡμᾶς τὰ κακὰ ὑμῶν ἐκπομπεύειν; Ὑμεῖς Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως· ὑμεῖς οἱ τυφλοὶ, καὶ εἰς βόθυνον ἀλλήλους ἐμβάλλοντες. Τυφλὸς γὰρ τυφλὸν, φησὶν, ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Οἱ καθ' ἑκάστην προφητῶν ἀπολαύοντες, καὶ μηδέποτε βελτίους γινόμενοι, ἑτέρων ἐμέλλετε διδάσκαλοι εἶναι; Οὐ παύεσθε τοιαῦτα ληροῦντες, καὶ ἐπιγνώσεσθε ὑμῶν τὴν κακίαν; Τοῦτο γὰρ ὑμᾶς ἀπώλεσεν ἀεὶ, τὸ μὴ βούλεσθαι εἰδέναι μηδὲ τῶν ἁμαρτημάτων ὑμῶν τὴν ὑπόθεσιν. ∆ιὰ δὴ τοῦτο, ὅπερ ποιοῦσιν οἱ δικασταὶ, κελεύοντες ἕπεσθαι τοῖς μαστιγουμένοις τοὺς ἐπιβοῶντας καὶ λέγοντας τῶν μαστίγων τὰς αἰτίας, μὴ κλέπται, μὴ ἅρπαγες· οὕτω δὴ καὶ ὁ Θεὸς πανταχοῦ πομπεύων ὑμᾶς, ἐκέλευσεν ὑμῖν ἕπεσθαι τοὺς προφήτας λέγοντας τὴν αἰτίαν τῆς τιμωρίας. Πανταχοῦ γὰρ τῆς οἰκουμένης ὑμῖν εἰσι συνδεδεμένοι, ἔτι δὲ νῦν ἐπιβοῶντες ὑμῖν. Κἂν εἰσέλθῃς εἰς τὰς συναγωγὰς, ἀκούσῃ αὐτῶν ταῦτα τὰ ῥήματα συνεχῶς λεγόντων. Καὶ ὁ μὲν ∆αυῒδ φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ λῃστρικὸν ὑπογράφων τοῦ Καϊάφα. ὅτι διὰ τοῦτο ἀπολώλατε. Εἰπὼν γὰρ, ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἐπήγαγε· Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ὁ δὲ Ἡσαΐας εἰπὼν, ὅτι Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἐπήγαγε· Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ ἀμπελῶνος διαλεγόμενος· Ἔμεινα, ἵνα ποιήσῃ δικαιοσύνην, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ποίαν δὲ κραυγήν; Σταύρωσον, σταύρωσον. Καὶ ἐπάγει· ∆ιὰ τοῦτο καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἐντελοῦμαι ταῖς νεφέλαις, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Οὐ διὰ τοῦτο τοίνυν διεσπάρητε, ἀλλὰ διὰ τὰ τολμηθέντα ἐν τῷ σταυρῷ· καὶ τοῦτο ἀπὸ τῶν προφητῶν δῆλον. Καὶ ἵνα μάθητε τοῦ Χριστοῦ τὴν δύναμιν, καὶ ἵνα διδαχθῆτε δι' ἑαυτῶν, ἅπερ οὐκ ἐπαιδεύθητε διὰ τῶν προφητῶν, ὅρα γοῦν καὶ τὰ πράγματα μαρτυροῦντα. Ὅπερ γὰρ ὁ νόμος ὑμᾶς ἐπαίδευσε, τοῦτο ἐκ περιουσίας ἡ τοῦ Χριστοῦ δύναμις ἐποίησεν. Ἕως μὲν γὰρ εἴχετε τὸν νόμον, καὶ ἐφονεύετε, καὶ ἐπαιδοκτονεῖτε, καὶ ἐμοιχεύετε· ἐπειδὴ δὲ ὁ τῆς δικαιοσύνης ἥλιος ἔλαμψε, καὶ τῶν ὑμετέρων πολλὰ ἠλαττώθη κακῶν, καὶ ἐπιεικέστερον μετήλθετε βίον, ζήλῳ τῷ πρὸς ἡμᾶς διορθωθέντες. ∆ιὰ τοῦτο ὑμᾶς διέσπειρεν, ἵνα εἰδῆτε ἡλίκην πολιτείαν ἐφύτευσεν ἐπὶ τῆς γῆς· καὶ τὸν ναὸν ἔλυσεν, ἀπάγων ὑμᾶς καὶ ἄκοντας τῆς κακίας. Καὶ ἔνθα ὁ ναὸς κατελύθη, ἐκεῖ καὶ ὁ Χριστὸς ἐτάφη, ἵνα διὰ τὸν ἐκείνου τάφον ἀπιόντες καὶ τὸ τρόπαιον ἴδωσι τῆς αὐτοῦ δυνάμεως, καὶ τὸν λόγον ἑστῶτα τὸν λέγοντα· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὧδε. Πανταχοῦ γὰρ αὐτοῦ τὰ τρόπαια, καὶ τὰ ὑπομνήματα τῆς δυνάμεως. Εἰ δὲ, ὥς φατε, ἀσεβὴς ἦν καὶ ἀντίθεος, εἰ καὶ μυρία ἡμαρτήκατε, οὐδὲ οὕτω κολασθῆναι ἔδει· εἰ δὲ καὶ ἔδει, οὐ τότε· ἵνα μή τις νομίσῃ, ὅτι ὑπὲρ ἐκείνου τίνετε δίκην. Ἢ οὐκ ἠκούσατε τοῦ Θεοῦ λέγοντος, ὅταν ἐν τῇ αἰχμαλωσίᾳ ἦτε, ὅτι Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ δι' ἐμὲ, ἵνα μὴ τὸ ὄνομά μου βεβηλωθῇ; Καίτοι τότε ἐπετέτατο ὑμῶν ἡ κακία. Ἀλλ' ὅμως, φησὶν, ἵνα μὴ νομίσωσιν οἱ βάρβαροι ἀσθενῆ με εἶναι, παρίημι τὰ ἁμαρτήματα ὑμῶν, καὶ σώζω ὑμᾶς. Εἶτα τότε μὲν παρανομοῦντας ἔσωσεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ· νυνὶ δὲ οὐκ ἂν τοῦτο ἐποίησεν; Εἰ γὰρ καὶ μυρία ἡμαρτήκατε, οὐδὲν τοιοῦτο ἔδει παθεῖν, εἴγε πλάνος ἦν ὁ Χριστὸς, ἵνα μή τις νομίσῃ δι' ἐκεῖνον ταῦτα πεπονθέναι, ἀλλὰ καὶ σωθῆναι ἐχρῆν· εἰ δὲ καὶ ἔδει, ὅπερ ἔφθην εἰπὼν, οὐ τότε. Νυνὶ δὲ ὁμοῦ ταῦτα γέγονεν. Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλθον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης· καὶ τὸ ἐν τοῖς Εὐαγγελίοις, τὸ, Οὐαὶ ταῖς θηλαζούσαις καὶ ἐν γαστρὶ ἐχούσαις, καὶ πάντα ἐκεῖνα ἐπὶ τῶν ἔργων ἐξῄει· καὶ τὸ, Τότε ἔσται θλίψις, οἵα οὐδέποτε γέγονεν, ἐπληροῦτο. Καὶ γὰρ γυναῖκες τέκνα ἤσθιον, καὶ γαστέρας ἀνεῤῥήγνυσαν νεκρῶν οἱ πολέμιοι, καὶ πῦρ πανταχοῦ βαρβαρικὸν διενέμετο, καὶ αἵματος πάντα ἦν μεστὰ, καὶ τραγῳδίαι καιναὶ, καὶ ἡ οἰκουμένη πᾶσα τῶν Ἰουδαϊκῶν κακῶν ἐμπέπληστο. Ταῦτ' οὖν ἐννοοῦντες, ἐπίγνωτε τὸν ὑμέτερον ∆εσπότην. Οὐχὶ προφήτας ἐσφάξατε; μὴ ἐπάθετέ τι τοιοῦτον; Οὐ θυσιαστήρια κατεσκάψατε; μὴ συνέβη τις ὑμῖν τοιαύτη συμφορά; Οὐχὶ μόσχον προσεκυνήσατε, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθητε, καὶ τὴν φύσιν ἠγνοήσατε; μὴ ἐλάβετε πεῖραν τοιούτων πολεμίων; Οὐκ ἐν μέσαις ταῖς εὐεργεσίαις ἀγνωμονοῦντες ἐσώζεσθε; Πόθεν οὖν ὑμῖν τὰ κακὰ ἀπέραντα; Ἆρ' οὐχὶ πρόδηλον, ὅτι ἐπειδὴ τὸ ἁμάρτημα εἰς τὸν ∆εσπότην ἐτολμήθη, οὐκ εἰς τοὺς δούλους; Ὅθεν ὑμῖν οὐδὲ λύσις ἐστὶ τῶν κατεχόντων ὑμᾶς κακῶν, οὐδὲ ἔσται. Εἰ γὰρ ἦν, προεῖπον ἂν οἱ προφῆται. Νυνὶ δὲ τὴν αἰχμαλωσίαν εἶπον, τὴν δὲ ἐπάνοδον οὐδαμοῦ, καίτοι συνεχῶς ταῖς κολάσεσι τὰ χρηστὰ ἀναμιγνύν τες, καὶ χρόνους ὁρίζοντες. Καὶ γὰρ ὁ Ἱερεμίας ἑβδομήκοντα ἔτη ὥρισε, καὶ ὁ ∆ανιὴλ ὁμοίως τρεῖς ἑβδομάδας καὶ ἥμισυ· καὶ ἐν Αἰγύπτῳ τετρακόσια τριάκοντα ἔτη ἐῤῥήθη ὅτι δουλεύσουσι. Περὶ δὲ τῆς αἰχμαλωσίας ταύτης οὐδαμοῦ κεῖται χρόνος, οὐδὲ πέρας, ἀλλ' ἀφεῖται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ καθ' ἑκάστην ἡμέραν ἐπὶ τὸ χεῖρον τὰ ὑμέτερα πρόεισι.

ʹ. Ταῦτα πάντα μετὰ ἀκριβείας ἀναλογιζόμενοι παρ' ἑαυτοῖς, καὶ τὸν λόγον ἐκ τούτων πλατύνοντες ∆ίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται, τὴν ἀναισχυντίαν αὐτῶν καὶ τὴν ἀγνωμοσύνην ἐλέγχειν δυνήσεσθε. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Ἄλλος, Ὁρῶ γὰρ τοὺς οὐρανούς. Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Ἄλλος, Ἡτοίμασας. Ἄλλος, Ἥδρασας. Εἰπὼν, ὅτι Κατέλυσας τοὺς ἐχθροὺς, καὶ τὴν ἀπόδειξιν παρέχει τῆς λαμπρᾶς ταύτης νίκης. Σὺ γὰρ, φησὶν, ὁ σταυρωθεὶς, ὁ ἀναιρεθεὶς, ἀνεφάνης τῆς οἰκουμένης δημιουργός. ∆ιὰ τοῦτό φησι· Ὄψομαι τοὺς οὐρανούς· δηλῶν, ὅτι ἔμπροσθεν οὐ πολλοὶ τοῦτο ᾔδεισαν, ὕστερον μέντοι πάντες εἴσονται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπῆλθεν ἅπαντα τῆς οἰκουμένης τὰ μέρη; Ὅτι τὰ καιριώτερα τῶν ὁρωμένων ἐπελθὼν, οὐδὲν ἔδει τῆς περὶ τῶν ἄλλων διδασκαλίας. Εἰς τοσοῦτον τοίνυν κατελύθησαν οἱ ἐχθροὶ, ὡς τὸν παρ' αὐτῶν ἐλαυνόμενον καὶ ἀναιρεθέντα ἀναφανῆναι τῶν ὁρωμένων ἁπάντων δημιουργόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Τῶν χειρῶν σου, ἀλλὰ, Τῶν δακτύλων σου; Τῆς ἐλαχίστης ἐνεργείας ἔργον δεικνὺς τὰ ὁρώμενα, καὶ τὸ παράδοξον τῆς δημιουργίας, ὅτι κρεμασθέντες οὐκ ἐκπίπτουσιν οἱ ἀστέρες· καίτοι γε οὐκ αὐτὴ τῶν θεμελίων ἡ φύσις, ἄνω κρεμᾶσθαι, ἀλλὰ κάτω κεῖσθαι πέφυκεν· ἀλλ' ὁ ἀριστοτέχνης δημιουργὸς καὶ παράδοξα ποιῶν, ἐν τοῖς φαινομένοις τὰ πλείονα ὑπὲρ φύσεως ἀκολουθίαν ἐποίησε. Καὶ διὰ τί μηδὲν περὶ ἀσωμάτων δυνάμεων διαλέγεται, καὶ ἐκεῖθεν δείκνυσιν αὐτοῦ τὴν δημιουργίαν; Ὅτι τέως τὸ σπουδαζόμενον τοῦτο ἦν, περὶ τῶν φαινομένων αὐτοὺς μαθεῖν. ∆ιὰ τοῦτο καὶ ὁ Πατὴρ αὐτοῦ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος, οὐ λέγει· Ἐγὼ τοὺς ἀγγέλους ἐποίησα, καὶ τὰ Χερουβίμ· ἀλλ', Ἐγὼ τὸν οὐρανὸν ἐξέτεινα· ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσε· καὶ πάντα ἀεὶ τὸν λόγον ἐν τοῖς φαινομένοις ἀναλίσκει, πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ἅπαντα πραγματευόμενος. Παχύτεροι γὰρ ὄντες, ἀπὸ τῶν φαινομένων μᾶλλον ἐνήγοντο, ἢ ἀπὸ τῶν ἀοράτων. ∆ιὰ τοῦτο καὶ Παῦλος εἰσιὼν ἀεὶ καὶ δημηγορῶν, ἀπὸ τῆς φαινομένης κτίσεως προοιμιάζεται λέγων· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ ἀπὸ τῶν ὄμβρων τῶν ἐτησίων, καὶ ἀπὸ τοῦ γένους τοῦ τῶν ἀνθρώπων ἀεὶ ποιεῖται τὸν λόγον. Ἂν γὰρ εἴπω ὅτι τὰ Χερουβὶμ ἐποίησε, διπλῆς μοι χρεία κατασκευῆς, ὅτι τε ἔστι Χερουβὶμ, καὶ ὅτι ἐποίησεν· ἐπὶ δὲ τῶν ὁρωμένων μόνον ὅτι ἐποίησεν ἀναγκάζομαι ἀποδεῖξαι. ∆ιὸ καὶ εὐκολώτερος ὁ λόγος· τὴν γὰρ ὄψιν ἔχει μαρτυρίαν τῶν λεγομένων. Καὶ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, τὴν χρῆσιν, καὶ τὴν θέσιν, καὶ τὴν εὐρυθμίαν ὁρᾷ ὁ ἀκροατής. Ὥστε ἕν μοι τὸ σπουδαζόμενον, δεῖξαι ὅτι ὁ Θεὸς αὐτὸ εἰργάσατο. Καὶ τίνος ἕνεκεν οὐχὶ τοῦ ἡλίου ἐμνήσθη, ἀλλὰ τῆς σελήνης καὶ τῶν ἀστέρων; Μάλιστα μὲν οὖν τοῦτο εἰπὼν, κἀκεῖνο ᾐνίξατο. Ἐπειδὴ γάρ τινες ἀποσχίζουσι τῆς δημιουργίας τοῦ Θεοῦ τὴν νύκτα, διὰ τῆς σελήνης αὐτὴν ἐνέφηνε, δεικνὺς ὅτι καὶ ταύτης δημιουργός ἐστιν. Οὐ μικρὰ δὲ καὶ ἡ τῶν ἀστέρων ποικιλία, καὶ ἡ τῶν σεληναίων δρόμων ἀπόδειξις. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν, Ἄλλος, Τί ὁ κατ' ἄνδρα, ὅτι μνημονεύεις αὐτοῦ; Ἄλλος ἀντὶ τοῦ, Ἐπισκέπτῃ αὐτὸν, Ἐπισκέψῃ αὐτὸν, φησίν. Εἰπὼν περὶ τῆς δημιουργίας, καὶ ἐκ μέρους τὴν πᾶσαν αἰνιξάμενος, ἐμβάλλει λοιπὸν εἰς τὸν περὶ τῆς προνοίας τῶν ἀνθρώπων λόγον. Κἀκεῖνα μὲν γὰρ τὰ εἰρημένα, διὰ τὸ γένος τὸ ἡμέτερον, ἀλλὰ καὶ τὰ τῆς κηδεμονίας, ἧς ἔχεται· ἡ γὰρ κτίσις ἅπασα διὰ τὸν ἄνθρωπον. Πλὴν ἀλλὰ καὶ ἕτερον εἶδος ἀνακινεῖ προνοίας, καὶ οὐχ ἁπλῶς εἰς τοῦτον ἐμβάλλει τὸν λόγον, ἀλλὰ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, ὑπὲρ τῆς οἰκουμένης εὐχαριστῶν, καὶ τὴν καθόλου λέγων εὐεργεσίαν, καὶ τῆς οἰκονομίας τῆς εἰς αὐτὸν γεγενημένης τὸ μέγεθος παριστῶν. Εἰ γὰρ πρὸ τούτου οὐδὲν ἦν, πολλῷ μᾶλλον ὅτε ὁ Χριστὸς παρεγένετο, μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἁμαρτήματα. Καὶ δείκνυσιν ὅτι οὐκ ἔξω φειδοῦς ἡ παρουσία τοῦ Χριστοῦ, ἀλλ' ἐκ πολλῆς φιλανθρωπίας. Καὶ γὰρ καθάπερ τις ἄριστος ἰατρὸς, τοὺς ὑγιαίνοντας ἀφεὶς, ἦλθε πρὸς ἡμᾶς τοὺς κάμνοντας. οὐδὲν ὄντας. Τοῦτο γοῦν παριστῶν, ἔλεγε· Τί ἐστιν ἄνθρωπος; ἀντὶ τοῦ, Οὐδέν ἐστιν, εὐτελές τί ἐστι. Πρὸς γὰρ τὴν τοσαύτην πρόνοιαν ἀφορῶν, καὶ τὴν τοσαύτην τοῦ Θεοῦ κηδεμονίαν, καὶ τὰς πραγματείας, ἃς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους, σφόδρα ἐκπλήττεται καὶ θαυμάζει, τί δήποτε τοσαύτης ἠξίωσεν αὐτὸν προνοίας. Ἐννόησον γὰρ, ὅτι δι' αὐτὸν τὰ ὁρώμενα πάντα. ∆ι' αὐτὸν τὰ ἀπὸ Ἀδὰμ ἕως τῆς παρουσίας αὐτοῦ οἰκονομηθέντα· δι' αὐτὸν παράδεισος, καὶ ἐντολαὶ, καὶ κολάσεις, καὶ θαύματα, καὶ τιμωρίαι, καὶ εὐεργεσίαι, μετὰ τὸν νόμον· δι' αὐτὸν ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο. Τί ἄν τις εἴποι τὰ μέλλοντα, ὧν ἀπολαύειν μέλλει; Ταῦτα τοίνυν ἅπαντα ἀναλογιζόμενος λέγει· Τί τοσοῦτόν ἐστιν ἄνθρωπος, ὅτι τοσούτων ἠξιώθη;

ζʹ. Ἂν γάρ τις ἐννοήσῃ πόσα δι' αὐτὸν γέγονε καὶ γίνεται, καὶ πόσων ἀπολαύσεται μετὰ ταῦτα, φρίκης ἐμπλησθήσεται πολλῆς, καὶ τότε ὄψεται καλῶς, πῶς τῷ Θεῷ τουτὶ περισπούδαστον τὸ ζῶον. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Ἕτερος, Βραχύ τι παρὰ Θεόν. Ἄλλος, Ὀλίγον παρὰ Θεόν. Ὁ δὲἙβραῖος, Οὐθασρηοῦ μὰτ μὴ ἐλωείμ. Ἐνταῦθα τῆς καταδίκης ἀνέμνησε, καὶ τῆς ἁμαρτίας τῆς παλαιᾶς, τὸν θάνατον εἰς μέσον ἀγαγών. Ἀλλὰ καὶ τοῦτον ὁ Μονογενὴς ἐλθὼν ἔλυσε. ∆όξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Ἄλλος, ∆όξῃ καὶ ἀξιώματι στέψεις αὐτόν. Ἔστι μὲν καὶ κατὰ ἱστορίαν, ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλαβεῖν. Λέγει γὰρ αὐτοῦ καὶ τὴν ἀρχὴν, ἣν ἐνεχειρίσθη γενόμενος· λέγει καὶ τὰ μετὰ ταῦτα ἀγαθὰ, ὧν μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ ἀπέλαυσε. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἤκουσεν· Ὁ τρόπος ὑμῶν καὶ ὁ φόβος ὑμῶν ἐπὶ πάντα τὰ θηρία τῆς γῆς. Καὶ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Μετὰ δὲ ταῦτα· Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀλλὰ ταῦτα ἀφεὶς, ἀπὸ τῶν ταπεινοτέρων ὑφαίνει τὸν λόγον, ἐκεῖνα συνιδεῖν καταλιμπάνων τοῖς ὀξύτερον δυναμένοις ὁρᾷν. Ἡ γὰρ δόξα ἡ μείζων καὶ ἡ τιμὴ, τὰ ἐπὶ τῆς Καινῆς ∆ιαθήκης γενόμενα, ὅταν κεφαλὴν ἔχῃ τὸν Χριστὸν, ὅταν εἰς τὸ σῶμα αὐτοῦ τελῇ, ὅταν ἀδελφὸς καὶ συγκληρονόμος γένηται καὶ σύμμορφος τοῦ σώματος αὐτοῦ, ὅταν μείζονα Μωϋσέως λαμβάνῃ δόξαν, ὥσπερ ὁ Παῦλος ἐδήλωσε, δεικνὺς ὅτι οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα, ἀλλὰ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμεθα. ∆ιὸ καὶ λέγει· Οὐ γὰρ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ταύτην οὖν φησιν ὁ Προφήτης τὴν δόξαν κατὰ ἀναγωγήν. Τί γὰρ ταύτης ἴσον, ὅταν συγχορεύωμεν ἀγγέλοις, ὅταν εἰς υἱοθεσίαν ἀγώμεθα, ὅταν μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ ἡμῶν φείδηται; Ποίας ἁλουργίδος, ποίου διαδήματος ταῦτα οὐ λαμπρότερα, ὅταν θανάτου καταγελῶμεν, ὅταν πρὸς τὴν τῶν ἀσωμάτων δυνάμεων ἀπάθειαν μεθορμιζώμεθα, οἱ ἠτιμωμένοι πρὸ τούτου, καὶ ἄδοξοι, καὶ βδελυροί; Ὁ Ἀδὰμ οὔτε κακόν τι, οὔτε ἀγαθὸν ἐργασάμενος, ἐτιμήθη εὐθέως γενόμενος. Πῶς γὰρ ἂν εἰργάσατο ὁ μὴ ὤν; Ἡμεῖς δὲ μυρία ἐργασάμενοι δεινὰ, πολλῷ πλείονος ἀπελαύσαμεν τιμῆς. Οὐκέτι, φησὶ, λέγω ὑμᾶς δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Οὐκέτι ἡμᾶς ἐπαισχύνονται ἄγγελοι, ἀλλὰ καὶ διακονοῦσι πρὸς τὴν ἡμετέραν σωτηρίαν. Καὶ γὰρ πρὸς Φίλιππον ἦλθεν ἄγγελος, καὶ πρὸς ἑτέρους πολλούς· καὶ εὐηγγελίζοντο ἀνθρώποις. Οὐκ ἐπὶ γῆς δὲ κληρονόμοι, ἀλλὰ κοινωνοὶ τῶν οὐρανίων ἀγαθῶν ἐσμεν, καὶ μέτοχοι τοῦ Χριστοῦ, καὶ εἰς κοινωνίαν καλούμεθα τοῦ Μονογενοῦς. Ταῦτα πάντα διὰ τῆς δόξης καὶ τῆς τιμῆς αἰνίττεται. ∆ιὸ καὶ ἔλεγε, ∆όξῃ καὶ τιμῇ στέψεις αὐτὸν, τὸ μέλλον προαναφωνῶν. Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Ἄλλος, Ἐξουσιάζειν ἐποίησας αὐτὸν τῶν ἔργων τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Ἄλλος, Τὰ ἄγρια. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ὥσπερ περὶ δημιουργίας διαλεγόμενος, οὐ τῶν ἄνω δυνάμεων ἅπτεται μόνον, ἀλλὰ καὶ ἐπὶ τὰ αἰσθητὰ κατάγει τὸν λόγον· οὕτω καὶ περὶ τιμῆς τῆς εἰς ἀνθρώπους γεγενημένης διδάσκων, αἰνιξάμενος ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ ἀσώματα, ἅπερ ἀπηρίθμησε, νῦν τοῖς αἰσθητοῖς ἐνδιατρίβει πλέον, ἅπερ σαφέστερα ἐκείνων ἦν τοῖς παχυτέροις. Τίνα δὲ ταῦτα ἦν; Ἡ ἀρχὴ ἡ ἐπίγειος αὐτῷ δοθεῖσα. Καὶ τὸ δὴ θαυμαστὸν, καὶ ὃ μάλιστα ᾐνίξατο, ὅτι τιμηθέντα αὐτὸν πρὸ τῆς παραβάσεως, οὐδὲ μετὰ τὴν ἁμαρτίαν ἐξέβαλε τῆς τιμῆς. Ἠλάττωσας γὰρ, φησὶν, αὐτὸν βραχύ τι παρ' ἀγγέλους, τουτέστι, Θανάτῳ κατεδίκασας ἁμαρτόντα· οὐ μὴν ἐπειδὴ θανάτῳ κατεδίκασας, ἐγύμνωσας αὐτὸν τῆς δωρεᾶς. ∆ιά τοι τοῦτο, ἐκεῖνο εἰπὼν, τότε τοῦτο τίθησι, δεικνὺς ἄφατον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ἐλαττωθέντα αὐτὸν διὰ τὴν οἰκείαν παράβασιν ἀφῆκεν ἐστεφανῶσθαι τῇ τιμῇ τῆς δόξης, καὶ τῆς ἀρχῆς οὐ παρέλυσεν. Εἰ δὲ μικρόν τι ὑφεῖλε, καὶ τοῦτο τῆς κηδεμονίας αὐτοῦ. Πρὸ μὲν γὰρ τῆς παρακοῆς, καὶ θηρίων ἐκράτει· μετὰ δὲ τὴν παρακοὴν ὀλίγον δὴ τῆς ἐξουσίας ταύτης ὑπετέμνετο. Κρατεῖ μὲν γὰρ αὐτῶν καὶ νῦν τέχναις τισὶ, μετὰ φόβου δὲ καὶ τρόμου. Οὔτε γὰρ πᾶσαν ἀφείλετο τὴν ἀρχὴν, οὔτε πᾶσαν εἴασεν, ἀλλ' ὅσα μὲν αὐτῷ πρὸς τροφὴν καὶ ἐργασίαν ἦν ἐπιτήδεια, εἴασεν ὑποκεῖσθαι· τὰ δὲ θηριωδέστερα οὐκέτι, ἵνα ὑπομιμνήσκηται ἐκ τῆς τούτων ἀγωνίας τῆς παλαιᾶς ἁμαρτίας τῆς τοῦ προπάτορος Ἀδάμ. Ὥστε καὶ ἀπὸ τοῦ μὴ σφόδρα ἡμῖν ὑποτάττεσθαι μέγα κέρδος ἐγίνετο. Τί γὰρ ὄφελος ἐκ τοῦ λέοντα ἔχειν ὑποχείριον καὶ χειροήθη; τί δὲ πλέον ἀπὸ τοῦ πάρδαλιν ἔχειν τιθασσόν; Οὐδὲν, ἀλλ' ἢ ἀλαζονεία μόνον καὶ ἀπόνοια. ∆ιὰ δὴ τοῦτο ταῦτα μὲν εἴασεν ἔξω μένειν τῆς ἀρχῆς, τὰ δὲ χρήσιμα ἡμῖν χειροήθη πεποίηκε, βοῦν ἀροῦντα, καὶ πρόβατον περιβάλλον τὴν τοῦ σώματος γύμνωσιν, καὶ κτήνη πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἐπιτήδεια, ὄρνιθας καὶ ἰχθύας, ὥστε καὶ τράπεζαν ἡμῖν εἶναι δαψιλεστέραν.

ηʹ. Καθάπερ γάρ τις υἱὸν ἀποκληρονόμον ποιῶν, οὐ πάντων ἐκβάλλει, ἀλλὰ μέρους τινὸς, ἵνα σωφρονίσῃ, οὕτω δὴ καὶ ὁ Θεός· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλ' ἀπεναντίας. Ὁ μὲν γὰρ ἄνθρωπος ἀποκληρονόμον ποιῶν, τοῦ πλείονος ἐκβάλλει μέρους, τὸ δὲ ἔλαττον ἀφίησιν· ὁ δὲ Θεὸς τὸ πλέον ἀφεὶς, ὀλίγου τινὸς ἐξέβαλε, καὶ τοῦτο πρὸς ὠφέλειαν, ἵνα μὴ πάντων εὐκόλως περιγίγνηται τῶν ἄλλων. Ἀλλὰ καὶ τοῦτο τῆς τοῦ Θεοῦ κηδεμονίας· τὴν γὰρ σοφίαν αὐτοῦ θήγων, καὶ τὸ φρόνημα καθαιρῶν, καὶ τὴν ἄκαιρον σχολὴν ἐκκόπτων ἐπειδὴ πάντα μετ' εὐκολίας ἔχων ἐξετραχηλίσθη, ἀνέμιξέ τινα καὶ δυσκολίαν τῇ χρήσει τοῦ βίου, καὶ οὔτε πάντα μετὰ καμάτου, οὔτε πάντα ἄνευ καμάτου καρποῦσθαι αὐτὸν εἴασεν· ἀλλὰ τὰ μὲν πρὸς χρείαν πόνου χωρὶς καὶ ἱδρώτων ἀφῆκεν αὐτὸν ἔχειν, τὰ δὲ πρὸς τρυφὴν μετὰ πόνου καὶ ἱδρῶτος, βουλόμενος καὶ ταύτην ἡμῖν ὑποτέμνεσθαι τὴν πολλὴν ἄδειαν. Εἰ δὲ λέγοι τις· Τί δὲ τῶν ἀγρίων ὄφελος ζώων; ἐροῦμεν· Πρῶτον μὲν ψυχῆς ταπεινοφροσύνην ἐργάζεται, καὶ ἐναγώνιον ποιεῖ τὸν ἄνθρωπον, καὶ τὸν σφόδρα ἀλαζόνα τῆς οἰκείας ἀναμιμνήσκει φύσεως, ὅταν τὸ ἄλογον αὐτῷ φοβερὸν ᾖ. Πολλὰ δὲ καὶ σώμασι κάμνουσιν ἐκ τούτων φάρμακα γίνεται. Ὁ δὲ ταῦτα ἐρωτῶν, τί δήποτε γέγονε τὰ ἄγρια θηρία. ἐρωτήσει καὶ τί ποτε φλέγμα καὶ χολὴ ἐν ἡμῖν; Καὶ γὰρ καὶ ταῦτα, ἂν παροξυνθῇ, θηρίου χαλεπώτερον ἔξεισι, καὶ τῷ σώματι παντὶ λυμαίνεται. Καὶ θυμὸς δὲ ἡμῖν ἔγκειται, καὶ ἐπιθυμία πάλιν· καὶ ταῦτα θηρίων χαλεπώτερον λυμαινόμενα μὴ κατείργοντας αὐτὰ καὶ χαλινοῦντας. Καὶ τί λέγω θυμὸν καὶ ὀργὴν, ὅπου γε καὶ ὀφθαλμὸς ὁ ἡμέτερος θηρίων χεῖρον περιέβαλε πάθεσιν, εἰς ἔρωτα πικρὸν περιπείρας; Ἀλλ' οὐ διὰ τοῦτο ἐροῦμεν· ∆ιὰ τί ταῦτα γέγονεν; Ἀλλὰ καὶ χάριν εἰσόμεθα πάντων ἕνεκεν τῷ ∆εσπότῃ. Ὅπερ γάρ ἐστιν ἱμὰς τῷ παιδὶ, τοῦτο θηρίον ἀνθρώποις. Εἰ γὰρ τοσούτοις συνεχόμενοι δεινοῖς εἰς τοσαύτην ἀπόνοιαν οἱ πλείους αἴρονται, ἂν καὶ τοῦτον περιέλῃς τὸν χαλινὸν, ἐννόησον ποῦ τὰ τῆς κακίας προβήσεται. ∆ιὰ τοῦτο καὶ τὸ σῶμα ἡμῖν οὕτω κατεσκεύασται, ἐπίνοσον, παθητὸν, ὑπὸ μυρίων πολιορκούμενον κακῶν· καὶ ἡ γῆ μετὰ πόνων τὰ αὑτῆς δίδωσι· καὶ ὁ βίος ἅπας ἱδρώτων γέμει. Ἐπειδὴ παιδευτήριον ὁ παρὼν βίος ἐστὶ, καὶ ἄνεσις καὶ σχολὴ τοὺς πλείονας τῶν ἀνθρώπων ἀπόλλυσι, διὰ τοῦτο καὶ ἀσχολίαν καὶ πόνον ἡμῖν ἀνέμιξεν, ἵνα ὥσπερ ὑπό τινων χαλινῶν τὸ ἐγηγερμένον τῆς διανοίας κολάζηται. Σὺ δὲ σκόπει καὶ τὰ νηχόμενα διὰ τοῦ βάθους τῶν ὑδάτων, καὶ τὰ εἰς ὕψος αἰρόμενα ὑπέταξέ σοι διὰ τῆς τέχνης ὁ ∆εσπότης. Καὶ τί δήποτε οὐ πάντα ἐπῆλθε τὰ ὁρώμενα, καὶ φυτὰ καὶ σπέρματα καὶ δένδρα; Ἀπὸ μέρους τὸ πᾶν ᾐνίξατο, καὶ τοῖς φιλομαθέσι τὸν περὶ τούτων ἀφῆκε λόγον. Καὶ πάλιν εἰς τὸ αὐτὸ καταλύει τέλος, ὅθεν καὶ ἤρξατο· Κύριε ὁ Κύριος ἡμῶν· καὶ πρὸ τῆς ἀποδείξεως, καὶ μετὰ τὴν ἀπόδειξιν τὰ αὐτὰ τιθεὶς ῥήματα. Μένωμεν τοίνυν διηνεκῶς καὶ ἡμεῖς τὰ αὐτὰ λέγοντες, θαυμάζοντες αὐτοῦ τὴν κηδεμονίαν, ἐκπληττόμενοι τὴν σοφίαν, τὴν φιλανθρωπίαν, τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. Καὶ ταῦτα μὲν ἡμῖν εἰς ἑρμηνείαν εἴρηται. Εἰ δὲ βούλεσθε, καὶ ἀγωνιστικώτερον τὸν λόγον μεταχειρίσωμεν, καὶ ἐρώμεθα Ἰουδαίους, ποῦ παιδία φωνὴν ᾖσε; ποῦ δὲ κατέλυσεν ἐχθρὸν ἡ τοιαύτη φωνή; πότε δὲ θαυμαστὸν γέγονεν αὐτοῦ τὸ ὄνομα; Ἀλλ' οὐκ ἂν ἔχοιεν ἕτερον καιρὸν εἰπεῖν, ἢ τοῦτον, ὃς ἡλίου φανότερον δείκνυσι τῆς ἀληθείας τὴν δύναμιν. ∆ιὰ τοῦτό φησιν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· καίτοι γε Μωϋσῆς ἤδη εἶπεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλὰ πρὸς μὲν Ἰουδαίους ἀρκεῖ καὶ ταῦτα, καὶ τὰ ἔμπροσθεν εἰρημένα· ἐπειδὴ δὲ οἱ χωρὶς περιτομῆς τὰ ἐκείνων μιμούμενοι καὶ ζηλοῦντες, οἱ Παύλου τοῦ Σαμοσατέως, ἐκ τότε φασὶν εἶναι τὸν Χριστὸν, ἐξ οὗ ἀπὸ Μαρίας προῆλθεν, ἐρώμεθα κἀκείνους, πῶς, εἰ ἐκ τότε ἦν ὁ Χριστὸς, τοὺς οὐρανοὺς ἐδημιούργησε; Τὸν γὰρ αὐτόν φησιν εἶναι ἐνταῦθα, τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσαντα αἶνον, καὶ τὸν ἐργασάμενον τοὺς οὐρανούς. Εἰ δὲ δημιουργὸς τῶν οὐρανῶν, πρότερος ἂν εἴη τῶν οὐρανῶν λοιπόν· καὶ οὐκ ἀπὸ Μαρίας ἔσχε τὴν ἀρχὴν, ἀλλὰ καὶ πρὸ τῆς Μαρίας ἦν. Καὶ σκόπει τοῦ Προφήτου τὴν σοφίαν. Οὐ γὰρ ἁπλῶς δημιουργὸν αὐτὸν εἰσάγει, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς εὐκολίας δημιουργοῦντα. ∆ιό φησιν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· οὐχ ὅτι δακτύλους ἔχει ὁ Θεὸς, ἀλλὰ τῆς ἐλαχίστης ἐνεργείας τὰ ὁρώμενα δεικνὺς, τοῖς συντρόφοις ἡμῖν ὀνόμασι τὰ ὑπὲρ ἡμᾶς διδάσκων. Ἐπεὶ καὶ ὅταν λέγῃ, Ὁ μετρῶν τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· οὐ δράκα καὶ σπιθαμὴν δηλῶν ταῦτα λέγει, ἀλλὰ τὸ ἀπέραντον τῆς τοῦ Θεοῦ δυνάμεως παραστῆσαι βουλόμενος. Πῶς οὖν τολμῶσί τινες ὑπουργὸν λέγειν τὸν Υἱόν; Ὁ γὰρ μηδὲ ὅλην αὐτοῦ τὴν ἐνέργειαν κινήσας, ὅτε τὸν οὐρανὸν ἔδει ποιῆσαι· τί λέγω ὅλην; ἀλλ' οὐδὲ τὴν ἐλαχίστην, ἀλλὰ τὸ μικρότατον· πῶς ἂν εἴη ὑπουργὸς οὗτος; πῶς ὑπουργὸς, εἰ Ἅπερ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Ποῦ γὰρ τὸ, Ὁμοίως, εἰ ὁ μὲν ὑπουργὸς, ὁ δὲ δημιουργός; πῶς δὲ αὐτοῦ τὰ ἔργα εἶναί φησι, ποτὲ μὲν λέγων, Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· ἐνταῦθα δὲ, ὅτι Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου; Οὐ γὰρ τῶν ὑπουργῶν, ἀλλὰ τῶν δημιουργῶν τὰ ἔργα· κἂν ὑπουργὸς ᾖ τις, οὐκ ἐκείνῳ λογίζεται τὸ ἔργον, ἀλλὰ τῷ δημιουργοῦντι. Ἄρα καὶ τὰ ἔμπροσθεν εἰρημένα τῷ Μωϋσεῖ, περὶ τοῦ Υἱοῦ εἴρηται, τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τὸ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Οὗτος γὰρ, ὁ καταρτίσας ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, αὐτὸς τὸν ἄνθρωπον ἐπεσκέψατο.

θʹ. Ἃ μὲν οὖν περὶ τοῦ Πατρὸς ὁ Μωϋσῆς λέγει, Παῦλος εἰς τὸν Υἱὸν ἐκλαμβάνει, πολλὴν τὴν ἰσότητα δεικνύς. Ὅταν οὖν ἀδιάφορον ᾖ τοῖς ἁγίοις τὰ περὶ τοῦ Πατρὸς λεγόμενα τῷ Υἱῷ λογίζεσθαι, καὶ τὰ περὶ τοῦ Υἱοῦ τῷ Πατρὶ Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, ποῦ ὅλως τὸ ὄνομα τοῦ ὑπουργοῦ κεῖται; Οὐδαμοῦ τοῦτο ἴδοι τις ἄν. Ναὶ, φησὶν, εἴρηται, ∆ι' αὐτοῦ. Τί οὖν, ὅτι καὶ περὶ τοῦ Πατρὸς τὸ αὐτὸ εἴρηται; Καὶ ἄκουσον πῶς. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Καὶ πάλιν· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. Καὶ πάλιν· Ὅτι δι' αὐτοῦ, καὶ ἐξ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Τίνος δὲ ἕνεκεν αὐτὸν ὑπουργόν φατε; Ἵνα τιμήσωμεν τὸν Πατέρα. Καὶ μὴν ὁ Υἱός φησιν· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ δὲ μὴ τιμῶν τὸν Υἱὸν, εὔδηλον ὅτι οὐδὲ τὸν Πατέρα. Τί οὖν, φησὶ, Πατέρα τὸν Υἱὸν ἐρῶ; Οὐχί. Οὐ γὰρ εἶπεν· Ἵνα Πατέρα με λέγητε· ἀλλὰ τί; Ἵνα Υἱὸν μένοντα ὡς τὸν Πατέρα τιμᾶτε. Ἂν δὲ Πατέρα εἴπῃς τὸν Υἱὸν, πάντα συνέχεας. Μενούσης τοίνυν ταύτης τῆς ἰδιότητος, τὰ τῆς τιμῆς κοινά ἐστι. ∆ιὰ γὰρ τοῦτο Υἱὸν εἶπε καὶ Πατέρα, ἵνα μὴ συγχέητε τὰς ὑποστάσεις. Εἰ δὲ μὴ ἦν ἡ αὐτὴ οὐσία, πῶς ἂν ἴσην τὴν τιμὴν ἀπῄτησε; Τίνος οὖν ἕνεκεν, φησὶ, πολλὰ ταπεινὰ φθέγγεται ὁ Χριστός; Καὶ ταπεινοφροσύνην παιδεύων, καὶ διὰ τὴν τῆς σαρκὸς περιβολὴν, καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀναισθησίαν, καὶ διὰ τὸ δεῖν κατὰ μικρὸν ἐνάγειν εἰς γνῶσιν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ τὸ ἀτελὲς τῶν ἀκουόντων· ἄλλως τε καὶ πρὸς τὴν ὑπόνοιαν πολλάκις τῶν ἀκροωμένων φθέγγεται. Τὰ γὰρ ὑψηλότερα, τῆς ἀξίας μόνης ἐστί· μᾶλλον δὲ, ὅπερ ἂν λέγῃς περὶ Θεοῦ, πολλῷ σφόδρα καταδεέστερον τῆς οὐσίας ἐκείνης, καὶ συγκαταβάσεώς ἐστι. Τί γὰρ βούλει εἰπεῖν; Μέγας ὁ Θεός; Ἀλλὰ τοῦτο μικρὸν περὶ Θεοῦ λεγόμενον· τὸ γὰρ μέγα, οἷον ἂν ᾖ μέγα, πεπερασμένον ἐστίν· ἀλλ' ἄπειρος ὁ Θεός. Καὶ τοῦτο μικρὸν, περὶ Θεοῦ λεγόμενον. Ὅτι μὲν γὰρ πέρας οὐκ ἔχει, οἶδα· ἀλλ' οὐδ' ὅ τι ἐστὶν, οὐδὲ ποῦ, ἐπίσταμαι. Κἂν σοφὸν εἴπῃς, κἂν ἀγαθὸν εἴπῃς, καὶ ταῦτα ἄπειρα, οὐδὲν περὶ τῆς οὐσίας ἐκείνης ἄξιον εἴρηκας, ἀλλὰ δεῖ θεοπρεπῆ τῷ ῥήματι προσεῖναι ἔννοιαν. Εἰ τοίνυν τὰ οὕτω μεγάλα τὴν ἀξίαν οὐ παρίστησι, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ταῦτα κολοβοῦν πειρώμενοι; Φεύγωμεν τοίνυν αὐτῶν τοὺς συλλόγους, καὶ μαθόντες τοῦ Μονογενοῦς τὴν προαιώνιον ὕπαρξιν, τὴν δημιουργικὴν δύναμιν, τὴν ἐξουσίαν τὴν αὐθεντικὴν, τὸ ἀπαράλλακτον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα, τῆς οἰκονομίας τὴν συγκατάβασιν, τῆς περὶ ἡμᾶς κηδεμονίας τὴν πολυειδῆ πρόνοιαν ταῦτα γὰρ ἅπαντα καὶ τούτων πλείονα ὁ θησαυρὸς ὁ ἐν τῷ ψαλμῷ κείμενος διδάσκει τοὺς μετὰ ἀκριβείας προσέχοντας, διατηρῶμεν τῶν δογμάτων τὴν ἀκρίβειαν, καὶ πολιτείαν ἀξίαν ἐπιδειξώμεθα, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ.

«Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλ μὸς τῷ ∆αυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ ∆αυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

αʹ. Μακρὸς οὗτος ὁ ψαλμός. Καὶ τοῦτο δὲ τῆς σοφίας τοῦ Πνεύματος. Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ' ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι διαναπαύων τὸν κάματον. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. ∆ιπλοῦν τὸ τῆς ἐξομολογήσεως εἶδός ἐστιν. Ἢ γὰρ τῶν οἰκείων ἁμαρτημάτων ἐστὶ κατάγνωσις, ἢ εὐχαριστία εἰς τὸν Θεόν. Ἐνταῦθα μέντοι τὴν εὐχαριστίαν δηλοῖ. Τί δέ ἐστιν, Ἐν ὅλῃ καρδίᾳ μου; Μετὰ προθυμίας ἁπάσης, μετὰ σπουδῆς, φησίν. Οὐχ ὑπὲρ εὐημερίας, ἀλλὰ καὶ ἐπὶ τοῖς ἐναντίοις. Τοῦτο γὰρ μάλιστα εὐχαρίστου, τοῦτο φιλοσόφου ψυχῆς, τὸ καὶ ἐν τοῖς λυπηροῖς εὐχαριστεῖν, τὸ ὑπὲρ ἁπάντων δοξάζειν, μὴ μόνον ὑπὲρ τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν τιμωριῶν. Τοῦτο γὰρ πλείονος μισθοῦ πρόξενον. Ἐπὶ μὲν γὰρ τῶν ἀγαθῶν εὐχαριστῶν, χρέος ἀποδέδωκας· ἐπὶ δὲ τῶν κακῶν, τὸν Θεὸν ὀφειλέτην κατέστησας. Ὁ μὲν γὰρ εὖ παθὼν, καὶ χάριν εἰδὼς, ἀπέδωκε τὴν ὀφειλήν. Ὁ δὲ κακῶς παθὼν, καὶ δοξάζων, ὄφλημα κατεσκεύασεν. Ἀντὶ τῆς εὐχαριστίας οὖν ταύτης πολλὰ ἕτερα ἀγαθὰ ἀποδίδωσιν ὁ Θεὸς καὶ τότε καὶ νῦν· ὥστε οὐδὲ αἴσθησιν ληψόμεθα τῶν δεινῶν. Οὐδεὶς γὰρ ὑπὲρ ὧν χάριν οἶδε τῷ Θεῷ, ὑπὲρ τούτων ἀλγεῖ· ὥστε καὶ ἕτερον καρπωσόμεθα κέρδος, τὸ διακρούεσθαι τὴν ἀθυμίαν. Ὅταν γὰρ ἀποστερηθῇς χρημάτων καὶ εὐχαριστήσῃς, οὐ τοσοῦτόν σε ἡ ζημία δύναται δάκνειν, ὅσον ἡ εὐχαριστία εὐφραίνει. Τοῦτο τῷ διαβόλῳ καιρία πληγή· τοῦτο ποιεῖ τὴν διάνοιαν φιλόσοφον· τοῦτο τὴν ἀληθινὴν περὶ τῶν παρόντων πραγμάτων ἐγκατασκευάζει κρίσιν. Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὐ τὴν οὖσαν ψῆφον ἔχουσι περὶ τῶν ἐνταῦθα· διὸ καὶ ἀθυμοῦσιν. Οὕτω καὶ οἱ μαινόμενοι φοβοῦνται τὰ οὐ φοβερὰ, καὶ τὰ οὐχ ὑφεστῶτα πολλάκις δεδοίκασι, καὶ τὰς σκιὰς φεύγουσι. Τούτοις ἐοίκασι καὶ οἱ χρημάτων ζημίαν δεδοικότες. Οὐ γὰρ τῆς φύσεως ὁ φόβος, ἀλλὰ τῆς προαιρέσεως. Εἰ γὰρ τὸ πρᾶγμα ἦν λυπηρὸν, πάντας ἔδει ἀλγεῖν τοὺς ἀπεστερημένους· εἰ δὲ μὴ πάντες ἀλγοῦμεν ἀποτυγχάνοντες, οὐκ ἔτι τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς ἀτελοῦς διανοίας. Καθάπερ γὰρ ἐν σκότῳ πολλάκις καὶ σχοινίον τις ἔδεισεν, ὄφιν νομίσας, καὶ πάντα ὑποπτεύει, καὶ τοὺς φίλους πολεμίους ἡγεῖται· οὕτω καὶ οἱ ἀλογίᾳ κατεχόμενοι, ὥσπερ τινὶ σκότῳ βαθεῖ ἁλόντες, οὐκ ἐπιγινώσκουσι τῶν πραγμάτων τὴν φύσιν, ἀλλ' ἐγκυλινδοῦνται τῷ βορβόρῳ, καὶ τὸν χόρτον οὐχ ἡγοῦνται χόρτον εἶναι· καὶ τῆς φιλαργυρίας ἐμπεπλησμένοι, οὐκ αἰσθάνονται τῆς δυσωδίας· ἂν δὲ ἀποστῶσι, τότε εἴσονται. Καὶ καθάπερ οἱ γυναικὸς ἀμόρφου ἐρῶντες, ὅταν παύσωσι τὸ νόσημα, τότε ἐπίστανται τὸ εἰδεχθές· οὕτω καὶ οἱ τῆς φιλαργυρίας ἐρασταί. Καὶ πῶς δυνήσομαι, φησὶ, παῦσαι τὸν ἔρωτα; Πάλιν τῷ αὐτῷ ὑποδείγματι χρήσομαι. Ὥσπερ ὁ τῆς ἀμόρφου γυναικὸς ἐρῶν, ἐὰν μὲν διηνεκῶς συγγίνηται αὐτῇ, ἀνάπτει τὴν κάμινον, ἐὰν δὲ μικρὸν ἑαυτὸν ἀποστήσῃ, κατὰ μικρὸν ὑποῤῥέει τὸ πάθος· οὕτω καὶ σὺ μικρὸν ἀπόστηθι, ὀλίγον ἔνδος, καὶ τὸ μικρὸν ἔσται πολὺ διάστημα. Μόνον ἄρξαι τοῦ κατορθώματος. Ἔχεις οἰκίαν περιττήν; Ἀπόδου, καὶ δὸς τοῖς δεομένοις, μὴ ἐκεῖνο λογιζόμενος, ὅτι ἀλλοτριοῖς σου αὐτὴν, ἀλλ' ὅτι μᾶλλον οἰκειοῖς. Μὴ τὸ ἀνάλωμα, ἀλλὰ τὴν πρόσοδον σκόπει· μὴ ὅτι ἀποστερῇ αὐτῆς ἐνταῦθα, ἀλλ' ὅτι κύριος αὐτῆς ἐκεῖ γίνῃ. Οὕτω καὶ διηγεῖσθαι τὰ θαυμάσια τοῦ Θεοῦ δυνήσῃ διὰ παντός. Τοῦτο γὰρ ἐξ ἀρχῆς ὁ ψαλμὸς λέγει. Ὡς ὅγε φιλοχρήματος οὐ σφόδρα τούτῳ ἐνδιατρίβειν δύναται· διὰ παντὸς γὰρ τόκους μεριμνᾷ, συναλλάγματα, συγγραφὰς, ὤνια, διαθήκας, τιμὰς ἀγρῶν, τιμὰς οἴκων, κέρδη, καπηλείας, καὶ διηγούμενος καὶ φροντίζων οὐ παύεται. Ὅπου δὲ ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Ταῦτα φθέγγεται, ταῦτα μεριμνᾷ· καὶ καθάπερ οἱ οἰκέται τὰ τῶν δεσποτῶν μεριμνῶσιν, οὕτω καὶ οὗτος τὰ τοῦ ∆εσπότου μεριμνᾷ· τί ἐπέταξε; τί ἤνυσται; τί οὐδέπω ἤνυσται, μέλλει δέ; ∆ιὰ δὴ τοῦτο παραινῶ, τῆς πολιορκίας ἐκείνης ἀπαλλαγέντα τούτοις ἐνδιατρίβειν τοῖς διηγήμασι, τὰ καθ' ἑκάστην ἡμέραν γινόμενα θαυμάσια τοῦ Θεοῦ διηγούμενον, τὰ ἰδίᾳ καὶ τὰ κοινῇ, τὰ εἰς πάντας καὶ τὰ εἰς ἕνα ἕκαστον. Γέμει γὰρ τὰ ἐν τῷ βίῳ τούτων τῶν διηγημάτων· καὶ ὅθεν ἂν ἄρξῃ, λαμπρότερον ὄψει τὸ προοίμιον ἀναβρύον, ἄν τε ἀπὸ τοῦ οὐρανοῦ, ἄν τε ἀπὸ τῆς γῆς, ἄν τε ἀπὸ τοῦ ἀέρος, ἄν τε ἀπὸ τῶν ἀλόγων, ἂν ἀπὸ σπερμάτων, ἂν ἀπὸ φυτῶν· ἂν τὰς παλαιὰς θέλῃς διηγήσασθαι δωρεὰς, ἂν τὰς πρὸ τοῦ νόμου, ἂν τὰς ἐν τῷ νόμῳ, ἂν τὰ ἐν τῇ χάριτι, ἂν τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἂν τὰ ἐν αὐτῷ τῷ θανάτῳ, μυρία εὕρῃς πελάγη ταῦτα διηγημάτων. Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας, τοσαῦτα ἔχοντας διηγεῖσθαι, δι' ὧν καὶ ἡδονὴ καὶ κέρδος καὶ ὠφέλεια τῆς ψυχῆς ἐγγίνεται, τῷ βορβόρῳ τὸν λογισμὸν ἀναφύρειν, περὶ πλεονεξίας καὶ ἁρπαγῆς διηγούμενον;

βʹ. Καὶ εἰ βούλει, τὰ ἄνω ἀφέντες, περὶ τῆς γῆς διαλεχθῶμεν, τοῦ μεγέθους αὐτῆς, τῆς θέσεως, τῆς χρήσεως, τῆς φύσεως, τῶν ὠδίνων τῶν διηνεκῶν, τῶν γεννημάτων τῶν ἐξ αὐτῆς τῶν ποικίλων καὶ διαφόρων, τῶν σπερμάτων, τῶν βοτανῶν, τῶν φυτῶν, τῶν ἀνθέων, τῶν λειμώνων, τῶν παραδείσων. Ἀπὸ τούτων πάλιν τέμωμεν τῷ λόγῳ ἑκάστου δένδρου τὸ σχῆμα, τὴν θέσιν, τὸ ὕψος, τὴν εὐωδίαν, τὸν καρπὸν, τὸν καιρὸν, τὴν διακονίαν, τὰ ἄλλα πάντα ἀναλογιζόμενοι, αὐτῆς τῆς γῆς τὴν κάρπιμον, τὴν ἄκαρπον· οὐδὲν γὰρ αὐτῆς ἄχρηστον. Καὶ γὰρ ἡ μὲν σίδηρον, ἡ δὲ χαλκὸν, ἡ δὲ χρυσίον, ἡ δὲ ἄργυρον ἤνεγκεν· ἡ δὲ ἀρώματα, ἡ δὲ φάρμακα καὶ ποικίλα καὶ παντοδαπά. Τί ἄν τις εἴποι τῶν ὑδάτων τὴν χρείαν, τῶν ποτίμων, τῶν ἁλμυρῶν, τῶν ὀρῶν τὴν χρῆσιν, τῶν ποικίλων μαρμάρων τὰ μέταλλα, τὰς πηγὰς τὰς ἐν αὐτοῖς, τὰ δένδρα τὰ πρὸς ὀρόφους ἐπιτήδεια καὶ οἰκοδομήν; Ταῦτα πάντα τῆς ἐρήμου καρπός· αὕτη καὶ ζῶα καὶ θηρία πάντα τρέφει. Τί ἄν τις εἴποι τὰς λίμνας, τὰς πηγὰς, τοὺς ποταμούς; Καθάπερ γὰρ αἱ τεκοῦσαι γυναῖκες, πηγὴν γάλακτος προχέουσαι, τοῖς ἐκγόνοις παρέχουσι τροφήν· οὕτω δὴ καὶ ἡ γῆ, κήποις καὶ παραδείσοις ὥσπερ μαστοὺς ἐκτείνουσα τοὺς ποταμοὺς καὶ τὰς πηγὰς, πολλὴν παρέχει τὴν ἀρδείαν. Ἀλλ' ἐπὶ μὲν τῶν γυναικῶν, τὸ παιδίον δεῖ πρὸς τὴν θηλὴν ἐλθεῖν· ἐνταῦθα δὲ αὐτὴ τοὺς μαστοὺς ἐκτείνει πανταχοῦ ἀπὸ ὑψηλοῦ καταφέρουσα. Ἔχει καὶ ἑτέραν χρῆσιν ἡ ἔρημος. Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν. Τί ἄν τις εἴποι τοὺς ὄρνιθας τοὺς ᾠδικοὺς, τῶν ἁλωσίμων ζώων τὴν διαγωγήν; Ἔχει καὶ ἑτέραν χρείαν ἡ ἔρημος. Πολλάκις γὰρ ἀντὶ τειχῶν ταῖς χώραις γέγονε, πρὸς ὕψος ἔχουσα ἀνατεταμένα ὄρη, καὶ φάραγγας, καὶ κρημνούς. Τί ἄν τις εἴποι τὰς βοτάνας τὰς ἐν αὐταῖς τικτομένας, σώμασι κάμνουσι πολλὴν εἰσφερούσας τὴν λειτουργίαν; Εἰ δὲ ἐρήμων καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία· εἰ πρὸς τὴν ἀρόσιμον ἔλθοις, καὶ τὰ ὕπτια πεδία, ἐννόησον πόσας ὄψει τὰς πηγὰς τῶν διηγημάτων. Καθάπερ γὰρ ἐν τῷ σώματι τῷ ἡμετέρῳ τὰ μέν ἐστιν ὀστᾶ, τὰ δὲ νεῦρα, τὰ δὲ σάρκες· οὕτω καὶ ἐν τῇ γῇ, τὰ μὲν ὄρη, τὰ δὲ φάραγγες, τὰ δὲ λιπαρὰ χωρία· πάντα δὲ ταῦτα χρήσιμα. Τί λέγω τὴν γῆν, τοσοῦτον στοιχεῖον; Ἑνὸς δένδρου μόνου εἰ βουληθείης εἰπεῖν τὸ σχῆμα, τὴν χρείαν, τὸν καρπὸν, τὰ φύλλα, τὸν καιρὸν, τὰ ἄλλα πάντα, πολὺ ὄψει τὸ διήγημα· εἰ τῶν ὀρῶν τὴν θέσιν, εἰ τὰ ἄλλα ἅπαντα, εἰ τὸν ἄνθρωπον αὐτὸν ἐπέλθοις τῷ λόγῳ, καὶ τὴν διάπλασιν αὐτοῦ τοῦ σώματος, μυρία πάλιν κἀνταῦθα πελάγη εὕροις διηγημάτων. Τούτοις τοίνυν ἐνδιατρίβωμεν, ἐντεῦθεν ἡμῖν ἔσται ἡδονὴ μεγίστη, ἐντεῦθεν κέρδος, ἐντεῦθεν φιλοσοφία ἄφατος. ∆ιὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί. Ἄλλος, Καὶ γαυριάσω. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Ἄλλος, Ἄσω τὸ ὄνομά σου. Οὐ μικρὸν τοῦτο φιλοσοφίας εἶδος, τὸ εὐφραίνεσθαι ἐπὶ τῷ Θεῷ. Ὁ γὰρ ἐπὶ τῷ Θεῷ εὐφραινόμενος, ὡς χρὴ, πᾶσαν ἐκβάλλει βιωτικὴν ἡδονήν. Τί δέ ἐστιν, Εὐφρανθήσομαι ἐν σοί; Τοιοῦτον, φησὶν, ἔχων ∆εσπότην, τοῦτό μοι ἡδονὴ, τοῦτό μοι ἀγαλλίασις. Εἴ τις οἶδε ταύτην τὴν ἡδονὴν ὡς εἰδέναι χρὴ, ἑτέρας ἡδονῆς οὐκ αἰσθάνεται. Τοῦτο γὰρ ἡδονὴ κυρίως· ὡς τάγε ἄλλα πάντα, ὀνόματα μόνον ἐστὶν ἡδονῆς, πράγματος ἔρημα. Αὕτη τὸν ἄνθρωπον μετάρσιον ἐργάζεται· αὕτη τοῦ σώματος ἀπαλλάττει τὴν ψυχήν· αὕτη πρὸς οὐρανὸν πτεροῖ· αὕτη τῶν βιωτικῶν ὑψηλότερον ποιεῖ· αὕτη κακίας ἀπαλλάττει· καὶ μάλα εἰκότως. Εἰ γὰρ οἱ σώματα λαμπρὰ φιλοῦντες, οὐδὲν ἐπαισθάνονται τῶν ἐν τῷ βίῳ, ἀλλ' ἑνὸς μόνου εἰσὶ, τῆς ἐρωμένης ὄψεως· ὁ Θεὸν φιλῶν, καθὼς φιλεῖν δεῖ, τίνος αἰσθήσεται λοιπὸν ἢ χρηστοῦ τῶν ἐν τῷ βίῳ τούτῳ, ἢ λυπηροῦ; Οὐδενός· ἀλλ' ἔσται πάντων ἀνώτερος, ἀθάνατα τρυφῶν, ἐπεὶ καὶ ὁ φιλούμενος τοιοῦτος. Οἱ μὲν γὰρ τὰ ἄλλα φιλοῦντες, ταχέως καὶ ἄκοντες εἰς λήθην μεταβάλλονται, ἀπολλυμένων τῶν φιλουμένων καὶ μαραινομένων· οὗτος δὲ ὁ ἔρως ἄπειρος, ἀτελεύτητος, καὶ τὴν ἡδονὴν μείζονα ἔχων, καὶ τὸ κέρδος πλέον· καὶ τούτῳ πάλιν ψυχαγωγῶν τὸν φιλοῦντα, τῷ μηδέποτε καταλύεσθαι. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Τοῦτο μάλιστα φιλοῦντος ἔθος. Καὶ γὰρ οἱ ἐρῶντες εἰς τοὺς φιλουμένους ᾄσματα ᾄδουσι· κἂν μὴ ὁρῶσιν ἐκείνους, διὰ τῆς ᾠδῆς ἑαυτοὺς παραμυθοῦνται. Οὕτω δὴ καὶ ὁ Προφήτης ποιεῖ· ἐπεὶ τὸν Θεὸν ἰδεῖν οὐ δυνατὸν, ᾄσματα ποιεῖ εἰς αὐτὸν, διὰ τῶν ᾠδῶν αὐτῷ συγγινόμενος, καὶ τὸν πόθον ἀνάπτων, καὶ αὐτὸν δοκῶν ὁρᾷν· μᾶλλον δὲ διὰ τοῦ ᾄδειν καὶ ὑμνεῖν εἰς πόθον ἀνάπτει πολλούς. Ὥσπερ γὰρ οἱ φιλοῦντες ἐγκώμια τῶν φιλουμένων λέγουσι, καὶ τὰ ὀνόματα αὐτῶν περιφέρουσιν· οὕτω δὴ καὶ οὗτος, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.

γʹ. Ὅρα πῶς ἑαυτὸν τῆς γῆς διήρτησε, καὶ πρὸς ἐκείνην ἀνεκρέμασεν ὅλην ἑαυτοῦ τὴν οὐσίαν, ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ. ∆ιὰ τοῦτο συνεχῶς αὐτοῦ τὸ ὄνομα περιστρέφει· καὶ γὰρ καὶ τοῦτο τοῦ φιλοῦντος ἔθος. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι, καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Ἄλλος, Ἀνατραπέντων τῶν ἐχθρῶν μου ὀπίσω, προσκοψάντων καὶ ἀπολομένων ἐκ προσώπου σου. Καὶ τοῦτο μάλιστα φιλοῦντός ἐστι, τὸ τὰς εὐεργεσίας λέγειν διὰ παντὸς, καὶ ἐγκαλλωπίζεσθαι ταύταις· ἀπό τε γὰρ φίλτρου τοῦτο γίνεται, καὶ αὐτὸ πάλιν ἀνάπτει τὸ φίλτρον. Οὐκ ἂν δέ τις ἁμάρτοι εἰπὼν καὶ νοητοὺς ἐχθροὺς ἐνταῦθα αὐτὸν λέγειν. Ἀποστρέφονται γὰρ καὶ οὗτοι, ὅταν ψυχὴν γενναίαν εὕρωσι. Καθάπερ γὰρ εἰς ἀσπίδα ἐμπεσὸν δόρυ, μαλακὴν μὲν οὖσαν διατέμνει, σκληρὰν δὲ καὶ ἀντίτυπον οὐδὲν ἐργάζεται, ἀλλὰ τῆς αἰχμῆς ἀνακαμφθείσης ἐκπίπτει· οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνει. Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ βάθος· ἐὰν δὲ σκληρὰν καὶ ἰσχυροτέραν, αὐτός τε ἄπρακτος ἄπεισι, καὶ εἰς ταύτην οὐδὲν εἰργάσατο δεινόν· καὶ δύο γίνεται κέρδη, μᾶλλον δὲ καὶ τρία· αὐτήν τε γὰρ οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ ἰσχυροτέραν ἐποίησεν, αὐτός τε ἀσθενέστερος ἐντεῦθεν γέγονε. Σκόπει δὲ πῶς ἀνακηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀσθενήσουσι, φησὶ, καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Πάλιν πρόσωπον ἀκούων, μηδὲν σωματικὸν ὑποπτεύσῃς. Ἐνταῦθα γὰρ τὴν ἐνέργειαν, τὴν ἐπιφάνειαν αὐτοῦ δηλοῖ, τὴν εὐκολίαν αὐτοῦ τῆς ἰσχύος. Ὡς ἀλλαχοῦ φησιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτό φησιν. Ἀρκεῖ γὰρ μόνη ἡ ἐποπτεία ἀπολέσαι τοὺς πονηρούς. Εἰ γὰρ ἁγίων παρουσία ἀσθενῆ δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον Θεοῦ. Εἰ ἡ ἀστραπὴ αὐτοῦ φαινομένη καταπλήττει πάντας, ἐννόησον τὴν δύναμιν τὴν ἀνώλεθρον ἐκείνην, πῶς καταπλήττει, πῶς ἀπόλλυσι τοὺς πονηρούς. Εἶδες ὕμνων εἶδος; εἶδες δοξολογίας τρόπον, καὶ πῶς περὶ τῆς δυνάμεως αὐτοῦ διηγεῖται; Οὐ μικρὸν κἀντεῦθεν παιδεύει φιλοσοφίας δόγμα, τῷ εἰπεῖν, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ μόνον ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ ἐν ταῖς ἀνέσεσιν ἔνηφε. Πολλοὶ μὲν γὰρ ὑπὸ τῶν κακῶν ταπεινούμενοι, σπουδαιότεροι γίνονται· ὑπὸ δὲ τῶν ἀγαθῶν, ῥᾳθυμότεροι καὶ χαυνότεροι· ὃ περὶ τῶν Ἰουδαίων προϊὼν λέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ἀλλ' οὐχ οὗτος τοιοῦτος· ἀλλὰ καὶ ἐν εὐημερίαις νήφει, καὶ διεγήγερται. Οὐ μικρὸν εἰς φιλοσοφίαν δὲ τοῦτο. Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἄλλος, Ὑπερεδίκασάς μου. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Ἄλλος, Ἀπώλεσας. Τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅρα πάλιν τὴν φιλοσοφίαν τοῦ ἀνδρὸς, πῶς οὐκ αὐτὸς ἀμύνεται τοὺς ἐχθροὺς, ἀλλὰ τῷ Θεῷ παραχωρεῖ τῆς δίκης, τὸ ἀποστολικὸν τηρῶν παράγγελμα· Μὴ ἑαυτοὺς ἐκδικοῦντες. Οὐ τοῦτο δὲ μόνον ἔστιν ἰδεῖν, ἀλλ' ὅτι καὶ ἀδίκως ταῦτα ἔπασχεν. Εἰ μὴ γὰρ ἀδίκως ἔπασχεν, οὐκ ἂν ὁ Θεὸς ἐπεξῆλθεν. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἀνθρωπινώτερον φθέγγεται, θρόνον καὶ καθέδραν λέγων. Τὸ δὲ, Ὁ κρίνων δικαιοσύνην, τὸ σύνηθες τοῦ Θεοῦ, καὶ ἐξαίρετον αὐτοῦ τῆς οὐσίας φησίν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων τοῦτο οὐκ ἔστιν εἰπεῖν. Οὐ γὰρ πάντως κρίνουσι δικαιοσύνην, κἂν μυριάκις ὦσι δίκαιοι, ποτὲ μὲν ἀγνοίᾳ, ποτὲ δὲ ῥᾳθυμίᾳ ἀγνοοῦντες τὸ δίκαιον· ὁ δὲ Θεὸς τούτων ἁπάντων ἀπηλλαγμένος, καὶ εἰδὼς καὶ βουλόμενος δικαίαν ἐκφέρει τὴν ψῆφον. Τὸ οὖν, Ἐκάθισας ἐπὶ θρόνου, ἐδίκασάς ἐστιν, ἐπεξῆλθες, ἤμυνας. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Ὁρᾷς πῶς οὐχ ὅπλων αὐτῷ δεῖ, οὐ μαχαίρας, οὐ τόξων καὶ βελῶν, ἀλλ' ἀνθρωπινώτερον ἐκεῖνα εἴρηται· ἀρκεῖ γὰρ ἐπιτιμῆσαι τῷ Θεῷ, καὶ ἀπολέσθαι τοὺς κολάζεσθαι μέλλοντας. Ἵνα δὲ μάθῃς αὐτοῦ τὴν ἰσχὺν, ἄκουε καὶ τῶν ἑξῆς· Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Προῤῥίζους ἀπώλεσας, ἀνέσπασας, οὕτως ἠφάνισας, ὡς καὶ τὴν μνήμην αὐτῶν παραπολέσθαι. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Ἄλλος, Τὰ ἐρείπια. Ὁ δὲ Ἑβραῖος, Ἀρβώθ. Καὶ πόλεις καθεῖλες. Τί ἐστι τοῦτο; Ὅτι τὰς μηχανὰς αὐτοῦ καὶ τὰς βουλὰς ἀναλώσας, φησὶν, ἔρημον αὐτὸν τῶν οἰκείων ὅπλων ἐποίησας. Τοιοῦτον γὰρ ἡ ὀργὴ τοῦ Θεοῦ· πάντα ἀφανίζει καὶ ἀπόλλυσιν. Ἢ ὅπερ ἕτερος ἑρμηνευτὴς διδάσκει, Ἔρημα, εἰπών· ὅτι οὐ τὰς πόλεις αὐτῶν μόνον, ἀλλὰ καὶ τὰς ἐρήμους ἠφάνισας, καὶ πόλεις καθεῖλες. Οὕτω γὰρ ὁ δίκαιος ἐπολέμει, οὕτω κατέβαλλε τοὺς ἐναντίους, οὐχ ὅπλοις καὶ δόρασι κεχρημένος, ἀλλὰ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἔχων. ∆ιὰ τοῦτο καὶ ὁ πόλεμος αὐτῷ λαμπρὸς καὶ περιφανὴς, καὶ κατὰ κράτος ἡ νίκη. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου. Ἄλλος, Σὺν αὐτοῖς. Ὁ δὲ Ἑβραῖος, Ἔμ. Τί ἐστι, Μετ' ἤχου;Ἢ τὴν πανωλεθρίαν φησὶν, ἢ τὸ διωλύγιον τῶν κακῶν. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας, τὸ μὴ λανθανόντως ταῦτα ποιεῖν, ἵνα ταῖς ἑτέρων συμφοραῖς καὶ ἕτεροι γένωνται βελτίους. Τὸ περιφανὲς οὖν δηλοῖ τῆς ἀπωλείας.

δʹ. Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. Ἄλλος, Καθεδεῖται. Τὸ γὰρ καθῆσθαι πολλαχοῦ ἐπὶ τοῦ μονίμου τῆς οὐσίας κεῖται· ὡς καὶ Ἱερεμίας δηλοῖ λέγων, Σὺ καθήμενος εἰς τὸν αἰῶνα. Καὶ ὁ Ἑβραῖος ἐνταῦθα Ἰησήβ φησι. Συνεχῶς τοῦτο λέγει ὁ προφήτης ἐπὶ τῆς ἀπωλείας τῶν ἀνθρώπων, δεικνὺς αὐτοῦ τὸ ἀτελεύτητον τῆς οὐσίας, καὶ ὅτι τὸ μὲν τῶν ἀνθρώπων γένος ἐπίκηρον. Ἡ δὲ ἐκείνου οὐσία καὶ ἡ μεγαλωσύνη ἀτελεύτητος. Τοῦτο δὲ ποιεῖ τὸν φόβον ἐπαρτῶν, ἵνα ἑκατέρωθεν ὦσιν αὐτὸν τρέμοντες, καὶ διὰ τὸ μέγεθος αὐτοῦ τῆς δόξης, καὶ διὰ τὸ ἀτελὲς τῆς οἰκείας οὐσίας, καὶ ὡς ἀεὶ μένοντα, καὶ ὡς ἀεὶ μεθ' ὑπερβολῆς κολάζοντα. Εἰ δὲ χρή τι καὶ κατὰ ἀναγωγὴν εἰπεῖν, οὐ παραιτητέον. Τὰ μὲν γὰρ ἔστι καὶ θεωρῆσαι· τὰ δὲ οὕτω δεῖ νοεῖν, ὡς εἴρηται μόνον· ὡς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· τὰ δὲ ἀπεναντίας ταῖς λέξεσιν· ὡς τὸ, Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων, ὁμιλείτω σοι. Καὶ πάλιν· Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοί. Ἡ πηγή σου τοῦ ὕδατός σοι ἔστω μόνῳ. Τοῦτο γὰρ, ἂν τὸ κείμενον νοήσῃς, καὶ μὴ φύγῃς μὲν τὸ ῥῆμα, διώκῃς δὲ τὸ νόημα, καὶ πολλῆς ἀπανθρωπίας ἐστὶ, τὸ μηδὲ ὕδατός τινι μεταδοῦναι· ἀλλ' ἐνταῦθα περὶ γυναικὸς ὁ λόγος, ὥστε αὐτῆς ἀπολαύειν μετὰ σωφροσύνης, πηγὴν καλῶν αὐτὴν, καὶ ἔλαφον, διὰ τὸ καθαρὸν τῆς τοῦ γάμου συνουσίας. Καὶ ἐνταῦθα μὲν οὕτως· ἀλλα χοῦ δὲ δεῖ καὶ τὸ κείμενον δέχεσθαι, καὶ τὸ ἐξ αὐτοῦ δηλούμενον· ὡς ἔχει τὸ, Καθὼς τὸν ὄφιν ὕψωσε Μωϋσῆς. Καὶ γὰρ τοῦτο δεῖ πιστεύειν ὅτι ἐγένετο ἐγένετο γὰρ, καὶ τὸ ἐξ αὐτοῦ, εἰς τύπον τοῦ Χριστοῦ. Οὕτω καὶ ἐνταῦθα οὐκ ἄν τις ἁμάρτοι εἰς τὰ Ἰουδαϊκὰ ἐκλαμβάνων τὰ εἰρημένα. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου. Ἥ τε γὰρ συμφορὰ αὐτῶν τῶν τὸν Χριστὸν σταυρωσάντων πανταχοῦ τῆς οἰκουμένης κατάδηλος, αἵ τε πόλεις αὐτῶν καθῃρέθησαν, τοῦ τε διαβόλου ἐξέλιπε τὰ μηχανήματα, τῆς τοῦ Χριστοῦ κηδεμονίας τὰ πάντα καταλαβούσης. Ἀλλὰ ταῦτα τοῖς φιλομαθέσι καταλιπόντες ἁρμόζειν, τῶν προκειμένων ἐχώμεθα. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Ἄλλος, Ἥδρασεν εἰς κρίσιν. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εἶδες πῶς κατὰ μικρὸν ἀνάγει τὸν λόγον; Ἐπειδὴ γὰρ θρόνου ἐμνημόνευσε, δείκνυσι τοῦ θρόνου τὴν φύσιν, οὐκ ἀπὸ ξύλων συγκειμένην, οὐδέ τινος ὕλης, ἀλλ' ἀπὸ δικαιοσύνης. Ἐν γὰρ τῇ δικαιοσύνῃ, φησὶν, ἵδρυται. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα προαναφωνεῖ. Ἡ μὲν γὰρ καθόλου κρίσις ἐκεῖ τεταμίευται· ἡ δὲ ἐκ μέρους καὶ ἐνταῦθα· πολλὰ γὰρ καὶ νῦν ἐργάζεται, ὥστε μὴ τοὺς ἀναισθήτους ἀπρονόητα εἶναι νομίζειν τὰ ὄντα. Εἰ δὲ μὴ πάντες ἐνταῦθα τοὺς στεφάνους ἀπολαμβάνουσι, μὴ θαυμάσῃς. Ἡτοίμασε γὰρ ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην· τὸ δὲ παρὸν, στάδιον, καὶ ἀγὼν, καὶ παλαίσματα. ∆ιὰ δὴ τοῦτο οὐ πάντες τὰ κατ' ἀξίαν ἀπολαμβάνουσιν, ἀλλὰ τοῖς τε κατορθοῦσιν ἐκεῖ τεταμίευται τὰ δῶρα, τοῖς τε καταπίπτουσιν αἱ κολάσεις· ἐνταῦθα δὲ ἀνοχὴ καὶ μακροθυμία ὥστε διὰ μετανοίας ἀπονίψασθαι τὰ ἡμαρτημένα· ἀλλ' οὐκ ἐκεῖ τοῦτο. Ἐπεὶ καὶ ἀνδροφόνος, ἕως μὲν ἂν ᾖ ἐν ταῖς ὁδοῖς, κύριός ἐστι μεταβαλέσθαι, καὶ ἀπαλλαγῆναι κολάσεως· ἐπειδὰν δὲ ὑπὸ τὴν ψῆφον ἔλθοι τοῦ δικαστοῦ, ξίφος λοιπὸν, καὶ δήμιος, καὶ βάραθρα. Οὕτω καὶ ἐνταῦθα. Ἕως μὲν ἂν ἐν τῷ βίῳ τούτῳ ὦμεν τῷ παρόντι, δυνατὸν διαφυγεῖν τὴν τιμωρίαν μεταβαλομένους· ἐκεῖ δὲ ἀπελθόντες, ἀνήνυτα οἰμώξομεν· Ἡτοίμασε γὰρ ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Εἰ δέ τις καὶ τὸ, Ἡτοίμασεν, οὕτως ἐκλάβοι, ὡς εἴρηται, οὐχ ἁμαρτήσεται· πάντα γὰρ παρεσκευασμένα, καὶ τὰ τῶν κολάσεων, καὶ τὰ τῶν στεφάνων, καὶ τὰ τῆς ψήφου. Οὐκ ἔστι μέλλησις, οὐδὲ χρόνος, οὐδὲ βραδύτης παρὰ τῷ Θεῷ, ὅταν οἱ ζῶντες οὐ μὴ φθάνωσι τοὺς κοιμηθέντας, ὥσπερ ὁ Παῦλος λέγει, ὅτι Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Ὅρα σοφίαν Προφήτου, πῶς λέγει τὰ παρόντα, πῶς τὰ μέλλοντα. Τὰ παρόντα· Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὰ μέλλοντα· Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Τοῦτο δὲ ποιεῖ, ἵνα οἱ ἐκείνοις ἀπιστοῦντες ἀπὸ τῶν παρόντων λάβωσι τὴν ἀπόδειξιν. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. Ἄλλος, Τῷ ἐπιτρίπτῳ. Ἄλλος, Τῷ τεθλασμένῳ. Συνεχῶς ἑαυτὸν καὶ πένητα καὶ πτωχὸν καλεῖ, καίτοι γε ἐν βασιλείοις ὤν. Οὕτω καὶ ἀλλαχοῦ· Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις ἔοικεν ἔξωθεν προσκειμένοις. Ὅτι γὰρ ἀρετὴ οἰκεῖον, δῆλον ἐντεῦθεν. Ὅπου ἐὰν ἀπέλθωμεν, ταύτην περιφέρομεν· ἐκεῖνα δὲ οὐκ ἔτι. Οὐκοῦν τοῦτο ἡμῖν οἰκειότερον, τὰ δὲ ἄλλα πόῤῥωθεν. Ὥσπερ οὖν οἰκεῖον λέγομεν τὸν πλησίον ἡμῖν ὄντα· οὕτω δὴ καὶ ταύτην τῶν χρημάτων οἰκειοτέραν καλοῦμεν, ἐπειδὴ πλησίον ἡμῖν ἀεί.

εʹ. Θέα δέ μοι αὐτοῦ καὶ τὴν εὐγνωμοσύνην, καὶ τὴν φιλόσοφον ψυχήν. Καὶ γὰρ ἵππους ἔχων, καὶ στρατόπεδα, καὶ μυρία ὅσα, πάντα ἐκεῖνα ἀφεὶς, τὴν ἄνωθεν ἐπισπᾶται ῥοπὴν, καὶ αὐτῷ τὴν σωτηρίαν ἀνατίθησιν. Οὐ γὰρ εἶπεν, Ἐγένετό μοι στρατόπεδα καταφυγή σου, οὐδὲ χρήματα, οὐδὲ τείχη· ἀλλ', Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. Αὐτός με, φησὶν, ἐν ἀσφαλείᾳ κατέστησεν· οὐδὲν γὰρ ταύτης ἴσον τῆς καταφυγῆς, καὶ εἰς εὐκολίας καὶ ἀσφαλείας λόγον. Τὰς μὲν γὰρ ἄλλας καταφυγὰς καὶ ἐπιβουλεύεσθαι ἔνι, καὶ ταχέως εὑρεῖν οὐκ ἔνι καὶ ἐξ ἑτοίμου, ἀλλὰ καὶ χρόνῳ καὶ τόπῳ καὶ μυρίαις κωλύονται περιστάσεσι· ταύτην δὲ πλησίον οὖσαν εὑρίσκεις, μόνον ἐὰν μετὰ ἀκριβείας ἐπιζητήσῃς. Ἔτι γὰρ λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ, Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Οὐ τοίνυν δεῖ δρόμου ἡμῖν, οὐδὲ ἀποδημίας, ἀλλὰ καὶ οἴκοι καθημένους ταύτην ἐπισπᾶσθαι τὴν καταφυγὴν ἔνι. Καὶ ποτὲ μὲν ἐξαιρεῖ τῶν κινδύνων· ποτὲ δὲ καὶ αὐτοὺς ποιεῖ λαμπροτέρους καὶ τῶν ἐχθρῶν δυνατωτέρους, καὶ ἀμφότερα ἐν καιρῷ τῷ προσήκοντι. Ὅταν γὰρ μετριάζωσιν οἱ ἀπολαύοντες, ἀμφότερα δίδωσιν. Εἰ δὲ μὴ σφόδρα τοῦτο ἔχοιεν τὸ κατόρθωμα, μέχρι τοῦ ἑνὸς ἵσταται, ὥστε μὴ τῇ προσθήκῃ τοῦ δευτέρου εἰς ἀπόνοιαν αὐτοὺς ἐλθεῖν. Ἵνα δὲ μάθῃς ὅτι πολλάκις τοῦτο εἰς ἀπόνοιαν αἴρει, ὁ Ἐζεκίας ἐντεῦθεν ἐπήρθη· ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ' ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε· Βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι. Τί ἐστιν, Ἐν εὐκαιρίαις; Εἰς καιρὸν, φησὶν, ἐπικαίρως. ∆ιπλῆν λέγει τὴν εὐκαιρίαν, ὅτι καὶ βοηθεῖ, καὶ ὅτι εἰς καιρόν. Εὐκαιρίαν γὰρ ἐνταῦθα τὴν θλίψιν λέγει. Τί δήποτε; Ὅτι φιλοσοφίας μήτηρ ἐστὶ, καὶ τοῦ θανάτου ἐξελεῖται τὸν ἄνθρωπον, καὶ τοῦ Θεοῦ μάλιστα ἐπισπᾶται τὴν ῥοπήν. Τότε ῥᾳθυμία ἀνῄρηται, καὶ διάχυσις· τότε σπουδαιότεροι περὶ τὰς ἱκετηρίας γινόμεθα. Καὶ καθάπερ ὁ χειμὼν ἐπιτήδειος καιρὸς πρὸς γεωργίαν ἐστὶ τῆς γῆς· οὕτως ἡ θλίψις πρὸς ἐπιμέλειαν τῆς ψυχῆς. Ἀεὶ μὲν γὰρ δεόμεθα αὐτοῦ τῆς βοηθείας, καὶ ἐν εὐημερίαις ὄντες· τότε δὲ μάλιστα, ὅταν ἐν θλίψεσιν ὦμεν. Βοηθός. Ἐνταῦθα καὶ ἕτερόν τι ᾐνίξατο· ὅτι δεῖ καὶ ἡμᾶς ἐνεργοὺς εἶναι. Ὁ γὰρ βοηθῶν τῷ ἐργαζομένῳ βοηθεῖ. Οὐ τοί νυν ἡμᾶς ἀναπεπτωκέναι δεῖ, ἀλλὰ καὶ ἱκετηρίαν εἰσφέρειν, καὶ ἐλεημοσύνας, καὶ τὰ παρ' ἑαυτῶν ἅπαντα. Ἐπεὶ καὶ σύμμαχοι τοῖς πολεμοῦσι βοηθοῦσιν, οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ἀργοῦσιν. Εἰ τοίνυν βούλει τῆς τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε τὰ παρὰ σεαυτοῦ προδῷς. Οὕτω καὶ ὁ Ἰὼβ ἐβοηθεῖτο, ἑστὼς καὶ παγκρατιάζων. Οὕτω καὶ οἱ ἀπόστολοι, ἐνεργοὶ ὄντες. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου. Ἄλλος, Καὶ πεποιθήσουσιν. Συνεχῶς τοῦτο ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων τὸν λόγον, κοινὸς διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προτιθεὶς τῆς φιλοσοφίας. Καλῶς εἶπεν, Ἐλπισάτωσαν οἱ γινώσκοντες τὸ ὄνομά σου. Οἱ γὰρ εἰδότες σε, φησὶ, καὶ τὴν ἀντίληψίν σου, καὶ τὴν συμμαχίαν, ἱκανὴν ἄγκυραν ἔχουσι τὴν ἐλπίδα τὴν ἐπὶ σὲ, ἱκανὴν συμμαχίαν, καὶ πύργον ἀῤῥαγῆ, οὐ τὴν λύσιν μόνον ἐπαγγελλόμενον τῶν δεινῶν, ἀλλ' οὐδὲ παροῦσι τοῖς δεινοῖς θορυβεῖσθαι συγχωροῦντα. Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται τὴν ἀπαλλαγὴν τῶν δεινῶν, ἀλλ' οὐδ' ἐν αὐτοῖς τοῖς δεινοῖς θορυβεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης βοηθούμενος. Οὕτω γοῦν καὶ οἱ τρεῖς παῖδες οὐ μόνον ἀπηλλάττοντο τῆς καμίνου, ἀλλ' οὐδὲ ἐν τῇ καμίνῳ διατρίβοντες ἐθορυβοῦντο. Ἤδεισαν γὰρ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν. ∆ιά τοι τοῦτο καὶ ἕτερός φησι· Καὶ πεποιθήσουσι, ἀντὶ τοῦ, θαῤῥήσουσι. Πολλῷ γὰρ μείζων τῆς ἀρχῆς τῆς ἀπὸ τῶν θορύβων ἡ ἀσφάλεια ἡ ἀπὸ τῆς ἐλπίδος τῆς εἰς τὸν Θεόν. Τὰ μὲν γὰρ ἀνθρώπινα, ἡ δὲ θεία καὶ ἄμαχος. Ἐπειδὴ εἶπεν, ὅτι ἐγένετο βοηθὸς, ὅτι ἐγένετο καταφυγὴ, δείκνυσι καὶ πῶς γίνεται. Πῶς οὖν γίνεται; Ὅταν μένωμεν διηνεκῶς εἰς αὐτὸν ἐλπίζοντες. Εἰ δὲ μὴ εὐθέως λύει τὰ δεινὰ, καὶ τοῦτο ὑπὲρ τῆς σῆς γίνεται δοκιμῆς. Ὥσπερ γὰρ δυνάμενος μὴ ἀφεῖναι ἐπελθεῖν, ἀφίησιν, ἵνα στεῤῥότερον ἐργάζηται· οὕτω καὶ δυνάμενος ἐκ προοιμίων λῦσαι, μέλλει καὶ ἀναβάλλεται πάλιν, ἐπιτείνων σου τὴν εὐτονίαν, καὶ τὴν ἐλπίδα γυμνάζων, καὶ τὴν πρὸς αὐτὸν διάθεσιν σπουδαιοτέραν ποιῶν, καὶ οὔτε ἀεὶ θλίβεσθαι συγχωρεῖ, ἵνα μὴ ἀποκάμωμεν, οὔτε ἀεὶ ἀνίεσθαι, ἵνα μὴ ἀναπέσωμεν. Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ἄλλος, Οὐ γὰρ ἐγκατέλιπες. Οὕτω καὶ ἕτερός φησιν, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατέλιπεν αὐτόν; Καὶ πῶς ζητεῖται ὁ Θεὸς, φησὶν, ὁ πανταχοῦ ὤν; Σπουδῇ καὶ προθυμίᾳ, καὶ ἀπαλλαγῇ τῶν βιωτικῶν ἁπάντων. Πολλὰ γὰρ πρὸ ὀφθαλμῶν καὶ ἐν χερσὶν ἔχοντες οὐκ ἴσμεν, ἀλλὰ περιερχόμεθα ζητοῦντες πολλάκις ἃ κατέχομεν, ὅταν πρὸς ἕτερον ἡ διάνοια τετραμμένη ᾖ.

ʹ. Πῶς οὖν ἔστι ζητεῖν τὸν Θεόν; Ὅταν ἐκεῖ τὴν διάνοιαν συντείνωμεν, ὅταν τῶν βιωτικῶν ἀπαλλαγῶμεν. Καὶ γὰρ ὁ ζητῶν, πάντα ἐκβαλὼν τῆς ψυχῆς, πρὸς ἐκεῖνο τὸ ζητούμενον ἔρχεται. Καὶ οὐχ ἁπλῶς ζητεῖν χρὴ, ἀλλὰ καὶ ἐκζητεῖν. Ὁ ἐκζητῶν οὐκ αὐτὸς ζητεῖ μόνον, ἀλλὰ καὶ ἑτέρους λαμβάνει βοηθοὺς, ὥστε εὑρεῖν τὸ ζητούμενον. Ἀλλ' ἐπὶ μὲν τῶν βιωτικῶν πολλάκις ζητήσαντες, οὐχ εὕρομεν· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ ἀνάγκη πᾶσα τὸν ζητοῦντα εὑρεῖν. Ἂν γὰρ ἐξέλθωμεν μόνον ἐπὶ τὸ ζητῆσαι, οὐκ ἀφίησιν ἡμᾶς πολλὰ κόπτεσθαι ὁ Θεός· διὰ τοῦτο λέγει· Πᾶς ὁ ζητῶν εὑρίσκει. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Ἄλλος, Τῷ καθημένῳ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ἄλλος φησὶν, Ἐν τοῖς λαοῖς τὰ μηχανήματα αὐτοῦ. Τί λέγεις; Οὗ ὁ οὐρανὸς θρόνος καὶ ἡ γῆ ὑποπόδιον, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, οὗτος ἐν Σιὼν οἰκεῖ; Ναί· οἴκησιν γὰρ ἐνταῦθα οὐ τὸ περικλείεσθαι λέγει ἀπέραντος γὰρ αὐτοῦ ἡ μεγαλωσύνη, ἀλλὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν τόπον, καὶ τὸ οἰκείως ἔχειν πρὸς αὐτὸν, διὰ τὸ τοὺς Ἰουδαίους διὰ τῆς συγκαταβάσεως ταύτης πρὸς αὐτὸν ἐπισπᾶσθαι· ἐπεὶ καὶ οἰκία διὰ τοῦτο λέγεται ἐφ' ἡμῶν, διὰ τὸ οἰκείως ἡμᾶς ἔχειν πρὸς αὐτήν. Καὶ ἐν ἡμῖν δὲ οἰκεῖν λέγεται, οὐ περιεχόμενος ὑφ' ἡμῶν, ἀλλ' οἰκείως πρὸς ἡμᾶς ἔχων. Σιὼν δὲ κατὰ ἀναγωγὴν ἡ Ἐκκλησία λέγεται. Προσεληλύθατε γὰρ ὄρει Σιὼν, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Καὶ εἰκότως ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον, καὶ πάγιον, καὶ ἄσειστον. Καθάπερ γὰρ ὄρος σαλεῦσαι οὐ δυνατὸν, οὕτως οὐδὲ τοῦ Θεοῦ τὴν Ἐκκλησίαν. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Κήρυκας εἶναι βούλεται τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ μηδέποτε αὐτοῦ κατακρύπτειν τὰς εὐεργεσίας. Καὶ τοῦτο πανταχοῦ ζητεῖ, διά τε τοὺς λέγοντας, διά τε τοὺς ἀκούοντας. Καὶ γὰρ καὶ τούτοις κέρδος, κἀκείνοις, ἐὰν προσέχωσιν. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Εἶδες τὰ ἐπιτηδεύματα ποῖα λέγει; Τὰς εὐεργεσίας. Ἐνταῦθα καὶ μέγα τι αἰνίττεται δόγμα· ὅτι οὐκ ἔστι φόνος ἀτιμωρητὶ τολμώμενος, ἀλλ' ἐκδικεῖται πάντως· ὃ καὶ ἐν τῇ Γενέσει Μωϋσῆς δείκνυσι, λέγων· Τὸ αἷμα ὑμῶν ἐκζητήσω. Τοῦτο τῆς ἀπείρου προνοίας δεῖγμα, τῆς ἐκτεταμένης αὐτοῦ κηδεμονίας. Εἰ δὲ μὴ κατὰ πόδας ἐκζητεῖ, μὴ θαυμάζῃς· δίδωσι γὰρ τοῖς ἁμαρτάνουσι μετανοίας ἀφορμήν. Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. Ὅρα πάλιν τοὺς πένητας εὐδοκιμοῦντας. Οὐχ ἁπλῶς δὲ λέγει τοὺς πένητας, ἀλλ' ἐκείνους τοὺς πτωχοὺς τῷ πνεύματι, καθὼς ὁ Χριστός φησιν. Οὗτοι γὰρ μάλιστα ἀκούονται εὐχόμενοι, οἱ ταπεινοὶ τῇ καρδίᾳ, καὶ συντετριμμένοι. ∆ύο δὲ ἐνταῦθα τίθησι, καὶ εὐχὴν, καὶ ταπεινοφροσύνην. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ πανταχοῦ ὄχημα εὐχῆς εὑρίσκεται ταπεινοφροσύνη. Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ. Ὥστε φλεγμονῆς δεῖ μάλιστα ἀπηλλάχθαι τὸν εὐχόμενον, ὃ καὶ Παῦλος ζητεῖ, λέγων· Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καλῶς εἶπε, Τῆς κραυγῆς τῶν πενήτων, κραυγὴν λέγων τὴν διάθεσιν τῆς διανοίας, οὐ τὸν τόνον τῆς φωνῆς· τῷ δὲ εἰπεῖν, Οὐκ ἐπελάθετο, ἐδήλωσεν ὅτι συνεχῶς ἐκά λουν ἐκεῖνοι, καὶ οὐκ ἐκ προοιμίων ἐτύγχανον. Τί τοίνυν ἐστὶν ὃ λέγει; Μὴ νομίσητε ὅτι ἐπελάθετο ὁ Θεὸς, καὶ διὰ τοῦτο οὐκ ἐπεξῆλθε· καὶ γὰρ αὐτοῦ ἴδιον τὸ τὰ τοιαῦτα ζητεῖν, καὶ μηδενὸς παρακαλοῦντος· ὅταν δὲ παρακαλῶσι, καὶ ταπεινοὶ οἱ παρακαλοῦντες ὦσι, πολλῷ πλέον. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἄλλος, Τὰς ὑμνήσεις σου. Ἄλλος, Τοὺς ἐπαίνους σου. Ὅρα αὐτὸν διηνεκῶς τῇ εὐχῇ προσηλωμένον. Καὶ γὰρ ἀπαλλαγεὶς τῶν δεινῶν, καὶ ἐν ἀσφαλείᾳ γενόμενος, οὐκ ἀφίσταται τοῦ πάλιν εὔχεσθαι, λέγων, Ἐλέησόν με, καὶ ὑπὲρ τῶν μελλόντων αὐτὸν παρακαλῶν. Ἀεὶ μὲν γὰρ δεόμεθα τῆς τοῦ Θεοῦ προνοίας, μάλιστα δὲ ἐν τῇ τῶν κακῶν ἀπαλλαγῇ. Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας· καὶ σφοδρότερον τότε ὁ διάβολος πνεῖ. Ὥστε μάλιστα μετὰ τὸ ἀπαλλαγῆναι τῶν κακῶν, δεόμεθα τῆς ῥοπῆς ἐκείνης, ἵνα εὐκόλως τὰς εὐημερίας ἐνέγκωμεν. Ἐπεὶ καὶ Ἰουδαῖοι τῶν Αἰγυπτίων ἀπαλλαγέντες, ἐν χαλεπῷ ἦσαν πολέμῳ, τῇ ἀπονοίᾳ καὶ τῇ ῥᾳθυμίᾳ. Τότε γοῦν μάλιστα καὶ ἀπέθανον, μὴ δυνηθέντες στρατηγῆσαι καλῶς. Ἐπειδὴ γὰρ οὔτε πρὸς λαιμαργίαν, οὔτε πρὸς μικροψυχίαν ἔστησαν γενναίως, ἀλλὰ τῶν Αἰγυπτίων τὰ πάθη ἐζήλωσαν, ταῦτα αὐτοὺς ἀπώλεσε. Καὶ ὁ ∆αυῒδ ἐπὶ τοῦ Σαοὺλ ἀπαλλαγεὶς τῶν δεινῶν καὶ τῶν ἄλλων πολεμίων, ἐπειδὴ ἀνέσεως ἀπέλαυσε, χαλεπώτερον ὑπέστη πόλεμον, τὸν τῆς ἀκολάστου ἐπιθυμίας, ὃς δὴ καὶ μειζόνως αὐτὸν ἐκόλασε. ∆ιὸ δὴ μάλιστα τότε χρὴ φοβεῖσθαι, ὅταν τῶν δεινῶν ἀπαλλαγῶμεν.

ζʹ. Καθάπερ γὰρ θηρίον δεδεμένον οὐχ οὕτω φοβούμεθα, ὡς ἀφεθέν· οὕτω δὴ καὶ τὴν κακίαν οὐχ οὕτως ἐν θλίψει δεδοικέναι χρή· τότε γὰρ δέδεται τῇ ἀθυμίᾳ καὶ τοῖς ἄλλοις δεσμοῖς· ἀλλὰ μετὰ τὴν ἄνεσιν, τότε χρὴ δεδοικέναι. ∆ιὰ δὴ τοῦτο ὄψει πολλάκις τὰς εὐπραγίας μείζονα τῶν κακῶν ἐργαζομένας δεινά. Οὕτω καὶ Ἐζεκίας μετὰ τὸ τρόπαιον ἔμελλεν ἀπόλλυσθαι. ∆ιὸ καὶ οὗτος ἀλλαχοῦ φησιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Καὶ τὸν ἔλεον ζητεῖ πάλιν μετὰ τὴν ἀπαλλαγὴν, καὶ τίθησι δικαίωμα τοῦ ἐλέους, τὸ παθεῖν κακῶς. Ἴδε γὰρ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· καὶ ἕτερον πάλιν· Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Καὶ γὰρ πρὸς τὸν προστάτην καὶ κηδεμόνα καταφεύγω, καὶ ἀεί μοι χεῖρα παρέχοντα. Εἶδες αὐτὸν ἐν τῇ αἰτήσει τῶν μελλόντων εὐχάριστον ὑπὲρ τῶν παρελθόντων γινόμενον, καὶ διπλῆν λέγοντα εὐεργεσίαν; Οὐ γὰρ εἶπεν, Ὁ ἀπαλλάττων με τῶν πυλῶν τοῦ θανάτου, ἀλλ', Ὁ ὑψῶν με. Οὐ γὰρ μέχρι τοῦ λῦσαι τὰ δεινὰ ἵστατο ἡ εὐεργεσία τοῦ Θεοῦ, ἀλλὰ καὶ θαυμαστοὺς ἐποίει, καὶ ἐπιδόξους, καὶ λαμπροτέρους, καὶ ὑψηλούς. Καὶ οὐκ εἶπεν, Ἐκ τῆς πύλης, ἀλλ', Ἐκ τῶν πυλῶν, τὸ πολὺ τῶν κινδύνων δηλῶν. Ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύ λαις τῆς θυγατρὸς Σιών. Ὃ ποιεῖν τοῖς ἄλλοις παρῄνεσε, τοῦτο καὶ αὐτὸς ποιεῖ· Ἀναγγείλατε γὰρ, φησὶν, ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Τοῦτο καὶ ἐγὼ νῦν ἐργάσομαι· καὶ οὐκ ἐργάσομαι ἁπλῶς, ἑνὸς παρόντος, καὶ δύο, καὶ τριῶν, ἀλλ' ἐν μέσῳ θεάτρῳ. Ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. Τοῦτό μοι στέφανος, τοῦτό μοι διάδημα, τὸ διὰ σοῦ στῆσαι τρόπαιον, τὸ διὰ σοῦ σωτηρίας ἀπολαῦσαι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ πάντως σωθῆναι ζητήσωμεν, μὴ πάντως ἀπαλλαγῆναι τῶν δεινῶν παντὶ τρόπῳ, ἀλλὰ κατὰ Θεόν. Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας. Τοῦτο γὰρ οὐχὶ σωθῆναί ἐστιν, ἀλλ' ἀπολέσθαι. Ἡ γὰρ μεγίστη σωτηρία τὸ διὰ τοῦ Θεοῦ σωθῆναι. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Ἄλλος, Ἐβαπτίσθησαν. ∆ιαφθορὰν τὴν κακίαν λέγει· οὐδὲν γὰρ οὕτω διαφθείρει, ὡς κακία. Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ πονηροῦ. Τοῖς οἰκείοις ὅπλοις ἁλίσκεται, ὥσπερ ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ, καὶ τὸ ἔριον ὑπὸ τοῦ σητός· οὕτω καὶ ὁ πονηρὸς ὑπὸ τῆς κακίας. Ὥστε καὶ πρὸ τῆς παρὰ τοῦ Θεοῦ τιμωρίας, αὐτὴ ἡ κακία τὸν ἐργάτην ἀπαιτεῖ δίκην. Ἐπειδὴ γὰρ πολλὰ περὶ τῆς ἄνω δίκης διελέχθη καὶ περὶ τῆς τοῦ Θεοῦ ῥοπῆς, αὕτη δὲ οὐ κατὰ πόδας ἔπεισιν, ἀλλὰ μέλλει πολλάκις καὶ ἀναβάλλεται, καὶ τοῦτο τοὺς πολλοὺς ῥᾳθυμοτέρους ποιεῖ, δείκνυσιν ἐπὶ θύραις τὴν τιμωρίαν οὖσαν, καὶ ταύτην τοὺς πονηροὺς ὑπομένειν, καθάπερ καὶ ὁ Παῦλός φησι· Καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Καὶ ὅρα πῶς κυρίως κέχρηται ταῖς λέξεσιν. Ἐνεπάγη, φησί· τουτέστι, κατὰ κράτος κατεσχέθη, ἄφευκτος αὐτῷ γέγονεν ἡ ἐπιβουλή. Καὶ πάλιν· Ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. ∆εσμοῖς ἀλύτοις, φησὶν, οἱ πονηροὶ περιπείρονται. Ταῦτα ἐπὶ τῶν ἀποστόλων καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πόλεως, καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκπίπτοντες, καὶ τὸ μὲν κήρυγμα ηὐξάνετο, οἱ δὲ ἐπιβουλεύοντες κατελύοντο. Καὶ οἱ τοὺς τρεῖς παῖδας ἐμβαλόντες εἰς τὴν Βαβυλωνίαν κάμινον, ὑπ' αὐτῆς πάλιν ἑάλωσαν· ὃ δὴ καὶ ἐπὶ τοῦ ∆ανιὴλ γέγονεν. Ἀλλ' ἐπὶ μὲν τοῦ ∆ανιὴλ τοῦτο εἰκότως γέγονεν, αὐτοὶ γὰρ αὐτὸν ἐνέβαλον· ἐπὶ δὲ τῶν τριῶν παίδων τί δήποτε, τοῦ βασιλέως ἁμαρτόντος, οἱ πρὸ τῆς καμίνου ἑστῶτες οὗτοι κολάζονται; Ὅτι καὶ οἱ καταφλεχθέντες οὗτοι ἦσαν τῷ ἐπιτάγματι τοῦ τυράννου ὑπηρετήσαντες, καὶ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες. Ἐν παγίδι, ᾗ ἔκρυψαν. Ὅρα πῶς ἔδειξεν ἄφατον οὖσαν αὐτῶν τὴν κατηγορίαν. Ἐπειδὴ γὰρ αἰσχύνης γέμον ἦν τὸ γινόμενον, διὰ τοῦτο κρύπτουσι, καὶ λανθάνειν πειρῶνται. Γινώσκεται Κύριος κρίματα ποιῶν. Ἄλλος, Ἐγνώσθη κρῖμα ποιήσας· τουτέστι, κολάζων, ἐκδικῶν, ἐπεξιών. Εἶδες ἕτερον εἶδος εὐεργεσίας ἀπὸ κολάσεως; Οὐ γὰρ δὴ μόνον, φησὶ, τοὺς κολαζομένους σπουδαιοτέρους ποιεῖ, ἀλλὰ καὶ τῆς αὐτοῦ θεογνωσίας ἐκλάμπειν παρασκευάζει τὸν λόγον· καὶ ἴδοι τις ἂν μᾶλλον αὐτὸν ἐντεῦθεν ἐπιστρέφοντα τοὺς ἀνθρώπους. Ὅτε γοῦν κατὰ τῶν κρημνῶν εἴασεν ἐνεχθῆναι τὴν ἀγέλην τῶν χοίρων, καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν, τότε μάλιστα ἐξεπλάγησαν. Καὶ ἐν τῇ Παλαιᾷ οἱ Ἰουδαῖοι, Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καθώς φησιν ὁ Προφήτης. Καὶ τί δήποτε τοῦτο οὐ συνεχῶς ποιεῖ μᾶλλον; Ὅτι οὐ βούλεται βιαιότερον, ἀλλὰ καὶ προαιρετικώτερον τὰ τῆς ἀρετῆς κατορθοῦσθαι, καὶ μᾶλλον εὐεργετουμένους ἢ κολαζομένους. Καὶ πόσῳ, φησὶ, βέλτιον ἀνάγκῃ εἶναι ἀγαθὸν ἢ προαιρέσει κακόν; Οὐκ ἔστιν ἀγαθὸν εἶναι ἀνάγκῃ. Ὁ μὲν γὰρ τῷ δεσμῷ γινόμενος καλὸς, οὐκ ἔσται ἀεί ποτε καλὸς, ἀλλὰ τῆς ἀνάγκης ἀπαλλαγεὶς, ἐπανήξει πρὸς τὴν κακίαν· ὁ δὲ παιδαγωγούμενος ὥστε προαιρέσει γενέσθαι καλὸς, γενόμενος, πάγιος μένει. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Οὐ τῶν χειρῶν τοῦ Θεοῦ εἶπεν, ἀλλὰ τῶν χειρῶν τοῦ ἁμαρτωλοῦ.

ηʹ. Εἶδες πῶς ποικίλλει τὸν λόγον, καὶ τὴν ἄνωθεν φέρων τιμωρίαν, καὶ τὴν ἀπὸ τῆς κακίας ἐπάγων δίκην; Πῶς τὴν ἄνωθεν τιμωρίαν; Γινώσκεται Κύριος, φησὶ, κρίματα ποιῶν. Πῶς τὴν ἀπὸ τῆς κακίας δίκην; Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Καὶ πάλιν τὴν ἀπὸ τῆς πονηρίας· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Οὔτε γὰρ μόνην τὴν παρὰ τοῦ Θεοῦ λέγει τιμωρίαν, ἐπειδὴ μέλλει πολλάκις καὶ βραδύνει· οὔτε μόνην τὴν ἀπὸ τῆς κακίας, ἐπειδὴ πολλοὶ ταύτῃ καὶ ἐμφιλοχωροῦσιν· ἀλλ' ἑκατέρωθεν ἀσφαλίζεται τὸν λόγον. ∆ιό φησιν· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη. Ἄλλος, Ταρσῶν αὐτοῦ. Μὴ τοίνυν νόμιζε ἑτέρῳ κατασκευάζειν τὰ μηχανήματα, ὅταν ἐπιβουλεύῃς· σεαυτῷ γὰρ πλέκεις τὰ δίκτυα. Ὠδὴ διάψαλμα. Ἄλλος, Φθογγὴ ἀεί. Ἄλλος, Μελῴδημα ἀεί. Ὁ δὲ Ἑβραῖος, Ἐγγαὼν σέλ. Ἀπστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ἄλλος, Ἀναστρέψουσι. Πάλιν τοῖς αὐτοῖς ἐπιμένει, δεικνὺς ὅτι ἡ κακία τὴν κόλασιν ἔχει συγκεκληρωμένην, καὶ ἡ ἀσέβεια θάνατον τίκτει, καὶ ἡ ἁμαρτία κινδύνους. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. Ἄλλος ἑρμηνευτής φησιν· Οὐ γὰρ εἰς τέλος ἡ προσδοκία τῶν πράων ἐπιλησθήσεται. Καλῶς εἶπεν, Εἰς τέλος, δεικνὺς ὅτι οὐκ ἀεὶ ἄνεσίν τις ἐπιζητεῖ. Ποῦ γὰρ δειχθήσεται τὰ τῆς ὑπομονῆς, εἰ ἀεὶ ἄνεσις μέλλοι εἶναι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ∆ίκην δώσουσιν οἱ πονηροὶ, καὶ τὰ ἔσχατα πείσονται. Οὐ γὰρ ἀνέξεται ὁ Θεὸς διὰ παντὸς τοὺς ἀδικουμένους ἐν ἐπιβουλαῖς εἶναι. Ἐντεῦθεν καὶ τούτους παραμυθεῖται, κἀκείνους φοβεῖ, καὶ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ὅτι καὶ ἡ μέλλησις τοὺς μὲν δοκιμωτέρους ἐργάζεται, τοὺς δὲ εἰς μετάνοιαν ἕλκει. Ὅρα πάλιν τοὺς πένητας εὐδοκιμοῦντας· πένητας οὐχ ἁπλῶς, ἀλλὰ τοὺς συντετριμμένους τῇ καρδίᾳ. Οὗτοι γὰρ μάλιστά εἰσι καὶ πρὸς ὑπομονὴν ἐπιτήδειοι· μᾶλλον δὲ ἄλληλα συγκατασκευάζει ταῦτα, ἡ ταπεινοφροσύνη τὴν ὑπομονὴν, ἡ ὑπομονὴ τὴν ταπεινοφροσύνην. Εἰ δέ τις εἴποι· Καὶ πῶς πενία ἡ ταπεινοφροσύνη; ἐκεῖνο ἐροῦμεν, ὅτι αὕτη ἐπιτηδειοτέρα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ πλουτῶν ἀλύει, καὶ θορυβεῖται· ὁ δὲ πένης πάντα ῥᾳδίως φέρει, καθάπερ ἐν παλαίστρᾳ τῇ πενίᾳ πολλάκις γυμναζόμενος. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι δύσκολον μετὰ πλούτου εἰς τὴν βασιλείαν εἰσελθεῖν. Τί ἐστιν, Ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος; Οὐδέποτε, φησὶν, ἀλλὰ πάντως ἀπολήψεται τὸν οἰκεῖον καρπόν. Ὅπερ ἐπὶ τῶν βιωτικῶν οὐκ ἔνι, ἀλλ' ἐκπίπτει τοῦ τέλους πολλάκις, τῶν πόνων ἀπολωλότων. Καὶ γὰρ καὶ γεωργὸς ἀναμένει, καὶ ἔμπορος· πολλάκις δὲ ὑπὸ τῆς τῶν ἀέρων ἀνωμαλίας ἀμφότεροι τοῦ καρποῦ τῶν πόνων ἐκπίπτουσιν. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔνι τοῦτο, ἀλλὰ ἀνάγκη πάντως ἀπολαῦσαι τοῦ τέλους. Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον, τὸ θαῤῥεῖν ἀεὶ περὶ τοῦ τέλους. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Ἄλλος, Μὴ θρασυνέσθω. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Ἄλλος, Καὶ κατὰ πρόσωπόν σου. Εἰπὼν τὴν κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ διηγησάμενος τὴν πονηρίαν, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας. Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, μὴ τὰ ἑαυτῶν μεριμνᾷν μόνον, ἀλλ' ὥσπερ περὶ μιᾶς οἰκίας, τῆς οἰκουμένης, ἢ σώματος ἑνὸς, τοῦ τῶν ἀνθρώπων πλήθους, οὕτω παρακαλεῖν τὸν Θεόν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Τί δέ ἐστιν, Ἀνάστηθι, Κύριε; Ἐπέξελθε, φησὶ, βοήθησον, κόλασον τοὺς ἀδικοῦντας. Καὶ καλῶς τοῖς ὀνόμασι γυμνοῖς ἐχρήσατο, εἰπὼν, Ἀνάστηθι, καὶ, Μὴ κραταιούσθω ἄνθρωπος· ὥστε δηλῶσαι, ὅτι ὁ εὐτελὴς, ὁ ἀπὸ γῆς, ὁ τέφρα καὶ, σποδός. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τί ἐστι τοῦτο; ∆ότωσαν δίκην, φησὶ, τῶν ἁμαρτημάτων. Οὐ γεγόνασι τῇ μακροθυμίᾳ βελτίους· ἀπαίτησον εὐθύνας τῶν τετολμημένων. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτοῖς. Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. ∆ιάψαλμα. Ἄλλος, Ἀεί. Τί ἐστι, Κατάστησον νομοθέτην αὐτοῖς; Ἐπεὶ, φησὶ, καθάπερ ἐν αὐτονομίᾳ πάντα πράττουσι, μὴ θέλοντες διδόναι δίκην, ἐπέξελθε, καὶ γενέσθω αὐτοῖς ἡ τιμωρία ἀντὶ νουθεσίας. Τοῦτο καὶ ἕτερος δηλῶν εἶπε, Κατάστησον, Κύριε, φόβημα αὐτοῖς. Ὅρα πῶς οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ νουθεσίαν καὶ διόρθωσιν, καὶ τὸ μὴ παρανόμως ζῇν. Ἔσται γὰρ ἡ τιμωρία αὐτοῖς, φησὶν, ἀντὶ νουθεσίας· οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ ἑτέροις. Καὶ ἵνα μάθῃς ὅσον τὸ κέρδος, καὶ πῶς καταστέλλει νόσημα, ἄκουε τοῦ ἑξῆς. Γνώτωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πολλοὶ καὶ τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς. Καὶ καλῶς προσέθηκε τὸ, Ἀεὶ, ἵνα δηλώσῃ, ὅτι οὐκ ἐν ταῖς δυσπραγίαις μόνον, ἀλλὰ καὶ ἐν ταῖς εὐημερίαις. Ἀλλὰ γάρ, ἂν κολάσῃς αὐτοὺς νῦν, ἔχοντες τὸν φόβον ἀκμάζοντα, καὶ τὴν μνήμην τῶν συμβεβηκότων δεινῶν, κἂν εἰς εὐημερίαν ἔλθωσιν, εἴσονται τὴν ἑαυτῶν φύσιν.

θʹ. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτερον. Τὸ μὲν γὰρ ἀνάγκης νόσημα, τὸ δὲ διεφθαρμένης προαιρέσεως. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσι; Ταῦτά φησιν ὁ Προφήτης, ἐκ προσώπου τῶν θλιβομένων παρακαλῶν καὶ δεόμενος, οὐκ ἐγκαλῶν· μὴ γένοιτο. Ἐπεὶ καὶ πολλοὶ τῶν θλιβομένων ὑπὸ τῆς ὀδύνης πρὸ τοῦ προσήκοντος καιροῦ ἀξιοῦσι γενέσθαι τὴν κρίσιν· καθάπερ οἱ τεμνόμενοι, μηδέπω τελείας γενομένης τῆς τομῆς, παρακαλοῦσι τὸν ἰατρὸν ἀποστῆσαι τὴν χεῖρα· ἐπιβλαβῆ μὲν χάριν αἰτοῦντες, τῷ δὲ μὴ φέρειν τὰς ὀδύνας τοῦτο πάσχοντες. Καὶ πολλάκις πρὸς τοὺς ἰατροὺς βοῶσιν, Ἐβασάνισάς με, ἀπώλεσάς με, ἀνεῖλές με· ἀλλ' οὐκ ἔστι ταῦτα τῆς διανοίας ῥήματα, ἀλλὰ τῆς ὀδύνης. Οὕτω δὴ πολλοὶ καὶ τῶν μικροψύχων ἐν ταῖς θλίψεσι λέγουσι, τοὺς πόνους οὐ φέροντες. Καὶ ὁ Σοφονίας δὲ τοιοῦτόν τινα μεταχειρίζει λόγον. Ἀλλὰ ταῦτα ἐν τῇ Παλαιᾷ, ὅτε σύμμετρα ἦν τὰ σκάμματα· τῆς δὲ ἐν τῇ Καινῇ πόῤῥω ταῦτα φιλοσοφίας. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός· συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ἄλλος, Συλληφθήτωσαν. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν εὐλογεῖται. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης· ὅτι πρὸ τῆς κολάσεως καὶ τῆς τιμωρίας ὀδυνᾶται ὁ ἀδικούμενος, οὐ φέρων τὴν εὐημερίαν τοῦ πονηροῦ. Οὐ μικρὰ δὲ καὶ τοῦτο τιμωρία. Εἶτα ἀξιοῖ δοῦναι αὐτοὺς δίκην, καὶ αὐτοῖς περιτραπῆναι τὰς ἐπιβουλὰς αὐτῶν· καὶ λέγει κακίας εἶδος ἀφόρητον. Ποῖον δὴ τοῦτο; Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐφ' οἷς, φησὶν, αἰσχύνεσθαι, ὑπὲρ τούτων θαυμάζεται, ἐπαινεῖται. Πῶς δ' ἂν γένοιτο τούτου ἴασις λοιπὸν, ὅταν ἐπαινῆται ἡ κακία; Καὶ γὰρ καὶ νῦν τοῦτο γίνεται. Ὁ δεῖνα θαυμάζεται ὡς δυνάστης· ὁ δεῖνα ὡς ἐχθροὺς ἀμυνόμενος· ὁ δεῖνα ὡς φρόνιμος, ἐπειδὴ τὰ πάντων συνήγαγε· καὶ ὅτε ἀπολέσῃ ἑαυτὸν, λέγουσιν· Εὗρεν ἑαυτόν· καὶ ἕτεροι ἄλλα φασί· καὶ οὐδεὶς περὶ πνευματικῶν λόγος αὐτοῖς. Οὐδαμοῦ ἀπράγμων ἐπαινεῖται ταχέως, οὐδὲ ὁ πενίας ἐραστής· ἀλλ' ὁ χρηματιστὴς, ὁ κάπηλος, ὁ κόλαξ, ὁ δουλοπρεπεῖς ὑπομένων διακονίας ὑπὲρ οὐδενὸς χρησίμου. Ταῦτα θρηνεῖ ὁ Προφήτης, ὅτι οὕτως ἐκράτησεν ἡ κακία, ὡς καὶ ἐγκαλλωπίζεσθαι, καὶ παῤῥησιάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ αἰσχύνεται, οὐδὲ μόνον αὐτὸς ἑαυτὸν ἐπαινεῖ ἐπὶ τοῖς γινομένοις, ἀλλὰ καὶ ἑτέρους ἔχει τοὺς ἐπαινέτας. Τί ταύτης γένοιτ' ἂν χεῖρον τῆς μανίας; Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Ἄλλος δέ φησιν, Ὅτι αἰνέσας ὁ παράνομος κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογή σας, παρώξυνε τὸν Κύριον. Ὅταν ὑψωθῇ ὁ θυμὸς αὐτοῦ, οὐκ ἐκζητεῖ. Ἄλλος, Ὅτι ὕμνησεν ἐπὶ πόθῳ ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογήσας, διέσυρε Κύριον. Ἀσεβὴς κατὰ μετεωρισμὸν θυμοῦ αὐτοῦ οὐ μὴ ἐκζητήσῃ. Οἱ δὲ Ἑβδομήκοντα, Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Εἶδες ποῦ προῆλθε τὰ τῆς κακίας; Τί λέγω, φησὶν, ὅτι τοὺς πτωχοὺς λυπεῖ; Αὐτὸν τὸν Θεὸν παροξύνει. Καὶ κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, λέγει, τὸν Θεόν. Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας. Εἶδες μανίας ἐπίτασιν, καὶ διαφθοράν; Πρὸς τοὺς ὁμοφύλους ἐστὶν ἐχθρὸς καὶ πολέμιος, τῆς ἀρετῆς ἠλλοτριωμένος, τῆς κακίας ἐραστὴς καὶ ἐπαινέτης. Καὶ καλῶς ἕτερος εἶπεν Οὐκ ἔστι Θεὸς πάσαις ἐννοίαις αὐτοῦ· δηλῶν, ὅτι οὐκ ἐκζητεῖ τὸν Θεὸν, ὅτι σκότους ἐμπέπλησται, ὅτι οὐκ ἔχει τὸν φόβον ἐκείνου πρὸ ὀφθαλμῶν. Ἀλλ' ὥσπερ ἡ λήμη σκοτοῖ τὴν κόρην, οὕτως ἡ πονηρία τὴν διάνοιαν, καὶ κατὰ κρημνῶν φέρει. Οὐκ ἔστι Θεὸς ἐνώπιον αὐτοῦ. Ἄλλος, ∆ι' ὅλων τῶν ἐνθυμημάτων αὐτοῦ. Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Ἄλλος, Ἦρται ἡ κρίσις σου. Εἶδες τῆς κακίας τὸν καρπόν; Σβέννυται αὐτοῦ τὸ φῶς, πηροῦνται οἱ διαλογισμοὶ, αἰχμάλωτος δίδοται τῇ πονηρίᾳ. Ὥσπερ γὰρ ὁ πεπηρωμένος εἰς βάραθρα πίπτει συνεχῶς, οὕτω δὴ καὶ αὐτὸς, ἐπειδὴ τοῦ Θεοῦ τὸν φόβον οὐκ ἔχει πρὸ τῶν ὀφθαλμῶν, διὰ παντὸς ἐν κακίᾳ διατρίβει· οὐχὶ νῦν μὲν ἐν ἀρετῇ, νῦν δὲ ἐν κακίᾳ, ἀλλ' ἀεὶ ἐν κακίᾳ, καὶ οὐδὲ τῆς γεέννης μέμνηται, οὐδὲ τῆς μελλούσης κρίσεως, οὐδὲ τῶν εὐθυνῶν· ἀλλ' ὥσπερ χαλινὸν ἅπαντα ταῦτα τὰ βοηθήματα ἐκβαλὼν, καθάπερ πλοῖον ἀνερμάτιστον πονηροῖς ἐκδίδοται πνεύμασι καὶ κύμασιν ἀγρίοις, οὐδενὸς ὄντος τοῦ παιδαγωγοῦντος αὐτοῦ τὴν διάνοιαν. Εἶδες τὸν πονηρὸν ἐν αὐτῇ τῇ κακίᾳ τὴν δίκην ὑπέχοντα; Τί γὰρ ἵππου ἀχαλινώτου, τί δὲ πλοίου ἀνερματίστου, τί δὲ ἀνθρώπου πεπηρωμένου χαλεπώτερον;

ιʹ. Ἀλλὰ τούτων ἁπάντων ἀθλιώτερος ὁ ἐν κακίᾳ ζῶν, τὸ ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ φῶς σβέσας, καὶ αἰχμάλωτος ἐκδοθείς. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. Ἄλλος, Πάντας τοὺς ἐχθροὺς αὐτοῦ ἐκφυσᾷ, λέγων ἐν καρδίᾳ αὐτοῦ· Οὐ περιτραπήσομαι εἰς γενεὰν καὶ γενεάν. Οὐ γὰρ ἔσομαι ἐν κακώσει. Εἶδες τὴν ἀπόνοιαν; εἶδες τὴν ἄφατον ἀπώλειαν; εἶδες τὸν κατὰ μικρὸν αὐξανόμενον ὄλεθρον; εἶδες τὰ παρὰ τοῖς ἀνοήτοις μακάρια, τὰ πολλῆς ἀθλιότητος γέμοντα, καὶ πῶς καταδύεται; Ἐπαινεῖται ἐν τοῖς ἁμαρτήμασιν, εὐλογεῖται ἐν ταῖς ἀδικίαις. Πρῶτον βάραθρον τοῦτο, καὶ ἱκανὸν ἐκτραχηλίσαι τὸν μὴ προσέχοντα. ∆ιὸ δὴ μᾶλλον τοὺς αἰτιωμένους καὶ διορθουμένους ἀποδέχεσθαι χρὴ, ἢ τοὺς ἐπαινοῦντας καὶ ἐπ' ὀλέθρῳ κολακεύοντας. Τοὺς γὰρ βλᾶκας οὗτοι διαφθείρουσι, καὶ πρὸς μείζονα ὠθοῦσι κακίαν· καθάπερ καὶ τοῦτον τὸν ἁμαρτωλὸν ἐμφυσήσαντες, ἐπαιδοτρίβησαν εἰς ἄνοιαν. ∆ιὸ καὶ Παῦλος Κορινθίοις τοῦτο αὐτὸ λέγει ἐπὶ τῷ πορνούσαντι· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Πολλὰ τὸν ἁμαρτάνοντα πενθεῖν, οὐκ ἐπαινεῖν δεῖ. Εἶδες διεστραμμένην κακίαν, ὅτι μὴ μόνον οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ εὐφημεῖται; Ἐντεῦθεν ἀπὸ τῆς οἰκείας ἀνοίας καὶ τῶν ἐπαίνων ἐπέτεινε τὴν πονηρίαν, ἐπελάθετο τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῶν κριμάτων αὐτοῦ· ἐντεῦθεν ἐπελάθετο καὶ τῆς οἰκείας φύσεως. Ὁ γὰρ τῶν κριμάτων ἐπιλανθανόμενος τοῦ Θεοῦ, καὶ ἑαυτὸν λοιπὸν ἀγνοεῖ τῷ χρόνῳ. Ὅρα γοῦν οἷα λογίζεται· Οὐ μὴ σαλευθῶ εἰς γενεὰν καὶ γενεὰν, ἀλλ' ἔσομαι ἄνευ κακοῦ. Τί ταύτης ἀνοητότερον τῆς διανοίας, ἄνθρωπον ὄντα, καὶ ἐπίκηρον, καὶ τοῖς προσκαίροις συμπεπλεγμένον πράγμασι, καὶ μυρίαις μεταβολαῖς ὑποκείμενον, τοιαῦτα φαντάζεσθαι; Πόθεν δὲ τοῦτο γίνεται; Ἐκ τῆς ἀνοίας. Ὅταν γὰρ ἀνόητος ἀνὴρ πολλῆς ἀπολαύῃ τῆς εὐημερίας, καὶ τῶν ἐχθρῶν κρατῇ, καὶ ἐπαινῆται καὶ θαυμάζηται, πάντων ἀθλιώτερος γίνεται. Τῷ γὰρ μὴ προσδοκᾷν μεταβολὴν, οὔτε τὰς εὐημερίας σωφρόνως φέρει, εἴς τε δυσημερίαν ἐμπεσὼν, ἀγύμναστος καὶ ἀμελέτητος ὢν, ταράττεται καὶ θορυβεῖται. Ἀλλ' οὐχ ὁ Ἰὼβ οὕτως· ἀλλὰ καὶ ἐν τῇ εὐημερίᾳ καθ' ἑκάστην ἡμέραν δυσημερίαν ἤλπιζε· διὸ καὶ ἔλεγε· Φόβος γὰρ, ὃν ἐφοβούμην, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην· ἦλθε δέ μοι ὀργή. ∆ιὸ καὶ ἕτερος ἔλεγε· Μνήσθητι καιροῦ λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείας καὶ ἐνδείας ἐν ἡμέρᾳ πλούτου. Ἀλλ' οὗτος καθάπαξ διαφθαρεὶς, οὐ τὰ ἀνθρώπινα ἐπισκέπτεται, ἀλλ' ἀκίνητα αὐτῷ εἶναι νομίζει διὰ τῆς εὐπραγίας· ὅπερ ἐσχάτης ἀνοίας καὶ διαφθορᾶς ὑπόθεσις, καὶ ἐξωλείας ἐστὶν ἀφορμή. Μὴ δὴ μακάριζε τοὺς πλουτοῦντας, τοὺς τῶν ἐχθρῶν περιγινομένους, τοὺς ἐπαινουμένους ἐπὶ τούτοις. Μεγάλα γὰρ ταῦτα βάραθρα καὶ κρημνοὶ τοῖς οὐ προσέχουσι, πρὸς αὐτὸν καταῤῥίπτοντα τῆς ἀσεβείας τὸν πυθμένα. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας, καὶ δόλου. Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. Ἄλλος, Ἀνωφελές. Ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον. Ἄλλος, Ἐνεδρεύων παρὰ τὰς αὐλάς. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν. Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ. Ἄλλος, Ὡς ἐν τῷ περιφράγματι αὐτοῦ. Ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν. Ἄλλος, Ἐν ἑλκυσμῷ αὐτοῦ. Ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν. Ἄλλος, Ἐν τῇ σαγήνῃ. Κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. Ἄλλος, Ὁ δὲ θλασθεὶς καμφθήσεται, ἐπιπεσόντος αὐτοῦ μετὰ τῶν ἰσχυρῶν αὐτοῦ τοῖς ἀσθενέσιν. Εἶδες καὶ θηρίον αὐτὸν γενόμενον; Καθάπερ γὰρ θηρίον ὑπογράφων ὁ Προφήτης, οὕτω περὶ αὐτοῦ διαλέγεται, τοὺς δόλους, τὰς ἐνέδρας, τὰς ἐπιβουλὰς ἐκπομπεύων. Τί τούτου γένοιτ' ἂν ἀθλιώτερον, τί δὲ πενέστερον, ὅταν τῶν τοῦ πένητος δέηται χρημάτων; Τοῦτον οὖν, εἰπέ μοι, πλούσιον φήσομεν; Οὐκοῦν καὶ τὸν κλέπτην, καὶ τὸν τοιχωρύχον. Ἄπαγε, φησί. Τί γὰρ εἰ καὶ μὴ διορύττει δικαστήρια; τί γὰρ εἰ καὶ μὴ νυκτὸς ἔπεισιν, ἀλλὰ μετὰ δόλου κατασβεννὺς τὸ φῶς τοῦ δικάζοντος; Τί γὰρ εἰ μὴ καθευδόντων ἐπέρχεται, ἀλλ' ἐγρηγορότων ἁπάντων; Οὗτος γὰρ ἰταμώτερος. Ἐπεὶ καὶ τῶν λῃστῶν τοὺς μεθ' ἡμέραν κλέπτοντας μᾶλλον κολάζουσιν οἱ νόμοι. Εἶδες πενίαν; εἶδες ὠμότητα; Πενίαν, ὅτι τῶν τοῦ πένητος ἐπιθυμεῖ· ὠμότητα, ὅτι οὐδὲ τῇ συμφορᾷ ἐπικλᾶται, ἀλλ' ἢν ἐλεεῖν δεῖ καὶ διορθοῦσθαι πενίαν, ταύτην ἐπιτρίβει. Ἀλλ' ὅμως οὐκ ἀτιμώρητα ταῦτα ἐργάζεται· ἀλλ' ὅταν κρατήσῃ, ὅταν δόξῃ περιγενέσθαι, ὅταν ἀχείρωτος εἶναι νομίσῃ, τότε ἀπολεῖται· ἵνα καὶ τοῦ Θεοῦ τὸ εὐμήχανον φαίνηται, καὶ τῶν πενήτων ἡ ὑπομονὴ, καὶ τούτου τὸ ἀδιόρθωτον, καὶ τῆς τοῦ Θεοῦ μακροθυμίας ἡ ἀνεξικακία. ∆ιὰ τοῦτο οὐ παρὰ πόδας ἡ δίκη ἕπεται, τοῦ Θεοῦ διὰ τῆς μακροθυμίας καλοῦντος αὐτὸν εἰς μετάνοιαν· ἀλλ' ὅταν μηδὲν ἀπὸ τῆς μακροθυμίας κερδάνῃ, τότε αὐτὸν ἀπὸ τῆς τιμωρίας νουθετεῖ. Οὗτοι μὲν γὰρ ἀδικηθέντες, οὐδὲν ἐβλάβησαν· ἀλλὰ καὶ βελτίους ἐγένοντο καὶ λαμπρότεροι ἀπὸ τῆς θλίψεως· ὁ δὲ Θεὸς τὴν μακροθυμίαν τὴν ἑαυτοῦ ἐπεδείξατο, ἀνασχόμενος καὶ ἀνεξικακήσας, μετὰ δὲ τῆς μακροθυμίας καὶ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον· ὅτι ὅταν ἑαυτοῦ ᾖ δυνατώτερος, τότε αὐτοῦ περιγίνεται· οὗτος δὲ ἀδιόρθωτος μείνας, τὴν ἐσχάτην δίδωσι δίκην. Οὐ μικρὸς δὲ οὗτος σωφρονισμὸς τοῖς εὐημεροῦσι.

ιαʹ. Μὴ τοίνυν, ὅταν κρατήσῃς τῶν ἐχθρῶν, καὶ πάντα σοι ἐξ οὐρίας φέρηται, θάῤῥει ζῶν ἐν πονηρίᾳ, ἀλλὰ τότε μᾶλλον δέδιθι. Καὶ γὰρ αὔξεται τὰ τῆς πονηρίας, ἀναιρεῖταί σοι τὰ τῆς ἀπολογίας, ἐκκόπτεταί σοι τὰ τῆς συγγνώμης μένοντι πονηρῷ. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός· ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος. Ἴδε πρὸς ὅσον βάραθρον ἀπωλείας κάτεισιν, οἷα δόγματα συνάγει, ἃ διὰ τὸ ἀναίσχυντον ἐξενεγκεῖν μὲν οὐ τολμᾷ, παρ' ἑαυτῷ δὲ στρέφει, πρὸς τὴν ἀλήθειαν μαχόμενος, καὶ τὰ ἡλίου φανερώτερα συσκιάζων διὰ τὴν πήρωσιν τῆς ἑαυτοῦ διανοίας. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου. Μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἄλλος, Ἔπαρον τὴν χεῖρά σου. Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου. Ἄλλος, Εἶδες ὅτι σὺ πόνον καὶ παροργισμὸν ἐπιβλέψεις, τοῦ δοῦναι ἐν χειρί σου. Ἄλλος, Ἵνα δοθῶσιν εἰς χεῖράς σου. Ὁ μὲν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὡς μὴ διδοὺς δίκην· ὁ δὲ Προφήτης ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ τῆς μακροθυμίας ἀναπληροῖ λόγον. Ἐκεῖνος μὲν γάρ φησιν· Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος· αὐτὸς δὲ ἀπεναντίας· Καὶ βλέπεις, καὶ κατανοεῖς, καὶ μακροθυμεῖς, ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Τί ἐστιν, Ἕως ἂν αὐτοὶ δοθῶσιν εἰς χεῖράς σου; Ἀνθρωπινώτερον εἴρηκεν· ὃ δὲ λέγει τοῦτό ἐστιν· Ἀναμένεις, ἀνεξικακεῖς, ὥστε τῇ ὑπερβολῇ τῆς πονηρίας αὐτοὺς παραδοθῆναι. ∆υνατὸς μὲν γὰρ εἶ καὶ ἐξ ἀρχῆς ἑλεῖν, καὶ χειρώσασθαι· ἀλλ' ἄφατόν σου τῆς ἀνεξικακίας τὸ πέλαγος, ὁρῶντος, καὶ οὐκ ἐπεξιόντος, ἀλλ' ἀναμένοντος αὐτοὺς εἰς μετάνοιαν. Εἰ δὲ μὴ βούλονται, τότε κολάζεις, ὅταν μηδὲν ἐκ τῆς μακροθυμίας κερδαίνωσιν. Ὅτι γὰρ πολὺς αὐτῷ τῶν ἀδικουμένων ὁ λόγος, ἄκουσον πῶς αὐτὸ διὰ τῶν ἑξῆς κατασκευάζει· Σοὶ ἐγκατα λέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Ἄλλος, Σὺ ἐγένου. Ἄλλος, Σὺ ἔσῃ. Ὃ δὲ λέγειτοιοῦτόν ἐστιν· Τοῦτο ἔργον σὸν, τοῦτο ἐξαίρετον σόν. Οὐκ ἂν δὲ τὸ ἑαυτοῦ εἴασε, καὶ προὔδωκεν. Ὡς γὰρ τεχνίτου τὸ οἰκοδομεῖν, καὶ κυβερνήτου τὸ εὐθύνειν τὸ σκάφος, καὶ ἡλίου τὸ φωτίζειν· οὕτω δὴ καὶ σὸν τὸ ὀρφανῶν προΐστασθαι, τὸ πτωχοῖς χεῖρα ὀρέγειν. Οὐδεὶς οὕτω προστάτης τούτων, ἀλλὰ σὺ μόνος. Τὸ γὰρ, Ἐγκαταλέλειπται, τοῦτο παρίστησιν. Οὐδεὶς, φησὶν, ἄλλος, ἀλλὰ σὺ μόνος ὀρφανῶν καὶ πτωχῶν προστάτης. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι' αὐτήν. Ἄλλος, Ἐκζητηθήτω ἡ ἀσέβεια αὐτοῦ, ἵνα μὴ εὑρεθῇ αὐτός. Οὐχ ἁπλῶς τὸν ἁμαρτωλὸν ἀξιοῖ συντριβῆναι, ἀλλὰ τὴν ἰσχὺν, τὴν δυναστείαν, τὸ ὑπέκκαυμα αὐτοῦ τῆς πονηρίας· εἶτα ἀξιοῖ εὐθύνας αὐτὸν ὑποσχεῖν, καὶ λόγον δοῦναι τῶν πεπραγμένων, καὶ δεικνὺς τὸ μέγεθος τῆς ἀδικίας φησίν· Ἂν τοῦτο γένηται, οὐδὲ στῆναι δυνήσεται, οὐδὲ φανεῖται, ἀλλ' ἀπολεῖται, οἰχήσεται, πρόῤῥιζος ἀφανισθήσεται, τῶν πεπραγμένων αὐτῷ ἐξεταζομένων. Μηδεὶς οὖν ὀρφανίαν θρηνείτω, μηδεὶς πτωχείαν. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ταῦτα, τοσούτῳ τὰ τῆς βοηθείας αὐξηθήσεται τοῦ Θεοῦ. Μηδεὶς ἐπὶ δυναστείᾳ μεγαλοφρονείτω, μηδὲ φυσάσθω. Ἐπισφαλὲς γὰρ τοῦτο τὸ χωρίον καὶ κατάκρημνον, καὶ τοὺς μὴ προσέχοντας περιτρέπει μετ' εὐκολίας πολλῆς. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐνταῦθα πρὸς τοὺς θορυβουμένους καὶ ταραττομένους, διὰ τὸ μὴ δοῦναι δίκην εὐθέως τοὺς ἁμαρτάνοντας, ἀποκρίνεται. Τί, φησὶ, φοβῇ; τί δέδοικας; Μὴ γὰρ πρόσκαιρος ὁ δικαστής; μὴ γὰρ τέλος ἔχει τὰ τῆς βασιλείας αὐτοῦ; Κἂν μὴ νῦν δῷ, δώσει πάντως. Μένει γὰρ ὁ ἀπαιτῶν, καὶ βασιλεύει διηνεκῶς. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε· τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Ἄλλος, Τὴν πρόθεσιν τῆς καρδίας αὐτῶν ἠκροάσατο τὸ οὖς σου. Ἄλλος, Ἑτοιμάσεις καρδίας αὐτῶν προσέχειν οὖς σου. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς. Ἄλλος, Κρῖναι ὀρφανῷ καὶ τεθλασμένῳ. Ὁρᾷς τὸν προφήτην τὸν πλείονα λόγον ὑπὲρ τῆς τῶν πονηρῶν ἐπιμελείας ποιούμενον; Τούτων γὰρ μάλιστα τὸ κακῶς πάσχειν. Τῷ μὲν γὰρ ἀδικουμένῳ χρημάτων ἡ ζημία, τῷ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνονται τῆς ἀῤῥωστίας ἔνθα εἰσίν; Ἐπίτασις τοῦτο ἀναισθησίας καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς χρὴ ἐλεεῖν· τοῦτο ἀτελοῦς διανοίας. Ἐπεὶ καὶ τὰ παιδία τῶν μὲν φοβερῶν οὐδένα ποιοῦνται λόγον, ἀλλὰ καὶ πυρὶ πολλάκις ἐπαφιᾶσι τὰς χεῖρας, προσωπεῖα δὲ διάκενα δεδίττονται καὶ τρέμουσιν ὁρῶντα. Τούτοις ἐοίκασιν οἱ πλεονέκται, πενίαν μὲν δεδιότες, ὅπερ οὐκ ἔστι φοβερὸν, ἀλλὰ καὶ ἀσφαλείας ὑπόθεσις· πλοῦτον δὲ ἄδικον καὶ πλεονεξίαν περὶ πολλοῦ ποιούμενοι, ὃ πυρός ἐστι παντὸς φοβερώτερον. Πανταχοῦ γὰρ ἡ πλεονεξία κακόν. Ταύτην τοίνυν διὰ παντὸς ἐκκοπῆναι παρακαλεῖ ὁ Προφήτης, ἀπειλῶν, φοβῶν, τὸν Θεὸν παρακαλῶν ἐπὶ τὴν κόλασιν ἀναστῆναι τῆς τοιαύτης ἀναλγησίας. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ, πανωλεθρίαν αὐτοῖς ἀπειλῶν, καὶ ἀξιῶν γενέσθαι βοηθὸν καὶ ἔκδικον τῶν ἀδικουμένων, ὥστε καὶ τούτους ἀναπνεῦσαι, κἀκείνους σωφρονισθῆναι. Μηδεὶς τοίνυν διωκέτω χρημάτων περιουσίαν. Πολλὰ ἐντεῦθεν τοῖς μὴ προσέχουσι τίκτεται κακά· ἀπόνοια, ῥᾳθυμία, φθόνος, κενοδοξία, καὶ ἕτερα πολλῷ πλείονα τούτων. Ἀλλ' ἵνα ἀπαλλαγῆτε τούτων ἁπάντων, τὴν ῥίζαν ἐκκόψατε· μὴ μενούσης γὰρ αὐτῆς, οὐ βλαστάνει τὰ πονηρὰ βλαστήματα. ∆ιὰ τοῦτο καὶ ταῦτα εἴρηται, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλ' ἵνα καὶ διορθώμεθα, καὶ πολλὴν τὴν ἀρετὴν ἐν Χριστῷ Ἰησοῦ ἐπιδειξώμεθα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ Ιʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος τῷ ∆αυΐδ. Ἄλλος, Ἐπινίκιος τῷ ∆αυΐδ. Ἄλλος, Τῷ νικοποιῷ.

αʹ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ἄλλος, Ἀναστατοῦ εἰς τὰ ὄρη ὡς στρουθίον Ἄλλος, Μετακινοῦ. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἄλλος, Ὡς ἐν ζόφῳ. Ὅτι ἃ σὺ κατηρτίσω,αὐτοὶ καθεῖλον. Ἄλλος, Ὅτι οἱ θεσμοὶ κατελύθησαν. Ἄλλος, Ὅτι αἱ διδασκαλίαι συντριβήσονται. Μεγάλη τῆς ἐπὶ τὸν Κύριον ἐλπίδος ἡ δύναμις, φρούριον ἀχείρωτον, τεῖχος ἄμαχον, συμμαχία ἀκαταγώνιστος, λιμὴν εὔδιος, πύργος ἀκαταμάχητος, ὅπλον ἀήττητον, δύναμις ἄμαχος καὶ ἐκ τῶν ἀπόρων εὑρίσκουσα πόρον. ∆ιὰ ταύτης ἄοπλοι τῶν ὡπλισμένων, καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν. Καὶ τί θαυμαστὸν εἰ πολεμίων ἐκράτησαν, ὅπου γε καὶ αὐτοῦ τοῦ κόσμου περιεγένοντο; Τὰ γὰρ στοιχεῖα τὴν οἰκείαν ἀγνοήσαντα φύσιν πρὸς τὸ χρήσιμον ἐκείνοις μετεβάλλοντο, καὶ τὰ θηρία οὐκ ἔτι θηρία ἦν, οὐδὲ ἡ κάμινος, κάμινος. Ἡ γὰρ εἰς τὸν Θεὸν ἐλπὶς πάντα μεταῤῥυθμίζει. Ὀδόντες τεθηγμένοι, καὶ δεσμωτήριον στενὸν, φύσεως ἀγριότης, καὶ λιμὸς ὁπλίζων τὴν φύσιν, διάφραγμα οὐδαμοῦ, καὶ στόματα τοῦ σώματος πλησίον τοῦ Προφήτου· ἀλλ' ἡ εἰς τὸν Θεὸν ἐλπὶς χαλινοῦ παντὸς ἰσχυροτέρα, εἰς τὰ στόματα ἐμπεσοῦσα, εἰς τοὐπίσω ταῦτα ἀνεῖλκε. Ταῦτα δὴ καὶ οὗτος φιλοσοφῶν, ἔλεγε πρὸς τοὺς κελεύοντας αὐτῷ φεύγειν καὶ δραπετεύειν, καὶ ἀπὸ τῆς τῶν τόπων ἀσφαλείας τὴν σωτηρίαν ἑαυτῷ πορίζεσθαι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; Τί λέγεις; Τὸν τῆς οἰκουμένης ∆εσπότην ἔχω σύμμαχον· τὸν πανταχοῦ εὐκόλως ἐργαζόμενον πάντα, ἐκεῖνον στρατηγοῦντα ἔχω καὶ παριστάμενον· καὶ πρὸς τὴν ἀοίκητόν με πέμπεις, καὶ ἀπὸ τῆς ἐρημίας μοι συνάγεις τὴν ἀσφάλειαν; Μὴ γὰρ μείζων ἡ τῆς ἐρημίας βοήθεια τοῦ πάντα δυναμένου μετ' εὐκολίας ἁπάσης; Τί με τὸν ὡπλισμένον ἰσχυρῶς, καθάπερ γυμνὸν καὶ ἄοπλον, δραπετεύειν παρασκευάζεις, καὶ μετανάστην εἶναι κελεύεις; Εἶτα τὸν μὲν στρατόπεδον ἔχοντα, καὶ τείχεσι πεφραγμένον καὶ ὅπλοις, οὐκ ἂν ἐκέλευσας καταφυγεῖν ἐπὶ τὴν ἔρημον, ἀλλὰ καταγέλαστος ἂν ἐφάνης ταῦτα συμβουλεύων· τὸν δὲ ἔχοντα τὸν τῆς οἰκουμένης ∆εσπότην μεθ' ἑαυτοῦ ἐξορίζεις, καὶ φυγαδεύεις, καὶ μετανάστην ποιεῖς, διὰ τὸν παρὰ τῶν ἁμαρτωλῶν πόλεμον; Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἕτερον δικαίωμα ἔχω τοῦ μὴ φεύγειν. Ὅταν γὰρ καὶ ὁ Θεὸς βοηθῇ, καὶ ἁμαρτωλοὶ οἱ πολεμοῦντες, πῶς οὐ τὴν ἐσχάτην ὀφλισκάνει αἰσχύνην ὁ συμβουλεύων τῶν ὀρνίθων μιμεῖσθαι τὸ ψοφοδεές; Οὐκ ἐννοεῖς τὸ ἀντιπαραταττόμενόν μοι στρατόπεδον, πῶς ἀράχνης εὐτελέστερον; Εἰ γὰρ ὁ τοῦ βασιλέως ἐχθρὸς τοῦ ἐπιγείου, ὅπου ἂν παραγένηται, ἐπισφαλῶς ζῇ καὶ δέδοικε, καὶ τρέμει· πολλῷ μᾶλλον ὁ τοῦ τῶν ὅλων Θεοῦ. Ὅπου γὰρ ἂν ἀφίκηται, πάντας ἔχει πολεμίους, καὶ αὐτὴν τὴν κτίσιν. Καθάπερ γὰρ τοὺς φίλους αὐτοῦ καὶ τὰ στοιχεῖα καὶ τὰ θηρία δέδοικε, καὶ πᾶσα ἡ κτίσις αἰδεῖται· οὕτω τὸν ἐχθρὸν καὶ πολέμιον καὶ τὰ ἀναίσθητα πολεμεῖ καὶ διαπτύει. ∆ιά τοι τοῦτο τοὺς μὲν, πρὶν ἢ τοῦ ἐδάφους ἅψασθαι, διειργάσαντο τότε οἱ θῆρες, τοὺς δὲ τὸ πῦρ κατηνάλωσεν. Ἀλλὰ τόξα καὶ φαρέτραν ἔχουσι, καὶ παρεσκευασμένα αὐτοῖς ἅπαντα· Ἡτοίμασαν γὰρ αὐτὰ, φησὶν, εἰς φαρέτραν· ἀλλ' οὐδεμία τούτων ἰσχὺς, οὐδὲν ἐντεῦθεν δεδιττόμεθα. Οὐδὲ γὰρ εἴ τινα ἐκλελυμένον εἶδον τόξον ἔχοντα, ἔδεισα ἄν. Τί γὰρ ὄφελος ὅπλων, ἰσχύος οὐκ οὔσης; Οὐ τοίνυν οὐδὲ ἐνταῦθα, τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας ἀπούσης. Ἀλλὰ δόλους ῥάπτουσι, καὶ οὐκ ἐξ εὐθείας προσέρχονται. ∆ιὰ τοῦτο μάλιστα αὐτῶν καταγελῶ, ὅτι ἐν σκοτομήνῃ βάλλουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνδρὸς ἐπιβουλεύοντος. Οὐ δεῖται τοῖς ἑτέρων ὅπλοις ἁλῶναι, ἀλλ' ὑπὸ τῆς οἰκείας πίπτει χειρὸς, καὶ τῷ ἑαυτοῦ περιτρέπεται δόλῳ. Τί οὖν γένοιτ' ἂν ἀσθενέστερον, ὅταν ὑπὸ τῶν οἰκείων μηχανημάτων αἱρῆται; Μετὰ δὲ τούτων ἔστι καὶ ἕτερον εἰπεῖν· ὅτι οὐχ ἁμαρτωλοὶ μόνον τοὺς ὑπὸ Θεοῦ βοηθουμένους καὶ μετὰ δόλου πολεμοῦσιν, ἀλλ' ὅτι καὶ πρὸς τοὺς ἀνευθύνους καὶ οὐδὲν αὐτοὺς ἠδικηκότας. Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο αὐτοὺς ἀσθενεῖς ἐργάζεται. Καθάπερ γὰρ οἱ πρὸς κέντρα λακτίζοντες, ἐκεῖνα μὲν οὐδὲν ἔβλαψαν, τοὺς δὲ ἑαυτῶν πόδας ᾕμαξαν· οὕτω δὴ καὶ οὗτοι. Μετὰ δὲ τούτων, καὶ ἑτέρα τις αἰτία καταλύουσα αὐτῶν τὴν ἰσχὺν τοῦ πολέμου ἐστί. Ποία δὴ αὕτη; Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ, φησὶ, καθεῖλον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Σοὶ πολεμοῦσι καὶ μάχονται, τὸν νόμον σου καὶ τὰ προστάγματά σου καθαιροῦντες. Καὶ γὰρ τὰ σὰ προστάγματα καθελεῖν ἐπιχειροῦσι, καὶ ταῦτα κατηρτισμένα. Ἢ τοῦτό φησιν, ἢ ὅτι καὶ παραβάται τοῦ νόμου εἰσί. Καὶ αὕτη δὲ οὐ μικρὰ ἀσθενείας ὑπόθεσις, τὸ τὰ σὰ μὴ φυλάξαντας, οὕτως εἰς πόλεμον ἰέναι. ∆ιὰ γὰρ τοῦτο καὶ εὐθέσι πολεμοῦσι, καὶ δόλους ῥάπτουσι, ἐπειδὴ τῶν σῶν οὐκ ἀκούουσι προσταγμάτων.

βʹ. ∆ιηγησάμενος τοίνυν περὶ τῆς ἀσθενείας τῶν πολεμίων, καὶ ταύτην δείξας οὐκ ἀπὸ τούτων, ἀφ' ὧν ἕτεροι, ἀλλ' ἀφ' ὧν αὐτῷ πρέπον ἦν οὐ γὰρ εἶπε, Χρήματα οὐκ ἔχουσιν, οὐδὲ φρούρια, οὐδὲ συμμάχους, οὐδὲ πόλεις, οὐδ' ὅτι πολέμων εἰσὶν ἄπειροι, ἀλλὰ πάντα ταῦτα παραδραμὼν καὶ διαπτύσας ὡς οὐδὲν ὄντα, καὶ εἰπὼν ὅτι παράνομοί εἰσιν, ὅτι πολεμοῦσι τοῖς οὐδὲν ἠδικηκόσιν, ὅτι τὰ τοῦ Θεοῦ καθαιροῦσι, λέγει λοιπὸν καὶ τὴν τῶν δικαίων παράταξιν, κἀντεῦθεν δεικνὺς τὸ ἐκείνων εὐχείρωτον. Οὕτω καὶ ἡμεῖς τὸν ἰσχυρὸν καὶ τὸν ἀσθενῆ δοκιμάζωμεν, ἀλλὰ μὴ ἀφ' ὧν οἱ καταγέλαστοι τῶν ἀνθρώ πων φοβοῦνται, ἐκ τούτων μᾶλλον φοβώμεθα. Τί γάρ φασι; ∆εινός ἐστι, πονηρός ἐστι, χρημάτων ὄγκον περιβέβληται καὶ δυναστείαν. ∆ιὰ τοῦτο μάλιστα αὐτοῦ καταγελῶ. Ταῦτα γὰρ εἴδη ἀσθενείας ἐστίν. Ἀλλ' οἶδεν ἐπιβουλεύειν, φησί. Πάλιν ἕτερον εἶδός μοι λέγεις ἀσθενείας. Τί οὖν ὅτι πολλοὶ περιγίνονται τοιοῦτοι ὄντες; Ἐπειδὴ σὺ καλῶς πυκτεύειν οὐκ οἶδας· ἐπειδὴ καὶ σὺ ὑπὲρ τῶν αὐτῶν παγκρατιάζεις, ἀφ' ὧν ἐκεῖνοι γίνονται ἀσθενέστεροι, περὶ δόξης καὶ δυναστείας. Φεῦγε τοῦ ἀγῶνος τὴν ὑπόθεσιν, καὶ ἑτέρωθεν βάλλε τοὺς ἐπιόντας, ἐπιεικείᾳ τὸν ἀλαζόνα, πενίᾳ τὸν πλεονέκτην, ἐγκρατείᾳ τὸν ἀκόλαστον, φιλοφροσύνῃ τὸν φθονερόν· καὶ οὕτως αὐτῶν περιέσῃ ῥᾳδίως. Ἀλλ', ὅπερ ἔφθην εἰπὼν, διηγησάμενος τὴν ἀσθένειαν τῶν ἀντιδίκων, ὅρα πῶς καὶ τοῦ δικαίου λέγει τὴν πανοπλίαν. Ἐπάγει γάρ· Ὁ δὲ δίκαιος τί ἐποίησε; τουτέστιν· Ἐκείνων οὕτω παραταττομένων, ζητεῖς πόθεν ὡπλίσατο ὁ δίκαιος; Ἄκουε· Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Εἶδες πῶς συντόμως τὴν συμμαχίαν αὐτοῦ διηγήσατο; Τί ἐποίησεν, ἐρωτᾷς; Ἐπὶ τὸν Θεὸν κατέφυγε τὸν ἐν τῷ οὐρανῷ, τὸν πανταχοῦ παρόντα. Οὐ τόξα ἔτεινεν, οὐδὲ φαρέτραν ἡτοίμαζε, καθάπερ ἐκεῖνος, οὐδὲ ἐν σκοτομήνῃ παρετάξατο· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, τὴν εἰς τὸν Θεὸν ἐλπίδα πᾶσιν ἐπετείχισε, καὶ τοῦτον αὐτοῖς ἀντέστησε τὸν οὐδενὸς τούτων δεόμενον, οὐ καιρῶν, οὐ τόπων, οὐχ ὅπλων, οὐ χρημάτων, ἀλλὰ νεύματι πάντα ἀνύοντα. Εἶδες συμμαχίαν ἄμαχόν τε καὶ εὔκολον, καὶ ῥᾳδίαν; Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἄλλος, Τὰ βλέφαρα αὐτοῦ δοκιμάζει. Ἄλλος, Κύριος δίκαιος ἐξεταστής. Ἄλλος, ∆ίκαιον δοκιμάζει καὶ ἀσεβῆ, καὶ ἀγαπῶντα ἄδικα ἐμίσησεν ἡ ψυχὴ αὐτοῦ. Ἄλλος, Ὁ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Εἶδες σύμμαχον παρεσκευασμένον, βοηθὸν εὐτρεπισμένον, πανταχοῦ παρόντα, πάντα ὁρῶντα, πάντα βλέποντα, τοῦτο ἔργον ἔχοντα μάλιστα, κἂν μηδεὶς ὁ παρακαλῶν ᾖ, προνοεῖν, κήδεσθαι, κωλύειν ἀδικοῦντας, βοηθεῖν ἀδικουμένοις, τοῖς μὲν ἀποδιδόναι τὰς ἀμοιβὰς τῶν κατορθωμάτων, τοῖς δὲ τιθέναι τὰς τιμωρίας τῶν ἁμαρτημάτων; Οὐδὲν οὖν ἀγνοεῖ· οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην. Οὐκ ἐπίσταται δὲ μόνον, ἀλλὰ καὶ βούλεται αὐτὰ διορθοῦν. ∆ιὸ καὶ ἕτερος τοῦτο αὐτὸ δηλῶν εἶπε, ∆ίκαιος. Εἰ γὰρ δίκαιος, οὐκ ἀνέξεται ταῦτα ἁπλῶς περιορᾷν γινόμενα. Ἀποστρέφεται τοὺς πονηροὺς, ἐπαινεῖ τοὺς δικαίους. Εἶτα ὅπερ ἐν τῷ προτέρῳ ψαλμῷ ἔλεγε, δεικνὺς ὅτι καὶ αὐτὴ ἡ κακία ἱκανὴ αὐτοὺς ἀναλῶσαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν ἐπήγαγεν· Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Πολέμιον γὰρ τῇ ψυχῇ πονηρία, ἐχθρὸν καὶ ὀλέθριον, ὥστε καὶ πρὸ τῆς κολάσεως δίκην δίδωσιν ὁ πονηρός. Εἶδες πῶς εὐαλώτους πάντοθεν δείκνυσι τοὺς ἐναντιουμένους, ὅταν καὶ τοιοῦτον ἔχῃ σύμμαχον, καὶ ἐκεῖνοι ὑπὸ τῶν οἰκείων ὅπλων ἁλίσκωνται, δι' ὧν φράττονται, διὰ τούτων δαπανώμενοι, καὶ ἑαυ τοὺς βλάπτοντες; εἶδες τῆς συμμαχίας τὴν εὐκολίαν; Οὐ γὰρ δεῖ βαδίσαι που, καὶ δραμεῖν, οὐδὲ χρήματα ἀναλῶσαι, τοῦ Θεοῦ πανταχοῦ παρόντος, καὶ πάντα ὁρῶντος. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ἄλλος, Ὕσει ἐπὶ παρανόμους ἄνθρακας. Ἄλλος, Εὐθύτητας ὄψεται τὸ πρόσωπον αὐτῶν, τουτέστι, τῶν δικαίων, ἢ αὐτοῦ τοῦ Θεοῦ. Εἰπὼν τὴν ἀπὸ τῆς κακίας δίκην, ἐπειδὴ ταύτης πολλοὶ καταφρονοῦσι, λοιπὸν κατασείει τὴν τῶν πονηρῶν διάνοιαν ἀπὸ τῆς ἄνωθεν φερομένης πληγῆς, ἐμφαντικῶς τῷ λόγῳ χρώμενος, καὶ διὰ φοβερῶν ὀνομάτων προϊών. Πῦρ γὰρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, καὶ ἄνθρακας αὐτοῖς ἄνωθεν λέγει ὕεσθαι, τῇ μεταφορᾷ τῶν λέξεων τὸ ἄφυκτον τῆς τιμωρίας, τὸ δαψιλὲς τῆς κολάσεως, τὸ εὔκολον τῆς πληγῆς, τὸ δαπανητικὸν παραστῆσαι βουλόμενος.

γʹ. Τί ἐστιν, Ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν; Τοῦτο αὐτοῖς κλῆρος, φησὶ, τοῦτο κτῆμα, τούτῳ ἐνδιατρίψουσιν, ἐν τούτοις δαπανηθήσονται. Εἶτα καὶ ἡ αἰτία· ὅτι ὁ πάντα ἐφορῶν οὐκ ἀνέξεται ταῦτα ἀτιμωρητὶ παραδραμεῖν. Ὅπερ καὶ ἕτερος προφήτης φησί· Καθαρὸς ὁ ὀφθαλμός σου, τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· τοῦτο καὶ οὗτος παρίστησι λέγων· Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησε. Τοῦτο τοῦ Θεοῦ μάλιστα ἐξαίρετον, ἀποδέξασθαι τὰ δίκαια, τὴν ὀρθότητα· καὶ οὐκ ἂν ἀνάσχοιτο εἰς τέλος τῶν ἑτέρως γινομένων. ∆ιὰ δὴ τοῦτο ἀρχόμενος τοῦ ψαλμοῦ ἔλεγεν· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Οἱ μὲν γὰρ ἐν τοῖς βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται. Τοιοῦτος ὁ ἐπὶ χρήμασιν ἐλπίζων. Καθάπερ ὁ στρουθὸς καὶ ὑπὸ παιδίων ἁλίσκεται, καὶ ἰξοῦ, καὶ παγίδος, καὶ μυρίοις ἑτέροις· οὕτω καὶ ὁ πλουτῶν, καὶ ὑπὸ οἰκείων, καὶ ὑπὸ πολεμίων· καὶ ἐκείνου μᾶλλον ἐπισφαλέστερον ζῇ, πολλοὺς ἔχων τοὺς ἰξεύοντας, καὶ πρὸ ἐκείνων, πονηρὰς ἐπιθυμίας· καὶ μετανάστης ἐστὶν, ἀεὶ μετὰ τῶν καιρῶν ἱστάμενος, καὶ δημίων ὀργὰς δεδοικὼς, καὶ βασιλέως θυμὸν, καὶ κολάκων ἐπιβουλὰς, καὶ φίλων δόλους· καὶ πολεμίων ἐπιστάντων, μᾶλλον πάντων τρέμει, καὶ εἰρήνης οὔσης, ὑφορᾶται τοὺς ἐπιβούλους· οὐ γὰρ ἔχει πλοῦτον μόνιμον καὶ ἀναφαίρετον. ∆ιὰ τοῦτο ἀεὶ πέτεται καὶ μετανίσταται, τὰς ἐρήμους διώκων καὶ τὰ ὄρη, ἐν σκοτομήνῃ διάγων, καὶ παχὺ σκότος ἐν μεσημβρίᾳ μέσῃ ἔχων, καὶ δόλους ῥάπτων. Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος. Αἱ γὰρ τῶν δικαίων ὁδοὶ ὁμοίως φωτὶ λάμπουσιν. Οὔτε γὰρ ἐπιβουλεύειν αἱροῦνται, οὔτε ἀδικεῖν, ἀλλ' ἀνειμένην ψυχὴν ἔχουσιν. Οὗτοι δὲ ἀεὶ δόλους ῥάπτοντες, ἀεὶ ἐν σκότῳ καὶ φόβῳ εἰσὶ, καθάπερ οἱ λῃσταὶ, καὶ οἱ τοιχωρύχοι, καὶ οἱ μοιχοί· καὶ ἐν ἡμέρᾳ σκότος ὁρῶσι, τῆς ψυχῆς αὐτῶν ὑπὸ δέους βαλλομένης. Πῶς οὖν ἂν διασκεδασθείη τὸ σκότος τοῦτο; Εἰ πάντων τούτων ἑαυτὸν ἀποστήσας, ἐκκρεμασθείης τῆς ἐλπίδος τοῦ Θεοῦ, κἂν μυριάκις ἁμαρτωλὸς ᾖς. Ἐμβλέψατε γὰρ, φησὶν, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; Οὐκ εἶπε, ∆ίκαιος, ἀλλὰ, Τίς; Κἂν ἁμαρτωλὸς, φησί. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ ἁμαρτωλοὶ ταύτης ἐχόμενοι τῆς ἀγκύρας, πᾶσίν εἰσιν ἀχείρωτοι. Τοῦτο γὰρ μάλιστα διαθέσεως τῆς πρὸς τὸν Θεὸν, ὅταν τοσούτοις κακοῖς βεβαρημένος θαῤῥήσῃς αὐτοῦ τῇ φιλανθρωπίᾳ. Ὥσπερ γὰρ ἐπικατάρατος ὁ ἐλπίζων ἐπὶ ἄνθρωπον, οὕτω μακάριος ὁ ἐλπίζων ἐπὶ Θεόν. Πάντων τοίνυν ἀποστήσας σαυτὸν, ταύτης ἔχου τῆς ἀγκύρας. Καὶ γὰρ ἐφορᾷ πάντα ὁ Θεὸς, καὶ κρίνει τὰ δίκαια, καὶ οὐ κρίνει μόνον, ἀλλὰ καὶ εἰς ἔργον ἐξάγει. ∆ιὰ τοῦτο εἰπὼν αὐτοῦ περὶ τῆς δικαιοσύνης, ἔδειξε καὶ τὴν τιμωρίαν, διὰ τοῦ πυρὸς, διὰ τῆς καταιγίδος· καὶ τοῦτο δὲ ποιεῖ, κηδόμενος ἐκείνων, καὶ διὰ τῆς κολάσεως σωφρονεστέρους ποιῶν. Πάντων οὖν ἕνεκεν προσίωμεν αὐτῷ, καὶ διηνεκῶς μένωμεν πρὸς αὐτὸν ὁρῶντες. Οὕτω γὰρ καὶ πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Ἄλλος, Τῷ νι κοποιῷ ὑπὲρ τῆς ὀγδόης Ὁ δὲ Ἑβραῖος, Ἀσε μινὶθ, φησί. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώ θησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἄλλος, Ὅτι ἐπεράνθησαν πιστοὶ ἀπὸ υἱῶν ἀν θρώπων.

αʹ. ∆ύσκολον μὲν ἀρετὴ, καὶ δυσκατόρθωτον καὶ καθ' ἑαυτὸ, μάλιστα δὲ, ὅταν ἐν σπάνει τῶν ἀγαθῶν ἀνδρῶν ὁ ἐργαζόμενος ᾖ. Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ δὲ πλέον ὅταν μόνος ὁ ὁδοιπόρος ᾖ, καὶ μηδένα τὸν κοινωνοῦντα τῆς ὁδοιπορίας ἔχῃ· οὕτω δὴ καὶ ἐνταῦθα. Οὐδὲ γὰρ μικρὸν ἀδελφῶν κοινωνία καὶ παράκλησις. ∆ιὸ καὶ Παῦλός φησι· Κατανοοῦντες ἑαυτοὺς εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. ∆ιὰ δὴ τοῦτο μάλιστα τοὺς παλαιοὺς μακαρίζειν ἄξιον, οὐχ ὅτι κατώρθωσαν ἀρετὴν, ἀλλ' ὅτι καὶ αὐχμοῦ πολλοῦ τῆς ἀρετῆς ὄντος, καὶ τῶν κατορθούντων οὐδαμοῦ φαινομένων. Τοῦτο γοῦν καὶ ἡ Γραφὴ αἰνιττομένη ἔλεγε· Νῶε δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. ∆ιὰ τοῦτο τὸν Ἀβραὰμ θαυμάζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ τοῦτο τὸν Μωϋσέα, ὅτι καθάπερ ἐν βαθείᾳ νυκτὶ ἀστέρες ἐφαίνοντο, καὶ μεταξὺ τῶν ἀκανθῶν ῥόδα, καὶ ἐν μυρίοις λύκοις πρόβατα, τὴν ἐναντίαν πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι. Εἰ γὰρ ἐπὶ πλήθους αὐτὸ τοῦτο δυσκολίαν φέρει, καὶ πολλῶν τὴν ἐναντίαν ποιουμένων, ὁ μόνος ἀπεναντίας τοῦ πλήθους βαδίζων πολλὰ ὑπομένει πράγματα, καὶ εἰ ἐν ναυτιλίᾳ δὲ χαλεπὸν, τοῦ ῥοθίου τὴν ἐναντίαν φερομένου, πρὸς τὴν ἐναντίαν τὸ πλοῖον ἰθύνειν· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρετῆς. ∆ιὰ δὴ τοῦτο καὶ ὁ δίκαιος οὗτος, ἅτε δὴ μόνος αὐτῆς ἐπειλημμένος, πάντων τὴν ἐναντίαν βαδιζόν των, ἐπὶ τὴν τοῦ Θεοῦ πρόνοιαν καταφεύγει, λέγων· Σῶσόν με, Κύριε. Οὐδὲν οὖν ἄλλο, ἢ τοῦτο ἐντεῦθεν δηλοῖ· Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν οὐρανῶν, τῆς συμμαχίας ἐκείνης. Τὴν γὰρ ἐναντίαν πᾶσιν ὁδεύων ὁδὸν, πολλῆς δέομαι τῆς προνοίας. Καὶ οὐκ εἶπε, Σῶσόν με, ὅτι οὐ γέγονεν ὅσιος, ἀλλ', Ὅτι ἐκλέλοιπεν ὅσιος, δεικνὺς ὅτι καὶ οἱ ὄντες ἀπώλοντο, ἐπειδὴ ἐπεκράτησεν ἡ κακία, καὶ περιεγένετο ἡ νόσος. Τοῦτο καὶ Παῦλος φοβεῖται λέγων· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Καὶ πάλιν· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Τί ἐστιν, Ὠλιγώθησαν αἱ ἀλήθειαι; Πολλαί εἰσιν αἱ ἀλήθειαι. Καθάπερ ἐπὶ τῶν χρωμάτων, καὶ τῶν ἄλλων εἰδῶν, τὰ μέν ἐστιν ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἔστι πορφύρα ἀληθὴς, καὶ πορφύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν. Ἀλήθεια γὰρ τὸ ὄντως ὂν, ψεῦδος δὲ τὸ μὴ ὄν. Ἐπεὶ οὖν ταῦτα διέστραπτο καὶ ἠμαύρωτο, οὐ τὴν ὑπόστασιν ἀπολέσαντα ἐξ ἑαυτῶν, ἀλλ' ὑπὸ τῶν ἀνθρώπων φυγαδευθέντα· διὰ τοῦτο οὐκ εἶπε μόνον, ὅτι Ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλ', Ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, προσέθηκε, τοῦτο αὐτὸ δηλῶσαι βουλόμενος. Σκόπει δέ· Ἔστι κόσμος ἀληθής· ἔστι καὶ ψευδής. Τίς οὖν ὁ ἀληθὴς κόσμος; Ὁ περὶ ψυχήν. Τίς δὲ ψευδής; Ὁ περὶ σῶμα. Ἔστιπλοῦτος ἀληθής· ἔστι καὶ ψευδής. Ψευδὴς ὁ τῶν χρημάτων, ἀληθὴς ὁ τῶν κατορθωμάτων. Ἔστιν εὐφροσύνη, ἡ μὲν ψευδὴς, ἡ δὲ ἀληθὴς, καὶ κάλλη, καὶ δυναστεῖαι, καὶ δόξαι. Ἀλλ' οἱ πλείους τῶν ἀνθρώπων, τὴν ἀλήθειαν τούτων ἀφέντες, τὰ ψευδῆ διώκουσιν. Ὥσπερ γὰρ ἔστιν ἄνθρωπος ἀληθὴς, καὶ ψευδής· ἀληθὴς μὲν ὁ ζῶν καὶ ἐνεργῶν, ψευδὴς δὲ ὁ γεγραμμένος· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔστιν ἰδεῖν.

βʹ. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν κακά. Ἄλλος φησὶν, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ λαλεῖ. ∆ύο κακίας λέγει ἐνταῦθα, καὶ ὅτι μάταια ἐλάλησαν, καὶ ὅτι πρὸς τὸν πλησίον· ἢ τὰ ψευδῆ μάταιά φησιν, ἢ τὰ περιττὰ καὶ ἀνόνητα. Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησι λέγων· Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πάντες ἦσαν διεφθαρμένοι. ∆ιὸ οὐκ εἶπεν, Ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ', Ἕκαστος. Οὐδὲ γὰρ ἦν ἁπλῶς ἐπιπόλαιος ἡ κακία, ἀλλὰ κάτωθεν, καὶ ἀπὸ καρδίας. Ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ, ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ, εἶπε, διδάσκων ὅτι πολλὴ διπλόη αὐτῶν ἐν καρδίᾳ. Τοῦτο πολεμίων πάντων πικρότερον. Οἱ μὲν γάρ εἰσι φανεροὶ καὶ δῆλοι, ὅθεν καὶ εὐφύλακτοι γίνονται· οὗτοι δὲ ἕτερον προσωπεῖον προβαλλόμενοι, καὶ ἕτερον ὄντες, δυσφώρατοι τοῖς ἐπιβουλευομένοις καθίστανται, τῶν τὰ ξίφη κρυπτόντων ὄντες πολλῷ χαλεπώτεροι. Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν. Ἄλλος, ∆υναστεύσομεν. Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν. Ἄλλος, Σὺν ἡμῖν πάρεστι. Τίς ἡμῶν κύριός ἐστιν; Ἄλλος, Τίς κυριεύσει ἡμῶν; Εἶδες κηδεμονίαν Προφήτου, πῶς ὑπὲρ αὐτῶν εὔχεται; Οὐ γὰρ δὴ κατ' αὐτῶν ἐστι τὸ εἰρημένον, ἀλλ' ὑπὲρ αὐτῶν. Οὐ γὰρ εἶπεν αὐτοὺς ἀπολέσθαι, ἀλλὰ τὴν κακίαν ἀφανισθῆναι. Οὐ γὰρ εἶπεν, Ἐξολοθρεύσει Κύριος αὐτοὺς, ἀλλὰ, Τὰ χείλη τὰ δόλια.

γʹ. Καὶ πάλιν οὐχὶ τὴν οὐσίαν, ἀλλὰ τὴν γλῶτταν, τὴν ἀπόνοιαν, τὸν δόλον ἀναιρεθῆναι ἀξιοῖ, τὴν ὑπερηφανίαν ἐκκοπῆναι. Κωμῳδῶν δὲ αὐτῶν τὴν ἄνοιαν, φησί· Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι. Τίς ἡμῶν κύριός ἐστι; Μαινομένων καὶ παραφρόνων τὰ ῥήματα. ∆ιὰ δὴ τοῦτο ὁ Παῦλος ἀπεναντίας αὐτοῖς φθεγγόμενος παραινεῖ· Οὐκ ἐστὲ ἑαυτῶν, τιμῆς ἠγοράσθητε· καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν. Οὐ σά ἐστι τὰ χείλη, φησὶν, ἀλλὰ τοῦ ∆εσπότου. Αὐτὸς γὰρ ἐποίησεν αὐτὰ, αὐτὸς κατεσκεύασεν, αὐτὸς ζωὴν ἐνέπνευσεν. Ἀλλὰ σὺ ἔχεις; Ἀλλ' οὐ πάνθ' ὅσα ἔχομεν, ταῦτα ἡμέτερα· ἐπεὶ καὶ χρήματα ἔχομεν, ἑτέρων παρακαταθεμένων· καὶ γῆν μισθούμεθα, ἑτέρων ἡμῖν δεδωκότων. Οὕτω δὴ καὶ σοὶ ταῦτα ἐμίσθωσεν ὁ Θεὸς, οὐχ ἵνα ἀκάνθας φέρῃς, ἀλλ' ἵνα σπέρματα εἰς τὸ χρήσιμον μεταβάλῃς· οὐχ ἵνα ἀπόνοιαν, οὐχ ἵνα δόλον, ἀλλ' ἵνα ταπεινοφροσύνην, ἀλλ' ἵνα εὐφημίαν, ἀλλ' ἵνα ἀγάπην ποιήσῃς δι' αὐτῶν βλαστάνειν. Καὶ ὀφθαλμοὺς ἔδωκεν, οὐχ ἵνα ἀκόλαστα βλέπῃς, ἀλλ' ἵνα σωφροσύνῃ αὐτοὺς καλλωπίζῃς· καὶ χεῖρας, οὐχ ἵνα πλήττῃς, ἀλλ' ἵνα ἐλεῇς. Πῶς δὲ καὶ λέγεις, ὅτι Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν, ὅταν τῆς ἁμαρτίας αὐτὰ ποιῇς δοῦλα, ὅταν τῆς πορνείας, ὅταν τῆς ἀκαθαρσίας; Τίς ἡμῶν κύριός ἐστιν; Ὢ διαβολικοῦ ῥήματος! ὢ ψυχῆς δαιμονώδους! Ὁρᾷς, ἄνθρωπε, τὴν φύσιν ἅπασαν ἀνακηρύττουσαν τοῦ ∆εσπότου σου τὴν ἰσχὺν, τὴν σοφίαν, τὴν κηδεμονίαν, τὴν πρόνοιαν· τὸ σῶμά σου, τὴν ψυχὴν, τὴν ζωὴν, τὰ ὁρώμενα, τὰ ἀόρατα, ἅπαντα σχεδὸν εἰπεῖν, φωνὴν ἀφιέντα καὶ ἀνακηρύττοντα τοῦ ∆ημιουργοῦ τὴν δύναμιν, καὶ λέγεις· Τίς ἡμῶν κύριός ἐστι; Τοῦτο μανίας, τοῦτο παραπληξίας, τοῦτο διεφθαρμένης ψυχῆς. ∆ιὰ τοῦτο τὰ μυρία κακά. Ἀλλ' οὗτοι μὲν λέγουσι· Τίς ἡμῶν κύριός ἐστιν, Ἄλλοι δὲ τὸν μὲν ∆εσπότην ὁμολογοῦσι, τὸν δὲ περὶ τῆς κρίσεως ἀναιροῦσι λόγον καὶ τῆς κολάσεως, βραχείας χάριτος μεγάλην ὠνούμενοι κόλασιν, καὶ βουλόμενοι τῷ μὴ μεμνῆσθαι γεέννης παραμυθεῖσθαι ἑαυτοὺς, λανθάνουσι διὰ τῆς ἀφοβίας ταύτης εἰς τὸ βάραθρον ἑαυτοὺς τῆς ἀπωλείας ἐμβάλλοντες. ∆ιὸ παρακαλῶ καὶ μεμνῆσθαι γεέννης, καὶ διαλέγεσθαι περὶ γεέννης· οὕτω διάπλαττε εὐμορφίᾳ τὴν ψυχήν. Πολὺ γὰρ τὸ χρήσιμον τῶν λόγων τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἠπείλησεν αὐτὴν ὁ Θεὸς, καὶ ἐντεῦθεν ἤδη δήλην ἐποίησεν, ἀλλ' ἵνα τῷ φόβῳ ποιήσῃ βελτίους. ∆ιὰ τοῦτο καὶ ὁ διάβολος πάντα ποιεῖ καὶ πραγματεύεται, ἐξαιρεῖν αὐτῆς τὴν μνήμην βουλόμενος. Μὴ τοίνυν ἔκβαλλε τὴν μνήμην, μηδὲ λέγε· Τί λυπῶ ἐμαυτὸν παρὰ καιρόν; Παρὰ καιρὸν λυπῇ; Ἐκεῖνό ἐστι παρὰ καιρὸν ἀλγεῖν, ὅταν ἐν τῇ γεέννῃ ἀλγῇς. Τοῦ λυπεῖσθαι καιρὸς οὗτος, οὐκ ἐκεῖνος. Καὶ τοῦτο δείκνυσιν ὁ πλούσιος ὁ ἐπὶ Λαζάρου, ὃς μυρία λυπηθεὶς οὐδὲν ὤνησεν. Εἰ δὲ εὐκαίρως ἤλγησεν, οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σω τηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἄλλος, Τάξω σωτήριον ἐμφανές. Μάθε πόση τῆς ταπεινοφροσύνης ἡ ἰσχύς. Τῶν πενήτων ἡ δύναμις πενήτων λέγω, τῶν τὴν διάνοιαν συντετριμμένων, τοῦ κακῶς πάσχειν ἐστὶν ἡ ἀντίληψις. Οὐδὲ γὰρ βίον ἐνταῦθά φησιν, οὐδὲ ἀρετὴν, ἀλλὰ τὸ πάσχειν κακῶς, φησὶ, τοῦτο ἀνίστησι τὸν Θεὸν, καὶ ἐκκαλεῖται πρὸς τιμωρίαν καὶ ἄμυναν. Τοσοῦτόν ἐστι τὸ ἀδικούμενον φέρειν γενναίως, τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τοῦ Θεοῦ ἡ πρόνοια, ἀντὶ μεγίστης συνηγορίας ἡ συμφορὰ καὶ τῷ πάσχειν κακῶς γινομένη. Μεγάλη τοῦ στεναγμοῦ ἡ ἰσχὺς, τὴν ἄνωθεν καλοῦσα ῥοπήν. Φοβήθητε ὅσοι τοὺς πένητας ἀδικεῖτε. Ἔχετε δύναμιν ὑμεῖς, καὶ πλοῦτον, καὶ χρήματα, καὶ δικαστῶν εὔνοιαν· ἀλλ' ἔχουσιν ἐκεῖνοι πάντων ἰσχυρότερον ὅπλον, τοὺς στεναγμοὺς καὶ τοὺς θρήνους, καὶ αὐτὸ τὸ ἀδικεῖσθαι, ἅπερ τὴν ἐκ τῶν οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Τοῦτο τὸ ὅπλον οἰκίας ἀνορύττει, τοῦτο θεμελίους κατέσκαψε, τοῦτο πόλεις ἀνεῖλε, τοῦτο ὁλόκληρα ἔθνη κατεπόντισε· στεναγμοὺς ἀδικουμένων ἀνθρώπων λέγω. Αἰδεῖται τὴν εὐγνωμοσύνην αὐτῶν ὁ Θεὸς, ὅταν κακῶς πάσχοντες μηδὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον, καὶ ἀποδύρωνται τὰ οἰκεῖα κακά. Τί δέ ἐστι, Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ; Μετὰ παῤῥησίας, φησὶν, αὐτῶν προστήσομαι φανερῶς καὶ δήλως, ὥστε πάντας μαθεῖν. Καὶ πότε οὐ φανερῶς σώζει; Ἔστιν ὅτε οὐ φανερῶς, ἀλλὰ λάθρα· οὐδὲ γὰρ δεῖται τῆς παρὰ ἀνθρώπων δόξης. Νυνὶ δὲ, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἐχθροὺς τοὺς αὐτῶν ἐπεμβαίνειν, ἐνάλλεσθαι, ὀνειδίζειν αὐτοῖς, ὡς οὐκ ἔχουσι Θεὸν βοηθὸν, ὥστε κἀκείνους σωφρονισθῆναι, καὶ γενέσθαι βελτίους, τῇ πείρᾳ μαθόντας τοῦ ∆εσπότου τὴν συμμαχίαν, Φανερῶς ποιήσομαι τὴν ὑπὲρ αὐτῶν σωτηρίαν, φησί. Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ καὶ συνεχής. Μὴ γὰρ δὴ νομίσητε ταῦτα, φησὶν, ἁπλῶς εἰρῆσθαι, μηδὲ ἀπειλὴν εἶναι περιττήν· καθαρὰ αὐτοῦ ἐστι τὰ ῥήματα, ἀπηλλαγμένα ψεύδους. Ὥσπερ γὰρ ὁ ἄργυρος ὁ πεπυρωμένος οὐδὲν ἀλλότριον ἔχει καὶ νόθον, οὕτω καὶ τοῦ Θεοῦ τὰ ῥήματα, ἅπερ ἂν εἴπῃ, πάντως ἐκβῆναι δεῖ. ∆ιό φησιν· Ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ἄλλος, Πεπυρωμένον, χωροῦν τῇ γῇ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Χωροῦν τῇ γῇ, Βααλὶλ λάαρες εἶπε, τουτέστι, τὸ χωνευόμενον, τὸ ῥέον ἐν τῇ γῇ. Κεκαθαρισμένον ἑπταπλασίως.

δʹ. Εἶδες πῶς δείκνυσι τὸ ἀψευδὲς, τὸ ἀληθεῦον, τῇ εἰκόνι τῆς ὕλης; ὥσπερ γὰρ ἐκεῖνο τὸ χωνευθὲν, τὸ πυρωθὲν, τὸ πολλάκις τοῦτο παθὸν, ἀλλότριόν ἐστιν ἀλλοτρίας ὕλης, ἐκκεκαθαρμένον μετὰ ἀκριβείας· οὕτως ἡ ἀπόφασις τοῦ Θεοῦ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Φυλάξεις αὐτούς. Ἄλλος, Φυλάξεις αὐτὰ, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Ἅμα τῇ γενεᾷ τῇ αἰωνίᾳ. Κύκλῳ οἱ ἀσεβεῖς περι πατοῦσιν. Ἄλλος, Περιπατήσουσιν. Ἄλλος, Κύκλῳ ἀσεβῶν ἐμπεριπατήσουσι. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλος, Ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν υἱῶν τῶν ἀνθρώπων. Ἕτερος, Κατὰ τὸ ὕψος εὐωνισμένοι τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὁ δὲ Ἑβραῖος, Χὰρμ ζολλῶ, φησὶ, λεβνὴ Ἀδάμ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. Ὅρα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς ἐπὶ τὸν Θεὸν καταφεύγοντα, κἀκεῖθεν ζητοῦντα τὴν συμμαχίαν· καὶ γὰρ παναλκὴς ἡ βοήθεια, οὐδενὶ διακοπτομένη χρόνῳ. Οὐδενὸς τῶν ἀνθρωπίνων δεόμεθα, φησί· σὺ γὰρ ὁ φυλάττων εἶ διηνεκῶς. Τί ἐστι, Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι; Κατὰ μὲν τοὺς Ἑβδομήκοντα οὕτω λεκτέον, ὅτι Κἂν κυκλώσωσιν οἱ ἀσεβεῖς, οὐδὲν πεισόμεθα· καὶ γὰρ φυλάττεις ἡμᾶς, καὶ μετεωρίζεις, καὶ ἐνδόξους ποιεῖς. Κατὰ δὲ τὸν ἕτερον ἑρμηνευτὴν τοῦτο ῥητέον· Οἱ ἀσεβεῖς ἐξωσθήσονται, ὅταν τοὺς εὐτελεῖς τοὺς υἱοὺς τῶν ἀνθρώπων ὑψώσῃς· τουτέστιν, ὅταν ἡμᾶς τοὺς νομιζομένους εἶναι εὐκαταφρονήτους, τοὺς τεταπεινωμένους δοξάσῃς, ἀποστήσεις αὐτοὺς καὶ διακρούσῃ. Τί δέ ἐστι, Κατὰ τὸ ὕψος σου; Ἀντὶ τοῦ, Ὁμοίουςσου ἐποίησας, ὡς ἀνθρώπῳ δυνατὸν εἶναι ὅμοιον· Ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα, φησὶν, ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ὅπερ γάρ ἐστιν αὐτὸς ἐν οὐρανῷ, τοῦτο ἡμεῖς ἐπὶ τῆς γῆς· καὶ ὥσπερ οὐδεὶς αὐτοῦ ἀνώτερος ἄνω, οὕτως οὐδεὶς ἐπὶ τῆς γῆς τοῦ ζώου τούτου κατὰ ἀρετὴν ὅμοιος. Γίνεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦ ὀνόματος δὲ ἡμῖν μετέδωκεν· Ἐγὼ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ πάλιν· Τέθεικά σε θεὸν Φαραώ. Καὶ δημιουργὸν εἶναι ἐποίησε καὶ σωματικῶν καὶ ἀσωμάτων. Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα στοιχεῖα· ἡμῖν δὲ ἐπέταξε ναὸν αὐτῷ κτίζειν ἡμᾶς αὐτούς. Κἂν τοίνυν οὐ δημιουργῇς οὐρανὸν, ἀλλὰ δημιουργεῖς ναὸν Θεοῦ. Ἐπεὶ καὶ οὐρανὸς διὰ τοῦτο λαμπρὸς, ἐπειδὴ Θεὸν ἔχει κατοικοῦντα ἐν αὐτῷ· μᾶλλον δὲ διὰ Χριστοῦ καὶ ἡμᾶς. Συνήγειρε γὰρ, φησὶ, καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἐν τοῖς οὐρανοῖς· καὶ μείζονα ἔδωκε ποιεῖν ὧν αὐτὸς ἐποίησε. Τὰ γὰρ σημεῖα, φησὶν, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Καὶ ἐπὶ τῆς Παλαιᾶς ὁ μὲν τὴν θάλασσαν μετέβαλεν, ὁ δὲ τὸν ἥλιον ἐχαλίνου, ὁ δὲ τὴν σελήνην μένειν ἐκέλευσεν, ὁ δὲ πάλιν εἰς ἑαυτὸν τὰς ἀκτῖνας ἀπέστρεφεν· οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν. Οἶδε καὶ θηρία αἰδεῖσθαι Θεοῦ φίλους· κἂν λιμὸς ἀναγκάζῃ, φιλοσοφώτερα γίνεται. Αἰδείσθωσαν οἱ γαστρίμαργοι τὴν ἐγκράτειαν τῶν θηρίων. Λέοντες εἶδον τὸν ∆ανιὴλ, καὶ ἐφιλοσόφησαν· ἡμεῖς τὸν Υἱὸν τοῦ Θεοῦ βλέποντες ἐρχόμενον πρὸς ἡμᾶς, οὐ φιλοσοφοῦμεν. Εἵλοντο ἐκεῖνοι διαφθαρῆναι λιμῷ, καὶ μὴ ἅψασθαι τοῦ σώματος τοῦ ἁγίου· ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμε νον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους. Ἡ γῆ πάλιν ἑτέρῳ Θεοῦ φίλῳ τοσαῦτα προσήνεγκε δῶρα ἐκ τῶν οἰκείων κόλπων, τοσαύτην φορὰν, ὅσην οὐδέποτε ἔμπροσθεν. Καὶ τί θαυμάζεις, εἰ αὐτοὶ αἰδέσιμοι ἦσαν, ὅπου γε καὶ τὰ ἱμάτια αὐτῶν, καὶ αἱ σκιαὶ δαίμοσιν ἦσαν φοβεραὶ, καὶ θανάτῳ, καὶ νοσήματι; Καὶ ἄγγελοι ᾐδέσθησαν ἀνθρώπους, καὶ ἐτίμησαν μεθ' ὑπερβολῆς. Πῶς γὰρ οὐκ ἔμελλον, οὓς ὁ ∆εσπότης αὐτῶν ἐτίμα; Καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοῦτο ἔστιν ἰδεῖν. ∆ιὰ τοῦτο λέγει· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος τῆς τιμῆς, ἀξίαν παράσχωμεν τὴν ὑπὲρ ταύτης ἀμοιβὴν, ἵνα μὴ τῆς τιμῆς ἡ ὑπερβολὴ ἐφόδιον ἡμῖν τιμωρίας γένηται· ἧς ῥυσθείημεν ἅπαντες οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΙΒʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος ψαλμὸς τῷ ∆αυΐδ. Ἄλλος, Ἐπινίκιος ᾠδὴ τοῦ ∆αυΐδ. Ἄλλος, Εἰς νῖκος. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἄλλος, Ἐκλανθάνῃ μου τέλεον. Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Ἄλλος, Κρύ πτεις. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, Ἄλλος, Τάξω γνώμας. Ὀδύνας ἐν καρδίᾳ μου ἡμέ ρας καὶ νυκτός. Ἄλλος, Μέριμναν ἐν τῇ δια νοίᾳ μου καθ' ἡμέραν.

αʹ. Οὐ μικρὸν καὶ τοῦτο ἀγαθὸν, τὸ λαμβάνειν αἴσθησιν τῆς τοῦ Θεοῦ λήθης. Λήθην δὲ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Πολλοὶ γοῦν τοῦτο παθόντες, οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, οὐδὲ ὀδύρονται· οὗτος δὲ ὁ μακάριος οὐ μόνον αὐτὸ ᾔδει, ἀλλὰ καὶ τὸν χρόνον ἀνελογίζετο. Τὸ γὰρ, Ἕως πότε, δεικνύντος ἐστὶ μακρὸν ὄντα τὸν χρόνον· διὰ τοῦτο καὶ ὀδύρεται καὶ θρηνεῖ. Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ βιωτικοῦ τινος ἕνεκεν ἀλγεῖ, οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, ἀλλ' ὑπὲρ τῆς εὐνοίας πανταχοῦ. Καὶ πόθεν, φησὶν, ἔγνω ὅτι ἐπελάθετο αὐτοῦ ὁ Θεός; Ἐπειδὴ ᾔδει καὶ πότε ἐμέμνητο, καὶ σαφῶς ἠπίστατο τί μὲν λήθη, τί δὲ μνήμη· οὐ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσι παρὰ τοῖς ἀνθρώποις, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε νομίζουσι μεμνῆσθαι αὐτῶν τὸν Θεόν· διὰ τοῦτο οὔτε πότε αὐτῶν ἐπιλανθάνεται ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Εἰ γὰρ τὰ τῆς φιλίας σύμβολα οὐκ ἐπίστανται, οὐδὲ τὰ τῆς ἔχθρας γινώσκουσι. Πολλῶν γὰρ τῶν ταῦτα ἐχόντων ἐπιλανθάνεται ὁ Θεὸς, καὶ μάλιστα τούτων· τῶν δὲ ἐν τοῖς ἐναντίοις ὄντων μέμνηται πολλάκις. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ ἀγαθόν τι ποιεῖν, τὸ νήφειν, τὸ ἐγρηγορέναι, τὸ ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ὡς τὸ ἐν ἁμαρτίαις εἶναι καὶ πλεονεξίαις καὶ ἁρπαγαῖς. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἐν συμφοραῖς ᾖς, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεός· ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, καὶ πάντα σοι κατὰ ῥοῦν φέρηται. Ἂν γὰρ τοῦτο ᾖς εἰδὼς, ταχέως ἀποστήσῃ τῶν πονηρῶν πραγμάτων. Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Τοῦτο ἐπιτεταμένη λήθη. Ἀπὸ γὰρ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας δείκνυσι, καὶ τὴν ὀργὴν αὐτοῦ καὶ τὴν κόλασιν χαρακτηρίζει. Ἀποστρέφει δὲ πάλιν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ, ὅταν ἀνάξια πράττωμεν τῶν ἐπιταγμάτων αὐτοῦ. Ὅταν γὰρ ἐκτείνητε, φησὶ, τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Εἶτα καὶ ἡ αἰτία. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλὰ καὶ τοῦτο πάλιν κηδεμονίας πολλῆς, καὶ ἡ ἐγκατάλειψις, καὶ ἡ ἀποστροφὴ τοῦ προσώπου· ποιεῖ δὲ τοῦτο, ἵνα σφοδρότερον ἡμᾶς ἐπισπάσηται. Ἐπεὶ καὶ ἐραστὴς μανικὸς τὸν ἐρώμενον ὑπερορῶντα ἀφίησι καὶ ἐγκαταλιμπάνει, οὐκ ἐκβάλλων αὐτὸν τῆς διανοίας, ἀλλὰ ἐπιστρέψαι αὐτὸν βουλόμενος, καὶ ἑαυτῷ συνάψαι. Εἰπὼν δὲ τὴν ἀποστροφὴν, λέγει καὶ τὴν λήθην, καὶ τὰ ἐξ αὐτῆς αὐτῷ προσγενόμενα. Τίνα δὴ ταῦτά ἐστιν; Ἃ ἐπάγει λέγων· Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; Ὥσπερ γὰρ ὁ τοῦ λιμένος ἐξελθὼν πανταχοῦ πλανᾶται, καὶ ὁ τοῦ φωτὸς ἀποστερηθεὶς πολλοῖς προσπταίει· οὕτω δὴ καὶ ὁ εἰς λήθην ἐμπεσὼν τοῦ Θεοῦ, φροντίσι, καὶ μερίμναις, καὶ ὀδύναις ἐκδίδοται διηνεκῶς. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς τὸ τὸν Θεὸν ἐπιστρέψαι πρὸς ἑαυτὸν, τὸ μεριμνᾷν, τὸ φροντίζειν, τὸ τήκεσθαι, τὸ ὀδυνᾶσθαι, τὸ λόγον ποιεῖσθαι αὐτοῦ τῆς ἀποστροφῆς. Ὃ καὶ Παῦλος Κορινθίοις γράφων περὶ ἑαυτοῦ φησι· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Οὐ μικρὸν γὰρ τοῦτο, ἀγαπητὲ, κέρδος, τὸ αἰσθάνεσθαι τῆς ἀποστροφῆς τοῦ Θεοῦ, τὸ ἀλγεῖν, τὸ ὀδυνᾶσθαι. Οὕτω γὰρ αὐτὸν ταχέως πρὸς ἡμᾶς ἐπιστρέψομεν. Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Ὥσπερ γὰρ ἀντεχομένου τοῦ Θεοῦ, καὶ μεθ' ἡμῶν ὄντος, τὰ λυποῦντα ἐκποδὼν ἅπαντα γίνεται· οὕτως ἀποστάντος καὶ ἐπιλαθομένου, καὶ ψυχὴ διακόπτεται, καὶ καρδία ὀδυνᾶται, καὶ οἱ λυποῦντες ἐπεμβαίνουσι, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι. Συγχωρεῖται δὲ ταῦτα συμφερόντως, ὥστε διὰ πάντων δακνομένους τοὺς ῥᾳθυμοτέρους σπουδαιότερον ἐπανελθεῖν, ὅθεν ἐξέπεσον. Παιδεύσει γάρ σε, φησὶν, ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Ὥστε καὶ ἡ ἐγκατάλειψις τοῦ Θεοῦ προνοίας εἶδός ἐστιν. Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται. Ἐπίβλεψον, φησὶν, ἴδε τὸν ἐχθρὸν ὑψούμενον ἐπ' ἐμέ· καὶ εἰ μὴ διὰ τὴν ἐμὴν ταλαιπωρίαν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀλαζονείαν καὶ ἀπόνοιαν εἰσ άκουσόν μου. Καὶ τί αἰτεῖς; Κρατῆσαι τῶν ἐχθρῶν; Οὐ τοῦτό φησιν, ἀλλὰ, φωτισθῆναι τοὺς τῆς καρδίας ὀφθαλμοὺς, ἀποδιωχθῆναι τὸ σκότος τὸ ἐπιχυθέν μου τῷ διορατικῷ τῆς ψυχῆς, καὶ σκοτίσαν τὸν νοητὸν ὀφθαλμόν. Τοῦτο αἰτῶ, Φώτισον τοὺς ὀφθαλμούς μου. Μή ποτε εἴπῃ ὁ ἐχθρός μου, ἰδών με κατενεχθέντα εἰς τὸν τῆς ἁμαρτίας θάνατον· Οὕτως ἴσχυσα πρὸς αὐτόν. Κατεκράτησα αὐτοῦ, ὅπερ ἤθελον ἰδεῖν, γέγονέ μοι. Τί ἐστιν, Ἴσχυσα πρὸς αὐτόν; Ὅτι εἰ καὶ μὴ ἁπλῶς ἰσχυρός ἐστιν, ἀλλὰ πρὸς ἐμὲ ἰσχυρὸς γέγονεν. Ἡ ἡμῶν ἧττα ἰσχὺν αὐτῷ περιτίθησιν, ἰσχυρὸν ἀποφαίνει, καὶ κραταιὸν, καὶ ἀκαταμάχητον.

βʹ. Ὁρᾷς, ὅτι ὅταν ἁμαρτάνωμεν, οὐ μόνον ἑαυτοὺς καταισχύνομεν, ἀπόλλυμεν, εἰς θάνατον ἐμβάλλομεν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς κραταιοὺς καὶ δυνατοὺς, δι' ὧν ἡττήμεθα, ἀνακηρύττομεν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ αὐτοὺς καθιστῶμεν. Βαβαὶ, πόσης ἀνοίας, πόσης παραπληξίας τὸ τοῖς πολεμίοις καθ' ἑαυτῶν συμμαχεῖν, καὶ τοῖς λυποῦσι καὶ θλίβουσιν ἡμῶν τὴν ψυχὴν εὐφραίνεσθαι καὶ ἀγαλλιᾶσθαι παρασκευάζειν! Ὅρα πόσα ἄτοπα. ∆έον νικᾷν τὸν ἐχθρὸν Ἠσθένησαν γὰρ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος, καὶ ἀπώλετο ὁ ἀσεβὴς, δέον νικᾷν, ἡττώμεθα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ κραταιὸν καὶ ἰσχυρὸν ἀποφαινόμεθα· καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἡμῖν καὶ τὰ τῆς μανίας, καὶ τὰ τῆς ἐσχάτης νόσου, ἀλλὰ καὶ τὰ εἰς εὐφροσύνην αὐτοῦ καὶ ἀγαλλίασιν παρασκευαζόμεθα. Ὄντως ἐσχάτη μέθη, καὶ κακὸν ἔσχατον ἡ ἁμαρτία. Ἀγαλλιάσονται ἐὰν σαλευθῶ. Τρία δικαιώματα προσάγει εἰς τὸ δυσωπῆσαι ὁ Προφήτης τὸν ∆εσπότην, ὅπως ἐπιβλέψῃ, καὶ ἐπιστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἐπ' αὐτὸν, καὶ εἰσακούσῃ τῆς δεήσεως αὐτοῦ· τὸ κράτος καὶ τὴν ἰσχὺν τῶν ἐχθρῶν, καὶ πρὸ τούτου τὸ ὕψωμα καὶ τὴν ἔπαρσιν αὐτῶν, καὶ τρίτον, τὴν εὐφροσύνην καὶ ἀγαλλίασιν αὐτῶν, μονονουχὶ λέγων, ὡς Εἰ μὴ διὰ τὴν ἐμὴν δέησιν, διὰ τὴν ἐμὴν ταλαιπωρίαν ἐπιστρέφεις μοι τὸ πρόσωπόν σου, Κύριε, ἀλλ' οὖν διὰ τὴν ἀλαζονείαν τῶν ἐχθρῶν, διότι ἐπὶ ἰσχύϊ φρονοῦσι μέγα· διότι ἐπιχαίρουσι τοῖς κακοῖς μου, ἐπιγελῶσί μου τῷ πτώματι. Εἰσάκουσόν μου, φώτισον τοὺς ὀφθαλμούς μου. Ἄφελε τὸν βαθὺν ὕπνον ἐπὶ ταῖς ἐμαῖς ἁμαρτίαις, ὃν ὑπνώσας παρὰ βραχὺ πρὸς τὸν τῆς ψυχῆς ἀπενύσταξα θάνατον. Εἰ γὰρ μόνον ἀπὸ τῆς σῆς ἀσφαλείας σαλευθῶ, χαρὰ αὐτοῖς, καὶ μεγαλαυχία, καὶ ἰσχὺς τοῦτο νομίζεται· καὶ τούτῳ μέγα φρονοῦσι, καὶ εἰσὶν ἀνύποιστοι· ἂν δὲ εἰς θάνατον κατενεχθῶ, τί οὐκ ἂν οὗτοι ποιήσειαν; Ὁρᾷς τὸν Προφήτην, πῶς ἡγεῖται μεγίστην ζημίαν, καὶ οὐδὲν κολάσεως καὶ τιμωρίας ἔλαττον, τὸ εὐφρᾶναι τὸν κοινὸν ἐχθρὸν, τὸ ἰσχυρὸν αὐτὸν ὀφθῆναι, τὸ ὑψηλὸν δόξαι. Εἰ γὰρ μὴ καὶ μέγιστα καὶ ἀφόρητα ἡγεῖτο ταῦτα κακὰ, οὐκ ἂν αὐτὰ προὐβάλλετο εἰς παράκλησιν τοῦ Θεοῦ, καὶ πρὸς τὸ ἐπισπάσασθαι τὴν εὐμένειαν αὐτοῦ. Οὕτω ποιῶμεν καὶ ἡμεῖς, καὶ σκοπῶμεν, καὶ ἀγωνιζώμεθα, ὅπως μὴ ὑψώσωμεν τὸν ἐχθρὸν, ὅπως μὴ ἰσχυρὸν δείξωμεν, ὅπως μὴ εὐφράνωμεν, ἀλλὰ τοὐναντίον, καὶ ταπεινὸν, καὶ ἐξουθενημένον, καὶ ἀσθενῆ, καὶ κατηφῆ, καὶ σκυθρωπὸν ἐργασώμεθα. Ἂν γὰρ κατορθοῦντας ἴδοι τοὺς ἁμαρτάνοντας, πάντα ἅμα ταῦτα γίνεται. Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Τί οὖν κατορθώσας, ταῦτα αἰτεῖς, ἐπιβλέψαι πάλιν εἰς σὲ, εἰσακοῦσαί σου τῆς δεήσεως, φωτισθῆναί σου τῆς διανοίας τοὺς ὀφθαλμούς; πόθεν δέ σοι ταῦτα; Οἱ μὲν ἄλλοι, φησὶν, εἴ τι καὶ εἰπεῖν ἔχοιεν, λεγέτωσαν· ἐγὼ δὲ ἓν οἶδα, ἓν λέγω, ἐκεῖ μου πᾶσαν ἤρτησα τὴν ἐλπίδα, ἐκεῖνο προβάλλομαι, τὸ ἔλεός σου, τὴν φιλανθρωπίαν σου. Ἐγὼ δὲ, φησὶν, ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Εἶδες ταπεινοφροσύνην Προφήτου; εἶδες εὐγνωμοσύνην ἀνδρός; Καίτοι μυρία κατορθώματα ἔχων, καὶ δι' αὐτῶν δυνάμενος δυσωπῆσαι τὸν Θεὸν, οὐδὲν τούτων λέγει, ἀλλ' ἐπὶ μόνον τὸ ἔλεος τοῦ Θεοῦ καταφεύγει. Ὥστε δῆλον ὅτι καὶ ὅτε ταῦτα λέγει, ὡς τὸ, Εἰ ἐποίησα τοῦτο, Εἰ ἀνταπέδωκα, καὶ τὰ τοιαῦτα, εἰς πολλὴν ἀνάγκην τοῦ εἰπεῖν ἐμπεσὼν, ταῦτα λέγει· ἧς μὴ παρούσης οὐδὲν ἐκείνων φησὶν, ἀλλὰ τὸ ἔλεος καὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἀντὶ πάσης ἱκετηρίας προβάλλεται. Εἶτα πεποιθὼς, ὅτι τῆς ἐλπίδος οὐ ψευσθήσεται, ἐπάγει· Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. Εἶδες εὐέλπιδα ψυχήν; Ἤτησε, καὶ πρὶν ἢ λάβῃ, ὡς λαβὼν εὐχαριστεῖ, καὶ ᾄδει τῷ Θεῷ, καὶ πάντα τὰ προειληφότα διαπράττεται. Πόθεν δὲ οὕτως ἦν εὔελπις; Ἀπὸ πολλῆς εὐγνωμοσύνης, ἀπὸ πολλῆς σπουδῆς τῆς περὶ τὴν αἴτησιν· ᾔδει ὅτι οὕτως αἰτουμένου Θεὸς εἰσακούει, ἀπὸ πολλῆς τῆς ἐν τῇ καρδίᾳ θέρμης καὶ κινήσεως. Ὥσπερ οὖν οἱ νωθρῶς καὶ παρειμένως αἰτούμενοι, καὶ λαβόντες, μόλις τῆς δωρεᾶς ἐπαισθάνονται· οὕτως οἱ συνεπιτεταμένῃ προθυμίᾳ καὶ σπουδῇ τὴν αἴτησιν ποιούμενοι, καὶ πρὸ τοῦ λαβεῖν, ἀπὸ τῆς κατ' αὐτοὺς σφοδρᾶς καὶ καθαρᾶς διαθέσεως, ὡς λαβόντες, ἔχουσι τοῦ δώρου συναίσθησιν, τῆς θείας αὐτοῖς χάριτος τὴν εὐφροσύνην προεντιθείσης· καὶ εὐχαριστοῦσι διὰ τοῦτο, καὶ τοῦ λαβεῖν ἐγγὺς καθεστήκασιν. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. Τοῦτο, φησὶ, τὴν ἐμὴν εὐφραίνει ψυχὴν, τὸ παρὰ σοῦ τῆς σωτηρίας τυχεῖν· τὴν ψυχὴν εὐφραίνει, ὅτι ταύτης εἶ σὺ σωτηρία.

γʹ. Εἶδες ἀγαλλίασιν, καὶ ἀγαλλίασιν; ἀγαλλίασιν ἐχθρῶν ἐπὶ πτώματι, καὶ ἀγαλλίασιν ψυχῆς ἐπὶ οἰκείᾳ σωτηρίᾳ; Ἐκείνη τοῦ Πονηροῦ, αὕτη τῶν σωζομένων. Ἐκείνη λύμη καὶ τοῦ δοκοῦντος ἀγαλλιᾶσθαι, καὶ ἐφ' ᾧ ἠγαλλιᾶτο· αὕτη σωτηρία καὶ ἀνάκλησις τοῦ ἀγαλλιωμένου. Ταύτην τὴν ἀγαλλίασιν καὶ εὐφροσύνην εὐφρανθῶμεν καὶ ἀγαλλιασώμεθα, ἐκείνην δὲ φύγωμεν, καὶ βδελυξώμεθα. Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Μνημόσυνον, φησὶ, τῆς εὐεργεσίας ταύτης ᾠδὴν ἀναθήσω τῷ Κυρίῳ, ὅτι εὐηργέτησέ με, ἐταπείνωσε τὸν ἐχθρὸν, αἰσχύνης ἐπλήρωσεν, ἀσθενῆ ἐπήλεγξεν, εἰσήκουσε τῆς δεήσεώς μου, ἐπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἐπ' ἐμὲ, τὴν ἀχλὺν καὶ τὸν ζόφον, δι' ὧν πρὸς τὸν θάνατον ἐφερόμην, διασκεδάσας· καὶ ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ ἀγαλλιώμενος, ὥσπερ τι μνημεῖον ἀνεξάλειπτον, τὴν ᾠδὴν ταύτην τῶν εἰς ἐμὲ εὐεργετημάτων ἀνατίθημι, οὐ νῦν μόνον ᾄδων αὐτὴν, καὶ ἀνελίσσων τοῖς λογισμοῖς τὰς εὐεργεσίας, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς χρόνον ᾄσω καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου, ἀνεπίληστον ἐν τῇ ψυχῇ περιφέρων τῆς εὐεργεσίας τὸ μέγεθος. Ἡ τοιαύτη τοίνυν ψυχὴ οὐ μόνον κακοῖς ἐμπαρεῖσα ῥύεται ῥᾳδίως τῶν κακῶν, ἀλλὰ καὶ ἀσφαλεστέρα γίνεται, εἰς τὸ μηκέτι τοῖς ὁμοίοις περιπεσεῖν. Ὅταν γὰρ ἐπὶ μνήμης ἀεὶ φέρῃ τὴν εὐεργεσίαν, δῆλον ὅτι καὶ τὰ δυσχερῆ ἐπὶ μνήμης ἔχει, ὧν ἀπαλλαγεῖσα ἔτυχε τῆς εὐεργεσίας. Ἔχων δὲ καὶ τὴν μνήμην τῶν κακῶν, ἀναλογίζεται ἐπιμελῶς, πόθεν ταῦτα συνέπεσεν αὐτῷ, καὶ διὰ ποίαν αἰτίαν εἰς τὸ τοιοῦτον συνηνέχθη κακόν· καὶ ἀναλογιζόμενος λοιπὸν τειχίζει πανταχόθεν ἑαυτὸν, ἵνα μὴ ἐπὶ τὰς ὁμοίας περιενεχθῇ συμφοράς· οὕτω τε λοιπὸν τὸν ἑαυτοῦ βίον καλῶς ῥυθμίζων, καὶ παιδαγωγῶν, καὶ τῷ ῥυσαμένῳ πολλὴν ἀνομολογεῖ τὴν χάριν· ὥσπερ εὗρε ῥύστην, οὕτω καὶ φύλακα διὰ παντὸς ἔχειν ἐν τοῖς μέλλουσιν ἐξαιτούμενος. Ταύτην ζηλώσωμεν καὶ ἡμεῖς, κἄν τινι παρασυρῶμεν ἁμαρτήματι, ταχέως ἀνανήψωμεν, καὶ ποιησώμεθα τὸ πτῶμα πρόφασιν ἀσφαλείας, καὶ ἀφορμὴν τοῦ μηκέτι ἁμαρτάνειν. Πῶς οὖν ποιήσεις; Ἔχεις διδάσκαλον τὸν ∆αυΐδ. Ἥμαρτες; Μὴ νυστάξῃς ἐπὶ τῇ ἁμαρτίᾳ, ἀλλὰ διανάστηθι· ἐννόησον αὐτίκα, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον ἀπὸ σοῦ, ὅτι ἐπελάθετό σου· εἶτα κλαῦσον, στέναξον, λοῦσον καθ' ἑκάστην νύκτα τὴν κλίνην σου δάκρυσι, ἀποπήδησον ἀπὸ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Καὶ ταῦτα γὰρ μαθήματα τοῦ ∆αυΐδ. Εἰπὲ μετ' αὐτοῦ· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Εἰπὲ μὴ τῇ γλώσσῃ, ἀλλὰ πολὺ πρότερον τῇ καρδίᾳ· εἰπὲ καὶ τὰ ἄλλα δικαιώματα τοῦ ∆αυΐδ. Ὅταν εἴπῃς πάντα, ἔλπισον ἐπὶ τὸ ἔλεος αὐτοῦ, ἔλπισον, μὴ διακριθῇς. Ὁ γὰρ διακρινόμενος, φησὶν, ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ τοιοῦτος, ὅτι λήψεταί τι παρὰ Θεοῦ. Ἀνὴρ γὰρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἔλπισον οὖν ἐπὶ τὸ ἔλεος αὐτοῦ, μηδὲν διακριθεὶς, καὶ τεύξῃ πάντως τῆς αἰτήσεως· τυχὼν δὲ μὴ γένῃ ἀγνώμων περὶ τὸν εὐεργέτην, καὶ ἀχάριστος, ἀλλὰ ποίησον μνημεῖον τῆς εὐεργεσίας, καὶ ἀνάθες αὐτὸ εὐχάριστον τῷ ∆εσπότῃ ᾠδήν. Ἴσως αὐτὸς οὐκ οἶδας συνθεῖναι· συγκάλεσον τοὺς πένητας, καὶ χρῆσαι τὰς γλώσσας αὐτῶν, καὶ σοὶ παρασκεύασον. Εὖ ἴσθι ὅτι ἡδίω τῆς ∆αυϊδικῆς ᾠδῆς ταύτην ἀκούσεται, ἢν ὑπὲρ σοῦ ἐκεῖνοι μελῳδήσουσιν. Ὥσπερ γὰρ ἡ ἀπὸ διαφόρων χορδῶν τῆς μονήρους ἥδιον μέλος ἀποτελεῖ, οὕτω καὶ ἡ τῶν πενήτων ἐκ διαφόρων οὖσα, τῷ εἰσακούοντι τῆς φωνῆς τῶν πενήτων Θεῷ ἡδύ τι καὶ ἐράσμιον ἠχήσει. Στῆσον σεαυτῷ καὶ Θεῷ τοιοῦτον μνημεῖον, αὐτῷ μὲν ὑπόμνημα τῆς εὐεργεσίας, σαυτῷ δὲ ἀπόδειξιν τῆς εὐχαριστίας, τῆς εὐγνωμοσύνης, σύμβολον τῆς διηνεκοῦς μνήμης, ἣν ἐγκάρδιον ἔχων ἀεὶ, κατεύθυνέ σου τὸν βίον· μᾶλλον δὲ κατευθύνωμεν, ἵνα γενώμεθα καὶ τῆς ἐκεῖθεν ἄξιοι κληρουχίας τῶν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΜΑʹ ΨΑΛΜΟΝ. «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.» Καὶ τίνος χάριν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενεχθεὶς μετ' ᾠδῆς ψάλλεται. Καὶ περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας.

αʹ. Ὑμεῖς μὲν ἡμᾶς ἐθαυμάζετε πρώην, ὅτε τὸν περὶ τοῦ Μελχισεδὲκ ἐκινήσαμεν λόγον, ἐπὶ τῷ μήκει τῶν εἰρημένων· ἐγὼ δὲ ὑμᾶς ἐθαύμαζον ἐπὶ τῇ τῆς ἀκροάσεως προθυμίᾳ τε καὶ συνέσει, καὶ ὅτι μακροτέρου τοῦ λόγου προελθόντος, μέχρι τέλους παρηκολουθήσατε ἡμῖν· καίτοι γε οὐ μακρὸς ἦν ὁ λόγος μόνον, ἀλλὰ καὶ δυσχέρειαν εἶχε πολλήν. Ἀλλ' οὔτε τὸ μῆκος, οὔτε ἡ δυσκολία τὴν ὑμετέραν ἤλεγξε προθυμίαν. Φέρε οὖν ὑμῖν ἀμοιβὴν ἀποδῶμεν ἐκείνου τοῦ πόνου, σαφεστέραν πρὸς ὑμᾶς τήμερον ποιησάμενοι τὴν διάλεξιν. Οὐδὲ γὰρ ἐπιτείνειν ἀεὶ δεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν διαῤῥήγνυται γὰρ ταχέως, οὔτε χαλᾷν ἀεὶ καὶ ἀνιέναι· καὶ γὰρ ἐντεῦθεν ἀργοτέρα γίνεται πάλιν. ∆ιὸ ποικίλλειν χρὴ τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν πανηγυρικωτέρων, νῦν δὲ ἀγωνιστικωτέρων ἅπτεσθαι λόγων. Ὥσπερ οὖν τότε ἔλεγον, ὅτι οἱ ποιμένες, τῶν λύκων ἐπιόντων τῇ ποίμνῃ, τὴν σύριγγα ἀφέντες, τὴν σφενδόνην μεταχειρίζονται· οὕτω νῦν δὴ παρελθουσῶν τῶν ἑορτῶν τῶν Ἰουδαϊκῶν, οἳ λύκων ἁπάντων εἰσὶ χαλεπώτεροι, τὴν σφενδόνην πάλιν ἀφέντες, ἐπὶ τὴν σύριγγα ἐπανίωμεν· καὶ τοὺς ἀγωνιστικωτέρους ἀναπαύσαντες λόγους, ἑτέρων τινῶν σαφεστέρων ἁψώμεθα, τὴν κιθάραν αὐτὴν τοῦ ∆αυῒδ μεταχειριζόμενοι, καὶ τὴν ὑπακοὴν εἰς μέσον ἄγοντες, ἣν ἅπαντες ὑπεψάλαμεν τήμερον. Τίς οὖν ἐστιν ἡ ὑπακοή; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Μᾶλλον δὲ ἀναγκαῖον εἰπεῖν πρῶτον, τίνος ἕνεκεν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον, καὶ μετ' ᾠδῆς μάλιστα αὕτη ἡ προφητεία λέγεται. Τίνος οὖν ἕνεκεν λέγεται μετ' ᾠδῆς, ἄκουσον· Πολλοὺς τῶν ἀνθρώπων κατιδὼν ὁ Θεὸς ῥᾳθυμοτέρους ὄντας, καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν δυσχερῶς ἔχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτεμέσθαι, μελῳδίαν ἀνέμιξε τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾷν τῶν βιωτικῶν, ὡς μέλος συμφωνίας, καὶ ῥυθμῷ συγκείμενον θεῖον ᾆσμα. Οὕτω γοῦν ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη ἡδέως ἔχει καὶ οἰκείως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι. Αἱ γοῦν τίτθαι ἐν ταῖς ἀγκάλαις αὐτὰ βαστάζουσαι, πολλάκις ἀπιοῦσαί τε καὶ ἐπανιοῦσαι, καί τινα αὐτοῖς κατεπᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτῶν τὰ βλέφαρα κατακοιμίζουσι. ∆ιὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ μεσημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι, τὴν ἐκ τῆς ὁδοιπορίας ταλαιπωρίαν ταῖς ᾠδαῖς ἐκείναις παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γηπόνοι ληνοβατοῦντες, καὶ τρυγῶντες, καὶ ἀμπέλους θεραπεύοντες, καὶ ἄλλο ὁτιοῦν ἐργαζόμενοι, πολλάκις ᾄδουσι. Καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι, καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνουσαι, πολλάκις μὲν καὶ καθ' ἑαυτὴν ἑκάστη, πολλάκις δὲ καὶ συμφώνως ἅπασαι, μίαν τινὰ μελῳδίαν ᾄδουσι. Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ ὁδοιπόροι, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπεύδοντες, ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες, ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ καὶ ἡδονὴν τὸ πρᾶγμα καὶ ὠφέλειαν εἶναι. Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη, καὶ ὄλεθρος, καὶ πολλὰ ἂν εἰσαχθείη δεινά· τὰ γὰρ ἀσελγέστερα καὶ παρανομώτερα τῶν ᾀσμάτων τούτων τοῖς τῆς ψυχῆς μέρεσιν ἐγγινόμενα, ἀσθενεστέραν αὐτὴν καὶ μαλακωτέραν ποιοῦσιν· ἀπὸ δὲ τῶν ψαλμῶν τῶν πνευματικῶν πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ἡ ὠφέλεια, πολὺς δὲ ὁ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας ὑπόθεσις γένοιτ' ἂν, τῶν τε ῥημάτων τὴν ψυχὴν ἐκκαθαιρόντων, τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα ψαλλούσῃ ταχέως ἐφιπταμένου ψυχῇ. Ὅτι γὰρ οἱ μετὰ συνέσεως ψάλλοντες τὴν τοῦ Πνεύματος καλοῦσι χάριν, ἄκουσον τί φησιν ὁ Παῦλος· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Ἐπήγαγε δὲ καὶ τὸν τρόπον τῆς πληρώσεως. Ἄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑμῶν; Μετὰ συνέσεως, φησίν· ἵνα μὴ τὸ στόμα μὲν λαλῇ τὰ ῥήματα, ἡ διάνοια δὲ ἔξω διατρίβῃ πανταχοῦ πλανωμένη, ἀλλ' ἵνα ἀκούῃ ἡ ψυχὴ τῆς γλώττης.

βʹ. Καὶ καθάπερ ἔνθα μὲν βόρβορος, χοῖροι τρέχουσιν· ἔνθα δὲ ἀρώματα καὶ θυμιάματα, μέλιτται κατασκηνοῦσιν· οὕτως ἔνθα μὲν ᾄσματα πορνικὰ, δαίμονες ἐπισωρεύονται· ἔνθα δὲ μέλη πνευματικὰ, ἡ τοῦ Πνεύματος ἐφίπταται χάρις, καὶ τὸ στόμα καὶ τὴν ψυχὴν ἁγιάζει. Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ' ἵνα καὶ παῖδας καὶ γυναῖκας τὰ τοιαῦτα διδάσκητε ᾄσματα ᾄδειν, οὐκ ἐν ἱστοῖς μόνον, οὐδὲ ἐν τοῖς ἄλλοις ἔργοις, ἀλλὰ μάλιστα ἐν τραπέζῃ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ ἐν συμποσίοις ὁ διάβολος ἐφεδρεύει μέθην καὶ ἀδηφαγίαν ἔχων αὐτῷ συμμαχοῦσαν, καὶ γέλωτα ἄτακτον, καὶ ψυχὴν ἀνειμένην, μάλιστα τότε δεῖ καὶ πρὸ τραπέζης, καὶ μετὰ τράπεζαν, ἐπιτειχίζειν αὐτῷ τὴν ἀπὸ τῶν ψαλμῶν ἀσφάλειαν, καὶ κοινῇ μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἀναστάντας ἀπὸ τοῦ συμποσίου, τοὺς ἱεροὺς ᾄδειν ὕμνους τῷ Θεῷ. Εἰ γὰρ ὁ Παῦλος μάστιγας ἔχων ἀφορήτους ἐπικειμένας, καὶ ξύλῳ προσδεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὁ ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς φροντίδος, οὔτε ἀπὸ τῆς τυραννίδος τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖναι τῆς μελῳδίας· πολλῷ μᾶλλον ἡμᾶς εὐφραινομένους, καὶ τῶν ἀγαθῶν ἀπολαύοντας τοῦ Θεοῦ, εὐχαριστηρίους ὕμνους ἀναπέμπειν αὐτῷ χρὴ, ἵνα κἄν τι γένηται παρὰ τῆς μέθης καὶ τῆς ἀδηφαγίας ἄτοπον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν, τῆς ψαλμῳδίας ἐπεισελθούσης, ἀποπηδήσῃ πάντα ἐκεῖνα τὰ ἄτοπα καὶ πονηρὰ βουλεύματα. Καὶ καθάπερ πολλοὶ τῶν πλουτούντων τὴν σπογγίαν βαλσάμου πλήσαντες οὕτω τὰς τραπέζας ἀπομάσσουσιν, ἵνα εἴ τις ἀπὸ τῶν ἐδεσμά των γένηται κηλὶς, παρασυρεῖσα καθαρὰν δείξῃ τὴν τράπεζαν· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ἀντὶ βαλσάμου τὸ στόμα ἐμπλήσαντες μελῳδίας πνευματικῆς, ἵνα εἴ τις ἐγένετο κηλὶς ἀπὸ τῆς ἀδηφαγίας ἐν τῇ ψυχῇ, διὰ τῆς μελῳδίας ἀποσμήξωμεν ἐκείνης, καὶ λέγωμεν κοινῇ στάντες· Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιασόμεθα. Καὶ εὐχὴ μετὰ τὴν ψαλμῳδίαν προσκείσθω, ἵνα μετὰ τῆς ψυχῆς καὶ τὴν οἰκίαν αὐτὴν ἁγιάζωμεν. Ὥσπερ γὰρ οἱ μίμους, καὶ ὀρχηστὰς, καὶ πόρνας γυναῖκας εἰς τὰ συμπόσια εἰσάγοντες, δαίμονας καὶ τὸν διάβολον ἐκεῖ καλοῦσι, καὶ μυρίων πολέμων τὰς αὑτῶν ἐμπιπλῶσιν οἰκίας ἐντεῦθεν γοῦν ζηλοτυπίαι καὶ μοιχεῖαι καὶ πορνεῖαι καὶ τὰ μυρία δεινά· οὕτως οἱ τὸν ∆αυῒδ καλοῦντες μετὰ τῆς κιθάρας, ἔνδον τὸν Χριστὸν δι' αὐτοῦ καλοῦσιν. Ὅπου δὲ ὁ Χριστὸς, δαίμων μὲν οὐδεὶς ἐπεισελθεῖν, μᾶλλον δὲ οὐδὲ παρακύψαι τολμήσειέ ποτε· εἰρήνη δὲ, καὶ ἀγάπη, καὶ πάντα ὥσπερ ἐκ πηγῶν ἥξει τὰ ἀγαθά. Ἐκεῖνοι ποιοῦσι θέατρον τὴν οἰκίαν αὐτῶν· σὺ ποίησον ἐκκλησίαν τὸ δωμάτιόν σου. Ἔνθα γὰρ ψαλμὸς, καὶ εὐχὴ, καὶ προφητῶν χορεία, καὶ διάνοια τῶν ᾀδόντων θεοφιλὴς, οὐκ ἄν τις ἁμάρτοι τὴν σύνοδον ταύτην προσειπὼν ἐκκλησίαν. Κἂν μὴ εἰδῇς τὴν δύναμιν τῶν ῥημάτων, αὐτὸ τέως τὸ στόμα παίδευσον τὰ ῥήματα λέγειν. Ἁγιάζεται γὰρ καὶ διὰ ῥημάτων ἡ γλῶττα, ὅταν μετὰ προθυμίας ταῦτα λέγηται. Ἐὰν εἰς ταύτην ἑαυτοὺς καταστήσωμεν τὴν συνήθειαν, οὐδὲ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντές ποτε προησόμεθα τὴν καλὴν ταύτην λειτουργίαν, τοῦ ἔθους καὶ ἄκοντας ἡμᾶς ἀναγκάζοντος καθ' ἑκάστην ἡμέραν τὴν καλὴν ταύτην ἐπιτελεῖν λατρείαν. Ἐπὶ τῆς μελωδίας ταύτης, κἂν γεγηρακώς τις ᾖ, κἂν νέος, κἂν δασύφωνος, κἂν ῥυθμοῦ παντὸς ἄπειρος, οὐδὲν ἔγκλημα γίνεται. Τὸ γὰρ ζητούμενον ἐνταῦθα, ψυχὴ νήφουσα, διεγηγερμένη διάνοια, καρδία κατανενυγμένη, λογισμὸς ἐῤῥωμένος, συνειδὸς ἐκκεκαθαρμένον. Ἐὰν ταῦτα ἔχων εἰσέλθῃς εἰς τὸν ἅγιον τοῦ Θεοῦ χορὸν, παρ' αὐτὸν δυνήσῃ στῆναι τὸν ∆αυΐδ. Ἐνταῦθα οὐ χρεία κιθάρας, οὐδὲ νεύρων τεταμένων, οὔτε πλήκτρου καὶ τέχνης, οὐδὲ ὀργάνων τινῶν· ἀλλ' ἐὰν θέλῃς, σὺ σαυτὸν ἐργάσῃ κιθάραν, νεκρώσας τὰ μέλη τῆς σαρκὸς, καὶ πολλὴν τῷ σώματι πρὸς τὴν ψυχὴν ποιήσας τὴν συμφωνίαν. Ὅταν γὰρ μὴ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος ἡ σὰρξ, ἀλλ' εἴκῃ τοῖς ἐπιτάγμασι τοῖς ἐκείνου, καὶ εἰς πέρας ἄγῃ ταύτην ἐπὶ τὴν ἀρίστην καὶ θαυμαστὴν ὁδὸν, οὕτως ἐργάσῃ μελῳδίαν πνευματικήν. Οὐ χρεία τέχνης ἐνταῦθα χρόνῳ μακρῷ κατορθουμένης, ἀλλὰ προαιρέσεως δεῖ γενναίας μόνον, καὶ δεξόμεθα τὴν ἐμπειρίαν ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ψάλλειν ἔξεστι κατὰ διάνοιαν. Κἂν γὰρ ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν. Οὕτω καὶ ὁ Μωϋσῆς ἐβόα, καὶ ὁ Θεὸς ἤκουσε. Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν. Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν.

γʹ. Ἔξεστι καὶ χωρὶς φωνῆς ψάλλειν, τῆς διανοίας ἔνδον ἠχούσης. Οὐ γὰρ ἀνθρώποις ψάλλομεν, ἀλλὰ Θεῷ τῷ δυναμένῳ καὶ καρδίας ἀκοῦσαι, καὶ εἰς τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελθεῖν. Καὶ ταῦτα Παῦλος ἐνδεικνύμενος βοᾷ, λέγων· Αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, εἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Τοῦτο δὲ ἔλεγεν, οὐκ ἐπειδὴ τὸ Πνεῦμα ἐστέναζεν, ἀλλ' ἐπειδὴ οἱ πνευματικοὶ ἄνδρες, οἱ τὰ χαρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὐχόμενοι, καὶ τὰς ἱκετηρίας ἀναφέροντες, μετὰ κατανύξεως καὶ στεναγμῶν τοῦτο ἐποίουν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ' ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ διά τε ψαλμῶν καὶ εὐχῶν. Ἵνα δὲ μὴ τὰ ῥήματα μόνον προσφέρωμεν, ἀλλὰ τὴν δύναμιν αὐτὴν εἰδῶμεν τῶν ῥήσεων, φέρε, τὸ προοίμιον αὐτὸ τοῦ ψαλμοῦ εἰς μέσον ἀγάγωμεν. Τί οὖν ἐστι τὸ προοίμιον; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Τοιοῦτον τῶν ἐρώντων τὸ ἔθος, μὴ κατέχειν σιγῇ τὸν ἔρωτα, ἀλλ' εἰς τοὺς πλησίον ἐκφέρειν, καὶ λέγειν ὅτι φιλοῦσι. Θερμὸν γάρ τι πρᾶγμα τῆς ἀγάπης ἡ φύσις, καὶ σιγῇ στέγειν αὐτὴν οὐκ ἂν ἀνέχοιτο ἡ ψυχή. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε Κορινθίοις φιλῶν· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τουτέστι, Στέγειν καὶ σιγῇ κατέχειν τὴν ἀγάπην οὐ δύναμαι, ἀλλὰ διὰ παντὸς ὑμᾶς, καὶ πανταχοῦ, καὶ ἐπὶ τῆς διανοίας, καὶ ἐπὶ τῆς γλώττης περιφέρω. Οὕτω καὶ ὁ μακάριος οὗτος φιλῶν τὸν Θεὸν, καὶ καιόμενος ἐν τῷ φιλεῖν, οὐκ ἀνέχεται σιγᾷν, ἀλλὰ ποτὲ μέν φησιν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ποτὲ δέ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ὡς γῆ ἄβατος καὶ ἄνυδρος καὶ ἔρημος. Οὕτω γὰρ ἕτερος τῶν ἑρμηνευτῶν εἶπεν. Ἐπειδὴ γὰρ λόγῳ παραστῆσαι τὸν ἔρωτα οὐκ ἰσχύει, περιέρχεται ζητῶν ὑπόδειγμα, ἵνα κἂν οὕτω τὸ φίλτρον ἡμῖν ἐνδείξηται, καὶ κοινωνοὺς ποιήσῃ τοῦ ἔρωτος. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ μάθωμεν οὕτως ἐρᾷν. Καὶ μή μοι λεγέτω τις· Καὶ πῶς δύναμαι φιλεῖν τὸν Θεὸν ὃν οὐ βλέπω; Καὶ γὰρ πολλοὺς οὐχ ὁρῶντες φιλοῦμεν, οἷον τοὺς ἐν ἀποδημίᾳ φίλους ὄντας ἡμῖν, ἢ παῖδας καὶ πατέρας, ἢ συγγενεῖς καὶ οἰκείους· καὶ οὐδὲν γίνεται κώλυμα ἐκ τοῦ μὴ ὁρᾷν, ἀλλ' αὐτὸ δὴ τοῦτο μάλιστα ἐκκαίει τὸ φίλτρον, αὔξει τὸν πόθον. ∆ιὰ τοῦτο καὶ περὶ Μωϋσέως λέγων ὁ Παῦλος, ὅτι καταλιπὼν θησαυροὺς, καὶ πλοῦτον, καὶ βασιλείας περιφάνειαν, καὶ τὴν ἄλλην ἅπασαν λαμπρότητα τὴν ἐν Αἰγύπτῳ, εἵλετο μετὰ τῶν Ἰουδαίων κακουχεῖσθαι· εἶτα τὴν αἰτίαν ἡμᾶς διδάσκων, ὅτι δὴ ταῦτα πάντα ἐποίει διὰ τὸν Θεὸν, προσέθηκε· Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει. Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς τὰ δημιουργήματα, ὁρᾷς αὐτοῦ τὰ ἔργα, οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν. Ὁ δὲ φιλῶν, κἂν ἔργον ἴδῃ τοῦ φιλουμένου, κἂν ὑπόδημα, κἂν ἱμάτιον, κἂν ὁτιοῦν ἕτερον, διαθερμαίνεται. Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς αὐτοῦ τοὺς οἰκέτας, τοὺς φίλους, τοὺς ἁγίους ἄνδρας λέγω καὶ παῤῥησίαν ἔχοντας. Θεράπευσον ἐκείνους νῦν, καὶ ἕξεις τοῦ πόθου παραμυθίαν οὐ τὴν τυχοῦσαν. Καὶ γὰρ ἐπ' ἀνθρώπων, οὐχὶ τοὺς φίλους ἡμῶν μόνον, ἀλλὰ καὶ τοὺς ὑπ' ἐκείνων φιλουμένους φιλεῖν εἰώθαμεν. Κἂν εἴπῃ τις τῶν ἐρωμένων τῶν ἡμετέρων, ὅτι Τὸν δεῖνα φιλῶ, κἂν ἐκεῖνός τι πάθῃ χρηστὸν, ἐγὼ τῆς εὐεργεσίας ἀπολαύειν νομίζω· πάντα ποιοῦμεν καὶ πραγματευόμεθα, ὥσπερ αὐτὸν τὸν ἐρώμενον ὁρῶντες, οὕτω πᾶσαν περὶ ἐκεῖνον ἐπιδείξασθαι σπουδήν. Ἔξεστι τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ κατορθῶσαι νῦν. Εἶπεν, ὅτι Τοὺς πένητας φιλῶ· κἂν οὗτοί τι πάθωσιν ἀγαθὸν, ὡς αὐτὸς ἀπολελαυκὼς, οὕτως ἀποδίδωμι τὴν ἀμοιβήν. Πάντα ποιήσωμεν ὑπὲρ τῆς εἰς αὐτοὺς θεραπείας· μᾶλλον δὲ πάντα τὰ ὄντα κενώσωμεν εἰς αὐτοὺς, πιστεύοντες διὰ τούτων τὸν Θεὸν τρέφειν. Ὅτι γὰρ αὐτὸς τρέφεται τούτων τρεφομένων, ἄκουσον τοῦ Χριστοῦ τί φησι· Πεινῶντα με γὰρ εἴδετε, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτίσατε· γυμνὸν, καὶ περιεβάλετε· καὶ πολλὰς ἡμῖν ἔδωκεν ἀφορμὰς τοῦ παραμυθεῖσθαι τὸν πόθον τὸν ἡμέτερον. Ἄλλως δὲ τὸν ἔρωτα τὸν παρ' ἡμῖν τρία ταῦτα ποιεῖν εἴωθεν, ἢ εὐμορφία σώματος, ἢ εὐεργεσίας μέγεθος, ἢ τὸ φιλεῖσθαι παρ' αὐτοῦ. Τούτων γὰρ ἕκαστον αὐτὸ καθ' ἑαυτὸ δύναται ἐμποιεῖν φίλτρον ἡμῖν. Κἂν γὰρ μηδὲν ὦμεν εὖ παθόντες παρά τινος, ἀκούωμεν δὲ, ὅτι φιλῶν ἡμᾶς διατελεῖ, ἐπαινῶν ἡμᾶς, καὶ θαυμάζων, εὐθέως αὐτῷ συγκολλώμεθα, καὶ στέργομεν ὡς εὐεργέτην· ἐπὶ τοῦ Θεοῦ δὲ οὐχὶ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ τρία ταῦτα ἔστιν ἰδεῖν μεθ' ὑπερβολῆς τοσαύτης, ὅσην οὐδὲ λόγος παραστῆσαι δυνήσεται. Καὶ πρῶτον, τὸ κάλλος τῆς μακαρίας ἐκείνης καὶ ἀκηράτου φύσεως, ὅτι ἀμήχανον οὕτω πώς ἐστι καὶ ἄμαχον, καὶ πάντα ὑπερβαῖνον λόγον, καὶ πᾶσαν ἐκφεῦγον διάνοιαν. Κάλλος δὲ ὅταν ἀκούσῃς, μηδὲν σωματικὸν ὑποπτεύσῃς, ἀγαπητὲ, ἀλλὰ ἀσώματόν τινα δόξαν καὶ μεγαλοπρέπειαν ἄφραστον.

δʹ. Ταύτην οὖν ὁ προφήτης ἐκφαίνων ἔλεγε· Καὶ τὰ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέτοντο, καὶ ἔκραζον, Ἅγιος, ἅγιος, ἅγιος, ἀπὸ τῆς ἐκπλήξεως, ἀπὸ τοῦ θαύματος, ἀπὸ τῆς εὐπρεπείας ἐκείνης, ἀπὸ τῆς δόξης. Καὶ πάλιν ὁ ∆αυῒδ κατανοήσας αὐτὸ τοῦτο τὸ κάλλος, καὶ τὴν δόξαν ἐκπλαγεὶς τῆς μακαρίας ἐκείνης φύσεως, ἔλεγε· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς ἐπεθύμει πολλάκις αὐτὸν ἰδεῖν, τῷ φίλτρῳ τρωθεὶς τούτῳ, καὶ τῆς δόξης ἐκείνης ἐρῶν. ∆ιὰ τοῦτο καὶ Φίλιππος ἔλεγε· ∆εῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐδὲ μικρὸν, οὐδὲ ἀμυδρὸν ἴχνος τι τῆς εὐπρεπείας ἐκείνης παραστῆσαι δυνησόμεθα. Ἀλλὰ τὰς εὐεργεσίας βούλῃ καταλέξωμεν; Ἀλλ' οὐδὲ ταύτας λόγος παραστῆσαι δυνήσεται. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Χάρις δὲ τῷ Κυρίῳ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ πάλιν· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν τοῦ ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ πάλιν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἀλλὰ τὸ φίλτρον ὃ περὶ ἡμᾶς ἐπεδείξατο ποῖος παραστήσει λόγος; Τοῦτο γοῦν ἐκπληττόμενος ὁ Ἰωάννης ἔλεγεν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν. Εἰ δὲ βούλει καὶ ἀκοῦσαι αὐτοῦ τῶν ῥημάτων, καὶ τὸν πόθον μαθεῖν, ἄκουσον τί φησι διὰ τοῦ προφήτου· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Καὶ καθάπερ οὗτος ἔλεγεν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· οὕτω καὶ ὁ Χριστός φησι· Ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ ἑαυτῆς νεοσσία, οὕτως ἐθέλησα ἐπισυνάξαι τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἐθελήσατε. Καὶ πάλιν, Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, οὕτως ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· καὶ πάλιν, Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ καθάπερ ὁ προφήτης ὑπόδειγμα ζητεῖ, ἵνα τὸν πόθον ἐνδείξηται τὸν ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ὑποδείγμασί τισι κέχρηται, ἵνα ἡμῖν δηλώσῃ τὸν ἔρωτα, ὃν περὶ τῆς ἡμετέρας σωτηρίας ἔχει. Καὶ ὁ μὲν προφήτης ἔλαφον εἶπε διψῶσαν, καὶ γῆν ἐκκεκαυμένην· ὁ δὲ Θεὸς ὀρνίθων περὶ νεοττοὺς φιλοστοργίαν, καὶ πατέρων κηδεμονίαν, καὶ ὕψος οὐρανοῦ ἀπὸ γῆς, καὶ εὐσπλαγχνίαν μητέρων, οὐκ ἐπειδὴ τοσοῦτον φιλεῖ μόνον, ὅσον μήτηρ παῖδα, ἀλλ' ἐπειδὴ τούτων τῶν ὅρων, καὶ τῶν κανόνων καὶ ὑποδειγμάτων οὐκ ἔστι παρ' ἡμῖν ἕτερα μείζονα φιλίας τεκμήρια. Ἐπεὶ οὐ τοσοῦτον φιλεῖ ἡμᾶς μόνον, ὅσον παιδία μήτηρ φιλόστοργος, ἀλλὰ πολλῷ πλέον, ἄκουσον τί φησιν· Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ, γυνὴ τῶν ἐκγόνων αὐτῆς, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Τοῦτο δὲ ἔλεγε δεικνὺς, ὅτι πάσης φιλοστοργίας θερμότερος ὁ περὶ ἡμᾶς αὐτοῦ πόθος ἐστίν. Ταῦτα δὲ πάντα συλλέγων ἀναλογίζου πρὸς ἑαυτὸν, καὶ θερμὸν ἐργάσῃ τὸν ἔρωτα, καὶ λαμπρὰν ἀνάψεις τὴν φλόγα. Ἐπεὶ οὖν τὰς φιλίας καὶ ἐφ' ἡμῶν τῶν ἀνθρώπων οὐδὲν οὕτως ἐκκαίειν εἴωθεν, ὡς τὸ μεμνῆσθαι τῶν εὐεργεσιῶν, ὧν ἀπελαύσαμεν· καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶμεν. Ἀναλογισώμεθα πόσα δι' ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα ἁπλῶς ἅπαντα, τὰς ἀστραπὰς, τῶν ὡρῶν τὴν εὐταξίαν, ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς. Ψυχὴν ἐνέπνευσε, λόγον ἐχαρίσατο, ἀρχῇ τετίμηκε μεγίστῃ. Ἀγγέλους ἀπέστειλε, προφήτας ἔπεμψεν, ὕστερον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ. Καὶ μετ' ἐκεῖνα πάλιν καὶ οὗτος παρακαλεῖ καὶ δι' ἑαυτοῦ καὶ διὰ τοῦ μονογενοῦς Παιδὸς, ἵνα σὺ σωθῇς· καὶ οὐ παύεται Παῦλος πρεσβεύων, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλ λάγητε τῷ Θεῷ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχὴν, Ἐκάθισεν ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἀληθῶς εὔκαιρον νῦν εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Κἀκεῖνο πάλιν· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Τί γὰρ ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς, ἀλλ' ἢ ὅταν ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν τοῦ τοσαῦτα προσκεκρουκότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύῃ τιμῆς; Μὴ τὰς κοινὰς δὲ μόνον εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας ἀνάλεγε, οἷον εἴ ποτε συκοφαντίᾳ περιπεσὼν ἀπηλλάγης τῆς κατηγορίας· εἴ ποτε ἀωρίᾳ καὶ μεσονυκτίῳ λῃσταῖς περιτυχὼν, διέφυγες ἐκείνων τὰς ἐπιβουλάς· εἴ ποτε ζημίαν ἐπενεχθεῖσαν ἀπεδύσω· εἰ νοσήματι περιπεσὼν χαλεπῷ παραμυθίας ἔτυχες.

εʹ. Πάντα ἀνάλεγε τὰ παρὰ πᾶσάν σου τὴν ζωὴν γινόμενα εὐεργετήματα τοῦ Θεοῦ, καὶ πολλὰ πάντως εὑρήσεις, οὐ παρὰ πᾶσαν τὴν ζωὴν μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ μιᾷ· καὶ εἰ ἐβούλετο ὁ Θεὸς πάσας τὰς καθ' ἑκάστην ἡμέραν εὐεργεσίας, ἃς ἡμᾶς εὐεργετεῖ, ἀγνοούντων ἡμῶν καὶ οὐκ εἰδότων, εἰς μέσον τιθέναι, οὐδ' ἂν ἀριθμῆσαι αὐτὰς δυνηθείημεν. Πόσοι δαίμονες εἰς τὸν ἀέρα φέρονται τοῦτον; πόσαι ἐναντίαι δυνάμεις; Εἰ μόνον ἐπέτρεψεν αὐτοῖς τὴν ὄψιν τὴν ἑαυτῶν δεῖξαι τὴν φοβερὰν ἐκείνην καὶ ἀτερπῆ, οὐκ ἂν ἐξέστημεν; οὐκ ἂν ἀπωλόμεθα; οὐκ ἂν διεφθάρημεν; Ταῦτα δὴ πάντα ἀναλογιζόμενοι, καὶ τὰ ἁμαρτήματα ἑαυτῶν, ὅσα ἑκόντες, ὅσα ἀγνοοῦντες σφαλλόμεθα καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἰς εὐεργεσίας λόγον, μὴ καθ' ἑκάστην ἡμέραν ἐπεξιέναι τὸν Θεὸν τοῖς πλημμελήμασι τοῖς ἡμετέροις, δυνησόμεθα φιλεῖν τὸν Θεόν. Ὅταν γὰρ ἐννοήσῃς, ὅσα καθ' ἑκάστην ἁμαρτάνεις τὴν ἡμέραν, ὅσα καθ' ἑκάστην εὐεργετῇ τὴν ἡμέραν, ὅσης ἀπολαύεις μακροθυμίας, ὅσης ἀνέσεως, καὶ ὅτι εἰ καθ' ἑκάστην ὁ Θεὸς ἐπεξῄει, οὐδὲ βραχὺν ἂν ἔζησας χρόνον κατὰ τὸν Προφήτην τὸν λέγοντα· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;· αὐτῷ χάριτας εἴσῃ, καὶ ἐπ' οὐδενὶ δυσχερανεῖς τῶν προσπιπτόντων· ἀλλ' ὄψει, ὅτι κἂν μυρία πάθῃς, οὐδέπω τὴν ἀξίαν ἀπέδωκας δίκην, καὶ οὕτω διακείμενος πολὺν τὸν πόθον ἀνάψεις, καὶ δυνήσῃ κατὰ τὸν προφήτην λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἄξιον δὲ ἐξετάσαι, τί δήποτε τοῦτο τὸ ζῶον εἰς μέσον παρήγαγε. ∆ιψαλέον πώς ἐστιν ἡ ἔλαφος, καὶ διὰ τοῦτο συνεχῶς τρέχει ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. ∆ιψαλέον δὲ γίνεται καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τοῦ τοὺς ὄφεις κατεσθίειν, καὶ τοῖς ἐκείνων τρέφεσθαι σώμασι. Καὶ σὺ τοίνυν τοῦτο ποίησον· τὸν νοητὸν ὄφιν κατάφαγε· ἐδάφισον τὴν ἁμαρτίαν, καὶ δυνήσῃ διψᾷν τὸν τοῦ Θεοῦ πόθον. Καθάπερ γὰρ τὸ πονηρὸν συνειδὸς ῥυπαροὺς ἡμᾶς ἐργάζεται, καὶ εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλει· οὕτως, ἂν ἐδαφίσωμεν ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν. Καὶ γὰρ διὰ τοῦτο τοὺς ψαλμοὺς ἡμῖν ᾖσεν ὁ μακάριος ἐκεῖνος, μᾶλλον δὲ ἡ τοῦ Πνεύματος χάρις, οὐχ ἵνα τὰ ῥήματα λέγωμεν μόνον, ἀλλ' ἵνα καὶ δι' αὐτῶν τῶν ἔργων αὐτοὺς μελετῶμεν. Μὴ τοίνυν οἰηθῇς διὰ τοῦτο ἐνταῦθα εἰσιέναι, ἵνα τὰ ῥήματα εἴπῃς μόνον, ἀλλ' ἵνα ὅταν ὑποψάλλῃς, συνθήκας εἶναι νομίσῃς τὴν ὑπακοήν. Ὅταν γὰρ εἴπῃς Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· συνέθου τῷ Θεῷ, γραμματεῖον ἔγραψας ἄνευ χάρτου καὶ μέλανος, διὰ τῆς φωνῆς ὡμολόγησας πάντων αὐτὸν μᾶλλον φιλεῖν, καὶ οὐδὲν αὐτοῦ προκρίνεσθαι, καὶ καίεσθαι τῷ περὶ αὐτὸν ἔρωτι. Ἂν τοίνυν ἐξελθὼν ἴδῃς γυναῖκα εὔμορφόν τινα καὶ ἀκόλαστον δελεάζουσάν σε καὶ πρὸς τὸν ἔρωτα τὸν ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν· Οὐ δύναμαί σοι ἀκολουθῆσαι, συνθήκας ἐθέμην πρὸς τὸν Θεὸν, παρόντων τῶν ἀδελφῶν, τῶν ἱερέων, τῶν διδασκάλων, ὡμολόγησα καὶ ὑπεσχόμην διὰ τῆς ὑπακοῆς οὕτως αὐτὸν φιλεῖν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. ∆έδοικα παραβῆναι τὰς συνθήκας, ἐκείνου λοιπὸν μελετῶ τὸν ἔρωτα. Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἢ ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας καὶ ἵππους χρυσοχαλίνους, μηδὲν πάθῃς ὑπὸ τῆς φαντασίας ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν· Πρὸ μικροῦ ὑπεψάλαμεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ ᾠκειωσάμεθα τὸ γράμμα, καὶ ἡμῶν αὐτὸ ἐποιήσαμεν εἶναι. Μηδὲν οὖν φιλῶμεν τῶν βιωτικῶν τούτων, ἵνα ἄκρατος ἡμῖν ὁ ἔρως ἐκεῖνος μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γένηται. Οὗτος ὁ πλοῦτος ἅπαντα πλοῦτον, ἅπαντα θησαυρὸν, πᾶσαν εὐδοκίμησιν, πᾶσαν δόξαν, πᾶσαν περιφάνειαν ἡμῖν χαρίσασθαι δυνήσεται. Τοῦτον κατέχωμεν, καὶ οὐδενὸς ἑτέρου δεησόμεθα. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες, καὶ κόρης περικαιόμενοι πολλάκις εὐμόρφου τινὸς, καὶ πατέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων, καὶ ἑτέρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται, ἀλλὰ πρὸς ἐκείνην εἰσὶ τετραμμένοι, καὶ οἰκίας καταφρονοῦσι, καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκιμήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομίζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδοκιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς ᾖ, κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη· οἱ τὸν Θεὸν φιλοῦντες, ὡς χρὴ, πότε αἰσθήσονται τῶν ἀνθρωπίνων, ἢ τῶν λαμπρῶν, ἢ τῶν λυπηρῶν; Οὐδὲ ὄψονται μὲν οὖν τὰς φαντασίας τοῦ παρόντος βίου, πρὸς ἐκεῖνον τεταμένοι τὸν ἔρωτα, ἀλλὰ πάσης μὲν καταγελάσουσι τῆς εὐημερίας, πάσης δὲ ὑπερόψονται δυσπραγίας, προσδεδεμένοι τῷ πόθῳ τοῦ Θεοῦ, καὶ οὐδὲν ἄλλο ὁρῶντες, ἀλλ' ἢ ἐκεῖνον μόνον, καὶ πανταχοῦ αὐτὸν φανταζόμενοι, καὶ πάντων μακαριωτέρους ἑαυτοὺς εἶναι νομίζοντες. Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμεινον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν.

ʹ. ∆ιὰ τοῦτο καὶ Παῦλος ἐν καθημερινοῖς θανάτοις ὢν, ἐν δεσμωτηρίοις, ἐν ναυαγίοις, ἐν ἐρημίαις, ἐν μάστιξιν, ἐν μυρίαις ἑτέραις κολάσεσιν, ἔχαιρε καὶ ἠγαλλιᾶτο, καὶ ἐσκίρτα καὶ ἐκαυχᾶτο· καὶ νῦν μὲν ἔλεγεν, ὅτι Οὐ μόνον δὲ ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι καυχώμεθα· νῦν δὲ πάλιν, ὅτι Χαίρω ἐν τοῖς παθήμασι, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου· καὶ χάριν τὸ πρᾶγμα καλεῖ, ὁμολογῶν οὕτω καὶ λέγων, ὅτι Ἡμῖν οὕτως ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Τοιαύτην οὖν καὶ ἡμεῖς σπουδάσωμεν γνώμην ἔχειν, καὶ μεθ' ἡδονῆς πάντα φέρωμεν τὰ προσπίπτοντα λυπηρά. ∆υνησόμεθα δὲ φέρειν, ἂν τὸν Θεὸν φιλήσωμεν, ὡς ὁ προφήτης ἐφίλησεν. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς ὑπακοῆς ταύτης ἔστιν ἰδεῖν αὐτοῦ τὸ φίλτρον, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ῥημάτων. Εἰπὼν γὰρ, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός μου, ἐπήγαγε λέγων· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Οὐκ εἶπεν, Ἐφίλησεν ἡ ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, οὐδ', Ἠγάπησεν ἡ ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, ἀλλ' ἵνα τὴν διάθεσιν ἐνδείξηται, δίψος ἐκάλεσε τὸ φίλτρον, ἀμφότερα ἡμῖν δηλῶν, τό τε διακαὲς τῆς ἀγάπης, καὶ τὸ διηνεκὲς τοῦ ἔρωτος. Καθάπερ γὰρ οἱ διψῶντες οὐκ ἐν μιᾷ τοῦτο πάσχουσιν ἡμέρᾳ καὶ δύο καὶ τρισὶν, ἀλλὰ καὶ διὰ παντὸς τοῦ βίου, τῆς φύσεως ἐπὶ τοῦτο αὐτοὺς ἀγούσης· οὕτω δὴ καὶ ὁ μακάριος ἐκεῖνος, καὶ πάντες οἱ ἅγιοι, οὐκ ἐν μιᾷ μόνον ἡμέρᾳ ἐν κατανύξει ἐγένοντο, καθάπερ πολλοὶ τῶν ἀνθρώπων, οὐδὲ ἐν δυσὶ καὶ τρισὶ τοῦτο γὰρ οὐδὲν θαυμαστὸν, ἀλλὰ καὶ διηνεκῶς καὶ καθ' ἑκάστην ἡμέραν ἐρῶντες διετέλουν μετ' εὐλαβείας, καὶ τὴν ἀγάπην ἐπέτεινον. Ἅπερ οὖν καὶ αὐτὸς ἐμφαίνων ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ὁμοῦ καὶ τὴν αἰτίαν θέλων εἰπεῖν, καὶ διὰ σὲ βουλόμενος δεῖξαι, πῶς ἄν τις τὸν Θεὸν οὕτως φιλήσειε. ∆ιὰ γὰρ τῶν ἑξῆς τοῦτο ἐδήλωσεν, εἰπὼν, ὅτι Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, καὶ ἐπαγαγὼν, Τὸν ζῶντα· μονονουχὶ παραινῶν καὶ ἐμβοῶν πᾶσι τοῖς πρὸς τὰ βιωτικὰ πράγματα κεχηνόσι· Τί περὶ σώματα μαίνεσθε; τί δόξης ἐπιθυμεῖτε; τί τρυφῆς ἐφίεσθε; Οὐδὲν τούτων μένει καὶ ζῇ διηνεκῶς, ἀλλὰ διαῤῥεῖ καὶ παρέρχεται, καὶ σκιᾶς εἰσιν οὐδαμινώτερα, καὶ ὀνείρων ἀπατηλότερα, καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐφθαρτότερα, τὰ μὲν μετὰ τῆς παρούσης καταλιμπάνοντα ζωῆς, τὰ δὲ καὶ πρὸ τῶν ἐνταῦθα καταλυόμενα. Ἄπιστος αὐτῶν ἡ κτῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ὀξύῤῥοπος ἡ μεταβολή· ἐπὶ τοῦ Θεοῦ δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ ζῇ καὶ μένει διηνεκῶς ἐκεῖνος, οὔτε ἀλλοίωσιν, οὔτε τροπήν τινα δεχόμενος. Ἀφέντες τοίνυν τὰ πρόσκαιρα καὶ ἐφήμερα, τὸν αἰώνιον καὶ διηνεκῆ φιλῶμεν. Οὐ γὰρ ἔστιν ἐκεῖνον φιλοῦντα καταισχυνθῆναί ποτε· οὐκ ἔστιν ἐκπεσεῖν· οὐκ ἔστιν ἔρημον γενέσθαι τοῦ φιλουμένου. Χρήματα μὲν ὁ φιλῶν, ἢ τελευτῆς ἐπελθούσης, ἢ καὶ πρὸ τῆς τελευτῆς γυμνοῦται τῶν ποθουμένων· καὶ δόξης τις ἐρῶν τῆς παρούσης τὸ αὐτὸ πάσχει· πολλάκις δὲ καὶ τὸ τῶν σωμάτων κάλλος πολὺ τῶν εἰρημένων κατασβέννυται θᾶττον, καὶ πάντα ἁπλῶς τὰ βιωτικὰ, πρόσκαιρα καὶ ἐφήμερα, καὶ πρὶν ἢ παραγενέσθαι καὶ φανῆναι, εὐθέως ἀποπηδᾷ. Ὁ δὲ τῶν πνευματικῶν ἔρως τοὐναντίον ἅπαν, ἀκμάζει διηνεκῶς καὶ ἀνθεῖ, καὶ γῆρας οὐκ οἶδεν, οὐδὲ παλαιότητα δέχεται, οὐδὲ μεταβολῇ τινι καὶ τροπῇ καὶ ἀδηλίᾳ τοῦ μέλλοντός ἐστιν ὑπεύθυνος· ἀλλὰ καὶ ἐνταῦθα τοὺς κεκτημένους ὠφελεῖ, καὶ περιβάλλει πάντοθεν, καὶ ἀπελθόντας ἐντεῦθεν οὐκ ἀφίησιν, ἀλλὰ καὶ συναποδημεῖ καὶ συμμεθίσταται τούτοις, καὶ τῶν φωστήρων αὐτῶν λαμπροτέρους αὐτοὺς ἀποφαίνει κατὰ τὴν ἡμέραν ἐκείνην. Ἅπερ οὖν εἰδὼς καὶ ὁ μακάριος ∆αυΐδ, φιλῶν διετέλει, καὶ τὸν ἔρωτα οὐκ ἠνέσχετο κατέχειν ἔνδον, ἀλλὰ παντὶ τρόπῳ δεῖξαι τοῖς ἀκούουσιν ἠπείγετο τὸ πῦρ, ὅπερ ἔνδον αὐτὸν συνεῖχεν. Εἰπὼν γὰρ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ἐπήγαγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅρα καιόμενον τὸν ἄνθρωπον· ὅρα ἐμπιπράμενον. Εἰδὼς ὅτι ἐντεῦθεν ἀπελθὼν αὐτὸν ὄψεται, οὐδὲ τὴν ἀναβολὴν ἀναμένει· οὐ στέγει τὴν ὑπέρθεσιν, ἀλλὰ ἀποστολικὸν ἡμῖν ἐνταῦθα δείκνυσι φρόνημα. Καὶ γὰρ ἐκεῖνος ἔστενεν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας· καὶ οὗτος τὸ αὐτὸ τοῦτο ἔπασχε. ∆ιὰ τοῦτο ἔλεγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Καὶ εἰ μὲν ἰδιώτης τις ἦν καὶ εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἐν πενίᾳ ζῶν, μέγα μὲν καὶ οὕτως τὸ τῆς παρούσης καταφρονῆσαι ζωῆς· πλὴν οὐχ οὕτω μέγα καθάπερ νῦν τὸν βασιλεύοντα καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, τοσαύτης μετέχοντα δόξης, νίκας ἀνῃρημένον μυρίας, καὶ πολλοὺς νικήσαντα πολέμους, καὶ λαμπρὸν ὄντα καὶ ἐπίδοξον πανταχοῦ, πάντων μὲν καταγελᾷν τούτων, καὶ πλούτου καὶ δόξης καὶ τρυφῆς ἁπάσης, κεχηνέναι δὲ πρὸς τὰ μέλλοντα· τοῦτο μεγαλοψύχου τινός ἐστι διανοίας, τοῦτο φιλοσόφου ψυχῆς καὶ πρὸς τὸν οὐράνιον ἐπτερωμένης ἔρωτα.

ζʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ θαυμάσωμεν τὰ παρόντα, ἵνα θαυμάσωμεν τὰ μέλλοντα· μᾶλλον δὲ θαυμάσωμεν τὰ μέλλοντα, ἵνα μὴ θαυμάσωμεν τὰ παρόντα. Ἂν γὰρ διηνεκῶς ταῖς περὶ ἐκείνων ἐννοίαις ἐνδιατρίβωμεν, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἀθανασίαν, τὴν ζωὴν τὴν ἀτελεύτητον, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἀκήρατον δόξαν ἐκείνην, τὴν πάσης ἀπηλλαγμένην ὀδύνης ζωὴν ἀναλογισώμεθα πρὸς ἑαυτοὺς, καὶ ἐνορῶμεν, ὅτι καὶ δάκρυα, καὶ ὀνείδη, καὶ λοιδορίαι, καὶ θάνατος, καὶ ἀθυμίαι, καὶ πόνος, καὶ γῆρας, καὶ νόσος, καὶ ἀῤῥωστία, καὶ πενία, καὶ συκοφαντία, καὶ χηρεία, καὶ ἁμαρτία, καὶ κατάγνωσις, καὶ κόλασις, καὶ τιμωρία, καὶ εἴ τι ἕτερον κατὰ τὸν παρόντα βίον ἐστὶ λυπηρὸν καὶ ἀηδὲς, ταῦτα πάντα ἀπελήλαται, ἀντεισενήνεκται δὲ ἀντὶ τούτων εἰρήνη, πραότης, ἐπιείκεια, ἀγάπη, χαρὰ, δόξα, τιμὴ, λαμπρότης, τὰ ἄλλα, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται, οὐδὲν ἡμᾶς τῶν παρόντων αἱρήσεται, ἀλλὰ καὶ ἡμεῖς δυνησόμεθα λέγειν κατὰ τὸν Προφήτην· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ οὕτω διακείμενοι, οὔτε εἰς ἀπόνοιαν ἀπὸ τῶν τοῦ βίου λαμπρῶν, οὔτε εἰς ἀθυμίαν ἀπὸ τῶν λυπηρῶν ἐμπεσούμεθα, οὐ φθόνος, οὐ κενοδοξία, οὐκ ἄλλο τι τῶν τοιούτων ἡμᾶς αἱρήσεταί ποτε. Μὴ τοίνυν ἁπλῶς ἐνταῦθα εἰσίωμεν, μηδὲ τὰς ὑπακοὰς ἀφωσιωμένοι ὑπακούωμεν, ἀλλὰ ἀντὶ βακτηρίας αὐτὰς λαβόντες ἐξέλθωμεν. Ἀρκεῖ δὲ ἕκαστος στίχος πολλὴν ἡμῖν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς τὸ τὰ δόγματα διορθῶσαι, καὶ εἰς τὸ βίον ὠφελῆσαι τὰ μέγιστα· κἂν μετὰ ἀκριβείας ἑκάστην διερευνήσωμεν ῥῆσιν, μεγάλα καρπωσόμεθα ἀγαθά. Οὔτε γὰρ πενίαν, οὔτε ἀσχολίαν, οὔτε ὀκνηρίαν δεῖ ἐνταῦθα προβάλλεσθαι. Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων, ἢ βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύσῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην ἀπελθὼν λήψῃ τὴν παραμυθίαν. Ὅρα γοῦν, ἡ ὑπακοὴ αὕτη πόσον ἡμῖν ἠνέῳξε θησαυρόν. Καὶ μή μοι λεγέτω τις, ὅτι πρὸ τῆς ἑρμηνείας οὐκ εἶδεν αὐτῆς τὴν δύναμιν. Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ἀκούοντι καὶ ὁπωσοῦν βουλομένῳ προσέχειν εὐσύνοπτος ἡ ὑπακοή. Εἰ γὰρ μόνον ἐπαίδευσας σαυτὸν λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πρὸ τῆς ἑρμηνείας δύνασαι πᾶσαν φιλοσοφίαν ἐνθεῖναι. Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ ἑκάστη ὑπακοὴ τὸν αὐτὸν ἡμῖν παρέξεται πλοῦτον. Κἂν εἴπῃς πάλιν· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, καὶ δυνηθῇς ἰδεῖν τί ἐστιν ὃ λέγεις· οὐ τὸν πλουτοῦντα, οὐ τὸν ἄρχοντα, οὐ τὸν εὔμορφον, οὐ τὸν ῥώμῃ κεκοσμημένον, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν ἐν δυναστείαις ὄντα, οὐ τὸν ἐν βασιλείοις τρεφόμενον, οὐκ ἄλλον οὐδένα· ἀλλὰ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ζῶντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα. Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, ὁ μὲν τὴν ἁλουργίδα ἔχων οὐδὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν ὠφελεῖται τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ οἰκείων, καὶ πατέρων, καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων καὶ ὑποκειμένων, ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος· ὁ δὲ ἐν εὐλαβείᾳ ζῶν, καὶ τὸν Θεὸν φοβούμενος, οὐ πατέρος, οὐκ οἰκέτου, οὐκ ἄλλου τινὸς παρόντος, ἀναβλέψας εἰς τὸν οὐρανὸν οὐ πολλάκις, ἀλλὰ καὶ δὶς καὶ τρὶς, πᾶσαν τὴν κάμινον ἐκείνην ἔσβεσε. Τοῦτο δὲ καὶ ἐν ταῖς περιστάσεσι καὶ ἐν τοῖς ἀδοκήτοις πᾶσι συμβαῖνον ἴδοι τις ἂν, τοὺς ἐν πλούτῳ καὶ περιφανείᾳ θορυβουμένους, τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ ἀταράχως ἅπαντα φέροντας. Καὶ πρὸ τούτων δὲ πάντων, κἂν μηδὲν συμπέσῃ δεινὸν, πλείονος τὸ συνειδὸς τοῦ φοβουμένου τὸν Θεὸν καὶ καθαρωτέρας ἡδονῆς γέμει τῆς τοῦ πλουτοῦντος ψυχῆς. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τῆς ἔξωθεν ἀπολαύει τροφῆς, τῶν ἐν λιμῷ ζώντων ἁπάντων χαλεπώτερον διακείσεται, τὰ οἰκεῖα ἑαυτὸν ἀναμιμνήσκων κακὰ καὶ πονηρῷ συζῶν συνειδότι· οὗτος δὲ, κἂν τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, τῶν πάσης ἀπολαυόντων τρυφῆς εὐθυμότερος ἔσται, ἐλπίσι χρησταῖς συντρεφόμενος, καὶ τὰς ἀμοιβὰς τῶν οἰκείων κατορθωμάτων καθ' ἑκάστην προσδοκᾷ τὴν ἡμέραν. Ἵνα δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλο πονωτέροις καταλιπὼν ἑκάστην ἐκλέγειν ὑπακοὴν, καὶ τὴν ἐναποκειμένην αὐτῇ δύναμιν διερευνᾶσθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, ἐκεῖνα παραινέσας ὑμῶν τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ' ὥσπερ μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν, καὶ μελετᾷν οἴκοι διηνεκῶς, καὶ πρὸς φίλους καὶ πρὸς γυναῖκας ἅπαντα ταῦτα λέγειν· κἂν πάθος διενοχλῇ, κἂν ἐπιθυμία διαναστῇ, κἂν θυμὸς, κἂν ἄλλο ὁτιοῦν ἕτερον πάθος ἀλογώτατον, αὐτὰς ἐπᾴδειν συνεχῶς· ἵνα καὶ κατὰ τὸν παρόντα βίον γαλήνης πολλῆς ἀπολαύσωμεν, καὶ εἰς τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ.

Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν.

αʹ. Τὸν ψαλμὸν τοῦτον λέγει μὲν ὁ Προφήτης· λέγει δὲ οὐκ ἐκ προσώπου οἰκείου, ἀλλ' ἐκ προσώπου τῶν Μακκαβαίων, τὰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἐσόμενα διηγούμενος καὶ προαναφωνῶν. Τοιοῦτοι γὰρ οἱ προφῆται· ἅπαντας περιτρέχουσι τοὺς χρόνους, τοὺς παρελθόντας, τοὺς παρόντας, τοὺς μέλλοντας. Τίνες δὲ οὗτοι οἱ Μακκαβαῖοι, καὶ τί πεπόνθασι, καὶ τί κατώρθωσαν, ἀναγκαῖον πρῶτον εἰπεῖν, ὥστε καὶ τῆς ὑποθέσεως τὰ λεγόμενα γενέσθαι σαφέστερα. Οὗτοι γὰρ, ἐπελθόντος Ἀντιόχου τοῦ λεγομένου Ἐπιφανοῦς, καὶ πάντα διαφθείραντος, καὶ πολλοὺς τῶν τότε βιασαμένου τὴν πολιτείαν ἐξορχήσασθαι τὴν πατρῴαν, διέμειναν οὐδὲν ὑπὸ τῶν πειρασμῶν παραβλαβέντες ἐκείνων· καὶ ὅτε μὲν βαρὺς ὁ πόλεμος ἔπνει, καὶ οὐδὲν πλέον ἐργάσασθαι ἠδύναντο, ἔκρυπτον ἑαυτούς. Ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῦτο ἐποίουν. Οὐ γὰρ ἀεὶ φαινόμενοι ἐν τῷ μέσῳ ἐπεπήδων τοῖς κινδύνοις, ἀλλ' ἔστιν ὅτε καὶ φεύγοντες καὶ λανθάνοντες ὑπεχώρουν. Ἐπειδὴ δὲ μικρὸν ἀνέπνευσαν, καθάπερ τινὲς σκύλακες γενναῖοι, ἐκπηδήσαντες ἐκ τῶν σπηλαίων καὶ προκύψαντες ἐκ τῶν καταδύσεων, ἔγνωσαν μηκέτι μόνους ἑαυτοὺς διασώζειν, ἀλλὰ καὶ ἑτέρους, ὅσους οἷοί τ' ἂν ὦσι· καὶ τὴν πόλιν καὶ τὴν χώραν περιιόντες ἅπασαν, ἀνελέγοντο πάντας, ὅσους ηὕρισκον ὑγιῶς διακειμένους· πολλοὺς δὲ καὶ τῶν κεκμηκότων καὶ διεφθαρμένων ἀνεκτῶντο πάλιν, πείθοντες ἐπὶ τὸν πατρῷον νόμον ἐπαναδραμεῖν. Τὸν γὰρ Θεὸν φιλάνθρωπον εἶναι ἔφασκον, καὶ μηδέποτε τὴν ἐκ τῆς μετανοίας ἀναιρεῖν σωτηρίαν. Ταῦτα δὲ λέγοντες, στρατόπεδα κατέλεγον ἀνδρῶν γενναίων. Οὐδὲ γὰρ ὑπὲρ γυναικῶν, καὶ παίδων, καὶ παιδισκῶν, καὶ ἀπαναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος, ἀλλ' ὑπὲρ νόμου καὶ πο λιτείας ἐμάχοντο πατρῴας· ἐστρατήγει δὲ αὐτοῖς ὁ Θεός. Παραταξάμενοι τοίνυν, καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόντες, κατέλυον τοὺς ἐναντίους, οὐχ ὅπλοις θαῤῥοῦντες, ἀλλ' ἀντὶ πάσης παντευχίας ἀρκοῦσαν ἔχοντες τὴν τῆς μάχης ὑπόθεσιν. Ἰόντες τοίνυν εἰς τὸν πόλεμον, οὐκ ἐτραγῴδουν, οὐ παιᾶνας ᾖδον, καθάπερ τινὲς ποιοῦσιν, οὐδὲ τοὺς αὐλοῦντας προσκαθίεσαν, καθάπερ ἐν ἄλλοις στρατοπέδοις· ἀλλὰ τὸν Θεὸν ἄνωθεν ἐκάλουν παρεῖναι καὶ συμμαχεῖν, καὶ χεῖρα ὀρέγειν, δι' ὃν ἐπολεμοῦντο, ὑπὲρ οὗ τῆς δόξης ἠγωνίζοντο. Ἴδωμεν τοίνυν τί φθέγγεται τὸ τοῦ Θεοῦ τοῦτο στρατόπεδον, τὸ τῇ πνευματικῇ φραττόμενον βοηθείᾳ, μέλλον ἐπιέναι τοῖς πολεμίοις. Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἐπειδὴ γάρ τινες τῶν συντεταγμένων αὐτοῖς, τό τε πλῆθος καὶ τὴν παράταξιν ὁρῶντες τὴν Ἀντιόχου, καὶ τὴν νίκην, καὶ ὅτι πάντα ἐξ ἐπιδρομῆς ἐλάμβανον, τήν τε οἰκείαν ἀσθένειαν καὶ ὀλιγότητα λογιζόμενοι, μαλακώτεροι ἦσαν καὶ ἀσθενέστεροι, διεγείρων αὐτῶν τὸ φρόνημα, καὶ δεικνὺς, ὅτι τὸ πᾶν ἐπὶ τῇ στρατηγίᾳ κεῖται τοῦ Θεοῦ, καὶ χωρὶς στρατοπέδων, συμμαχοῦντος αὐτοῦ, δυνατὸν περιγενέσθαι, ἐν εὐχῆς τάξει τινὰ παραίνεσιν καὶ συμβουλὴν ποιεῖται πρὸς τοὺς στρατιώτας, καὶ τῷ Θεῷ διαλεγόμενος προθυμοτέρους ἐκείνους ἐργάζεται. Οὐ μικρὸν δὲ τοῦτο παρακλήσεως μέρος. Οὐδὲ γὰρ ἂν ἴσχυσεν ὁμοίως ὁ λόγος πρὸς ἐκείνους τετραμμένος, καὶ πρὸς τὸν Θεὸν ἀποτεινόμενος. ∆ιὸ δὴ καὶ τοῦτο προϊὼν ἔλεγεν· Οὐκ ἐπὶ τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ἡ δεξιὰ αὐτῶν οὐκ ἔσωσεν αὐτούς. Τοῦτο γὰρ τοὺς ἀσθενέστερον πρὸς τοὺς πόνους διακειμένους ἦν ἀνακτωμένου, τοὺς κατὰ ἀνθρωπίνην ἀκολουθίαν ζητοῦντας τὴν νίκην. Πᾶσα τοίνυν ἡ εὐχὴ αὕτη προτροπὴ τοῖς στρατοπέδοις ἐστὶ, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥῖψαι κελεύουσα, καὶ ἐξαρτῆσαι τῆς ἐκεῖθεν ἐλπίδος τὴν νίκην. ∆ιὰ τί δὲ οὐκ εἶπεν, Ἠκούσαμεν, ἁπλῶς, ἀλλ', Ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν; Ποίῳ γὰρ ἑτέρῳ μέρει τις ἀκούει τοῦ σώματος; Ἆρα μὴ περιττολογία τὰ λεγόμενα; Μὴ γένοιτο· ἀλλὰ κοινὸν ἔθος τῶν ἀνθρώπων ἐστὶν, ὅταν τινὰ διηγῶνται, ὑπὲρ ὧν εἰσι πεπληροφορημένοι, καὶ περὶ μεγάλων τινῶν καὶ ὑπερόγκων ποιῶνται τὴν διήγησιν, πρὸς τοὺς οὔπω μὴ σφόδρα πεπληροφορημένους, προστιθέασιν ἀεὶ τὰ ὦτα, φάσκοντες τοῖς ὠσὶν ἀκηκοέναι. Οὐκ ἐπὶ ταυτησὶ δὲ τῆς ἐνεργείας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτὸ ποιεῖν εἰώθαμεν, μάρτυρας καλοῦντες αὐτὰς τὰς αἰσθήσεις. Πιστουμένων τοίνυν ἐστὶ τὸν ἀκροατὴν, τὸ τῶν ὤτων τὴν προσθήκην ποιεῖν. Ἐπεὶ καὶ ἐπὶ ὀφθαλμῶν καὶ χειρῶν τὸ αὐτὸ ποιοῦμεν, ὡς ὅταν λέγωμεν. Ταῖς χερσὶν ἡμῶν ἐψηλαφήσαμεν. Καὶ οἱ ἀπόστολοι δὲ ἔλεγον, Ἃ ἑωράκασιν οἱ ὀφθαλμοὶ ἡμῶν· ἃ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. Ὅρα δὲ αὐτῶν ἐκ προοιμίων κἀντεῦθεν τὴν ἀρετήν· τοσαῦτα καὶ τηλικαῦτα παθόντες δεινὰ διὰ τὸν Θεὸν, πατρίδος ἐκπεσόντες, ἐλευθερίας, κινδύνοις περιπεπτωκότες, ἄλλοι δὲ καὶ φυγάδες γενόμενοι, τὰ ὄρη καὶ τὰς ἐρημίας διώκοντες, οὐδὲν τούτων φασὶ τέως, ὅτι Τὸ καὶ τὸ ἐπάθομεν διὰ σὲ, βοήθησον ἡμῖν· ἀλλ' ὡς ἔρημοι τῶν δικαιολογιῶν τούτων, καὶ οὐκ ἔχοντες ἐξ οἰκείων κατορθωμάτων παῤῥησίαν, οὕτως εἰς τὰ τοῖς προγόνοις ὑπηργμένα παρὰ τοῦ Θεοῦ καταφεύγουσι. Τὸ μὲν γὰρ τοὺς οὐκ ἔχοντας παῤῥησίαν ταῦτα ποιεῖν, θαυμαστὸν οὐδὲν, τῆς ἀνάγκης αὐτοὺς εἰς τοῦτο ἑλκούσης· τὸ δὲ ἐκείνους τοὺς δυναμένους μεγάλα φθέγξασθαι ἀπὸ τῶν ἑαυτῶν κατορθωμάτων, μὴ ἀπὸ τούτων ἀξιοῦν σώζεσθαι, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἧς καὶ οἱ πατέρες ἀπέλαυσαν, τοῦτό ἐστι τῆς πολλῆς ταπεινοφροσύνης αὐτῶν σημεῖον· οὐ μικρὰν δὲ κἀντεῦθεν ἑαυτοῖς προθυμίας κατασκευάζουσιν ὑπόθεσιν. Ἀρκεῖ γὰρ τοῦ Θεοῦ καὶ ἡ προσηγορία μόνη μυρίους καταλῦσαι πολέμους.

βʹ. Οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ἀκούσατε ὅσοι τῶν παίδων ἀμελεῖτε τῶν ὑμετέρων, ὅσοι διαβολικὰ μελίσματα ᾄδοντας περιορᾶτε, τῶν δὲ θείων διηγημάτων ἀμελεῖτε. Ἀλλ' οὐχ οὗτοι τοιοῦτοι, ἀλλὰ διηνεκῶς ἐν τοῖς διηγήμασι τῶν τοῦ Θεοῦ κατορθωμάτων τὸν βίον ἀνήλισκον· καὶ διπλοῦν ἐποίουν τὸ κέρδος. Οἵ τε γὰρ εὖ παθόντες, ἐν μνήμῃ τῶν εὐεργεσιῶν ὄντες, βελτίους ἐγίνοντο· οἵ τε ἐκείνων ἔκγονοι οὐ μικρὰν θεογνωσίας ὑπόθεσιν ἐκ τῶν διηγημάτων ἐλάμβανον τούτων, καὶ πρὸς ἀρετῆς ζῆλον ἐνήγοντο. Βιβλία γὰρ ἦν αὐτοῖς τὰ στόματα τῶν γεγεννηκότων, καὶ πᾶσα σχολὴ, καὶ πᾶσα διατριβὴ ταῦτα εἶχε τὰ διηγήματα, ὧν οὐδὲν τερπνότερον, οὔτε κερδαλεώτερον ἦν. Εἰ γὰρ ἁπλῶς διηγήματα πραγμάτων, καὶ μῦθοι, καὶ πλάσματα ψυχαγωγεῖν εἰώθασι πολλάκις τοὺς ἀκροατάς· πολλῷ μᾶλλον ταῦτα πολλὴν ἐδείκνυτο τὴν εὐεργεσίαν, τὴν δύναμιν, τὴν σοφίαν, τὴν κηδεμονίαν, καὶ μετὰ τῆς ἡδονῆς ἀνίστα τὸν ἀκροατὴν, καὶ σπουδαιότερον ἐποίει. Οἱ γὰρ παρόντες τοῖς γινομένοις, καὶ ὄψει παραλαβόντες, ἀκοῇ παρέδωκαν, καὶ ἦν ἡ ἀκοὴ τῆς ὄψεως ὁμοίως πρὸς πίστιν ἴση. Τῶν γὰρ παρόντων καὶ θεωμένων οὐχ ἧττον ἐπίστευον οἱ μὴ παρόντες καὶ θεώμενοι. Οὐ μικρὸν δὲ αὐτοῖς καὶ τοῦτο εἰς πίστιν ἄλειμμα ἦν. Ἴδωμεν δὲ τί διηγήσαντο, καὶ εἰ ὑποθέσεως ὁμοίας μέμνηνται. Καὶ γὰρ τὸν μέλλοντά τινος δεῖσθαι, καὶ τῆς αἰτήσεως ἐπιτυγχάνειν, ἐκ τῆς ἑτέροις δοθείσης χάριτος ὅμοια αἰτεῖν ἐκείνῳ χρή. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οἷον, αἰτεῖ τις ἡμᾶς οἰκέτης δωρεάν· ἂν δείξῃ καὶ ἕτερον εἰληφότα τὴν αὐτὴν, μέγιστον δικαίωμα τὴν αὐτὴν τοῦ λαβεῖν προβάλλεται, πλὴν ἐὰν μὴ τῇ διαφορᾷ τὸ παράδειγμα βλάπτηται. ∆ιαφορὰν δὲ λέγω προσώπου ἢ πράγματος. Ἐὰν μὲν γὰρ ὁ εἰληφὼς ᾖ τοιοῦτος, οἷος ὁ αἰτῶν, καὶ τὸ αἰτούμενον ὅμοιον, ἕστηκε τὸ ὑπόδειγμα· ἂν δὲ ἐκεῖνος δίκαιος μὲν λαβεῖν, οὗτος δὲ οὐκ ἔτι, μείζονος χρεία τῆς παρακλήσεως. Ἀναγκαῖον δὲ καὶ ἐκ τῶν Γραφῶν ὃ λέγω ποιῆσαι σαφές· Ἡ Χαναναία, ἐπειδὴ ἤκουσεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, φησὶ, Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἐκ τῶν ψιχίων τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Καὶ Παῦλος πάλιν γράφων ἔλεγεν· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσι, πολλῷ μᾶλλον ἡμεῖς· ἐνταῦθα μεῖζον τὸ δικαίωμα ἀπὸ τῆς τοῦ προσώπου διαφορᾶς ποιῶν. Καὶ πάλιν Φιλήμονι γράφων ἔλεγεν· Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ· δὼ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ. Ἐνταῦθα ἐκ τοῦ ἴσου τὸ παράδειγμα. Ὅταν γὰρ πρῶτος ᾖ τις εἰληφὼς, ὥσπερ τινὰ τῷ δευτέρῳ θύραν ἀνοίγνυσιν, ἂν ᾖ ὅμοιος ὁ μέλλων αἰτεῖν, ἢ τὰ αὐτὰ αἰτοίη. Οὐ μόνον δὲ ἐκ τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν ἡμῖν αὐτοῖς ἤδη ὑπαρξάντων ἡ παράκλησις πολλάκις ἰσχυρὰ γίνεται· ὃ καὶ Παῦλος ἐποίει Φιλιππησίοις γράφων καὶ λέγων· Ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς τὰ εἰς τὴν χρείαν μοι ἐπέμψατε. ∆ιά τοι τοῦτο πολλοὶ πολλοῖς διδόντες τοῦτο παρεγγυῶσι, μὴ ἐξειπεῖν ἑτέροις, ἵνα μὴ ἡ εἰς τὸν ἕνα γενομένη χάρις πολλοὺς ἐπεγείρῃ τῷ δεδωκότι τοὺς αἰτοῦντας, ὥσπερ οὖν οὐκ ἔχοντος καταφυγεῖν εἴς τινα ἀναχώρησιν τοῦ δόντος ἅπαξ, εἰ μὴ καὶ ἑτέροις δοίη. Ἀλλ' ἄνθρωποι μὲν εἰκότως, ἅτε ἐκ τοῦ διδόναι γενόμενοι πενέστεροι, τοῦτο κελεύουσιν· ὁ δὲ Θεὸς τοὐναντίον καὶ ἀνακηρύττει καὶ βοᾷ τὰ ἑτέροις διδόμενα, εἰς τὸ καὶ ἑτέροις παρασχεῖν πρόφασιν τοῦ πάλιν αὐτὸν αἰτῆσαι. Τῷ γὰρ διδόναι μείζων αὐτοῦ ὁ πλοῦτος δείκνυται. ∆ιό φησιν ὁ Παῦλος· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Εἶδες καινήν τινα φύσιν πλούτου; Ταύτην καὶ σὺ μιμοῦ τὴν φιλοτιμίαν. Ὅταν γὰρ ἀναλώσῃς τὸν ἀποκείμενον πλοῦτον, τότε μᾶλλον αὐτὸν αὐξήσεις· ἂν δὲ κατορύξῃς, τότε μᾶλλον ἠλάττωσας. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ τῶν πνευματικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ ἐπὶ τῶν σαρκικῶν οὕτω γίνεται; Καὶ γὰρ ἂν φειδόμενός τις τὸν σῖτον οἴκοι κείμενον μὴ δαπανήσῃ, μηδὲ εἰς τὰς ἀρούρας ἐκβάλῃ, τῷ στόματι τῶν σκωλήκων αὐτὸν παρέδωκεν· ἂν δὲ σκορπίσῃ, πλείονα τὸν ἀμητὸν ἐργάζεται.

γʹ. Ἀκούσατε ὅσοι πρὸς τὴν ἐλεημοσύνην ἐστὲ ὀκνηροί. Ἀκούσατε οἱ τὸν πλοῦτον ὑμῖν ἐλαττοῦντες τῇ φυλακῇ. Ἀκούσατε οἱ τῶν ὄναρ πλουτούντων οὐδὲν διακείμενοι ἄμεινον. Ὀνείρατος γὰρ οὐδὲν ἄμεινον τὰ παρόντα· ἀλλ' ὥσπερ οἱ καθ' ὕπνους φανταζόμενοι χρήματα ἔχειν, κἂν τῶν ταμιείων γένωνται τῶν βασιλικῶν κύριοι, πάντων εἰσὶ πενέστεροι, γενομένης ἡμέρας· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ παρόντος, ὁ μηδὲν ἀγαγεῖν ἐκεῖ δυνηθεὶς, πάντων ἔσται πενέστερος κἂν τὰ πάντων ᾖ κεκτημένος· ὄναρ γὰρ ἐπλούτησε μόνον. Εἰ τοίνυν βούλει μοι δεῖξαι τὸν εὔπορον, τότε μοι δεῖξον, ὅταν ἡμέρα γένηται, ὅταν εἰς τὴν πατρίδα ἀπέλθωμεν ἐκείνην· νῦν δὲ οὐκ ἀνέξομαι τὸν πλούσιον διαγινώσκειν καὶ τὸν πένητα. Οὐ γάρ ἐστιν ἀλήθεια πραγμάτων, ἀλλ' ὀνομάτων χάρις καὶ εὐφημία μᾶλλον. Καθάπερ γὰρ τοὺς τυφλοὺς καλοῦσιν οἱ πολλοὶ πολυβλέποντας, ἀλλ' οὐκ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πρᾶγμα, ἀλλ' οὗτοι μάλιστά εἰσιν οἱ μὴ ὁρῶντες· οὕτω δὴ καὶ τὸ τῶν πλουσίων ὄνομα περιφέρεσθαι ἐνταῦθά φημι τῶν οὐδὲν ἐκεῖ κεκτημένων. Ὅταν γὰρ ἐνταῦθα πλουτῇ, τότε μάλιστα οἶδα ὅτι πένης ἐστίν. Εἰ γὰρ μὴ σφόδρα πένης ἦν, οὐκ ἂν σφόδρα ἐπλούτει. Ὥσπερ γὰρ τὸν πηρὸν, εἰ μὴ καθόλου τετύφλωται, οὐκ ἂν αὐτὸν πολυβλέποντα ἐκάλεσαν· οὕτω δὴ καὶ ἐνταῦθα λογιστέον. Ἀποθέμενοι οὖν τῶν ὀνομάτων τὴν ἀπάτην, ἀντιλάβωμεν τῶν πραγμάτων τὴν ἀλήθειαν. Οὐ γὰρ ἐν ὀνόμασι τὰ πράγματα ἕστηκεν, ἀλλ' αἱ τῶν πραγμάτων φύσεις τὰ ὀνόματα κατὰ τὴν οἰκείαν ὑπόστασιν πλάττουσιν. Ὁ δεῖνα πλούσιος καλεῖται, ἀλλ' οὐκ ἔστι. Καὶ πῶς οὐκ ἔστιν, ὅταν πολὺς μὲν ἄργυρος, πολὺ δὲ χρυσίον, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια χρυσᾶ, καὶ τὰ ἄλλα πάντα αὐτῷ περιῤῥέῃ; Ὅτι οὐ χρυσίον, οὐδὲ ἱμάτια, οὐδὲ χρήματα, ἀλλ' ἐλεημοσύνη ποιεῖ πλούσιον Ταῦτα γὰρ χόρτος, ταῦτα ξύλα καὶ καλάμη. Ἐπεὶ ποῖον ἱμάτιον, εἰπέ μοι, τότε τὸν γυμνὸν ἑστῶτα ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου περιβαλεῖν δυνήσεται; Ὅπερ καὶ Παῦλος δεδοικὼς ἔλεγεν· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ποῖα χρήματα τὸν κινδυνεύοντα ἐξελέσθαι δυνήσεται; ποῖοι οἰκέται μαστιζομένῳ παραστήσεσθαι τῷ δεσπότῃ; ποῖαι οἰκίαι; ποῖοι λίθοι πολύτιμοι; ποῖα βαλανεῖα τὸν ῥύπον ἀποσμῆξαι δυνήσεται τὸν ἐκ τῶν ἁμαρτημάτων; Μέχρι τίνος ἑαυτοὺς ἀπατᾶτε; μέχρι τίνος οὐ διαβλέπετε τῶν πραγμάτων τὴν ἀλήθειαν, ἀλλ' ἐπὶ τὰ ὀνείρατα κεχήνατε, ἐγγὺς καὶ ἐπὶ θύραις τῆς κρίσεως οὔσης; Ἀλλ' ἐπὶ τὰ προκείμενα ἐπανίωμεν. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἔξεστι καὶ ἡμῖν τοῦτο εἰπεῖν κατὰ ἀναγωγὴν τὸ ῥῆμα. Εἰ μὲν καὶ ἐκείνοις οἱ πατέρες διηγήσαντο, ἀλλὰ καὶ ἡμῖν ἡ τοῦ Θεοῦ χάρις ἔδωκε διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος μαθεῖν τὰ ἐκείνων. Πῶς δὲ ἄν τις κατὰ ἀναγωγὴν αὐτὰ ἐκλάβοι; Εἰς τὰ τῆς καινῆς χάριτος ἕλκων κατορθώματα, ὅτι πρὸς τὸν οὐρανὸν ἀνενέχθημεν, ὅτι βασιλείας ἠξιώθημεν, ὅτι Θεὸς ἄνθρωπος γέγονε, τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Ἀλλ' ἴωμεν ἐπὶ τὴν ἱστορίαν λοιπόν. Ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Παλαιοῦ τινος διηγήματος μέμνηται, καὶ ἀρχαῖα παράγει κατορθώματα. Καὶ τίνος ἕνεκεν οὐ νέου τινὸς μέμνηται καὶ προσφάτου; Ὅτι παρὰ μὲν ἀνθρώποις εἰκότως τῶν προσφάτων ποιούμεθα τὴν διήγησιν, καὶ ἀπὸ τούτων αὐτοὺς ἐπισπώμεθα, ἅτε τῆς μνήμης αὐτοῖς ἐξασθενούσης· παρὰ δὲ Θεῷ πάντα γνωστὰ, ὁμοίως καὶ τὰ παλαιὰ καὶ τὰ νέα. Ἰδοὺ γὰρ, φησὶ, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Οὐδὲν διαφέρει ἄν τε παλαιόν τις, ἄν τε νέον εἴπῃ διήγημα, μόνον οἰκεῖον τῷ ὑποκειμένῳ ἔστω. Ποῖον οὖν, φησὶ, διήγημα ἀρχαῖον λέγειν βούλεται; Ἀκούσωμεν· Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, φησὶ, καὶ κατεφύτευσας αὐτούς· ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Ἆρα ἐπέγνωτε ποῖον λέγει πόλεμον, ποίαν νίκην, ποῖον τρόπαιον, ἢ τῆς παρ' ἡμῶν ἔτι δεῖσθε σαφηνείας; Ἤδη μὲν οἶμαι πολλοὺς συνεωρακέναι τὸ λεγόμενον· διὰ δὲ τοὺς ἀγνοοῦντας ἀναγκαῖον καὶ τὰ παρ' ἡμῶν προσθεῖναι. Ποίων οὖν τροπαίων μέμνηται; ποίων κατορθωμάτων; Τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν τῇ ἐρήμῳ, τῶν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· μᾶλλον δὲ τῶν ἐν τῇ ἐπαγγελίᾳ. Οὐ γὰρ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, οὗτοι καὶ τῆς Παλαιστίνης ἐπέτυχον, ἀλλὰ πάντες ἔπεσον ἐν τῇ ἐρήμῳ. Ὅτε γοῦν οἱ ἐξ ἐκείνων τεχθέντες, καὶ οἱ ἐν τῇ ἐρήμῳ τραφέντες, εἰσῄεσαν εἰς Παλαιστίνην, φησὶν, οὐκ ἐδέησεν αὐτοῖς ὅπλων· ἀλλ' αὐτοβοεὶ τὰς πόλεις εἷλον, καὶ διαβάντες τὸν Ἰορδάνην, τὴν πρώτην αὐτοῖς ἀπαντήσασαν πόλιν τὴν Ἱεριχὼ, καθάπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες κατήνεγκαν. Κεκοσμημένοι γὰρ ὅπλοις οὐχ ὡς ἐν μάχαις, ἀλλ' ὡς ἐν πανηγύρει καὶ χορείᾳ ἐξῄεσαν, ἀντὶ καλλωπισμοῦ μᾶλλον ἢ ἀσφαλείας τὰ ὅπλα περιθέμενοι, καὶ τὰς ἱερὰς στολὰς περικείμενοι, καὶ προηγουμένους ἔχοντες τοῦ στρα τοπέδου τοὺς Λευΐτας, ἐκύκλουν τὸ τεῖχος. Καὶ ἦν ἰδεῖν θέαμα θαυμαστὸν καὶ παράδοξον, χιλιάδας τοσαύτας στρατοπέδων ἐν τάξει καὶ ῥυθμῷ βαινόντων, ἐν ἡσυχίᾳ καὶ κόσμῳ πολλῷ, ὡς οὐδενὸς παρόντος, μετὰ τῆς ἁρμονίας ἐκείνης τῶν σαλπίγγων τὸ πᾶν κατορθούντων. Αἰσχυνέσθωσαν οἱ θορυβοῦντες ἐν ἐκκλησίᾳ. Εἰ γὰρ ἔνθα σάλπιγγες ἤχουν, τοσαύτη ἦν εὐταξία, ἔνθα αὐτὸς ὁ Θεὸς φθέγγεται, τίνος τεύξονται συγγνώμης οἱ διὰ τῶν οἰκείων θορύβων τῆς ἐκείνων ἀκοῆς τὴν ἀκρίβειαν ἐκκρούοντες; Ἀλλὰ τίνος ἕνεκεν, φησὶν, οὐκ ἐμνημόνευσε τῶν ἐξ Αἰγύπτου; Ἐπειδὴ πάντες ἔπεσον, ἐπειδὴ δίκην ἔδοσαν. Τίνος δὲ ἕνεκεν πάντες ἀπώλοντο; Ἐπειδὴ τὰ μεγάλα ἥμαρτον. Ἐντεῦθεν δὲ καὶ ἕτερον ᾠκονόμει, τὸ τοὺς μέλλοντας τὴν Παλαιστίνην ἀπολαμβάνειν ἀθεάτους εἶναι τῶν ἐν Αἰγύπτῳ κακῶν, τῆς δεισιδαιμονίας, τῆς ἀσεβείας ἁπάσης, καὶ μηδένα διδάσκαλον ἔχειν τῆς τοσαύτης πονηρίας. Οὕτω γὰρ προκατείχοντο τῇ τῶν Αἰγυπτίων συνηθείᾳ, οὕτως ἦσαν ἁλόντες, ὡς μετὰ τοσαῦτα θαύματα μηδὲ ἐν τῇ ἐρήμῳ ἀποτρίψασθαι καθαρῶς τῆς πλάνης τὰ λείψανα. Εἰ δὲ καὶ Χαναναίους ἔλαβον διδασκάλους τῶν προτέρων χαλεπωτέρους, ποῦ οὐκ ἂν ἐξώκειλε τὰ τῆς ἀσεβείας αὐτοῖς; ∆ιὰ δὴ τοῦτο κατεῖχεν αὐτοὺς ἐπὶ τῆς ἐρήμου τοὺς τεχθέντας, ἕως εἰς ἀνδρῶν ἡλικίαν ἦλθε τὰ ἔγγονα τὰ ἐκείνων.

δʹ. Καὶ ταῦτα οὐκ οἴκοθεν φθεγγόμενοι λέγομεν, ἀλλ' ἀπὸ τῶν Γραφῶν ἀποδεικνύοντες. ∆ιὰ γὰρ τοῦ Ἰεζεκιὴλ τοῦτο αὐτὸ ὁ Θεὸς ὀνειδίζει αὐτοῖς, ὅτι εἰς τὴν ἔρημον αὐτοὺς ἀγαγὼν καὶ πολλὰ διαλεχθεὶς οὐκ ἠκούετο. Ἀλλὰ τίνος ἕνεκεν ὅπλα αὐτοὺς περικεῖσθαι ἐκέλευσε μέλλοντας προσιέναι τῇ Ἱεριχῷ; Θαυμαστότερον γὰρ ἦν, εἰ χωρὶς ὅπλων τοῦτο ἐποίουν. Μάλιστα μὲν οὖν κἂν κελεύῃ τι ποιεῖν ἀνθρώπινον, καὶ προσλαμβάνειν τινὰ συμμαχίαν αἰσθητὴν, συγκατιὼν αὐτῶν τῇ ἀσθενείᾳ τοῦτο ποιεῖ. Τί γὰρ ἠδύνατο ὅπλων περιβολὴ πρὸς τείχους καταβολήν; τί δὲ σαλπίγγων ἠχή; Εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν, εἶχέ τίς τινα ῥοπὴν καὶ τοῖς ὅπλοις λογίζεσθαι· εἰ δὲ τεῖχος ἔμελλε καταπίπτειν, τίνος ἕνεκεν ὅπλα περίκεινται; Καὶ ἐπὶ τοῦ Γεδεὼν δὲ πάλιν οἱ εἰλημμένοι τῶν μὴ εἰλημμένων ἦσαν ἴσοι· πάντες γὰρ ἦσαν δῆλοι. Τίνος οὖν ἕνεκεν ταῦτα γίνεται; Ὥστε εἰς πίστιν αὐτοὺς ἄγεσθαι τοὺς ταῦτα κελευομένους. Ἡ γὰρ ψυχὴ συντραφεῖσα σώματι, καὶ οὐδὲν ἀσώματον ἰδοῦσά ποτε, καὶ πρὸς τὰ αἰσθητὰ κεχηνυῖα, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ νοητὰ χειραγωγηθῆναι ἐδεῖτο. Ὅθεν καὶ τοῖς προφήταις περὶ Θεοῦ διαλεγομένοις ἐγένετο χρεία ἀνθρωπίνων μνησθῆναι μελῶν, οὐχ ἵνα τὴν ἀκήρατον ἐκείνην φύσιν εἰς μελῶν σχήματα συμπλάσωσιν, ἀλλ' ἵνα τὴν αἰσθητοῖς συντραφεῖσαν ψυχὴν ἐκ τῶν ἀνθρωπίνων τὰ ὑπὲρ ἄνθρωπον παιδεύσωσι δόγματα. Ἐπεὶ οὖν καὶ ἡ ἐνέργεια τοῦ Θεοῦ νοητόν τί ἐστιν, ἵνα μὴ ἀπιστήσωσιν οἱ τότε, τίθησί τι αἰσθητόν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐν ἑπτὰ ἡμέραις καταστραφήσεται ἡ πόλις, ἡσυχαζόντων ὑμῶν, καὶ μηδὲν ἐργαζομένων, ἴσως ἂν πολλοὶ ἠπίστησαν· νυνὶ δὲ καθάπερ ὑποβάθραν τινὰ τῇ διανοίᾳ τῇ ἀνθρωπίνῃ τὰ ἐπιτάγματα ταῦτα ὑποτίθησι. Καὶ ἵνα μὴ νομίσητε στοχασμόν τινα εἶναι τὸ λεγόμενον, ἱστορίαν τινὰ ὑμῖν παλαιὰν πιστουμένην τὸν λόγον διηγήσασθαι βούλομαι. Νεαιμάν τις ἦν Σύρος. Οὗτος ὑπὸ λέπρας ἁλοὺς, καὶ αἰσχυνόμενος τῷ πάθει, ὡς ὑπὲρ μεγίστων κινδυνεύων, ἔρχεται εἰς τὴν Παλαιστίνην δεῖ γὰρ ἐπιτεμεῖν τὸν λόγον, λύσιν βουλόμενος εὑρεῖν τοῦ κακοῦ παρὰ τοῦ προφήτου. Ἐλθὼν τοίνυν, καὶ πρὸς τῇ θύρᾳ τοῦ ἀνδρὸς στὰς, ἐκάλει τὸν ἰατρόν. Ὁ δὲ ὑπήκουσε μὲν, οὐ μὴν ἐξῆλθεν, ἀλλ' ἀπέστειλε πρὸς αὐτὸν κελεύων βαπτίζεσθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ. Ὁ δὲ ἐπειδὴ τὸ πρόσταγμα ἦν κοῦφον, πολὺ τὸ αἰσθητὸν ἔχον, καὶ οὐχ ὑψηλῆς δεόμενον διανοίας, οὐκ ἐπείσθη. Ἀλλὰ τί φησιν; Ἐγὼ ἔλεγον, ὅτι ἐξελεύσεται καὶ ἐπιθήσει αὐτοῦ τὴν χεῖρα, καὶ ἐπικαλέσεται τὸν Θεὸν αὐτοῦ, καὶ ἀποσυνάξει τὴν λέπραν. Ὁρᾷς τὴν ψυχὴν, πῶς αἰσθητοῦ τινος ἐδεήθη σχήματος; Τὸ γὰρ μὴ νομίσαι τοῦ ἰατροῦ τὸ πρόσταγμα ἀρκεῖν, ἀλλὰ δεηθῆναι χειρὸς, τῆς ἀσθενείας ἦν τοῦ θεραπευομένου. Πολλὰ δὲ καὶ ἕτερα ἐντεῦθεν ἡμῖν λύεται. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ πανταχοῦ λόγῳ ἰᾶται, ἀλλὰ καὶ τῇ χειρί· καὶ γὰρ ἔβαλε τὴν χεῖρα εἰς τὸ στόμα καὶ εἰς τὴν γλῶτταν· καὶ ἀλλαχοῦ μὲν λόγῳ μόνῳ, ἀλλαχοῦ δὲ θελήματι πάντα ποιῶν, τοὺς προσιόντας ἰᾶτο. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίει; ∆ιὰ τὴν ἀσθένειαν τῶν προσιόντων. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τὴν ἀσθένειαν αὐτῶν τοῦτο ἐγίνετο, τοὺς μὴ δεομένους τῶν τοιούτων ἐπῄνει. Ἀμὴν γὰρ λέγω ὑμῖν, φησὶν, ὅτι οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον· ἐπειδήπερ αὐτὸν οὐχ εἵλκυσεν εἰς τὴν οἰκίαν ὁ ἑκατόνταρχος, ἀλλ' ἔφησεν ἀρκεῖν αὐτοῦ τὸ πρόσταγμα. Ἐπὶ οὖν Ἐζεκίου οὐδὲν τοιοῦτον γίνεται, ἀλλὰ πόῤῥησις μόνη, καὶ οὐδὲν ἀνθρώπινον παρελαμβάνετο· διά τοι τοῦτο καὶ ἐπὶ τοῦ τὴν γυναῖκα ζηλοτυποῦντος παχύτερόν τι πρᾶγμα ἐπετάττετο. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν ἐκλαβεῖν τοῦτο Πάντα γὰρ ταῦτα τύποι συνέβαινον ἐκείνοις, φησίν· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν, ἐννόει τοὺς ἀρίστους τῶν διδασκάλων τῆς Ἐκκλησίας ἀντὶ σάλπιγγος τῷ λόγῳ χρωμένους, καὶ τὰ τῶν ἐναντίων τείχη καταβάλλοντας, καὶ τοὺς λαοὺς ὡπλισμένους τῇ τοῦ Ἰησοῦ παντευχίᾳ. Ὁ δὲ τῶν ἑπτὰ ἡμερῶν ἀριθμὸς τὸ σάββατον ἡμῖν προδιαλύει. Οὐ γὰρ προηγουμένως ἐδόθησαν αἱ τοιαῦται τοῦ νόμου ἐντολαί. ∆ιὰ τοῦτο περὶ μὲν τῶν θυσιῶν φησι· Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καὶ πάλιν· Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσι τὰς ἁμαρτίας σου; Καὶ πάλιν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα; Καὶ πάλιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Καὶ πάλιν· Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας. Καὶ πάλιν· Μὴ ὁλοκαυτώματα καὶ θυσίας θέλει ὁ Θεὸς, ἢ τὸ ὑπακούειν αὐτῷ; Καὶ, Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν. Καὶ πάλιν· Ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν. Καὶ τὰς ἑορτὰς ἐκβάλλων φησί· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμῶν ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ, Ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, καὶ νηστείαν καὶ ἀργίαν μισεῖ ἡ ψυχή μου. Καὶ πάλιν· Οὐχ αὕτη ἡ νηστεία, ἣν ἐξελεξάμην. Καὶ ὁ Ἰεζεκιὴλ πάλιν ἔλεγε· ∆ώσω ὑμῖν προστάγματα οὐ καλὰ, ἐν οἷς οὐ ζήσεσθε ἐν αὐτοῖς. Οὕτω καὶ τὸ σάββατον ἐνταῦθα λύεται. Ἀλλὰ διὰ τί λέγει· Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν· Τοῦτο ὑμῖν καταλιμπάνω λῦσαι δυνήσεσθε δὲ τὰ τοιαῦτα εὑρίσκειν, ἂν βίον ἐπιδείξησθε καθαρόν.

εʹ. Εἰ γὰρ τὸν Κορνήλιον διὰ βίον ἄριστον ἐκάλεσεν ἐπὶ τὴν τῶν ἀποῤῥήτων γνῶσιν, καὶ τὸν εὐνοῦχον διὰ τὸ ἀναγινώσκειν σπουδαίως ἐποίησε καὶ γνῶναι· πολλῷ μᾶλλον ὑμᾶς τοὺς ἤδη τῆς πίστεως ἀπολαύσαντας, βίον ὀρθὸν ἐπιδειξαμένους, διδάξει τὰ σαφέστερα. Ὥσπερ γὰρ ὁ ἀκάθαρτος βίος ἐμποδίζει τὴν τούτων γνῶσιν καθάπερ ὁ Παῦλός φησιν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἐπειδὴ ἔρεις ἐν ὑμῖν εἰσι καὶ ζῆλοι· καὶ ὁ Ἡσαΐας πάλιν· Γνῶναι μου τὰς ὁδοὺς ἐπιθυμήσουσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, οὕτως ὁ καθαρὸς βίος ὁδηγεῖ καὶ ἡ σπουδὴ ἡ περὶ τὸ ζητεῖν. Ζητεῖτε γὰρ, φησὶ, καὶ εὑρήσετε. Καὶ ἡ παραβολὴ δὲ ἡ τοῦ τοὺς ἄρτους αἰτοῦντος παρὰ τοῦ καθευδήσαντος ἤδη φίλου, τοῦτο δείκνυσι. ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν, ἐπειδὴ πνευματικὰ ᾔτησε, καὶ ἅπερ οὐκ ᾔτησεν ἔλαβεν. Ὅταν δὲ καὶ προσεδρία, καὶ πνευματικὴ αἴτησις, καὶ βίος καθαρὸς παρῇ, ἐννόησον πόση ἔσται εὐκολία πρὸς τὸ λαβεῖν· καίτοι γε προσεδρία καὶ καθ' ἑαυτὴν ἴσχυσε μόνον· Λέγω γὰρ ὑμῖν, φησὶν, εἰ καὶ μὴ διὰ τὸ εἶναι αὐτοῦ φίλον μὴ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ. Ἀλλ' ἐπανίωμεν ἐπὶ τὸ προκείμενον. Ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε καὶ κατεφύτευσας αὐτούς. Ὅρα πῶς τῇ λέξει κυρίως κέχρηται. Οὐ γὰρ μέχρι νίκης καὶ ἥττης τὰ πράγματα, φησὶν, ἔστησας τότε· ἀλλὰ περαιτέρω πάντα προῄει· καίτοι γε πρὸ τούτου οὐκ ἴσα τὰ τῆς παρατάξεως ἦν. Οἱ μὲν γὰρ κατεῖχον, οἱ δὲ ἐπήλυδες ἦσαν· ἀλλ' ὅμως τοσαύτη γέγονεν ἡ μεταβολὴ, ὡς τοὺς μὲν προῤῥίζους ἀνασπασθῆναι, τοὺς δὲ γενέσθαι πολίτας καὶ οἰκήτορας. ∆ιὰ τοῦτο ἐπ' ἐκείνων μέν φησιν· Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν· ἐπὶ δὲ τῶν Ἰουδαίων, Κατεφύτευσε. Χεῖρα δὲ τὴν δύναμιν αὐτοῦ φησιν. Εἰ δὲ ἐκείνους ἔξωθεν ἐπιόντας, καὶ οὐ πόλιν, οὐκ οἰκίαν ἔχοντας, οὐχ ὅπου ὁρμήσωσι καὶ στῶσιν, οὕτω ταχέως ἀπέδειξε τῶν ἔνδον οἰκούντων δυνατωτέρους, πολλῷ μᾶλλον ἡμᾶς τῶν πατρῴων ἐκβεβλημένους οὐ περιόψεται, φησί. Τί δέ ἐστι τὸ, Ἐφύτευσας; Ἔπηξας. Τὸ γὰρ πεφυτευμένον μόνιμον καὶ πεπηγὸς γίνεται. Τί οὖν; οὐ μετέστησαν, εἰπέ μοι; οὐκ ἀπήχθησαν εἰς ἀλλοτρίους τόπους; Ναὶ, ἀπήχθησαν, ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τοῦ καταθέντος, ἀλλὰ παρὰ τὴν κακίαν τῶν φυτευθέντων. Εἰ γὰρ μὴ τὰ παρ' αὐτῶν ἐνεπόδισεν, οὐδὲν ἂν ἐκώλυσε μεῖναι ἐπὶ τῆς οἰκίας, Ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Τινὲς περὶ τῶν Αἰγυπτίων τοῦτό φασι λέγεσθαι· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τῶν ἐθνῶν τοῦτο εἰρῆσθαι. Καὶ γὰρ κἀκείνους τιμωρίας ἀπῄτησεν ἐν ἑκατέρῳ τὴν ἑαυτοῦ δύναμιν ἐπιδεικνύμενος, καὶ ἐν τῷ τοὺς πολεμίους ἀναιρεῖν, καὶ ἐν τῷ τοὺς οἰκείους συγκροτεῖν. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν. Ἄλλος φησὶν, Οὐ γὰρ ἐν τῇ μαχαίρᾳ αὐτῶν ἐκληρονόμησαν τὴν γῆν. Οὐδὲ ὁ βραχίων αὐτῶν ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ἄλλος φησί· Τὸ φῶς. Ὅτι ηὐδόκησας ἐν αὐτοῖς. Καὶ μὴν ὡπλισμένοι πάντες ἐκράτουν ἐν τοῖς πολέμοις· ὡπλισμένοι μὲν, ἀλλ' οὐκ ἦν ὅπλων τὸ ἔργον, ἀλλὰ τοῦ στρατηγοῦντος Θεοῦ. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς φαίνει τὴν συμβουλὴν, παραινῶν τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν; Πῶς δὲ τὸ πρᾶγμα κληρονομίαν καλεῖ, τῶν πατέρων, καὶ τῶν πάππων, καὶ τῶν ἐπιπάππων οὐ κατεσχηκότων τὴν γῆν, ἀλλ' ἐν ἑτέρῳ δαπανηθέντων καιρῷ; Ὅτι πρὸς τοὺς πατέρας ἦν ἡ ὑπόσχεσις. ∆εῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ, Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου. Εἰπὼν δὲ δεξιὰν καὶ βραχίονα, ἐπειδὴ παχυτέρων ἐμνήσθη λέξεων, ὅρα πῶς ἀνάγει τὸν λόγον, πάλιν ἐπάγων, καὶ λέγων· Καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, τουτέστιν, ἡ ἀντίληψις, ἡ πρόνοια. Τὸ γὰρ βουληθῆναι, τὸ παρεῖναι ἤρκεσε μόνον αὐτοῖς. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ηὐδόκησας ἐν αὐτοῖς· τουτέστιν, ὅτι ἠγάπησας αὐτοὺς, ὅτι ἐβουλήθης. Ὥστε χάριτος ἦν, οὐ κατορθωμάτων τὰ πράγματα, οὐδὲ ἐξ οἰκείας ἀρετῆς ἐπέτυχον, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. Ἄλλος, Ἔντειλαι περὶ τῆς σωτηρίας τοῦ Ἰακώβ. Καὶ ποία αὕτη ἡ ἀκολουθία; Πολλὴ μὲν πρὸς τὰ εἰρημένα. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἡμεῖς ἐκείνων ἔγγονοι, καὶ σὺ ὁ Θεὸς ὁ αὐτὸς, ὁ καὶ τότε καὶ νῦν ἐκεῖνα ἐργασάμενος. Πόθεν οὖν ἡ τοσαύτη μεταβολή; Οὐ γὰρ δὴ ἄλλος μὲν ἐκεῖνος ὁ Θεὸς, ἄλλος δὲ σὺ, ἀλλὰ σὺ εἶ ὁ αὐτός.

ʹ. Οὐδὲ αὖ πάλιν σὺ μὲν εἶ ὁ αὐτὸς, ἐγὼ δὲ ἄλλον ἐπιγράφομαι Θεόν· ἀλλὰ Σὺ εἶ ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Οὐκ ἀπεπηδήσαμέν σου τῆς ἀρχῆς, οὐκ ἐπεγραψάμεθα προστάτην ἕτερον. Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ· τουτέστι, καὶ ὁ Θεὸς ὁ αὐτὸς, καὶ ἡ πρόνοια ἡ αὐτή. Πόθεν οὖν ἡ μεταβολὴ τῶν πραγμάτων; Τί δέ ἐστιν, Ὁ ἐντελλόμενος; Ὁ κελεύων, ὁ παραγγέλλων σώζεσθαι τὸν Ἰακώβ. Ἐνταῦθα πάλιν τὴν εὐκολίαν τῆς συμμαχίας παρίστησι, καὶ τὴν ἐξουσίαν τὴν πολλὴν, καὶ οὐδὲ ἁπλῶς τοῦ προγόνου μέμνηται, ἀλλ' ἀντὶ δικαιώματος τὴν ἀρετὴν αὐτοῦ προβάλλεται, δυσωπῆσαι τὸν Θεὸν βουλόμενος. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ σὺ ὁ αὐτὸς, φησὶ, καὶ ἡ πρόνοια ἡ αὐτὴ, καὶ ἡμεῖς σὲ ἐπιγραφόμεθα, καὶ τοῖς αὐτοῖς ὅπλοις κεχρήμεθα. Τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ἄλλος δέ φησι, Τοὺς θλίβοντας ἡμᾶς κερατιοῦμεν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσο μεν τοὺς ἐπανισταμένους ἡμῖν. Ἄλλος φησὶ, Συμπατήσομεν. Τί λέγω, φησὶν, Ἐν σοί; Ἀρκεῖ τὸ ὄνομά σου καλέσαι μόνον, καὶ πάντα ἀνύσαι μεθ' ὑπερβολῆς. Οὐδὲ γὰρ εἶπε, Κρατήσομεν, ἢ, Περιεσόμεθα, ἀλλ', Ἐξουδενώσομεν, οὐδὲ ἡγησόμεθα αὐτούς τι εἶναι, φησὶν, οὐδὲ φοβηθησόμεθα, ἀλλ' ὡς οὐδὲν ὄντας διώξομεν. Ὅπερ δηλῶν ἕτερος ἑρμηνευτὴς ἔλεγε· Καταπατήσομεν· τὴν κατὰ κράτος νίκην, τὴν χωρὶς ἀγωνίας παράταξιν, τὴν χωρὶς φόβου μάχην δεικνύς. Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ. Ἄλλος φησὶ, Πέποιθα. Καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Καὶ τίνος ἕνεκεν κέχρησαι τούτοις; τί δὲ καθοπλίζῃ, καὶ τόξον καὶ μάχαιραν μεταχειρίζῃ; Ὅτι οὕτως ἐκέλευσεν ὁ Θεός· διὰ δὴ τοῦτο κέχρημαι μὲν αὐτοῖς, τὸ δὲ πᾶν ἐπ' αὐτὸν ῥίπτω. Οὕτω πολεμεῖν τοῖς αἰσθητοῖς ἐχθροῖς ἐπαιδεύοντο ἀπὸ τῆς ἄνωθεν ῥοπῆς φραττόμενοι, οὕτω τοῖς νοητοῖς Καὶ σὺ τοίνυν, ὅταν τῷ διαβόλῳ πολεμῇς, λέγε. Οὐ τοῖς ὅπλοις μου θαῤῥῶ· τουτέστιν, οὐ τῇ ἐμῇ ἰσχύϊ, οὐδὲ ταῖς ἐμαῖς δικαιοσύναις, ἀλλὰ τῷ ἐλέει τοῦ Θεοῦ. Οὕτω καὶ ∆ανιὴλ ἔλεγεν· Οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἐπιῤῥίπτομεν ἡμεῖς τὸν ἔλεον ἡμῶν ἔμπροσθέν σου. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Ἄλλος, Ὅτι ἔσωσας ἡμᾶς. Τί δεῖ λέγειν τὰ παλαιὰ, φησὶ, καὶ τὰ τῶν προγόνων; Ἡμεῖς αὐτοὶ πολλὰ τῆς σῆς προνοίας ἐνέχυρα ἔχομεν, καὶ τρόπαια λαμπρὰ ἀπαριθμεῖν, καὶ νίκας ἐπαλλήλους καὶ θαυμαστὰς καὶ παραδόξους δυνάμεθα. ∆ιὰ γὰρ τοῦτο εἶπε, Κατῄσχυνας, ἐμφαίνων ὅτι οὐχ ἁπλῶς ἡμᾶς ἐξείλου, οὐδὲ ἁπλῶς ἐξήρπασας, ἀλλὰ μετὰ τῆς αἰσχύνης τῶν ἐπιόντων ἡμῖν. Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. Ἄλλος φησί· Τὸν Θεὸν ὑμνοῦμεν κατὰ πᾶσαν ἡμέραν. Τὰ μὲν γὰρ τῆς νίκης, φησὶ, παρελήλυθε, τὰ δὲ τῆς εὐχαριστίας ἡμῖν μένει. Ὅλην γὰρ τὴν ἡμέραν, πᾶσαν λέγει τὴν ζωήν. Οὐ γὰρ παυόμεθα ὑμνοῦντες καὶ ἐγκαλλωπιζόμενοί σου ταῖς συμμαχίαις. Τοῦτο γὰρ ἡμῶν δόξα, τοῦτο καύχημα, ἐν τούτῳ πρὸς ἅπαντας φιλοτιμούμεθα· οὐχ ὅτι πόλιν ἔχομεν μεγάλην καὶ θαυμαστὴν, οὐδ' ὅτι πρῶτοι νικῶμεν, οὐδ' ὅτι ῥώμῃ σώματος περιγινόμεθα· ἀλλ' ὅτι Θεὸν ἔχομεν ἀληθῆ, ἐν τούτῳ καυχώμεθα· οὐχ ὅταν βοηθῇς ἡμῖν μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαταλιμπάνῃς. Τοῦτο γάρ ἐστιν, Ὅλην τὴν ἡμέραν· καθάπερ καὶ Παῦλός φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἑτέρα δόξα τοιαύτη. ∆ιὸ καὶ πάλιν ἔλεγεν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Οὐδὲν γὰρ ἴσον τούτου τοῦ καυχήματος. Μηδεὶς τοίνυν ἐπὶ πλούτῳ μεγαλοφρονείτω· μηδεὶς ἐπί τινι τῶν βιωτικῶν, ἀλλ' ἐπὶ τούτῳ μόνον, ἐπὶ τῷ τὸν Θεὸν ἔχειν ∆εσπότην. Τοῦτο πάσης ἐλευθερίας ἄμεινον, τοῦτο τῶν οὐρανῶν αὐτῶν βέλτιον. Εἰ γὰρ τὸ ἀκούειν τοῦ δεῖνος καὶ τοῦ δεῖνος καύχημα πολλάκις ἤνεγκε παρ' ἀνθρώποις, ἐννόησον τὸ ἀκούειν τοῦ Θεοῦ ἡλίκην φέρει δόξαν. ∆ιὸ καὶ ὁ Παῦλος ἀντὶ μεγάλου ἀξιώματος τέθεικε τοῦτο λέγων· Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν. ∆ιάψαλμα. Ἄλλος, Ἀεί. Ὁ δὲἙβραῖος τοῦτο Σὲλ λέγει. Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς. Ἄλλος φησὶ, Καίπερ ἀπώσω. Ἄλλος, Καί γε ἀπώσω. Ἄλλος, Ἀλλὰ πρὸς τούτοιςἀπεβάλου. Καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἄλλος, Καὶ οὐ προέρχῃ ἐν ταῖς στρατεύσεσιν ἡμῶν. Τῷ γὰρ ἀπωσμῷ αἰσχύνη εὐθέως ἕπεται, καὶ τὸ πᾶσι προκεῖσθαι πρὸς τὸ πάσχειν κακῶς. ∆υνάμεις δὲ ἐνταῦθα τὰ στρατόπεδα αὐτῶν καλεῖ, ἐπειδὴ ἐν αὐταῖς ἡ τοῦ βασιλέως δύναμις, καὶ τοῦτο καλῶς τοῦ Θεοῦ οἰκονομήσαντος, ὥστε σύνδεσμον εἶναι τῷ ἄρχοντι καὶ τοῖς ἀρχομένοις. Ὅ τε γὰρ βασιλεὺς δεῖται τῶν ὑπηκόων, καὶ οὗτοι τοῦ προστάτου, καὶ ἀλλήλων ἐν χρείᾳ καθεστήκασι πολλῇ. Ὥστε γὰρ μὴ εἶναί τινα ἀπόνοιαν, τὰ μεγάλα πολλάκις τῶν μικρῶν δεῖσθαι ὁ Θεὸς παρεσκεύασεν. Τοῦτο καὶ ἐπὶ τῶν ἀψύχων ἐποίησε. Πολλάκις γοῦν κίονα σαλευόμενον ψηφὶς ὑποτεθεῖσα ἔστησε, καὶ μυριαγωγὸν πλοῖον μικρὸν πηδάλιον ἰθύνει, καὶ κινδύνων ἀπαλλάττει. Τί δέ ἐστι, Καίπερ ἀπώσω ἡμᾶς; Ὅτι καὶ τοιαῦτα, φησὶ, παθόντες, οὐκ ἀφιστάμεθά σου, δοξολογοῦντες, ὑμνοῦντες, ἐν σοὶ καλλωπιζόμενοι. Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. Ἄλλος φησὶν, Ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου. Ὅρα πῶς ἐπαίρει τὰ δεινὰ τῷ λόγῳ, καὶ ἐκτραγῳδεῖ τὴν συμφορὰν, δεικνὺς, ὅτι εἰ καὶ ἁμαρτωλοὶ σφόδρα ἦσαν, ὅμως δίκην δεδώκασιν ἱκανήν.

ζʹ. Τοῦτο καὶ οἱ παῖδες ἐκ περιουσίας ποιοῦσιν ἐν τῇ καμίνῳ τότε ᾄδοντες καὶ λέγοντες· Παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων, ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. Καὶ πάλιν· Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ. Τοῦτο καὶ ἐνταῦθα δηλοῖ, μονονουχὶ λέγων· Πάντων γεγόναμεν ἀτιμότεροι, ἐπειδὴ τῆς σῆς ἐγυμνώθημεν προνοίας· καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινὰ, ἀλλὰ καὶ νομὴ γεγόναμεν τοῖς πολεμίοις, κατ' ἐξουσίαν ἡμᾶς διανεμομένοις. Τοῦτο γάρ ἐστι· ∆ιήρπαζον ἑαυτοῖς, τουτέστιν, οὐδενὸς ὄντος τοῦ κωλύοντος. Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. Ἄλλος φησὶν, Ἐλίκμησας ἡμᾶς. Τί ἐστιν, Ὡς πρόβατα βρώσεως; Εὐεπιχειρήτους ποιήσας, εὐτελεῖς δείξας. Ἔστι γὰρ καὶ πρόβατα κτήσεως, τὰ πρὸς γονὴν ἐπιτήδεια· τὰ δὲ, διὰ τὸ γῆρας ἢ τὸ ἄγονον, εἰς βρῶσιν μόνον ἐστὶ χρήσιμα. Καὶ τὸ δὴ χαλεπώτερον, τὸ καὶ εἰς τὰ ἔθνη διαιρεθῆναι, ὃ πάντων αὐτοῖς βαρύτερον ἦν, τὸ μηδὲ τὸν νόμον δύνασθαι μετὰ ἀκριβείας φυλάττειν ἐκεῖ, καὶ τῆς πατρῴας ἐκπεπτωκέναι πολιτείας. Καὶ οὐδὲ εἰς ἓν ἔθνος, ἀλλὰ πανταχοῦ, φησὶ, καὶ πρὸς ἓν μόνον ἐσμὲν ἕτοιμοι, τὸ πάσχειν κακῶς, ἀμύνεσθαι δὲ ἢ ἀνταίρειν χεῖρας οὐδὲ ἰσχύομεν. Τοῦτο γὰρ ἡ τῶν προβάτων εἰκὼν δηλοῖ. Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς. Ἄλλος φησὶν, Ἐν οὐχ ὑπάρξει. Ἄλλος,Οὐχ ὑπάρξεως. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν. Ἄλλος φησί· Καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· καὶ γὰρ σφόδρα ἀσαφὲς εἶναι δοκεῖ τὸ ῥητὸν, ἀλλὰ προσέχετε, ἵνα μετὰ συνέσεως ψάλλητε. Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ εὐτελὲς αὐτῶν καὶ οὐδαμινὸν παρίστησιν. Ὡς οὐδενὸς ὄντας ἀξίους, ὡς εὐώνους καὶ εὐκαταφρονήτους, οὕτως ἡμᾶς εἴασας. Καὶ τοῦτο ἀπὸ τῆς συνηθείας τῆς ἀνθρωπίνης φησίν. Ἔθος γὰρ ἡμῖν τὰ ἄτιμα καὶ τὰ εὐτελῆ καὶ ἄνευ τιμῆς διδόναι· ὧν δὲ πολὺς ἡμῖν ὁ λόγος, κἂν ἀποδώμεθα, πολλῆς ἀποδιδόμεθα τιμῆς· ὧν δὲ οὐ πολὺς λόγος ἡμῖν, ταῦτα καὶ δωρεὰν παρέχομεν. Τῶν γοῦν οἰκετῶν τοὺς ἀγνώμονας οἱ μὲν τὰς ἡμισείας τῆς τιμῆς, οἱ δὲ τούτους ἀπέδοντο μὴ λαβόντες μηδέν. Εἰ δὲ τὸ ἐλάττονος παραχωρῆσαι τιμῆς δείκνυσι τὴν εὐτέλειαν τοῦ πιπρασκομένου· τὸ μηδὲ τιμῆς λαβεῖν, ἀλλ' ἄνευ τιμῆς, πολλῷ μᾶλλον. Τοῦτο οὖν φησιν· Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἄνευ τιμῆς ἐκσταίη τῶν αὑτοῦ, οὕτω καὶ αὐτὸς ὡς ἀτίμους ἡμᾶς εἴασας, κατεφρόνησας ἡμῶν σφόδρα. Τοῦτο γοῦν καὶ ἐν τῇ ἐπαγωγῇ δηλοῖ εἰπών· Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν· τουτέστιν, ἐν τῇ ὠνῇ ἡμῶν. ∆ιὸ καὶ ἕτερός φησιν, Ἐν τῇ τιμήσει ἡμῶν· τουτέστιν, ἐν τῇ πράσει ἡμῶν. Ἡ γὰρ τιμὴ ἄλλαγμά ἐστι· δίδομεν γὰρ οἰκέτην πολλάκις, καὶ λαμβάνομεν ἀργύριον ἢ χρυσίον. Ἔθου ἡμᾶς ὀνειδισμὸν τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Ἄλλος λέγει, Πομπὴν τοῖς κύκλῳ ἡμῶν. Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι. Χαλεπὴ αὕτη τιμωρία καὶ ἀφόρητος, μάλιστα τὸ παρὰ τῶν ἀσεβῶν ὀνειδίζεσθαι, τὸ παρ' ἐχθρῶν ταῦτα πάσχειν, καὶ κύκλῳ περικεῖσθαι τοὺς ἐπεμβαίνοντας αὐτοῖς, καὶ πανταχόθεν αὐτοὺς περιβεβλῆσθαι ὑπὸ τῶν ὀνειδιζόντων. Τί δέ ἐστι παραβολή; ∆ιήγημα, ὄνειδος. Καὶ γὰρ μιαροί τινες καὶ ἀναίσθητοι ἦσαν οἱ κύκλῳ, οὐ μόνον οὐκ ἐλεοῦντες, ἀλλὰ καὶ ὀνειδίζοντες, ὃ δὴ μάλιστα αὐτοὺς ἔδακνεν. Ἐνταῦθα δέ μοι τοὺς Ἄραβας λέγειν δοκεῖ, τοὺς ἐκ γειτόνων αὐτοῖς οἰκοῦντας. Κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Ἄλλος φησὶ, Μετακίνημα. Ὁ δὲ Ἑβραῖος, Μανούδ. Ἢτοῦτό φησιν, ὅτι Μετεκίνησας ἡμᾶς, ἢ διὰ τοῦ σχήματος τῆς κινήσεως τῆς κεφαλῆς τοῦ σφόδρα ἐφηδομένου τὴν παροινίαν ἐνδείκνυται. Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστί. Ἄλλος φησίν· Ἡ ἀσχημοσύνη μου. Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος. Ἄλλος φησὶ, Καὶ βλασφημοῦντος. Ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. Ταῦτα τῶν τιμωριῶν μᾶλλον αὐτοὺς ἔδακνεν. Ἐπειδὴ γὰρ ἀεὶ καὶ συνεχῶς εὐημερίας ἀπήλαυον, καὶ τῶν πολεμίων ἐκράτουν, τὰ πάντων τότε ἠνοίχθη στόματα, πεσόντων αὐτῶν καὶ ὑποσκελισθέντων, καὶ οὐδὲ ἀνακῦψαι εἶχον, ἀλλὰ διηνεκῆ τιμωρίαν ὑπέμενον. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. Ἄλλος, Οὐδὲ παρελογισάμεθα τὴν συνθήκην σου. Ἀπεναντίας τοῖς ἄλλοις, φησὶν, ἡμεῖς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν δεινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ, φησὶ, καὶ μετὰ τὰ δεινὰ ἑστήκαμεν ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Ταῦτα δὲ λέγουσιν εὐέλπιδας ποιοῦντες τοὺς ὄντας μετ' αὐτῶν. ∆ιὸ δὴ τοῦ ∆ανιὴλ καὶ τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· οὗτοι λέγουσιν· Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου· ἐπαίροντες τὰ φρονήματα τῶν συστρατιωτῶν. Εἰ γὰρ τὰ μέγιστα πεπόνθαμεν, φησὶ, καὶ ἔγγονοι τῶν τὰ μεγάλα εὐηργετημένων ἐσμὲν, καὶ ἐν ταῖς συμφοραῖς οὐκ ἐξεκλίναμεν, πολλῆς σωτηρίας ἡμῖν ἔσται ἐλπίς.

ηʹ. Ὅπερ οὖν ἐξ ἀρχῆς ἔλεγον, τοῦτο καὶ νῦν φημι, ὅτι ἐν εὐχῆς τάξει τὰ φρονήματα αὐτῶν ἀλείφουσιν, ὡσανεὶ πρὸς αὐτοὺς ἔλεγον· Τίνος ἕνεκεν ἀπεγνώκατε τῆς σωτηρίας; Θεὸν ἔχομεν τὸν προϊστάμενον ἡμῶν· εἰ καί τι ἡμῖν ἡμάρτηται, δίκην ἔδομεν ἱκανήν· ἐν τοῖς πειρασμοῖς ἑστήκαμεν γενναίως· τὸν ἀεὶ καὶ ἁμαρτωλῶν προϊστάμενον ὁδηγὸν ἔχομεν· διὸ πάντοθεν δεῖ τὸ τέλος προσδοκᾷν χρηστόν. Τί δέ ἐστιν, Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου; Τουτέστιν, Οὐκ ἠδικήσαμεν περὶ ταῦτα, ἃ ἐπιστεύθημεν, ἀλλ' ἐφυλάξαμεν μετὰ ἀκριβείας. Καὶ γὰρ μεγίστη ἀδικία ἐστὶν, ὅταν τὸν νόμον τις παραβαίνῃ τὸν ἀμύνοντα, τὸν οὐκ ἐῶντα οὐδὲ παρὰ τῶν πλησίον ἀδικεῖσθαι, καὶ τὴν κακίαν κωλύοντα· ὅταν περὶ τὸν τοσαῦτα παρέχοντα ἀγαθὰ ἀγνωμονῇ. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. Ἄλλος φησὶν, Οὐκ ἀπεχώρησε. Καὶ οὐκ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. Ἄλλος φησὶν, Οὐδὲ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς. Ἄλλος, Καὶ οὐκ ἀπεστράφη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ οὐκ ἔκλινε βήματα ἡμῶν. Ὅπερ ἔμπροσθεν εἴρηκε, τοῦτο καὶ ἐνταῦθα λέγει, ὅτι ἐν τοσούτῳ κλύδωνι κακῶν οὐδὲ μικρὸν παρεσαλεύθησαν. Καλῶς δὲ οὕτως εἶπεν. Ὥσπερ γὰρ ὁ νόμος εἰς τὰ ἔμπροσθεν ἄγει, οὕτως ἡ παρανομία εἰς τὰ ὀπίσω μεθίστησι· καὶ ὥσπερ ὁ νόμος τὴν ὀρθὴν ὁδὸν βαδίζειν κελεύει, οὕτως ἡ παρανομία πρὸς τὴν ἔρημον καὶ ἄβατον τὸν ἄνθρωπον μεθίστησιν. Ὁδὸν οὖν τὸν νόμον φησὶν ἐνταῦθα. Τὸ δὲ, Ἐξέκλινας, ὅπερ οἱ ἄλλοι λέγουσιν· Οὐδὲ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου· ὁ Ἑβραῖός φησιν· Οὐαθὲτ ἀσουρενοῦ μενὶ ὄραχ· εἰ δὲ κατὰ τοὺς Ἑβδομήκοντα βουληθείη τις ἑρμηνεῦσαι, καὶ οὐ κατὰ τοὺς ἄλλους, τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, τοῦτό ἐστιν, ὅτι Ἀπῴκισας τοῦ ναοῦ σου, καὶ ἐν ἀλλοτρίᾳ εἶναι πεποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιτελεῖσθαι. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἄλλος φησὶν, Ἀοικήτῳ. Ἄλλος, Ἐν τόπῳ Σειρήνων. Καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Ἄλλος λέγει, Ἐπώμασας ἡμᾶς. Αὕτη μοι δοκεῖ ἡ ἀνταπόδοσις πρὸς τὰ ἄνω εἶναι, ἐν οἷς τὰ κακὰ διηγοῦνται λέγοντες, Ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος· Ὅτι ἐταπείνωσας ἡμᾶς. Εἰ μέντοι πρὸς τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, λάβοι τις αὐτὸ, ἐνταῦθα ἀκολουθίαν ἔχει κατὰ τὴν ἔννοιαν, ἣν εἰρήκαμεν. ∆ηλοῖ γὰρ πῶς ἐκ τῶν τρίβων αὐτῶν ἀπώσατο αὐτοὺς, τῆς πολιτείας λέγω καὶ τῶν νομίμων, τὸ εἰς τόπους ἐρήμους ἀπαγαγεῖν, καὶ μεταξὺ πολεμίων ἀφεῖναι. Τοῦτο γάρ ἐστι τὸ, Ἐκάλυψεν ἡμᾶς σκιὰ θανάτου· τοὺς κινδύνους λέγων τοὺς θάνατον τίκτοντας, καὶ ὧν πλησίον οἱ θάνατοι, ὥσπερ καὶ ὠδῖνας θανάτου καὶ πύλας ᾅδου ἡ Γραφὴ καλεῖ. Καὶ τὸ ἄφυκτον τῶν δεινῶν διά τε τῆς σκιᾶς καὶ τῆς ἐπικαλύψεως ἐνταῦθα παρίστησιν, οὐδὲ ἥντινα διάλυσιν εὑρεῖν, οὐδὲ ἀνα πνοὴν μικρὰν δυνάμενα. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. Τοῦτο οἰκετῶν εὐγνωμόνων, τὸ κακῶς πάσχοντας μένειν τὸν δεσπότην θεραπεύοντας· ταῦτα φιλοσοφίας διδάγματα. Ἐνταῦθα καὶ τοὺς ἀκούοντας παιδεύουσι, μὴ ὑποκρίνεσθαι, ἀλλ' ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν θεραπεύειν. Οἶδε γὰρ, φησὶ, τὰ ἀπόῤῥητα τῆς διανοίας. Ταῦτα δὲ λέγουσι φοβοῦντες αὐτοὺς, ὥστε μηδὲν λογίσασθαι ἀνάξιον Θεοῦ. Ὅρα καὶ τὴν ἐπίδοσιν ἀρετῆς πολλήν· ἐπάγει γὰρ λέγων· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Μέγα μὲν γὰρ καὶ τὸ μένειν θεραπεύοντας τὸν Θεὸν, καὶ μὴ πρὸς ἕτερον ἀποπηδῆσαι· τὸ δὲ πολλῷ μεῖζον, τὸ συνεχῶν θανάτων καὶ καθημερινῶν κινδύνων ἐπικειμένων διατηρεῖν τὴν τοιαύτην ἀγάπην. Καὶ ἐννόησον ὅσον φιλοσοφίας εἶδός ἐστιν, ὅπου γε καὶ ὁ Παῦλος αὐτῷ κέχρηται, τὰς νιφάδας τῶν ἀποστολικῶν κινδύνων ἀπαριθμούμενος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. Πόσων οὖν ἂν εἶεν ἄξιοι στεφάνων οὗτοι, ὅταν ἐν τῇ Παλαιᾷ φαίνωνται πρὸς τὸ μέτρον φθάσαντες τῶν ἐν τῇ Καινῇ ἀγωνισμάτων; Ὃ γάρ φησιν ὁ Παῦλος, Καθ' ἡμέραν ἀποθνήσκω, τοῦτο καὶ οὗτοι, οὐχὶ τῇ πείρᾳ, οὔτε τῷ τέλει, ἀλλὰ τῇ γνώμῃ. ∆ιὰ τί δέ φησιν, Ἕνεκεν σοῦ; Ὅτι ἐξῆν ἡμῖν, φησὶ, μετατάξασθαι, καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλ' αἱρούμεθα πάσχειν κακῶς μᾶλλον, καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήνης ἀπολαύειν μετὰ τὸ τῶν πατρῴων ἐκπεσεῖν. Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Οὕτως ἡμᾶς εὐκόλως, φησὶν, ἀναιροῦσιν. Ἐνταῦθα δὲ καὶ τὴν ἐπιείκειαν αὐτῶν ἐνδείκνυται. Ἀλλ' ὅμως οὕτως εὐκόλως προκείμενοι, μένομεν ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἄξιον ἐκπλαγῆναι, ὅτι τοὺς οὕτω προκειμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθ' ἡμέραν ἀποθνήσκοντας οὐκ ἀφῆκεν ἐμπεσεῖν εἰς θάνατον. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Ἄλλος φησὶν, Ἵνα τί ὡς ὑπνῶν εἶ; Ἄλλος,Ἐξυπνίσθητι. Ἄλλος, Ἐξύπνισον. Ἀνάστηθικαὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Ἕτερος, Κρύπτεις. Ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; Ἄλλος, Τῆς κακίας ἡμῶν; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ∆ύνασαι λῦσαι τὰ κακά· οὐδὲ γὰρ παρὰ ἀσθένειαν σὴν ταῦτα γίνεται, ἀλλὰ παρὰ τὴν συγχώρησιν. Ὕπνον γὰρ ἐνταῦθα τὴν ἡσυχίαν φησὶ, καὶ ἀνάστασιν τὴν ἀνταπόδοσιν, καὶ πρόσωπον τὴν ἀντίληψιν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν συμμαχίαν.

θʹ. Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Ὅρα πάλιν εὐγνωμοσύνην. Οὐκ εἶπε, Τῶν κατορθωμάτων· οὐκ εἶπε, Τῆς ἀπεριτρέπτου γνώμης· οὐκ εἶπε, Τῆς ἐν πειρασμοῖς δοκιμασθείσης ψυχῆς· ἀλλ' ὅτε μὲν ὑπὲρ ἑαυτῶν ἀπολογοῦνται, ἐκεῖνα τιθέασιν· ὅταν δὲ τὴν συμμαχίαν ζητῶσιν, ἀφ' ὧν οἱ κατάδικοι, ἀπὸ τούτων ἀξιοῦσι σώζεσθαι. Ἐπειδὴ δίκην ἔδοσαν, φησὶν, ἐπειδὴ τὰ ἔσχατα πεπόνθασι. Τοῦτο καὶ Παῦλος ποιεῖ πολλάκις, καὶ ἕτεροι τῶν προφητῶν. Καὶ ταῦτα ἔλεγον οὗτοι, οὐδέπω περὶ γεέννης εἰδότες οὐδὲν, οὐδὲ περὶ βασιλείας, οὐδὲ τοιαῦτα διδαχθέντες φιλοσοφεῖν, καὶ πάντα ἔφερον ῥᾳδίως. Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν· Ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν· τουτέστι, τῆς κακώσεως, λέγει λοιπὸν τὴν κάκωσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπολώλαμεν, κατωρύγημεν, τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμεθα. ∆ικαίως δ' ἄν τις εἴποι καὶ τῶν τοῖς παροῦσι προστετηκότων τὴν ψυχὴν, εἰς χοῦν τεταπεινῶσθαι, καὶ τῶν γαστριμάργων εἰς τὴν γῆν τὴν γαστέρα κεκολλῆσθαι. Καὶ γὰρ ὁ ἔρωτι προσδεδεμένος, καὶ πρὸς τὸν πηλὸν κεχηνὼς, καὶ τὴν ἀσώματον δύναμιν τὴν ἐν αὐτῷ καταδουλῶν τῇ σποδῷ, εἰκότως ἂν ταῦτα λέγοιτο πάσχειν. Τί γάρ ἐστιν ἄλλο κάλλος σώματος, ἀλλ' ἢ χοῦς καὶ πηλὸς, μᾶλλον δὲ καὶ τούτων εἰδεχθέστερον; Εἰ δὲ ἀπιστεῖς, περιεργάζου τοὺς τάφους τῶν ἀνθρώπων, καὶ ὄψει τὸν πηλὸν καὶ τὴν κόνιν. Ὅταν γὰρ ἀποθῆται τὸ πρόσωπον τὴν παροῦσαν ζωὴν, τότε φαίνεται ὅπερ ἐστί· μᾶλλον δὲ καὶ πρὸ τῆς τελευτῆς. Ὅταν γὰρ τὸ γῆρας ἐπέλθῃ, ὅταν ἡ νόσος ἐπισκήψῃ, τότε ὄψει τὸ φαινόμενον· πηλὸς γάρ ἐστιν· ἀλλ' ὡς σοφὸς δημιουργὸς, καὶ ἐξ εὐτελοῦς ὕλης κάλλος ἀμήχανον ἐποίησεν ἐπιγενέσθαι, οὐχ ἵνα πορνεύσῃς, ἀλλ' ἵνα τῆς οἰκείας σοφίας ἀπόδειξίν σοι παράσχηται. Μὴ τοίνυν ὑβρίσῃς τὸν τεχνίτην, μηδὲ τὸ ἔργον αὐτοῦ τῆς σοφίας, ἀσελγείας καὶ πορνείας ὑπόθεσιν ποιοῦ. Μέχρι τοσούτου θαύμαζε τὴν ὥραν, μέχρι τοῦ δοξάσαι τὸν τεχνίτην, περαιτέρω δὲ μὴ προέλθῃς, τὸ πάθος ἀλείφων. Καλὸν τὸ ἔργον· οὐκοῦν τὸν ἐργασάμενον προσκυνεῖν, ἀλλ' οὐχ ὑβρίζειν χρή. Εἴ τις, εἰπέ μοι, χρυσοῦν ἀνδριάντα τινὸς καὶ εἰκόνα βασιλικὴν λαβὼν, κατῄσχυνε βορβόρῳ καὶ ἑτέροις τοιούτοις, οὐκ ἂν τὴν ἐσχάτην ἔδωκε δίκην; Εἰ δὲ ὁ ἐν τοῖς ἀνθρωπίνοις ἀγνώμων τοσαύτης ὑπεύθυνός ἐστι τιμωρίας, ὁ τὸ ἔργον τοῦ Θεοῦ τοσαύτῃ περιβαλὼν ἀτιμίᾳ, τί πείσεται, καὶ μάλιστα ὅταν καὶ γυναῖκα ἔχων φαίνηται ὁ ταῦτα ποιῶν; Μὴ γάρ μοι λέγε τῆς φύσεως τὴν ἐπιθυμίαν. ∆ιὰ τοῦτο γὰρ γάμος ἐπετράπη, ἵνα μὴ πέρα τῶν οἰκείων ὅρων προβαίνῃς. Θέα γὰρ ὅσης ἄξιος ἔσῃ τιμωρίας. Ὁ μὲν γὰρ Θεὸς καὶ τῆς ἀναπαύσεώς σου καὶ τῆς δόξης προενόησεν, ἵνα καὶ ἐκλύσῃς τὴν λύτταν τῆς φύσεως διὰ τῆς γυναικὸς, καὶ ἀκινδύνως τοῦτο ποιῇς, καὶ πάσης ἀπαλλαγῇς ἀσχημοσύνης. Σὺ δὲ τὸν οὕτω σου προνοοῦντα ἐκ περιουσίας ὑβρίζεις; Εἰπὲ γάρ μοι, εἰ μὴ ἐβουλήθη νομοθετῆσαι γάμον, πόσην ἂν ὑπέστης βίαν; πόσην κόλασιν; ∆έον οὖν σε εὐχαριστεῖν καὶ δοξάζειν, ὅτι τὸ πλέον ὑπετέμετό σοι τῶν πόνων, παραμυθίαν οὐ τὴν τυχοῦσαν ἐπινοήσας, σὺ δὲ ἐνυβρίζεις ἀγνωμόνως, καὶ ἀναισχυντεῖς, καὶ τοὺς κειμένους ὑπερβαίνεις ὅρους, καὶ τὴν ἑαυτοῦ καταισχύνεις δόξαν; Οὐκ ἀκούεις Παύλου λέγοντος καὶ νῦν, καὶ ἐν τῷ μέσῳ βοῶντος, Φεύγετε τὴν πορνείαν, μᾶλλον δὲ τοῦ Χριστοῦ τοῦ τὴν ἐκείνου ψυχὴν κινοῦντος; Τί καταμανθάνεις κάλλος ἀλλότριον; τί περιεργάζῃ πρόσωπον οὐ σόν; τί φέρῃ κατὰ κρημνῶν; τί τοῖς δικτύοις ἐμβάλλεις σαυτόν; Τείχισόν σου τοὺς ὀφθαλμοὺς, περίφραξόν σου τὸ ὄμμα, τίθει νόμον τοῖς ὀφθαλμοῖς. Ἄκουσον ἀπειλοῦντος τοῦ Χριστοῦ, καὶ τὴν ἀκόλαστον ὄψιν ἐν ἴσῳ μοιχείας κρίνοντος. Τί τῆς ἡδονῆς ὄφελος, ὅταν σκώληκα τίκτῃ; ὅταν διηνεκῆ φόβον; ὅταν ἀθάνατον τῷ δράσαντι τιμωρίαν; Πόσῳ βέλτιον μικρὸν ἀνασχόμενον τῆς βίας τῆς ἀπὸ τῶν ἡμετέρων λογισμῶν, διαπαντὸς ἐν ἀνέσει εἶναι, ἢ ὀλίγα χαρισάμενον ταῖς ἀτόποις ἐπιθυμίαις ἀθάνατα τιμωρεῖσθαι; Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως· οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Οἶδα πρὸς τίνας ὁ λόγος ἀποτείνεται, οὐ πρὸς ἅπαντας· ἀλλ' ἔνθα ἂν εὕρῃ τὸ τραῦμα, ἐκεῖ ἐπάγει τὸ φάρμακον. Τί τὸν γάμον ὑβρίζεις; τί τὴν εὐνὴν ἀδικεῖς; τί τὸ μέλος τὸ σὸν ἐπηρεάζεις; τί τὴν δόξαν σου καταισχύνεις; Ἔκκοψον τὸ πάθος, ἄνελε τὰς τρυφάς. Τρυφὴ καὶ μέθη πηγαὶ πορνείας. Ἂν τῇ ἀνέσει μὴ χρήσῃ εἰς δέον, ἐπάγει σοι θλίψιν. Ἄκουσον τί ἔπαθον οἱ Ἰουδαῖοι πορνεύσαντες, οἱ μὴ μεταλαβόντες σώματος Χριστοῦ, οἱ τραπέζης μὴ ἀπολαύσαντες πνευματικῆς, Μηδὲ πορνεύωμεν, φησὶ, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. Ἄλλος, Στῆθι ἀντιλαμβανόμενος ἡμῶν, καὶ ῥῦσαι ἡμᾶς διὰ τὸ ἔλεός σου. Ὅρα ποῦ τὸν λόγον κατέκλεισαν· μετὰ μυρία αὐτῶν κατορθώματα, πόθεν ἀξιοῦσι σώζεσθαι; Ἀπὸ ἐλέους, ἀπὸ φιλανθρωπίας, διὰ τὸ ὄνομα τοῦ Θεοῦ. Τί ἐστιν, Ἕνεκεν τοῦ ὀνόματός σου; Ἵνα μὴ αὐτὸ βεβηλωθῇ, ὃ καὶ αὐτὸς πολλάκις λέγει, ὅτι Ποιῶ ἕνεκεν τοῦ ὀνόματός μου. Εἶδες ταπεινοφροσύνην καὶ συντετριμμένην διάνοιαν; Καὶ πόθεν ἀξιοῦσι σωθῆναι; Ἀπὸ φιλανθρωπίας, ἀπὸ ἐλέους· ὡς οἱ ἔρημοι κατορθωμάτων, ὡς οἱ μηδέ τι ἔχοντες δικαίωμα σωτηρίας, καίτοι τοσούτοις κομῶντες πόνοις καὶ κινδύνοις, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνέφερον. Τούτους δὴ καὶ ἡμεῖς οἱ ἐν τῇ χάριτι μιμησώμεθα, καὶ δόξαν ἀναπέμψωμεν τῷ Θεῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ Μ∆ʹ ΨΑΛΜΟΝ.

Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σω σανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.

αʹ. Ἐβουλόμην παρεῖναι νυνὶ Ἰουδαίους ἅπαντας καὶ Ἕλληνας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὸν ψαλμόν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι καὶ ἐν τοῖς δικαστηρίοις καὶ πανταχοῦ τότε μάλιστα ἀνύποπτος ἡ μαρτυρία τῶν πραγμάτων γίνεται, ὅταν παρὰ τῶν ἐχθρῶν αὕτη φέρηται. Ἵν' οὖν καὶ σήμερον τοῦτο συμβαίη, ἀπὸ τῆς Παλαιᾶς παρεχόμεθα τὴν μαρτυρίαν, ἵνα καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καταισχύνωνται· Ἰουδαῖοι μὲν, ἀναγινώσκοντες, καὶ οὐ γινώσκοντες· Ἕλληνες δὲ, ὁρῶντες παρὰ τῶν ἐχθρῶν τὰ βιβλία ἡμῖν φερόμενα. Οὐ γὰρ δήπου πεπλάσθαι παρ' ἡμῶν αὐτὰ δυνήσονται λέγειν, οὐχ ἡμῶν, ἀλλὰ τῶν τὸν Χριστὸν σταυρωσάντων τὰ βιβλία παρεχομένων ἡμῖν τὰ περὶ τῆς αὐτοῦ δυνάμεως διαλεγόμενα. Ἀλλ' εἴτε πάρεισιν, εἴτε μὴ πάρεισιν οὗτοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσωμεν, καὶ τῆς ἑρμηνείας ἁψώμεθα. Εἰς γὰρ τὸν Χριστὸν ὁ ψαλμὸς οὗτος ἀναγέγραπται· διὸ καὶ, Εἰς τὸν ἀγαπητὸν, καὶ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων, τὴν προγραφὴν ἔχει. Ἀλλοίωσιν γὰρ μεγάλην ἡμῖν οὗτος εἰργάσατο, καὶ πραγμάτων μεταβολὴν καὶ μετάστασιν. Ταύτην τὴν ἀλλοίωσιν δηλῶν καὶ ὁ Παῦλος ἔλεγεν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. ∆ιὸ καὶ ἀρχόμενος οὐχ οὕτω φησίν· Εἶπεν ἡ καρδία μου. Ἐπειδὴ γὰρ οὐδὲν ἀνθρώπινον ἦν τῶν λεγομένων, ἀλλ' οὐράνια καὶ πνευματικὰ διηγεῖσθαι ἔμελλε, καὶ οὐκ ἐξ οἰκείας εὑρέσεως, ἀλλ' ἐκ θείας ἐνεργείας, τῷ ὀνόματι τῆς ἐρυγῆς τοῦτο παρίστησιν. Ἐρευγόμεθα γὰρ οὐχ ὅτε βουλόμεθα· τὸν μὲν γὰρ λόγον τοῦτον φθεγγόμεθα ὅτε θέλομεν, καὶ λέγομεν, καὶ κατέχομεν· τὴν δὲ ἐρυγὴν οὐχ ὁμοίως. ∆εικνὺς τοίνυν ὅτι οὐκ ἀνθρωπίνης σπουδῆς ἐστι τὰ λεγόμενα, ἀλλὰ θείας ἐπιπνοίας τῆς κινούσης αὐτὸν, ἐρυγὴν τὴν προφητείαν ἐκάλεσεν. Ὥσπερ γὰρ ἐπὶ τῆς ἐρυγῆς, τῆς τῶν σιτίων ποιότητός ἐστι τὸ γινόμενον, οὕτω καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας. Τοιαῦτα τοίνυν ἠρεύγετο, οἷα καὶ ἐσιτεῖτο. Ὅρα δὲ καὶ ἀλλαχοῦ ἕτερον προφήτην αἰσθητῇ εἰκόνι ταύτην παραβάλλοντα τὴν ἐνέργειαν, καὶ ἐσθίοντα τὴν κεφαλίδα τοῦ βιβλίου, καὶ μεθ' ἡδονῆς ἐσθίοντα. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ σώματί μου ὡς μέλι γλυκάζον. Ἐπεὶ οὖν ἐδέχοντο τὴν πνευματικὴν χάριν, τοιαῦτα καὶ ἠρεύγοντο. Ὅτι γὰρ οὐ περὶ ἐρυγῆς ὁ λόγος τῆς αἰσθητῆς ταύτης, οὐδὲ περὶ σιτίων, ἄκουσον τί ἐρεύγεται, καὶ τίς ἐστιν ὁ ἐρευγόμενος. Οὐχ ὁ στόμαχος ὁ τὰ σιτία δεχόμενος, ἀλλ' ἡ καρδία. Ἐξηρεύξατο γὰρ, φησὶν, ἡ καρδία μου. Καὶ τί ἐρεύγεται; Οὐ σῖτον, οὐδὲ ποτὸν, ἀλλὰ τὰ συγγενῆ τῇ τραπέζῃ, Λόγον ἀγαθὸν, τὸν περὶ τοῦ Μονογενοῦς· οὗτος γὰρ μάλιστα ἀγαθός. Ἦλθον γὰρ, φησὶν, οὐχ ἵνα κρίων τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Πάντα προσηνῆ, πάντα κολάσεως ἀπηλλαγμένα. Ἐρεύγεται δὲ τοιαῦτα, ἐπειδὴ τὴν καρδίαν αὐτοῦ ἐξεκάθαρεν. Ὥσπερ γὰρ ἡ γαστὴρ, ὅταν μὲν ῥυπαρῶν γέμῃ χυμῶν, συγγενῆ τούτοις ἐρεύγεται, ὅταν δ' ὑγιεινή τις οὖσα τυγχάνῃ, κατάλληλον ποιεῖται τὴν ἐρυγήν· οὕτω καὶ ἡ καρδία τοῦ Προφήτου, ἐπειδὴ ἁμαρτημάτων ἦν ἀπηλλαγμένη, Πνεύματος ἐδέξατο χάριν, καὶ λόγον ἐρεύγεται ἀγαθόν. Ἐντεῦθεν καὶ ἕτερόν τι μανθάνομεν, ὅτι οἱ προφῆται οὐχ ὡς οἱ μάντεις ἦσαν. Ἐκεῖ μὲν γὰρ ὁ δαίμων, ὅταν εἰς τὴν ψυχὴν ἐμπέσῃ, πηροῖ τὴν διάνοιαν, καὶ σκοτοῖ τὸν λογισμὸν, καὶ οὕτως ἅπαντα φθέγγονται, οὐδὲν τῶν λεγομένων ἐπισταμένης τῆς διανοίας αὐτῶν, ἀλλ' οἷον αὐλοῦ τινος ἀψύχου φθεγγομένου. Τοῦτο καί τις τῶν παρ' αὐτοῖς φιλοσόφων ἔφη, οὕτως εἰπών· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις λέγουσι μὲν πολλὰ, ἴσασι δὲ μηδὲν ὧν λέγουσιν. Ἀλλ' οὐ τὸ Πνεῦμα τὸ ἅγιον οὕτω ποιεῖ, ἀλλὰ καρδίαν ἀφίησιν εἰδέναι τὰ λεγόμενα. Εἰ γὰρ μὴ ᾔδει, πῶς ἔλεγεν, Λόγον ἀγαθόν; Ὁ μὲν γὰρ δαίμων, καθάπερ ἐχθρὸς καὶ πολέμιος, πολεμεῖ τῇ φύσει τῇ ἀνθρωπίνῃ· τὸ δὲ Πνεῦμα ἅγιον, καθάπερ κηδόμενον καὶ εὐεργετοῦν, κοινωνεῖν τῆς γνώμης τοὺς δεχομένους ποιεῖ, καὶ μετὰ τῆς ἐκείνων διανοίας ἀποκαλύπτει τὰ λεγόμενα. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἄλλος, Τὰ ποιήματά μου. Ἔργα ποῖά φησι; Τὴν προφητείαν. Καθάπερ γὰρ τοῦ χαλκέως ἔργον, τὸ σκέπαρνον ἐργάσασθαι, καὶ τοῦ οἰκοδόμου τὸ οἰκίαν ποιῆσαι, καὶ τοῦ ναυπηγοῦ τὸ ναῦν συγκολλῆσαι· οὕτω καὶ τοῦ προφήτου τὸ προφητείαν ὑφᾶναι. Ὅτι γὰρ καὶ τοῦτο ἔργον ἐστὶν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος περὶ τῶν ἀποστόλων· Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Καὶ Παῦλος· Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Εἰ δὲ μὴ ἔργον ἦν, πῶς κόπον εἶχε; Τί γὰρ τοῦ ἔργου τούτου τιμιώτερον; τί δὲ χρησιμώτερον; Πασῶν τῶν τεχνῶν ἐστιν ἀνώτερον. Τί οὖν ἐστι τὸ ἔργον, ὃ λέγει τῷ βασιλεῖ; Τὸν ὕμνον τοῦτον, τὴν προφητείαν ταύτην. Καὶ οὐκ εἶπε ποίῳ βασιλεῖ, δηλῶν ὅτι τῷ Θεῷ τῶν ὅλων. Ὥσπερ γὰρ ὅταν λέγωμεν τὸν Περσῶν βασιλέα, οὐχ ἁπλῶς βασιλέα καλοῦμεν, ἀλλὰ τὸν τῶν Περσῶν προστίθεμεν, καὶ τὸν τῶν Ἀρμενίων ὁμοίως· ὅταν δὲ τὸν ἡμέτερον λέγωμεν, οὐ δεόμεθα προσθήκης, ἀλλ' ἀρκούμεθα τῷ εἰπεῖν βασιλέα· οὕτω καὶ ὁ Προφήτης, ἐπειδὴ περὶ τοῦ ὄντως βασιλέως ἔλεγεν, ἀρκεῖται τῷ εἰπεῖν, Βασιλεῖ. Ὥσπερ γὰρ παντοκράτορα εἰπόντες, οὐ δεόμεθα προσθήκης, διὰ τὸ μὴ εἶναι ἕτερον παντοκράτορα· οὕτω βασιλέα λέγοντες, οὐ δεόμεθα ἑτέρας προσθήκης, διὰ τὸ μὴ εἶναι ἕτερον βασιλέα Θεόν. Ἄλλως δὲ καὶ ὁ λέγων, βασιλεὺς ἦν. Ὅθεν δῆλον ὅτι οὐ περὶ ἀνθρώπου ἔλεγεν, ἀλλὰ περὶ τοῦ τῶν ὅλων Θεοῦ· διὰ τοῦτο οὐκ εἶπε, Βασιλεῖ, ἀλλὰ, Τῷ βασιλεῖ, τῇ προσθήκῃ τοῦ ἄρθρου τὴν κυριότητα παριστάς.

βʹ. Εἶτα πάλιν δεικνὺς ὅτι οὐκ ἀνθρωπίνης ἦν ἐννοίας τὰ λεγόμενα, καὶ μελέτης καὶ συνθήκης, ἀλλὰ θείας χάριτος καὶ τὴν γλῶτταν μόνην αὐτὸς ἐδάνεισεν, ἐπήγαγεν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὁ δὲ κάλαμος ταῦτα γράφει, ἅπερ ἂν ἡ κατέχουσα αὐτὸν κελεύῃ χείρ. Ἕτερος δέ φησιν· Ἡ γλῶσσά μου ὡς γραφεῖον γραφέως ταχινοῦ. Τί βούλεται τὸ, Ταχινοῦ; Ἵνα κἀντεῦθεν τὴν χάριν δείξῃ. Ὁ μὲν γὰρ οἴκοθεν φθεγγόμενος, μέλλει καὶ βραδύνει μελετῶν, συντιθεὶς, ἐμποδιζόμενος καὶ ἀγνοίᾳ καὶ ἀμαθίᾳ καὶ μελλήσει, καὶ πολλά ἐστι τὰ λυμαινόμενα τῷ τάχει τοῦ λόγου· ὅταν δὲ Πνεῦμα κινῇ τὴν διάνοιαν, οὐδὲν τὸ κωλύον· ἀλλ' ὥσπερ ὕδατος ῥύμη πολλῷ τῷ ῥοίζῳ φερομένη προέρχεται, οὕτω καὶ ἡ τοῦ Πνεύματος χάρις μετὰ πολλῆς τῆς ταχύτητος πρόεισι, πάντα λεῖα, πάντα εὐμαρῆ προφέρουσα. Εἶτα πάλιν αὐτὸ τοῦτο διακαθαίρων, καὶ δεικνὺς οὐδὲν ἀνθρώπινον ὃν τῶν λεγομένων, ἐπήγαγεν Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων Τινὲς μὲν οὖν περὶ τῆς γλώττης εἰρῆσθαι τοῦτο λέγουσιν, ὅτι κάλαμος ὡραῖος κάλλει· ἐμοὶ δὲ δοκεῖ λοιπὸν περὶ τοῦ Χριστοῦ λέγειν αὐτόν. ∆ιὸ καὶ ἕτερός φησιν ἑρμηνευτής· Κάλλει ἐκαλλωπίσθης ἀπὸ υἱῶν ἀνθρώπων. Εἰς γὰρ αὐτὸν τρέπει τὸν λόγον ὑπὸ πολλῆς θερμότητος, καὶ τῆς περὶ αὐτὸν διαθέσεως, ὡς καὶ Ἰακὼβ ἔλεγεν· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. Ἔνθους γὰρ γενόμενος, αὐτῷ λοιπὸν διαλέγεται, καὶ πρὸς αὐτὸν ἀποτείνει τὸν λόγον. Τοῦτο δὲ οὐ κατὰ σύγκρισίν φησιν· οὐ γὰρ εἶπεν, Ὡραιότερος, ἀλλ', Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλο τοῦτο, φησὶ, τὸ κάλλος παρ' ἐκεῖνο. Καὶ σκόπει πῶς τὸν περὶ τῆς οἰκονομίας πρῶτον κινεῖ λόγον. Ὅτι δὲ περὶ τῆς οἰκονομίας ἐστὶ τοῦτο, δῆλον ἐκ τῶν ἑξῆς. Εἰπὼν γὰρ, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐπήγαγεν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Χείλη δὲ ὁ Θεὸς οὐκ ἔχει, ἀλλὰ τῆς οἰκονομίας ἐστὶν ὁ λόγος. Ἕτερος δὲ ἑρμηνευτὴς εἰπὼν, Ἀνεχύθη χάρις τοῖς χείλεσί σου, σαφέστερον τοῦτο ἐποίησε. Τί δέ ἐστιν, Ἀνεχύθη, ἢ ὡς ἂν εἴποι τις, Ἡ ἔνδον οὖσα ἀνέβλυσεν, ἐπήγασε; Πῶς οὖν ἕτερος προφήτης λέγει· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; Οὐ περὶ ἀμορφίας λέγων, μὴ γένοιτο, ἀλλὰ περὶ τοῦ εὐκαταφρονήτου. Καταδεξάμενος γὰρ ἅπαξ γενέσθαι ἄνθρωπος, διὰ τῶν εὐτελῶν ἁπάντων διῆλθεν, οὔτε μητέρα βασιλίδα ἐπιγραψάμενος, οὔτε ἐν καιρῷ τῶν σπαργάνων ἐπὶ κλίνης τεθεὶς χρυσῆς, ἀλλ' ἐν φάτνῃ, οὔτε ἐν οἰκίᾳ τραφεὶς πολυτελεῖ, ἀλλ' ἐν εὐτελεῖ τέκτονος δωματίῳ. Καὶ λαβὼν μαθητὰς πάλιν, οὐ ῥήτορας καὶ φιλοσόφους καὶ βασιλέας ἔλαβεν, ἀλλ' ἁλιέας, καὶ τελώνας· καὶ τὸν βίον τὸν λιτὸν τοῦτον μετῄει, οὔτε οἰκίαν ἔχων, οὔτε ἱμάτια περιβεβλημένος πολυτελῆ, οὔτε τραπέζης ἀπολαύων τοιαύτης, ἀλλὰ παρ' ἑτέρων τρεφόμενος, ὑβριζόμενος, καταφρονούμενος, ἐλαυνόμενος, διωκόμενος. Ταῦτα δὲ ἐποίει, ἐκ πολλῆς τῆς περιουσίας τὸν τῦφον πατῶν τὸν ἀνθρώπινον. Ἐπεὶ οὖν οὔτε φαντασίαν τινὰ καὶ κόμπον περιεβέβλητο, οὔτε ἀκολούθους εἶχε καὶ δορυφόρους, ἀλλ' ἔστιν ὅτε καὶ μόνος περιῄει, ὡς εἷς τῶν πολλῶν, διὰ τοῦτο ἐκεῖνος μέν φησιν· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὔτε κάλλος· οὗτος δέ φησιν, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τὴν χάριν δηλῶν, τὴν σοφίαν, τὴν διδασκαλίαν, τὰ θαύματα. Εἶτα ὑπογράφων τὴν ὡραιότητα, φησίν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Ὁρᾷς ὅτι περὶ τῆς οἰκονομίας ὁ λόγος; Τίς δέ ἐστιν αὕτη ἡ χάρις; ∆ι' ἧς ἐδίδασκε, δι' ἧς ἐθαυματοποίει. Τὴν χάριν ἐνταῦθα λέγει τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα, φησὶ, καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων. Πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον. Οὐ γὰρ ἐν μέτρῳ δίδωσιν ἐκείνῳ τὸ Πνεῦμα· Ἡμεῖς μὲν γὰρ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν· ὁ δὲ ναὸς ἐκεῖνος ὁλόκληρον τὴν χάριν ἔλαβε. Τοῦτο καὶ ὁ Ἡσαΐας δηλῶν ἔλεγεν· Ἀναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας. Πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. Ἀλλ' ἐκεῖ μὲν ὁλόκληρος ἡ χάρις· ἐπὶ δὲ τῶν ἀνθρώπων μικρόν τι, καὶ ῥανὶς ἀπὸ τῆς χάριτος ἐκείνης. ∆ιὰ τοῦτο οὐκ εἶπε, ∆ίδωμι τὸ Πνεῦμα, ἀλλ', Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.

γʹ. Τοῦτο γοῦν καὶ ἐξέβη. Πᾶσα γὰρ ἡ οἰκουμένη ἐκ τοῦ Πνεύματος ἐδέξατο ἐκείνου. Ἤρξατο μὲν γὰρ ἐκ Παλαιστίνης τὸ δῶρον· προῆλθε δὲ εἰς Αἴγυπτον, εἰς Φοινίκην, τὴν τῶν Σύρων, τὴν Κιλίκων, τὸν Εὐφράτην, τὴν Μέσην τῶν ποταμῶν, τὴν Καππαδοκῶν, τὴν Γαλατῶν, τὴν Σκυθῶν, τὴν Θρᾳκῶν, τὴν Ἑλλάδα, τὴν Γάλλων, τὴν Ἰταλῶν, τὴν Λιβύην ἅπασαν, τὴν Εὐρώπην, τὴν Ἀσίαν, εἰς αὐτὸν τὸν Ὠκεανόν. Καὶτί δεῖ τὰ πολλὰ λέγειν; Ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπῆλθεν ἡ χάρις αὕτη· καὶ ἡ σταγὼν αὕτη, καὶ ἡ ῥανὶς τοῦ Πνεύματος τὴν οἰκουμένην ἅπασαν ἐνέπλησε τῆς γνώσεως. ∆ιὰ ταύτης τὰ σημεῖα ἐγίνετο, τὰ ἁμαρτήματα πάντων ἐλύετο. Ἀλλ' ὅμως ἡ ἐν τοσούτοις κλίμασι διδομένη χάρις, μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀῤῥαβών. ∆οὺς γὰρ, φησὶ, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν· τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ Παράκλητος μερίζεται. Ὅρα δὲ τὴν πηγὴν, ὅση τίς ἐστιν· Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ προφητεῖαι, ἑτέρῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν. Καὶ τοσαῦτα χαρίσματα ἐν τοσούτοις ἔθνεσιν ἡ ἐν τῷ βαπτίσματι χάρις ἐπὶ τὴν γῆν ἅπασαν ἐξέτεινε· καὶ πάντα ταῦτα ἡ ῥανὶς τοῦ Πνεύματος ἐργάζεται. Ὅτι γὰρ ῥανὶς ἦν, ἐδήλωσε τῷ εἰπεῖν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ τῷ ἀῤῥαβῶνα καλέσαι. ∆ιὰ γὰρ τούτου δῆλον, ὅτι μικρόν τι τοῦ παντὸς ἐδόθη. ∆ιὰ τοῦτο καὶ Ἰωάννης τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ἐκ τοῦ ὑπερβλύζοντος, ὡς ἂν εἴποι τις, ἐκ τοῦ περιττεύοντος, ἐκ τοῦ ὑπερεκχεομένου πάντες ἐλάβομεν. Ἐννόησον τοίνυν Πνεύματος χάριν, πῶς ἐστι παναρκὴς, τοσαύτῃ οἰκουμένῃ ἐπὶ τοσούτοις ἀρκοῦσα χρόνοις· καὶ οὐδὲ οὕτω περιγράφεται, οὔτε ἀναλίσκεται, ἀλλὰ πάντας μὲν ἐμπίπλησι πλούτου καὶ χάριτος, αὐτὴ δὲ οὐδαμοῦ δαπανᾶται. Εἶτα ἐπειδὴ πολυώνυμόν τί ἐστι τὸ ὄνομα τοῦ πνεύματος καὶ γὰρ καὶ ἄγγελος, καὶ ψυχὴ, καὶ ἄνεμος τοῦτο καλεῖται, καὶ ἕτερα πλείονα, ἐπήγαγεν, Ἀπὸ τοῦ Πνεύματός μου. Ὥσπερ οὖν ἀνθρώπου πνεῦμα συγγενές ἐστι τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ τοῦ Θεοῦ, ἀλλ' ἐν ἰδίᾳ ὑποστάσει μένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· οὐ συγχέων τὰς ὑποστάσεις, μὴ γένοιτο, ἀλλὰ τὴν εὐγένειαν τοῦ Πνεύματος δηλῶν. Ὅση γοῦν ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἡ συμφωνία, τοσαύτη τοῦ Πνεύματος πρὸς τὸν Πατέρα ἡ συγγένεια. Ὥσπερ οὖν καὶ ὁ Υἱὸς Λόγος λέγεται, ἀλλ' οὐκ ἀνυπόστατος, ἀλλὰ διὰ τοῦτο τὸ πρὸς τὸν Πατέρα συγγενὲς ἵνα μάθωμεν· οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα λέγεται, ἀλλ' οὐκ ἀνυπόστατον. Καὶ ὥσπερ ἐπειδὴ γνήσιός ἐστιν Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο υἱοθεσίαν ἡμῖν χαρίζεται· οὕτω καὶ τὸ Πνεῦμα, ἐπειδὴ φύσει τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ, τὰ χαρίσματα ἡμῖν παρέχει. Ἐπεὶ καὶ ἄνθρωπος, ἐπειδὴ φύσει ἄνθρωπός ἐστι, διὰ τοῦτο γράψαι δύναται εἰκόνα ἀνθρώπου. ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ἄλλος λέγει, Ἐπὶ τούτῳ. Ὁρᾷς πῶς δι' ὅλου πρὸς αὐτὸν ἀποτείνεται ἐκ διαθέσεως; ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ οὐχ ἁπλῶς προφητεύει, ἀλλ' ἐν σχήματι ἐγκλήματος, ὡς ὅταν λέγῃ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; οὕτω δὴ καὶ ἐνταῦθα λέγων, ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Οὐδὲν γὰρ περὶ τῆς γεννήσεως αὐτοῦ διαλεχθεὶς, οὐδὲ περὶ ἀνατροφῆς, οὐδὲ περὶ τῶν ἄλλων, ἐντεῦθεν ἐμβάλλει τὸν περὶ αὐτοῦ λόγον. Τί δήποτε; Ὅτι τὸ μὲν ἅπαντα κατὰ ἀκολουθίαν λέγειν, τῶν εὐαγγελιστῶν ἐστι· διὸ καὶ ἐκείνοις αὐτὰ ἐτήρησε· καὶ γὰρ τῆς ἐκείνων διηγήσεως ἦν· προφητείας δέ ἐστιν ἔργον, μέρη τινὰ ἀπολαμβάνειν καὶ περὶ τούτων διαλέγεσθαι. ∆ιὰ δὴ τοῦτο οἱ προφῆται πανταχοῦ τοῦτο ποιοῦσιν· ὀλίγα τινὰ γὰρ εἰς τὴν ἱστορίαν ἐμβάλλοντες καὶ συσκιάζοντες ἀναχωροῦσι. ∆ιὰ τοῦτο καὶ οὗτος, Εὐλόγησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα· οὕτως εἰπὼν, ὅτι τοσαύτης χάριτος ἔγεμεν αὐτοῦ τὰ ῥήματα. Σκόπει γοῦν τὴν δύναμιν τῆς χάριτος· Παρεπορεύετό ποτε παρὰ τὴν θάλασσαν, καὶ εὑρίσκει Ἰάκωβον καὶ Ἰωάννην, καὶ λέγει αὐτοῖς· ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ καὶ τὸν πατέρα ἀφέντες καὶ τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ. Εἶτα ἄλλοτε πᾶσι τοῖς μαθηταῖς λέγων· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; λέγει αὐτῷ Πέτρος· Κύριε, ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ πρὸς τίνα ἀπελευσόμεθα; Τί λέγω τοὺς μαθητάς; Αὐτοὶ οἱ Φαρισαῖοι ἀποστείλαντες ὑπηρέτας, ἤκουον λεγόντων· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Καὶ ἕτεροι πάλιν ἔλεγον, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Καὶ ἐξεπλήσσοντο, φησὶν, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι.

δʹ. Εἰ δὲ βούλει μαθεῖν καὶ σὺ τὴν χάριν, ἄκουε τῶν ἐπιταγμάτων αὐτοῦ τὸν ὄγκον, καὶ ὄψει ταύτης τὴν δύναμιν. Ἐὰν μή τις ἀποτάξηται πᾶσιν, ἔτι δὲ μισήσῃ καὶ τὴν ἑαυτοῦ ψυχὴν, φησὶν, οὐκ ἔστι μου ἄξιος. Ἀλλ' ὅμως ἴσχυσεν ὁ λόγος ἔργον γενέσθαι· τοσαύτη ἦν αὐτοῦ ἡ χάρις. Καίτοι τί ψυχῆς οἰκειότερον; Ἀλλὰ καὶ αὕτη καταπεφρόνηται διὰ τὸ πρόσταγμα τὸ ἐκείνου. Σὺ δὲ ἀκούων, Εὐλόγησέ σε ὁ Θεὸς, μὴ καταπέσῃς, μηδὲ ταπεινόν τι ἐννοήσῃς. Ὅπερ γὰρ ἔφθην εἰπὼν, περὶ τῆς σαρκὸς ὁ λόγος ἐστὶ, τῆς χείλη ἐχούσης, περὶ τῆς δεχομένης τὴν χάριν, περὶ τῆς δεχομένης τὴν εὐλογίαν. Ὁ γὰρ Θεὸς εὐλογίας οὐ δεῖται, οὐδὲ χάριτος· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ πάλιν· Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Καὶ πάλιν· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Τὸ γὰρ, Οὕτω, καὶ τὸ, Ὁμοίως, καὶ τὸ, Καθὼς, ἀπαραλλαξίας ἐστίν. Ἀλλ' ἐνταῦθα περὶ τῆς οἰκονομίας ὁ λόγος. Ἀκούομεν δὲ καὶ αὐτοῦ πάλιν λέγοντος· ∆ιὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ἆρα οὖν πρὸ τούτου αὐτὸν οὐκ ἠγάπα; Πῶς οὖν ἔλεγεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός; Ἀλλὰ θέλων δεῖξαι τὸ μέγεθος τοῦ κατορθώματος, τοῦτο τέθεικεν. Ὥσπερ οὖν ἐκεῖ ἡ αἰτιολογία ἔχει τινὰ αἰτίαν, οὕτω καὶ ἐνταῦθα ἡ αἰτία δήλη. ∆ιὰ γὰρ τοῦτο προλαβὼν εἶπεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου· καὶ, ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα· εἰς τὸν τῆς οἰκονομίας ἕλκων λόγον, ἵνα ὅταν μέλλῃ τι πάλιν λέγειν τῆς αὐτοῦ ἀξίας καταδεὲς, μὴ καταπέσῃς, ἀλλ' ἴδῃς περὶ τίνος ὁ λόγος. Οὕτω καὶ ὁ Ἰακὼβ τὴν οἰκονομίαν δηλῶν μετὰ τὸ πολλὰ εἰπεῖν ἔλεγε· Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς οἶνος, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ὀδόντας δὲ ἡ θεότης οὐκ ἔχει. Καὶ ἄλλος προφήτης φησί· Πατάξει τὴν γῆν λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ πνεύματι χειλέων ἀνελεῖ ἀσεβῆ· τὰ αὐτὰ τῷ Παύλῳ φθεγγόμενος λέγοντι· Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Ἵν' οὖν μὴ ἀκούσας σὺ ταῦτα καταφρονήσῃς, δείκνυσί σοι τῆς θεότητος τὴν ἰσχύν. Οὐδὲ γὰρ τὴν σάρκα διαιρεῖ τῆς θεότητος, οὔτε τὴν θεότητα τῆς σαρκὸς, οὐχὶ τὰς οὐσίας συγχέων μὴ γένοιτο, ἀλλὰ τὴν ἕνωσιν δεικνύς. ∆ιὰ τοῦτό φησιν· Εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τίς δὲ τῆς εὐλογίας ὁ τρόπος; Ἄγγελοι, ἀρχάγγελοι παρεστήκασι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, αἶνον ἀναπέμποντες· πᾶσα ἡ γῆ ἀπὸ περάτων εἰς τὰ πέρατα δοξολογεῖ καὶ ὑμνεῖ καὶ εὐφημεῖ τὸν σαρκωθέντα Θεόν. Ὁ μὲν γὰρ πρῶτος Ἀδὰμ μυρίας ἐνεπλήσθη κατάρας· οὗτος δὲ ἀπεναντίας ἐκείνῳ πολλῆς τῆς εὐλογίας. Ἐκεῖνος ἤκουσεν, Ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου· καὶ ὁ μετ' ἐκεῖνον πάλιν, καὶ, Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς· καὶ, Ἐπικατάρατος, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· καὶ, Ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου. Ὁρᾷς πόσαι κατάραι; Τούτων ἠλευθέρωσέ σε ὁ Χριστὸς, γενόμενος κατάρα. Ὥσπερ γὰρ ἐταπείνω σεν ἑαυτὸν, ἵνα σὲ ὑψώσῃ, καὶ ἀπέθανεν, ἵνα σὲ ἀθάνατον ἐργάσηται· οὕτω καὶ κατάρα ἐγένετο, ἵνα σὲ εὐλογίας ἐμπλήσῃ. Τί τῆς εὐλογίας ταύτης ἴσον, ὅταν διὰ κατάρας εὐλογίαν χαρίζηται; Οὐ γὰρ αὐτὸς ἐδεήθη εὐλογίας, ἀλλὰ σοὶ ταύτην δίδωσιν. Ὥσπερ γὰρ ὅταν εἴπω, ὅτι ἐταπεινώθη, οὐ μεταβολὴν λέγω, ἀλλὰ τῆς οἰκονομίας τὴν συγκατάβασιν· οὕτω καὶ ὅταν εἴπω ὅτι ηὐλογήθη, οὐ τοῦτο λέγω, ὅτι ἐδεήθη εὐλογίας, ἀλλὰ πάλιν τῆς οἰκονομίας δείκνυμι τὴν συγκατάβασιν. Ηὐλογήθη τοίνυν ἡ ἀνθρωπίνη φύσις. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει, οὐδὲ κατάρᾳ ὑπόκειται· μᾶλλον δὲ οὐδὲ πρὸ τούτου ὑπέκειτο, ἀλλ' ἀνέλαβε τὴν κατάραν, ἵνα σὲ ταύτης ἀπαλλάξῃ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Ἄλλος, Ζῶσαι μάχαιράν σου ἐπὶ μηρόν. Ἄλλος, Περίθου ὡς μάχαιράν σου ἐπὶ τοῦ μηροῦ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἄλλος φησὶ, Τὸν ἔπαινόν σου καὶ τὸ ἀξίωμά σου. Ἄλλος, Ἐπιδοξότητί σου καὶ διαπρεπείᾳ σου. Τίς ἡ μεταβολὴ, καὶ τίς ἡ μετάστασις τῶν ῥημάτων; Περὶ γὰρ διδασκάλου διαλεγόμενος τοῦτο γάρ ἐστι τὸ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου, ἐξαίφνης ἡμῖν βασιλέα καθωπλισμένον ὑπογράφει, καὶ οὐκ ἐν τάξει προφητείας, ἀλλ' ἐν τάξει ἱκετηρίας. Οὐ γὰρ εἶπε· Περιζώσεται τὴν ῥομφαίαν αὐτοῦ· ἀλλὰ ἀξιοῖ, καί φησι, Περίζωσαι τὴν ῥομφαίαν σου. Εἶτα καὶ τῇ ὁπλίσει ταύτῃ κάλλος ἀναμίγνυσι, νῦν μὲν ὁπλίτην δηλῶν, νῦν δὲ ὡραϊζόμενον· Τῇ γὰρ ὡραιότητί σου, φησὶ, καὶ τῷ κάλλει σου. Εἶτα τοξότην· Τὰ βέλη γάρ σου, φησὶν, ἠκονημένα, δυνατέ. Καὶ πάλιν νικητὴν καὶ τροπαιοῦχον· Λαοὶ ὑποκάτω σου, φησὶ, πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Καὶ τοῦτον δὲ αὐτὸν πάλιν εἰσάγει μύροις χριόμενον τὸν ὁπλίτην, καὶ βασιλέα, καὶ τοξότην, καὶ νικητήν· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου.

εʹ. Τίς οὖν κοινωνία ὅπλοις καὶ μύροις, χρίσματι καὶ ῥομφαίᾳ, διδασκαλίᾳ καὶ πολέμῳ, τόξοις καὶ ὡραϊσμῷ; Τὰ μὲν γάρ ἐστιν εἰρήνης σύμβολα, τὰ δὲ μάχης καὶ παρατάξεως. Τίς οὖν ἐστιν ὁ εἰρηνικὸς ὁμοῦ καὶ πολεμικός; ὁ μύρον στάζων, καὶ ὅπλοις φραττόμενος; ὁ προϊὼν ἀπὸ βάρεων ἐλεφαντίνων, καὶ μυρίους βάλλων τῶν ἐχθρῶν, καὶ τοσαύτας ἐργαζόμενος σφαγάς; Πῶς λύσομεν τὴν ἀπορίαν ταύτην; Ἂν γνῶμεν ἀκριβῶς ὅτι καὶ περὶ τοῦ Πατρὸς αὐτοῦ ταῦτα λέγεται. Καὶ γὰρ καὶ αὐτὸν εἰσάγει ὁ Προφήτης ἀλλαχοῦ ὁπλιζόμενον, ὡς ὅταν λέγῃ· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Καὶ πάλιν ἀλλαχοῦ· Ἐνδύσεται θώρακα δικαιοσύνην. Ὅρα δὲ καὶ αὐθεντίαν τὴν αὐτήν. Ὥσπερ γὰρ ἐκεῖ φησι, Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, οὐ παρά τινος κελευσθεὶς, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ· οὕτω καὶ ἐνταῦθα, Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Εἶτα δεικνὺς, ὅτι οἴκοθεν πάντα ποιεῖ, λέγει· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχ ἑτέρωθεν, φησὶν, ἐνέργειαν δέχῃ, ἀλλ' αὐτὸς ἑαυτῷ ἀρκεῖς. Ἄκουε δὲ καὶ αὐτοῦ λέγοντος τοῦ τῆς εἰρήνης Θεοῦ πρὸς τοὺς μαθητάς· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Καὶ πάλιν· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; Οὗτος δὲ περὶ αὐτοῦ λέγων, πῶς ἥξει φησί· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ταῦτα λέγω, ἵνα διεγηγερμένοι ἦτε, καὶ τὰ ἀπὸ τῶν λέξεων σημαινόμενα μετὰ ἀκριβείας ἐκλαμβάνοντες, λύητε παρ' ἑαυτοῖς καὶ ἀπορίαν. Ταῦτα γὰρ τὰ ὀνόματα τῶν ἐνεργειῶν αὐτοῦ ἐστι σημαντικά. Οὕτω τοίνυν καὶ ἐνταῦθα ὅταν ἀκούσῃς, Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῆς ἐνεργείας αὐτοῦ εἶναι ὄνομα νόμιζε· καὶ τὰ τόξα καὶ τὰ βέλη. Ὥσπερ γὰρ ὀργίζεσθαι τὸν Θεὸν ἡ Γραφὴ λέγει, οὐ πάθος αὐτῷ περιάπτουσα, ἀλλὰ διὰ τῆς λέξεως ταύτης τὴν ἐνέργειαν αὐτοῦ τὴν κολαστικὴν παριστῶσα, καὶ τῶν παχυτέρων καθαπτομένη· οὕτω καὶ τὰ ὅπλα λέγουσα τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ ἡμεῖς οὐ δι' ἑαυτῶν, ἀλλὰ δι' ἑτέρων ὀργάνων τιμωρούμεθα, θέλων δεῖξαι τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν, διὰ τῶν γνωρίμων ἡμῖν ὀνομάτων ἐδήλωσεν, οὐχ ἵνα ὅπλα περὶ Θεὸν νοήσωμεν, ἀλλ' ἵνα ἐμφαντικώτερον τὴν κόλασιν αὐτοῦ ἀκούσωμεν. Ἀλλὰ πολλοὶ, φησὶν, ἐντεῦθεν ἐβλάβησαν. Ἀλλ' εἰκῆ καὶ μάτην καὶ ὑπὸ τῆς οἰκείας ἀνοίας· μάλιστα μὲν γὰρ ἀκούοντες Θεὸν, ὤφειλον συνιέναι, ὅτι τροπικώτερον εἴρηται· νυνὶ δὲ οὐ διὰ ῥημάτων ἑτέρων αὐτοὺς παιδεῦσαι τὸ ἀπαθὲς τοῦ Θεοῦ ἠμέλησεν ἡ Γραφή. Ἄκουσον γοῦν ἀλλαχοῦ πῶς αὐτοῦ δείκνυσι τὴν εὐκολίαν τῆς τιμωρίας, λέγων· Ἀναστήτω ὁ Θεὸς, διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Μὴ χρεία ὅπλων; μὴ χρεία ῥομφαίας; Ἀρκεῖ μόνον, φησὶν, ἡ ἀνάστασις. Ἀλλὰ καὶ τοῦτο πάλιν παχύ· διὸ πολλαχοῦ λέγει· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Καὶ πάλιν· Ἀπὸ προσώπου αὐτοῦ ἐσαλεύθη ἡ γῆ. Ἀλλὰ καὶ τοῦτο παχύ. Ἄκουσον τὸ ὑψηλότερον· Πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν· ἀρκεῖ γὰρ αὐτῷ τὸ θελῆσαι μόνον. Σκόπει δὲ πῶς καὶ ἐν αὐτοῖς τοῖς παχυτέροις τούτοις δείκνυσι τὸ ἀνενδεὲς τοῦ Θεοῦ. Οὐ γὰρ πρότερον ὅπλων ἐμνημόνευσεν, ἕως ὅτε δυνατὸν αὐτὸν ἐκάλεσε· καὶ πάλιν καταλέξας τὰ ὅπλα, ὅλην τὴν νίκην τῇ δεξιᾷ αὐτοῦ ἐλογίσατο, τουτέστι, τῇ φύσει αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ. Ὅπερ καὶ ἄλλος προφήτης δηλῶν ἔλεγεν· Ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· οὐχ ἵνα ὦμον νοήσῃς μὴ γένοιτο, ἀλλ' ἵνα εἰδῇς ὅτι οὐ δεῖται ἑτέρων Θεὸς συμμαχίας. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τί οὖν ἐνταῦθα λέγει; ∆ιὰ τῶν παχυτέρων ὀνομάτων τούτων τὴν ἐνέργειαν αὐτοῦ δείκνυσι, δι' ἧς τὴν οἰκουμένην κατώρθωσε, δι' ἧς τὸν πόλεμον ἔλυσε, καὶ τὸ τρόπαιον ἔστησε. Καὶ γὰρ πόλεμος ἦν χαλεπὸς, πολέμων ἁπάντων ὁ πικρότατος, οὐ βαρβάρων πολεμούντων, ἀλλὰ τῶν δαιμόνων ἐπιβουλευόντων, καὶ τὴν οἰκουμένην διαφθειρόντων ἅπασαν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Ἡσαΐας ἔλεγε· Καὶ τῶν ἰσχυρῶν μεριεῖται σκῦλα· καὶ πάλιν· Πνεῦμα Κυρίου ἐπ' ἐμέ· οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν. ∆ιὰ δὴ τοῦτο καὶ Παῦλος πανταχοῦ τῶν ἐπιστολῶν προγράφων ἔλεγε· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν. Καὶ πάλιν· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Ἵνα δὲ μὴ ἀκούων, Περίζωσαι τὴν ῥομφαίαν σου, μάχαιραν νομίσῃς αἰσθητὴν, ἄκουε τῶν ἑξῆς. Εἰπὼν γὰρ, Περίθου τὴν μάχαιράν σου, ἐπήγαγε, Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου· τοῦτό ἐστιν ἡ μάχαιρα, ἡ ὡραιότης αὐτοῦ, καὶ τὸ κάλλος αὐτοῦ, καὶ ἡ δόξα, καὶ τὸ ἀξίωμα, καὶ ἡ μεγαλωσύνη. καὶ ἡ μεγαλοπρέπεια. Οὐδενὸς γὰρ δεῖται ἡ οὐσία ἐκείνη εἰς τὸ κατορθῶσαι τὰ προκείμενα· ἀνενδεὴς γάρ ἐστι. Παρακαλεῖ τοίνυν ὁ προφήτης, ὑπὲρ τῆς οἰκουμένης εἰς πόλεμον αὐτὸν ἐξάγων. Εἶτα ἀπὸ τῶν ὑψηλῶν πάλιν ἐπὶ τὰ παχύτερα κατάγει τὸν λόγον. Εἰπὼν γὰρ μάχαιραν καὶ μηρὸν, ἀνῆλθεν εἰς τὴν ὡραιότητα· καὶ πάλιν ἐκεῖθεν κάτεισιν ἐπὶ τὰ σωματικώτερα, καί φησιν· Καὶ ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε. Εἰπὼν δὲ, Ἔντεινε, τὸ τόξον ἡμῖν ἐδήλωσε καὶ τὸ βέλος. Εἶτα δεικνὺς πάλιν, ὅτι οὐχ ὅπλων αὐτῷ δεῖ, ἐπήγαγε, Καὶ κατευοδοῦ, καὶ βασίλευε. Ἕτερος δὲ ἑρμηνευτής φησι, Πρόκοπτε. Βασιλείαν δὲ ἐνταῦθα λέγει, ἣν ἐλθὼν κατώρθωσεν ἐν ὑστάτοις καιροῖς, τὴν κατ' οἰκείωσιν καὶ γνῶσιν.

ʹ. Ταῦτα δὲ τὰ ῥήματα τοῦ πόθου μάλιστά ἐστι τοῦ προφητικοῦ, ὁρῶντος ἤδη τὰ κατορθώματα, καὶ τὴν οἰκουμένην πρὸς ἀλήθειαν χειραγωγουμένην. ∆ιὰ τοῦτο τρόπῳ παρακελευομένῳ κέχρηται τῷ σχήματι τῆς λέξεως. Ἔθος γὰρ καὶ τοῖς ἐλάττοσιν, ὅταν διαθερμαινόμενοι πρὸς τοὺς μείζους ὦσι, ταύταις κεχρῆσθαι ταῖς λέξεσιν. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. Ἐπιῤῥήματι ἀληθείας χρῆται. Ὁρᾷς πῶς ἑαυτὴν ἑρμηνεύει ἡ Γραφὴ, καὶ δείκνυσι νοερὰν οὖσαν τὴν νίκην καὶ πνευματικήν; Ὁ γὰρ ὅπλων μνημονεύσας, καὶ ῥομφαίας, καὶ τόξων, πῶς πραότητος ἐνταῦθα μέμνηται; Ποία γὰρ κοινωνία πραότητι καὶ πολέμῳ, ἐπιεικείᾳ καὶ μάχῃ; Πολλὴ μὲν οὖν, ἐάν τις ἀκριβῶς ἐξετάσῃ. Ἐπεὶ καὶ ∆αυῒδ καὶ Μωϋσῆς πρᾶοι ἦσαν. ∆ιὸ περὶ μὲν ἐκείνου φησὶν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· περὶ δὲ Μωϋσέως, ὅτι Ἦν πραότατος Μωϋσῆς πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς· ἀλλ' ὅμως φαίνονται οὗτοι οἱ πάντων πραότατοι, μάλιστα πάντων ἀμυνόμενοι. Ἀλλ' εἰ βούλεσθε, πρότερον τὴν πραότητα αὐτῶν εἴπωμεν· Πολλάκις λαβὼν ὁ μακάριος οὗτος τὸν Σαοὺλ, καὶ γενόμενος κύριος ἀνελεῖν, οὐκ ἐπήγαγε τὴν χεῖρα· ἀλλὰ καὶ ἑτέρων ἐγκελευομένων, ἐφείσατο, καὶ τὸν θυμὸν ἐχάλασε. Καὶ τοῦ Σεμεεὶ δὲ τοιαῦτα ὑβρίζοντος, καὶ τῇ συμφορᾷ τότε ἐπεμβαίνοντος ἐκείνου, καὶ τῶν στρατηγῶν ἀξιούντων διαβῆναι καὶ ἀποτεμεῖν τὸν ὑβριστὴν τοιαῦτα ἐμπαροινοῦντα, οἷα φθέγγεται ῥήματα πάσης σοφίας γέμοντα! Τὸν δὲ πατραλοίαν ἐκεῖνον καὶ ἀκόλαστον νεανίσκον, πῶς παρακατατίθεται τοῖς ἑαυτοῦ στρατηγοῖς λέγων· Φείσασθέ μοι τοῦ παιδαρίου Ἀβεσσαλώμ; Ὅτε δὲ ἐν προοιμίοις πρὸς τοὺς ἀδελφοὺς διελέγετο διαφθονουμένους καὶ βασκαίνοντας διὰ τὴν ἐσομένην νίκην, ἐννόησον πῶς πράως διαλέγεται, Μὴ οὐχὶ ῥῆμά ἐστι; λέγων. Τί δὲ Μωϋσῆς; Ὑπὲρ τῶν λιθασάντων αὐτὸν, ὑπὲρ τῶν ἀνελόντων, τό γε εἰς αὐτοὺς ἧκον, ἄκουσον τί φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ἑτέρων δὲ πάλιν αὐτὸν εἰς ζῆλον κινούντων, καὶ παροξυνόντων εἰς ἀγανάκτησιν, τὰ φιλόσοφα ἐκεῖνα ἐφθέγξατο ῥήματα λέγων· Τίς δώῃ πάντα τὸν λαὸν Κυρίου προφήτας εἶναι; Ὑπὲρ δὲ τῆς ἀδελφῆς πάλιν λοιδορησάσης αὐτὸν, ὅσην τίθεται τὴν ἱκετηρίαν! Καὶ πολλαχόθεν ἑτέρωθεν ἴδοι τις ἂν αὐτοῦ τὴν πραότητα, ὅτε καὶ τῆς γῆς ἐκπεσὼν, καὶ εἰς τὴν Παλαιστίνην κωλυθεὶς εἰσελθεῖν, μετὰ πάσης ἐπιεικείας διαλέγεται τοῖς Ἰουδαίοις. Ἀλλ' ὅμως οὗτος ὁ πρᾶος τὸν ∆αθὰν καὶ Ἀβειρὼν καὶ Κορὲ ἠξίωσε καταποθῆναι, ἡνίκα τῇ ἱερωσύνῃ ἐπανέστησαν, ὑπὸ τῆς γῆς, καὶ τοὺς ἄλλους ἐμπρησθῆναι, ὅτε προσήνεγκαν πῦρ ἀλλότριον. Καὶ ὁ ∆αυῒδ δὲ τὸν Γολιὰθ κατήνεγκεν ὁ πρᾶος, καὶ τὸ στρατόπεδον ἤλασε, καὶ τὴν νίκην ἤρατο. Τοῦτο γὰρ μάλιστά ἐστι πράου, τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι, τοῖς δὲ ἀδικουμένοις ἀμύνειν· καθάπερ καὶ ὁ Χριστὸς ἐποίησεν. Εἰς γὰρ τὸν σταυρὸν ἀναβὰς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ θρηνῶν πάλιν τὴν Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ ῥαπιζόμενος, οὐκ ἀντεῤῥάπισεν, ἀλλ' ἀπολογεῖται τῷ ῥαπίζοντι· καὶ δαιμονῶν καλούμενος, δαίμονας ἐξέβαλε· καὶ πλάνος καὶ ἀντίθεος καλούμενος, εἰς βασιλείαν αὐτοὺς ἐχειραγώγει. Καὶ τοῖς μαθηταῖς ἐκέλευε πανταχοῦ μαστιγοῦσθαι, διώκεσθαι, ἐλαύνεσθαι, καὶ τὴν ἐλάττω καταδέχεσθαι τάξιν· Ὁ γὰρ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, φησὶν, ἔστω ὑμῶν διάκονος. Καὶ τὸ ὑπόδειγμα οἴκοθεν ἐπῆγε λέγων· Καθάπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Εἰ δὲ ἐλαύνει δαίμονας, καὶ πολεμεῖ τῷ διαβόλῳ, καὶ τὴν πλάνην ἀναιρεῖ καὶ τοῦτο μάλιστα πραότητός ἐστι, τὸ τὴν κακίαν μὲν πᾶσαν λύειν, τοὺς δὲ κατεχομένους ἐλευθεροῦν, τὸ τοὺς ἐπιβουλεύοντας δαίμονας ἀναστέλλειν, τοὺς δὲ ἐπηρεασθέντας ἀπαλλάττειν τῶν δεινῶν. Τί δέ ἐστιν, Ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης; Εἶπε τὸν πόλεμον, εἶπε τὴν παράταξιν, ἔδειξε τὸν ὁπλίτην· λέγει λοιπὸν καὶ τῆς βασιλείας αὐτοῦ τὰ κατορθώματα, λέγει τοῦ τροπαίου τὸ εἶδος, λέγει τῆς νίκης τὴν φύσιν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι βασιλεύοντες πολεμοῦσιν, ἢ πόλεων ἕνεκεν, ἢ χρημάτων, ἢ ἔχθρας, ἢ κενοδοξίας· αὐτὸς δὲ δι' οὐδὲν τούτων, ἀλλ' ἕνεκεν ἀληθείας, ἵνα αὐτὴν ἐν τῇ γῇ φυτεύσῃ· καὶ πραότητος, ἵνα θηρίων ὄντας χαλεπωτέρους, πράους ἐργάσηται· καὶ δικαιοσύνης, ἵνα ὑπὸ τῆς ἀνομίας τυραννουμένους, δικαίους ποιήσῃ, πρῶτον μὲν ἀπὸ χάριτος, δεύτερον δὲ καὶ ἀπὸ κατορθωμάτων. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἄλλος, Καὶ φωτίσει σε ἐπὶ φοβερὰ ἡ δεξιά σου. Ἄλλος, Καὶ ὑποδείξει σοι φοβερὰ ἡ δεξιά σου.

ζʹ. Εἶδες πῶς πάλιν παρήνοιξεν ἡμῖν τοῦ τὰ τοιαῦτα κατορθοῦντος τὸ ἀξίωμα; Ὥσπερ γὰρ ἀνωτέρω εἰπὼν ὅπλα καὶ ῥομφαίαν, ἐπὶ τὴν ὡραιότητα ἀνέβη, καὶ πρὸς τὰς ἀσωμάτους ἐννοίας τὸν ἀκροατὴν ἤγαγεν· οὕτω πάλιν ἐπὶ τὸ παχύτερον καταβὰς, τὰ τόξα καὶ τὸ βέλη, κατὰ μικρὸν ἀνάγει πάλιν τὸν ἀκροατὴν, λέγων τοῦ πολέμου τὰς αἰτίας, ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην· εἶτα πάλιν καὶ τὸν τρόπον τῆς νίκης. Ποῖον δὲ τοῦτον; Καὶ ὁδηγήσει σε, φησὶ, θαυμαστῶς ἡ δεξιά σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὴ ἑαυτῇ ἀρκεῖ ἡ φύσις, αὐτὴ ἑαυτῇ ἀρκεῖ ἡ δύναμις εἰς τὸ καὶ ἰδεῖν τὰ πρακτέα, καὶ τέλος αὐτοῖς ἐπιθεῖναι. Καὶ καλῶς ἕτερος εἶπε, Φοβερὰ ἡ δεξιά σου· πολὺ γὰρ φοβερὰ τὰ κατωρθωμένα καὶ φρίκης γέμοντα. Θάνατος ἐλύθη, ᾅδης ἀνεῤῥάγη, παράδεισος ἀνεῴχθη, ὁ οὐρανὸς ἀνεπετάσθη, δαίμονες ἐπεστομίσθησαν, ἀνεμίγη τὰ κάτω τοῖς ἄνω, Θεὸς ἄνθρωπος γέγονεν, ἄνθρωπος ἐπὶ βασιλικοῦ κάθηται θρόνου· ἀναστάσεως ἐλπίδες ἠνοίγησαν, ἀθάνατοι προσδοκίαι, ἀγαθῶν ἀποῤῥήτων ἀπόλαυσις, τὰ ἄλλα ὅσα διὰ τῆς αὑτοῦ παρουσίας κατώρθωσε. ∆ιὰ δὴ τοῦτο εἶπεν, Ὁδηγήσει σε ἐπὶ τὰ φοβερὰ ταῦτα ἡ δεξιά σου, δεικνὺς ὅτι ἀρκεῖ ἑαυτῇ ἡ φύσις, φησὶ, καὶ ἡ δύναμις εἰς τὸ καὶ εὑρεῖν καὶ ἀνύσαι τὰ προκείμενα. Οἱ δὲ Ἑβδομήκοντα φασίν· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· τουτέστιν, Οὐ μόνον τὰ κατωρθωμένα δεῖ θαυμάζειν, ἀλλ' ὅτι καὶ παραδόξως κατωρθώθη. ∆ιὰ θανάτου γὰρ θάνατος ἐλύθη, διὰ κατάρας κατάρα ἀνῃρέθη, καὶ εὐλογία ἐδόθη· διὰ βρώσεως ἐξεβλήθημεν πρώην, διὰ βρώσεως εἰσήχθημεν πάλιν. Παρθένος ἡμᾶς ἐξέβαλε παραδείσου, διὰ παρθένου ζωὴν εὕρομεν αἰωνίαν. ∆ι' ὧν κατεκρίθημεν, διὰ τούτων ἐστεφανώθημεν. Ταῦτα τοίνυν ἐννοῶν ὁ Προφήτης ἔλεγεν· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Μή τι ὅπλων χρεία; μή τι ῥομφαίας, μή τι τόξων καὶ βελῶν; Εἶδες πῶς αὐτάρκης αὐτὴ ἑαυτῇ ἡ φύσις, ἡ δύναμις; Ἀλλ' ὅρα πάλιν αὐτὸν, καθάπερ ἄριστον χορευτὴν, πάλιν ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ παχύτερα καταβαίνοντα. Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδία τῶν ἐχθρῶν τοῦ βασιλέως. Ἄλλος φησὶ, Κατὰ καρδίας οἱ ἐχθροὶ τοῦ βασιλέως. Ὅρα πάλιν, ὅτε βελῶν ἐμνημόνευσε, πῶς τὸ ῥῆμα τοῦ δυνατοῦ προσέλαβεν, ἵνα μάθῃς, ὅτι οὐ βελῶν δεῖται, ἀλλ' αὐτὸς ἑαυτῷ ἀρκεῖ. Ἡ δὲ ἀκολουθία αὕτη ἐστί· Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Τὸ δὲ, Λαοὶ ὑποκάτω σου πεσοῦνται, παρέγκειται μέσον. Ἐνταῦθα τοίνυν διπλῆ εἶναί μοι δοκεῖ ἡ ἐξήγησις· ἢ γὰρ τὴν ἅλωσίν φησι τὴν Ἰουδαϊκὴν, καὶ τὸν τῆς πόλεως ἀνδραποδισμὸν καὶ τὴν πανωλεθρίαν, ἢ κατὰ ἀναγωγὴν τὴν τοῦ λόγου δύναμιν βέλη καλεῖ. Καὶ γὰρ βελῶν ὀξύτερον τὴν οἰκουμένην περιῆλθεν ἅπασαν, καὶ τῶν πρὸ τούτου ἐχθρῶν τοῦ βασιλέως τῆς καρδίας ἥψατο, οὐχ ἵνα ἀνέλῃ, ἀλλ' ἵνα ἐπισπάσηται· ὅπερ καὶ ἐπὶ Παύλου γέγονεν. Οὐ γὰρ ἄν τις ἁμάρτοι τὸ ῥῆμα ἐκεῖνο βέλος εἰπὼν, ὅπερ ἐξ οὐρανοῦ ἀκοντισθὲν ἥψατο τῆς καρδίας τοῦ πρὸ τούτου ἐχθροῦ, καὶ φίλον ἐποίησε. Λαοὶ ὑποκάτω σου πεσοῦνται. Εἶδες τοῦ πολέμου τὸ κατόρθωμα; τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; τὴν διδασκαλίαν; τὴν κατήχησιν; Ἡ γὰρ πρόσπτωσις αὕτη, καὶ τὸ ὑποκάτω αὐτοῦ, πᾶσιν ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ἀπαλλάξας γὰρ αὐτοὺς ἀπονοίας καὶ κενοῦ τύφου, καὶ τῆς τῶν δαιμόνων πλάνης, ἑαυτῷ ὑπέταξεν. Οὕτω καὶ ἕτερος προφήτης δείκνυσιν αὐτὸν ᾑμαγμένον, οὕτω λέγων· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὐδαμοῦ ὅπλα ἐκεῖ, καὶ τόξα καὶ βέλη, ἀλλ' ἱμάτια. Παχύτερον μὲν τὸ ῥῆμα, πλὴν τούτου λεπτότερον· ὅμως καὶ ἐν τῇ παχύτητι, κἀκεῖ κατὰ μικρὸν πρὸς τὰ ἀσώματα ἀνάγει τὸν λόγον. Ἐπειδὴ γὰρ ἐρωτᾷ ὁ προφήτης, πόθεν ἐρυθρὰ τὰ ἱμάτια, φησί· Ληνὸν ἐπάτησα μονώτατος, τὴν εὐκολίαν δεικνὺς τῆς νίκης, καὶ τὸ μηδένα σχεῖν τὸν συνεργοῦντα αὐτῷ, ἀλλ' ὅτι αὐτὸς ἑαυτῷ ἤρκεσεν. Ὥσπερ γὰρ ἐνταῦθά φησιν, Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· οὕτω καὶ ἐκεῖ, Ληνὸν ἐπάτησα μονώτατος. Ὃν τρόπον γὰρ τῷ ληνοβάτῃ ῥᾴδιον καταπατεῖν τοὺς βότρυς· οὕτω τῷ Θεῷ, ἐργάσασθαι ἅπερ ἠθέλησε· μᾶλλον δὲ οὐδὲ οὕτως, ἀλλὰ καὶ πολλῷ πλεῖον. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἄλλος, Ὁ θρόνος σου, ὁ Θεὸς, αἰώνιος, καὶ ἔτι. Ὁ δὲ Ἑβραῖός φησι τὸ, Ὁ Θεὸς, ὁ Θεός σου, Ἐλωεὶμ Ἐλωάχ. Τί ἐνταῦθα εἴποι ὁἸουδαῖος; Περὶ τίνος γὰρ τὰ λεγόμενα; Τί δὲ ὁ αἱρετικός; Εἰ γὰρ δὴ λέγοι περὶ τοῦ Πατρὸς λέγεσθαι, Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πῶς ἁρμόσει αὐτῷ τὸ ἑξῆς· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου; Οὐ γὰρ δὴ ὁ Πατήρ ἐστιν ὁ Χριστὸς, οὐδὲ αὐτὸς κέχρισται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Μονογενοῦς ὁ λόγος, περὶ οὗ καὶ τὰ ἔμπροσθεν εἴρηται· ὅπερ καὶ ὁ Ἡσαΐας ἔλεγεν, ὅτι Τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

ηʹ. Ἀλλ' ἴσως ἄν τις ἐκεῖνο ζητήσειε, τί δήποτε νῦν περὶ τῆς θεότητος διαλέγεται, πρότερον περὶ τῆς οἰκονομίας ποιησάμενος τὸν λόγον; Ὅτι καὶ ὁ Ματθαῖος οὕτω ποιεῖ. Ἀπὸ γὰρ τῆς σαρκὸς ἄρχεται, καὶ προοιμιάζεται οὕτω· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Ὁμοίως καὶ Λουκᾶς καὶ Μάρκος· ὁ Ἰωάννης δὲ μόνος ἑτέρως. Πρότερον γὰρ περὶ τῆς θεότητος εἰπὼν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ πολλὰ περὶ αὐτῆς διαλεχθεὶς, τότε εἶπε· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ δὲ καὶ ἀπεναντίας τοῖς ἄλλοις ἐχρήσατο τῇ γραφῇ τοῦ Εὐαγγελίου, ἀλλὰ καὶ οὕτω μεγάλην πρὸς αὐτοὺς τὴν συμφωνίαν ἐπέδειξε. Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐν τῷ ἐναντίῳ συμ φωνίαν εἶναι; Οὐκ οἶσθα, ὅτι καὶ τὸ ἐσθίειν τῷ μὴ ἐσθίειν ἐναντίον ἐστὶ, καὶ τὸ πίνειν τῷ μὴ πίνειν, τὸ δοῦναι τῷ μὴ δοῦναι; Πολλάκις δὲ καὶ ἰατρὸς πολλὰ τοιαῦτα ποιεῖ, οὐχ ἑαυτῷ μαχόμενος, ἀλλὰ καὶ σφόδρα συμφωνῶν· πρὸς γὰρ ἓν ὁρᾷ τέλος, τοῦ κάμνοντος τὴν ὑγείαν. Τοῦτο δὴ καὶ ἐπὶ τῶν εὐαγγελιστῶν γέγονεν. Ἐπεὶ καὶ τὸ θέρος ἀπεναντίας τοῦ χειμῶνός ἐστιν, ἀλλὰ πρὸς ἓν βλέπει τέλος, τὴν τῶν καρπῶν ἀκμὴν, καὶ εὐθηνίαν. Καὶ ὁ κόσμος ἅπας ἐξ ἐναντίων συνέστηκεν, ἀλλὰ πολλὴν εἰς τὴν ζωὴν τὴν ἡμετέραν ἐπιδείκνυται τὴν συμφωνίαν. Καὶ πρὸς τὸν Ἰωάννην δὲ ἀπεναντίας ὁ Χριστὸς ἦλθεν. Ὁ μὲν γὰρ ἤσθιεν· ὁ δὲ οὐκ ἤσθιεν. Ἦλθε γὰρ Ἰωάννης, φησὶ, μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης. Ἀλλ' εἰ καὶ ἐναντία ἦν τὰ γινόμενα, ἀλλ' ὅμως πρὸς ἓν ἔβλεπε τέλος, τῶν μελλόντων σαγηνεύεσθαι τὴν σωτηρίαν. Οὕτω δὴ καὶ ἡ τάξις αὕτη ἡ περὶ τῆς θεότητος καὶ περὶ τῆς οἰκονομίας, εἰ καὶ ἀπεναντίας τοῖς ἄλλοις γέγονε παρὰ Ἰωάννου, ἀλλ' ὅμως σφόδρα συμφώνως αὐτοῖς. Καὶ πῶς, ἐγὼ λέγω. Ὅτι παρὰ μὲν τὴν ἀρχὴν οὐδέπω τοῦ λόγου σπαρέντος, ἀκόλουθον ἦν τῷ τῆς οἰκονομίας ἐνδιατρίβειν λόγῳ, καὶ περὶ τὴν τῆς σαρκὸς γυμνάζειν διδασκαλίαν, ἀπὸ τῶν παχυτέρων καὶ αἰσθητῶν προοιμιαζομένους· ἐπειδὴ δὲ ἐπάγη τὰ τῆς γνώσεως, καὶ ἐδέξαντο τὸ κήρυγμα, λοιπὸν εὔκαιρον ἦν ἄνωθεν ἄρχεσθαι. ∆ιὰ τοῦτο καὶ οἱ προφῆται, εἴ ποτε περὶ αὐτοῦ διαλέγονται, ἀπὸ τῆς οἰκονομίας ποιοῦνται τὴν ἀρχὴν, καὶ τὰ προοίμια. Ὅρα γοῦν ὁ Μιχαίας πῶς κάτωθεν ἄρχεται· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καίτοι οὐχ ἡ θεότης ἦν ἀπὸ τῆς Βηθλεὲμ, ἀλλ' ἡ σάρξ. Ἀλλ' οὐκ ἐναπέμενε τούτῳ μόνῳ, ἀλλὰ καὶ ἀνέβη πρὸς τὴν θεότητα, λέγων· Καὶ ἡ ἔξοδος αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ ὁ Ἡσαΐας πάλιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ὁρᾷς πῶς καὶ οὗτος ἀπὸ τῆς σαρκὸς πρὸς τὴν θεότητα ἀνέβη; Καὶ πάλιν ἀλλαχοῦ σκόπει τοῦτο αὐτὸ γινόμενον· φησὶ γάρ· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὁρᾷς πῶς πάλιν ἀπὸ παιδίου, καὶ τῆς κατὰ σάρκα οἰκονομίας, ὥσπερ διά τινων βαθμῶν ἀναβαίνων ἵσταται περὶ τὴν θεότητα; Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ ἐγνωρίσθη ἀπὸ τῆς κτίσεως πρῶτον. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ Παῦλος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς σχηματίζει πολλάκις ἑαυτὸν εἰς αἰσθητὴν ὄψιν, κατὰ μικρὸν ἀνάγων τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τὰς ἀσωμάτους ἐννοίας. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν δογμάτων οὕτως ἐχρήσατο τῇ οἰκονομίᾳ, ὅπου γε καὶ ἐπὶ τῶν παραγγελμάτων καὶ ἐπὶ τῶν ἐντολῶν αὐτὸ τοῦτο ποιεῖ; ∆ιὰ δὴ τοῦτο καὶ ὁ προφήτης οὕτως ἐνταῦθα κέχρηται τῷ λόγῳ, ἀπὸ τῆς σαρκὸς ἐπὶ τὴν θεότητα ἀναβαίνων τὰ γὰρ χείλη τῆς σαρκός ἐστι, καὶ ἀπὸ τῆς θεότητος πάλιν ἐπὶ τὴν σάρκα κατελθὼν, καὶ τῇ ποικιλίᾳ τοῦ λόγου πρὸς τὴν τῶν κατηχουμένων χρώμενος σωτηρίαν. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· θρόνον ἐνταῦθα οὐ θρόνον ἁπλῶς λέγων, ἀλλὰ τὴν βασιλείαν. Ἐνταῦθα μὲν αἰώνιον λέγει, ἀλλαχοῦ δὲ ὑψηλόν· Εἶδον γὰρ, φησὶ, τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ. Καὶ πάλιν· Ὅτι ὑψηλός σου ὁ θρόνος. Καὶ ἄλλος δὲ προφήτης βλέπει καθήμενον ἐπὶ θρόνου δόξης· ὁ δὲ ∆αυῒδ καὶ φιλανθρωπίας τὸν θρόνον δείκνυσιν· Ἔλεος γὰρ, φησὶ, καὶ κρίσις κατόρθωσις τοῦ θρόνου αὐτοῦ.

θʹ. Ταῦτα δὲ πάντα περὶ τῆς βασιλείας αὐτοῦ εἴρηται, ὅτι ἀτελεύτητος τοῦτο γάρ ἐστιν εἰς αἰῶνα αἰῶνος, ὅτι ἔνδοξος, ὅτι ὑψηλὴ, ὅτι κραταιὰ καὶ ἰσχυρά. Πάλιν ὅτι ἄναρχος, ὅταν λέγῃ· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. Ὥσπερ οὖν ὁ θρόνος τῆς βασιλείας σύμβολον, οὕτω καὶ ἡ ῥάβδος καὶ τῆς βασιλείας, καὶ τῆς δικαστικῆς ἐξουσίας. ∆ιό φησι· Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Καθαρὸν γὰρ ἐκεῖ τὸ δίκαιον, καθαρὸν ἐκεῖ τὸ ὀρθὸν, οὐδὲν ἐκεῖ ἐπισκιαζόμενον. Ἀκουέτωσαν οἱ μαινόμενοι, καὶ παραπλῆγες· μᾶλλον δὲ οἱ τούτων χείρους. Τίνες δέ εἰσιν οὗτοι; Οἱ τῇ τοῦ Θεοῦ προνοίᾳ ἐγκαλοῦντες, καὶ λέγοντες· ∆ιὰ τί τὸ καὶ τὸ οὕτω γέγονε; Πῶς γὰρ οὐκ ἄτοπον τέκτονι μὲν παρακαθήμενον, καὶ διακλῶντα ξύλα, καὶ διαπρίζοντα θεώμενον, μὴ ἀπαιτεῖν λόγον, μηδὲ εὐθύνας· καὶ ἰατρὸν τέμνοντα καὶ καίοντα σάρκα, καὶ ἐν οἰκίσκῳ κατακλείοντα, καὶ λιμῷ ἄγχοντα τὸν κάμνοντα, μήτε τῶν παρεστώτων τινὰ, μηδὲ αὐτὸν τὸν πάσχοντα περιεργάζεσθαι τὰ γινόμενα· καὶ κυβερνήτην τείνοντα σχοινίον, καὶ χαλῶντα ἱστία, καὶ πάλιν ἀνιέντα καὶ βαπτίζοντα τοῖχον νηὸς, μὴ πολυπραγμονεῖν, μηδὲ περιεργάζεσθαι καθ' ἕκαστον τῶν δημιουργῶν τούτων, ἀλλ' ἡσυχάζειν καὶ σιγᾷν, καίτοι γε πολλάκις αὐτῶν διαμαρτανόντων περὶ τὴν τέχνην· τὴν δὲ ἄφατον σοφίαν, τὴν ἄφατον φιλανθρωπίαν, τὴν κηδεμονίαν τὴν ἀπέραντον ταύτην περιεργάζεσθαι καὶ πολυπραγμονεῖν; Καὶ ποίας ταῦτα οὐ μανίας; Καὶ βοηθῆσαι μὲν, καὶ προέσθαι χρήματα ὑπὲρ ἀδικουμένων, καὶ πενομένων, οὐκ ἂν ῥᾳδίως ἕλοιντο· ἐξετάζουσι δὲ δι' ὅλου, διὰ τί ὁ δεῖνα πένης, διὰ τί ὁ δεῖνα πτωχὸς, διὰ τί ὁ δεῖνα πλούσιος. Πονηρὲ δοῦλε καὶ ἀνόητε, οὐ κύπτεις κάτω, οὐδὲ καταγινώσκεις σαυτοῦ, οὐδὲ ἐπιτίθης χαλινὸν τῇ γλώσσῃ, οὐδὲ καταστέλλεις τὴν διάνοιαν, οὐδὲ ἀφεὶς τὸ ταῦτα πολυπραγμονεῖν, τὴν περιεργίαν ταύτην ἐπὶ τὸν βίον στρέφεις τὸν σόν; ∆ιάκυψον εἰς τὰ πεπραγμένα σοι, εἰς τὸ πέλαγος τῶν ἁμαρτημάτων, καὶ εἰ περίεργος εἶ καὶ πολυπράγμων, ἀπαίτησον ἑαυτὸν εὐθύνας τῶν ῥημάτων, τῶν πραγμάτων, ὧν κακῶς εἶπες, ὧν κακῶς ἐποίησας· νῦν δὲ σαυτὸν μὲν ἀνεξέταστον ἀφεὶς, καίτοι γε τῆς ῥᾳθυμίας ταύτης κόλασιν φερούσης, τῆς δὲ πολυπραγμοσύνης σωτηρίαν, τῷ Θεῷ κάθῃ δικάζων, καὶ προστιθείς σου τοῖς ἁμαρτήμασιν. Οὐκ ἀκούεις τοῦ Προφήτου πρὸς αὐτὸν λέ γοντος, Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος βασιλείας σου; Καὶ ἑτέρου πάλιν· Τὸ κρίμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται. Εἰ δὲ οὐκ οἶσθα ἀκριβῶς πάντα τὰ τοῦ ∆εσπότου σου, καὶ διὰ τοῦτο αὐτὸν δόξασον, διὰ τοῦτο μάλιστα αὐτὸν προσκύνησον, διὰ τὸ ἄφατον αὐτοῦ τῆς μεγαλωσύνης, διὰ τὸ ἀκατάληπτον αὐτοῦ τῆς προνοίας, διὰ τὸ ποικίλον αὐτοῦ καὶ σοφὸν τῆς κηδεμονίας. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Ἐπειδὴ γὰρ εἶπεν ἄνω τὰ κατορθώματα, τὰς νίκας, τὰ τρόπαια, τῆς οἰκουμένης τὴν σωτηρίαν, ὅτι ἀληθείας αὐτὴν ἐνέπλησεν, ὅτι πραότητος, ὅτι δικαιοσύνης, δεικνὺς ὅτι οὐδὲν ἀπεικὸς ταῦτα γενέσθαι, διαλέγεται λοιπὸν περὶ τοῦ ἀξιώματος τοῦ κατωρθωκότος, ὅτι Θεὸς, ὅτι βασιλεὺς, ὅτι ἀτελεύτητος, ὅτι δικαστὴς ἀδέκαστος, ὅτι τῶν δικαίων ἐραστὴς, ὅτι μισοπόνηρος. Ἐπειδὴ τοιοῦτός ἐστιν, φησὶ, διὰ τοῦτο τοιαῦτα αὐτῷ κατώρθωται. Μηδεὶς τοίνυν ἀπιστείτω, φησίν. Ὁ γὰρ κατορθώσας τοσαῦτα, καὶ δυνάμενος καὶ βουλόμενος ταῦτα κατώρθωσε. Τὰ τῆς θεότητος ὑψηλὰ γοῦν αὐτοῦ εἰπὼν, πάλιν ἐπὶ τὴν σάρκα κατάγει τὸν λόγον, καί φησι· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἄλλος φησὶν, Ἐπὶ τούτῳ ἤλειψέ σε. Ἐπὶ τῷ κατορθῶσαι τὰ εἰρημένα, φησὶν, ἀνομίαν ἐκβαλεῖν, δικαιοσύνην φυτεῦσαι, ποιῆσαι ἅπερ ἐποίησας. Σὺ δὲ μὴ θορυβηθῇς ἀκούων, ὅτι ταῦτα τῷ Πατρὶ λογίζεται. Οὐ γὰρ αὐτὸν ἀποστερῶν τῶν κατορθωμάτων ταῦτά φησιν, ἀλλὰ τὰ τοῦ Παιδὸς τῷ Πατρὶ ἀνατιθεὶς, ὥσπερ καὶ τὰ τοῦ Πατρὸς αὐτοῦ φησιν εἶναι· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά. Ἐπεὶ καὶ περὶ τῆς ἀναστάσεως ὁ μὲν Παῦλος διαλεγόμενος λέγει, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὁ δὲ Ἰωάννης φησί· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἔλαιον ἀγαλλιάσεως; Καὶ μὴν ἐλαίῳ ὁ Χριστὸς οὐδαμοῦ ἐχρίσθη, ἀλλὰ Πνεύματι ἁγίῳ. ∆ιὰ τοῦτο προσέθηκε, Παρὰ τοὺς μετόχους σου· τοῦτο αὐτὸ δηλῶν, ὅτι οὐδεὶς οὕτως ὡς αὐτός. Πολλοὶ μὲν γὰρ πρὸ αὐτοῦ χριστοὶ, οὕτως δὲ οὐδὲ εἷς· ὥσπερ πολλοὶ ἀμνοὶ, αὐτὸς δὲ ἐξαίρετος· οὕτω πολλοὶ υἱοὶ, αὐτὸς δὲ ὁ Μονογενής. Πάντα γὰρ τὰ αὐτοῦ ἐξαίρετα, οὐ τὰ τῆς θεότητος μόνον, ἀλλὰ καὶ τὰ τῆς οἰκονομίας· πνεύματι γὰρ οὐδεὶς ἐχρίσθη τοιούτῳ. Εἰ δὲ ἔλαιον αὐτὸ καλεῖ, μὴ θαυμάσῃς· προφήτης γὰρ ὢν, αἰνιγματωδέστερον διαλέγεται. Καὶ καλῶς εἶπεν, Ἀγαλλιάσεως, ἵνα δείξῃ, ὅτι εὐφροσύνης. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Ἄλλος δὲ, Ἐλαίῳ ἀγλαϊσμοῦ, εἶπεν. Ὁ δὲ ἙβραῖοςΣασὼν, τουτέστι, καλλωπισμοῦ, δόξης, κόσμου. Εἰ δὲ καὶ εὐφροσύνης, καὶ τοῦτο ἀληθές. Ὥσπερ οὖν ῥομφαίαν ἀκούσας, οὐ ῥομφαίαν νοεῖς, καὶ βέλη καὶ τόξα, οὐ τόξα καὶ βέλη, ἀλλὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν τὰ τοιαῦτα κατορθώσασαν, ἅπερ προεῖπον· οὕτω καὶ ἔλαιον ἀκούσας, μὴ ἁπλῶς ἔλαιον νόμιζε, ἀλλὰ τὴν χρῖσιν νόει. Καὶ γὰρ τὸ ἔλαιον σύμβολον τοῦ Πνεύματος ἦν, καὶ τὸ προηγούμενον καὶ ἀναγκαῖον τὸ Πνεῦμα ἦν. Τούτου τοίνυν τοιούτου ὄντος μηδὲν ἀμφίβαλλε Χριστὸν αὐτὸν καλεῖν, ἐπεὶ καὶ ὁ Ἀβραὰμ χριστὸς ἐκαλεῖτο, καὶ οἱ προφῆται, ἀλλ' οὐ πάντες ἐλαίῳ ἐχρίσθησαν· ὥσπερ ὅταν λέγῃ· Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ' αὐτόν. Μετόχους δὲ ἐνταῦθα πάντας καλεῖ τοὺς πνευματικοὺς, καθάπερ Ἰωάννης φησίν· Ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν· περὶ δὲ αὐτοῦ, Οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα ὁ Θεός. Καὶ πάλιν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Ἐκεῖ δὲ οὐκ ἀπὸ τοῦ Πνεύματος, ἀλλ' ὁλόκληρον τὸ Πνεῦμα ἦλθε· διὸ καὶ ἔφησεν· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. Ἄλλος, Εἰς τὸν ἱματισμόν σου. Ἄλλος, Πάντα τὰ ἱμάτιά σου.

ιʹ. Τινὲς μὲν οὖν φασι, τὸν τάφον αἰνίττεσθαι διὰ τούτων τὸν προφήτην, ἄλλοι δὲ, τὸ ἐνηλλαγμένον τῆς χρίσεως δηλοῦν. Οὐ γὰρ ἐκ τούτων τῶν μύρων τὸ χρῖσμα συνέκειτο τὸ παλαιὸν, ἀλλ' ἐξ ἑτέρων. Καὶ ἵνα μάθῃς, ὅτι ἕτερος χρίσεως τρόπος οὗτός ἐστι, τῇ διαφορᾷ τῶν ὑλῶν τὴν διαφορὰν τῆς ἐνεργείας ἐδήλωσε. Τὸ δὲ, Ἀπὸ τῶν ἱματίων σου, δείκνυσιν, ὅτι καὶ τὰ ἱμάτια αὐτοῦ τῆς χάριτος ἔγεμεν. Οὕτω γοῦν ἡ αἱμόῤῥους τοὺς τῶν αἱμάτων ἔπτησε κρουνοὺς, τοῦ κρασπέδου ἁψαμένη. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο ἐκληπτέον, οὐδεὶς κωλύει λόγος· ἀμφότερα γὰρ ἐμοὶ ἀποδεκτά. Ὥσπερ οὖν οὐδὲν γὰρ κωλύει πάλιν τὰ αὐτὰ λέγειν τόξον καὶ ῥομφαίαν ἀκούων. καὶ ὅσα τοιαῦτα, οὐκ αἰσθητῶς ἀκούεις· οὕτω μηδὲ σμύρναν, μηδὲ κασσίαν ἀκούσας, αἰσθητῶς νοήσῃς, ἀλλὰ νοερῶς. Ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ἄλλος φησὶν, Ἀπὸ ναῶν ἐλεφαντίνων, ὅθεν εὔφρανάν σε, ἐν τῷ τιμᾷν σε. Ἄλλος, Ἐν τοῖς ἐνδόξοις σου. Εἰπὼν ἃ κατώρθωσε, λέγει καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων αὐτοῦ ἀκολουθήσασαν τιμήν· ὅτι ἐν ναοῖς μέλλει προσκυνεῖσθαι πολυτίμοις. Τὸ γὰρ παλαιὸν αὕτη μάλιστα ἡ ὕλη τιμία, καὶ περισπούδαστος ἦν ἡ ἀπὸ τῶν ἐλεφαντίνων. ∆ιὸ καὶ ἄλλος προφήτης ἔλεγεν· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων. Καὶ δείκνυσι πάλιν ὅτι τὸ κήρυγμα οὐκ ἰδιωτῶν ἅψεται μόνον, ἀλλὰ καὶ βασιλείας ὑποτάξει, καὶ ἀναστήσουσιν αὐτῷ οἴκους πολυτίμους. Ταῦτα ἤδη ὁρᾶται ἐπὶ τῶν πραγμάτων γινόμενα. Βουλόμενος γὰρ ὁ προφήτης δεῖξαι τοῦ κηρύγματος τὴν ἰσχὺν, λέγει πῶς εἷλε, πῶς ἐχειρώσατο γυναῖκας, ἄνδρας ἰδιώτας, πλουσίους, αὐτοὺς τοὺς τὰ διαδήματα περικειμένους, καὶ τὰς συνοικούσας αὐτοῖς, ὡς πανταχοῦ ναοὺς ἐγείρειν τῷ Θεῷ. Εἶτα ἐπειδὴ λοιπὸν εἰς τοῦτον ἐξέβη τὸν λόγον, πλατύτερον αὐτὸν ὑφαίνει, τοὺς θεραπευτὰς αὐτοῦ καὶ ἱκέτας ὑπογράφων. Καὶ πῶς λαοὶ ὑπέπεσον δεικνὺς, πῶς τῆς καρδίας αὐτῶν ἥψατο, πῶς τῶν ἐχθρῶν περιεγένετο, πῶς ἡ δεξιὰ αὐτοῦ κατευώδωσεν αὐτῷ, πῶς ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην κατεφύτευσε· καὶ πάλιν μεταφορικῶς κέχρηται τῷ λόγῳ, ὥσπερ ἐν εἰκόνι τὴν

Ἐκκλησίαν ὑπογράφων, καὶ ἅπερ μετὰ ταῦτα οἱ ἀπόστολοι εἰρήκασιν, ὁ μὲν λέγων· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ὁ δὲ, Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ· ταῦτα καὶ οὗτος προαναφωνεῖ, τὴν νύμφην εἰσάγων ὁμοῦ καὶ βασιλίδα· διό φησι, Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Ἄλλος, Ἐστηλώθη, τουτέστι, βεβαίως ἔστη, ἀκινήτως ἔστη, ὅπερ ὁ Χριστὸς ἀλλαχοῦ φησιν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Εἶδες τιμῆς ὑπερβολήν; εἶδες ὄγκον ἀξιώματος; τὴν πεπατημένην, τὴν κάτω συρομένην εἰς ὅσον ὕψος ἀνήγαγεν, ὥστε αὐτῷ παρεστάναι; ἔγνως, ἡ αἰχμάλωτος, ἡ ἀπηλλοτριωμένη, ἡ πόρνη, ἡ ἐναγὴς, εἰς ὅσον ἀνέβη ἀξίωμα; Μετὰ τῶν λειτουργικῶν παρέστηκε δυνάμεων. Ὁ μὲν γὰρ Υἱὸς, ἅτε ὁμότιμος ὢν, ἐκ δεξιῶν κάθηται, αὕτη δὲ ἕστηκεν. Εἰ γὰρ καὶ βασίλισσά ἐστιν, ἀλλὰ κτιστῆς οὐσίας ἐστί. Πῶς οὖν ὁ Παῦλός φησι· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ; Ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ. Οὐχ ἁπλῶς εἶπε, Συνήγειρε καὶ συνεκάθισεν· ἀλλ', Ἐν Χριστῷ· τουτέστι, διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἡ κεφαλὴ ἡμῶν ἄνω, φησὶν, ἐστὶν, ἡμεῖς δὲ σῶμα, τῆς κεφαλῆς ἄνω καθημένης, καὶ ἡμεῖς τῆς τιμῆς μετέχομεν, εἰ καὶ ἑστήκαμεν. Ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄλλος, Ἐν διαδήματι χρυσοῦ ἐκ Σουφείρ. Ὥσπερ ἐπὶ τοῦ βασιλέως οὐ τόξα καὶ βέλη νοοῦμεν, οὕτω μηδὲ ἐπὶ τῆς νύμφης ἱμάτια νόει· ἀλλὰ διὰ τῶν αἰσθητῶν θεοπρεπῆ νοήματα ἐκλάμβανε. Ἵνα γὰρ μηδέν τι τοιοῦτόν τις ὑποπτεύσῃ, ἐπήγαγε λέγων· Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Καὶ μὴν τὰ ἱμάτια μάλιστα πάντων ἔξωθεν, καὶ χάριν τῶν ὁρωμένων ἐστὶν, ἀλλ' ὅταν ᾖ σωματικά· ὅταν δὲ περὶ πνευματικῶν ὁ λόγος ᾖ, ἔνδον στρέφε τὸ ὄμμα τῆς διανοίας. Τοῦτο τὸ ἱμάτιον ὁ βασιλεὺς ὕφηνε, καὶ ἐνέδυσεν αὐτὴν διὰ τοῦ βαπτίσματος. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Πρὸ γὰρ τούτου γυμνὴ ἦν καὶ ἀσχημονοῦσα, προκειμένη πᾶσι τοῖς παραπορευομένοις ὁδόν· ἀφ' οὗ δὲ τὸ ἱμάτιον ἐνεδύσατο τοῦτο, πρὸς τὸ ὕψος ἀνηνέχθη ἐκεῖνο, καὶ τῆς ἐκ δεξιῶν στάσεως ἠξιώθη. Καλῶς δὲ αὐτὸ καὶ ποικίλον φησίν. Οὐ γὰρ μονοειδὲς τὸ ἱμάτιον. Οὐ γὰρ ἐκ χάριτός ἐστι σωθῆναι μόνον, ἀλλὰ χρεία καὶ πίστεως, καὶ μετὰ τὴν πίστιν καὶ ἀρετῆς. Ἀλλὰ νῦν οὐ περὶ ἱματίων ὁ λόγος. Οὐδὲ γὰρ τῷ Πνεύματι τοσαύτη σπουδὴ ἦν, ὥστε ἱμάτια γυναικὸς διαγράφειν χρυσᾶ. Εἰ γὰρ ταῖς καλλωπιζομέναις γυναιξὶν ὁ Ἡσαΐας ἐγκαλεῖ, καὶ πανταχοῦ τὰ τῆς τρυφῆς ἐκβέβληται· πῶς ἂν ἐνταῦθα ἐπῄνεσε γυναῖκα καλλωπιζομένην; Ἄκουσον, θύγατερ; καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλ λους σου. Ἄλλος φησὶν, Ἵνα ἐπιθυμήσῃ. Ὅτι αὐτός ἐστι Κύριός σου. Ἄλλος, Αὐτὸς γὰρ Κύριός σου. Καὶ προσκυνήσουσιν αὐτῷ. Ἄλλος, Καὶ προσκύνει αὐτῷ. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Ἄλλος, Ἡ δὲ θυγάτηρ κραταιὰ δῶρα οἴσει. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

ιαʹ. Ὁρᾷς πῶς οὐδὲν αἰσθητόν; πῶς οὐδὲν σωματικὸν, ἀλλὰ πάντα νοερά; Πῶς γὰρ ἡ νύμφη θυγάτηρ τοῦ αὐτοῦ ἐστι; πῶς δὲ ἡ θυγάτηρ νύμφη; Ἐπὶ μὲν τῶν σωματικῶν οὐκ ἔνι τοῦτο ἀλλ' ἕτερον τοῦτο, καὶ ἕτερον ἐκεῖνο· ἐπὶ δὲ τοῦ Θεοῦ ἀμφότερα ἔνι. Αὐτὸς γὰρ αὐτὴν ἀνεγέννησε διὰ τοῦ βαπτίσματος, αὐτὸς αὐτὴν καὶ ἡρμόσατο. Ἄκουσον, θύγατερ, καὶ ἴδε. ∆ύο αὐτῇ παρέσχε, καὶ διδασκαλίαν τὴν διὰ τῶν ῥημάτων, καὶ ὄψιν τὴν διὰ τῶν θαυμάτων, καὶ τὴν διὰ τῆς πίστεως· καὶ τὰ μὲν ἔδωκεν, τὰ δὲ ἐπηγγείλατο. Ἄκουσον τοίνυν τῶν ῥημάτων τῶν ἐμῶν, ἴδε μου τὰ θαύματα καὶ τὰ ἔργα, καὶ ἀνέχου τῶν παραινέσεων. Καὶ ὅρα ποῖον παράγγελμα ποιεῖται πρότερον. Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ἐπειδὴ γὰρ ἐξ ἐθνῶν αὐτὴν ἡρμόσατο, τοῦτο αὐτῇ πρότερον παραγγέλλει, ἀποξῦσαι τὴν συνήθειαν ἐκείνην, ἀποστῆσαι τῆς μνήμης, ἐκβαλεῖν αὐτὰ τῆς διανοίας, μὴ μόνον αὐτὰ φυγεῖν, ἀλλὰ μηδὲ μεμνῆσθαι αὐτῶν παραινῶν. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ὅταν δὲ εἴπῃ καὶ λαὸν καὶ οἶκον, πάντα τὰ ἐκεῖ πραττόμενα λέγει παρ' αὐτῶν, καὶ βίον καὶ δόγματα. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὁρᾷς ὅτι οὐ περὶ σωματικοῦ κάλλους ὁ λόγος· ἂν γὰρ ταῦτα ποιήσῃς, τότε ἔσῃ καλὴ, τότε ὁ βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους. Καὶ μὴν σωματικὸν κάλλος ταῦτα οὐκ ἐργάζεται. Καὶ γὰρ ἐν ἀπίστοις ὁρῶμεν κάλλος σωματικὸν, καὶ γυναῖκας εὐμόρφους Ἑλληνίδας οὔσας. Ἀλλ' ἵνα μάθῃς. ὅτι οὐ περὶ σωματικοῦ κάλλους ὁ λόγος, ἐκ τῆς ὑπακοῆς αὐτοῦ συνίστασθαι τοῦτό φησιν· ἡ ὑπακοὴ δὲ οὐ τὸ σωματικὸν κάλλος συνίστησιν, ἀλλὰ τὸ ψυχικόν. Ἐὰν γὰρ ταῦτα ποιήσῃς, φησὶ, τότε ἔσῃ καλὴ, τότε ἐπέραστος τῷ νυμφίῳ. Ὅτι αὐτός σου ἐστὶ Κύριος. Ἰδοὺ ὁ πατὴρ καὶ νυμφίος καὶ δεσπότης ἀνεφάνη. Ἐπειδὴ γὰρ ἐπέταξεν ἀποστῆναι πατρῶν, ἐπιλαθέσθαι λαῶν, ἐκβαλεῖν τὴν συνήθειαν, δείκνυσι τῶν ἐπιταγμάτων τὸ δικαίωμα μέγιστον ὂν, καὶ πολλὴν οὖσαν τὴν ἀκολουθίαν τοῦ λόγου, καὶ ὀφεῖλον τοῦτο γενέσθαι. Εἰ γὰρ καὶ πατήρ σου αὐτὸς, καὶ νυμφίος αὐτὸς, καὶ κύριος αὐτὸς, δίκαιον ἂν εἴη πάντων ἐκείνων ἀποστᾶσαν, τούτῳ ἑαυτὴν ἀναθεῖναι. Καὶ οὐκ εἶπεν, Ὅτι αὐτός σού ἐστι πατήρ· ἀλλ', Ὅτι αὐτός σού ἐστι Κύριος, ἵνα τούτῳ μάλιστα αὐτῆς καθίκηται· ὅτι καὶ ὁ κύριος καὶ δεσπότης καὶ πατήρ σου εἵλετο γενέσθαι καὶ νυμφίος· μᾶλλον δὲ καὶ αὐτὸ τὸ γενέσθαι κύριον πολλῆς κηδεμονίας ἐστὶ καὶ φιλανθρωπίας, τὸ τὴν δαιμόνων δούλην, καὶ ὑπὸ τῆς πλάνης πατουμένην, ταύτην ἑλέσθαι ἑαυτῷ. Οὐ μόνον δὲ δούλην, ἀλλὰ καὶ θυγατέρα καὶ νύμφην ἐποίησεν. Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐ γὰρ πρὸς ἀλλότριόν τινα ἔρχῃ, ἀλλὰ πρὸς τὸν ποιήσαντά σε, καὶ πάντων ἐκείνων οἰκειότερον, καὶ κηδόμενόν σου καὶ φροντίζοντα. Αὐτὸς γάρ σου κύριος καὶ πατὴρ, καὶ πάντα αὐτός σοι δέδωκε. Καὶ προσκυνήσουσιν αὐτῷ· καὶ θυγάτηρ Τύρου ἐν δώροις. Ποία αὕτη ἀκολουθία; Καὶ σφόδρα ἀρίστη· προτροπῆς γὰρ εἶδος τοῦτο μέγιστον. Πρόσελθε, φησί· καὶ γὰρ μεγάλη αὐτοῦ ἡ ἰσχύς· καὶ πάντες αὐτῷ ὑπακούσονται. Καὶ ἀφεὶς τὴν οἰκουμένην εἰπεῖν ὁ Προφήτης, τὴν γείτονα λέγει πόλιν τὴν ἐν ἀσεβείᾳ τότε κατεχομένην, τὴν ἀκρόπολιν τοῦ διαβόλου, τὴν ὄνομα μέγα ἔχουσαν ἐπὶ πολυτελείᾳ, ἀπὸ τοῦ μέρους τὸ ὅλον αἰνιττόμενος. Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀσέβειαν πᾶσαν οὕτω καλέσαι καὶ τὴν ἀσωτίαν· οἶδε γὰρ ἀπὸ πόλεων τρόπους χαρακτηρίζειν, ὡς ὅταν λέγῃ· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· ἐνωτίσασθε νόμον Θεοῦ ὑμῶν, λαὸς Γομόῤῥας. Καὶ μὴν πρὸς Ἰουδαίους διελέγετο· ἀλλ' ἐπειδὴ τὰ Σοδόμων ἔπραττον, ἀπὸ τῶν ὀνομάτων τῶν Σοδόμων καλεῖ αὐτούς. Καὶ τί θαυμάζεις, εἰ ἀπὸ πατρίδος αὐτοὺς οὕτω καλεῖ, ὅπου γε καὶ πατέρας αὐτοῖς τοιούτους δίδωσι λέγων· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία; Καὶ οὐδὲ ἐνταῦθα ἵστησι τὴν κατηγορίαν, ἀλλὰ καὶ ἐπὶ θηρία ἐξάγει τὸν λόγον, ἐν μὲν τῇ καινῇ οὕτω λεγούσῃ Γραφῇ· Ὄφεις γεννήματα ἐχιδνῶν· καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ἀλλαχοῦ· Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι; Οὕτω δὴ καὶ ἐνταῦθα τοὺς ἐν ἀσεβείᾳ καὶ ἀσελγείᾳ βεβιωκότας Τυρίους ἐκάλεσεν. Ἀλλὰ καὶ τούτων περιέσομαι, φησὶ, καὶ κρατήσω, καὶ οὕτω κρατήσω, ὡς καὶ προσκυνεῖν αὐτοὺς, καὶ οὐχ ἁπλῶς προσκυνεῖν, ἀλλὰ καὶ δῶρα προσφέρειν καὶ ἀπαρχὰς, ὅπερ μέγιστον εἶδος λατρείας ἐστὶ, καὶ τῆς μεθ' ὑπερβολῆς ὑπακοῆς σημεῖον. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Τί ἐστι, Λιτανεύσουσι; Τιμήσουσι, δοξάσουσιν οἱ μεγάλοι καὶ ὑψηλοὶ νῦν. Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοῦτο γίνεται, τοὺς ἐν ἀρετῇ ζῶντας τιμῶσι, θεραπεύουσιν ἅπαντες, κἂν πλούτῳ καὶ ἀξιώμασιν ὦσι κομῶντες. Πάσης γὰρ εὐπορίας μείζων ἀρετή.

ιβʹ. Καὶ τὴν Ἐκκλησίαν ὁρᾶτε παρὰ πάντων τιμωμένην. Καὶ καλῶς εἶπε, Τὸ πρόσωπόν σου, τουτέστι, τὴν δόξαν σου, τὸ κάλλος σου, τὴν εὐμορφίαν σου. Εἶτα ἐπειδὴ τοῦ προσώπου ἐμνήσθη, καὶ ἱματίων, καὶ κάλλους, ἵνα μή τις τῶν παχυτέρων αἰσθητόν τι νοήσῃ, ἐπήγαγε λέγων, Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Πρὸς τὴν διάνοιαν εἴσελθε, φησὶ, τὸ κάλλος καταμάνθανε τῆς ψυχῆς· περὶ ἐκείνων διαλέγομαί σοι, κἂν ἱματισμὸν εἴπω, κἂν κάλλος εἴπω, κἂν χρυσίον εἴπω, κἂν κρόσσους, κἂν διάχρυσα εἴπω, κἂν ὁτιοῦν τοιοῦτον ἕτερον, περὶ διανοίας ὁ λόγος, περὶ ψυχῆς ἡ διδασκαλία, περὶ ἀρετῆς τὸ λεγόμενον, περὶ τῆς ἔνδον δόξης. ∆ιὰ δὴ τοῦτο πάλιν θαῤῥούντως ἐπὶ τὰς σωματικὰς εἰκόνας ἄγει τὸν λόγον, ἅπαξ διορθωσάμενος τὸν παχὺν ἀκροατὴν τοῖς εἰρημένοις. Ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἄλλος, ∆ιὰ συσφιγκτήρων χρυσῶν ἠμφιεσμένη ποικίλα· πάλιν τῷ ὀνόματι τοῦ χρυσίου τὴν ἀρετὴν καλέσας. Οὕτω καὶ Παῦλός φησι· Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· τὴν ἀρετὴν καὶ τὴν κακίαν ταῖς προσηγορίαις τῶν ὑλῶν τούτων ἡμῖν παριστάς. Ἵνα γὰρ μὴ ταῦτα νομίσῃς τὸ ἔσωθεν κείμενον, οὐκ ἀφίησί σε τὰ ἔξω φαντάζεσθαι, ἀλλ' ἕλκει τὴν διάνοιαν ἔνδον. Ὥσπερ γὰρ σῶμα φαίνεται καλὸν τούτοις περιβεβλημένον· οὕτω ψυχὴ καλλωπίζεται ἀρετὴν ἐνδεδυμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ἄλλος, Ἀκολουθήσουσιν. Ἄλλος, Ἀνενεχθησονται. Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως. Εἶδες τὰ ἱμάτια τὰ κροσσωτά; εἶδες τὴν χρυσῆν στολὴν, τῆς παρθενίας τὸ ἄνθος; Τοῦτο τῆς Ἐκκλησίας τὸ ἱμάτιον. Καὶ θέα μοι τοῦ Προφήτου τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ οὐκ εὐθέως, τῆς Ἐκκλησίας συστάσης, τὸ τῆς παρθενίας ἤνθησε καλὸν, ἀλλ' ὕστερον καὶ μετὰ χρόνον τινὰ, διὰ τοῦτο καὶ αὐτὸς μετὰ ταῦτα τίθησιν αὐτὸ, μετὰ τὸ ἐπιλαθέσθαι αὐτὴν τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς, καὶ ἐνδύσασθαι τὸν κόσμον ἐκεῖνον, καὶ λάμψαι τῷ κάλλει. ∆ιό φησιν· Ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται. Αἱ πλησίον, οὐ τόπῳ ἁπλῶς, ἀλλὰ καὶ τρόπῳ, καὶ τοῖς δόγμασιν αὐτῇ συνᾴδουσαι· ὡς τάς γε τῶν αἱρετικῶν οὐκ ἄν τις εἴποι παρθένους· οὐ γάρ εἰσι πλησίον τῆς βασιλίδος. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ὅρα τὸ ἀποστολικὸν ἐνταῦθα διαλάμπον, καὶ τὴν ἀπόφασιν ἐκείνην διαδεικνυμένην καὶ ἐν τῷ Προφήτῃ. Ποίαν δὴ ταύτην; Ὅτι Θλίψιν τῇ σαρκὶ ἕξουσιν αἱ γαμούμεναι. Ὥσπερ δὲ ἐκεῖναι θλίψιν, οὕτως αὗται ἀγαλλίασιν καὶ εὐφροσύνην. Ἡ μὲν γὰρ τέκνα, καὶ ἄνδρα, καὶ οἰκίαν, καὶ οἰκέτας, καὶ συγγενεῖς, καὶ κηδεστὰς, καὶ γαμβροὺς, καὶ ἔγγονα, καὶ πολυπαιδίαν, καὶ ἀπαιδίαν μεριμνᾷν ἀναγκάζεται οὐδὲ γὰρ καιρὸς νῦν τὰς νιφάδας ὑπογράφειν τοῦ γάμου· ἡ δὲ παρθένος ἐσταυρωμένη, καὶ τῶν παρόντων ἀπαλλαγεῖσα, καὶ τῶν βιωτικῶν φροντίδων ἀνωτέρα γενομένη, καὶ τὸν εὔριπον διαδῦσα, καὶ πρὸς τὸν οὐρανὸν καθ' ἑκάστην βλέπουσα τὴν ἡμέραν, ἀπολαύει τῆς χαρᾶς τοῦ Πνεύματος, ἐντρυφᾷ τῇ ἀγαλλιάσει. Οὐ τὰ παρόντα δὲ μόνον ὁ προφήτης, ἀλλὰ καὶ τὰ μέλλοντα αἰνίττεται, ὅταν φαιδρὰς καὶ λαμπρὰς ἔχουσαι λαμπάδας ἀπαντῶσι, τὸν νυμφίον ὑποδεχόμεναι. Ναὸν δὲ ἐνταῦθα βασιλέως, τὰ βασίλεια, καὶ νυμφῶνα τὰς παστάδας λέγει. Ἀντὶ τῶν πατρῶν σου ἐγεννήθησαν υἱοί σου. Ἄλλος, Ἔσονταί σοι υἱοί σου. Ἐπειδὴ ἄνω λαοῦ καὶ πατρῶν ἐμνήσθη, λέγων, Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· δεικνὺς ὅτι πολλῆς ἀπολαύσεται καὶ κατ' αὐτὸ τὸ μέρος εὐημερίας, τοῦτο ἐπήγαγεν. Ἔστι γὰρ μήτηρ μυρίων παίδων ἡ στεῖρα. Ὥστε εἰ καὶ γονέων ἀπεσπάσθης, ἀλλ' οἱ τῶν παίδων χοροὶ οὕτως ἐπίδοξοι, οὕτω λαμπροὶ καὶ περιφανεῖς ἔσονται, ὡς πᾶσαν ἐμπλῆσαι τὴν οἰκουμένην.

ιγʹ. Ἐμοὶ δὲ δοκεῖ τοὺς ἀποστόλους λέγειν, τοὺς διδασκάλους ἐν αὐτῇ γενομένους. Εἶτα ὑπογράφων αὐτῶν τὴν δύναμιν καὶ τὴν ἰσχὺν, καὶ τὴν δόξαν, φησί· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ἆρα ταῦτα ἑρμηνείας δεῖται; Οὐκ ἔγωγε οἶμαι, ὥσπερ οὖν οὐδὲ ὁ ἥλιος, ὅτε φαιδρός ἐστι· τὰ δὲ εἰρημένα τούτου φανερώτερα· καὶ γὰρ τὴν οἰκουμένην ἅπασαν ἐπέδραμον οἱ ἀπόστολοι, καὶ πάντων ἀρχόντων ἄρχοντες ἐγένοντο κυριώτεροι, βασιλέων δυνατώτεροι. Οἱ μὲν γὰρ βασιλεῖς ζῶντες κρατοῦσι, τελευτήσαντες δὲ καταλύονται· οὗτοι δὲ τελευτήσαντες μᾶλλον κρα τοῦσι. Καὶ τὰ μὲν τῶν βασιλέων νόμιμα εἴσω τῶν οἰκείων ὅρων ἔχει τὴν ἰσχὺν, τὰ δὲ τῶν ἁλιέων προστάγματα πανταχοῦ τῆς οἰκουμένης ἐξετάθη. Ὁ Ῥωμαίων βασιλεὺς οὐκ ἂν δύναιτο νομοθετεῖν Πέρσαις, οὐδὲ ὁ Περσῶν Ῥωμαίοις· οἱ δὲ Παλαιστινοὶ οὗτοι καὶ Πέρσαις, καὶ Ῥωμαίοις, καὶ Θρᾳξὶ, καὶ Σκύθαις, καὶ Ἰνδοῖς, καὶ Μαύροις, καὶ πάσῃ τῇ οἰκουμένῃ νόμους ἔθηκαν· καὶ οὐχὶ ζώντων αὐτῶν ἐκράτησαν μόνον, ἀλλὰ καὶ τελευτησάντων· καὶ μυριάκις ἂν ἕλοιντο οἱ νομοθετηθέντες τὴν ψυχὴν ἀφεῖναι, ἢ τῶν νόμων ἀποστῆναι ἐκείνων. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν, Ἀναμνήσω τὸ ὄνομά σου καθ' ἑκάστην γενεάν. ∆ιὰ τοῦτο λαοὶ ὑμνήσουσί σε διηνεκῶς. Ἄλλος, Ἐπὶ τούτῳ λαοὶ ἐξομολογήσονταί σοι. Εἶπε τὸ μέγεθος τῆς ἀρχῆς ἀπὸ τοῦ μήκους τῆς γῆς, ἀπὸ τοῦ πλάτους τῆς οἰκουμένης, ἀπὸ τοῦ πλήθους τῶν ἐθνῶν τῶν ὑποταγέντων. Λέγει καὶ ἑτέρωθεν αὐτῆς τὸ ἀξίωμα, ὅτι οὐ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται μόνον, ἀλλὰ καὶ πανταχοῦ τοῦ αἰῶνος. Ἀθάνατος γὰρ ἔσται, φησὶν, ἡ μνήμη σου, ἀνάγραπτος ἐν ταῖς βίβλοις ταῖς ἡμετέραις, ἀνάγραπτος ἐν ταῖς πολιτείαις, ἀνάγραπτος ἐν τοῖς προστάγμασιν. Ὅρα πῶς καὶ τῆς οἰκείας προφητείας τὸ διαρκὲς προφητεύει. Εἰπὼν γὰρ, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, τοῦτο ἐδήλωσε. Κἂν ἐγὼ τελευτήσω, φησὶν, ἀλλ' ᾄσομαι εἰς σὲ καὶ τελευτῶν. Τὸ μὲν γὰρ σῶμα διαλυθήσεται· τὰ δὲ γράμματα μένει, καὶ ὁ νόμος διαρκής. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι. Ὅθεν ἤρξατο, ἐνταῦθα κατέλυσεν, εἰς τὸν Χριστόν. ∆ιὰ τοῦτο. Ποῖον; Ὅτι τοσαῦτα κατώρθωσας, ὅτι τοιούτους ἄρχοντας ἐπέστησας, ὅτι κακίαν ἤλασας, ὅτι ἀρετὴν ἐφύτευσας, ὅτι τὴν φύσιν ἡρμόσω τὴν ἡμετέραν, ὅτι τὰ ἀπόῤῥητα ταῦτα εἰργάσω ἀγαθά· πᾶσά σοι ἡ οἰκουμένη ὕμνον ἀνοίσει, οὐκ ἐν βραχεῖ χρόνῳ, οὐδὲ ἐν δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν ἔτεσιν, οὐδὲ ἐν μέρει τῆς οἰκουμένης, ἀλλὰ γῆ καὶ θάλαττα, οἰκουμένη τε καὶ ἀοίκητος διὰ παντὸς τοῦ αἰῶνος ᾄσονται, χάριν ὁμολογοῦντες ἐπὶ τοῖς ἀγαθοῖς τοῖς γεγενημένοις. Ὑπὲρ δὴ τούτων ἁπάντων καὶ ἡμεῖς εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυ φίων. Ἄλλος, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Ἄλλος, Ὑπὲρ νεοτήτων ᾆσμα. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι, ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ἄλλος, Ἐν θλίψεσιν εὑρισκόμενος. ∆ιὰ τοῦτο οὐ φο βηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.

αʹ. Τῇ συνήθει κέχρηται φιλοσοφίᾳ ὁ προφήτης, τῶν μὲν βιωτικῶν ἀπάγων πραγμάτων, εἰς δὲ τὴν ἐλπίδα τὴν ἄνωθεν ἀνάγων τὸν ἀκροατήν. Μὴ γάρ μοι ὅπλα καὶ τείχη καὶ τάφρους εἴπῃς, φησὶ, μηδὲ περιουσίαν χρημάτων, καὶ πολεμικῶν ἐμπειρίαν, καὶ πλῆθος ἵππων, μηδὲ τόξα, καὶ βέλη, καὶ θώρακας, μηδὲ συμμάχων πλήθη, καὶ στρατιωτῶν φάλαγγας, μηδὲ σώματος ἰσχὺν, καὶ πολεμίων πεῖραν. Πάντα ταῦτα ἀράχνης καὶ σκιᾶς ἀδρανέστερα. Ἀλλ' εἰ βούλει τὴν ἄμαχον ἰδεῖν δύναμιν, τὴν καταφυγὴν τὴν ἀχείρωτον, τὸ φρούριον τὸ ἄσυλον, τὸν πύργον τὸν ἄσειστον, ἐπὶ τὸν Θεὸν κατάφευγε, ἐκείνην ἐπισπῶ τὴν ἰσχύν. Καὶ καλῶς εἶπεν, Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις· δεικνὺς ὅτι ποτὲ μὲν φεύγοντες νικῶμεν, ποτὲ δὲ ἱστάμενοι καὶ πολεμοῦντες. Καὶ γὰρ ἀμφότερα ταῦτα δεῖ ποιεῖν, καὶ ὁμόσε χωρεῖν, καὶ ἐκκλίνειν. Τοῦτο καὶ Παῦλος ἐποίει, ποτὲ μὲν ὑποχωρῶν, ποτὲ δὲ ἐπεμβαίνων τοῖς ἐναντιουμένοις τῷ λόγῳ τῆς ἀληθείας. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίει διδάσκων ἡμᾶς· τοῦτο καὶ ἡμᾶς δεῖ ποιεῖν, καὶ εἰδέναι μετὰ ἀκριβείας καιρῶν ἐπιτηδειότητα, καὶ εὔχεσθαι μὲν μὴ εἰσελθεῖν εἰς πειρασμὸν κατὰ τὸ λόγιον ἐκεῖνο τὸ εὐαγγελικόν· παραγενομένου δὲ, μὴ μαλακίζεσθαι, ἀλλ' ἑστάναι γενναίως. Βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ὃ πολλάκις εἶπον, καὶ νῦν λέγω. Οὐ κωλύει τὰς θλίψεις ἐπελθεῖν, ἀλλὰ παραγενομένων παρίσταται, χρησίμους ἡμᾶς ἐργαζόμενος καὶ δοκίμους. Τὸ δὲ Σφόδρα τῷ Βοηθὸς προσνεμητέον. Καὶ γὰρ οὐχ ὡς ἔτυχε βοηθεῖ, ἀλλὰ μετὰ τῆς ὑπερβολῆς, πλείονα παρέχων τὴν ἀπὸ τῆς συμμαχίας παράκλησιν τῆς ἀπὸ τῶν θλίψεων ὀδύνης. Οὐ γὰρ ὅσον ἀπαιτεῖ τῶν δεινῶν ἡ φύσις, τοσαύτην ἡμῖν παρέχει τὴν συμμαχίαν, ἀλλὰ πολλῷ πλείονα. ∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα, φησὶν, ἐν τῷ ταράσσεσθαι τὴν γῆν. Ὁρᾷς πῶς πλείονα παρέχει τὴν βοήθειαν, καὶ ἐκ πολλῆς τῆς περιουσίας; Οὐ γὰρ εἶπεν, Οὐ μόνον οὐχ ἁλωσόμεθα, οὐδὲ πεσούμεθα, ἀλλ' Οὐδὲ ὃ κοινὸν τῆς φύσεώς ἐστι πεισόμεθα, τὸ φοβηθῆναι καὶ δεῖσαι. Πόθεν δὲ τοῦτο γίνεται; Ἐκ τοῦ τὴν συμμαχίαν ἐκ περιουσίας ἐπιέναι. Γῆν δὲ ἐνταῦθα, καὶ ὄρη, καὶ καρδίαν θαλασσῶν, οὐ τὰ στοιχεῖά φησιν, ἀλλὰ τῷ ὀνόματι τούτων τοὺς ἀφορήτους κινδύνους αἰνίττεται. Κἂν πάντα ἴδωμεν συγκεχυμένα, φησὶ, κἂν ταραχὴν ἀφόρητον, κἂν ταῦτα συμβαίνοντα, ἃ μηδέποτε γέγονε, κἂν αὐτὴν, ὡς ἂν εἴποι τις, τὴν κτίσιν συῤῥηγνυμένην ἑαυτῇ, καὶ τοὺς τῆς φύσεως κινουμένους ὅρους, καὶ πάντα ἐκ βάθρων ἀνασπώμενα, καὶ τὰ πρῶτα στοιχεῖα συγχεόμενα, καὶ τοσαύτην γινομένην τὴν ταραχὴν, οὐ μόνον οὐχ ἁλωσόμεθα, ἀλλ' οὐδὲ δείσομεν. Τὸ δὲ αἴτιον, ὅτι ὁ πάντων τούτων ∆εσπότης βοηθεῖ, καὶ χεῖρα ὀρέγει, καὶ παρίσταται. Εἰ δὲ τούτων γινομένων οὐκ ἂν ἐνδοίημεν, οὐδὲ καταμαλακισθείημεν· πολλῷ μᾶλλον ἐπιόντων τῶν ἐχθρῶν, καὶ τῶν πολεμίων παραταττομένων. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Ἄλλος φησίν· Ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων, καὶ σειομένων ὀρέων ἐν τῷ ἐνδοξασμῷ αὐτοῦ. Εἰπὼν, ὅτι οὐ δείσομεν συῤῥηγνυμένων ἁπάντων, λοιπὸν περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται, ὅτι ἄμαχος αὐτοῦ ἡ ἰσχύς. Καὶ εἰκότως φησὶν, οὐ δεδοίκαμεν, καὶ ὅπερ ἀεὶ ποιεῖ, νῦν μὲν ἀπὸ τῆς κτίσεως, νῦν δὲ ἀπὸ τῶν τοῖς ἀνθρώποις συμβαινόντων ἀνακηρύττει αὐτοῦ τὴν ἰσχὺν, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Σείει πάντα, σαλεύει, μετατίθησιν, ὅταν βούληται· οὕτως αὐτῷ ῥᾴδια καὶ εὔκολα πάντα. Ἐμοὶ δὲ δοκεῖ τὰ πλήθη ἐνταῦθα αἰνίττεσθαι τῶν ἀνδρείων, καὶ τοὺς ὑψηλοὺς τῶν πολεμίων, καὶ τὸν ἄπειρον λαὸν τῶν ἐναντίων. Τοσαύτη γὰρ αὐτοῦ ἡ δύναμις, φησὶν, ὡς ἁπλῶς νεῦσαι, καὶ ταῦτα πάντα γίνεσθαι. Πῶς οὖν δυνάμεθα φοβεῖσθαι τοιοῦτον ἔχοντες ∆εσπότην; ∆ιάψαλμα. Ἄλλος, Ἀεί. Τοῦ ποταμοῦ τὰ ὁρμήματα. Ἄλλος, ∆ιαιρέσεις. Ὁ δὲ Ἑβραῖος, Φαλαγαῦ. Εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἄλλος φησὶ, Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται. Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρὸς πρωῒ πρωΐ. Ἄλλος φησὶ, Περὶ τὸν ὄρθρον. Ἄλλος, Τὸ νεῦσαι πρωΐαν. Εἰπὼν περὶ τῆς δυνάμεως αὐτοῦ καὶ τῆς ἰσχύος, καὶ ὅτι ῥᾴδια αὐτῷ πάντα, εἰς τὴν τῆς Ἰουδαϊκῆς προνοίας ὑπόθεσιν μετατίθησι τὸν λόγον, τὰ δεδομένα αὐτοῖς ἀγαθὰ διὰ βραχέων λέξεων παριστάς. Οὗτος γὰρ, ὁ οὕτω δυνατὸς, ὁ οὕτως ἰσχυρὸς καὶ φοβερὸς, καὶ πάντα ἄγων καὶ φέρων, ὁ πάντα σείων καὶ κινῶν, καὶ μετατιθεὶς καὶ μεθιστὰς, μυρίων τὴν πόλιν ἡμῶν ἐνέπλησεν ἀγαθῶν. Ποταμὸς γὰρ ἐνταῦθα τὸ δαψιλὲς τῆς χορηγίας τῶν ἄνωθεν δωρεῶν, καὶ τὸ ἀκώλυτον καὶ τὸ ἐκκεχυμένον παρίστησιν, ὡσανεὶ ἔλεγε· Καθάπερ ἐκ πηγῶν ἡμῖν ἅπαντα ἐπιῤῥεῖ τὰ ἀγαθά. Ὥσπερ γὰρ ποταμὸς εἰς μυρία σχιζόμενος μέρη, τὴν ὑποκειμένην ἄρδει χώραν· οὕτως ἡ τοῦ Θεοῦ πρόνοια πανταχόθεν ἐπιῤῥεῖ, δαψιλῶς φερομένη, καὶ ῥοιζηδὸν ἐπιοῦσα, καὶ πάντα πληροῦσα. Οὐκ ἀσφάλειαν δὲ παρέχει μόνον ἡμῖν, οὐδὲ βοήθειαν ἀῤῥαγῆ, ἀλλὰ καὶ πνευματικὴν χαράν· διό φησιν· Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ τοῦτο δὲ εὐεργεσίας αὐτὸ μέρος οὐ μικρὸν, τὸ σκήνωμα αὐτοῦ καλέσαι τὸν τόπον.

βʹ. Καὶ οὐχ ἁπλῶς τέθεικε τὸ, Ὁ Ὕψιστος. Ὁ οὖνοὕτως ὑψηλὸς, ὁ μηδενὶ τόπῳ περιεχόμενος, ἡ ἄφραστος οὐσία, κατηξίωσε σκήνωμα αὐτοῦ καλέσαι τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντοθεν αὐτὴν συνέχει. Τοῦτο γὰρ ἔστιν, Ἐν μέσῳ αὐτῆς, ὡς καὶ ἀλλαχοῦ λέγει· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι. Πάντοθεν αὐτὴν συγκροτεῖ· διὰ τοῦτο οὐ μόνον οὐδὲν πείσεται δεινὸν, ἀλλ' οὐδὲ σαλευθήσεται. Καὶ τὸ αἴτιον, ὅτι ταχίστης ἀπολαύει τῆς συμμαχίας, ἑτοίμου καὶ παρεσκευασμένης οὔσης· τοῦτο γάρ ἐστι τὸ Πρωΐ· οὐ μελλούσης, οὐδὲ βραδυνούσης, ἀλλὰ νεαρᾶς ἀεὶ καὶ ἀκμαζούσης, καὶ ἐν καιρῷ τῷ προσήκοντι. Ἐταράχθησαν ἔθνη. Ἄλλος, Συνήχθησαν ἔθνη. Ἔκλιναν βασιλεῖαι. Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. ∆είκνυσιν αὐτοῦ τῆς βοηθείας ἐνταῦθα τὴν δύναμιν. Οὐ γὰρ δὴ τῶν τυχόντων ἐπιόντων, ἀλλὰ βασιλέων, ἐθνῶν πάντοθεν συνιόντων, κυκλούντων, πολιορκούντων πόλιν μίαν, οὐ μόνον οὐδὲν ἔπαθεν ὑπ' αὐτῶν δεινὸν, ἀλλὰ καὶ περιεγένετο, καὶ ἐκράτησε, καὶ περιέτρεψε τοὺς ἐπιόντας. Τοῦτο γάρ ἐστι τὸ, Ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος· ὡς ἂν εἴποι τις, Αὐτοβοεὶ τὰς πόλεις εἷλε. Παχὺ μὲν τὸ ῥῆμα, καὶ ἀνθρωπινώτερον τὸ εἰρημένον. Οὐδὲ γὰρ φωνῇ καὶ βοῇ ὁ Θεὸς νικᾷ, ἀλλὰ νεύματι μόνῳ καὶ βουλήματι. Ἀλλ' ὅμως ἀπὸ τῶν παχυτέρων αὐτὸν ἀνάγων, τῶν ἄλλων ὑψηλοτέραν ἐπενόησε λέξιν. Ἐπειδὴ γὰρ ἀεὶ ὁπλιζόμενον αὐτὸν εἰσάγει, δεικνὺς ὅτι πάντα ἐκεῖνα μεταφορικῶς εἴρηται, καὶ τροπικώτερον, καὶ συγκαταβατικώτερον ὁ γὰρ Θεὸς οὐδενὸς τούτων δεῖται, ἐπήγαγεν, Ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐσαλεύθη ἡ γῆ· δεικνὺς, ὅτι οὐ μόνον πόλεις, καὶ ἔθνη, καὶ χώρας, ἀλλὰ καὶ αὐτὸ τὸ στοιχεῖον διασείει. Οἶδε δὲ καὶ γῆν τὰ πλήθη καλεῖν, ὡς ὅταν λέγῃ· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν. Ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ὁ δὲ Ἑβραῖος ἀντὶτοῦ, Τῶν δυνάμεων, Σαβαὼθ εἶπεν. Ὅρα πῶς ἀπὸ τῆς γῆς ἀνάγει τὸν λόγον ἐπὶ τὸν οὐρανὸν, εἰς τοὺς ἀπείρους τῶν ἀγγέλων δήμους, εἰς τὰ ἔθνη τῶν ἀρχαγγέλων, εἰς τὰς δυνάμεις τὰς ἄνω. Τί γάρ μοι λέγεις στρατόπεδα, καὶ βαρβάρους, καὶ ἀνθρώπους ἀπολλυμένους; φησίν. Ἐννόησον αὐτοῦ τὴν ἰσχὺν, ἀπὸ τῆς ἐν τοῖς οὐρανοῖς βασιλείας, ὅσα στρατόπεδα τῶν ἀοράτων δυνάμεων ὑφ' ἑαυτῷ τεταγμένα ἔχει. Καὶ καλῶς δυνάμεις ἐκάλεσε, τὴν ἰσχὺν αὐτῶν ἐνδεικνύμενος· ὅπερ καὶ ἀλλαχοῦ φησι· ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Καὶ γὰρ εἷς ἄγγελός ποτε ἐξελθὼν, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε. Τί οὖν εἰ δυνατὸς μέν ἐστιν, οὐ βούλεται δὲ ἡμῖν χεῖρα ὀρέξαι; Ἀλλὰ μηδὲ τοῦτο δείσῃς, φησί· διὰ τοῦτο ἐπήγαγεν, Ἀντιλήπτωρ ἡμῶν. Οὐκοῦν καὶ βούλεται καὶ δύναται· μὴ τοίνυν φοβοῦ. Τί οὖν εἰ ἡμεῖς ἀνάξιοι; Ἀλλὰ πατρῴαν πρὸς αὐτὸν ἔχομεν φιλανθρωπίαν. ∆ιὸ καὶ τοῦτο προστιθεὶς ἔλεγεν, Ὁ Θεὸς Ἰακὼβ, ὡσανεὶ ἔλεγεν· Ἀεὶ τοῦτο τὸ ἔθοςαὐτῷ, φησὶν, ἄνωθεν, καὶ ἐξ ἀρχῆς. ∆ιάψαλμα. Ἄλλος, Ἀεί. ∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον ἄλλος λέγει, Συνέκλασε, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ἄλλος, Καὶ ἁμάξας ἐμπρήσει ἐν πυρί. Εἰπὼν περὶ τῆς γῆς, περὶ τῆς θαλάσσης, περὶ τῶν ὀρῶν, περὶ τῆς πνευματικῆς χορηγίας τῆς εἰς αὐτοὺς γεγενημένης, περὶ τῆς συμμαχίας, πάλιν ἐκτείνει τὴν ὑπόθεσιν πρὸς τοὺς θεατὰς, ἐπὶ τὰ τρόπαια αὐτοὺς καλῶν ἐξ ἡδονῆς πολλῆς, καὶ τῆς πρὸς τὸν ∆εσπότην διαθέσεως, καὶ τὰς νίκας ἀναγορεύων, ἃς ὑπὲρ αὐτῶν εἰργάσατο. Καὶ καλῶς εἶπε, Τέρατα, οὐκ εἶπε, νίκας καὶ τρόπαια. Οὐ γὰρ κατὰ ἀκολουθίαν ἐγίνετο τὰ γινόμενα, οὐδὲ ὅπλοις καὶ δυνάμει σωμάτων τὰ τῆς μάχης ἐκρίνετο, ἀλλὰ Θεοῦ νεύματι, τῶν πραγμάτων δηλούντων, ὅτι αὐτὸς ἦν ὁ στρατηγῶν. Ἐπειδὴ γὰρ οἱ ἀσθενεῖς τοὺς δυνατοὺς ἐνίκων, οἱ ὀλίγοι τοὺς πολλοὺς, οἱ κεκρατημένοι τοὺς κρατοῦντας, καὶ παρ' ἐλπίδα τὰ πράγματα ἐγίνετο, εἰκότως αὐτὰ τέρατα καλεῖ, ἅτε παραδόξως συμβαίνοντα, καὶ πανταχοῦ τῆς γῆς ἐκτεταμένα.

γʹ. Τοῦτο δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ κατὰ ἀναγωγὴν ἐκλαβὼν, καὶ εἰς τὸν παρόντα καιρόν. Καὶ γὰρ πόλεμον χαλεπὸν κατέλυσε τὸν τῶν δαιμόνων, καὶ παντα χοῦ τῆς οἰκουμένης τὴν εἰρήνην ἐξέτεινε, καὶ τὸν αἰσθητὸν δὲ αὐτῶν πόλεμον συγκατέβαλεν. Ὅπερ καὶ ὁ Ἡσαΐας δηλῶν ἔλεγε· Συντρίψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ παρουσίας πάντες ἄνθρωποι ὅπλα ἐτίθεντο, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν, καὶ πόλεις πρὸς τὰς πόλεις ἐμάχοντο, καὶ διόλου τὰ τῶν πολέμων συνεκροτεῖτο· νῦν δὲ τὸ πλέον τῆς οἰκουμένης ἐν εἰρήνῃ, πάντων ἐν ἀδείᾳ καὶ τέχνας μετιόντων, καὶ γῆν ἐργαζομένων, καὶ θάλατταν πλεόντων· ὀλίγον δέ ἐστι τὸ στρατιωτικὸν πρὸ τῶν ἄλλων ἁπάντων τεταγμένον. Καὶ τούτου δὲ ἂν ἡ χρεία κατελύθη, εἰ τὰ προσήκοντα ἐπράττομεν, καὶ μὴ ἐδεόμεθα τῆς ἀπὸ τῶν θλίψεων ὑπομνήσεως. Πῦρ δὲ ἐνταῦθα τὴν ὀργὴν αὐτοῦ καλεῖ, καὶ πρᾶγμα συμβεβηκὸς λέγει, ὅτι τὰ ὅπλα αὐτῶν κατέκαυσαν, κατὰ κράτος νικήσαντες, καὶ τὰ ἅρματα, ὅπερ Ἰεζεκιήλ φησι· καὶ ὅσοι φιλομαθεῖς, ἴσασι τὴν ἱστορίαν. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσι, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἄλλος φησὶν, Ἰάθητε καὶ γνῶτε. Ἄλλος,Ἐάσατε, ἵνα γνῶτε. Ὁ δὲ Ἑβραῖός φησιν, Οὐαρφοῦ οὐαδοῦ. Ἐνταῦθά μοι δοκεῖ πρὸς τὰ ἔθνη διαλέγεσθαι, μονονουχὶ τοῦτο λέγων· Ἔγνωτε μὲν αὐτοῦ τὴν ἰσχὺν, φησὶ, καὶ τὴν δύναμιν τὴν πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένην· δεῖ δὲ ὑμῖν σχολῆς, δεῖ δὲ ὑμῖν ὑγιαινούσης ψυχῆς. Καὶ τὸ Ἐάσατε δὲ τὸ αὐτὸ δηλοῖ· ἄφετε τὴν πλάνην, ἀπαλλάγητε τῆς προτέρας ἀναστροφῆς, ἀναπνεύσατε ἐκ τῆς ἀχλύος τῶν κατεχόντων ὑμᾶς πονηρῶν πραγμάτων, ἵνα ἀπὸ τῆς τῶν θαυμάτων διδασκαλίας χειραγωγούμενοι καὶ τὴν ψυχὴν σχολάζουσαν ἔχοντες, ἐπιγνῶτε τὸν τῶν ὅλων Θεόν. Οὐδὲ γὰρ ἀρκεῖ τὰ θαύματα μόνον, ἐὰν μὴ καὶ ψυχὴ εὐγνώμων ᾖ. Ἐπεὶ καὶ ἐπὶ τῶν Ἰουδαίων ἐγένετο θαύματα, καὶ οὐδὲν πλέον ἐγένετο πρὸς τὴν σωτηρίαν ἐκείνων. Ὥσπερ γὰρ οὐκ ἀρκοῦσιν αἱ τοῦ ἡλίου ἀκτῖνες, ἐὰν μὴ καὶ ὁ ὀφθαλμὸς καθαρὸς ᾖ, καὶ ὑγιαίνων· οὕτω δὴ οὐδὲ ἐνταῦθα τὰ θαύματα μόνον ἀρκεῖ. ∆ιὸ δὴ περὶ ἐκείνων διαλεχθεὶς, παραινεῖ τοῖς μέλλουσιν αὐτῶν καρποῦσθαι τὴν ὠφέλειαν, ἀναπνεῦσαι ἐκ τῶν κατεχόντων αὐτοὺς κακῶν, ὥστε μαθεῖν τὸν Θεὸν τὸν ἐπὶ τῶν ὅλων. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, οὐ τὰ εἴδωλα, οὐδὲ τὰ ξόανα. Σχολάσατε τοίνυν, καὶ πολλὰς ὑμῖν παρέξομαι τὰς ἀποδείξεις. Τοῦτο γάρ ἐστι τὸ, Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ· τουτέστι, ∆ιὰ τῶν ἔργων ὑμῖν δειχθήσομαι μέγας καὶ ὑψηλός. Ἔχει μὲν γὰρ τὸ οἰκεῖον ἡ φύσις ὕψος, ἡ ἀκήρατος ἐκείνη καὶ ἄφραστος. Ἐπειδὴ δὲ τοῦτο ὑμεῖς οὐ συνορᾶτε, καὶ διὰ τῶν ἔργων ὑμῖν αὐτὸ ἐπιδείξω. Οὐ μόνον δὲ ἐν τῇ Παλαιστίνῃ, οὐδὲ μόνον ἐν Ἱεροσολύμοις, ἀλλὰ καὶ παρ' ὑμῖν τοῖς ἔθνεσιν. Οὕτω γοῦν ὑψοῦται, κρατῶν αὐτῶν καὶ περιγινόμενος, θαύματα ἐργαζόμενος ἐν Βαβυλῶνι, θαύματα ἐν Αἰγύπτῳ, θαύματα ἐν ἐρήμῳ, θαύματα πανταχοῦ τῆς οἰκουμένης, ὡς πανταχόθεν αὐτοὺς διδασκαλίαν ἔχειν τῆς αὐτοῦ γνώσεως. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Οὗτος τοίνυν ὁ Θεὸς, ὁ πανταχοῦ μέγας, ὁ πανταχοῦ ὑψηλὸς, οὗτος ἀεὶ μεθ' ἡμῶν ἕστηκε. Μηδὲν οὖν φοβεῖσθε, μηδὲ ταράσσεσθε, οὕτως ἔχοντες ἄμαχον ∆εσπότην· ᾧ πρέπει πᾶσα τιμὴ καὶ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ Μςʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέ γας ἐπὶ πᾶσαν τὴν γῆν.

αʹ. Τῆς αὐτῆς ὑποθέσεως καὶ οὗτος ὁ ψαλμὸς ἔχεται, νίκας λέγων καὶ τὰ τρόπαια τὰ κατὰ τῶν πολεμίων συμβεβηκότα, καὶ τὴν οἰκουμένην πᾶσαν καλῶν εἰς τὴν ὑπὲρ τῶν γεγενημένων εὐφημίαν. Ἀλλ' ἴσως τισὶν ἀνάξιον εἶναι δοκεῖ τῆς τοῦ θείου Πνεύματος παραινέσεως τὸ προοίμιον, καὶ ἡ τοιαύτη παρακέλευσις, κρότοι, καὶ πάταγοι, καὶ ὀλολυγαί. Οὐ γὰρ τοῖς ἐν τῷ σεμνῷ τούτῳ διδασκαλείῳ συνιοῦσι προσήκει ἴσως ταῦτα, ἐρεῖ τις, ἀλλὰ τοῖς μὲν ἐν σκηνῇ καὶ συμποσίοις ἠσχολημένοις, τὸ κροταλίζειν, καὶ ταῖς χερσὶ πατάσσειν· ἀνδράσι δὲ ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος παιδευομένοις ἡσυχία καὶ εὐταξία πρέπει. Τί τοίνυν βούλεται ὁ λόγος ἐμφῆναι, καὶ τίνα τὸν ἀλαλαγμὸν, καὶ τίνα τὸν κρότον φησί; Καὶ γὰρ καὶ σύνηθες τοῦτο τοῖς ἐν παρατάξει πολέμου καὶ μάχης ποιεῖν, ἀλαλάζειν λέγω, καὶ μέγα κροτεῖν πρὸς τὸ καταπλήττεσθαι τοὺς πολεμίους· γαληνιαίας δὲ ψυχῆς τοῦτο ἀλλότριον. Ὁ δὲ ψαλμὸς ἀμφότερα διακελεύεται, καὶ κροτεῖν, καὶ ἀλαλάζειν. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Οὐδὲν ἕτερον, ἀλλ' ἡδονὴν ἐνδείκνυται καὶ νίκης σύμβολον. Ἐπεὶ καὶ ἑτέρωθι ὁ Προφήτης τοὺς ποταμοὺς εἰσάγει κροτοῦντας· Ποταμοὶ, φησὶ, κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· ὁ δὲ Ἡσαΐας, καὶ δένδρα τοῦτο ποιοῦντα εἰσάγει, αὐτὸς δὲ οὗτος πάλιν, καὶ ὄρη σκιρτῶντα,

οὐδ' ἵνα

καὶ βουνοὺς, οὐχ ἵνα τοῦτο νοήσωμεν, ὅτι τὰ ὄρη σκιρτᾷ, καὶ οἱ βουνοὶ,

ποταμοὺς κροτοῦντας, ἢ χεῖρας ἔχοντας τοῦτο γὰρ ἐσχάτης ἀνοίας, ἀλλ' ἵνα τὴν ὑπερβολὴν τῆς ἡδονῆς μάθωμεν. Οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων ἔστιν ἰδεῖν. Καὶ διὰ τί μὴ εἶπε, Χάρητε, καὶ σκιρτήσατε, ἀλλὰ Κροτήσατε, καὶ, Ἀλαλάξατε; Τὴν μεθ' ὑπερβολῆς ἡμῖν ἡδονὴν ἐνδεικνύμενος. Ὥσπερ γὰρ Χριστὸς, ὅταν λέγῃ, Σὺ δὲ ὅταν νηστεύῃς ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, οὐκ ἀλοιφὴν κελεύει γενέσθαι οὐδεὶς γὰρ ἡμῶν τοῦτο ποιεῖ, ἀλλὰ τὴν ἡδονὴν ἐνδείκνυσθαι, καὶ τὸ φαιδρὸν τῆς διανοίας κελεύει γὰρ γεγηθότα νηστεύειν, μὴ σκυθρωπάζοντα, οὕτω δὴ καὶ ἐνταῦθα οὐ τοῦτο ἐπετάγημεν ὥστε κροτεῖν τὰς χεῖρας, ἀλλ' ἥδεσθαι, καὶ εὐφραίνεσθαι ψάλλοντες. ∆ικαίως δ' ἄν τις τὸν ψαλμὸν κατὰ ἀναγωγὴν μᾶλλον ἐκλάβοι, τῆς ἱστορίας ἀνώτερος γενόμενος. Εἰ γὰρ καὶ τὴν ἀρχὴν καὶ τὸ προοίμιον ἀπὸ τῶν αἰσθητῶν ἔχει, ἀλλ' ὅμως ἐπὶ τὰ νοητὰ χειραγωγεῖ τὸν ἀκροατήν. Ὅπερ γὰρ καὶ ἔμπροσθεν εἶπον, τοῦτο καὶ νῦν ἐρῶ· τὰ μὲν ὡς εἴρηται ἐκληπτέον, τὰ δὲ ἀπεναντίας τοῖς κειμένοις, οἷον ὡς ἔχει ἐπ' ἐκείνου· Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται. Οὐ γὰρ δὴ λύκους καὶ ἄρνας ἐκληψόμεθα, οὐδὲ ἄχυρα, καὶ βοῦν, καὶ ταῦρον, ἀλλὰ τὰ τῶν ἀνθρώπων ἤθη διὰ τῆς τῶν ἀλόγων εἰκόνος χαρακτηρίζομεν· τὰ δὲ κατὰ διπλῆν ἐκδοχὴν, τά τε αἰσθητὰ νοοῦντες, καὶ τὰ νοητὰ ἐκδεχόμενοι· ὥσπερ ἐπὶ τῆς ἀναγωγῆς τοῦ υἱοῦ τοῦ Ἀβραάμ. Ὅτι γὰρ ὁ υἱὸς ἀνηνέχθη ἴσμεν, καὶ ἕτερόν τι ἐγκεκρυμμένον τῷ νοήματι ἐκλέγομεν διὰ τοῦ υἱοῦ, τὸν σταυρόν. Καὶ ἐπὶ τοῦ προβάτου δὲ τοῦ ἐν Αἰγύπτῳ, πάλιν ὁμοίως τοῦ πάθους τὴν εἰκόνα χαρακτηρίζομεν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖν χρή. Οὐδὲ γὰρ περὶ Ἀράβων ἁπλῶς ὁ λόγος, καὶ τῶν γειτόνων, ἀλλὰ πάντα τὰ ἔθνη καλεῖ. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνίστησι τοίνυν ἐκ προοιμίων τὸν ἀκροατὴν, πρὸς τοσοῦτον ὄγκον Εὐαγγελίων καλῶν, καὶ πρὸς τὴν τῆς οἰκουμένης πανήγυριν, καὶ θείαν τινὰ καὶ πνευματικὴν ἑορτὴν, καὶ τὴν ἐκ τῶν οὐρανῶν κατενεχθεῖσαν μυσταγωγίαν. ∆ιὰ δὴ τοῦτο, Κροτήσατε, φησί· τουτέστι, χάρητε, σκιρτήσατε. Καὶ γὰρ καὶ ὁ εὐαγγελικὸς λόγος τοῦτο παρακελεύεται λέγων, Σκιρτήσατε· οὐ πάντως παρακελευόμενος ἐξάλλεσθαι, καὶ πηδᾷν τοῦτο γὰρ ἀνελεύθερον, ἀλλὰ τῆς χαρᾶς τὸ ἐπιτεταμένον δηλῶν. Καὶ γὰρ πολλῆς ἡδονῆς ἄξιον τὸ γινόμενον. Ὅσην γὰρ ὁ ἥλιος ἐφορᾷ γῆν, ὁ εὐαγγελικὸς λόγος ἐπέδραμε, καὶ πᾶσα ἐσώθη ἡ οἰκουμένη, καὶ τῆς λατρείας τῆς Ἰουδαϊκῆς οἱ πρὸ τούτου τῇ πλάνῃ κατεχόμενοι μείζονα ἐπεδείξαντο φιλοσοφίαν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. Τὰς μιαρὰς ἐκείνας πρὸ τούτου, φησὶν, τὰς ἐναγεῖς, τὰς αἵματι μολυνομένας καθ' ἑκάστην ἡμέραν διὰ τῶν ἀκαθάρτων θυσιῶν, δι' ὧν παῖδας ἐσφάξατε, καὶ τὰ αἰσχρὰ ἐτολμήσατε, καὶ κατὰ τῆς φύσεως αὐτῆς ἐχωρήσατε, διὰ τούτων κροτήσατε νῦν. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ∆ιὰ τῆς γλώττης ἐκείνης, δι' ἧς ἐγεύσασθε τῶν ἐναγῶν, δι' ἧς τὰ βλάσφημα ἐξηνέγκατε ῥήματα, διὰ ταύτης ἀλαλάξατε τὴν ἐπινίκιον ᾠδήν. Καὶ γὰρ ἔθος τοῖς στρατοπέδοις, ὅταν κλίνῃ τῶν ἐναντίων τὸ στρατόπεδον, μηκέτι τῇ συστάδην κεχρῆσθαι μάχῃ, ἀλλ' ὁμοφώνῳ βοῇ καὶ ἀλαλαγμῷ τὰς ἤδη καταβληθείσας αὐτῶν κατασείειν ψυχάς· ὅπερ ἐστὶ νίκης λαμπρᾶς καὶ τροπαίου μέγιστον τεκμήριον, ὅταν μὴ χερσὶν ὁ πόλεμος κρίνηται, ἀλλ' ἡ βοὴ καὶ ἀντὶ χειρῶν, καὶ ἀντὶ ὅπλων ἀρκῇ.

βʹ. Τὸ μὲν οὖν ἔργον ἅπαν τοῦ Χριστοῦ γέγονε· τὸν γὰρ χαλεπὸν τοῦτον αὐτὸς κατέλυσε πόλεμον, δήσας τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας. Φιλάνθρωπος δὲ ὢν, τοὺς οὐδὲν πονήσαντας, τούτους ποιεῖ τῆς νίκης καὶ τῶν τροπαίων ἀπολαύειν, καὶ τὴν ἐπινίκιον παρασκευάζει ἀναφέρειν φωνὴν, καθάπερ τοὺς κατωρθωκότας αὐτοὺς καὶ κρατήσαντας. ∆ιὸ καὶ βοῶμεν ἅπαντες, οὐκ ἄσημόν τινα φωνὴν, ἀλλὰ καὶ σφόδρα εὔσημον· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Καὶ πάλιν, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Τοῦτο γὰρ ἐν τῷ ψαλμῷ τούτῳ εἴρηται. Καὶ πάλιν ἀλλαχοῦ· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώ ποις. Ἀνήνεγκάν ποτε καὶ Ἰουδαῖοι ἐπινίκιον φωνὴν, ὅτε τῶν Αἰγυπτίων τὸ στρατόπεδον κατεποντίζετο, λέγοντες· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἀλλ' ἡ ἡμετέρα πολλῷ μείζων, οὐκ Αἰγυπτίων, ἀλλὰ τῶν δαιμόνων καταποντισθέντων· οὐ τοῦ Φαραὼ ἀλλὰ τοῦ διαβόλου νικηθέντος· οὐ τῶν ὅπλων ληφθέντων τῶν αἰσθητῶν, ἀλλὰ τῆς κακίας ἀναιρεθείσης· οὐκ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀλλ' ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας· οὐκ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐξιόντων, ἀλλ' εἰς τὸν οὐρανὸν μεθορμιζομένων· οὐ μάννα ἐσθιόντων, ἀλλὰ σῶμα σιτουμένων δεσποτικόν· οὐχ ὕδωρ πινόντων ἀπὸ πέτρας, ἀλλ' αἷμα ἀπὸ πλευρᾶς. ∆ιὰ τοῦτό φησι· Κροτήσατε χεῖρας, ὅτι λίθων ἀπαλλαγέντες καὶ ξύλων, ὑπερέβητε τοὺς οὐρανοὺς, καὶ τοὺς οὐρανοὺς τῶν οὐρανῶν, καὶ πρὸς αὐτὸν ἔστητε τὸν θρόνον τὸν βασιλικόν. Ἀλαλάξατε τοίνυν τῷ Θεῷ, τουτέστιν, Ἐκείνῳ τὴν εὐχαριστίαν ἀνενέγκατε, ἐκείνῳ τὴν νίκην, ἐκείνῳ τὸ τρόπαιον. Οὐκ ἀνθρώπινος ὁ πόλεμος οὐδὲ αἰσθητὴ ἡ μάχη, οὐδὲ ὑπέρ τινος τῶν βιωτικῶν ὁ ἀγὼν, ἀλλ' ὑπὲρ τῶν οὐρανῶν αὐτῶν, καὶ τῶν ἐν οὐρανοῖς. Αὐτὸς τὸν πόλεμον ἐστρατήγησε τοῦτον, καὶ ἡμῖν τῆς νίκης μετέδωκεν. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ποῦ νῦν εἰσιν οἱ τοῦ Μονογενοῦς τὴν δόξαν καθαιροῦντες; Ἰδοὺ βασιλεὺς μέγας ὁ Υἱὸς λέγεται, ὃ περὶ τοῦ Πατρὸς εἴρηται· Μὴ ὀμόσῃς γὰρ, φησὶ, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος αὐτοῦ ἐστι· μήτε εἰς τὰ Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ βασιλέως. Καὶ ἀλλαχοῦ πάλιν· Θεὸς ἰσχυρὸς, ἐξουσιαστής· ὅπερ ἐστὶ βασιλεύς. Ὅταν τοίνυν ἀκούσῃς ὅτι ἀνεσκολοπίσθη σου ὁ ∆εσπότης, ὅτι ἐκρεμάσθη ἐν τῷ σταυρῷ, ὅτι ἐτάφη, ὅτι κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, μὴ καταπέσῃς, μηδὲ ἀδημονήσῃς· ὕψιστος γάρ ἐστι, καὶ ὕψιστος φύσει. Τὸ δὲ ὑψηλὸν φύσει οὐκ ἄν ποτε μετασταίη τοῦ ὕψους, οὐδ' ἂν γένοιτο ταπεινόν· ἀλλὰ καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ μένει τὸ ὕψος καὶ διαδείκνυται. Ἐπεὶ καὶ ἀποθανὼν, τότε μάλιστα τὴν κατὰ τοῦ θανάτου ἰσχὺν ἔδειξε. Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, φησὶ, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν· οὕτω δὴ καὶ τὸ ὕψος αὐτοῦ ἐν τῇ ταπεινότητι ἐφάνη. Ὅρα γοῦν αὐτὸν ἐν τῷ ᾅδῃ ὄντα, καὶ τὰ ὑψηλὰ ἅπαντα σείοντα. Ὁ γὰρ ἥλιος τότε τὰς ἀκτῖνας ἀπέστρεψε, πέτραι ἐσχίζοντο, τὸ καταπέτασμα ἐῤῥήγνυτο, ἐκλονεῖτο ἡ γῆ, Ἰούδας ἀπήγχετο, Πιλάτος καὶ ἡ τούτου γυνὴ ἐδειματοῦτο, αὐτὸς ὁ δικάζων ἀπελογεῖτο. Ὅταν τοίνυν ἀκούσῃς, ὅτι ἐδέθη καὶ ἐμαστιγώθη, μὴ συγχυθῇς· ἀλλ' ὅρα αὐτὸν καὶ ἐν τῷ δεσμῷ τὴν ἰσχὺν ἐπιδεικνύμενον. Εἶπε, Τίνα ζητεῖτε; καὶ πάντας ἔῤῥιψεν ὑπτίους. Εἶδες πῶς φοβερὸς, φωνῇ μόνῃ καὶ νεύματι τοσαῦτα ἐργαζόμενος; Ὅταν οὖν ἴδῃς αὐτὸν νεκρὸν, ἐννόησον τὸν λίθον αἰρόμενον, τοὺς ἀγγέλους τοὺς μετὰ φόβου παραμένοντας τῷ τάφῳ, τὸν ᾅδην λυόμενον, τὸν θάνατον τηκόμενον, τοὺς δεσμώτας ἀπολύοντα· καὶ τότε ὄψει αὐτοῦ τὸ φοβερόν. Εἰ δὲ ἐν τῷ καιρῷ τῆς ἀτιμίας τοσαῦτα ἐπεδείξατο, ἐν οὐρανῷ, ἐν γῇ, ἐν ᾅδῃ, τίνα οὐκ ἐπιδείξηται ἐν τῷ καιρῷ τῆς μελλούσης παρουσίας; Ἄκουσον τῶν δαιμόνων ἐν τῷ καιρῷ τῆς ταπεινώσεως τί λέγουσι, τῶν ἀφριζόντων, τῶν δεσμὰ διαλυόντων, τῶν ἄβατον ποιούντων τὴν ὁδόν· Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς; Εἰ τοίνυν ταῦτα τότε, ὅταν παραγένηται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλεύωνται, καὶ ὁ ἥλιος μεταστραφῇ εἰς σκότος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς, τί ἐροῦσι; ∆ιὰ τοῦτό φησιν· Ὕψιστος, φοβερός. Μᾶλλον δὲ, τί ἄν τις ἄξιον εἴποι, τὴν ἡμέραν ἐκείνην διηγούμενος, ὅταν πέμπῃ τοὺς ἀγγέλους πανταχοῦ τῆς οἰκουμένης, ὅταν πάντα σείηται, ὅταν ἡ γῆ κλονῆται τὴν παρακαταθήκην τῶν νεκρῶν ἀποδιδοῦσα, ὅταν τὰ μυρία σώματα ἐγείρηται, ὅταν ὁ οὐρανὸς συστέλληται, καθάπερ τι καταπέτασμα συστελλόμενον· ὅταν τὸ βῆμα τιθῆται τὸ φοβερὸν, ὅταν οἱ ποταμοὶ τοῦ πυρὸς ἕλκωνται, ὅταν αἱ βίβλοι ἀνοίγωνται, ὅταν ἑκάστῳ τὰ ἐν σκότῳ πεπραγμένα εἰς μέσον ἄγῃ· ὅταν αἱ ἀφόρητοι κολάσεις ἐκεῖναι καὶ τιμωρίαι, ὅταν αἱ ἀπειληφόροι δυνάμεις, ὅταν αἱ ῥομφαῖαι ἐσπασμέναι, ὅταν αἱ πρὸς τὴν γέενναν ἀπαγωγαί· ὅταν πάντα τὰ ἀξιώματα λύηται, καὶ βασιλέων, καὶ στρατηγῶν, καὶ ὑπάτων, καὶ ὑπάρχων· ὅταν τοσοῦτος δῆμος ἀγγέλων παρῇ, ὅταν τάγματα μαρτύρων, προφητῶν, ἀποστόλων, ἱερέων, μοναχῶν, ὅταν τὰ ἔπαθλα ἐκεῖνα τὰ ἀπόῤῥητα, ὅταν βραβεῖα, ὅταν οἱ στέφανοι, ὅταν τὰ ἀγαθὰ τὰ ὑπερβαίνοντα τὸν νοῦν;

γʹ. Τίς παραστήσει τοῦτο λόγος; Εἰ γὰρ τὴν κτίσιν ἐπιὼν ὁ Προφήτης, ἀπέκαμε, καὶ ἀπεπήδησε, λέγων· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· καὶ ἓν εἶδος ἀνερευνῶν προνοίας ὁ Παῦλος ἐβόησεν εἰπών· Ὢ βάθος πλούτου· τί ἄν τις εἴποι, τὴν ἡμέραν ἐκείνην ὑπογράφων; Ταῦτα ἅπαντα προϊδὼν ὁ Προφήτης, ἔλεγε· Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, τὴν οἰκουμενικὴν σωτηρίαν ἐμφαίνων. Ἦν μὲν οὖν καὶ πρὸ τούτου βασιλεὺς μέγας, ἀλλ' ἠγνοεῖτο. Ὁ γὰρ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Νυνὶ δὲ καὶ τοῦτο κατώρθωσε, ὡς καὶ κατὰ τὴν οἰκείωσιν ἡμῶν γενέσθαι βασιλεὺς μέγας. Πῶς γὰρ οὐ μέγας, ὁ πένητας ἁλιεῖς, ἀγραμμάτους, ἰδιώτας ἕνδεκα τὸν ἀριθμὸν, ἀσήμους, ἀπόλιδας, ἰχθύων ἀφωνοτέρους, μονοχίτωνας, ἀνυποδέτους, γυμνοὺς, πανταχοῦ τῆς οἰκουμένης ἀποστείλας, καὶ ὥσπερ ἐξ ἐπιτάγματος πάντας λαβών; Τοῦτο ἀληθῶς βασιλεὺς μέγας· ὁ τὴν οἰκουμένην τῆς πλάνης ἐκκαθάρας, καὶ τὴν ἀλήθειαν ἐπαναγαγὼν ἐν βραχείᾳ καιροῦ ῥοπῇ, καὶ τοῦ διαβόλου τὴν τυραννίδα καθελών· ὁ καὶ πρὸ τῶν ὑπηκόων μέγας βασιλεὺς, οὐκ ἐν τοῖς δούλοις ἔχων τῆς ἀρχῆς τὴν ἰσχὺν, οὐκ ἐν σχήματι καὶ ἱματίοις, ἀλλ' ἐν αὐτῇ τῇ φύσει. Ἐγὼ γὰρ, φησὶν, εἰς τοῦτο γεγένημαι. Τοῦτο βασιλεὺς μέγας· ὁ μὴ ἐπείσακτον ἔχων τὴν τιμὴν, ὁ μηδενὸς δεόμενος ἵνα ᾖ βασιλεὺς, ὁ πάντα ποιῶν ὅσα βούλεται. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὁ λόγος ἔργον ἐγένετο. Θέλω, καθαρίσθητι. Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν, ἔξελθε ἀπ' αὐτοῦ. Σιώπα, πεφίμωσο. Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. ∆εῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Ὁρᾷς πανταχοῦ τὴν ἐξουσίαν; ὁρᾷς τὴν δύναμιν; Οὕτω γὰρ εἷλε τοὺς ὑπακούσαντας, ὡς πεῖσαι τὴν ψυχὴν προέσθαι μᾶλλον, ἢ τὸ ἐπιταχθὲν παρελθεῖν. Ὁ μὲν γὰρ βασιλεὺς παρ' αὐτῶν τῶν ὑπηκόων ἔχει τὰς τιμάς· οὗτος δὲ τοῖς ὑπηκόοις παρέχει τὴν τιμήν. ∆ιὰ δὴ τοῦτο, τοῦτο μὲν ὄνομα μόνον ἐστὶν, ἐκεῖνο δὲ πρᾶγμα. Βασιλεὺς μέγας, ὃς τὴν οἰκουμένην ἅπασαν οὐρανὸν ἐποίησε, καὶ βαρβάρους φιλοσοφεῖν παρεσκεύασε, καὶ ἀγγέλους μιμεῖσθαι προὔτρεψεν. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ὢ τοῦ θαύματος! Τοὺς σταυρώσαντας, τούτους ἔπεισε προσκυνεῖν, τοὺς ὑβρίζοντας, τοὺς βλασφημοῦντας, τοὺς λίθοις προσηλωμένους, τούτους ἐδίδαξε καὶ ψυχὰς προέσθαι κατὰ τὸ αὐτῷ δοκοῦν. Οὐ γὰρ τῶν ἀποστόλων ἦν τὸ κατόρθωμα, ἀλλὰ τοῦ προοδοποιοῦντος αὐτοῖς, καὶ τὴν αὐτῶν κινοῦντος ψυχήν. Πῶς γὰρ ὁ ἁλιεὺς ἢ ὁ σκηνοποιὸς τοσαύτην ἂν μετέθηκαν οἰκουμένην, ἀλλ' ἢ τὰ ἐκείνου ῥήματα πάντα ταῦτα καθῄρει τὰ κωλύματα; Καὶ γόητας, καὶ τυράννους, καὶ ῥήτορας, καὶ φιλοσόφους, καὶ πάντας τοὺς ἀνθισταμένους καθάπερ κόνιν ἀποσοβοῦντες, καὶ καπνὸν διαλύοντες, οὕτως ἔσπειραν τῆς ἀληθείας τὸ φῶς, οὐχ ὅπλοις, οὐδὲ χρημάτων περιουσίᾳ, ἀλλὰ λόγῳ κεχρημένοι ψιλῷ· μᾶλλον δὲ οὐκ ἦν ψιλὸς ὁ λόγος, ἀλλ' ἔργου παντὸς δυνατώτερος. Πῶς οὖν; Ἐκάλουν τὸ ὄνομα τοῦ σταυρωθέντος, καὶ ὁ θάνατος ἐδραπέτευε, καὶ δαίμονες ἐφυγαδεύοντο, νοσήματα ἐλύετο, λῶβαι σωμάτων διωρθοῦντο, κακία ἀπηλαύνετο, κίνδυνοι ἠφανίζοντο, καὶ στοιχεῖα μετεβάλλοντο. Ὅταν οὖν λέγωσιν ἡμῖν, ∆ιὰ τί μὴ ἐβοήθησεν ἑαυτῷ ἐπὶ τοῦ σταυροῦ; τοῦτο λέγωμεν, ὅτι τοῦτο θαυμαστότερον ἦν. Οὐ γὰρ ἦν ἴσον ἐκ τοῦ σταυροῦ κατελθεῖν, καὶ μετὰ τὸ σταυρωθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ τοσούτους ἀναστῆσαι νεκρούς. Ὅτι γὰρ καὶ τότε ἑκὼν ἔμενεν, ἐκ τῶν μετὰ ταῦτα ἔδειξεν. Ὁ γὰρ ἑτέροις ἐπελθόντα τὸν θάνατον ἐκβαλὼν, πολλῷ μᾶλλον ἐξ ἑαυτοῦ, πρὶν ἢ ἐπελθεῖν, διακρούσασθαι ἠδύνατο· καὶ ὁ ἑτέροις παρέχων ζωὴν, πολλῷ μᾶλλον ἑαυτῷ παρασχεῖν ἠδύνατο· ὅπερ καὶ ἐποίησε μετὰ τρεῖς ἡμέρας ἐγερθεὶς ἐκ πολλῆς τῆς περιουσίας. Καὶ τοῦτο διὰ τῶν μετὰ ταῦτα ἔδειξεν. Ὅταν γὰρ τὸ ὄνομα αὐτοῦ ἐπὶ σωμάτων ἀλλοτρίων φαίνηται τοσαύτην ἔχον ἰσχὺν, ὡς καλούμενον φυγαδεῦσαι τὸν θάνατον, οὐδεὶς ἀμφιβάλλειν δύναιτ' ἂν, ὅτι καὶ ἐν τῷ οἰκείῳ πολλὴν ἂν τὴν ἰσχὺν ἐπεδείξατο, καὶ τὸν θάνατον ὑπέταξεν. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ὅρα τοῦ Προφήτου τὴν σοφίαν, πάντα μετὰ ἀκριβείας λέγοντος. Ὃ γὰρ μετὰ ταῦτα ἔλεγον οἱ ἀπόστολοι Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; τοῦτο ἄνωθεν ὁ Προφήτης λέγει. Τὸ δὲ, Ὑπὸ τοὺς πόδας, τὸ ὑποτεταγμένον δηλοῖ, μᾶλλον δὲ τὴν πολλὴν ὑποταγήν. Καὶ εἰ βούλει μαθεῖν τῆς ὑποταγῆς τὴν ἐπίτασιν, ἄκουσον· Ὅσοι κτήτορες, φησὶ, χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἕτεροι δὲ μετὰ τῶν χρημάτων, καὶ τὴν ψυχὴν προΐεντο. Οἵτινες γὰρ, φησὶν, ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Καὶ περὶ ἑτέρων δὲ γράφων ἔλεγεν, Ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν ὁ Παῦλος· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλ' ἐκδίκησιν· οὕτως αὐτοὺς ἔτρεμον καὶ ἐδεδοίκεισαν. Καὶ ὁ Λουκᾶς πάλιν γράφων ἔλεγε· Καὶ τῶν λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Καὶ πάλιν· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος;

δʹ. Εἶδες αὐθεντίαν καὶ ἐξουσίαν; Ταῦτα δὲ πάντα τὸ ῥῆμα ἐκεῖνο ἐποίει, ὅπερ εἴρηκε πέμπων αὐτοὺς, ὅτι Ἐγὼ μεθ' ὑμῶν εἰμι. Αὐτὸς τὰ κωλύματα καθῄρει ἔμπροσθεν αὐτῶν πορευόμενος· αὐτὸς ἅπαντα ἐξευμάριζε, καὶ τὰ δύσκολα ἐποίει ῥᾴδια. Καίτοι πάντα πολέμων ἔγεμε, πάντα κρημνῶν καὶ σκοπέλων, καὶ οὐδὲ ὅπου ἐρεῖσαι πόδα ἐνῆν, οὐδὲ στῆναι· πάντες οἱ λιμένες προσκεχωσμένοι ἦσαν, πᾶσα οἰκία ἀποκεκλεισμένη, πάντων τὰ ὦτα ἐμπεφραγμένα· ἀλλ' ὅμως ὁμοῦ τε εἰσῄεσαν, καὶ ἐφθέγγοντο, καὶ πάντα κατέλυον τῶν πολεμίων τὰ ὀχυρώματα, ὡς καὶ αὐτὰς τὰς ψυχὰς προΐεσθαι, καὶ μυρίους λοιπὸν ἀνέχεσθαι κινδύνους ὑπὲρ τῶν εἰρημένων. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἢν ἠγάπησεν. Ἄλλος, Τὸν ἐνδοξασμὸν Ἰακώβ. Ὅρα προφητείας ἀκρίβειαν. Ἀνωτέρω μὲν οὖν ἔλεγεν· Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη. Καὶ γὰρ Ἰουδαῖοι πρῶτον προσῆλθον, πρῶτον τρισχίλιοι, εἶτα πεντακισχίλιοι, καὶ μετὰ ταῦτα τὰ ἔθνη. Καὶ γὰρ αὐτὸς πάλιν ἔλεγε· Καὶ ἄλλα ἔχω πρόβατα, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Εἶτα ἵνα μὴ ἀκούσας τὸ, Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, διαπορῇ τις, καὶ ταλαιπωρῆται, καὶ λέγῃ· Πῶς οὖν Ἰουδαῖοι νῦν ἀπιστοῦσι; τῇ ἐπιδιορθώσει τὴν ἀπορίαν ἔλυσε. Μάλιστα μὲν γὰρ, τὸ αὐτοῦ μέρος, κἀκείνους ἐξελέξατο, καὶ τὸ εἰς αὐτὸν ἧκον, οὐδένα ἀφῆκεν. Εἰ δὲ καὶ τὸ τέλος ἐπιζητοίης, ἄκουε τῶν ἑξῆς· ἐπάγει γάρ· Τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ἐνταῦθα γάρ μοι τοὺς πιστοὺς δοκεῖ λέγειν, ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Καλλονὴ δὲ τοῦ λαοῦ εἰκότως ἂν οἱ πιστοὶ λέγοιντο. Τί γὰρ ὡραιότερον ἐκείνων τῶν πιστευσάντων; Κληρονομίαν δὲ αὐτοῦ καλεῖ τὸ ἔθνος, οὐχ ὡς τῶν ἄλλων ἀμελήσας ποτὲ, ἀλλὰ τὴν ἐπίτασιν τῆς περὶ αὐτοὺς ἀγάπης καὶ τὴν οἰκείωσιν, καὶ τῆς προνοίας τὴν προσθήκην ἐπιδεικνύμενος. Καὶ ἵνα μάθῃς τὴν ἀκρίβειαν τὴν προφητικὴν, ὅρα πῶς τῇ τῶν πολλῶν κέχρηται λέξει, ᾗ ἐπὶ τῶν ὠνίων οἱ πολλοὶ χρῶνται. Πολλοὶ γὰρ πολλάκις ὠνούμενοί τι, καλλονὴν ἐκεῖνα λέγουσι τὰ τῶν ἄλλων ὑπερέχοντα. ∆εικνὺς τοίνυν ὅτι οὐ πάντες σωθήσονται, φησὶ, Τὴν καλλονὴν Ἰακώβ. Ταῦτα καὶ ἐν τοῖς Εὐαγγελίοις δείκνυται διὰ μυρίων παραβολῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Οὐκ εἶπεν, ἀνεβιβάσθη, ἀλλ', Ἀνέβη· δεικνὺς ὅτι οὐχ ἑτέρου τινὸς χειραγωγοῦντος ἀνέβη, ἀλλ' αὐτὸς ταύ την ὁδεύων τὴν ὁδόν. Ὁ μὲν γὰρ Ἠλίας οὐδὲ τοσαύτην ἐλθὼν ὅσην ὁ Χριστὸς, ὑφ' ἑτέρας ἤγετο δυνάμεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης φύσεως δύνασθαι ξένην ὁδεύειν ὁδόν. Ὁ δὲ Μονογενὴς ἀνέβη οἰκείᾳ ἐξουσίᾳ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Λουκᾶς οὕτως ἔλεγε· Καὶ ἦσαν ἀτενίζοντες πορευομένου αὐτοῦ εἰς τὸν οὐρανόν. Οὐκ εἶπεν, ἀναλαμβανομένου αὐτοῦ, οὐδὲ βασταζομένου· πορεία γὰρ αὐτοῦ ἰδία τὸ γινόμενον ἦν. Εἰ δὲ πρὸ τοῦ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα, τί θαυμαστὸν, εἰ καὶ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμνε; Ποῦ δὲ Ἐν ἀλαλαγμῷ; Τίς ἠλάλαξεν, ὅτε ἀνέβη; Καίτοι σιγῇ τοῦτο ἐγένετο, καὶ ἕνδεκα παρόντων μαθητῶν μόνον. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς δεῖ τὰς λέξεις ἐκλαμβάνειν, ἀλλ' εἰδέναι τὸ ἐξ αὐτῶν σημαινόμενον; Ὅπερ γὰρ ἐν προοιμίῳ τοῦ ψαλμοῦ ἔλεγον, ὅτι ἕτερόν τι ὁ ἀλαλαγμὸς δηλοῖ, τὴν νίκην, τὸ τρόπαιον· ὃ τοίνυν ἐνταῦθά φησιν, Ἐν ἀλαλαγμῷ, τοῦτό ἐστιν, ὅτι ἐν νίκῃ ἀνέβη, περιγενόμενος θανάτου, καταῤῥίψας τὴν ἁμαρτίαν, τοὺς δαίμονας τροπωσάμενος, τὴν πλάνην ἐκβαλὼν, πάντα μεταβαλὼν πρὸς τὸ βέλτιον, πρὸς τὴν ἀρχαίαν πατρίδα, μᾶλλον δὲ πρὸς πολλῷ βελτίονα, τὴν φύσιν ἀναγαγὼν τὴν ἡμετέραν. Οὐδεὶς γὰρ αὐτῷ παραγενομένῳ ἀντέστη, οὐχ ἁμαρτίας τυραννὶς, οὐ θανάτου δύναμις, οὐ κατάρας ἰσχὺς, οὐ φθορᾶς, οὐ κακίας ἐπίτασις, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ πάντα ταῦτα ὥσπερ ἀράχνην διαῤῥήξας, καὶ δαιμόνων φάλαγγας καὶ διαβόλου νεῦρα, καὶ ἅπαντα ταῦτα διαλύσας, ἀνῆλθε κατορθώσας ἅπερ ἐβούλετο.

εʹ. ∆ιὸ καὶ ὁ Παῦλος αὐτοῦ τὸ τρόπαιον διηγούμενος, ἔλεγεν· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Καὶ πάλιν· Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον ἐν τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ. Κύριος ἐν φωνῇ σάλπιγγος. Πάλιν τὸ αὐτὸ δηλοῖ, τουτέστιν ἐν νίκῃ λαμπρᾷ. Ἐνταῦθα. δὲ ἕτερόν τι νοητέον, τὸ περιφανὲς, τὸ σαφὲς, τὸ διωλύγιον. Καίτοι γε τότε οὐδεὶς ἔγνω, τούτου γενομένου, ἀλλ' οὕτως ἐγένετο σαφὲς, ὡς σάλπιγγος ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἐκεῖνο γὰρ τὸ λάθρᾳ γενόμενον τότε οὐδεὶς σχεδὸν τῶν οἰκούντων τὴν οἰκουμένην ἠγνόησεν, ἀλλ' οὕτως αὐτὸ ἐξεκάλυψε τῶν πραγμάτων ἡ φύσις, ὡς σάλπιγγος ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Οὐ γὰρ δὴ οὕτω σάλπιγξ ἠχοῦσα ἅπαντας ἂν ἐκάλεσεν ἐπὶ τὴν θέαν ἐκείνην, ὡς μετὰ ταῦτα ἡ τῶν πραγμάτων φωνὴ τὴν ἀνάβασιν ἔδειξε, βροντῆς ἁπάσης ἰσχυρότερον κατάδηλον τὸ πρᾶγμα ποιήσασα. Οὐδὲ γὰρ ἂν βροντὴ οὕτω τὴν οἰκουμένην ἐκάλεσεν, ὡς ἡ τῶν πραγμάτων ἐπίδειξις τούς τε ὄντας τότε, τούς τε μετὰ ταῦτα ἐσομένους. Ἡ μὲν γὰρ βροντὴ τοῖς παροῦσίν ἐστι κατάδηλος· αὕτη δὲ πάσαις γενεαῖς σάλπιγγος λαμπρότερον, καὶ βροντῆς σαφέστερον ἐπιδείκνυται τὸ γεγενημένον. Οὐκ ἂν δέ τις ἁμάρτοι σάλπιγγας τὰ στόματα τῶν ἀποστόλων εἰπὼν, οὐχὶ χαλκηλάτους σάλπιγγας, ἀλλὰ χρυσίου τιμιωτέρας, καὶ λίθων πολυτελεστέρας. ∆ιὰ τί οὖν οὐκ εἶπε, σάλπιγγος, ἀλλ', Ἐν φωνῇ σάλ πιγγος; Τὸ ὁμόψυχον αὐτῶν δηλῶν, καθάπερ καὶ ὁ Παῦλος λέγει· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν. Καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία, καὶ ἡ ψυχὴ μία· ἐσάλπιζον δὲ, οὐκ εἰς πόλεμον καλοῦντες, ἀλλὰ τὰ νικητήρια εὐαγγελιζόμενοι. Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων, ὅταν εἰς πόλεμον εἰσίωσι, μετὰ τῶν σημείων προηγοῦνται αἱ σάλπιγγες, διανιστῶσαι τοὺς παρόντας, οὐ τῇ ὄψει, ἀλλὰ καὶ τῇ ἀκοῇ, οὕτω καὶ τότε ἐγένετο· τῶν ἀποστόλων εἰσιόντων εἰς ἑκάστην πόλιν, ἤχουν αἱ σάλπιγγες, καὶ πρὸς τὴν ἀκρόασιν ἅπαντες ἔτρεχον. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. ∆ιηγησάμενος τοίνυν τὸ μέγεθος τοῦ κατορθώματος, καλεῖ τὴν οἰκουμένην ἐπὶ τὴν εὐφημίαν μετὰ πολλῆς τῆς σπουδῆς· διὸ καὶ διπλασιασμῷ κέχρηται· καὶ οὐχ ἁπλῶς καλεῖ ψάλλειν, ἀλλὰ μετὰ πολλῆς τῆς συνέσεως. Τί ἐστι, Ψάλατε συνετῶς; Καταμαθόντες, φησὶ, τὰ γεγενημένα, ἐννοήσαντες τὸ μέγεθος τῶν κατορθωμάτων. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι διὰ τοῦ εἰπεῖν, Συνετῶς· τὸ μὴ φωνῇ μόνον, ἀλλὰ καὶ ἔργοις ψάλλειν· τὸ μὴ γλώττῃ μόνον, ἀλλὰ καὶ βίῳ. Ἐβασίλευσε γὰρ, φησὶν, ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Ἄλλος φησὶν, Ἐπάνω τῶν ἐθνῶν. Καὶ ποίαν βασιλείαν ἐνταῦθά φησιν; Οὐκ ἐκείνην τὴν κατὰ τὸν τῆς δημιουργίας λόγον, ἀλλὰ ταύτην τὴν τῆς οἰκειώσεως. Ἐβασίλευσε μὲν γὰρ καὶ πρὸ τούτου πάντων, ἅτε δημιουργὸς καὶ ποιητὴς ὤν· νυνὶ δὲ καὶ ἑκόντων καὶ χάριν εἰδότων· ὅπερ μεγίστης εὐφημίας ἄξιον καὶ πολλοῦ τοῦ θαύματος, ὅτι ὁ πρὸ τούτου ὑβριζόμενος ὑπὸ Ἰουδαίων, τοσαύτην παρεσκεύασε γενέσθαι τὴν μεταβολὴν, ὡς πανταχοῦ τῆς οἰκουμένης ᾄδεσθαι· καὶ οἱ μήτε προφήτας ἀναγνόντες, μήτε νόμῳ συντραφέντες, ἀλλὰ καὶ θηριώδεις τὸν τρόπον ὄντες, ἀθρόον μετεβάλλοντο, καὶ πάντα ἐκεῖνα ῥίψαντες τὰ τῆς πλάνης, ὑπετάγησαν, οὐχὶ δύο καὶ τρία καὶ τέσσαρα ἔθνη καὶ δέκα, ἀλλ' οἱ πανταχοῦ τῆς οἰκουμένης οἰκοῦντες. Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Τί ἐστι, Κάθηται ἐπὶ θρόνου; Βασιλεύει, κρατεῖ. Καὶ καλῶς εἶπεν, Ἁγίου. Οὐ γὰρ δὴ βασιλεύει μόνον, ἀλλὰ καὶ ἁγίως βασιλεύει. Τί ἐστιν, Ἁγίως βασιλεύει; Καθαρῶς. Ἄνθρωποι μὲν γὰρ ἐπὶ τὴν ἀρχὴν ἐρχόμενοι ταύτην, αὐτῇ τῇ δυνάμει πρὸς ἀδικίαν κέχρηνται. Ἐκείνη δὲ ἀνέπαφος ἡ ἀρχὴ παντὸς τοιούτου, καθαρὰ καὶ ἁγία. Οὐδὲ γὰρ ἀπάτη, οὐδὲ ἄλλο τι τῶν τοιούτων τὸ δικαστήριον ἐκεῖνο διαφθείρει καὶ παραλογίζεται, ἀλλ' ἔστι καθαρὸν, εἰλικρινὲς, πάσης ἐπέκεινα καθαρότητος ἀπαστράπτον, διαλάμπον ἀφάτῳ τῇ δόξῃ. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

ςʹ. Ἐνταῦθα δείκνυσι τὴν ἐπίτασιν τοῦ Εὐαγγελίου, ὅτι οὐκ ἰδιωτῶν ἥψατο μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὸ διάδημα ἐχόντων, καὶ τῶν ἐπὶ τοῦ θρόνου καθημένων τοῦ βασιλικοῦ. Εἶτα δεικνὺς αὐτὸν ὄντα Καινῆς καὶ Παλαιᾶς ἕνα Θεὸν, φησί· Μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ἀντὶ τοῦ, αὐτὸς οὗτος ὁ καὶ τῶν προπατόρων Θεὸς, ὁ καὶ τὸν νόμον ἐκείνοις δεδωκώς. ∆ιὸ καὶ Ἱερεμίας ἔλεγε· ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, δεικνὺς ὅτι καὶ Καινῆς καὶ Παλαιᾶς εἷς καὶ ὁ αὐτός ἐστι νομοθέτης. Καὶ ὁ Βαροὺχ πάλιν ἔλεγεν· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, δεικνὺς ὅτι ὁ τὸν νόμον δεδωκὼς, αὐτός ἐστιν ὁ σαρκωθείς· καὶ ὁ σαρκωθεὶς αὐτὸς καὶ τὸν νόμον δέδωκε. Τοῦτο καὶ ὁ προφήτης λέγει· Συνήχθησαν μετὰ τοῦ Θεοῦ, φησὶν, Ἀβραάμ. Ὁ δὲ Ἑβραῖος, ἀντὶτοῦ, Μετὰ τοῦ Θεοῦ, Ἒμ Ἐλωῒ Ἀβραάμ. Καὶ πῶςτοῦτο γέγονεν; Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Τίνες δὲ οἱ κραταιοὶ τοῦ Θεοῦ, ἀλλ' ἢ οἱ ἀπόστολοι, εἰ πιστοὶ πάντες; Ἐπειδὴ γὰρ τοσοῦτον ἔλαμψεν ἡ δύναμις αὐτῶν, φησὶν, ἐκράτησαν ἁπάντων. Καὶ καλῶς αὐτοὺς κραταιοὺς ἐκάλεσε. Πῶς γὰρ οὐ κραταιοὶ, οἱ πρὸς ἅπασαν τὴν οἰκουμένην παραταξάμενοι, πρὸς τοὺς δαίμονας, πρὸς τὸν διάβολον, πρὸς δήμους, πρὸς πόλεις. πρὸς ἔθνη, πρὸς τυράννους, πρὸς τιμωρίας, πρὸς κολάσεις, πρὸς τήγανα, πρὸς καμίνους, πρὸς συνήθειαν, πρὸς φύσεως τυραννίδα, καὶ πάντα καθελόντες, καὶ ὑψηλότεροι πάντων γενόμενοι, καὶ μηδενὶ χειρωθέντες; πῶς οὐ κραταιοὶ, καὶ μετὰ τελευτὴν τοσαύτην ἐπιδεικνύμενοι τὴν ἰσχύν; πῶς οὐ κραταιοὶ, ὧν τὰ ῥήματα ἀδάμαντός ἐστι στεῤῥότερα καὶ οὐδεὶς αὐτὰ χρόνος ἤλεγξεν, ἀλλὰ καὶ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν, τοῦ εὐαγγελικοῦ κηρύγματος πάντῃ καὶ πανταχοῦ διατρέχοντος εἰς τὰ τῆς οἰκουμένης πληρώματα; Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ.

Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Ἕτερός φησι, Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ' ἀρχῆς ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς.

αʹ. Καὶ ἐνταῦθα ἀπαλλαγὴν πολέμων, καὶ μάχης ἐλευθερίαν δηλοῖ. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀπὸ τῆς Βαβυλωνίων, καὶ τῆς μακρᾶς ἀπαλλαγέντες αἰχμαλωσίας, τὴν πατρῴαν ἀπέλαβον γῆν, καὶ πολλοὺς διέφυγον πολέμους, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ τούτων αἰτίῳ τῶν ἀγαθῶν, τούτους ᾄδουσι τοὺς ὕμνους, καί φασι· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Τὸ μὲν Μέγας, λέγουσι, τὸ δὲ πόσον, οὐκέτι· οὐδεὶς γὰρ τοῦτο ἐπίσταται· διὸ καὶ ἐπήγαγε· Καὶ αἰνετὸς σφόδρα. Τῆς γὰρ μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ∆οξάζειν αὐτὸν δεῖ, καὶ αἰνεῖν μόνον, καὶ τοῦτο μεθ' ὑπερβολῆς ἁπάσης· αἰνεῖν δὲ αὐτὸν, καὶ διὰ τὸ μέγεθος τῆς οὐσίας τὸ ἄπειρον τοῦτο καὶ ἀκατάληπτον, καὶ διὰ τὴν ὑπερβολὴν τῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς. Καὶ γὰρ ἠβουλήθη, καὶ ἴσχυσεν ἅπερ ἠβουλήθη. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Τί λέγεις; Ἐκεῖ συγκλείεις αὐτοῦ τὸν αἶνον, τοῦ μεγάλου, τοῦ αἰνετοῦ, ἐν τῇ πόλει καὶ ἐν τῷ ὄρει; Οὐ τοῦτο λέγω, φησὶν, ἀλλ' ὅτι ἡμεῖς πρὸ τῶν ἄλλων τοῦτο ἐπέγνωμεν. Ἢ διὰ τοῦτο οὖν εἶπε τὸ, Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἢ θέλων δηλῶσαι ὅτι διὰ τῶν εἰς αὐτὴν γινομένων θαυμάτων ἐδείχθη αὐτοῦ ἡ μεγαλωσύνη καὶ ἡ δόξα, ὅτι δὴ τοὺς αἰχμαλώτους, τοὺς ἀπεῤῥιμμένους, τοὺς εὐκαταφρονήτους, τοὺς καθάπερ ἐν τάφῳ τῇ πολεμίᾳ κατεχομένους γῇ, τούτους ἀθρόον οὕτως ἐκλάμψαι παρεσκεύασεν, ὡς τῶν κρατησάντων περιγενέσθαι, καὶ ἐπανελθεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν ἐπαναγαγεῖν, καὶ τὸ παλαιὸν τῆς πατρίδος ἀποδοῦναι σχῆμα. ∆είκνυσι μὲν γὰρ αὐτὸν, φησὶ, καὶ τὸ μέγεθος τῶν κτισμάτων τῶν ὁρωμένων· ἀλλ' ἐπειδὴ οἱ πλείους ἀνοητότερον διέκειντο τὸ παλαιὸν, προστίθησι καὶ τὴν ἀπὸ τῶν πολεμίων, καὶ τὴν ἀπὸ τῆς νίκης γνῶσιν, τὰ παράδοξα ταῦτα τρόπαια συνεχῶς ἱστὰς, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ἐργαζόμενος, καὶ παρ' ἐλπίδα καὶ προσδοκίαν ἅπασαν τὰ τοιαῦτα θαυματουργῶν. Πόλιν δὲ αὐτοῦ καλεῖ ταύτην, οὐ τὰς ἄλλας ἀποστερῶν αὐτοῦ τῆς προνοίας, ἀλλὰ δεικνὺς τούτους πλέον τι τῶν ἄλλων ἔχοντας κατὰ τὸν τῆς γνώσεως λόγον. Ἐκεῖναι μὲν γὰρ κατὰ τὸν τῆς δημιουργίας μόνον λόγον αὐτοῦ ἂν λέγοιντο· αὕτη δὲ καὶ κατὰ τὸν τῆς οἰκειώσεως, καὶ διὰ τὸ πάντα αὐτόθι τὰ θαύματα γίνεσθαι. Τότε μὲν οὖν ἡ πόλις ἐλέγετο τοῦ Θεοῦ· νῦν δὲ πάντες ἡμεῖς τοῦ Θεοῦ λεγόμεθα. Οἱ γὰρ τοῦ Χριστοῦ, φησὶ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἶδες ἀρετῆς ἐπίτασιν; ∆ιὰ τοῦτο καὶ ὄρος ἐλέγετο τοῦ Θεοῦ, ἐπειδὴ ὁ Θεὸς ἐκεῖ ἐθεραπεύετο. Εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Πολλὴ ἡ ἀσάφεια τοῦ ῥητοῦ, διὸ προσέχειν δεῖ. Τῷ μὲν γὰρ ἁπλῶς ἀναγινώσκοντι πολλὴν τὴν ἀπορίαν ποιεῖ, ὁ δὲ μετὰ ἀκριβείας αὐτὰ ἐπιὼν, ὄψεται τὴν ἀκολουθίαν καὶ τὴν σειρὰν ἀκριβῆ τῶν νοημάτων. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Μέγας Κύριος ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐριζῶν, τουτέστι καλῶς ῥιζῶν, καλῶς πηγνὺς, καλῶς βεβαιῶν αὐτὴν ἐν χαρᾷ καὶ εὐφροσύνῃ πάσης τῆς οἰκουμένης. Τοῦτο καὶ ἄλλος αἰνιττόμενος, Ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς, εἶπεν. Ἀγλάϊσμα γὰρ αὐτὴν πάσης τῆς οἰκουμένης καὶ εὐφροσύνην ἐποίησεν. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς εὐσεβείας, καὶ τῆς θεογνωσίας αἱ ῥίζαι καὶ αἱ ἀρχαί. Τοιαύτην τοίνυν οὖσαν αὐτὴν ἐῤῥίζωσε, καὶ καλῶς ἔπηξεν ἐπὶ κόσμῳ τῆς οἰκουμένης, ἐπὶ ἀγαλλιάματι, ἐπὶ χαρᾷ πάσης τῆς γῆς. Τὸ γὰρ διδασκαλεῖον τῆς γῆς τὰ Ἱεροσόλυμα τότε ἦν, καὶ οἱ βουλόμενοι χαρᾶς ἀπολαύειν, καὶ καλλωπίζεσθαι, καὶ κοσμεῖσθαι, ἐντεῦθεν τὰ δέοντα ἐμάνθανον. ∆ιὸ καὶ τοῦτο δηλῶν οὐ ῥιζῶν εἶπεν, ἀλλ', Εὐριζῶν. Εἰ δὲ βούλει αὐτὸ καὶ κατὰ ἀναγωγὴν λαβεῖν, ὄψει τῶν πραγμάτων τὴν ἀλήθειαν. Ἐντεῦθεν γὰρ τὸ ἀγαλλίαμα πανταχοῦ τῆς οἰκουμένης γέγονεν· ἐντεῦθεν ἡ εὐφροσύνη καὶ ἡ χαρά· ἐντεῦθεν αἱ πηγαὶ τῆς φιλοσοφίας, ἔνθα Χριστὸς ἐσταυρώθη, ὅθεν οἱ ἀπόστολοι ἐξώρμησαν· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ ῥίζας δὲ ἀθανάτους ἡ χαρὰ αὕτη ἔχει. Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἄλλος φησὶν, Ὄρη Σιὼν οἱ μηροὶ τοῦ βοῤῥᾶ. Ὁ δὲ Ἑβραῖος, Ἂρ Σιὼν ἰερχθὴ σαφούν. Τίνος ἕνεκεν, εἰπέ μοι, τοῦ βοῤῥᾶ μνημονεύει νῦν, καὶ τοῦ τόπου τὴν θέσιν ἡμῖν ὑπογράφει; Ἐπειδὴ ἐντεῦθεν συνεχῶς ὁ πόλεμος αὐτοῖς ἀνεῤῥιπίζετο, τῶν βαρβάρων ἐπιόντων, καὶ συνεχῶς οἱ προφῆται τοῦτο λέγουσι, τὸν ἀπὸ βοῤῥᾶ καλοῦντες, καὶ λέβητα ἐκεῖθεν καιόμενον ὑπογράφουσιν· οὕτω γὰρ ἡ Περσῶν χώρα κεῖται πρὸς τὴν Παλαιστίνην. Θαυμάζων τοίνυν τὸ γεγενημένον, τοῦτο ἐπήγαγε, δηλῶν, ὅτι ταύτην τὴν συνεχῶς ἐκεῖθεν ἐνοχλουμένην ἀχείρωτον ἐποίησας. Ὥσπερ γὰρ ἂν εἴ τις λέγοι περὶ σώματος, ὅτι Τὸ μέρος ἐκεῖνο τὸ ἀσθενὲς ἰσχυρότερον εἰργάσω, τοῦτο δὴ καὶ αὐτὸς ἐνταῦθα αἰνίττεται λέγων· Ὅθεν οἰμωγαὶ καὶ δάκρυα, ὅθεν ὑπόθεσις τῶν συμφορῶν, ταῦτα ἡδονῆς τὰ μέρη ἐμπέπλησται, ταῦτα εὐθυμίας. Ὅθεν ἀπειλαὶ καὶ φόβοι καὶ κίνδυνοι, ἐντεῦθεν χαρὰ καὶ εὐφροσύνη, καὶ οὐδεὶς λοιπὸν ἐκεῖνο δέδοικε τὸ μέρος τῆς κτίσεως τὸ βορειότερον, οὐδεὶς κάμνει, οὐδεὶς ὑφορᾶται, ἀλλὰ πάντες ἐν εὐφροσύνῃ, σοῦ ῥιζώσαντος αὐτὴν ἐν ἡδονῇ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἄλλος, Ἐγνώσθη. Ἄλλος, Ὁ Θεὸς ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται εἰς ὀχύρωμα. Ἄλλος, Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς ἐγνώσθη εἰς τὸ ἐξελέσθαι αὐτήν.

βʹ. Ἀνακηρύττει αὐτῆς τὸ ἀξίωμα, τὴν εὐφημίαν, τὸν στέφανον, λέγων, Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Εἶτα δεικνὺς πῶς ἐστι πόλις τοῦ βασιλέως τοῦ μεγάλου, ἐπάγει, Ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, τὴν πολλὴν πρόνοιαν ἐνδεικνύμενος, ὅτι ὅλην δι' ὅλου σώζει, οὐχ ὁλοκλήρου μόνον αὐτῆς κηδόμενος, ἀλλὰ καὶ καθ' ἑκάστην οἰκίαν ἐπιδεικνύμενος αὐτοῦ τὴν πρόνοιαν. Ἡμῖν μὲν γὰρ καὶ χωρὶς τούτου γνώριμος, τοῖς δὲ ἐχθροῖς καὶ ἐντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἔδειξε. Καὶ γὰρ ἐπὶ τοῦ Ἐζεκία νέφος βαρβάρων ἐπελθὸν, καὶ πᾶσαν αὐτὴν καθάπερ ἐν σαγήνῃ κυκλώσαντες, ἀπῆλθον τὸ πλέον αὐτῶν καταλιπόντες νεκρούς. Καὶ ἕτεροι δὲ πολλοὶ πολλάκις εἰς αὐτὴν εἰσελθόντες, αἰσχυνθέντες ἀνεχώρησαν. Ταῦτα δὲ πάντα τῇ τοῦ Θεοῦ προνοίᾳ κατωρθώθη, φησὶ, καὶ λαμπρὰν αὐτὴν ἐποίησεν. Οὐ τῷ λαμπρὰ δὲ μόνον, ἀλλὰ καὶ τῷ οὕτω λαμπρὰ γενέσθαι, μεγάλη γέγονεν. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Ἄλλος φησὶν, Ἰδοὺ οἱ βασιλεῖς συνετάξαντο. Αὐτοὶ ἰδόντες οὕτως, ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης, ἐν πνεύματι βιαίῳ. Ἄλλος φησὶ, ∆ι' ἀνέμου βιαίου. Ἄλλος, Καύσωνος. Συντρίψεις πλοῖα Θαρσεῖς. Ἄλλος, Κατεάξεις. Ὁ δὲ Ἑβραῖός φησι, Θαρσεῖς.Ἐνταῦθα πόλεμον διηγεῖται χαλεπὸν καὶ συγκεκροτημένον πάντοθεν, καὶ νίκην λαμπροτέραν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀντιλαμβάνεται αὐτῆς καὶ πολλὴν ἐπιδείκνυσι πρόνοιαν, δείκνυσι λοιπὸν καὶ πῶς ἀντελαμ βάνετο. Μυρίων γὰρ ἐθνῶν ἐπελθόντων τοῦτο γὰρ διὰ τοῦ πλήθους τῶν βασιλέων δηλοῖ, καὶ οὐχ ἁπλῶς ἐπελθόντων, ἀλλὰ συγκεκροτημένων καὶ συντεταγμένων, τοιαῦτα γέγονε πράγματα, ὡς αὐτοὺς θαυμαστὰς γενομένους τῶν παραδόξων αὐτῶν ἀπελθεῖν. Οὕτω γὰρ ὁ πόλεμος ἐτροποῦτο, ὡς νάρκης, καὶ φρίκης ἐμπλησθέντας αὐτοὺς ἀναχωρεῖν· καὶ μετὰ πολλῆς τῆς ἀγωνίας ἀπεπήδων οἱ πολλοὶ τοὺς ὀλίγους δείσαντες, οἱ συντεταγμένοι τοὺς διῃρημένους, καὶ ὠδινούσης γυναικὸς οὐδὲν ἄμεινον διέκειντο. Ὅθεν δῆλον, ὡς οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην ὁ πόλεμος κατωρθοῦτο, ἀλλὰ Θεὸς ἦν ὁ τὴν μάχην στρατηγῶν, ὁ καὶ τὰ φρονήματα αὐτῶν οὐ μόνον καταβάλλων, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτῶν κατασείων, καὶ ὠδῖνας αὐτοῖς ἐντιθεὶς, καὶ ἄῤῥητον φόβον τινὰ αὐτοῖς ἐργαζόμενος. Καὶ ταὐτὸν γέγονεν, οἷον ἂν εἰ στόλου πολλοῦ ναυτικοῦ συνελθόντος, πνεῦμα ἐμπεσὸν χαλεπὸν συντρίψειε πάντα τὰ πλοῖα, καὶ καταδύσειε τὰς τριήρεις, καὶ πολλὴν ἀθρόον ἐμβάλοι τὴν ταραχήν. Ἐνταῦθα γάρ μοι διὰ τοῦ ὑποδείγματος τούτου τό τε εὔκολον τῆς νίκης δοκεῖ δηλοῦν, καὶ τῆς ταραχῆς τὴν ὑπερβολήν. Καὶ γὰρ ναυτικῷ χρησάμενοι στόλῳ, καὶ οὗτοι παραγενόμενοι ἐκ μακρᾶς τινος καὶ ἀλλοτρίας χώρας, ὥσπερ τινὶ πνεύματι βιαίῳ τῇ ὀργῇ τοῦ Θεοῦ πάντες ἀπώλοντο. ∆ιὸ καὶ τὸν τόπον δηλῶν ὅθεν ἦλθον, ἐπήγαγε τὸ, Θαρσεῖς. Οὕτω γὰρ καὶ ὁ Ἑβραῖος ἐδήλωσε διὰ τῆς λέξεως, ἣν καὶ παρεθήκαμεν ὑμῶν χάριν εἰς τὴν ἀνάγνωσιν τοῦ ῥητοῦ. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ἐκεῖνο ὃ ἔμπροσθεν εἶπον, ὅτι ὥσπερ τὰ πλοῖα Θαρσεῖς ἄνεμος χαλεπὸς ἐμπεσὼν συνέτριψε πολλάκις, οὕτω δὴ τὰ πλήθη ἐκεῖνα συνετάραξεν ὁ Θεός. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς τὸ ἀνώτερον ἐξηγεῖται, τὸ, Εὐριζῶν; Οὐ γὰρ εἶπεν, εὐριζώσας, ἀλλ', Εὐριζῶν, τουτέστι, διηνεκῶς προορῶν, διηνεκῶς κηδόμενος, διηνεκῶς τειχίζων. Εἰπὼν γὰρ τὰ συμβάντα τότε, ἐπὶ τὰ παλαιὰ διηγήματα ἀνάγει τὸν λόγον, δεικνὺς ὅτι ταῦτα ἐκείνων συγγενῆ. Ἃ γὰρ εἴδομεν, φησὶν, ἐπὶ τῶν ῥημάτων, ταῦτα ἐπὶ τῶν ἔργων ἑωράκαμεν, τὰς νίκας, τὰ τρόπαια τοῦ Θεοῦ, τὴν κηδεμονίαν, τὰ παράδοξα θαύματα. Οὐ γὰρ διέλιπεν ὁ Θεὸς ἀεὶ ταῦτα ἐργαζόμενος. Ὥστε αὐτοῦ ἐστι καὶ κινδύνων ἀπαλλάττειν, καὶ πρὸς θεογνωσίαν χειραγωγεῖν. Καὶ καλῶς ὁ προφήτης ἐμνημόνευσε τῶν πρὸ πολλοῦ τοῦ χρόνου γενομένων. Ἐπεὶ γὰρ καὶ ἀπὸ τῶν παλαιῶν διηγημάτων, καὶ ἀπὸ τῶν νεαρῶν παιδεύεσθαι ἔργων, ὥστε τοὺς παχυτέρους αὐτῶν ἀπὸ τῶν γινομένων καὶ τοῖς ἤδη γεγενημένοις πιστεύειν, καὶ διπλοῦν καρποῦσθαι τὸ κέρδος, καὶ τὴν ἀκοὴν αὐτοῖς ἀντὶ ὄψεως γίνεσθαι. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ἕτερος, Εἰκάσαμεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ὁ δὲ Ἑβραῖος, Ἠχαλὰχ δεμμηνοῦ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.

γʹ. Ἐπειδὴ εἶπεν, Ἃ ἠκούσαμεν, ταῦτα καὶ εἴδομεν, λέγει καὶ τί ἤκουσε, καὶ τί εἶδε. Τί οὖν ἤκουσε, καὶ τί εἶδε; Ὅτι ἰσχυροτέραν καὶ ἀῤῥαγῆ ἡ τοῦ Θεοῦ χάρις τὴν πόλιν ἐργάζεται. Τοῦτο γὰρ αὐτῇ θεμέλιος, τοῦτο ἰσχὺς, τοῦτο ἀχείρωτον αὐτὴν ποιεῖ, οὐκ ἀνθρωπίνη συμμαχία καὶ βοήθεια, οὔτε ὅπλων ἰσχὺς, οὐδὲ πύργοι καὶ τείχη· ἀλλὰ τί; Ὁ Θεὸς αὐτὴν διακρατεῖ. Τοῦτο γὰρ μάλιστα παιδεύεσθαι αὐτοὺς ἔδει, καὶ πρὸς τοῦτο αὐτοὺς ὁ Προφήτης ἐνάγει διηνεκῶς. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Τί ἐστιν, Ὑπελάβομεν; Ἠλπίσαμεν, προσεδοκήσαμεν, ἔγνωμεν τὴν φιλανθρωπίαν τὴν σήν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐθεμελίωσεν, ἐῤῥίζωσεν, ἐτείχισε, δεικνὺς ὅτι ἡ τοσαύτη πρόνοια οὐ κατὰ τὴν ἀξίαν τῶν ἀπολαβόντων, ἀλλὰ κατὰ τὴν ἀγαθότητα τοῦ ποιοῦντος γίνεται, καὶ ἅμα θέλων τὸν τῦφον αὐτῶν καταστεῖλαι, οὕτως εἶπε, μονονουχὶ τοῦτο λέγων· Σοῦ τοῦ ἐλέους ἐστὶ ταῦτα τὰ κατορθώματα, τῆς δόξης τῆς σῆς, τῆς ἀγαθωσύνης τῆς σῆς. ∆ιὸ καὶ ἐπήγαγε· Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Ἡ αἴνεσίς σου, φησὶ, κατορθώματα οὕτω μεγάλα ποιεῖ καὶ θαυμαστὰ, οὕτως ὑψηλὰ καὶ ἔνδοξα. Οὐ γὰρ κατὰ τὸ μέτρον τῶν εὐεργετουμένων τὴν κηδεμονίαν ἐπεδείκνυσο, οὐδὲ κατὰ τὴν ἀξίαν, ἀλλὰ κατὰ τὸ μέγεθος τὸ σόν. Ἡ αἴνεσις τοίνυν, τουτέστιν, ἡ εὐφημία ἡ ἀπὸ τῶν ἔργων, τὰ κατορθώματα ἐποίησεν ἐξάκουστα. Ἐγίνετο μὲν γὰρ ἐν τῇ Παλαιστίνῃ, διὰ δὲ τὸ μέγεθος καὶ τὸν ὄγκον αὐτὰς τῆς οἰκουμένης κατελάμβανε τὰς ἐσχατιὰς, καὶ οἱ πόῤῥωθεν ὄντες πάντα ἐμάνθανον. Τά γ' οὖν ἐν Αἰγύπτῳ γενόμενα, ἡ Ἰεριχουντία πόρνη τῶν παρόντων ἀκριβέστερον ᾔδει. Πάλιν τὰ ἐν Παλαιστίνῃ συμβάντα καὶ οἱ τὴν τῶν Περσῶν χώραν οἰκοῦντες ἀνεκήρυττον· τὰ ἐν αὐτῇ τῇ Περσίδι πάλιν οἱ πρὸς τὰ πέρατα τῆς γῆς ὄντες ἐγίνωσκον. ∆ιὰ δὴ τοῦτο καὶ ὁ βασιλεὺς διὰ γραμμάτων ἔπεμπε πανταχοῦ τῆς οἰκουμένης, ἀνακηρύττων τὰ ἐν τῇ καμίνῳ. ∆ιὰ τοῦτο καὶ οὗτος εἰπὼν, Καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς, ἐπήγαγε· ∆ικαιοσύνης πλήρης ἡ δεξιά σου. Ὅπερ μὲν ἔθος αὐτῷ ποιεῖν συνεχῶς, ἀπὸ τῶν εἰς ἀνθρώπους γινομένων ἀναβαίνειν ἐπὶ τὰ προσόντα αὐτοῦ τῇ φύσει, τοῦτο καὶ ἐπὶ τοῦ παρόντος ποιεῖ· οὐχ ἵνα ἐπιγινόμενα καὶ ἀπογινόμενα νοήσωμεν, μὴ γένοιτο· ἀλλ' ἐπειδὴ ἀσθενεῖ ὁ λόγος καὶ ἡ γλῶττα ἡ ἀνθρωπίνη, δεῖ θεοπρεπῆ τινα ἔννοιαν προστιθέναι τῷ λόγῳ. Τὰ προσόντα οὖν τῇ φύσει τοῦ Θεοῦ ταῦτα λέγει, τὰ συνουσιωμένα αὐτῷ. Τίνα δὲ ταῦτά ἐστι; ∆ικαιοσύνης πλήρης, φησὶν, ἡ δεξιά σου. ∆είκνυσι γὰρ, ὅτι οὐ τῆς ἀξίας ἦν τῶν εὐεργετουμένων τὰ γινόμενα, ἀλλὰ τῆς οὐσίας τῆς αὐτοῦ, ἐπειδὴ αὐτὴ αὐτοῦ ἡ οὐσία δικαιοσύνῃ χαίρει, φιλανθρωπίᾳ εὐφραίνεται. Τοῦτο ἔργον αὐτοῦ, τοῦτο ἔθος αὐτῷ, καὶ διὰ τοῦτο τοσαύτης ἀπήλαυον εὐεργεσίας. Ὥσπερ γὰρ τοῦ πυρὸς τὸ θερμαίνειν, καὶ ἡλίου τὸ φωτίζειν· οὕτω δὴ καὶ αὐτοῦ τὸ εὐεργετεῖν, οὐχ οὕτω δὲ, ἀλλὰ καὶ πολλῷ μᾶλλον. ∆ιὸ καὶ οὕτως εἶπε, ∆ικαιοσύνης πλήρης ἡ δεξιά σου, τὸ δαψιλὲς, τὸ συνουσιωμένον αὐτῷ δηλῶν. Εὐφρανθήτω ὄρος Σιὼν, καὶ ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Ἄλλος φησὶ, ∆ιὰ κρίσεις σου. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν. Ἄλλος, καὶ περιέλθετε. ∆ιηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Ἕτερος, Ἀριθμήσατε τοὺς πύργους αὐτῆς. Ἄλλος,Ἐπαινέσατε. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς. Ἕτερος, Εἰς τὸν περίβολον. Ἕτερος, Τὴν εὐπορίαν. Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς. Ἕτερος, ∆ιαμετρήσατε τὰ βασίλεια αὐτῆς. Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἄλλος, Γενεᾷ μεταγενεστέρᾳ. Ὅτι οὗτος ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τί δήποτε ταῦτα παρακελεύεται, περιιέναι τὴν πόλιν, ἀριθμεῖν τοὺς πύργους, προσέχειν ταῖς οἰκοδομαῖς, τὴν εὐπρέπειαν αὐτῆς ἀναλογίζεσθαι, τοὺς περιβόλους αὐτῆς καὶ τὰ τείχη ψηφίζειν, τὰς οἰκίας καὶ τὰ βασίλεια μετρεῖν, οὐ χρεία τῆς παρ' ἡμῶν ἑρμηνείας· αὐτὸς ἑαυτὸν ὁ λόγος σαφηνίζει. Εἰπὼν γὰρ ταῦτα, καὶ τὴν αἰτίαν εὐθέως προσέθηκε. Ποίαν δὴ ταύτην; Ὅπως ἂν διηγήσησθε, φησὶν, εἰς γενεὰν ἑτέραν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐμπλήσθητε ἡδονῆς, χάρητε, σκιρτήσατε. Ἀλλὰ μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ ἀκριβείας καταμάθετε αὐτῆς τὴν ἰσχύν. Ἐπειδὴ γὰρ ἐρείπιον γέγονεν, ἐπειδὴ πρόῤῥιζος ἀνεσπάσθη, καὶ τὸ ἔδαφος αὐτῆς σχεδὸν ἀπώλετο, καὶ ἀπέγνωσαν τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν, ὡς λέγειν, Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, διαπεφωνήκαμεν, παρανηλώμεθα, καὶ οὐ προσεδόκων αὐτὴν ἀπολήψεσθαι· ἀπέλαβον δὲ αὐτὴν, καὶ οὐ τοιαύτην, οἵαν ἀπέβαλον, ἀλλὰ πολλῷ βελτίονα καὶ λαμπροτέραν, καὶ περιφανεστέραν, καὶ μείζονα, καὶ εὐπορωτέραν, καὶ δυνατωτέραν, καὶ εὐρυτέραν ἐν ταῖς οἰκοδομαῖς, ἐν τοῖς ὠνίοις, ἐν τῇ δυνάμει, ἐν τῇ τῆς ὑποστάσεως περιουσίᾳ. Ἔσται γὰρ, φησὶν, ἡ ἐσχάτη δόξα τοῦ οἴκου τούτου, ὑπὲρ τὴν ἔμπροσθεν. Παραινεῖ τῷ λαῷ, καὶ μονονουχὶ ταῦτα λέγει· Ἰδοὺ ἡ πόλις αὕτη, ἡ ἀπεγνωσμένη, ἡ ἀπηλπισμένη, ἡ ἐρείπιον οὖσα, πῶς ἐπὶ λαμπρότερον ἐπανῆλθε σχῆμα; Αὐτὰ οὖν ταῦτα καταμάθετε, τὴν οἰκοδομὴν αὐτῆς, τὴν λαμπρότητα, τὴν περιφάνειαν, ἵνα κἀντεῦθεν μαθόντες τοῦ Θεοῦ τὴν ἰσχὺν, πῶς τὴν ἀπεγνωσμένην μείζονα ἐποίησε, διηγῆσθε τοῖς ἐγγόνοις ὑμῶν τὴν δύναμιν τοῦ Θεοῦ, τὸ διαρκὲς αὐτοῦ τῆς προνοίας· ὅτι διαπαντὸς ἔμενεν ἡμῶν κηδόμενος, καὶ προϊστάμενος καὶ ποιμαίνων. Ταῦτα γὰρ τὰ διηγήματα καὶ τοῖς μετὰ ταῦτα πολλῆς ἔσται φιλοσοφίας ὑπόθεσις, καὶ θεογνωσίας ἀκριβεστάτης ἀφορμὴ, καὶ ἀρετῆς ἐπιμέλεια. ∆ιὰ ταῦτα αὐτὴν περιιέναι κελεύει, ἵνα ἀκριβεῖς διδάσκαλοι τῶν ἐγγόνων γένωνται τῶν ἑαυτῶν.

δʹ. ∆ιὸ δὴ καὶ ἡμεῖς ἀεὶ καὶ διηνεκῶς ἀποσκοποῦντες, ἐν νῷ ἔχωμεν τὴν πόλιν ἡμῶν Ἱερουσαλὴμ, αὐτῆς τὰ κάλλη διαπαντὸς φανταζόμενοι, ἥτις ἐστὶ μητρόπολις τοῦ βασιλέως τῶν αἰώνων, ἐν ᾗ πνεύματα δικαίων, χοροὶ πατριαρχῶν, ἀποστόλων, καὶ πάντων ἁγίων· ἔνθα πάντα ἀστασίαστα, καὶ μὴ παρερχόμενα· ἔνθα τὰ ἄφθαρτα καὶ ἀθέατα κάλλη, ἃ μόνοις πρόσεστι κληρονομῆσαι τοῖς παντελῶς λήθην ποιησαμένοις τῶν φθαρτῶν τούτων καὶ προσκαίρων βιωτικῶν μελημάτων, πλούτου λέγω, καὶ τρυφῆς, καὶ τῶν ἐπιβλαβῶν ἡδονῶν τοῦ διαβόλου. Τὴν δὲ φιλαδελφίαν καὶ τὴν φιλοξενίαν πρὸς τοὺς δεομένους καθ' ἑκάστην τὴν ἡμέραν αὐξοῦντες, ἀγάπην τὴν πρὸς τὸν πλησίον, καὶ τὴν ἐκ τῆς καρδίας συγχώρησιν τοῦ λελυπηκότος, ἵν' οὕτω καλῶς καὶ θεαρέστως βιοτεύοντες, κληρονόμοι γενοίμεθα τῆς τῶν οὐρανῶν βασιλείας, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκού σατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦν τες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πέ νης. Ἄλλος, Ὁμοῦ.

αʹ. Μεγάλα τινὰ καὶ ἀπόῤῥητα μέλλει διαλέγεσθαι νῦν ἡμῖν ὁ Προφήτης. Οὐδὲ γὰρ ἂν τοὺς πανταχοῦ τῆς γῆς ἐκάλεσεν εἰς ἀκρόασιν, οὐδ' ἂν τὸ τῆς οἰκουμένης ἐκάθισε θέατρον, εἰ μὴ μέγα τι, καὶ λαμπρὸν, καὶ τοῦ μεγέθους τοῦ συλλόγου ἄξιον ἐρεῖν ἡμῖν ἔμελλεν. Οὐκέτι γὰρ ὡς Ἰουδαίοις προφητεύων τοῖς τὴν Παλαιστίνην οἰκοῦσι διαλέγεται, ἀλλ' ὥσπερ τις ἀπόστολος καὶ εὐαγγελιστὴς πρὸς ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν ἀποτείνει τὸν λόγον. Ὁ μὲν γὰρ νόμος ἐν μιᾷ γωνίᾳ τῆς οἰκουμένης τὸ ἔθνος ἐπαίδευεν· ὁ λόγος δὲ τοῦ κηρύγματος πανταχοῦ τῆς γῆς ἐξηχεῖτο, καὶ ἑαυτὸν ἐξέτεινε, τοσαύτην ἐπελθὼν χώραν, ὅσην καὶ ὁ ἥλιος ἔπεισιν. Ἐκεῖνα μὲν γὰρ παιδαγωγία τις ἦν καὶ εἰσαγωγὴ, καὶ διακονία κατακρίσεως καὶ θανάτου· ταῦτα δὲ χάρις καὶ εἰρήνη. Ἐπεὶ οὖν ἅπαν τὸ γένος εἰς τὴν ἀκρόασιν συνεκάλεσε, δεῦρο δὴ καὶ ἡμεῖς παραγενώμεθα, καὶ ἴδωμεν τί βούλεται ἡμῖν ὁ ψαλμῳδὸς εἰπεῖν, ὁ κοινὸς τοῦ γένους τῶν ἀνθρώπων προστάτης. Κἂν βάρβαροί τινες ὦσι, κἂν σοφοὶ, κἂν ἰδιῶται, κελεύεις αὐτοὺς παραγενέσθαι; Ναὶ, φησί. ∆ιὰ δὴ τοῦτο ἀρχόμενος εἶπεν, Πάντα τὰ ἔθνη· καὶ πάλιν ἐπέτεινε λέγων· Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, τὴν ἀνθρωπότητα πᾶσαν καλῶν. Βαβαὶ τῆς διδασκαλίας! πῶς ἐστι πᾶσιν ἁρμόδιος, καὶ κοινή. ∆ιὰ γάρ τοι τοῦτο οὐδὲ ἁπλῶς καλεῖ μόνον ἅπαντας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς σπουδῆς, καὶ ἀκριβείας προσέχειν τοῖς λεγομένοις κελεύει. Οὐ γὰρ εἶπεν, Ἀκούσατε μόνον ταῦτα, πάντα τὰ ἔθνη, ἀλλὰ καὶ, Ἐνωτίσασθε. Τὸ δὲ ἐνωτίσασθαι οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ μετὰ σπουδῆς ἀκοῦσαι, καὶ συντεταμένῃ τῇ διανοίᾳ. Ἐνωτίσασθαι γὰρ λέγεται κυρίως, ὅταν τις οὖς πρὸς οὖς διαλέγηται, συντείνων τε ἑαυτὸν, καὶ ἐκεῖνον κελεύων προσέχειν τοῖς λεγομένοις. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Καὶ εἴ τινες οὐκ εἰς ἔθνη καταλέγονται, ἀλλ' εἰσὶ μιγάδες, ἢ νομάδες διεσπαρμένοι, καὶ τούτους ἐπὶ τὴν ἀκρόασιν καλῶ. Καὶ θέα σύνεσιν δημηγόρου. Πρῶτον αὐτῶν διανέστησε τὴν διάνοιαν, καὶ μετεώρους ἐποίησε πρὸς τὴν ἀκρόασιν, τῷ πάντας ἀθρόον καλέσαι. Εἶτα καλέσας, καταστέλλει τὸν τῦφον αὐτῶν, ἵνα μὴ τῷ πλήθει πρὸς ἀπόνοιαν αἴρωνται. Τοιούτων γὰρ μάλιστα ἀκροατῶν χρεία, ὅταν φιλόσοφά τις μέλλῃ φθέγγεσθαι ῥήματα, συντετριμμένων, καὶ κατεσταλμένων, ἀπονοίας καὶ φυσήματος ἀπηλλαγμένων. Πῶς οὖν αὐτῶν κατέστειλε τὴν διάνοιαν; Ἀναμνήσας τῆς φύσεως. Εἰπὼν γὰρ, Ἔθνη, ἐπήγαγεν· Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶπε τὴν οὐσίαν, ἐξ ἧς ἡ ἀρχὴ τῆς γενέσεως ἡμῶν, ἀνέμνησε τῆς κοινῆς ἁπάντων ἡμῶν μητρός. Καὶ τίνος ἕνεκεν εἶπεν, Οἱ υἱοὶ τῶν ἀνθρώπων; Ἐπειδὴ εἶπε, Γηγενεῖς, ἵνα μή τις νομίσῃ κατὰ τοὺς ἔξω μυθολόγους, ἀπὸ γῆς ἐξ ἀρχῆς βλαστῆσαι τοὺς ἀνθρώπους, καθάπερ τινὲς ἐμυθολόγησαν, σπαρτούς τινας ἐπεισάγοντες, διὰ τοῦτο ἐπήγαγεν· Οἱ υἱοὶ τῶν ἀνθρώπων. Πατέρες γὰρ ὑμῖν εἰσιν οἱ ἄνθρωποι, ἀρχὴ δὲ ὑμῖν κἀκείνοις γενέσεως ἡ γῆ. Τί τοίνυν ὑπερηφανεύεται γῆ καὶ σποδός; Ἐννόησόν σου τὴν μητέρα, καὶ κατάστειλον τὸν τῦφον· καταπάτησον τὸ φρόνημα· ἐννόησον, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ πᾶσαν ἀπόνοιαν ἔκβαλε. Τοιούτου γὰρ ἀκροατοῦ δέομαι. ∆ιὰ τοῦτό σε περιστέλλω, ἵνα σε ἐπιτήδειον λάβω πρὸς τὴν τῶν λεγομένων ὑποδοχήν. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Εἶδες Ἐκκλησίας εὐγένειαν. Πῶς γὰρ οὐκ εὐγένειαν, ὅταν μὴ τοῖς ἀξιώμασι διείργῃ τὸν ἀκροατὴν, ἀλλ' ἐξ ἴσου τῆς διδασκαλίας τὸ πᾶν προχέηται, καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι κοινὴν παρέχῃ τὴν τράπεζαν; Ἐπειδὴ γὰρ εἶπε τὸ πάντας ἑνοῦν, τὸ γηγενεῖς εἶναι, καὶ υἱοὺς τῶν ἀνθρώπων, καὶ τὸ κοινὸν τῆς φύσεως ἔδειξε· τότε καὶ τὴν ἐκ τῶν βιωτικῶν δοκοῦσαν διαφορὰν εἶναι καὶ ἀνωμαλίαν εἰσάγων, καὶ ταύτην ἐκβάλλει τῷ λόγῳ, κοινῇ πάντας καλῶν κοινὴ γὰρ ἡμῶν ἡ φύσις, κοινῇ πάντας καλῶ· κοινὴ γὰρ ἡμῶν πόλις ἡ οἰκουμένη. Ἀλλ' ἐπενοήσατέ τινα διαφορὰν ἀπὸ πλούτου καὶ πενίας, καὶ ἀνωμαλίαν εἰσηγάγετε. Ἀλλὰ καὶ ταύτην ἐκβάλλω πάλιν, οὐχὶ πλουσίους μὲν προσιέμενος, πένητας δὲ ἀτιμάζων, οὐδὲ πένητας μὲν καλῶν, πλουσίους δὲ ἐκβάλλων, ἀλλὰ καὶ τούτους κἀκείνους, καὶ οὐχ ἁπλῶς τούτους κἀκείνους, τοὺς μὲν πρώτους, τοὺς δὲ ὑστέρους, ἢ τοὺς μὲν ὑστέρους, τοὺς δὲ πρώτους· ἀλλ' ἐπὶ τὸ αὐτό. Κοινὸς ὁ σύλλογος ἔστω, κοινὸς ὁ λόγος, καὶ κοινὴ ἡ ἀκρόασις. Κἂν πλούσιος ᾖς, ἐκ τοῦ αὐτοῦ γέγονας πηλοῦ, τὴν αὐτὴν εἴσοδον ἔσχες τῷ πένητι, τὴν αὐτὴν γένεσιν. Καὶ σὺ ἀνθρώπου υἱὸς, κἀκεῖνος.

βʹ. Ὅταν τοίνυν τὰ καίρια καὶ κύρια ἴσα ὑμῖν ᾖ καὶ ὁμότιμα, τί διὰ τὰς σκιὰς καὶ ὀνείρατα σεαυτὸν φυσᾷς, ἐκ τῶν οὐδὲν ὄντων τὰ κοινὰ διαιρῶν; Κοινὰ τὰ τῆς φύσεως, κοινὰ τὰ τῆς γενέσεως, τὰ τῆς οἰκειώσεως. Τί τοίνυν τὴν ἔξωθεν περιβολὴν ἐπεισάγεις εἰς διαιρέσεως ἀφορμήν; Οὐκ ἀνέχομαι. ∆ιὰ τοῦτο καλῶ σε μετὰ τοῦ πένητος, λέγων· Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐκ ἔστιν ἰδεῖν ἐπὶ τὸ αὐτὸ πλούσιον καὶ πένητα· οὐκ ἐν δικαστηρίοις, οὐκ ἐν βασιλικαῖς αὐλαῖς, οὐκ ἐν ἀγοραῖς, οὐκ ἐν τραπέζαις· ἀλλὰ τὸν μὲν ἐν τιμῇ, τὸν δὲ ἐν καταφρονήσει· τὸν μὲν ἐν παῤῥησίᾳ, τὸν δὲ ἐν αἰσχύνῃ· ἡ γὰρ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσακουόμενοι. Ἐλάλησε πλούσιος, καὶ ἐδικαίωσαν αὐτόν· πτωχὸς ἐλάλησε, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Ἀλλ' οὐκ ἐνταῦθα. Οὐδὲ γὰρ ἐπὶ τῆς Ἐκκλησίας ἀνέχομαι τῆς πλεονεξίας καὶ τῆς ἀλογίας, ἀλλὰ κοινὴν ἅπασι προτίθημι τὴν διδασκαλίαν. Ὅρα σύνεσιν διδασκάλου, πῶς καὶ πρὶν ἢ τῆς δημηγορίας ἄρξασθαι, ἀπὸ τῆς κλήσεως μόνης μέγιστον ὅρον διδασκαλίας ἐξήνεγκεν. Ὁμοῦ γὰρ πάντας καλέσας, οὔτε ἐκεῖνον ἀφῆκε φυσηθῆναι, οὔτε τοῦτον ἐξευτελίζεσθαι, ἀλλ' ἔδειξεν, ὅτι οὐδὲ ὁ πλοῦτος καλὸν, ὥσπερ οὐδὲ ἡ πενία κακὸν, ἀλλὰ τῶν περιττῶν ἐστι, καὶ ἔξωθεν προσκειμένων. Ὥστε οὐδέν μοι διαφέρει, κἂν τοῦτο ᾖς, κἂν ἐκεῖνο· οὔτε γὰρ πλούσιον ὁρῶ σε ὄντα πλέον ἔχειν, οὔτε πένητα ἔλαττον. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τί δήποτε ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς μετέχων φύσεως, τοσούτου σαυτὸν ἀξιοῖς, ὡς νομίζειν τῆς οἰκουμένης ἐπιτήδειον εἶναι γενέσθαι διδάσκαλον, καὶ τοὺς ἐκ τῶν τερμάτων τῆς γῆς συγκαλεῖν; τί τοῦ τηλικούτου θεάτρου ἄξιον ἔχων εἰπεῖν; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐκάλεσε τὴν οἰκουμένην, ποιῶν ἀξιόπιστον τὸν λόγον, ἄκουσον τί λέγει· Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἄλλος, Καὶ μινυρίσει ἡ καρδία μου σύνεσιν. Ὁ δὲ Ἑβραῖος Οὐαγὶθ τοῦτο εἶπεν. Εἶδες πῶς εὐθέως ἀνήγαγε τὸν λόγον; Οὐ περὶ χρημάτων διαλέξομαι, φησὶν, οὐ περὶ ἀξιωμάτων, οὐ περὶ δυναστείας οὐ περὶ ῥώμης σώματος, οὐ περὶ ἄλλου τινὸς τῶν ἐπικήρων· σοφίαν μέλλω λέγειν μετὰ ἀκριβείας, οὐχ ἁπλῶς ἐκ τοῦ παραχρῆμα ἐπελθοῦσάν μοι. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Ἄλλος, Κλινῶ παραβολῇ τὸ οὖς μου. Ὁ δὲ Ἑβραῖος Λαμασᾶλ φησιν. Ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἄλλος, Αἴνιγμά μου. Ὁ δὲ Ἑβραῖος Ἰδαθεὶ τοῦτο εἶπε. Καὶ ποία αὕτη πρὸς τὰ εἰρημένα ἀκολουθία; Ἀντὶ γὰρ διδασκάλου ἀκροατὴν ὁρῶ νῦν. Ἐκάλεσας μὲν γὰρ ὡς ἀκουσομένους τί χρήσιμον· μετὰ δὲ τὸ παραγενέσθαι καὶ συναγαγεῖν ἅπαντας, καὶ ἐπαγγείλασθαί τι σοφὸν ἐρεῖν, οὐδὲν οὐδέπω φθεγξάμενος, ἀφεὶς τοῦ διδασκάλου τὴν τάξιν, εἰς τοῦ ἀκροατοῦ μεταβαίνεις χώραν. Κλινῶ γὰρ, φησὶν, εἰς παραβολὴν τὸ οὖς μου. Τίνος ἕνεκεν τοῦτο ποιεῖ; Σφόδρα συνετῶς, καὶ ἀκολούθως τοῖς εἰρημένοις. Ἐπειδὴ γὰρ εἶπε, Λαλήσω σοφίαν, ἵνα μή τις ἀνθρώπινον τὸ λεγόμενον εἶναι νομίσῃ, καὶ μελέτην καρδίας, ἵνα μὴ αὐτοῦ εὕρημα ὑποπτεύσῃ, δείκνυσι διὰ τούτων, ὅτι θεῖα τὰ λεγόμενα, καὶ ὅτι οὐδὲν ἴδιον φθέγγεται, ἀλλ' ἅπερ ἤκουσε, ταῦτα λέγει. Ἔκλινα γὰρ, φησὶ, τὸ οὖς μου τῷ Θεῷ, ἤκουσα παρ' ἐκείνου, καὶ τὰ ἄνωθεν κατενεχθέντα εἰς τὴν διάνοιαν τὴν ἐμὴν, ταῦτα λέγω. ∆ιόπερ καὶ ὁ Ἡσαΐας ἔλεγε· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον· προσέθηκέ μοι ὠτίον ἀκούειν. Καὶ ὁ Παῦλος πάλιν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Ὁρᾷς καὶ ἐκεῖνον ἀκροατὴν γινόμενον πρότερον, καὶ τότε διδάσκαλον; ∆ιὸ καὶ ἕτερος ἑρμηνευτὴς ἔλεγε, Καὶ μινυρίσει ἡ καρδία μου. Τί ἐστι, Μινυρίσει; Ἄσεται, ψαλμόν τινα ἐρεῖ πνευματικόν. Εἰ δὲ μελέτην λέγει, μὴ θορυβηθῇς· ἃ γὰρ ἔλαβεν ἀπὸ τοῦ Πνεύματος, ταῦτα διηνεκῶς ἐμελέτα, καὶ παρ' ἑαυτῷ ἀνεκίνει, καὶ τότε ἀνακινήσας, εἰς τοὺς ἄλλους ἐξέφερε. Τί δέ ἐστιν, Εἰς παραβολήν; Πολυσήμαντόν τί ἐστι τὸ ὄνομα. Ἔστι γὰρ παραβολὴ λάλημα, καὶ ὑπόδειγμα, καὶ ὀνειδισμὸς, ὡς ὅταν λέγῃ· Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Ἔστι παραβολὴ καὶ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον μέν τι, οὐκ αὐτόθεν δὲ δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλ' ἔχον ἐντὸς κεκρυμμένην διάνοιαν, οἷα τὰ τοῦ Σαμψὼν, ἃ ἔλεγεν· Ἐξῆλθεν ἀπὸ ἐσθίοντος βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ· καὶ ὁ Σολομὼν, Νοήσει τε παραβολὴν, καὶ σκοτεινὸν λόγον. Λέγεται παραβολὴ καὶ ἡ ὁμοίωσις· Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Παραβολὴ λέγεται καὶ τροπολογία· Υἱὲ ἀνθρώπου, εἰπὲ τὴν παραβολὴν ταύτην αὐτοῖς. Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος· ἀετὸν λέγων τὸν βασιλέα. Παραβολὴ λέγεται καὶ τύπος, καὶ εἰκὼν, καθάπερ δείκνυσι καὶ ὁ Παῦλος λέγων· Πίστει προενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος· ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο· τουτέστιν, ἐν τύπῳ καὶ ἐν εἰκόνι.

γʹ. Τί οὖν ἐνταῦθα βούλεται αὐτῷ ἡ παραβολή; Ἐμοὶ δοκεῖ τὸ διήγημα λέγειν. Εἰ δὲ αἰνιγματώδη ποιεῖ τὸν λόγον καὶ πολλὴν ἔχοντα τὴν δυσκολίαν, μηδὲ οὕτως θορυβηθῇς· ἵνα γὰρ διεγείρῃ τὸν ἀκροατὴν, τοῦτο ποιεῖ, ἄλλως δὲ καὶ ἐπειδὴ πολλοὺς ἡ εὐκολία εἰς ῥᾳθυμίαν ἄγει, διὰ τοῦτο ἐν παραβολῇ φθέγγεται. Ἐπεὶ καὶ ὁ Χριστὸς πολλὰ ἐν παραβολαῖς ἐλάλει, κατ' ἰδίαν δὲ τοῖς μαθηταῖς ἐπέλυε ταύτας. Ἡ γὰρ παραβολὴ τὸν ἄξιον καὶ οὐκ ἄξιον διαιρεῖ· ὁ μὲν γὰρ ἄξιος ἐκζητεῖ τὰ λεγόμενα εὑρεῖν, ὁ δὲ ἀνάξιος παρατρέχει· ὅπερ καὶ τότε ἐγίνετο. Οἱ μὲν γὰρ Ἰουδαῖοι οὐδὲ ὑπὸ τῆς δυσκολίας διεγειρόμενοι πρὸς τὴν ἐρώ τησιν εἵλκοντο· οὕτω καθάπαξ οὐ προσεῖχον τοῖς λεγομένοις. Ἱκανὸν δὲ τοῦτο πρὸς ζήτησιν διεγεῖραι, ὅταν ᾖ τι συνεσκιασμένον. ∆ιὸ καὶ ὁ Χριστὸς ἐποίει τότε τοῦτο, καὶ ἐν παραβολαῖς ἐλάλει, ἐρεθίζων καὶ διεγείρων αὐτοὺς πρὸς ἐπιθυμίαν ἀκροάσεως ἀναπεπτωκότας καὶ καθεύδοντας· ἀλλ' οὐδὲ οὕτω προσεῖχον· οἱ δὲ μαθηταὶ προσέκειντο, καὶ ἀγνοοῦντες ἐνέμενον δι' αὐτὸ τοῦτο μάλιστα, ὅτι ἠγνόουν. ∆ιὸ καὶ κατ' ἰδίαν ἔλυεν αὐτοῖς τὰς παραβολάς. ∆ιὰ τοῦτο καὶ οὗτός φησι· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης, διὸ καὶ ἀλλαχοῦ φησι· Φθέγξομαι προβλήματα ἀπὸ καταβολῆς κόσμου. ∆ιὰ τοῦτο καὶ σοφίαν ἐτόλμησε καλέσαι, θαῤῥῶν τῇ θείᾳ ἀποκαλύψει· διὰ τοῦτο καὶ Ἐν ψαλτηρίῳ φησὶ, τὸ πνευματικὸν ἐμφαίνων τῆς διδασκαλίας, τὴν ἄνωθεν κατοχὴν αὐτοῦ γενομένην, καὶ ἐν ᾄσματος τάξει ποιεῖται τὴν συμβουλὴν, ἡδύνων τὸν λόγον. Εἶδες οἷον τὸ προοίμιον κατεσκεύασεν; Ἐκάλεσε τὴν οἰκουμένην, ἐξέβαλε τὴν ἀνωμαλίαν τὴν ἐν τῷ βίῳ, ἀνέμνησε τῆς φύσεως, κατέστειλε τὰ φρονήματα, ὑπέσχετο μέγα τι καὶ γενναῖον ἐρεῖν, εἶπε μηδὲν οἴκοθεν φθέγγεσθαι, ἀλλ' ἃ παρ' ἐκείνου ἤκουσε, πολλὴν ᾐνίξατο ἐν τῷ λόγῳ τὴν ἀσάφειαν εἶναι, προσεκτικωτέρους ποιῶν· πνευματικὴν ὑπέσχετο σοφίαν ἡμᾶς διδάξαι, ἣν διὰ παντὸς ἐμελέτα. Προσέχωμεν τοίνυν, καὶ μὴ παρατρέχωμεν. Εἰ γὰρ σοφὸς ὁ λόγος, καὶ παραβολὴ, καὶ πρόβλημα, διεγηγερμένης χρεία διανοίας. Τίς οὖν ἐστιν ἡ συμβουλὴ, καὶ τί τὸ πρόβλημα, καὶ τίς ἡ παραβολὴ, καὶ τίς ἡ σοφία, ἣν ἄνωθεν ἤκουσεν; Ἵνα τί φοβοῦμαι, φησὶν, ἐν ἡμέρᾳ πονηρᾷ; Ἄλλος, Ἐν ἡμέραις πονηροῦ. Ἄλλος,Κακοῦ. Ὁ Σύρος, Ῥᾶ. Ἡ ἀνομία τῆς πτέρνης μουκυκλώσει με. Ἄλλος, Τῶν ἰχνέων μου. Ὁ δὲ Ἑβραῖος, Ἀὼν ἀκουββαεὶ ἰσουββουνεί. Εἶδες πῶς πρόβλημα, καὶ αἴνιγμα, καὶ σκοτεινὸς ὁ λόγος, καὶ πολλὴ ἡ ἀσάφεια; Ἀλλ', εἰ δοκεῖ, πρότερον μάθωμεν, ποίαν λέγει πονηρὰν ἡμέραν. Ποίαν τοίνυν εἴωθε καλεῖν ἡ Γραφὴ ἡμέραν πονηράν; Τὴν τῶν συμφορῶν, τὴν τῶν κολάσεων, τὴν τῶν περιστάσεων. Ὃ καὶ ἀλλαχοῦ φησι· Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Τοιαύτη δέ ἐστιν ἡ μέλλουσα τοῖς ἁμαρτωλοῖς, ἡ φοβερὰ ἐκείνη, καὶ ἀφόρητος. Εἶδες πρῶτον φιλοσοφίας ὅρον τῆς ἀνωτάτω, καὶ πῶς διευκρινεῖ σοι ὁ λόγος, ποῖα μὲν ἄξια φόβου, ποῖα δὲ καταγνώσεως; Ἂν γὰρ μὴ ταύτην τις τὴν ἀρίστην ποιήσηται διαίρεσιν, καθάπερ ἐν σκότῳ βαθεῖ καὶ συγχύσει πραγμάτων περιφερόμενος, ἀπορεῖται. Ἂν μὴ διέλωμεν τίνα μὲν φοβεῖσθαι δεῖ, τίνα δὲ διαπτύειν, πολλὴ κατὰ τὸν βίον ἔσται ἡ πλάνη, πολὺς ὁ κίνδυνος. Καὶ γὰρ ἐσχάτης ἀνοίας φοβεῖσθαι τὰ μὴ ἄξια φόβου, καταγελᾷν δὲ ἃ φοβεῖσθαι δίκαιον. Τούτῳ καὶ οἱ ἄνδρες τῶν παίδων διεστήκασιν, ὅτι ἐκεῖνοι μὲν ἅτε ἐν ἀτελεῖ διανοίᾳ ὄντες, προσωπεῖα δεδοίκασι, καὶ ἀνθρώπους σάκκον περικειμένους· τὸ δὲ ὑβρίσαι πατέρα ἢ μητέρα, οὐδὲν εἶναι ἡγοῦνται· καὶ πυρὶ μὲν ἐπιπηδῶσι, καὶ λύχνοις καιομένοις, φόρους δέ τινας δεδίττονται, οὐδὲν ἔχοντας δεινόν· οἱ δὲ ἄν δρες οὐδενὶ τούτων ἐπιστρέφονται. Ἐπεὶ οὖν πολλοὶ παίδων εἰσὶν ἀνοητότεροι, διαίρεσιν ποιεῖται ταύτην, καὶ λέγει τίνα χρὴ φοβεῖσθαι, οὐ τὰ πολλοῖς δοκοῦντα φοβερὰ, πενίαν λέγω, καὶ ἀδοξίαν, καὶ νόσον ταῦτα γὰρ οὐ μόνον τοῖς πολλοῖς φοβερὰ, ἀλλὰ καὶ ἐπαχθῆ, καὶ φορτικά· ἀλλ' οὐδὲν τούτων τίθησιν, ἀλλ' ἁμαρτίαν μόνην· τοῦτο γάρ ἐστιν· Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Τοῦτο οὖν ἐστιν αἰνιγματώδης λόγος, τοῦτο καινὸς καὶ παράδοξος τρόπος. Σφόδρα γὰρ καινὸν καὶ παράδοξον τοῖς πολλοῖς εἶναι δοκεῖ τὸ λέγειν, μὴ δεῖν τι φοβεῖσθαι τῶν ἐν τῷ βίῳ λυπηρῶν. Τί οὖν φοβοῦμαι, φησὶν, ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ; Ἓν μόνον, μήποτε ἡ ἀνομία τῆς ὁδοῦ μου καὶ τοῦ βίου μου κυκλώσῃ με. Οἶδε δὲ καὶ πτέρναν καλεῖν τὴν ἀπάτην ἡ Γραφή. Ὁ ἐσθίων γὰρ μετ' ἐμοῦ, φησὶν, ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτερνισμόν. Καὶ πάλιν ὁ Ἡσαῦ ἔλεγεν περὶ τοῦ Ἰακώβ· ∆εύτερον τοῦτο ἐπτέρνικέ με. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, ἀπατηλὸν, καὶ ἱκανὸν συναρπάσαι. Ταύτην, φησὶ, δέδοικα τὴν ἀπατῶσάν με ἁμαρτίαν, τὴν κυκλοῦσάν με.

δʹ. ∆ιὸ καὶ ὁ Παῦλος αὐτὴν εὐπερίστατον καλεῖ, τὴν συνεχῶς περιβάλλουσαν δηλῶν, τὴν εὐκόλως, τὴν ῥᾳδίως. Ἐν μὲν οὖν τούτοις τοῖς δικαστηρίοις πολλὰ δεδοίκασιν οἱ ἄνθρωποι, καὶ χρημάτων περιουσίαν, καὶ δυναστείαν, καὶ ἐπήρειαν, καὶ ἀπάτην· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ἣ ἁμαρτία μόνον φοβερὸν, πανταχοῦ κυκλοῦσα τοὺς ἁλισκομένους, καὶ στρατοπέδων χαλεπώτερον. ∆εῖ μὲν οὖν πάντα πράττειν, ὥστε μὴ κυκλοῦσθαι ὑπ' αὐτῆς, ἀλλ' ἐπειδὰν ἴδωμεν βουλομένην αὐτὴν ἡμᾶς περιβαλεῖν, διαφεύγειν αὐτῆς τὰς λαβὰς, ὅπερ οἱ γενναῖοι τῶν στρατιωτῶν ποιοῦσιν· ἂν δὲ καὶ ἁλῶμεν, διακόπτειν ταχέως αὐτὴν, ὅπερ καὶ ὁ ∆αυῒδ ἐποίησε, διατεμὼν αὐτῆς τὴν ἰσχὺν διὰ τῆς μετανοίας. Ἐκυκλώθη μὲν γὰρ ὑπ' αὐτῆς, ἀλλὰ ταχέως αὐτὴν διέφυγεν. Ὁ τοῦτο δεδοικὼς, οὐδὲν ἄλλο φοβηθήσεταί ποτε, ἀλλὰ καταγελάσει τῶν ἐν τῷ παρόντι βίῳ χρηστῶν, ὑπερόψεται τῶν λυπηρῶν, τοῦ φόβου μόνον ἐκείνου κατασείοντος αὐτοῦ τὴν διάνοιαν. Οὐδὲν γὰρ, οὐδὲν τῶν ἄλλων φοβερὸν τῷ τοῦτον κεκτημένῳ τὸν φόβον, οὐδὲ αὐτὸ τὸ κεφάλαιον τῶν φοβερῶν, ὁ θάνατος, ἀλλ' ἢ τοῦτο μόνον. Πῶς; Ὅτι γεέννῃ παραδίδωσιν, ὅτι πρὸς τὰς ἀθανάτους παραπέμπει τιμωρίας. Τοῦτο πάλιν κατορθωθὲν ἅπασαν εἰσάγει τὴν ἀρετήν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, μὴ φυσᾶσθαι τοῖς χρηστοῖς, μὴ ταπεινοῦσθαι τοῖς λυπηροῖς, μηδένα τῶν παρόντων ποιεῖσθαι λόγον, πρὸς τὰ μέλλοντα ὁρᾷν, τὴν ἡμέραν ἀναμένειν ἐκείνην, τοιούτῳ φόβῳ συζῇν. Ὁ τοιοῦτος ἄγγελος ἔσται τοῦτο μόνον δεδοικὼς, τῶν δὲ ἄλλων μηδέν· οὐδὲ γὰρ φοβηθήσεταί τι τῶν ἄλλων, ἂν τοῦτο μόνον ᾖ δεδοικὼς, ὡς δεδοικέναι χρή· ὥσπερ οὖν ὁ μὴ τοῦτο δεδοικὼς, πολλοῖς ὑποκείσεται φοβεροῖς. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Ἄλλος, Ἀλαζονευόμενοι. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Καὶ ποία αὕτη ἡ ἀκολουθία; εἴποι τις ἄν. Πολλὴ μὲν οὖν, καὶ συνεχὴς, καὶ σφόδρα τῶν ἔμπροσθεν ἐκκρεμαμένη. Ἐπειδὴ γὰρ περὶ δικαστηρίου ὁ λόγος αὐτῷ, καὶ τῶν φοβερῶν ἐκείνων εὐθυνῶν, καὶ τῆς ἀδεκάστου ψήφου· πολλοὶ δὲ ἐν δικαστηρίοις τοῖς ὧδε τὸ δίκαιον διέφθειραν, καὶ δικαστὰς ὠνήσαντο, καὶ διέφυγον τὴν δίκην· ἀνακηρύττων ἐκείνης τῆς ψήφου τὸ ἀδέκαστον, καὶ τὸν φόβον αὔξων, ὃν πρότερον εἴρηκε, ταῦτα ἐπήγαγε δεικνὺς, ὅτι καλῶς εἶπεν ἕνα φόβον φοβεῖσθαι τὸν ἀπὸ τῆς ἁμαρτίας, ἄλλον δὲ μηδένα. Οὐ γὰρ ἔστιν ἐκεῖ χρήμασι φθεῖραι τὸ δίκαιον, οὐδὲ καταβαλόντα δῶρα ἐξαρπάσαι τῆς γεέννης ἑαυτόν· οὐδὲ προστασία καὶ συνηγορία σώζει, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν. Κἂν γὰρ πλούσιος ᾖς, κἂν δυνάστης, κἄν τινι γνώριμος, πάντα ταῦτα εἰκῆ καὶ μάτην· ἀπὸ τῶν ἔργων ἕκαστος ἐκεῖ καὶ κολάζεται καὶ στεφανοῦται. Ἐπεὶ καὶ ὁ ἐπὶ τοῦ Λαζάρου σφόδρα πλούσιος ἦν, ἀλλ' οὐδὲν αὐτὸν ὁ πλοῦτος ὤνησε· καὶ αἱ παρθένοι γνωρίμους εἶχον τὰς παρθένους, ἀλλ' οὐδὲν αὐτὰς ἡ οἰκείωσις ὠφέλησεν· ἓν γάρ ἐστι τὸ ζητούμενον ἐκεῖ μόνον. Ὑμεῖς τοίνυν, φησὶν, οἱ τῷ πλούτῳ θαῤῥοῦντες, καὶ δυναστείαν περιβεβλημένοι, εἰκῆ καὶ μάτην φυσᾶσθε· οὐδὲ γὰρ διαβήσεται μεθ' ὑμῶν εἰς ἐκεῖνο τὸ δικαστήριον ἡ τῶν χρημάτων περιουσία, οὐδὲ ἡ τῆς δυναστείας ἰσχύς· ἀλλ' οὐδὲ οἰκειότης καὶ συγγένεια οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν ὑμᾶς ἐξαιρήσεται. Οὐκ ἔστιν ἐκεῖ καταβαλόντα χρήματα, οὐδὲ ἐξιλασμὸν, οὐδὲ τιμὴν ψυχῆς, σωθῆναί ποτε. Τί οὖν ὅτι φησὶν ἡ Γραφὴ, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ὅπως εἰσδέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς; Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Οὐδὲν ἐναντίον, οὐδὲ μαχόμενον τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συμφωνοῦν. Φίλους γὰρ ἐνταῦθα δεῖ ποιεῖν ἐν τῷ παρόντι βίῳ, χρήματα καταβάλλοντας, τὰ ὄντα δαπανῶντας εἰς τοὺς δεομένους. Οὐδὲν οὖν ἄλλο ἐνταῦθα ἢ ἐλεημοσύνην δαψιλῆ αἰνίττεται. Ὡς ἐὰν ἀπέλθῃς ἐκεῖ, μηδὲν τούτων ἐργασάμενος, οὐδείς σου προστήσεται. Οὐδὲ γὰρ ἡ φιλία ἐκείνων ἡμῖν προΐσταται, ἀλλὰ τὸ ἐκ τοῦ μαμωνᾶ γενέσθαι φίλους· διὰ τοῦτο προσέθηκε, Φίλους ἐκ τοῦ μαμωνᾶ, ἵνα μάθῃς, ὅτι αὐτά σου τὰ ἔργα φείσεται, ἡ ἐλεημοσύνη, ἡ φιλανθρωπία, ἡ εἰς τοὺς δεομένους φιλοτιμία. Ἐπεὶ ὅτι γε οὔτε συγγένεια, οὔτε οἰκειότης ὠφελεῖ τι χωρὶς ἔργων, ἄκουσον τί φησιν ὁ προφήτης· Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ῥύσονται. Καὶ τί λέγω ἐν τῷ μέλλοντι, ὅπου γε καὶ ἐν τῷ παρόντι βίῳ οὐδὲν ὤνησε φιλία; Πόσα οὖν ἀπωδύρατο καὶ ἐθρήνησεν ὁ Σαμουὴλ, καὶ τὸν Σαοὺλ οὐκ ἐξήρπασε; πόσα δὲ ὁ Ἱερεμίας ηὔξατο, καὶ τοὺς Ἰουδαίους οὐδὲν ὤνησεν, ἀλλὰ καὶ ἐπετιμήθη εὐχόμενος; Καὶ τί θαυμάζεις, εἰ Ἱερεμίας οὐδὲν ὀνίνησιν, ὅπου γε οὐδὲ τὸν Μωσέα λέγει, εἰ κατ' ἐκεῖνο καιροῦ ἦν, δύνασθαι σῶσαι τοὺς τότε Ἰουδαίους, ἐπειδὴ τὰ τῆς κακίας ἐκράτησε, καὶ οὐδὲν οἴκοθεν εἰσήνεγκαν;

εʹ. Πόσα περὶ Ἰουδαίων ὁ Παῦλος ἐθρήνει, λέγων, Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν; Τί οὖν ἴσχυσεν αὐτοῦ ἡ δέησις; Οὐδέν. Καὶ τί λέγω δέησις, ὅπου γε καὶ ἀνάθεμα ηὔχετο εἶναι ὑπὲρ αὐτῶν; Τί οὖν; περιτταί εἰσιν αἱ τῶν ἁγίων εὐχαί; Οὐδαμῶς, ἀλλὰ καὶ σφόδρα ἰσχὺν ἔχουσαι, ὅταν αὐταῖς καὶ σὺ βοηθῇς. Οὕτως ἀνέστησε τὴν Ταβιθὰν ὁ Πέτρος, οὐκ εὐχῇ μόνον, ἀλλὰ καὶ τῇ ἐκείνης ἐλεημοσύνῃ· οὕτως ἑτέρων προέστησαν εὐχόμενοι οἱ ἅγιοι. Καὶ τοῦτο μὲν ἐνταῦθα, ἔνθα τὰ σκάμματα, καὶ τὰ παλαίσματα· ἐκεῖ δὲ οὐδὲν τούτων, ἀλλ' ἀπὸ τῶν ἔργων ἡ σωτηρία μόνον. Σφόδρα δέ μοι καὶ κωμῳδεῖ τοὺς πλουτοῦντας ἐνταῦθα, καὶ τοὺς πεφυσημένους. Οὐδὲ γὰρ εἶπεν, Οἱ ἔχοντες χρήματα, οὐδὲ, Οἱ δύναμιν κεκτημένοι, ἀλλ', Οἱ πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν, καὶ ἐπὶ τῇ δυνάμει αὐτῶν καυχώμενοι, καταγελῶν αὐτῶν καὶ καθαπτόμενος, ὅτι σκιαῖς πεποίθασι, καὶ ἐπὶ καπνῷ μέγα φρονοῦσι. Καὶ καλῶς εἶπε, Τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ οὐ δώσει· τιμὴ γὰρ ψυχῆς οὐδὲ ὁ κόσμος ὅλος. ∆ιὸ καὶ ἔλεγε· Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἵνα δὲ μάθῃς, ὅτι οὐδὲ ὁ κόσμος ὅλος ψυχῆς τιμὴ, ἄκουσον καὶ περὶ ἑτέρων ἁγίων τί φησιν ὁ Παῦλος· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ γὰρ διὰ τὴν ψυχὴν ὁ κόσμος. Ὥσπερ οὖν οὐκ ἂν ἕλοιτο πατὴρ τὴν οἰκίαν ἀντὶ τοῦ παιδὸς, οὕτως οὐδὲ ὁ Θεὸς τὸν κόσμον ἀντὶ τῆς ψυχῆς· ἀλλ' ἔργων χρεία, καὶ κατορθωμάτων. Βούλει μαθεῖν, ὅση τῶν ἡμετέρων ψυχῶν ἡ τιμή; Μέλλων αὐτὴν ὁ Μονογενὴς λυτροῦσθαι, οὐ κόσμον ἔδωκεν, οὐκ ἄνθρωπον, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ τὸ αἷμα αὐτοῦ τὸ τίμιον. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Εἶδες τιμῆς μέγεθος; Ὅταν τοίνυν τὴν τοσούτου ἀγορασθεῖσαν ἀπολέσῃς, πῶς λοιπὸν αὐτὴν σὺ ὠνήσασθαι δυνήσῃ; Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Εἶδες τὸ πολυτελὲς τῆς τιμῆς; εἶδες τὸ ἀξίωμα τῆς ψυχῆς; Μὴ τοίνυν αὐτῆς καταφρόνει, μηδὲ αἰχμάλωτον ποίει. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος. Ἕτερος ἑρμηνευτής φησι, Καὶ ἐπαύσατο εἰς τὸν αἰῶνα. Ἄλλος, Ἀναπαυσάμενος τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει. Ἐπειδὴ γὰρ εἶπε περὶ τῶν πλουτούντων, ἐπειδὴ εἶπε περὶ τῶν δυναστῶν, καὶ ἔδειξεν, ὅτι οὐδὲν ἐκεῖθεν κέρδος ἐστὶ, λέγει λοιπὸν περὶ τῶν ἐν ἀρετῇ βεβιωκότων, περὶ τῶν ἐν πόνῳ καὶ ταλαιπωρίᾳ, ἀλείφων τοὺς ἀθλητὰς τῆς φιλοσοφίας. Μὴ γάρ μοι λέγε τοῦτο, φησὶν, ὅτι κόπον ἔσχε καὶ μόχθον· ἀλλ' ἐννόησον τὸν καρπὸν, ὅτι ἄνθρωπος ἀθάνατος γίνεται, ὅτι ζωὴ ἀθάνατος διαδέξεται, ζωὴ τέλος οὐκ ἔχουσα. Πόσῳ τοίνυν βέλτιον, μικρὸν ἐνταῦθα πονέσαντας, αἰώνιον καρποῦσθαι ἄνεσιν, ἢ χαρισάμενον ἑαυτῷ μικρὸν διαπαντὸς ἐν ὀδύναις εἶναι; Εἶτα δεικνὺς ὡς οὐκ ἐκεῖ μόνον τὰ τῶν βραβείων καὶ τὰ τῶν στεφάνων, ἀλλὰ καὶ ἐντεῦθεν τὰ προοίμια τῶν ἐπάθλων, ἐπάγει λέγων· Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Μὴ γάρ μοι λέγε· Τὰ μέλλοντα λέγεις μόνον. Ἐνταῦθά σοι δίδωμι τὰ ἐνέχυρα τῶν στεφάνων, μᾶλλον δὲ αὐτὸν τὸν ἀῤῥαβῶνα, καὶ τὰ ἔπαθλα. Πῶς, καὶ τίνι τρόπῳ; Ὅτι ὁ φιλοσοφῶν, καὶ ταῖς τῶν μελλόντων ἐλπίσιν ὀρθούμενος, οὐδὲ τὸν θάνατον ἡγήσεται θάνατον· ἀλλ' ὁρῶν πρὸ τῶν ὀφθαλμῶν κείμενον τὸν τεθνηκότα, οὐ πείσεται τὰ τῶν πολλῶν ὁ τοιοῦτος, τοὺς στεφάνους ἀναλογιζόμενος, τὰ βραβεῖα, τὰ ἀπόῤῥητα ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, τὴν ζωὴν ἐκείνην, τὴν μετ' ἀγγέλων χορείαν. Ὥσπερ οὖν ὁ γηπόνος τὸν σῖτον διαλυόμενον ὁρῶν, οὐ καταπίπτει, οὐδὲ κατηφὴς γίνεται, ἀλλὰ τότε μάλιστα χαίρει καὶ γέγηθεν, εἰδὼς ὅτι ἡ διάλυσις ἐκείνη βελτίονος γίνεται γενέσεως ἀρχὴ, καὶ πλείονος ὑπόθεσις φορᾶς· οὕτω καὶ ὁ δίκαιος κατορθώμασι κομῶν, καὶ τὴν βασιλείαν καθ' ἑκάστην προσδοκῶν τὴν ἡμέραν, ὅταν ἴδῃ τὸν θάνατον πρὸ τῶν ὀφθαλμῶν κείμενον, οὐκ ἀλύει, καθάπερ οἱ πολλοὶ, οὐ θορυβεῖται, καὶ ταράττεται· οἶδε γὰρ, ὅτι θάνατος τοῖς ὀρθῶς βεβιωκόσι μετάστασίς ἐστιν ἐπὶ τὰ βελτίω, καὶ ἀποδημία πρὸς τὰ ἀμείνω, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους. Τίνας δὲ λέγει σοφούς; Οὐ τοὺς ὄντως σοφοὺς, ἀλλὰ τοὺς νομιζομένους σοφούς. Ἐμοὶ δὲ δοκεῖ τοὺς τῶν ἔξωθεν σοφοὺς λέγειν, κωμῳδῶν αὐτοὺς καὶ ἐντεῦθεν, ὅτι δοκοῦντες εἶναι σοφοὶ, ἐμωράνθησαν, οὐδὲν περὶ ἀναστάσεως φιλοσοφήσαντες. Ὅταν οὖν ἴδῃ τοὺς φιλοσόφους ἐκείνους ἀπολλυμένους, θρηνουμένους, δακρυομένους, μετὰ οἰμωγῆς ἐκπεμπομένους, τότε αὐτὸς οὐδὲν πείσεται τοιοῦτον, ἀλλὰ ἀνώτερος ἔσται τῶν τοιούτων βελῶν, ταῖς χρησταῖς ἐλπίσιν ὀρθούμενος, καὶ εἰδὼς ὅτι ἡ διαφθορὰ αὕτη οὐκ ἔστι τῆς οὐσίας ἀναίρεσις, ἀλλὰ τῆς θνητότητος δαπάνη, καὶ τῆς φθορᾶς ἀνάλωμα. Ὁ γὰρ θάνατος οὗτος οὐ τὸ σῶμα ἀπόλλυσιν, ἀλλὰ τὴν φθορὰν δαπανᾷ· ὡς ἥ γε οὐσία μένει μετὰ πλείονος ἀνισταμένη τῆς δόξης, ἀλλ' οὐχὶ πάντων. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων ἔσται, ἡ δὲ μετὰ δόξης ἀνάστασις τῶν ὀρθῶς βεβιωκότων. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Καὶ οἱ τάφοι αὐτῶν, οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Ἄλλος φησὶ, Τὰ ἐντὸς τῶν οἰκιῶν αὐτῶν εἰς τὸν αἰῶνα. Ἄλλος, Τὰς κατασκηνώσεις αὐτῶν εἰς γενεὰν, ὀνομάσαντες ἐπ' ὀνόμασιν αὐτῶν τὰς γαίας· ὁ δὲ Ἑβραῖος, Ἀληαδαμὼθ, τοῦτο εἶπεν.

ς ʹ. Εἶδες πῶς οὐκ ἀπὸ τῶν μελλόντων, ἀλλὰ καὶ ἀπὸ τῶν ἐνταῦθα συμβαινόντων, ἀπάγει κακίας καὶ πλεονεξίας, καὶ χειραγωγεῖ πρὸς ἀρετὴν, καταλύων τὴν περὶ τὰ χρήματα μανίαν, καὶ τοὺς πρὸς τὰ παρόντα ἐπτοημένους ἀνοήτους καλῶν, καὶ διὰ τῶν πραγμάτων τοῦτο ἀποδεικνύς; Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, ἀνθρώπου πονοῦντος, καὶ ταλαιπωρουμένου, καὶ τοσαῦτα συνάγοντος, ὥστε ἑτέρους ἐντρυφᾷν τοῖς αὐτοῦ πόνοις; τί δὲ τῆς ματαιοπονίας ταύτης χεῖρον, ὅταν αὐτὸς μὲν ἀπέλθῃ τοὺς ἱδρῶτας ἀνασχόμενος, καὶ τοὺς καμάτους ὑπομείνας, ἑτέροις δὲ παρέχῃ τὴν ἀπόλαυσιν, καὶ οὐδὲ οἰκείοις τισὶ καὶ γνωρίμοις, ἀλλὰ καὶ πολλάκις ἐχθροῖς καὶ πολεμίοις; ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἑτέροις, ἀλλ', Ἀλλοτρίοις καταλείψουσι τὸν πλοῦτον αὐτῶν. Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται; Μετὰ τῶν ἔμπροσθεν εἰρημένων, φησί. Ἐνταῦθά μοι τὸν περὶ τῶν ἀσεβῶν δοκεῖ κινεῖν λόγον, τῶν πρὸς τὰ παρόντα ἐπτοημένων, καὶ οὐδὲν περὶ τῶν μελλόντων φιλοσοφούντων, ἀνοήτους καὶ ἐντεῦθεν καλῶν. Εἰ γὰρ μηδὲν ἡγῇ μετὰ ταῦτα εἶναι, τίνος ἕνεκεν σαυτὸν κόπτεις καὶ ταλαιπωρῇ, μυρία συνάγων πανταχόθεν χρήματα, καὶ τοὺς μὲν πόνους ὑπομένων, τῆς δὲ ἀπολαύσεως οὐ μετέχων; Καὶ οἱ τάφοι αὐτῶν, οἰκία αὐτῶν εἰς τὸν αἰῶνα. Τοῦτο κατὰ τὴν ὑπόνοιαν ἐκείνων φησί. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν χεῖρον, τὸ τοὺς τάφους οἰκίαν νομίζειν διηνεκῆ, τὸ φιλοτιμεῖσθαι περὶ ταῦτα; Πολλοὶ γοῦν πολλάκις τοὺς τάφους τῶν οἰκιῶν λαμπροτέρους εἰργάσαντο. Ἢ γὰρ τοῖς πολεμίοις πονοῦσι καὶ ταλαιπωροῦνται, ἢ τῷ σκώληκι καὶ τῇ κόνει, εἰς οὐδὲν δέοντα ταῦτα ἀναλίσκοντες. Τοιαύτη γὰρ τῶν οὐδὲν περὶ τῶν μελλόντων ἐλπιζόντων ἡ φρόνησις. Ἀλλ' ἐνταῦθά μοι στενάξαι ἔπεισιν, ὅτι πολλοὶ καὶ τῶν τὰ μέλλοντα ἐλπιζόντων, κατὰ τοῦτο ἐκείνους μιμοῦνται, τοὺς οὐδεμίαν περὶ τῶν μελλόντων ἔχοντας ἐλπίδα, τάφους οἰκοδομοῦντες, καὶ λαμπρὰ σήματα ποιοῦντες, καὶ χρυσίον κατορύττοντες, καὶ εἰς ἑτέρους τὰ ὄντα παραπέμποντες, κατὰ τοῦτο ἐκείνων χείρους ὄντες. Ὁ μὲν γὰρ οὐδὲν προσδοκῶν μετὰ ταῦτα, εἰ καὶ αὐτὸς ἀλόγως, ἀλλ' ὅμως διὰ τὸ μηδὲν προσδοκᾷν, περὶ τὰ παρόντα φιλοπονεῖται· σὺ δὲ ὁ τὴν μέλλουσαν ζωὴν εἰδὼς, ἄνθρωπε, καὶ τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἀπόῤῥητα, κατὰ τὴν ῥῆσιν ἐκείνην τὴν εὐαγγελικὴν, ὅτι Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, ποίαν ἂν σχοίης συγγνώμην; τίνα ἀπολογίαν; ποίαν δὲ οὐκ ἂν ὑποσταίης δικαίως κόλασιν, πάντα ἐνταῦθα καταδαπανῶν εἰς τὴν κόνιν, εἰς τὴν τέφραν, εἰς τὰ σήματα, εἰς τοὺς πολεμίους, εἰς τοὺς ἐχθρούς; Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Ἰδοὺ καὶ ἑτέρας ἀνοίας εἶδος, τὸ περιτιθέναι τὰς προσηγορίας αὐτῶν οἰκοδομήμασι, καὶ ἀγροῖς, καὶ λουτροῖς, καὶ μεγίστην ἐντεῦθεν καρποῦσθαι παραμυθίαν νομίζειν, καὶ τὴν σκιὰν διώκειν ἀντὶ τῆς ἀληθείας. Εἰ γὰρ μνήμης ἐρᾷς διηνεκοῦς, μὴ ὀνόματα περιθῇς οἰκοδομήμασιν, ἄνθρωπε, ἀλλ' ἀνάστησον τρόπαια κατορθωμάτων, ἃ καὶ ἐν τῷ παρόντι σοι βίῳ τὸ ὄνομα διατηρεῖ, καὶ πρὸς τὴν μέλλουσαν ζωὴν ἀθάνατον κατασκευάζει σοι τὴν ἀνάπαυσιν. Εἰ μνήμης ἐρᾷς καὶ ἐπιθυμεῖς, ἐγώ σε διδάσκω τὴν ἀληθῆ καὶ σαφεστάτην ὁδόν· ἀρετῆς ἐπιμελοῦ. Οὐδὲν γὰρ οὕτως ἀθάνατον ὄνομα ποιεῖ, ὡς ἀρετῆς φύσις. Καὶ τοῦτο δηλοῦσιν οἱ μάρτυρες, δηλοῖ τῶν ἀποστόλων τὰ λείψανα, δηλοῖ τῶν ἐν ἀρετῇ βεβιωκότων ἡ μνήμη. Πόσοι βασιλεῖς πόλεις ἀνέστησαν, λιμένας κατεσκεύασαν, καὶ τὰ ὀνόματα ἐπιθέντες ἀπῆλθον; ἀλλ' οὐδὲν ἀπώναντο, ἀλλὰ σεσίγηνται, καὶ λήθῃ παραδέδονται. Ὁ δὲ ἁλιεὺς Πέτρος οὐδὲν τούτων ἐργασάμενος, ἐπειδὴ ἀρετὴν μετῆλθε, καὶ τὴν βασιλικωτάτην κατέλαβε πόλιν, ὑπὲρ τὸν ἥλιον λάμπει καὶ μετὰ τελευτήν. Ὃ δὲ σὺ ποιεῖς, καταγέλαστον καὶ αἰσχύνης γέμον. Οὐ γὰρ μόνον σε λαμπρὸν ταῦτα οὐκ ἐργάσεται τὰ μνημεῖα, ἀλλὰ καὶ καταγέλαστον, καὶ τὰ πάντων ἀνοίξει στόματα. Αἱ γὰρ οἰκοδομαὶ τῷ χρόνῳ δυναμένην σου τὴν πλεονεξίαν λήθῃ παραδοθῆναι, ὥσπερ στῆλαι, καὶ τρόπαιά σου τῆς πλεονεξίας ἑστήκασι πανταχοῦ. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐνταῦθά μοι λοιπὸν ἀποδύρεσθαι ὁ Προφήτης δοκεῖ, ὅτι τὸ ζῶον τὸ λογικὸν, τὸ καὶ τὴν βασιλείαν τὴν ἐπὶ γῆς ἐγχειρισθὲν, πρὸς τὴν τῶν ἀλόγων εὐτέλειαν ἐξέκλινε, ματαιοπονοῦν, ἐναντία τῇ σωτηρίᾳ τῇ ἑαυτοῦ κατασκευάζον, κενοδοξίαν διῶκον, πλεονεξίαν μετιὸν, ἀνήνυτα πονοῦν. Τιμὴ γὰρ ἀνθρώπου ἀρετὴ, καὶ τὸ περὶ τῶν μελλόντων φιλοσοφεῖν, καὶ πρὸς ἐκείνην τὴν ζωὴν ἅπαντα πραγματεύεσθαι, καὶ τὸ τῶν παρόντων ὑπερορᾷν. Ἡ μὲν γὰρ τῶν ἀλόγων ζωὴ μέχρι τοῦ παρόντος συγκέκλεισται βίου· ἡ δὲ ἡμετέρα πρὸς ἑτέραν ὁδεύει βελτίω, καὶ τέλος οὐκ ἔχουσαν. Ἀλλ' οὗτοι οἱ περὶ τῶν μελλόντων οὐδὲν εἰδότες, τῶν ἀλόγων χείρους εἰσίν· οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ βίῳ διεφθαρμένῳ συζῶντες, ὄφεις γινόμενοι καὶ σκορπίοι καὶ λύκοι διὰ τῆς πονηρίας, καὶ βόες διὰ τῆς ἀνοίας, καὶ κύνες διὰ τῆς ἀναισχυντίας.

ζʹ. Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, τῶν περὶ τάφους καὶ μνήματα ἀσχολουμένων, καὶ πρὸς ὀνομάτων προσηγορίας ἑτέρων κεχηνότων; Οὐδὲν γὰρ μνήμην ποιεῖ, ἀλλ' ἀρετὴ μόνη, οὐκ οἰκία, οὐκ ἀνδριὰς, οὐ παιδιὰ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἡ μὲν γὰρ τῆς τοῦ τέκτονος σοφίας ἐστὶν ἔργον, ὁ δὲ τῆς τοῦ ἀνδριαντοποιοῦ, τὸ δὲ τῆς φύσεως ἔργον· σοῦ δὲ οὐδαμοῦ μνήμη. ∆ιὰ δὴ τοῦτο ἄλογον αὐτὸν ὁ Προφήτης καλεῖ· ἐπειδὴ πρὸς τὸν τῆς ἀνοίας ὑποθεὶς ζυγὸν ἑαυτὸν, ἄγεται τοῦ ἀλόγου χεῖρον. Ἐκεῖνο μὲν γὰρ χρήσιμον, καὶ πρὸς γεωργίαν ἐπιτήδειον· οὗτος δὲ τῇ ἀνοίᾳ ἑαυτὸν ὑποβαλὼν, καὶ ἐκείνου χείρων γέγονε κατὰ τοῦτο. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω τὸ παχὺ τῆς διανοίας αὐτῶν, τὸ γεῶδες, τὸ χαμαίζηλον, τὸν ἀνόνητον περὶ τὰ χρήματα πόνον, αὐξῆσαι βουλόμενος καὶ τὴν κατηγορίαν τῶν τοιούτων, καὶ τὰς παρὰ τοῦ Θεοῦ τίθησιν εὐεργεσίας, ὅπερ πολλαχοῦ ποιεῖν εἰώθασιν οἱ προφῆται. Ἐπεὶ καὶ ὁ Ἡσαΐας μέλλων αὐτῶν κατηγορεῖν, πρῶτον λέγει τὴν παρὰ τοῦ Θεοῦ τιμὴν εἰς τοὺς Ἰουδαίους γεγενημένην, οὕτω γράφων· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Καὶ ἐνταῦθα τοίνυν διὰ μιᾶς λέξεως τὰ ὑπηργμένα τῷ γένει τῶν ἀνθρώπων παρὰ τοῦ Θεοῦ δηλῶν, Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, φησί. Καὶ ποίαν λέγει τιμήν; Ἄκουσον αὐτοῦ ἐν ἑτέρῳ ψαλμῷ λέγοντος· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Εἶτα ἐξηγούμενος τὴν τιμὴν, ἐπάγει· Πάντα ὑπέταξας ὑποκάτω ποδῶν αὐτοῦ, πρόβατα, καὶ βόας ἁπάσας· ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Καὶ γὰρ μεγίστη τοῦτο τιμὴ, τὸ πάντων τῶν ὁρωμένων αὐτῷ τὰ σκῆπτρα ἐπιτρέψαι, καὶ ταῦτα μηδέπω κατωρθωκότι μηδέν. Οὐδέπω γὰρ αὐτὸν πλάσας, ἔλεγε· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα, καὶ καθ' ὁμοίωσιν ἡμετέραν. Εἶτα ἑρμηνεύων τὸ, Κατ' εἰκόνα, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ. Καὶ τὸν βραχὺν τοῦτον, καὶ τρίπηχυν, καὶ τοσούτῳ τῶν ἀλόγων ἐλάττονα κατὰ τὴν τοῦ σώματος ἰσχὺν, τῇ τοῦ λόγου συγγενείᾳ ὑψηλότερον πάντων ἐποίησε, λογικὴν ψυχὴν αὐτῷ χαρισάμενος, ὅπερ ἐστὶ μάλιστα τιμῆς τεκμήριον. ∆ιὰ γὰρ τούτου καὶ πόλεις ᾠκοδόμησε, καὶ θάλασσαν ἔτεμε, καὶ γῆν ἐκαλλώπισε, καὶ τέχνας μυρίας ἐξεῦρε, καὶ τῶν ἀγριωτέρων ἀλόγων περιεγένετο, καὶ τὸ δὴ πάντων μέγιστον καὶ πρῶτον, τὸν ποιήσαντα αὐτὸν ἐπέγνω Θεὸν, καὶ πρὸς ἀρετὴν ἐχειραγωγήθη, καὶ ἔγνω τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Θεῷ προσεύχεται τῶν ὁρωμένων μόνος, ἀποκαλύψεων ἀπέλαυσε, καὶ τοῦτο μόνος πάλιν· πολλὰ τῶν ἀποῤῥήτων ἔγνω, τὰ ἐν τοῖς οὐρανοῖς ἐπαιδεύθη· δι' αὐτὸν γῆ, δι' αὐτὸν οὐρανὸς, δι' αὐτὸν ἥλιος, καὶ ἀστέρες· δι' αὐτὸν σελήνης δρόμοι, καὶ ὡρῶν καὶ τροπῶν διαφοραί· δι' αὐτὸν καρπῶν γενέσεις, καὶ φυτὰ, καὶ ἀλόγων γένη τοσαῦτα· δι' αὐτὸν ἡμέρα καὶ νύξ· δι' αὐτὸν ἀπόστολοι καὶ προφῆται ἐπέμφθησαν, δι' αὐτὸν ἄγγελοι πολλάκις ἀπεστάλησαν. Τί δεῖ τὰ πολλὰ λέγειν; Οὐδὲ γὰρ δυνατὸν ἅπαντα ἐπελθεῖν. ∆ι' αὐτὸν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε, καὶ ἐσταυρώθη, καὶ ἐτάφη, καὶ τὰ φρικώδη θαύματα ἐκεῖνα μετὰ τὴν ἀνάστασιν δι' αὐτὸν γέγονε. ∆ι' αὐτὸν νόμος, δι' αὐτὸν ὁ παράδεισος, δι' αὐτὸν ὁ κατακλυσμός. Καὶ γὰρ καὶ τοῦτο μέγιστον τιμῆς εἶδος, καὶ δι' εὐεργεσίας καὶ τιμωρίας αὐτὸν διορθοῦν. ∆ι' αὐτὸν μυρίαι κατὰ τὸν ἔμπροσθεν χρόνον ἅπαντα οἰκονομίαι. Καὶ αὐτὴ δὲ ἡ κρίσις ἡ μέλλουσα ἔσεσθαι τῆς εἰς αὐτὸν τιμῆς ἕνεκα γίνεται. ∆ιὸ καὶ ὁ Ἰώβ φησι, Τί ἐστιν ἄνθρωπος, ὅτι ἤγαγες αὐτὸν εἰς κρίσιν; ὥσπερ ἀλλαχοῦ ὁ αὐτὸς ψαλμῳδὸς οὗτός φησι· Τί ἐστιν ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ; ∆ι' αὐτὸν πάλιν ὁ Μονογενὴς ἥξει τὰ μυρία διδοὺς ἀγαθά. Τὰ μὲν γὰρ ἔδωκεν ἤδη διὰ τοῦ βαπτίσματος, καὶ τῶν μυστηρίων, καὶ τῆς ἄλλης μυσταγωγίας παρασχεθέντα ἀγαθὰ, καὶ θαυμάτων ἑτέρων τὴν γῆν ἐνέπλησε· τὰ δὲ ὑπέσχετο δώσειν, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ κληρονόμους αὐτοῦ ποιήσειν, καὶ παρασκευάζειν συμβασιλεύειν αὐτῷ. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος ὁ Προφήτης, εἰκότως ἀλόγοις παραβάλλει τοὺς τὴν τοσαύτην εὐγένειαν τῇ κακίᾳ παραδεδωκότας, καὶ πρὸς τὰ ἐκείνων αὐτομολήσαντας πάθη. Ποιοῦσι δὲ αὐτὰ καὶ ἕτεροι προφῆται, τῇ συγκρίσει τὸν ἀναίσχυντον ἀκροατὴν ἐντρέψαι βουλόμενοι. Καὶ ὁ μέν φησιν, Ἵπποι θηλυμανεῖς ἐγένοντο· ὁ δὲ, Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, χαλεπώτερον τοῦ ∆αυῒδ οὕτω λέγων. Ὁ μὲν γὰρ ∆αυΐδ φησι, Παρασυνεβλήθη τοῖς κτή νεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ἐκεῖνος δὲ, ὅτι καὶ τούτων ἀλογώτεροι γεγόνασιν· ἐκεῖνα γὰρ ἔγνω τὸν κτησάμενον, Ἰσραὴλ δέ με οὐκ ἔγνω, φησί.

ηʹ. Καὶ ἀλλαχοῦ δὲ ἕτερός τις σοφὸς ἀνὴρ χείρονα δεικνὺς καὶ μυρμήκων τὸν νωθῆ, καὶ ἀναπεπτωκότα, καὶ ὑπὸ ἀργίας διαφθειρόμενον, ἐκεῖ πέμπει μαθησόμενον φιλοπονεῖν, Ἴθι, λέγων, πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ. Ἐκεῖνος γὰρ, γεωργίου μὴ ὑπάρχοντος αὐτῷ, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, καὶ πολλὴν ποιεῖται ἐν τῷ ἀμήτῳ τὴν παράθεσιν. Καὶ πρὸς τὴν μέλιτταν πάλιν ἰέναι κελεύει· Πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ μάθε ὡς ἐργάτις ἐστίν· ἀρχὴ γὰρ γλυκασμάτων ὁ καρπὸς αὐτῆς, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται. Ἕτερος δέ φησιν· Οἱ ἄρχοντές σου ὡς λύκοι τῆς Ἀραβίας. Καὶ ἄλλος, Ἐκάθισας ἐν τῇ ἐρήμῳ, ὡς κορώνη. Ὁ δὲ τοῦ Ζαχαρίου, Ὄφεις, γεννήματα ἐχιδνῶν, λέγει, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Καὶ ἄλλος δὲ πάλιν· Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. Ἀλλαχοῦ δὲ ὁ αὐτὸς οὗτος προφήτης φησί· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Καὶ πάλιν, Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Τοιοῦτον γὰρ ἡ κακία· τὸν τοσοῦτον, καὶ τηλικοῦτον, καὶ τοσαῦτα διαδήματα ἔχοντα, πρὸς τὴν τῶν ἀλόγων καταβάλλει δυσγένειαν. ∆ιὸ καὶ ἐν τῷ παρόντι ψαλμῷ δύο κακίας ἐπιλεξάμενος εἴδη, καὶ τὰ ἄλλα τοὺς ἀκροατὰς ἀφεὶς συλλογίζεσθαι, οὕτω στίζει τοὺς ἁλόντας. Τί γὰρ ἀνθρώπου γένοιτ' ἂν ἀλογώτερον, εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς τὴν οἰκουμένην περιτρέχοντος, καὶ συνάγοντος ἄπειρα χρήματα, οὐχ ἑαυτῷ, ἀλλ' ἑτέροις ἀγνοουμένοις, πολλάκις δὲ καὶ ἐχθροῖς καὶ ἐπιβούλοις; Καὶ καλῶς εἶπε· Καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Τί γὰρ ἀνοητότερον, ὅταν οὗτοι μὲν τοὺς πόνους καὶ τὰς ἁμαρτίας ὑπομένωσι τὰς ἐκ τῆς συλλογῆς, ἑτέροις δὲ τῆς ἀπολαύσεως παραχωρῶσιν; Εἶτα μετὰ τῆς φιλοχρηματίας καὶ τὴν κενοδοξίαν εἰς μέσον ἄγων, στίζει μετὰ πολλῆς τῆς σφοδρότητος, λέγων· Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Τί τούτων ἀλογώτερον πάλιν, οἳ λίθοις, καὶ ξύλοις, καὶ ἀψύχῳ ὕλῃ τὴν ἑαυτῶν ἐγχειρίζουσι μνήμην, καὶ τὴν οἰκείαν ἐμπιστεύουσι δόξαν; Καὶ γὰρ ὁλοκλήρους οὐσίας ἀνέτρεψαν, καὶ χήρας ἀπέδυσαν, καὶ ὀρφανοὺς ἥρπασαν, ὥστε τῷ σκώληκι λαμπρὰν ποιῆσαι τὴν οἰκίαν, καὶ τῷ σητὶ καὶ τῇ φθορᾷ λαμπροὺς οἰκοδομῆσαι περιβόλους, τῷ νομίζειν ὑπὸ τούτων ἀθάνατον ἔσεσθαι αὐτῶν τὴν μνήμην, τῶν οὐδὲ τὰ σώματα μικρὰν καιροῦ ῥοπὴν κατασχεῖν δυνηθέντων. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ποία αὕτη ὁδὸς, εἰπέ μοι; Ἡ περὶ τὰ τοιαῦτα σπουδὴ, ἡ ματαιοπονία, ἡ πολλὴ τῶν χρημάτων μανία, ἡ ἀκόρεστος τῆς δόξης μέθη· καὶ πρὸ τῆς κολάσεως, φησὶ, τῆς μελλούσης ἐνταῦθα αὐτοῖς σκάνδαλον καὶ ἐμπόδιον γίνεται. Οὐ μικρὸν οὖν σκάνδαλον, οὐ μικρὸν ἐμπόδιον, οὐ μικρὸν κώλυμα αὕτη ἡ ὁδὸς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. ∆ιό φησιν, Αὕτη ἡ ὁδὸς σκάνδαλον αὐτοῖς. Καὶ καλῶς εἶπε σκάνδαλον αὐτοῖς τὴν ὁδόν. Ἑαυτοὺς δεσμοῦσιν, ἑαυτοὺς συμποδίζουσι. Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι. Τὸ χαλεπώτατον, καὶ τῶν λοιπῶν αἴτιον τῶν κακῶν, τοῦτό ἐστιν, ὅπερ εἴρηκεν. Οἱ γὰρ τοιαῦτα ἁμαρτάνοντες, καὶ πλημμελοῦντες καὶ οὕτως ἀνοηταίνοντες, μακαρίζουσιν ἑαυτοὺς, καὶ θαυμάζουσι, καὶ ζηλωτοὺς ἑαυτοὺς εἶναί φασι, καὶ ἀρέσκονται τοῖς πραττομένοις· κακία δὲ ἐπαινουμένη καὶ παρ' αὐτῶν τῶν ἐργαζομένων ἐννόησον ἡλίκην λαμβάνει τῆς πονηρᾶς ἐπιθυμίας προσθήκην. Εἰ γὰρ κακιζομένη, εἰ γὰρ ὑβριζομένη, εἰ γὰρ ἐλεγχομένη, εἰ γὰρ ὑπὸ τοῦ συνειδότος τῶν ὁπωσδήποτε νηφόντων μαστιγουμένη, ξαινομένη, μισουμένη, οὕτως ἀναισχύντως ἀνθεῖ, καὶ καθ' ἑκάστην αὔξεται τὴν ἡμέραν· ὅταν μὴ μόνον τὰ κωλύοντα αὐτὴν μὴ ᾖ, οἷον ἡ κατηγορία, τοῦ συνειδότος ὁ ἔλεγχος, τὸ ἐπιλαμβάνεσθαι τῶν γινομένων, τὸ μετανοεῖν ἐν τοῖς πραττομένοις, τὸ καταδύεσθαι, τὸ ἐγκαλύπτεσθαι, τὸ στένειν, τὸ θρηνεῖν, ἀλλὰ τοὐναντίον ἅπαν, καὶ ἐπαινῶσιν ἑαυτοὺς οἱ ἐργαζόμενοι, καὶ ἐγκώμια ἑαυτῶν ὑφαίνωσι, καὶ τῶν ἄλλων βελτίους κατὰ τοῦτο αὐτὸ εἶναι νομίζωσι, καὶ μετὰ τὸ πρᾶξαι ἐπαινῶσι τὰ γεγενημένα τοῦτο γάρ ἐστι, Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι· ποῦ οὐκ ἂν ἐκτραπεῖεν; Οὕτω γάρ εἰσι παραπλῆγες, οὕτω παραπαίουσιν, ὡς καὶ μετὰ τὴν πλήρωσιν τῆς ἐπιθυμίας, ὅτε μάλιστα ὁρῶντας τὴν παρανομίαν αἰσχύνεσθαι ἔδει, γαυροῦνται, κορυφοῦνται, ἀρέσκονται τῷ γεγενημένῳ. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὸ μὲν τοῦ πραχθῆναι, συσκιάζει ἑαυτῆς τὸ εἰδεχθὲς, τῇ μέθῃ τῆς ἡδονῆς περιστέλλουσα αὑτῆς τὸ βδελυρόν· ἐπειδὰν δὲ πραχθῇ, καὶ ἡ μὲν ἡδονὴ τῆς ἐπιθυμίας κατὰ μικρὸν ἀναχωρήσῃ, ἡ δὲ τοῦ συνειδότος κατηγορία ἐπέλθῃ, γυμνοὺς μαστίζουσα τοὺς λογισμοὺς, τότε μάλιστα φαίνεται αὐτῆς τὸ βλαβερόν. Οὗτοι δὲ οὐδὲ μετὰ τὸ πληρῶσαι, ἀλλ' ὅταν ἴδωσι τὸν πλοῦτον ὀγκωθέντα, τοὺς τάφους ἐγηγερμένους, τὰς ματαίας οἰκοδομὰς ἀπηρτισμένας, δέον τότε γοῦν κατανυγῆναι καὶ στενάξαι, οἱ δὲ καὶ μετὰ ταῦτα, μετὰ τὸ ἔργον, μετὰ τὴν πλήρωσιν, τότε ἔτι μειζόνως νοσοῦσιν. Ἐπεὶ οὖν τὰ παρ' αὐτῶν οἴχεται, ἕπεται λοιπὸν τὰ παρὰ τοῦ Θεοῦ.

θʹ. Ὥσπερ γὰρ οἱ κατακρίνοντες ἑαυτοὺς ἐφ' οἷς ἁμαρτάνουσι, προλαμβάνοντες ἀποκρούονται τὴν παρὰ τοῦ Θεοῦ ψῆφον, καθάπερ καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· οὕτως οἱ νοσοῦντες ἀμετανόητα, καὶ ἁμαρτάνοντες, μὴ καταγινώσκοντες δὲ ὧν ἐπλημμέλησαν, μετὰ πολλῆς τῆς σφοδρότητος ἐπισπῶνται τὴν παρὰ τοῦ Θεοῦ τιμωρίαν ἑαυτοῖς. Ἐπεὶ οὖν καὶ οὗτοι ἢ τὰ ἀλλότρια ἁρπάζοντες, ἢ τὰ οἰκεῖα μάτην καὶ εἰκῆ δαπανῶντες, ἅπερ εἰς πένητας ἀναλίσκειν ἐχρῆν, εἰς τάφους, καὶ σκώληκας, καὶ σῆτας δαπανῶσι, καὶ οὐ μετανοοῦσιν ἐπὶ τῶν γεγενημένων, ἀλλὰ ἀνίατα μένουσι νοσοῦντες, ἄκουσον τί γίνεται λοιπόν. Τί δὴ οὖν γίνεται; Τιμωρίᾳ τῇ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ ἐπήγαγεν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς· οὐ τὸ ἥμερον ἐνταῦθα διὰ ὀνόματος τῶν προβάτων δηλῶν τί γὰρ ἐκείνων ἀγριώτερον γένοιτ' ἂν, τῶν παρορώντων μὲν γυμνὰ σώματα πενήτων, καὶ γαστέρας τηκομένας λιμῷ, καλλωπι ζόντων δὲ οἴκους φθορᾷ, καὶ σκώληκι, καὶ σητί;, ἀλλὰ τὸ εὔκολον αὐτῶν τῆς ἀπωλείας, τὴν ἐξ ἐπιδρομῆς πανωλεθρίαν, τὸ εὐχείρωτον τοῖς ἐπιβουλεύουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνθρώπου κακίᾳ συζῶντος. Ὅπερ καὶ οὗτοι πείσονται· καὶ οὕτω κατακοπήσονται, οὕτως ἀπολοῦνται ἄρδην, καὶ εἰς τὸν ᾅδην ἀπελεύσονται ῥᾳδίως, εὐκόλως, συντόμως, ἀπονητὶ, ὡσανεὶ πρόβατα κατακοπτόμενα. Τοῦτο θάνατος, μᾶλλον δὲ πρᾶγμα θανάτου πολὺ χαλεπώτερον. Μετὰ γὰρ τὴν τοιαύτην τελευτὴν ἀθάνατος αὐτοὺς διαδέξεται θάνατος, διὰ τοῦτο οὐδαμοῦ εἰς κόλπους Ἀβραὰμ, οὐδὲ εἰς ἄλλο χωρίον φαίνονται ἀπιόντες, ἀλλ' εἰς τὸν ᾅδην, τὸ τῆς τιμωρίας, τὸ τῆς κολάσεως, τὸ τῆς πανωλεθρίας ὄνομα. Καὶ ἡ ἐνταῦθα αὐτῶν τελευτὴ εὐτελὴς, καὶ εὐκαταφρόνητος, καὶ ἡ ἐκεῖ διατριβὴ κολάσεως γέμουσα. Οὕτω καὶ ἡμῖν ἔθος λέγειν περὶ τῶν εὐκόλως ἀπολλυμένων· Ὡς πρόβατον ὁ δεῖνα ἐσφάγη. Ἐπειδὴ γὰρ ὡς ἄλογα ἔζων, καὶ ὡς ἄλογα ἀπόλλυνται, οὐκ ἔχοντες περὶ τῶν μελλόντων ἐλπίδα χρηστήν· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ἐπὶ κακῷ· Θάνατος ποιμανεῖ αὐτούς. Ἐνταῦθά μοι τὸν θάνατον δοκεῖ λέγειν, τὴν ἀπώλειαν τὴν ἐκεῖ, τὴν τιμωρίαν, καθάπερ καὶ ἀλλαχοῦ φησι· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀπολεῖται· οὐ τὴν τοῦ εἶναι ἀναίρεσιν, ἀλλὰ τὴν τιμωρίαν παραδηλῶν. Καὶ ἐπιμένει τῇ μεταφορᾷ τῆς λέξεως. Ἐπειδὴ γὰρ εἶπε πρόβατα, ἔδειξεν αὐτῶν καὶ τὸν ποιμένα. Τίς δὲ οὗτος; Ὁ σκώληξ ὁ ἰοβόλος, τὸ σκότος τὸ ἀτελεύτητον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ βρυγμὸς τῶν ὀδόντων. Ὅρα τοίνυν αὐτοὺς πάντοθεν κολαζομένους. Ἐν τῇ ζωῇ, ὅτι πρὸς ἀρετὴν ἐνεποδίσθησαν, ὅτι κακίας ἐγένοντο δοῦλοι, καὶ αἰχμάλωτοι, καὶ περιττὸν ἐπόνησαν πόνον καὶ καταγέλαστον· ἐν τῇ τελευτῇ, ὅτι ἁπλῶς καὶ ὡς ἔτυχεν ἀπώλοντο· ἐν τῷ καιρῷ τῷ μετὰ τὴν τελευτὴν, ὅτι διαπαντὸς ὑπὸ τῆς ἀπωλείας κατέχονται. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἐπειδὴ πολλοὶ τῶν παχυτέρων, καὶ πρὸς ἀναισθησίαν λίθων ἐκβεβηκότων, οὐκ ἔχουσι περὶ τῶν μελλόντων ἐλπίδα σαφῆ, οὔτε τετρανωμένην, ἀλλὰ πρὸς τὰ παρόντα κεχήνασι καὶ πρὸς τὰ ὁρώμενα, καταπλήττει τοὺς τοιούτους αἰνιγματωδῶς. Εἶτα διὰ βραχέων τὰ μέλλοντα αἰνιξάμενος, πάλιν ἐπὶ τὴν ἐν τῷ παρόντι βίῳ γινομένην αὐτῶν εὐτέλειαν καὶ τιμωρίαν μετατίθησι τὸν λόγον, δεικνὺς αὐτῶν τὸ ἀσθενὲς, τὸ εὐτελὲς, τὸ εὐκαταφρόνητον, καὶ ὅτι κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι, ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς ἀρετὴν μετιοῦσίν εἰσιν. ∆ιό φησι, Κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ, τουτέστι, ταχέως, διηνεκῶς, καὶ οὐδὲ χρόνου δεήσονται, οὐδὲ πόνου, οὐδὲ μελλήσεώς τινος. Τοιαύτη γὰρ ἡ τῶν πραγμάτων φύσις, τῇ ἀρετῇ τὴν κακίαν δουλεύειν, καὶ τρέμειν αὐτὴν, καὶ δεδοικέναι, κἂν μυρία ἐπιτρίμματα αὕτη ἔχῃ, καὶ πολλὰς τὰς ὑπογραφὰς, ἐκείνη δὲ γυμνὴ ᾖ, καθ' ἑαυτὴν ἀγωνιζομένη. Καὶ μὴν τοὐναντίον ὁρῶμεν, φησὶ, τούτους ἐκείνων κρατοῦντας. Ἀλλὰ μὴ τὸ σφάλμα τῆς τῶν πολλῶν διανοίας ἴδωμεν· τοῦτο γὰρ πεπλανημένης ὑπολήψεώς ἐστι ψῆφος· ἀλλ' αὐτὴν τῶν πραγμάτων τὴν ὀρθὴν κρίσιν διευκρινήσωμεν, καὶ ὄψει τοῦτον κρατοῦντα τὸν λόγον. Ἔστω γάρ τις πονηρὸς δεσπότης, καὶ οἰκέτης χρηστός· μᾶλλον δὲ, εἰ βούλει, ἐφ' ἕτερον μεῖζον ὑπόδειγμα τὸν λόγον ἀνάγωμεν· Ἔστω βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης χρηστὸς, ἴδωμεν τίς τίνος κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσόμεθα τοῦτο; Ἐπιταττέτω τῷ ἰδιώτῃ ὁ βασιλεὺς πονηρόν τι πρᾶγμα καὶ πλημμελείας γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει, οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπιτάττοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθανεῖν δέῃ. Τίς οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικώς· ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος; Καὶ ἵνα μὴ ἐπὶ παραδείγματος ἀδιορίστου τὸν λόγον προαγάγωμεν, ἡ τοῦ Πεντεφρῆ γυνὴ ἡ Αἰγυπτία οὐχὶ βασιλὶς ἦν; οὐχὶ πάσης Αἰγύπτου ἐκράτει; οὐχὶ σύνοικον εἶχε βασιλέα; οὐ πολλὴν περιεβάλλετο δυναστείαν; Τί δὲ ὁ Ἰωσήφ; οὐ δοῦλος; οὐκ αἰχμάλωτος; οὐκ ἀργυρώνητος οἰκέτης; οὐ μετὰ πάσης τῆς παρατάξεως αὐτῆς ὡπλίσατο κατὰ τοῦ νεανίσκου, οὐχ ἑτέρῳ τὸν πόλεμον ἐγχειρίσασα, ἀλλ' αὐτὴ πρὸς τὴν παράταξιν ἐλθοῦσα; Τίς οὖν ἐν δουλείᾳ τότε ἦν, τίς δὲ ἐν ἐλευθερίᾳ; ἡ δεομένη, καὶ παρακαλοῦσα, καὶ ἱκετεύουσα, καὶ οὐδὲ ἀνθρώπου, ἀλλὰ πονηροτάτου πάθους αἰχμάλωτος γενομένη· ἢ ὁ καταφρονῶν καὶ διαδήματος, καὶ σκήπτρου, καὶ ἁλουργίδος, καὶ τῆς φαντασίας ἐκείνης ἁπάσης, καὶ ἀνακόπτων αὐτῆς τὰ μηχανήματα; Οὐχ ἡ μὲν ἀπῆλθε παρακρουσθεῖσα, καὶ ἑτέρῳ πάλιν πάθει γενομένη δούλη, τῷ θυμῷ τῷ ἀλόγῳ, τῇ μιαιφονίᾳ· ὁ δὲ ἐξῆλθε μυρίους στεφάνους ἐπὶ τῆς κεφαλῆς ἔχων, καὶ ἐν αὐτῇ τῇ δουλείᾳ τὴν ἐλευθερίαν μειζόνως διαλάμπουσαν δεικνύς;

ιʹ. Οὐδὲν γὰρ οὕτως ἐλεύθερον ὡς ἀρετὴ, οὐδὲν οὕτω δοῦλον ὡς κακία. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησί τις· Σοφὸς οἰκέτης κρατήσει δεσποτῶν ἀφρόνων, Ὥσπερ γὰρ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, δι' αὐτὸ τοῦτο μάλιστα πᾶσίν ἐστιν εὐάλωτος· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, ἀράχνης ἐστὶν εὐτελέστερος. Τί δὲ ἐν πολέμῳ; οὐχὶ τούτους ὁρῶμεν κρατοῦντας; Τί δὲ ἐν πράγμασι καὶ βουλαῖς; οὐ τὰ τούτων ἕστηκε, κἂν μηδεὶς ὁ πειθόμενος ᾖ; Τί δὲ ἐν τοῖς μετὰ ταῦτα; οὐχ ὁ μὲν πλούσιος, καθάπερ προσαίτης, σταγόνα ᾔτει, καὶ οὐκ ἐπετύγχανεν; ὁ δὲ πένης, ἐπειδὴ σπουδαῖος καὶ ἐνάρετος ἦν, οὐκ ἐν μεγίστῃ εὐπραγίᾳ ἦν, τὴν αὐτὴν τῷ Ἀβραὰμ λῆξιν ἔχων; Τί δὲ ἐπὶ τῶν ἀποστόλων; οὐχὶ δεσμούμενοι, μαστιγούμενοι, μυρία πάσχοντες δεινὰ, τῶν ταῦτα ποιούντων περιεγίνοντο; Ἐννόησον γοῦν εἰς ὅσην αὐτοὺς ἀπορίαν ἐνέβαλον, ὡς ἐκείνους λέγειν· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Καίτοι δεδεμένους εἶχον, καὶ ἐν μέσῳ δικαστηρίων συνειλημμένους· καὶ οἱ μὲν ἐν τάξει δικαστῶν, καὶ ἀρχόντων, οἱ δὲ ἐν τάξει δικαζομένων εἱστήκεισαν, ἀλλ' ὅμως οὗτοι τούτων ἐκράτησαν. Καὶ πανταχοῦ, εἴ τις μετὰ ἀκριβείας ἐπεξίοι τῷ λόγῳ, τὸν ἐνάρετον ὄψεται τοῦ πονηροῦ κρατοῦντα, τὴν κυρίως κράτησιν, οὐ ταύτην τὴν τῶν πολλῶν καὶ ψευδῆ, τὴν πεπλανημένην καὶ ῥᾳδίως ἐλεγχομένην, ἀλλ' ἐκείνην τὴν πεπηγυῖαν καὶ ἀκίνητον. Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ· τουτέστιν, ἀσθενήσει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον ἐνταῦθα εὐχείρωτοι ἔσονται, μηδενὸς ἀμύνοντος, μηδενὸς χεῖρα ὀρέγοντος, πᾶσι προκείμενοι, ἀλλὰ καὶ τὸ χαλεπώτερον, οὐδὲ ἐκεῖ ἕξουσί τινα τὸν παριστάμενον, καὶ βοηθοῦντα, καὶ χεῖρα ὀρέγοντα, καὶ παραμυθούμενον αὐτῶν τὴν τιμωρίαν. Οὕτω γοῦν οὔτε αἱ παρθένοι αἱ φρόνιμοι μωραῖς βοηθῆσαι ἴσχυσαν, οὐχ ὁ Ἀβραὰμ τῷ πλουσίῳ, οὐ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, υἱοῖς καὶ θυγατράσι. Τὸ γὰρ, Παλαιωθήσεται, ἀσθενήσει ἐστὶν, ἀφανισθήσεται· Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἐκ τῆς δόξης αὐτῶν ἐξώσθησαν. Οὗ μάλιστα ἐπεθύμουν, δι' ὃ πάντα ἐποίουν καὶ ἐπραγματεύοντο, ὥστε καὶ μετὰ τελευτὴν δόξης ἀπολαῦσαι πολλῆς, διὰ τῶν χρημάτων, διὰ τῶν οἰκοδομημάτων, διὰ τῶν τάφων, διὰ τῶν ὀνομάτων τῶν ἐπικειμένων τοῖς τάφοις· καὶ τούτου, φησὶν, ἐκπεσοῦνται, ὃ μάλιστα αὐτοὺς ἐλύπει ζῶντας καὶ ταῦτα μανθάνοντας. Αἱ γὰρ τοιαῦται οἰκοδομαὶ κατηγορίαι τῶν ἀπελθόντων εἰσί. Κἂν γὰρ τὸ σῶμα τῇ γῇ κρύπτηται, ἀλλ' ὅμως οἱ λίθοι φωνὴν ἀφιᾶσι, καθ' ἑκάστην αὐτῶν κατηγοροῦντες ἡμέραν τῆς ὠμότητος, τῆς ἀναισχυντίας, τοὺς κοινοὺς ἐχθροὺς ἀνακηρύττοντες, τοὺς παριόντας ἀεὶ εἰς ἀρὰς ἐπισπώμενοι, καὶ ἐγκλήματα, καὶ διαβολάς. Ποία οὖν αὕτη δόξα, καταλιμπάνειν κατήγορον μὴ σιγῶντα, ἀλλὰ διὰ τῆς ὄψεως τὰ πάντων ἀνοίγοντα στόματα, καὶ πρὸς τοὺς ὁρῶντας ἅπαντας καὶ παριόντας σφοδροτάτην ποιούμενον τὴν ἐντυχίαν κατὰ τῶν οἰκοδομησαμένων; Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν ἴσον, ὅταν ποιῶσιν ἀφ' ὧν κολάζονται, ἀφ' ὧν καταισχύνονται, ἀφ' ὧν κατηγοροῦνται, ἀφ' ὧν καὶ μετὰ τελευτὴν παρὰ πολλῶν ἀνορύττονται· ἀφ' ὧν αὐτοῖς ἀραὶ, καὶ διαβολαὶ, καὶ ἐγκλήματα μυρία, καὶ παρὰ τῶν ἠδικημένων, καὶ τῶν οὐκ ἠδικημένων; Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Εἰπὼν τῶν πονηρῶν τὰ ἐπίχειρα, τῆς ἁμαρτίας τὰ ὀψώνια, λέγει καὶ τὰ τῶν χρηστῶν ἔπαθλα· ὃ καὶ αὐτῷ καὶ ἑτέροις προφήταις ποιεῖν ἔθος, ὥστε ἑκατέρωθεν ῥυθμίζειν τὸν ἀκροατὴν, καὶ ἐκ τῆς κολάσεως τῶν ἁμαρτημάτων, καὶ ἐκ τῶν ἐπάθλων τῆς ἀρετῆς. Τὰ μὲν οὖν ἐκείνων τοιαῦτα, φησίν· ἀτιμία, ματαιοπονία, ἄνοια, γέλως, αἰσχύνη, πανωλεθρία, θάνατος, τιμωρία, κόλασις διηνεκὴς, τὸ εὐεπηρέαστον, τὸ καὶ δόξης καὶ ἀσφαλείας ἐκπεπτωκέναι, καὶ ζῶντας καὶ τελευτῶντας, τὸ διαβάλλεσθαι, τὸ κατηγορεῖσθαι, τὸ μηδεμίαν εὑρίσκειν παραμυθίαν κακῶν. Τὰ δὲ ἡμέτερα τοὐναντίον ἅπαν, ἀπαλλαγὴ κολάσεως, ἐλευθερία ψυχῆς, ἀσφάλεια, δόξα, τιμή. Ταῦτα γὰρ πάντα ᾐνίξατο, εἰπών· Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· ᾅδην ἐνταῦθα τὴν κόλασιν λέγων, τὰς ἀφορήτους ἐκείνας ὀδύνας. Ἐννόησον δὲ καὶ ἡλίκα τὰ τῆς τιμῆς, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἐπαγομένῳ. Ὅταν γὰρ λαμβάνῃ με, φησὶ, τότε αὐτὸν ἀκριβέστερον ὄψομαι ἢ νῦν. Νῦν γὰρ διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους, τότε δὲ πρόσωπον κατὰ πρόσωπον. Τῆς δὲ ψυχῆς λυτρουμένης, καὶ τὸ σῶμα κοινωνήσει τῶν ἀγαθῶν. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Τούτων οὕτως ἐχόντων, φησὶ, τί δέδοικας τὰ παρόντα; τί σε λυπεῖ πενία; τί φοβῇ τὸν εὔπορον; Ἤκουσας τὰ περὶ τῆς ἀναστάσεως, καὶ τῆς τῶν ἀγαθῶν λήξεως, καὶ τῆς τῶν πονηρῶν τιμωρίας; Τί τοίνυν δέδοικας λοιπὸν τὰς σκιάς; Τὰ μὲν γὰρ μόνιμα καὶ πεπηγότα, ἐκεῖνα· ταῦτα δὲ, ἄνθεσι μαραινομένοις ἔοικε. ∆ιὸ καὶ πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὴν ἀκρόπολιν τῶν κακῶν ἐπήδησε, τοῦ πλούτου τὴν ἐπιθυμίαν· ταύτης γὰρ καταβληθείσης, καὶ τὰ ἄλλα συγκαταλύεται.

ιαʹ. Καὶ πῶς μὴ φοβηθῶ, φησὶ, τοσαῦτα δυναμένους; Πρόσκαιρος ἡ δυναστεία, μονόωρος ἡ ἰσχὺς, παροδεύεται ἡ εὐημερία, σκιὰς μιμεῖται καὶ ὀνείρατα τὰ χρήματα, καὶ ὁ πλοῦτος, καὶ ἡ τοσαύτη τιμή· διὸ καὶ ἐπήγαγεν· Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ· τὴν αἰτίαν τιθεὶς τοῦ μὴ δεδοικέναι τὰ πρόσκαιρα. Ἦλθεν ὁ θάνατος, φησὶ, τὴν ῥίζαν ἔτεμε, καὶ ἡ κόμη μετὰ τῶν φύλλων ἅπασα κατηνέχθη, καὶ πᾶσιν εὐχείρωτος ἡ οἰκία. Καθάπερ οὖν πρόβατα καὶ αἶγες ἐπιτίθενται δένδρῳ κειμένῳ μετὰ τὴν τομὴν, οὕτω δὴ καὶ ἐπὶ τῶν οὕτω πλουτούντων πολλοὶ τῶν ἐχθρῶν, πολλοὶ τῶν φίλων, πολλοὶ τῶν εὐεργετηθέντων τὰ ἐκείνων λυμαινόμενοι εὑρίσκονται· καὶ ὁ τοσαῦτα περιβεβλημένος, καὶ τοσούτους οἰνοχόους, μαγείρους, κρατῆρας ἀργυροῦς καὶ χρυσοῦς ἔχων, πλέθρα γῆς τόσα καὶ τόσα, οἰκίας, ἀνδράποδα, ἵππους, ἡμιόνους, καμήλους, στρατόπεδα οἰκετῶν, ἄπεισι μόνος, καὶ οὐδεὶς αὐτῷ συναπέρχεται, ἀλλ' οὐδὲ αὐτὰ λαμβάνων ἄπεισι τὰ ἱμάτια. Καὶ γὰρ ὅσῳπερ ἂν λαμπρὰ περικέηται, τοσούτῳ δαψιλεστέραν ἄπεισι παρασκευάζων τῷ σκώληκι τὴν τράπεζαν, καὶ πλείονα τοῖς τυμβωρύχοις ἐπιθυμίαν, καὶ μείζονα κατὰ τοῦ ἀθλίου σώματος τὴν ἐπιβουλήν. ∆ι' ὧν γὰρ καλλωπίζει μειζόνως, διὰ τούτων ὑβρίζεσθαι σφοδρότερον αὑτὸν κατασκευάζων, τὰς χεῖρας τῶν ἀνορυττόντων τὰς θήκας ἐφ' ἑαυτὸν ὁπλίζων καὶ καλῶν. Καὶ τί τοῦτο; φησίν· ἀλλ' ἐνταῦθα μεγάλα κομπάζει, καὶ φυσᾷ μέχρι τῆς τελευτῆς. Μάλιστα μὲν πολλοὶ οὐδὲ μέχρι τῆς τελευτῆς· ἀλλ' ἐπιβούλων τινῶν ἐπιφυέντων αὐτοῖς, μυρίων καταδίκων χαλεπώτερα ἔπαθον, καὶ τὰ χρήματα ἀφαιρεθέντες, καὶ ἀτιμίᾳ περιβληθέντες, καὶ δεσμωτήριον οἰκήσαντες. Καὶ γὰρ ὁ χθὲς ἐν ὀχήματι, σήμερον ἐν ἁλύσει· ὁ χθὲς ὑπὸ κολάκων θεραπευόμενος, ὑπὸ δημίων κυκλοῦται νῦν· ὁ μύρων ὄζων, αἵματι περιῤῥεῖται· ὁ κατακείμενος ἐπὶ στρωμνῆς ἁπαλῆς, ἐπ' ἐδάφους ἔῤῥιπται σκληροῦ· ὁ παρὰ πάντων θεραπευόμενος, παρὰ πάντων καταφρονεῖται. Ἀλλὰ καὶ μέχρι τελευτῆς τὰ πρὸς κηδείαν αὐτῷ λαμπρὰ καὶ περιφανῆ. Καὶ τί πρὸς ἐκεῖνον τὸν οὐκ αἰσθανόμενον; Πλείων ἡ δυσωδία, μείζων ἡ βδελυγμία, σφοδρότερος ὁ φθόνος· καὶ γὰρ τελευτήσαντι διηνεκὴς τοῖς παιδίοις ὁ πόλεμος ἀπὸ τῆς πολυτελείας ἐκείνης. Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ ῥήματος, καὶ τὴν ἐπίτασιν τῆς φιλοσοφίας. Οὐ γὰρ μόνον αὐτὸν ἐκ τοῦ μὴ συναποδημεῖν πλήττει, ἀλλὰ καὶ ἐνταῦθα αὐτὸν πάσης γυμνοῖ τῆς φαντασίας, καὶ οὐδὲ πλοῦτον ὄντα δείκνυσιν, οὐδ' ὅταν ἀπολαύῃ αὐτοῦ ὁ κεκτημένος. Οὐ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ, ἀλλ', Ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ταῦτα γὰρ ἅπαντα, ἅπερ ἀπηριθμησάμην, πηγαὶ, καὶ περίπατοι, καὶ βαλανεῖα, χρυσίον καὶ ἀργύριον, ἵπποι καὶ ἡμίονοι, καὶ τάπητες καὶ ἱμάτια, τοῦ οἴκου δόξα, οὐ τοῦ τὸν οἶκον οἰκοῦντος ἀνθρώπου. Ἀνθρώπου γὰρ δόξα ἡ ἀρετὴ, ὅθεν καὶ συναποδημεῖ τῷ κεκτημένῳ. Αὕτη δὲ οἴκου δόξα μένει· μᾶλλον δὲ οὐδὲ μένει, ἀλλὰ μετὰ τοῦ οἴκου καὶ συγκαταλύεται, οὐδὲν τὸν ἐν αὐτῷ ἀναστραφέντα ὠφελήσασα· οὐδὲ γὰρ ἦν αὐτοῦ. Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται. Εἰπὼν περὶ τοῦ πλούτου αὐτοῦ καὶ τῆς δόξης, ἐπὶ τὸν τῶν εὐφημιῶν διαβαίνει λόγον. Ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα τοῖς πλουσίοις περισπούδαστον, αἱ ἐν ἀγορᾷ κολακεῖαι, αἱ παρὰ τοῦ δήμου θεραπεῖαι, αἱ δημοτελεῖς εὐφημίαι, τὰ ὑποκρίσεως γέμοντα ἐγκώμια, καὶ μέγα εἶναι δοκεῖ τὸ καὶ ἐν θεάτροις, τὸ καὶ ἐν συμποσίοις, τὸ καὶ ἐν δικαστηρίοις κροτεῖσθαι, παρὰ πάντων ἀνακηρύττεσθαι, ζηλωτοὺς εἶναι νομίζεσθαι, ὅρα καὶ τοῦτο πῶς καθαιρεῖ πάλιν ἀπὸ τοῦ χρόνου. Ἐν γὰρ τῇ ζωῇ αὐτοῦ, φησὶ, τουτέστιν, αὗται αἱ θεραπεῖαι, καὶ τὸ εὖ λέγεσθαι αὐτὸν, μέχρι τοῦ παρόντος βίου· μετὰ δὲ τῶν ἄλλων καὶ τοῦτο συγκαταλύεται, ὡς πρόσκαιρον, καὶ ἐπίκηρον. Ἀλλὰ καὶ ἡνίκα ἂν γίνηται ἐκ παροχῆς τῶν εὐφημούντων, μετὰ τελευτὴν εἰς τοὐναντίον μεθίσταται, ὅταν τὸ τοῦ φόβου προσωπεῖον περιαιρεθῇ. Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ. Ὅρα πῶς καὶ τὰς εὐεργεσίας αὐτῶν διαβάλλει. Σὺ μὲν γὰρ κολακεύεις καὶ θεραπεύεις, ὑποκρινόμενος πρόσκαιρόν τινα θεραπείαν καὶ ὑποκρίσεως γέμουσαν· ἐκεῖνος δὲ κἂν χάριτάς σοι ὁμολογήσῃ, ὠνούμενος παρὰ σοῦ τὸ τὰ ἀρέσκοντα αὐτῷ ποιεῖν, καὶ πολλοῦ τοῦτο ὠνούμενος, τότε εὐχαριστήσει σοι, φησί. Τὸ γὰρ, Ἐξομολογήσεται, τοῦτό ἐστιν, ὅταν ἀγαθύνῃς αὐτῷ. Οὐκ εἶπεν, Ὅταν τι χρήσιμον ἐργάσῃ, ὅταν εὐεργετήσῃς, ἀλλ', Ὅταν τὰ ἀρεστὰ αὐτῷ, καὶ κατὰ γνώμην ᾖ, καὶ κατὰ νοῦν ὑπηρετήσῃς· δεικνὺς, ὅτι ἑκατέρωθεν ἡ βλάβη, ἀπό τε τῆς πεπλασμένης κολακείας, καὶ ἀπὸ τῆς ἐπιβλαβοῦς διακονίας. Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Εἰσελεύσεται, ἤγουν μιμήσεται τὸν τῶν πατέρων ζῆλον, καὶ ἐκ πονηρῶν ὢν, πονηρίαν διαδέξεται· ἢ ἀντὶ τοῦ, Εἰ μὴ πράξας τι ἀγαθὸν, εὑρεθήσεται ἐκ τοῦ πλούτου οὐδὲν ὠφελούμενος· καταλείψεται δὲ τοὺς πρὸ αὐτοῦ κειμένους ἐν κόνει ἄχρι τῆς κρίσεως, οὐδὲ φῶς ἰδεῖν δυνάμενος κατὰ τὸν τῆς φύσεως νόμον. Εἶτα πάλιν ἐπαναλαμβάνει τὰ προειρημένα λέγων· Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὁ τοιοῦτος, φησὶν, ὁ οὕτως ἀποθανὼν, ὁ μὴ διοικήσας δεόντως τὰ χρήματα, οὐδὲν διοίσει ἀλόγου, ὡς μὴ ἐπιγνοὺς ἣν ἐδέξατο τιμὴν ἐκ Θεοῦ, ἀφομοιωθεὶς τοῖς κτήνεσιν, οἷς τὸ πέρας ἐστὶ τῆς ζωῆς θάνατος μόνον· ὧν ῥυσθείημεν οἵ τε μανθάνοντες ταῦτα καὶ οἱ διδάσκοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.

αʹ. Καὶ ἀλλαχοῦ φησιν ὁ αὐτός· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ πάλιν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ ὁ Παῦλος· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, καὶ κύριοι πολλοί. Καὶ ὁ Μωϋσῆς· Θεοὺς οὐ κακολογήσεις. Καὶ ἀλλαχοῦ· Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Καὶ πάλιν ὁ αὐτός· Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου, λιθοβοληθήσεται. Καὶ πάλιν· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὑποκάτω τοῦ οὐρανοῦ. Τίνας οὖν δηλοῖ διὰ τοῦ ὀνόματος τούτου ἐν ἐκείναις ταῖς μαρτυρίαις, καὶ τίνας ἐνταῦθα λέγει θεούς; Τοὺς ἄρχοντας. ∆ιὸ καὶ ἐπάγει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Λέγει καὶ τοὺς ἐκ προγόνου τινὸς ἐναρέτου γεγεννημένους. Ἐπειδὴ γὰρ ὁ Ἐνὼς πολλὴν ἀρετὴν ἐπιδειξάμενος, ἐκλήθη τῷ ὀνόματι τοῦ Θεοῦ· οἱ δὲ ἐξ ἐκείνου πάντες, καὶ οἱ ἔκγονοι τοῦ ἀδελφοῦ ἐκείνου ἀλλήλοις ἐμίγνυντο, υἱοὺς τοῦ Θεοῦ καλεῖ τοὺς τοῦ ἐναρέτου. Ἤρξαντο γὰρ, φησὶν, ἐπικαλεῖσθαι τῷ ὀνόματι τοῦ Θεοῦ. Λέγει καὶ τὸν τῶν Ἰουδαίων λαὸν, ταύτῃ τιμηθέντα τῇ προσηγορίᾳ ἐν τῷ λέγειν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ἰσραήλ. Καὶ γὰρ οὕτως ἐκάλει αὐτῶν τὸν δῆμον δι' οἰκείαν φιλανθρωπίαν. Οὕτω καὶ ἐκεῖνο λύεται τὸ, Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· τουτέστιν, Ὁ τὸν ἄρχοντα κακῶς λέγων, ἁμαρτάνει. Ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου λιθοβοληθήσεται· τουτέστιν, ὁ τοῖς μὴ οὖσι προσάπτων τὸ τοῦ ὄντος Θεοῦ ὄνομα. Ἐπεὶ γὰρ ἀσύγγνωστον τὸ ἁμάρτημα, καὶ ἡ ἐπ' αὐτῷ τιμωρία χαλεπωτάτη· λέγονται καὶ οἱ τῶν Ἑλλήνων θεοὶ, οὐ κατὰ τιμὴν, οὔτε χάριτι προσηγορίας, ἀλλὰ διὰ τὴν ἀπάτην τῶν πλανηθέντων, καὶ οὕτως αὐτοὺς καλεσάντων. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, δηλῶν ὅτι οὐκ ὄντες οὐδὲ μέχρι προσηγορίας τῆς κατὰ τιμήν. Ἐνταῦθα οὖν περὶ τίνων λέγει, Θεὸς θεῶν; Ἐμοὶ δοκεῖ τῶν Ἑλληνικῶν, οὐχ ὡς ὄντων, ἀλλ' ὡς παρὰ τοῖς πεπλανημένοις ὑποπτευομένων. Ἐπεὶ γὰρ ἔτι παχύτεροι ἦσαν οἱ Ἰουδαῖοι, καὶ οὐ πάντη εἰδωλολατρείας ἀπηλλαγμένοι, ἀλλὰ κεχηνότες πρὸς τὰ εἴδωλα, καὶ λείψανα πολλὰ τῆς παρανομίας ἔχοντες, καὶ ἐντεῦθεν αὐτῶν καθαιρεῖ τὰ φρονήματα, δεικνὺς ὅτι κἀκείνων ∆εσπότης ἐστί. Καὶ γὰρ καὶ τῶν δαιμόνων ∆εσπότης ἐστὶν, αὐτῶν τῶν οὐσιῶν λέγω· αἱ γὰρ γνῶμαι παρ' αὐτῶν εἰσιν εἰσενηνεγμέναι καὶ ἡ πονηρία πᾶσα. ∆οκεῖ δέ μοι καὶ οὗτος ἔχεσθαι τοῦ προτέρου ψαλμοῦ. Καὶ γὰρ καὶ ἐνταῦθα ἔλεγχος καὶ κατηγορία τῶν πεπλημμεληκότων γέγραπται· ἀλλ' ἐκεῖ μὲν τὴν οἰκουμένην ἐκάλει πᾶσαν εἰς ἀκρόασιν, ἐνταῦθα δὲ αὐτὰ τὰ στοιχεῖα τὰ καθ' ὅλης ἐκτεταμένα τῆς οἰκουμένης. Ἄλλο θέατρον ὧδε καὶ ἄλλο ἀκροατήριον· ἐκεῖ τὰ ἔθνη, οἱ γηγενεῖς, ὁ πλούσιος, ὁ πένης· ἐνταῦθα ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ αὐτὸν εἰσάγει τὸν Θεὸν δικαζόμενον, καὶ τοιούτους κινεῖ λόγους παρ' αὐτοῦ δικαιολογουμένου πρὸς τὸν δῆμον τῶν Ἰουδαίων. ∆ιὸ καὶ πλείονος ἡμῖν δεῖ τῆς προσοχῆς. Ποιεῖ δὲ τοῦτο καὶ ἕτερος προφήτης, καὶ εἰσάγει τὸν Θεὸν δικαζόμενον, καὶ ἐν τάξει δικαστῶν τίθησι τὰς φάραγγας καὶ τὰ θεμέλια τῆς γῆς. Ἀκούσατε γὰρ, φησὶ, φάραγγες καὶ θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ λαοῦ διαλεχθήσεται. Καὶ πάλιν· Κριθήσεται πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς πατέρας ὑμῶν. Καὶ πολλαχοῦ τῶν Γραφῶν ἴδοι τις ἂν τοῦτο τὸ σχῆμα, ὅπερ ἐστὶ μάλιστα πληκτικώτατον, καὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἄξιον. Καὶ γὰρ τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγαθότητα, τοσοῦτον καταβαίνοντος, ὥστε κρίνεσθαι μετὰ ἀνθρώπων. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἔχει μέν τι καὶ προφητικὸν, ἔχει δὲ καὶ ἱστορικὸν, τὸ εἰρημένον· γέγονε μὲν γὰρ καὶ ἐπὶ τῆς Παλαιᾶς ἐκεῖθεν αὐτοῦ ἡ εὐπρέπεια. Καὶ γὰρ ὁ ναὸς, τὰ Ἅγια τῶν ἁγίων, ἡ λατρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας, καὶ ἱερέων τὸ πλῆθος, καὶ θυσίαι, καὶ ὁλοκαυτώσεις, καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμωδίαι, καὶ πάντα ἐκεῖθεν, καὶ τῶν μελλόντων ἐκεῖθεν ὁ τύπος προδιεγέγραπτο. Ἐπειδὴ δὲ καὶ ἡ ἀλήθεια παραγέγονεν, ἐκεῖθεν πάλιν τὴν ἀρχὴν ἔλαβεν. Ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν· ἐκεῖθεν τὰ μυρία κατορθώματα. ∆ιὰ δὴ τοῦτο καὶ περὶ τοῦ νόμου φησὶν ὁ Ἡσαΐας τῆς Καινῆς ∆ιαθήκης γράφων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Σιὼν γὰρ ἐνταῦθα ὁλόκληρον λέγει τὸ χωρίον, καὶ τὴν πόλιν τὴν παρακειμένην αὐτῷ, τὴν μητρόπολιν τῶν Ἰουδαίων. Ἐκεῖθεν γὰρ καθάπερ ἐκ βαλβῖδός τινος εὐσκελεῖς ἵπποι οἱ ἀπόστολοι εἰς τὴν οἰκουμένην ἀφέθησαν ἅπασαν· ἐκεῖθεν τὰ σημεῖα ἤρξαντο ποιεῖν· ἐκεῖ γέγονεν ἡ ἀνάστασις, ἐκεῖ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς σωτηρίας τῆς ἡμετέρας· ἐκεῖ τὰ ἀπόῤῥητα δόγματα κηρύττεσθαι ἀρχὴν ἔλαβεν. Ἐκεῖ πρῶτον ἀπεκαλύφθη ὁ Πατὴρ, ἐγνωρίσθη ὁ Μονογενὴς, καὶ ἐδόθη τοσαύτη Πνεύματος χάρις. Καὶ τὸν περὶ τῶν ἀσωμάτων ἐκεῖ λόγον ἐγύμναζον οἱ ἀπόστολοι, τῶν δωρεῶν, καὶ δυνάμεων, καὶ τῶν μελλόντων ἀγαθῶν τῆς ἐπαγγελίας. Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης, ὡραιότητα αὐτοῦ καλεῖ. Κάλλη γὰρ Θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ ἡ φιλανθρωπία, καὶ ἡ εἰς ἅπαντας εὐεργεσία. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Ὁρᾷς πῶς προϊὼν ἀπογυμνοῖ τὸν λόγον, καὶ ἀποκαλύπτει τὸν θησαυρὸν, καὶ φαιδροτέραν ἀφίησι τὴν ἀκτῖνα, λέγων· Ὁ Θεὸς ἐμφανῶς ἥξει. Πότε γὰρ οὐκ ἐμφανῶς παραγέγονε; Πότε; Τῇ προτέρᾳ παρουσίᾳ· ἀψοφητὶ γὰρ ἦλθε τοὺς πολλοὺς κρύπτων, καὶ μέχρι πολλοῦ λανθάνων. Τί λέγω τοὺς πολλοὺς, ὅπου γε οὐδὲ αὐτὴ ἡ κυοφοροῦσα Παρθένος ᾔδει τοῦ μυστηρίου τὸ ἀπόῤῥητον, οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτὸν, οὐδὲ ὁ δοκῶν εἶναι πατὴρ μέγα τι ἐφαντάζετο περὶ αὐτοῦ;

βʹ. Καὶ τί λέγω ἀνθρώπους; Καὶ αὐτὸν τὸν διάβολον ἐλάνθανεν· οὐδὲ γὰρ ἂν, εἴπερ ᾔδει, ἠρώτα αὐτὸν μετὰ τοσοῦτον χρόνον ἐπὶ τοῦ ὄρους, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον τοῦτο ἐποίει. ∆ιὸ καὶ τῷ Ἰωάννῃ ἔλεγεν ἀρξαμένῳ αὐτὸν ἐκκαλύπτειν· Ἄφες ἄρτι· τουτέστι, Σίγα νῦν· οὐδέπω γὰρ καιρὸς τοῦ ἐκκαλυφθῆναι τὸ ἀπόῤῥητον τῆς οἰκονομίας· ἔτι λανθάνειν τὸν διάβολον βούλομαι· σίγα τοίνυν, φησίν· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν. Καὶ κατελθὼν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. Τότε γὰρ ὡς ποιμὴν ἦλθε ζητῶν τὸ πεπλανημένον πρόβατον, καὶ τὴν ἀφηνιῶσαν ἄγραν θηρεῦσαι βουλόμενος· διὸ καὶ συνεσκίαζεν ἑαυτόν. Καὶ γὰρ ὥσπερ ἰατρὸς οὐκ εὐθέως φοβερὸς τῷ κάμνοντι γίνεται, οὕτω δὴ καὶ αὐτὸς ἐκ προοιμίων οὐκ ἠβουλήθη δῆλον ἑαυτὸν ποιῆσαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. ∆ιὸ τὴν ἀψοφητὶ ταύτην αὐτοῦ γινομένην παρουσίαν δηλῶν ὁ αὐτὸς οὗτος προφήτης λέγει προϊών· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν στάζουσα ἐπὶ τὴν γῆν. Οὐδὲ γὰρ κτυπῶν ἦλθεν, οὐ ταράττων, οὐ κλονῶν τὴν γῆν, οὐκ ἀστραπὰς ἀφιεὶς, οὐ τινάσσων τὸν οὐρανὸν, οὐ δήμους ἀγγέλων ἐπιφερόμενος, οὐ μέσον τὸ στερέωμα διαῤῥηγνὺς, καὶ οὕτω καταβαίνων ἐπὶ τῶν νεφελῶν· ἀλλ' ἀψοφητὶ διὰ μήτρας παρθενικῆς, ἐννεαμηνιαίῳ κυοφορούμενος χρόνῳ, ὡς τέκτονος υἱὸς ἐν φάτνῃ τίκτεται, ἐν σπαργάνοις εὐτελέσιν ἐπιβουλεύεται, φεύγει μετὰ τῆς μητρὸς εἰς Αἴγυπτον. Εἶτα μετὰ τελευτὴν τοῦ τοιαῦτα παρανομήσαντος, τότε ἐπάνεισι, καὶ περιπολῶν διετέλει ὡς εἷς τῶν πολλῶν κατὰ τὸ σχῆμα, καὶ ἱμάτιον εὐτελὲς ἦν αὐτῷ, καὶ τράπεζα εὐτελεστέρα, καὶ βάδισις διηνεκὴς, καὶ οὕτω διηνεκὴς, ὡς καὶ κόπον ἀπὸ τῆς βαδίσεως γίνεσθαι. Ἀλλ' οὐ τότε οὕτως ἥξει, ἀλλ' οὕτω φανερῶς, ὡς μηδὲ χρείαν ἔχειν τοῦ προαγγέλλοντος αὐτοῦ τὴν παρουσίαν. ∆ιὰ τοῦτο καὶ αὐτὸς δηλῶν αὑτοῦ τὸ περιφανὲς ἔλεγεν· Ἐὰν ἀκούσητε, ὅτι Ἰδοὺ ἐν τοῖς ταμιείοις, μὴ εἰσέλθητε· ὅτι Ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐκπορεύεται ἀπὸ ἀνατολῶν ἡλίου, καὶ φαίνεται ἕως δυσμῶν· οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, αὐτὴ ἑαυτὴν δεικνύουσα καὶ ἀνακηρύττουσα. Καὶ γὰρ ἐπὶ τῆς ἀστραπῆς τοῦτο συμβαίνει, καὶ οὐ δεόμεθα τοῦ ἀπαγγέλλοντος, ἀλλ' ὁμοῦ τε ἐφάνη, καὶ γνωρίμη πᾶσι γέγονε, καὶ κατὰ ταὐτὸν πᾶσιν. Οὕτω καὶ ὁ Παῦλός φησιν· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι καταβήσεται ἀπ' οὐρανοῦ. Καὶ ὁ προφήτης δὲ οὕτως αὐτὸν ἑώρα ἐπὶ τῶν νεφελῶν φερόμενον, καὶ ποταμὸν ἔμπροσθεν συρόμενον, καὶ τὸ βῆμα τὸ φοβερὸν, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους. Τότε γὰρ, τότε δικαστηρίου καιρὸς καὶ κρίσεως· διόπερ οὐκέτι ὡς ἰατρὸς, ἀλλ' ὡς δικαστὴς φαίνεται. Ὁ γοῦν ∆ανιὴλ καὶ τὸν θρόνον αὐτοῦ βλέπει, καὶ τὸν ποταμὸν πρὸ τοῦ βήματος ἑλκόμενον, καὶ πάντα ἀπὸ πυρὸς αὐτῷ δείκνυται, τὸ ἅρμα, οἱ τροχοί. Ἀλλ' οὐχ ὅτε παρὰ τὴν ἀρχὴν καὶ ἐν τῇ πρώτῃ παρουσίᾳ παρεγένετο, ἔδειξέ τι τοιοῦτον, οὐ πῦρ, οὐ ποταμὸν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ φάτνη καὶ καταγώγιον, καὶ καλύβη, καὶ μήτηρ πενιχρά. Ἄλλως δὲ καὶ τὸ ἄτρεπτον αὐτοῦ δείκνυσιν ἐντεῦθεν καὶ ἀναλλοίωτον. Ἐπειδὴ γὰρ ἔφησε τὸν ἐπὶ τοῦ θρόνου καθήμενον τρίχα ἔχειν λευκὴν ὡσεὶ ἔριον, καὶ ἱμάτιον ὡς χιόνα, ἵνα μὴ τρίχας νομίσῃς, μήτε ἱμάτιον, ἀλλὰ τὸ καθαρὸν καὶ τὸ διαυγὲς πῦρ πανταχοῦ εἶναι, λέγει· Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Οὕτω καὶ οὗτος ὁμοῦ τε τὸ ἀναλλοίωτον, καὶ ἄτρεπτον, καὶ φωτεινὸν, καὶ ἀπρόσιτον διὰ τούτων ἐνδείκνυται τῶν εἰκόνων. Καὶ οὐχ ἵσταται μέχρι τοῦ πυρὸς, ἀλλὰ τὸ σφοδρὸν τῆς τιμωρίας παραστῆσαι βουλόμενος, ἐπάγει λέγων· Καταιγὶς σφοδρά. Καταιγὶς δὲ λέγεται ἢ βῶλος χιόνος ἀφόρητος τὸ ἐμπῖπτον ἅπαν παρασύρουσα καὶ καταστρέφουσα, ἢ ῥαγδαία πνευμάτων ῥύμη τὸ αὐτὸ δὴ ἐργαζομένη, καὶ ἀφόρητος οὖσα τοῖς ἐντυγχάνουσι. ∆εῖξαι τοίνυν βουλόμενος τὸ ἀφόρητον τῆς κολάσεως ἐκείνης, ταύτας παρήγαγε τὰς εἰκόνας. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Πάλιν τῶν στοιχείων μέμνηται, δι' ὧν τὰ μυρία γέγονεν ἀγαθὰ τῷ γένει τῶν ἀνθρώπων, οὐ μόνον πρὸς τὴν τοῦ σώματος ζωὴν καὶ συγκρότησιν, ἀλλὰ καὶ αὐτῆς τῆς θεογνωσίας τὴν ὑπόθεσιν. Τά τε γὰρ κάλλη καὶ τὰ μεγέθη, καὶ οἱ τρόποι τῶν θέσεων, καὶ αἱ οὐσίαι, ἐξ ὧν ταυτὶ συνέστηκε τὰ στοιχεῖα, καὶ τὰ ἐξ αὐτῶν γενόμενα, τά τε καθολικῶς διὰ παντὸς τοῦ χρόνου, τά τε ἰδικῶς πολλάκις συμβαίνοντα, ἅπαντα ταῦτα καὶ τὰ σώματα τρέφει καὶ συγκροτεῖ, καὶ πρὸς τὴν γνῶσιν τοῦ ποιήσαντος χειραγωγεῖ. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, τουτέστι, διὰ τῆς σοφίας τῆς ἐν τοῖς κτίσμασι φαινομένης, ὡς οὐ μικρᾶς, ἀλλὰ καὶ σφόδρα μεγίστης καὶ σαφεστάτης οὔσης διδασκαλίας. Καὶ τὰ καθ' ἡμέραν δὲ δι' αὐτῶν γινόμενα, εἰ καὶ κατὰ φύσεως ἀκολουθίαν γίνεσθαι δοκεῖ, ἀλλ' οὖν καὶ αὐτὰ τὸν ∆ημιουργὸν ἀνακηρύττει. Καὶ γὰρ τῆς φύσεως ∆εσπότης ὁ ∆ημιουργός.

γʹ. Μὴ θαυμάσῃς δὲ, εἰ πρὸς Ἰουδαίους ἀποτείνει τὸν λόγον, περὶ τῆς καθόλου κρίσεως διαλεγόμενος. Οὕτω γὰρ καὶ Παῦλός φησι· Θυμὸς καὶ ὀργὴ, θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Τί δήποτε, ὧν μέλλει κατηγορεῖν, καὶ οὓς μέλλει καταδικάζειν, ὁσίους ἐνταῦθα καλεῖ; Τὴν κατηγορίαν αὔξων, καὶ γνώρισμα μεῖζον τῇ τιμωρίᾳ τιθεὶς τὴν τιμήν. Οὕτω καὶ ἡμεῖς ἐπειδὰν ἴδωμέν τινας πεπλημμεληκότας, καὶ βουλώμεθα αὐτῶν σφοδρότερον καθάψασθαι, μετὰ τῶν ἀξιωμάτων αὐτοὺς καλοῦμεν, ὥστε βαρυτέραν ἐργάσασθαι τὴν κατηγορίαν, λέγοντες· Κάλεσον τὸν διάκονον, ἢ τὸν πρεσβύτερον. Ἐπεὶ οὖν καὶ οὗτοι βασίλειον ἱεράτευμα καὶ λαὸς περιούσιος ἐχρημάτιζον, καὶ μέγα ἐπὶ τούτῳ ἐφρόνουν· καὶ ἐντεῦθεν ὑφαίνει τῶν ἐγκλημάτων τὸ μέγεθος. Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ἐπειδὴ μυρία τολμῶντες κακὰ, καὶ τοσαῦτα κακίας μεταχειρίζοντες εἴδη, ἁρπάζοντες, πλεονεκτοῦντες, φονεύοντες, μοιχεύοντες, αἵματα ἐφ' αἵμασι ἀναμιγνύντες, ἐνόμιζον μεγάλα κατορθοῦν, καὶ τὸν νόμον πληροῦν καὶ τὴν διαθήκην, εἰ πρόβατα θύσαιεν καὶ μόσχους, ὀνειδίζων αὐτοῖς ἐντεῦθεν, καὶ κωμῳδῶν αὐτούς φησι· Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις· τουτέστι, τοὺς νομίζοντας αὐτοῖς ἀρκεῖν εἰς σωτηρίαν τὸ καταθύειν ἀλόγων σώματα. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Πάλιν ἐνταῦθα τὸ διαλάμπον αὐτοῦ τῆς δικαιοσύνης, τὸ φαιδρὸν, τὸ σαφὲς, τὸ ἀναντίῤῥητον, τὸ ὡμολογημένον δεῖξαι βουλόμενος, εἰσάγει τὰ ἀναίσθητα στοιχεῖα, ἀνακηρύττοντα αὐτὴν κατὰ τὸ αὐτὸ σχῆμα, ὅπερ ἔμπροσθεν ἔλεγεν· Ὅτι ὁ Θεὸς κριτής ἐστι. Τὰ δίκαια ὁρίζων ἑκάστῳ, φησίν. Οὐδὲ γὰρ ἁπλῶς τὸ κρίνειν ἐνταῦθα τέθεικεν, ἀλλ' ἵνα δηλώσῃ, ὅτι καὶ δίκαιός ἐστι, καὶ ἑτέροις τοῦτο παρέχει. Ἐπὶ γὰρ τοῦ Θεοῦ τὸ, Κριτὴς, ἀντὶ τοῦ, δίκαιος, εἴληπται, καθὰ καὶ Παῦλος αὐτὸ τέθεικε λέγων· Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; Τοῦτο γὰρ μάλιστα κρίσις, τοῦτο μάλιστα κριτὴς, οὐ τὸ ψηφίσασθαι ἁπλῶς, ἀλλὰ τὸ δικαίως ψηφίσασθαι. Κριθήσονται δὲ Ἰουδαῖοι, καὶ οἱ τότε, καὶ οἱ μετὰ ταῦτα παρανομήσαντες ἐπὶ τῆς Καινῆς· ἐκεῖνοι μὲν τὴν φύσιν καὶ τὸν νόμον κατήγορον ἔχοντες, οὗτοι δὲ μετὰ τούτων καὶ τὰ παρὰ τοῦ Χριστοῦ γεγενημένα εἰς αὐτούς. Τί γὰρ καὶ ἔχοιεν ἂν εἰπεῖν, ἢ ποίαν προβαλέσθαι αἰτίαν, δι' ἣν οὐκ ἐπίστευσαν; Ἀλλὰ προσέχετε τοῖς λεγομένοις, παρακαλῶ, ἵνα δύνησθε τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Βέλτιον γὰρ αὐτοὺς παρ' ἡμῶν ἡττηθέντας νῦν διορθωθῆναι, ἢ νομίζοντας νικᾷν ἀπελθεῖν ἐκεῖ, καὶ κατακριθῆναι παρὰ τοῦ κοινοῦ τῆς οἰκουμένης δικαστοῦ. Τί τοίνυν ἂν ἔχοιεν εἰπεῖν Ἰουδαῖοι, τίνος ἕνεκεν ἀνεῖλον τὸν Χριστόν; τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχοντες; Ὅτι ἐποίει ἑαυτὸν Θεὸν, φησί. Καὶ μὴν οὐ ταῦτα ἦν τὰ ῥήματα ἐν τῷ καιρῷ τοῦ σταυροῦ, ἀλλ' ἕτερά τινα. Οὐ γὰρ ἔλεγον, Ὁ ποιῶν ἑαυτὸν Θεὸν, ἀλλ', Ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος. Καίτοι γε πολλάκις ἠθέλησαν αὐτὸν βασιλέα χειροτονῆσαι, καὶ ἔφυγεν. Ἀλλὰ πρὸ τούτου, φησὶν, ἐνεκάλουν, ὅτι ἐποίει ἑαυτὸν Θεόν. Καὶ τί τοῦτο; Εἰ μὲν γὰρ ψευδῶς καὶ ἀδίκως, καὶ οὐκ ὢν, λόγον τὸ ἔγκλημα εἶχε· εἰ δὲ δικαίως, προσκυνεῖσθαι αὐτὸν ἐχρῆν, οὐ σταυροῦσθαι. Ἴδωμεν τοίνυν εἰ μὴ Θεὸς ὢν ὄντως, ἐποίει ἑαυτὸν Θεὸν, τουτέστιν, ἐδείκνυ καὶ ἐπέφαινε. Πόθεν οὖν βούλει μαθεῖν; ἀπὸ τῶν τότε; ἀπὸ τῶν νῦν; ἀπὸ τῶν παρὰ τὸν τόκον; Τίς οὖν ὑπὸ παρθένου ποτὲ ἐτέχθη; τίς δὲ ἀστέρα ἔδειξε τοιοῦτον; τίς δὲ μάγους τοσαύτην ὁδὸν ἤγαγεν, οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ πειθοῖ καὶ ἀποκαλύψει; Ὁρᾷς τὴν κτίσιν ἅπασαν ἐπιγνοῦσαν τὸν ∆εσπότην; Ἡ φύσις πρώτη παραχωρεῖ, καὶ οὐκ ἀντιλέγει, οὐδὲ ἀνθίσταται λέγουσα· Οὐ λύω τὰς ὠδῖνας· οὐκ ἔμαθον ἐκ μήτρας παρθενικῆς παιδίον προφέρειν· οὐκ οἶδα γάμου χωρὶς μητέρα ποιεῖν· ἀλλ' ἐξέστη καὶ παρεχώρησε τῶν οἰκείων ὅρων· τὸν γὰρ αὑτῆς ἐπέγνω ∆εσπότην. Τεχθέντος πάλιν, ἄγγελοι παρεγένοντο, τὸν ἐν οὐρανοῖς ἐπὶ γῆς μηνύοντες, καὶ οὐρανὸς ἐγίνετο ἡ γῆ, ἅτε τοῦ βασιλέως ἐνταῦθα ὄντος, καὶ Μάγοι προσεκύνουν, ἐκ τοσούτου διαστήματος ἀφικόμενοι· καὶ τὸ μὲν παιδίον ἐπὶ φάτνης ἔκειτο ἐν Παλαιστίνῃ, οἱ δὲ ἀπὸ τῆς βαρβάρου χώρας τοσαύτην τιμὴν καὶ θεραπείαν προσῆγον, ὅσην εἰκὸς Θεῷ προσάγειν. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐ παραδέξονται, ἕτερα δὲ ἐπιζητήσουσι σημεῖα, τὰ κατὰ τὴν παροῦσαν γενεάν. Ἀλλ' οὐδὲ τούτων ἀπορήσομεν. Τοιοῦτον γὰρ ἡ ἀλήθεια· περιῤῥεῖται τοῖς δικαιώμασι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐνταῦθα ἔχουσί τινα ἀντιλογίας σκιὰν εἰπεῖν. Εἰ γὰρ καὶ μὴ παρῆς, ὅτε ἐκ παρθένου ἐτίκτετο, τῷ προφήτῃ πιστεύειν ἔδει τῷ λέγοντι· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Εἰ μὴ παρῆς, ὅτε σάρκα περικείμενος περιεπόλει τὴν γῆν, καὶ συνανεστρέφετο τοῖς δούλοις ὁ ∆εσπότης, ἔντυχε τῷ Ἱερεμίᾳ, κἀκεῖνός σοι διαλέξεται οὕτω λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

δʹ. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὄψει τοὺς προφήτας, ὧν τὰ βιβλία εἰκῆ μέχρι σήμερον περιστρέφεις καὶ ἐνοχλεῖς, ταύτης ἕνεκεν τῆς ὑποθέσεως σαφῶς ἀνακηρύττοντας ἅπαντα. Ἀλλ' οἱ μὲν πρὸς τούτους ἀγῶνες καὶ εἴρηνται πολλάκις ἡμῖν, καὶ ῥηθήσονται· τέως δὲ τῶν προκειμένων ἐχώμεθα. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἐνταῦθά μοι τὴν δικαιοσύνην λέγειν δοκεῖ, τὴν πολλὴν αὐτοῦ κηδεμονίαν, τὴν φιλανθρωπίαν τὴν εἰς αὐτοὺς ἐκείνους, τὴν εἰς πάντας ἀνθρώπους πολυειδῆ τινα οἰκονομίαν καὶ πολύτροπον, τὴν διὰ τῆς κτίσεως, τὴν διὰ τοῦ νόμου, τὴν διὰ τῆς χάριτος, τὴν διὰ τῶν ὁρωμένων, τὴν διὰ τῶν ἀοράτων, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἀγγέλων, τὴν διὰ τῶν ἀποστόλων, τὴν διὰ τῶν κολάσεων, τὴν διὰ τῶν εὐεργεσιῶν, τὴν διὰ τῶν ἀπειλῶν, τὴν διὰ τῶν ἐπαγγελιῶν, τὴν διὰ τῆς τάξεως τῆς κατὰ τὸν χρόνον. Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Ὅρα πάλιν ἐπιείκειαν καὶ πραότητα ἐξ αὐτοῦ τοῦ προοιμίου. Ὡς γὰρ ἂν εἰ ἄνθρωπος πρὸς ἄνθρωπον εἴποι θορυβοῦντα καὶ ταράττοντα, Ἐὰν ἀκούῃς, λαλῶ· ἐὰν προσέχῃς, ἐρῶ· οὕτω καὶ πρὸς τοὺς δούλους ὁ ∆εσπότης, Ἐὰν ἀκούῃς μου, φησὶν, ἐρῶ. Καὶ γὰρ ἦσαν ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, καὶ οὐδὲ ἐπὶ μικρὸν μετὰ ἡσυχίας παρεῖχον τῇ τῶν νόμων ἀναγνώσει τὴν ἀκρόασιν. Καὶ τοῦτο δηλῶν τις προφήτης ἔλεγεν ὁ ἐν Περσίδι διατρίβων· Ἔσομαι αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου· καὶ συνεχῶς ἔλεγον τοῖς προφήταις μὴ προφητεύειν, μᾶλλον δὲ καὶ διεκρούοντο αὐτοὺς, καὶ ἐνοχλεῖσθαι ἐδόκουν. Καὶ βασιλεὺς τοῦτο φαίνεται ἀπειλῶν προφήτῃ τινὶ καὶ προστάσσων, ὥστε μὴ ὀχλαγωγεῖν. Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ. Οὐχ ἁπλῶς ὁ διπλασιασμὸς κεῖται, ἀλλὰ ἐπεὶ πρὸς ἀναισθήτους ἐλάλει, καὶ πεπωρωμένους, καὶ κεκωφωμένους, τὸν περὶ τῆς δεσποτείας αὐτοῦ κινεῖ λόγον, ἀρχὴν ἀρίστην τῇ μετὰ ταῦτα διηγήσει διδοὺς ἐντεῦθεν, καὶ δεικνὺς ὅτι ὀφείλουσιν αὐτῷ τὴν ἐλευθερίαν, καὶ χρέος ἂν εἶεν δίκαιοι καταθεῖναι ὡς ∆εσπότῃ δοῦλοι, ὡς ∆ημιουργῷ ἔργα, ὡς τὰ μέγιστα εὐεργετηθέντες, καὶ τοσαύτην τιμηθέντες τιμήν. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός. Οὕτω γὰρ οἱ λοιποὶ κατηγοροῦσιν αὐτῶν προφῆται, ἐπειδὴ τὸ πλέον τῆς ἀρετῆς παρορῶντες μέρος, ἐν τούτοις τὰς ἐλπίδας τῆς σωτηρίας εἶχον. Καὶ γὰρ εἰς ἀπολογίαν ἔμελλον αὐτὸ προβάλλεσθαι, ὅτι Θυσίας σπένδομεν, ὅτι Προσφέρομεν ὁλοκαυτώσεις. Ἀλλ' οὐκ ἐπὶ τούτοις εἰσῆλθον δικασόμενος, φησὶν, οὐδὲ ὑπὲρ τούτων ἐγκαλέσων, ὅτι παρώφθη ταῦτα. Ὁ δὲ Ἡσαΐας καὶ εὐτονώτερον αὐτῶν καθικνεῖται λέγων· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμί. Ὁλοκαύτωμα κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καίτοι πολλοὶ περὶ θυσιῶν εἰσιν εἰρημένοι λόγοι· ἀλλ' οὐ προηγουμένως αὐτοῦ βουλομένου ταῦτα νομοθετεῖ, ἀλλὰ τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνοντος. Καὶ Ἱερεμίας δέ φησιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Καὶ πάντες δὲ, ὡς εἰπεῖν, οἱ προφῆται οὐδὲν μέγα εἶναι τοῦτό φασι. ∆ιὸ καὶ αὐτὸς ἀρχόμενος οὕτως ἔφη· Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ· κἀντεῦθεν δηλῶν, ὅτι ἀνάξιος αὐτοῦ τῆς τοιαύτης θεραπείας ὁ τρόπος. Καὶ γὰρ τὸν Θεὸν οὐ διὰ καπνοῦ καὶ κνίσης, ἀλλὰ διὰ πολιτείας ἀρίστης καὶ ἀσωμάτου καὶ νοερᾶς θεραπεύεσθαι δεῖ. Ἀλλ' οὐχ οἱ δαίμονες τῶν ἔξωθεν οὕτως, ἀλλὰ καὶ ἐπιζητοῦσι ταῦτα. Τοῦτο καί τις παρ' Ἕλλησι ποιητὴς φαίνεται δεικνὺς, λέγων· ... Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. Ἀλλ' οὐχ ὁ Θεὸς ἡμῶν οὕτως. Ἐκεῖνοι μὲν γὰρ αἱμάτων διψῶντες ἀνθρωπίνων, καὶ κατὰ μικρὸν αὐτοὺς εἰς ταύτας τὰς μιαιφονίας ἐνάγειν βουλόμενοι, ταῦτα ᾔτουν συνεχῶς· αὐτὸς δὲ καὶ τῆς τῶν ἀλόγων ἀποστῆσαι σφαγῆς κατὰ μικρὸν ἐθέλων, ἐχρήσατο τῇ συγκαταβάσει ταύτῃ, καὶ συνεχώρησε θυσίας, ἵνα ἀνέλῃ θυσίας. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. Ὅρα πῶς κατὰ μικρὸν ἀνάγει τῶν χαμαιζήλων τὴν διάνοιαν, διανοίγων αὐτῶν τὴν πεπωρωμένην γνώμην, καὶ δεικνὺς ὅτι οὐ δεόμενος ταῦτα ἐπέταξεν, οὐδὲ ἀποδεχόμενος ἐνομοθέτησεν. Εἰ γὰρ ἐβουλόμην οὕτω θεραπεύεσθαι, φησὶ, τὴν ὑφήλιον πᾶσαν ἔχων, καὶ αὐτὸς πάντων γενόμενος δημιουργὸς, δαψιλεῖς ἂν παρεσκεύασά μοι γενέσθαι θυσίας. Εἶτα καὶ κωμωδῶν αὐτοὺς καὶ διασύρων, ὥστε καὶ πληκτικωτέραν γενέσθαι τὴν κατηγορίαν, ἐπήγαγεν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Ἐπειδὴ γὰρ αὐτὸς μὲν αὐτὰ συνεχώρησεν, ἵνα κατὰ μικρὸν αὐτοὺς ἀπαγάγῃ τούτων, αὐτοὶ δὲ ἐναπέμειναν τῇ εὐτελείᾳ, οὐδὲν μέγα ἐκ τῆς συγκαταβάσεως ταύτης καρπωσάμενοι, διὰ τοῦτο παχύτερόν πως καὶ ἀνθρωπινώτερον διαλεγόμενός φησιν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· τουτέστιν, Οὔτε πεινῶ· Θεὸς γὰρ οὐ πεινάσει, οὐ κοπιάσει· οὔτε εἰ τούτοις ἐβουλόμην θεραπεύεσθαι, ἠπόρουν ἀπείρων θυσιῶν καὶ ὁλοκαυτωμάτων. Καὶ γὰρ πρόκειταί μοι πάντα μετὰ πολλῆς τῆς ἀφθονίας, καὶ Κύριος αὐτῶν ὢν καὶ ∆εσπότης, τὰ ἐμὰ βούλομαι παρὰ σοῦ λαβεῖν, ἵνα τούτῳ σε τῆς ὁδοῦ τῷ τρόπῳ πρὸς τὴν ἐμὴν ἐπισπάσωμαι φιλίαν, καὶ τῆς τῶν ματαίων ἀποστήσω συνηθείας.

εʹ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον ἀγαγών φησι· Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Ταῦτα γὰρ οὔτε ἀνθρώποις ποιεῖν ἐπέταξα, φησὶν, ἀλλὰ καὶ μεγίστην ὥρισα κόλασιν τοῖς τὸ αἷμα ἐσθίουσι. Πῶς οὖν ἤμελλον αἵματος δεήσεσθαι ὁ τοὺς δούλους ἀπάγων τοὺς ἐμοὺς τῆς τοιαύτης θοίνης; Ἐκβαλὼν τοίνυν ταῦτα ἅπαντα, καὶ δείξας ἀνάξια αὐτοῦ, καὶ πολλὴν τῇ κατηγορίᾳ τὴν κωμῳδίαν ἀναμίξας, οὐκ ἔστησε τὸν λόγον μέχρι τούτου, ἀλλὰ δείκνυσιν ἑτέρας θυσίας τρόπον, ὅπερ ἐστὶν ἰατρείας ἀρίστης εἶδος, τῶν οὐδὲν ὠφελούντων ἀπάγοντα, τὰ δυνάμενα διορθοῦν ἐπιτιθέναι τοῖς τραύμασι. Μετὰ γὰρ τὸ ταῦτα ἀπαρτίσαι, λέγει· Θῦσον τῷ Θεῷ. Καὶ πῶς θύσω, φησίν; Αἵματος χωρίς. Τοῦτο γὰρ μάλιστα θυσία Θεῷ πρέπουσα. ∆ιὰ τοῦτο εἰπὼν, Θῦσον τῷ Θεῷ, ἐπήγαγε, Θυσίαν αἰνέσεως· τουτέστιν, εὐχαριστίας, ὕμνων ἱερῶν, τῆς διὰ τῶν ἔργων δοξολογίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὕτω ζῆθι, ὥστε δοξάζεσθαί σου τὸν ∆εσπότην. Ὅπερ καὶ ὁ Χριστὸς ἐδίδαξε λέγων· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Αἶνος γὰρ οὐδὲν ἕτερον ἢ ἔπαινός ἐστι, δόξα καὶ εὐφημία. Ἔστω τοίνυν ὁ βίος σου τοιοῦτος, ὥστε εὐφημεῖσθαί σου τὸν ∆εσπότην, καὶ ἀπηρτισμένην εἰσήγαγες τὴν θυσίαν. Ταύτην καὶ ὁ Παῦλος ἐπιζητεῖ τὴν θυσίαν, λέγων· Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ. Καὶ ἀλλαχοῦ πάλιν ὁ αὐτὸς προφήτης· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. Οὕτως ἔθυε καὶ Ἰὼβ μετὰ τὰς πληγὰς ἐκείνας τὰς ὑπὲρ φύσιν, εὐχαριστῶν, καὶ ταῦτα φθεγγόμενος τὰ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Τὰς ἱκετηρίας ἐνταῦθά φησιν, ὥστε διηνεκῶς τῇ δεήσει προσκαρτερεῖν, καὶ ἅπερ ἂν ἐπαγγελλώμεθα μετὰ τάχους ἀποδιδόναι. Καὶ καλῶς εἶπεν· Ἀπόδος. Μετὰ γὰρ τὴν ἐπαγγελίαν χρέος τὸ πρᾶγμα γίνεται. Οὕτως Ἄννα ἀπέδωκε τὸν υἱὸν, ὡς ὄφλημα μέγιστον. Καὶ σὺ τοίνυν κἂν ἐλεημοσύνην ἐπαγγέλλῃ, κἂν σώφρονα βίον, κἂν ἕτερόν τι τοιοῦτον, σπεῦδε πρὸς τὴν ἔκτισιν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, κἂν μὴ ἐπαγγέλληται, χρεωστεῖ αὐτῷ τὰ τῆς ἀρετῆς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Καίτοι τὴν παραβολὴν τοῦ δούλου ἔλεγε τοῦ ἐλαχίστην διακονίαν, οὐχὶ κατακλιθῆναι, κελευομένου, ἀλλὰ παρελθεῖν καὶ διακονεῖν. Καὶ ἕτερος δέ τίς φησιν· Μὴ χρονίσῃς ἀποδοῦναι εὐχήν σου. Ἐπηγγείλω; Ἀπόδος, μή ποτε θάνατος ἐπελθὼν διακόψῃ. Καὶ τί πρὸς ἐμέ; φησίν· οὐ γὰρ κύριος ἤμην τῆς ζωῆς. ∆ιὰ τοῦτο γὰρ ἐχρῆν μὴ χρονίσαι, τὸ ἄδηλον ἐννοοῦντα τῆς ἐξόδου, καὶ ὅτι κύριος οὐκ εἶ τῆς ζωῆς καὶ τῆς ἐντεῦθεν ἀποδημίας. Ὥστε ἡ δοκοῦσα ἀπολογία κατηγορία ἐστίν. Οὐδὲ γὰρ τοῦ θανάτου λοιπὸν τὸ μὴ ἀποδοῦναι γέγονεν, ἀλλὰ τῆς σῆς μελλήσεως καὶ ἀναβολῆς. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Ὁρᾷς ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀντίδοσιν διδομένην; Τί τοίνυν τῆς τοιαύτης φιλανθρωπίας ἴσον γένοιτ' ἂν, ὅταν καὶ αὐτῆς τῆς ἀρετῆς μισθοὺς ἡμῖν διδῷ, καὶ μισθοὺς πολλῷ μείζονας τῶν πόνων, καὶ σφόδρα ἐν καιρῷ διδομένους; Καὶ διὰ τί, φησὶν, εἶπεν· Ἐπικάλεσαί με; διὰ τί ἀναμένει καλεῖσθαι παρ' ἡμῶν; Μείζονα τὴν οἰκείωσιν ἡμῖν ποιῆσαι βουλόμενος, καὶ τὴν πρὸς αὐτὸν φιλίαν θερμοτέραν, καὶ τῷ δοῦναι, καὶ τῷ καλεῖσθαι, καὶ τῷ λαμβάνειν. Καὶ γὰρ ἡ ἀρετὴ πρὸς Θεὸν οἰκειοῖ, καὶ ἡ ἀντίδοσις τὸ αὐτὸ ἐργάζεται· καὶ ἡ εὐχὴ πάλιν ταύτην συγκροτεῖ τὴν οἰκείωσιν. ∆ιὰ τοῦτό φησι· ∆ός μοι, καὶ δίδωμί σοι. Καὶ ἐν τῷ διδόναι δὲ σὺ λαμβάνεις· αὐτὸς γὰρ τούτων ἀνενδεής. Ὥστε κἂν ἐπιεικὴς γένῃ, κἂν μέτριος, κἂν σώφρων, οὐ τῷ Θεῷ τι προσέθηκας, ἀλλὰ σαυτὸν λαμπρὸν ἐποίησας καὶ ἀμείνω· ἀλλ' ὅμως καὶ τούτων ὡς αὐτὸν ὠφελοῦντι μισθούς σοι καὶ στεφάνους ὁρίζει μεγίστους. Καὶ πρὸ τῶν στεφάνων δὲ ἐκείνων οὐ μικρᾶς ἀπολαύεις ἡδονῆς, ἀγαθῷ συντρεφόμενος συνειδότι, καὶ χρησταῖς πτερούμενος ἐλπίσιν. Ἡμέραν δὲ θλίψεως ἐνταῦθά φησιν, οὐ τὰς τῶν συμφορῶν, οὔτε τὰς τῶν περιστάσεων, ἀλλ' ὅτι κἂν ἁμαρτία πολεμῇ, κἂν διάβολος πολιορκῇ, ἐπιθυμίας εἰσάγων πονηρὰς, πολλῆς ἀπολαύσῃ τῆς συμμαχίας. Καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Πάλιν ἐνταῦθα οὐ τῆς παρ' ἡμῶν δόξης δεόμενός φησι τοῦτο πῶς γὰρ ὁ τῆς δόξης Θεός;, ἀλλ' ὥστε διὰ τὸν τῆς εὐχαριστίας ὕμνον γίνεσθαι τῆς εὐεργεσίας τὴν μνήμην, καὶ θερμοτέραν τὴν πρὸς αὐτὸν διάθεσιν, καὶ πρώτως εὐζωΐαν μεγίστην λαμβάνειν.

ς ʹ. Οὐχ ἁμαρτήσεται δὲ τοῦ πρέποντος εἰπών τις ἐνταῦθα ἡμέραν θλίψεως αὐτὸν λέγειν, καὶ τὴν μέλλουσαν ἡμέραν· ἡ γὰρ θλίψις ἐκείνη ἄπαυστος. Ἐνταῦθα μὲν γὰρ καὶ θάνατος ἐπιὼν λύει τὰς συμφορὰς, καὶ φίλοι παρακαλοῦντες, καὶ τέλος προσδοκώμενον, πολλάκις δὲ καὶ πραγμάτων μεταβολὴ ἐλπιζομένη, καὶ χρόνου μῆκος ἐμάλαξε τῆς ψυχῆς τὸ πάθος, καὶ ἡ τῶν πλησίων δυσημερία. Τὸ γὰρ ἔχειν κοινωνοὺς τῶν ὀδυνηρῶν, καὶ πολλὰ τοιαῦτα ὁρᾷν ὑποδείγματα, μέγα πολλοῖς εἰς παραμυθίαν εἶναι ἔδοξεν. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὔτε γάρ τις παρακαλῶν πάρεστιν, ἀλλ' ἐν ἐρημίᾳ φίλων ἅπαντές εἰσιν. Οὐ χρόνου μῆκος μαλάσσει τὴν ὀδύνην πῶς γὰρ ἐπικειμένης τῆς φλογὸς δι' ὅλου;· οὐκ ἐλπὶς ἀπαλλαγῆς· αἰωνία γὰρ ἡ κόλασις· οὐ θανάτου προσδοκία· ἀθάνατος γὰρ ἡ τιμωρία, καὶ τὰ σώματα δὲ τὰ κολαζόμενα ἀθάνατα· ἀλλ' οὐδὲ τοῦτο ὃ δοκεῖ πολλοῖς παραμυθίαν φέρειν, τὸ ἑτέρους ὁρᾷν ἐν κολάσει. Πρῶτον μὲν γὰρ οὐδὲ ἰδεῖν ἔστι κολαζομένους, τοῦ σκότους ἀντὶ παντὸς διαφράγματος ἐπισκιάζοντος τὰς ὄψεις· ἔπειτα ἡ ὑπερβολὴ τῆς ὀδύνης οὔτε ταύτης ἀφίησιν αἴσθησιν λαβεῖν τῆς παραμυθίας. Ὁ γοῦν πλούσιος οὐδὲν ἔνθεν εἰς παραμυθίας ἐκαρπώσατο λόγον, οὐδὲ οἱ τοὺς ὀδόντας βρύχοντες. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Εἶδες τὴν ἀπηρτισμένην λύραν, τὴν σύμφωνον κιθάραν, τὴν ἐν διαφόροις φθόγγοις μίαν ἁρμονίαν ἠχοῦσαν; Τοῦτο γὰρ τὸ νόημα, καὶ παρὰ ἀποστόλοις ἔστιν ἰδεῖν, καὶ παρὰ προφήταις ἑτέροις κείμενον· καὶ Παῦλος μὲν οὕτω πώς φησι, δεικνὺς καὶ αὐτὸς, ὅτι οὐδὲν ὄφελος τοῦ διδάσκειν ἑτέρους, ὅταν τις ἑαυτὸν πρότερον λαβὼν μὴ διδάσκῃ. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ὥσπερ ἐπὶ ταῖς θυσίαις, οὕτω καὶ ἐπὶ τῷ νόμον ἔχειν, καὶ διδάσκαλοι τῶν ἄλλων χρηματίζειν, δεικνὺς, ὅτι οὐδὲν μέγα καρποῦνται, ὅταν ἀδίδακτοι μένωσιν αὐτοὶ, καθαπτόμενος σφοδρότερον τῶν τοιούτων, λέγει· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; ∆ιὰ τοῦτο καὶ περὶ ἑαυτοῦ ἔλεγε· Φοβοῦμαι, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· καθαιρῶν τὸ φύσημα τῶν ἐπὶ τῇ τοῦ λόγου διδασκαλίᾳ μέγα φρονούντων, αὐτῶν δὲ ἐρήμων ὄντων τῆς ἀρετῆς. Καὶ ἑτέρως δὲ τὸν λόγον τοῦτον μεταχειρίζει πρὸς Ἰουδαίους ἀποτεινόμενος, ὅταν λέγῃ· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος. Καὶ πάλιν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ προφήτης· Οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με. Καὶ πάλιν· Εἰς μάτην ἐγενήθησαν σχοῖνος ψευδὴς γραμματεῦσι. Τίνος ἕνεκεν; Ὅτι τρυγὼν καὶ χελιδὼν, καὶ ἀγροῦ στρουθία ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματά μου. Οὗτος δὲ οὐ μόνον οὐδὲν κερδαίνειν φησὶν ἐκ τοῦ διδάσκειν ἑτέρους τὸν μὴ μετιόντα τὴν ἀρετὴν, ἀλλὰ καὶ ἐκβάλλειν ταύτης αὑτὸν τῆς προεδρίας. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων ὁ πεπλημμεληκὼς τῇ τῆς σιγῆς ἀτιμίᾳ κολάζεται, πῶς ἂν ἐν κοινῷ διδασκαλείῳ, φησὶ, φωνὴν ἔχοι ὁ τῆς ἁμαρτίας ὑπεύθυνος; Μεῖζον δὲ τοῦτο τὸ διδασκαλεῖον τοῦ δικαστηρίου ἐκείνου. Ἐκεῖ μὲν γὰρ οἱ κολαζόμενοι τίνουσι τιμωρίας· ἐνταῦθα δὲ ἅπαντα γίνεται, ὥστε μὴ κολασθῆναι τοὺς πεπλημμεληκότας, ἀλλὰ τῇ μετανοίᾳ διορθώσασθαι τὸ πλημμεληθέν. Καὶ ἐν ταῖς βασιλικαῖς δὲ αὐλαῖς οὐδεὶς ἂν γένοιτο ἑρμηνεὺς βασιλικῆς φωνῆς ἐπὶ βίῳ διεφθαρμένῳ ἁλούς. Τίνος γὰρ ἕνεκα διηγῇ δικαιώματα, καὶ διδάσκεις ἑτέρους, καὶ μὴν τοὐναντίον ποιεῖς, τοῦ βίου σου τοῖς λεγομένοις ἀντιφθεγγομένου, καὶ ἐνίους τῶν βουλομένων προσέχειν ἀποστρέφεις; Οὐ γὰρ οὕτω διδάσκεις διὰ τῶν λόγων, ὡς ἀπάγεις διὰ τῶν πραγμάτων. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἐκεῖνον ἐπαινεῖ τὸν διδάσκαλον, τὸν διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων ἀπηρτισμένην ἐπιδεικνύντα τὴν διδασκαλίαν. Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐχέτω τοίνυν σου λαμπρὰν φωνὴν ὁ βίος, ταῦτα διδάσκουσαν· κἂν τὸ στόμα ἀποφράξῃς, σάλπιγγος λαμπρότερον ἠχήσεις, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τοὺς πόῤῥωθεν ὄντας. Οὕτως ὁ οὐρανὸς διηγεῖται δόξαν Θεοῦ. οὐ στόμα ἔχων, οὐ γλῶσσαν κινῶν, οὐδὲ πνεῦμα κάτωθεν προϊέμενος, ἀλλὰ τῷ κάλλει τῆς ὄψεως τὸν θεατὴν εἰς θαῦμα τοῦ δημιουργοῦ παραπέμπων. Ὅπερ οὖν ἐστιν ἐκεῖ ἐπὶ τοῦ οὐρανοῦ τὸ κάλλος τῆς ὄψεως, τοῦτο ἔστω ἐπὶ τῆς ψυχῆς τῆς σῆς ἡ ἀρετή. Ἂν δὲ κατεῤῥυπωμένος, καὶ μυρίους κατηγόρους ἔχων, καὶ πρὸ πάντων τὸ συνειδὸς, σπουδάζῃς ἐπιλαμβάνεσθαι θρόνου διδασκαλικοῦ, ἐπειδὰν κακίας κατηγορῇς, οὐχ ἑτέρων μᾶλλον ἢ σαυτοῦ κατηγορήσεις. Καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Καλῶς εἶπε· ∆ιὰ στόματος. Ἡ γὰρ καρδία ἔρημός ἐστι τῶν ἐντεῦθεν καρ πῶν, καὶ τὰ χείλη κινεῖται μάτην, καὶ ἐπὶ κατακρίσει τοῦ λέγοντος. Ἂν δὲ τὴν διάνοιάν τις ἐρευνήσῃ, πολὺν εὑρήσει τὸν πόλεμον ὄντα. Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὸ ὀπίσω. Παιδείαν ἐνταῦθά φησι τὴν τοῦ νόμου διδασκαλίαν, τὴν τὴν ψυχὴν ῥυθμίζουσαν, τὴν τὴν κακίαν ἀπελαύνουσαν, καὶ τὴν ἀρετὴν καταφυτεύουσαν. Πῶς οὖν αὐτὴν μεταχειρίζεις, καὶ εἰς ἑτέρους σπείρεις, αὐτὸς διὰ τῶν ἔργων αὐτὴν μὴ ἔχων; Ἐξέβαλες γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὰ ὀπίσω.

ζʹ. Οὐ γὰρ μόνον οὐ προέθηκάς τι παρὰ τῆς τοῦ νόμου διδασκαλίας, ἀλλὰ καὶ ὃ ἀπὸ τῆς φύσεως ἔχεις, ἐπήρωσας. Τῶν γὰρ οὐ πρακτέων, καὶ τῶν μὴ τοιούτων φυσικῶς ἔγκεινται ἡμῖν οἱ λόγοι. Σὺ δὲ αὐτοὺς ἀπώσω, καὶ οὐκ εἶχες ἐν μνήμῃ. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον εὑρεῖν ἀναμάρτητον καθόλου· διὸ καί τις ἔλεγε· Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; καὶ Παῦλος εἰπὼν, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ, ∆ίκαιος δὲ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, εὔδηλον ὅτι τῶν ἡμαρτημένων αὐτῷ· ἵνα οὖν μηδεὶς ἔχῃ λέγειν, ὅτι Εἰ πάντες ἐν ἁμαρτίαις, τὸν δὲ ἁμαρτωλὸν ἐκέλευσε μὴ διηγεῖσθαι τὰ δικαιώματα, τίς ἔσται ὁ διηγησόμενος; ἵνα μή τις οὖν ταῦτα λέγῃ, τίθησι καὶ κατ' εἶδος ἁμαρτιῶν εἴδη. Ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον, καθάπερ καὶ ὁ Ἠλεὶ ἔλεγεν· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος, προσεύξεται περὶ αὐτοῦ ὁ ἱερεύς· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ἐν τῷ νόμῳ δὲ τὰ μὲν ἦν ἀνίατα, ὡς καὶ θανάτῳ κολάζεσθαι· τὰ δὲ εἶχέ τινα ταχίστην παραμυθίαν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ Καινῇ· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, φησὶν, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε ἔτι μετὰ σαυτοῦ δύο, φησίν. Ἐὰν μηδὲ τούτων ἀκούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ τελώνης. Καίτοι γε ἀλλαχοῦ εἰπόντος τοῦ Πέτρου· Ποσάκις, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός μου εἰς ἐμὲ, ἀφήσω αὐτῷ; καὶ ἀκούσαντος· Ἕως ἑβδομηκοντάκις ἑπτά· ἐνταῦθα δὲ μετὰ δύο παραινέσεις μέγα δείκνυσι τὸ πλημμέλημα, καὶ οὐκ ἀναγκάζει παραμεῖναι πάλιν. Τί οὖν; ἐναντία ταῦτα ἐκείνων; Ἄπαγε· ἀλλὰ τὸ, Ἑβδομηκοντάκις ἑπτὰ, ἐὰν μετανοῇ, λέγει. Πῶς γὰρ ἄν τις ἀφήσει τῷ μηδὲ ἡμαρτηκέναι ὁμολογοῦντι, μηδὲ μετανοοῦντι; Καὶ γὰρ τὸν ἰατρὸν φάρμακα ἀπαιτοῦντες, καὶ τὸ ἕλκος δείκνυμεν. Τίς οὖν ἐστιν ὁ ἁμαρτωλὸς, περὶ οὗ φησιν ἐνταῦθα ἡ Γραφή; Ἀκούσωμεν μετὰ ἀκριβείας. Καὶ γὰρ ὑπογράφει αὐτὸν, διὰ τῶν ἑξῆς οὕτω λέγων· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Εἶδες καθάπερ ἐν εἰκόνι τῆς κακίας τὰ χρώματα, καὶ πῶς θηρίον ὁ πονηρὸς γέγονε τῇ κακίᾳ, τῆς φύσεως τὴν εὐγένειαν προδούς; Μὴ τοίνυν ἁπλῶς ἐπέλθωμεν τὴν εἰκόνα, ἀλλ' ἀκριβῶς καὶ καθ' ἕκαστον ἐξετάζον τες. Εἰ ἐθεώρεις κλέπτην, φησὶ, συνέτρεχες αὐτῷ. Τοῦτο πάντων αἴτιον τῶν κακῶν· τοῦτο μάλιστά ἐστι τὸ ἀνατρέπον ἀρετὴν, τὸ ἐκλύον τὴν περὶ τὰ καλὰ τῶν πολλῶν σπουδὴν, ὅταν μὴ μόνον μὴ ἐπιτιμῶσί τινες, ἀλλὰ καὶ συνήδωνται τοῖς ἁμαρτάνουσι. Τοῦτο τοῦ ἁμαρτάνειν οὐκ ἔλαττον. Ἄκουσον γοῦν Παύλου λέγοντος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἁμάρτημα, κἂν μὴ πράττῃ τις τὰ κακὰ, τὸ συνήδεσθαι τοῖς κακοῖς. Ὁ μὲν γὰρ ἔχει τὴν ἀνάγκην εἰπεῖν, τὴν πενίαν αἰτιάσασθαι, εἰ καὶ μὴ εὔλογοι αἱ προφάσεις· σὺ δὲ πόθεν ἐπαινεῖς τὸ γεγενημένον, οὐδὲ τὴν ἐξ αὐτοῦ καρπούμενος ἡδονήν; Κἀκεῖνος μὲν ἴσως καὶ μεταγνώσεται· σὺ δὲ καὶ ταύτας ἀποκλείεις τὰς θύρας, καὶ τὸ φάρμακον ἀναιρεῖς, καὶ ἀνατρέπεις τὴν τοσαύτην παραμυθίαν, πάντοθεν ἑαυτῷ προσχωννὺς τὸν λιμένα τῆς ἐπὶ τὴν μετάνοιαν ἐπανόδου. Ὅταν οὖν ἴδῃ σε, τὸν ἐκτὸς τῆς ἁμαρτίας, καὶ τὸν ὀφείλοντα ἐπιτιμῆσαι, οὐ μόνον μὴ ἐπιτιμῶντα, ἀλλὰ καὶ συσκιάζοντα, καὶ μὴ συσκιάζοντα μόνον, ἀλλὰ καὶ συμπράττοντα, τί ἡγήσεται περὶ ἑαυτοῦ; τί δὲ περὶ τοῦ τολμηθέντος; Ὡς γὰρ τὰ πολλὰ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ διανοίας μόνον ταύτας περὶ τῶν πρακτέων φέρουσι τὰς ψήφους, ἀλλὰ καὶ ἐκ τῆς ἑτέρων προαιρέσεως διαφθειρόμενοι· κἂν μὲν ἴδῃ πάντας ἀποστρεφομένους αὐτὸν ὁ ἡμαρτηκὼς, μέγα τι καὶ πονηρὸν ἡγήσεται εἰργάσθαι· ὅταν δὲ μὴ μόνον μὴ ἀγανακτοῦντας, μηδὲ δυσχεραίνοντας, ἀλλὰ καὶ πράως φέροντας, καὶ συνεφαπτομένους, τὸ ἐκ τοῦ συνειδότος διαφθείρας λοιπὸν δικαστήριον, τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ, τί οὐ τολμήσει; πότε δὲ καταγνώσεται ἑαυτοῦ, καὶ παύσεται τοῦ ἀδεῶς ἁμαρτάνειν; ∆ιὸ χρὴ, κἂν πράττῃ τις τὸ πονηρὸν, καταγινώσκειν ἑαυτοῦ· ὁδὸς γὰρ τοῦτο ἐπὶ τὸ ἀποστῆναι τοῦ πονηροῦ· κἂν μὴ πράττῃ τὰ καλὰ, ἐπαινεῖν τὰ καλά. Ὁδὸς γὰρ ἐπὶ τὴν ἐργασίαν ἡ προθυμία. Ἐνταῦθα μέντοι, ἐπειδὴ καὶ συνεφάπτεται τῶν γινομένων, εἰκότως αὐτὸν μεθ' ὑπερβολῆς στίζει πάσης. Εἰ γὰρ ἐπιτιμωμένη ἡ κακία τοσοῦτον ἀνθεῖ, καὶ ἐπαινουμένη ἡ ἀρετὴ μόλις ἐκκαλεῖται πρὸς τοὺς ἱδρῶτας τοὺς ἑαυτῆς· τί ἔσται εἰ μὴ τοῦτο γένοιτο; Τοῦτο ἴδοι τις ἂν καὶ ἐν χορῷ ἱερέων πολλάκις γινόμενον· εἰ δὲ ἐπὶ τῶν μαθητῶν χαλεπὸν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων.

ηʹ. Τί ποιεῖς, ἄνθρωπε; Παρεβάθη ὁ νόμος, κατεφρονήθη σωφροσύνη, πλημμελήματα τοσαῦτα ἐτολμήθη παρά τινος τῶν ἱερωμένων, τὰ ἄνω κάτω γέγονε, καὶ οὐ φρίττεις; Ἀλλ' ὁ μὲν προφήτης καὶ αὐτὰ τὰ ἀναίσθητα στοιχεῖα καλεῖ πρὸς ἔκτασιν καὶ κοινωνίαν τοῦ θρήνου τῶν κοινῇ πεπλημμελημένων κακῶν, Ἐξέστη ὁ οὐρανὸς, λέγων, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. Καὶ πάλιν· Πενθήσει ὁ Κάρμηλος, πενθήσει οἶνος, πενθήσει ἄμπελος. Καὶ τὰ μὲν ἄψυχα πενθεῖ, καὶ στένει, καὶ συναγανακτεῖ τῷ ∆εσπότῃ· σὺ δὲ ὁ λογικὸς οὐκ ἀλγεῖς; οὐκ ἐπιτιμᾷς, οὐ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ Θεοῦ νόμων, ἀλλὰ καὶ κοινωνεῖς; Καὶ ποίαν ἂν σχοίης συγγνώμην; Μὴ γὰρ ὁ Θεὸς ἐκδίκου δεῖται· μὴ γὰρ βοηθούντων χρῄζει; ἀλλὰ βούλεταί σε ὑπηρέτην τούτου γενέσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσῃς, ἐν τῇ καθ' ἑτέρου ἀγανακτήσει σωφρονέστερος γινόμενος, ἵνα κἀντεῦθεν τὸ φιλόθεόν σου δείξῃς. Ὅταν γὰρ ἁμαρτόντος ἑτέρου παραδράμῃς, καὶ μὴ ἐπεξέλθῃς, μηδὲ ἀλγήσῃς, ῥᾳθυμοτέραν σου τὴν ψυχὴν ποιεῖς καὶ εὐέμπτωτον, καὶ μάλιστα πολλάκις παρασκευάζεις τοῖς αὐτοῖς περιπεσεῖν· κἀκεῖνον δὲ οὐ τὰ τυχόντα παραβλάπτεις τῇ ἀκαίρῳ χάριτι ταύτῃ, αὐστηροτέρας αὐτῷ ποιῶν τὰς ἐν τῷ μέλλοντι εὐθύνας, καὶ πρὸς τὰ παρόντα ῥᾳθυμότερον κατασκευάζων. Ταῦτα δὲ οὐ περὶ κλεπτῶν μόνον εἴρηται, ἀλλὰ καὶ περὶ παντὸς ἁμαρτήματος· τὸ δὲ ἔσχατον τέθεικε τῶν πλημμελημάτων, ἵν' εἰδῇς ὅτι ὁ ἐπὶ τῷ τοιούτῳ συγγνώμην οὐκ ἔχων, πολλῷ μᾶλλον ἐφ' ἑτέρου οὐκ ἀπολαύσεται ταύτης τῆς παραμυθίας. Ἄκουσον γοῦν καὶ ἑξῆς τί φησι· Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις· ἐπὶ τὸ μεῖζον ἐλθών. Πολλῷ γὰρ ἐκεῖνο τούτου ἔλαττον. Καί τις τῶν ἁμαρτημάτων τούτων σύγκρισιν ποιούμενος οὕτως ἔλεγεν· Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν. Εἰ τοίνυν τοῦτο ἀσύγγνωστον, πολλῷ μᾶλλον μοιχεία. Ἐνταῦθα δὲ μοιχείαν τὴν πορνείαν φησίν. Ἂν τοίνυν ἴδῃς τινὰ τῶν μετὰ σοῦ ἀγελαζομένων πορνεύοντα, καὶ μυστηρίοις προσερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τῇ τούτων διανομῇ· Ὁ δεῖνα ἀνάξιος τῶν μυστηρίων, κώλυσον τὰς βεβήλους χεῖρας. Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα ἄξιος, ἐννόησον, οἷ προβήσεται τὰ τῆς κολάσεως αὐτῷ, ὅταν καὶ τῆς ἱερᾶς ἅπτηται τραπέζης, οὐκ αὐτῷ δὲ μόνον, ἀλλὰ καὶ τῷ συσκιάζοντι. Οὐ γὰρ εἶπε, Καὶ ἐμοίχευες, ἀλλὰ, Μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν ἐκ τοῦ περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας, ὅπου γε καὶ κοινωνὸν αὐτόν φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας, καὶ οὐκ ἔλαττον ἢ ἐκεῖνος. Ὁ μὲν γὰρ ἔχει τὸ πάθος εἰπεῖν, εἰ καὶ ἀσύγγνωστος ἡ πρόφασις, καθὰ ὁ κλέπτης τὸν λιμόν· σὺ δὲ οὐδὲ τοῦτο. Τίνος οὖν ἕνεκεν, τῆς ἡδονῆς οὐκ ἀπολαύων, τῆς κολάσεως κοινωνεῖς καὶ μεριστὴς γίνῃ; ∆ιὰ δὴ τοῦτο καὶ οἱ ἔξωθεν δικασταὶ οὐχὶ τοὺς τολμήσαντας μόνον, ἀλλὰ καὶ τῶν οἰκετῶν ἂν ἴδωσι συνειδότας τῷ πράγματι κολάζουσι, καὶ οἱ παραδιδόντες δεσπόται ἡδέως ἂν τὸ αἷμα αὐτῶν ἐκπίοιεν, καὶ τῶν σαρκῶν ἀπογεύσαιντο, καὶ αὐτοῖς λογίζονται τὴν ἐξουσίαν τοῦ γεγενημένου οὐκ ἔλαττον, ἢ τῇ μοιχευθείσῃ. Οἱ γὰρ τὰ παραπετάσματα μὴ ἀναστείλαντες, αὐτοὶ πλείονα τὴν ἐξουσίαν τοῖς κρυπτομένοις δεδώκασιν· οὗτοι καὶ τὴν μοιχευθεῖσαν καὶ τὸν ἠδικημένον ὕβρισαν ἄνδρα καὶ αὐτὸν τὸν μοιχεύσαντα. Εἰ γὰρ προκατήγγειλαν, εἰ γὰρ δῆλον ἐποίησαν, πᾶσαν ἂν τὴν ἄγραν ἐσόβησαν. Καὶ καθάπερ ἐκεῖνοι μάλιστά εἰσιν οἱ ἐμβάλλοντες εἰς τὰς πάγας, οἱ τὰς πάγας περιστέλλοντες, καὶ περικαθήμενοι τοῖς μέλλουσιν ἁλίσκεσθαι, καὶ πάντοθεν ἅπαντα κρύπτοντες δόλον, καὶ μήτε ψόφον, μήτε ἄλλο τι συγχωροῦντες γενέσθαι τὸ δυνάμενον σοβῆ σαι τὴν θήραν· οὕτω δὴ καὶ ἐνταῦθα, ἂν παρακαθίσῃς τῇ κειμένῃ παρὰ τοῦ διαβόλου παγίδι, καὶ εἰδὼς μέλλοντα ἐμπίπτειν τὸν μοιχὸν μὴ θορυβήσῃς, μηδὲ πτοήσῃς, τότε μάλιστα αὐτὸν ἀπολεῖς. Μὴ γάρ μοι ἐκεῖνο τὸ ῥῆμα λέγε τὸ πολλῆς γέμον ἀναλγησίας· Τί δέ μοι μέλει; τὰ ἐμαυτοῦ μεριμνῶ· τότε γὰρ μάλιστα μεριμνήσεις τὰ σὰ, ὅταν τὰ σὰ ζητῇς ἐν τῷ τοῦ πλησίον συμφέροντι. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου. Ἵνα, φησὶν, εὕρῃς τὸ σαυτοῦ, ζήτει τὸ τοῦ ἑτέρου. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ἵνα γὰρ μὴ λέγῃ· Ἀπὸ φιλανθρωπίας ταῦτα ποιῶ· μάλιστα μὲν, ποία ἂν εἴη τοῦτο φιλανθρωπία, τὸν μέλλοντα εἰς βάραθρον ἐμπίπτειν μὴ κωλύειν, μηδὲ ἀναστέλλειν; τὸ χαρίζεσθαι ἡδονῇ ἀδίκῳ; τὸ περιορᾷν δηλητήριον φάρμακον πίνοντα; Πλὴν ἀλλ' οὐδὲ τοῦτο δυνήσῃ λέγειν. Ὅτι γὰρ οὐ φιλανθρωπίας τοῦτο, ἀλλ' ὕπνου καὶ νωθείας καὶ ῥᾳθυμίας, πῶς τὸν ἀδικοῦντα ἀφεὶς τὸν οὐδὲν ἠδικηκότα ἀδελφὸν κακῶς λέγεις; πῶς ἐπιβουλεύεις τῷ μηδὲν ἠδικηκότι, μηδὲ πεπλημμεληκότι; Ὅρα κακίαν ἑκατέρωθεν εἰς ἄκρον ἐκτεινομένην. Τὸν μὲν ὑπὸ τῆς ἐπιθυμίας μεθύοντα οὐ κωλύεις μεθύειν, ὥστε σωφρονῆσαι, τὸν δὲ οὐδὲν ἠδικηκότα κολάζεις. Καθήμενος γὰρ κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.

θʹ. Ὅρα πῶς τῇ ἐπεξηγήσει τὴν κατηγορίαν αὔξει. Τὸν τὰς αὐτὰς λύσαντά σοι, φησὶν, ὠδῖνας, τὸν τῆς αὐτῆς σοι κεκοινωνηκότα νηδύος, τὸν οἰκίας καὶ τραπέζης καὶ τροφῆς μετασχόντα τῆς αὐτῆς, τὸν ἀπὸ μιᾶς βλαστήσαντα ῥίζης, τὸν τὴν αὐτὴν ἔχοντα τῆς γενέσεως ἀρχὴν, τὸν ἐκ πρώτης ἡλικίας συναναβάντα σοι, τοῦτον κακῶς λέγεις, καὶ οὐ κακῶς λέγεις μόνον, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἐπιβουλὴν ἐξάγεις; Τοῦτο γάρ ἐστιν, Ἐτίθεις σκάνδαλον. Εἰ δὲ τὸν φυσικῶν κοινωνήσαντα ὠδίνων οὐ δεῖ λέγειν κακῶς, πολλῷ μᾶλλον τὸν πνευματικῶν. Μὴ τοίνυν μήτε τὸν μέλλοντα ἁμαρτεῖν ἔα καταπίπτειν, μήτε τὸν οὐδὲν ἠδικηκότα διάβαλλε καὶ λοιδόρει. Τὸ μὲν γὰρ φθόνου, τὸ δὲ ἀναλγησίας· τὸ γὰρ μὴ ἀναχαιτίζειν τὸν μέλλοντα πίπτειν, ἀναλγησίας· φθόνου δὲ, τὸ τὸν ἑστῶτα καταβάλλειν. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς τὸν κατήγορον αἰνίττεται, ἀλλὰ τὸν μετὰ δόλου καὶ σπουδῆς τὸ ἔργον τοῦτο ποιούμενον. Καθήμενος γὰρ, φησὶ, κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Καὶ ὁ μὲν Κάϊν τὸν ἀδελφὸν ἀνελὼν, ἕνα μόνον τῆς παρούσης ζωῆς ἐξήλασεν· οὗτοι δὲ μυρίους, δι' ὧν κακῶς λέγουσι, καταβάλλουσι, καὶ ἑαυτοὺς πρώτους. Οὐ γὰρ τὸν κατηγορούμενον μόνον, ἀλλὰ καὶ ἑτέρους βλάπτουσι· μᾶλλον δὲ ἐκείνους μόνον τοὺς παραδεχομένους. Ὁ γὰρ κακῶς ἀκούων ψευδῶς, οὐ μόνον οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει μέγιστον. Οὐ γὰρ ὁ πάσχων, ἀλλ' ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος· οὕτω καὶ ὁ λέγων, οὐχὶ ὁ ἀκούων, μόνον ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους ἐκεῖνος. Μὴ δὴ οὖν τοῦτο σπουδάζωμεν, ὥστε μὴ κακῶς ἀκούειν τοῦτο γὰρ ἀμήχανον· καὶ ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα, Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες ἄνθρωποι, ἀλλ' ὅπως ἡμεῖς μὴ παράσχοιμεν λαβάς. Καὶ γὰρ ὁ βουλόμενος παρὰ πάντων ἀκούειν καλῶς, πολλαχοῦ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυσι, δόξης ἐρῶν ἀνθρωπίνης, διακονούμενος ἐν οἷς οὐ δεῖ, ἀρέσκων ἐν οἷς οὐ χρὴ, ὥστε ὠνήσασθαι τὴν παρ' αὐτῶν χάριν. Πάλιν ὁ καταφρονῶν τοῦ παρὰ πάντων ἀκούειν κακῶς, καὶ ἑαυτὸν προσαπόλλυσιν. Ὥσπερ γὰρ ἀμήχανον παρὰ πάντων ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον μὴ παρὰ πάντων ἀκούειν κακῶς, τὸν πολλὰς πολλαχόθεν παρασχόντα τοῦ κακῶς ἀκούειν λαβάς. Ἂν δὲ τὸ ἀπρόσκοπόν σου παρέχοντος ὦσιν οἱ κατηγοροῦντες, τότε σοι καὶ πλείων ὁ μισθὸς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο, καὶ τῶν γενναίων ἐκείνων ἀνδρῶν. Χρὴ δὲ κἀκεῖνο εἰδέναι, ὅτι κἂν λέγῃ τις κακῶς ἐπὶ πράγματι, οὗ τὸ συνειδὸς ἡμῶν οὐ καταγινώσκει, οὐ διὰ τοῦτο δεῖ καταφρονεῖν τοῦ κατηγόρου διὰ τὴν ἐκείνου βλάβην, ἀλλὰ πάντα ποιεῖν μετὰ τῆς πρεπούσης ἀσφαλείας, ὥστε ἀνελεῖν καὶ τὴν ἄλογον πρόφασιν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν χρημάτων πολλοὺς ἔπεμπε τοὺς διακομίζοντας τῶν πενήτων τὰς διατροφάς· καὶ τὴν αἰτίαν τίθησι λέγων· Ἵνα μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Οὐ γὰρ δὴ τοῦτο ἰδὼν, ὅτι ἤμελλον κακῶς σκανδαλίζεσθαι, παρεῖδε καὶ κατεφρόνησεν· ἀλλ' ἐπειδὴ κύριος ἦν τοῦ λῦσαι τὸ σκάνδαλον, καὶ αὐτῶν τῶν σκανδαλιζομένων προενόησε. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καίτοι ταῦτα ἀδιάφορα ἦν· ἀλλ' ὅμως, εἰ σκάνδαλον φέρει, φησὶ, κἂν ἐμὲ οὐ παραβλάπτῃ, οὐ καταφρονῶ τῆς σωτηρίας τῶν σκανδαλιζομένων. Εἰ μὲν γὰρ γίνοιτο βλάβη μείζων τῆς σωτηρίας, καταφρόνει τοῦ σκανδαλιζομένου· εἰ δὲ μὴ γένοιτο, μηκέτι. Ὅρος γὰρ οὗτος ἂν εἴη καθόλου καὶ κανὼν, παιδεύων πότε δεῖ καταφρονεῖν τῶν σκανδαλιζομένων, πότε δὲ μή· οἷόν τι λέγω· Ἐσκανδαλίζοντο Ἰουδαῖοι, ὅτι Παῦλος οὐκ ἐτήρει τὸν νόμον, καὶ διὰ τοῦτο μυριάδες ἀπεπήδων πολλαὶ, καὶ περὶ τὴν πίστιν ἐχώλευον. Τί οὖν ποιεῖ; Θεραπεῦσαι τὸ σκάνδαλον βουλόμενος μείζων γὰρ ἦν ἡ σωτηρία τῶν τοσούτων μυριάδων, καὶ διορθῶσαι τὴν χωλείαν, τῷ τέως ἐπιδείξασθαι, ὅτι οὐ τηρεῖ τὸν νόμον, ἐκώλυσεν, ὅπερ μεῖζον ἦν. Ἐσκανδαλίζοντο πάλιν, ὅτι ἐσταυρωμένον ἐκήρυσσεν· ἐνταῦθα κατεφρόνησε τῶν σκανδαλιζομένων· μεῖζον γὰρ ἦν τοῦ κηρύγματος τὸ κέρδος. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὅτε μὲν γὰρ περὶ βρωμάτων αὐτοῖς διελέγετο, καὶ ἐσκανδαλίσθησαν λέγοντος αὐτοῦ, ὅτι Οὐ τὸ εἰσπορευόμενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει· Ἄφετε αὐτούς. Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται. Ὅτε δὲ φόρους αὐτὸν ἀπῄτουν, καίπερ εἰδὼς ὅτι τελεῖν οὐ δεῖ, ὅμως ἐπειδὴ ὁ καιρὸς οὐδέπω ἀπῄτει τὸ ἐκκαλυφθῆναι αὐτοῦ τὴν ἀξίαν, λέγει· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα ἰχθὺν ἆρον, καὶ ἐν αὐτῷ εὑρήσεις στατῆρα· τοῦτον δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅτε μὲν γὰρ νόμον ἐτίθει πολλῆς γέμοντα φιλοσοφίας, καὶ ἀνιάτως εἶχον ἐκεῖνοι, εἰκότως αὐτῶν οὐκ ἐφρόντισε, καὶ τὸν νόμον ἔλυσεν· ὅτε δὲ οὐδέπω οἷοί τε ἦσαν τὸν περὶ τῆς ἀξίας αὐτοῦ δέξασθαι λόγον, εἰκότως συγκαταβαίνει πάλιν, καὶ συσκιάζει τῇ τοῦ φόρου δόσει τὸν περὶ τῆς θεότητος αὐτοῦ λόγον. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' ἵνα διορθώσωμαι, φησίν.

ιʹ. Οὐκοῦν οὐ λάθρα διαβάλλειν ἐχρῆν, ἀλλ', ὡς ἐκέλευσεν ὁ Χριστὸς, κατ' ἰδίαν λαβόντα διορθοῦν. Αἱ γὰρ δημοσίᾳ γινόμεναι κατηγορίαι, πολλάκις καὶ ἀναισχυντοτέρους ποιοῦσι· καὶ ἕως μὲν ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, καὶ ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται· ὅταν δὲ τὴν παρὰ τῶν πολλῶν ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν τινες λοιπὸν ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν ἐξολισθαίνουσιν. Ἀλλ' ἠδικήθης τι παρ' αὐτοῦ. Τί τοίνυν καὶ σαυτὸν ἀδικεῖς; Ὁ γὰρ ἀμυνόμενος, καθ' ἑαυτοῦ τὸ ξίφος ὠθεῖ. Εἰ γὰρ βούλει καὶ σαυτὸν εὐεργετῆσαι, κἀκεῖνον ἀμύνασθαι, εἰπὲ καλῶς τὸν ἠδικηκότα· οὕτω πολλοὺς αὐτοῦ ποιήσεις ἀντὶ σοῦ τοὺς κατηγόρους, καὶ αὐτὸς πολὺν λήψῃ μισθὸν, ἂν δὲ κακῶς λέγῃς, οὐδὲ πιστευθήσῃ, ἔχθρας ὑποψίαν δεχόμενος. Ὥστε εἰς τοὐναντίον σοι περιτρέπεται τὰ τῆς σπουδῆς. Σὺ μὲν γὰρ τρῶσαι αὐτοῦ τὴν δόξαν βούλει, γίνεται δὲ τοὐναντίον· διὰ γὰρ εὐφημίας, οὐ διὰ κατηγορίας τοῦτο συμβαίνει· ἀλλὰ τοὐναντίον ἅπαν· καὶ σαυτὸν μὲν μειζόνως καταισχύνεις, ἐκείνου δὲ οὐχ ἅψεταί σου τὰ βέλη. Ἡ γὰρ ἔχθρα προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι ταῖς ἀκοαῖς τὰ λεγόμενα, καὶ ταὐτὸν γίνεται οἷον ἐπὶ τῶν παραγραφῶν. Ὅταν γὰρ ἀντικρούσῃ τις εἰς δικαστήριον, τὸ πᾶν διαλύεται τέως· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ ἀφίησιν εἰσαγώγιμον γενέσθαι τὴν δίκην ἡ τῆς ἔχθρας ὑπόνοια. Μὴ τοίνυν λέγε κακῶς, ἵνα μὴ καὶ σαυτὸν μολύνῃς, μηδὲ βόρβορον ὕφαινε μετὰ πηλοῦ καὶ πλινθείας, ἀλλὰ στεφάνους ἀπὸ ῥόδων πλέκε, καὶ ἴων, καὶ τῶν λοιπῶν ἀνθέων· μηδὲ κόπρον ἐπὶ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι τοῦτο γὰρ οἱ κακηγοροῦντες· αὐτοὶ τῆς δυσωδίας ἀπολαύουσι πρῶτοι, ἀλλ' ἄνθη, καθάπερ αἱ μέλιτται, καὶ ὕφαινε κηρία κατ' ἐκείνας, καὶ γίνου πᾶσι προσηνής. Τὸν μὲν γὰρ κακήγορον ἅπαντες ἀποστρέφονται, ὡς σαπρὸν ὄζοντα, καθάπερ τινὰ βδέλλαν αἵματι, καὶ κάνθαρον κόπρῳ τρεφόμενον τοῖς ἑτέρων κακοῖς· τὸν δὲ εὔφημον ἔχοντα στόμα, ὡς κοινὸν προσίενται μέλος, ὡς ἀδελφὸν γνήσιον, ὡς παῖδα, ὡς πατέρα. Καὶ τί λέγω τὰ παρόντα καὶ τὰς τῶν ἀνθρώπων δόξας; Ἐννόησόν μοι τὴν φοβερὰν ἐκείνην ἡμέραν, τὸ κριτήριον τὸ ἀδέκαστον, ὅτι, ἂν μὲν ψευδῆ λέγῃς, προσθήκην ἁμαρτημάτων περιττῶν προσθήσεις. Λέγω γὰρ ὑμῖν, ὅτι πᾶν ἀργὸν ῥῆμα, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσιν ὑπὲρ αὐτοῦ λόγον τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως. Κἂν ἀληθῆ, φησὶν, ᾖ, οὐδὲ οὕτως ἀπαλλαγήσῃ καταγνώσεως, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς καὶ τὰ ὀνείδη. Ἐννόησον γοῦν τὸν Φαρισαῖον. Οὐκ ἦν τελώνης, ἀλλὰ τελώνου γέγονεν ἁμαρτωλότερος, ἐπειδὴ τὸν τελώνην ἐκάκισεν. Οὐκ ἦν Φαρισαῖος ὁ τελώνης, ἀλλὰ τοῦ Φαρισαίου γέγονε δικαιότερος, ἐπειδὴ ἑαυτὸν ἐταλάνισε. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.

ιαʹ. Εἶδες φιλανθρωπίαν ἄφατον; εἶδες ἀγαθότητος ὑπερβολήν; εἶδες μακροθυμίας πλοῦτον ἄπειρον; Σιγὴν γὰρ ἐνταῦθα τὴν μακροθυμίαν λέγει. Τοσαῦτα ἐτόλμησας, φησὶ, καὶ οὐκ ἐπεξῄειν, ἀλλ' ἠνειχόμην, καὶ ἔφερον, χώραν σοι διδοὺς εἰς μετάνοιαν. Σὺ δὲ οὐ μόνον οὐδὲν ἐκέρδανας ἐντεῦθεν, ἀλλὰ καὶ πρὸς μείζονα ἐξώκειλας κακίαν. Οὐ γὰρ δὴ μόνον οὐ μετεβάλου, οὐδὲ μόνον οὐ κατῃσχύνθης, οὐδὲ κατέγνως ἐπὶ τοῖς γεγενημένοις σαυτοῦ· ἀλλ' ἤδη καὶ ἐμὲ τὸν μακροθυμήσαντά σοι, τὸν ἀνασχόμενον, τὸν σιγήσαντα, τὸν τοσαῦτα ἐνεγκόντα, ἐνόμισας οὐ διὰ μακροθυμίαν καὶ φιλανθρωπίαν φέρειν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι ταῦτα σωφρονίζειν, μηδὲ ἀγανακτεῖν ἐπὶ τοῖς γινομένοις. Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ. Ποῖα; Τὰ εἰρημένα, φησί. Τί ἐστι, Σύνετε; Νοήσατε. Τί γὰρ συνεσκιασμένον εἴρηται; τί δὲ πολλῆς χρῇζον ἐρεύνης; Μάλιστα μὲν καὶ αὐτὸς ὁ τῆς διδασκαλίας τρόπος ἐνηλλαγμένην παρεισάγει πολιτείαν. Καὶ γὰρ τῶν θυσιῶν οὐ πολὺν ποιούμενος λόγον, τὴν εὐαγγελικὴν εἰσάγει νομοθεσίαν· ἄλλως δὲ ἐπειδὴ πολλῷ τῷ φορυτῷ τῶν ἁμαρτημάτων ἦσαν καταχωσθέντες, καθάπερ ἀπὸ τελμάτων τινῶν τῆς κακίας ἀνασπάσαι βουλόμενος, καὶ ὥσπερ τῶν ὀφθαλμῶν λήμην ἀποκαθᾶραι τὴν προλαβοῦσαν τῆς πονηρᾶς συνηθείας ὁδὸν, διεγείρει εἰς μνήμην ἐλθεῖν τῶν γεγενημένων, ἵνα μὴ λήθῃ παραδόντες αὐτὰ, ἀκερδεῖς ἀναχωρήσωσιν. Πολλὴν γὰρ ἡ ἐν ἁμαρτήμασι συνήθεια πώρωσιν τῆς ψυχῆς ἐργάζεται, καὶ ἀνοήτους ποιεῖ, καὶ τυφλοῖ τὸ ὀξυδερκὲς τῆς διανοίας ὄμμα. Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Ὢ φιλανθρωπίας ἀφάτου! Μητρὸς φιλοστόργου τὰ ῥήματα, μᾶλλον δὲ ἀπείρως τὴν φιλοστοργίαν ἐκείνην νικώσης ἀγαθότητος. Ὁ γὰρ τοσαύτην ἐμφήνας κατηγορίαν, ὁ τοσαύτην ὀργὴν ἐπιδειξάμενος προασφαλίζεται. Ὁ εἰπὼν, Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου, καὶ ἀπόφασιν ἐκβαλὼν καταδικάζουσαν, ἀναλύει τὴν ἀπόφασιν πάλιν, οὐχ ὡς καταδίκους τῇ τιμωρίᾳ παραδιδοὺς, ἀλλ' ὡς ὀφείλοντας διορθωθῆναι τῇ παραινέσει καὶ τῇ συμβουλῇ ἐγχειρίζων, τῷ φόβῳ σωφρονίζων, καὶ λέγων, Μήποτε ἁρπάσῃ ὡς λέων, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Οὐσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ. ∆είξας τὸ φιλάνθρωπον, παραινέσας, συμβουλεύσας, ἀπειλήσας, φοβήσας, ἐπιστήσας τὴν τιμωρίαν ἄκρατον, καὶ συμβουλὴν εἰσενεγκὼν, λέγει καὶ τὸν τρόπον, δι' οὗ δυνατὸν διορθώσασθαι τὰ γεγενημένα, εἰπών· Θυσία αἰνέσεως δοξάσει με. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὐ μόνον παύσει μου τὴν ὀργὴν, οὐδὲ λύσει τὴν καταδίκην, ἀλλὰ καὶ δοξάσει με. Ὅρα τοῦ κατορθώματος τὸ μέγεθος, ὅταν ὁ Θεὸς δι' αὐτὸν δοξάζηται. Καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ. Εἶδες μισθὸν ἄφατον; εἶδες φιλανθρωπίας ὑπερβολήν; Τὴν τοῦ Θεοῦ γὰρ ὁδὸν δείξειν ἐπαγγέλλεται, καὶ τὸ ὄντως σωτήριον τοῦ Θεοῦ τοῖς κατορθοῦσι. Πειθώμεθα τοίνυν τῷ ἐπαγγελλομένῳ, καὶ διὰ βίου ὀρθοῦ καὶ θυσίας αἰνέσεως τοῦτον δοξάζωμεν. Αὕτη γὰρ ἡ ὁδὸς ἐπὶ σωτηρίαν φέρει, διὰ τῆς θυσίας ταύτης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλ θοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μετα ναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτω σαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ.

αʹ. Πολλῆς ἐνταῦθα συνέσεως ἡμῖν χρεία. Τὰ γὰρ ῥήματα κατὰ τὴν ψιλὴν προφορὰν, καὶ τὴν πρόχειρον ἀκρόασιν, πολλοὺς τῶν μὴ προσεχόντων θορυβεῖ. Καὶ γὰρ ἀρᾶς ἅπας ὁ ψαλμὸς ἐμπέπλησται, καὶ διὰ τοιούτων ἅπας διεξῆλθεν ἡμῖν ὁ λόγος, καὶ ἐμφαίνει τινὰ θυμὸν ζέοντα καὶ διακαῆ τοῦ λέγοντος, καὶ οὐ μέχρι τοῦ ἀδικοῦντος ἱστάμενον, ἀλλὰ καὶ ἐπὶ παῖδας, καὶ πατέρα, καὶ μητέρα προάγοντα τὴν τιμωρίαν, καὶ οὐδὲ μιᾷ ἀρκούμενον συμφορᾷ, ἀλλὰ καὶ κακὰ ἐπὶ κακοῖς συνάπτοντα. Ὅρα γὰρ ὅσα κατεύχεται. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Τουτέστιν, ὑπὸ κατηγόροις γένοιτο πονηροῖς ἀνθρώποις καὶ ἐπιβούλοις, καὶ μὴ περιγένοιτο αὐτῶν. Τοῦτο γάρ ἐστιν, Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος. Καὶ οὐκ ἠρκέσθη ταύτῃ τῇ τιμωρίᾳ, ἀλλὰ μετὰ τῆς καταδίκης ταύτης εὔχεταί τινα ἕτερον μετ' ἐκεῖνον τὴν ἐκείνου λαβεῖν τιμὴν, λέγων, Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν μόνον καταλελειμμένον λιμένα προσχώννυσι, μηδὲ ὑπὸ τοῦ Θεοῦ τινὸς φιλανθρωπίας τυχεῖν ἀξιῶν καὶ λέγων· Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Καὶ μέντοι καὶ θάνατον ἄωρον ὑπομεῖναι ἀξιοῖ. Γενηθήτωσαν γὰρ, φησὶν, αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, καίτοι καὶ τὸ ταῦτα μόνα εἰπεῖν ἤρκει, ὁ δὲ καὶ ἐπιτίθησιν, ὅπερ σφόδρα ἐστὶν ἐκκεκαυμένης ψυχῆς, τὸ μὴ μιᾷ μηδὲ δευτέρᾳ ἀρκεσθῆναι τιμωρίᾳ, ἀλλὰ τοσαύτας ἐπαχθῆναι αἰτεῖν. Τὰ δὲ ἐντεῦθεν ἔτι πολλῷ τούτων χαλεπώτερα. Καὶ γὰρ ὀρφανίαν, καὶ χηρείαν τῶν λειπομένων κατεύχεται. Καίτοι γε ταῦτα ἀπελθόντος ἐξ ἀνάγκης γενέσθαι συμβαίνει· ἀλλ' ὅμως καὶ ταῦτα ἐν τάξει τίθησιν ἀρᾶς, τῷ θυμῷ ζέων. Καὶ οὐδὲ μέχρι τῆς ὀρφανίας ἵσταται, ἀλλὰ καὶ μετὰ τοιαύτας συμφορὰς πρόεισι περαιτέρω, τὸ δεινὸν αὔξων, πλανήτας καὶ μετανάστας ἀξιῶν γενέσθαι τοὺς ἐκείνου. Σαλευόμενοι γὰρ μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, φησὶ, καὶ ἐπαιτησάτωσαν. Τουτέστι, μὴ στῶσι πλανώμενοι, μηδὲ τῆς ἀναγκαίας εὐπορήσωσι τροφῆς, μηδὲ παύσωνται τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, ἐλαυνόμενοι, διωκόμενοι κατὰ πᾶσαν τὴν γῆν, καὶ μηδαμοῦ χώραν τοῦ στῆναι εὑρίσκοντες. Μετὰ δὲ τούτων καὶ πενίαν αὐτῶν κατεύχεται, καὶ πενίαν ἐσχάτην καὶ ἀφόρητον, ὥστε μηδὲ τῆς παρὰ τῶν συγγενῶν ἐπικουρίας τυχεῖν, ἀλλὰ περιιέναι, παρὰ ξένων καὶ ἀγνώστων προσαιτοῦντας ταύτην. Καὶ ἄκουε πῶς τοῦτο δηλῶν παρατίθησι. Μετὰ γὰρ τὸ εἰπεῖν· Μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐπάγει· Ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν, καὶ ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. Τοῦτο ἑτέρας συμφορᾶς εἶδος, τὸ εἰς διαρπαγὴν δοθῆναι τὰ αὐτῶν, καὶ δανειστῶν φέρειν ἐπιβουλὰς, καὶ παντὶ τρόπῳ ἐπηρεάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον, ἐν τοσούτοις κακοῖς ἔρημον εἶναι προστάτου· καὶ τοῦτο κατεύχεται λέγων· Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ. Τὰ γὰρ κακὰ αὐτὰ καθ' ἑαυτὰ ἀφόρητα· ὅταν δὲ μηδὲ τὸν προϊστάμενον ἔχῃ, πολλῷ χαλεπώτερα. Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Βαβαί! πόσον θυμοῦ μέγεθος, ὅταν μηδὲ τὸ ἄωρον τῆς ὀρφανίας ἐλέους τυγχάνῃ, καὶ οὐ μόνον ἐλέους, ἀλλὰ καὶ ἀπωλείᾳ ἐσχάτῃ περιβάλληται! Γενηθήτω γὰρ, φησὶ, τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν. Ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Εἶδες λόγον θυμοῦ γέμοντα, καὶ οὐδαμοῦ ἱστάμενον; Καὶ ζῆσαι μετὰ συμφορᾶς αὐτοὺς εὔχεται ποικίλης καὶ παντοδαπῆς, καὶ πανωλεθρίᾳ παραδοθῆναι, καὶ ἀνωνύμως ἀπολέσθαι. Καὶ ὥσπερ οὐκ ἀρκούσης τῆς συμφορᾶς τῶν παίδων, ἐπάγει πάλιν· Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Τοῦτο γὰρ μάλιστα θυμοῦ, τὸ κατακερματίζειν ἃς εἶπε καθόλου συμφορὰς, καὶ συνεχῶς τὰ αὐτὰ περιστρέφειν. Εἰπὼν γὰρ, Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ, ἐπήγαγε· Καὶ μὴ ἐξαλειφθείη. Καίτοι τὸ αὐτό ἐστιν· ἀλλ' ὅμως ὁ θυμὸς καὶ ἀμφότερα παρεσκεύασεν αὐτὸν εἰπεῖν· ὃ δὲ βούλεται εἰπεῖν τοῦτό ἐστιν· Ἀπόκτεινον αὐτὸν, σφάξον, ἄνελε. Εἶδες ἀρᾶς πλῆθος; Ἀλλ', εἰ βούλει, πάλιν ἄνωθεν αὐτὰ συλλογίσομαι. Περιπέσοι πονηροῖς ἀνθρώποις, φησὶ, κατηγορηθείη, κρατηθείη παρ' αὐτῶν, καταδικασθείη, ἄωρον ὑποσταίη θάνατον, ἐκβληθείη τῆς τιμῆς, καὶ μηδὲ εἰς ἐκγόνους, ἀλλ' εἰς ἑτέρους τινὰς ταύτην μεταφερομένην ἴδοι· ἡ γυνὴ αὐτοῦ ἀπόλοιτο, καὶ τὰ παιδία πενίαν, ὀρφανίαν, βίον προσαιτῶν ὑπομείναιεν, καταδικασθεῖεν, ἐλαθεῖεν πάντοθεν, μηδένα σχοῖεν βοηθὸν, ἐκπέσοιεν καὶ τῆς εὐνοίας τοῦ Θεοῦ, μηδεὶς αὐτοῖς γένοιτο λιμὴν, μηδὲ καταφυγή· ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ ἀπὸ τῆς γῆς, ἀνώνυμος ἀπόλοιτο, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ δίκην δοῖεν, ὧν ἥμαρτον· καὶ μετ' αὐτὸ ἐξώλεις καὶ προώλεις ἀπόλοιντο.

βʹ. Ἆρα οὐκ ἐκπλήττει τὸν ἀκροατὴν τὰ εἰρημένα, Ἆρα οὐκ ἐπιθυμεῖς ἀκοῦσαι τίς οὗτος ὁ καταδικασθεὶς οὕτως; Εἰ γὰρ ἄνθρωπον ἀκούοντες λοιδορούμενον τοὺς παρεστῶτας ἐρωτῶμεν, φράσαι τίς ὁ ταῦτα ἀκούων· πολλῷ μᾶλλον τοῦ προφήτου ταῦτα καταρωμένου ἀκούοντες, ἀναγκαῖον μαθεῖν, καὶ μετὰ φόβου μαθεῖν, καὶ συνεσταλμένης τῆς διανοίας, τίς ὁ εἰς ὀργὴν οὕτω χαλεπὴν ἐμπεσὼν, τίς ὁ λυπήσας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τοσαῦτα καὶ τηλικαῦτα ἀκοῦσαι παθῶν εἴδη. Οὐκοῦν, εἰ δοκεῖ, τὸν ψαλμὸν ἄνωθεν εἴπωμεν μετὰ πολλῆς τῆς προσοχῆς. Καὶ μηδεὶς θορυβείσθω. Καὶ γὰρ μετὰ ἀκριβείας ἁπάσης ποιήσομαι τὴν ἐξήγησιν, ὡς ἂν οἷός τε ὦ. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ ζητούμενον· ἀλλ' ἓν μὲν καὶ πρῶτον, τίνος ἕνεκεν αὐτοῦ ἁμαρτόντος, τούτου δὴ τοῦ καταβοωμένου, οἱ παῖδες κολάζονται μετ' αὐτοῦ, καὶ ἡ γυνὴ, καὶ οἱ γονεῖς. ∆εύτερον δὲ, τίς ὁ καταρώμενος. Τρίτον δὲ, πῶς ὁ τῶν ἀποστόλων κορυφαῖος περὶ τοῦ Ἰούδα τὸν ψαλμὸν εἰρῆσθαι δείκνυσι· μᾶλλον δὲ οὐ τὸν ψαλμὸν ἅπαντα, ἀλλὰ τοῦ ψαλμοῦ τὸ μέρος. Γέγραπται γὰρ, φησὶν, ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ ἐν τοῖς σκηνώμασιν αὐτοῦ μὴ ἔστω ὁ κατοικῶν. Ἀλλὰ πάλιν τοῦτο ἕτερον ἡμῖν ζήτημα παρέχει· οὐ γὰρ ἐν τούτῳ γέγραπται τῷ ψαλμῷ ἀμφότερα· διόπερ οὐκ εἶπε τόνδε τὸν ψαλμὸν, ἀλλὰ τὸ βιβλίον ἅπαν. Καὶ γὰρ τὸ, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, ἐν ἑτέρῳ· καὶ ἐν τούτῳ· Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Ἀλλ' ὅμως ὁ Πέτρος ἀμφότερα συνήγαγεν εἰς μαρτυρίαν μίαν. Ὃ καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ, ὡς ὅταν λέγῃ· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἐξ Ἰακώβ. Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Τί δὲ ἄν τις εἴποι τὸ εἰρημένον; προφητείαν, ἢ ἀράν; Προφητείαν ἐν εἴδει ἀρᾶς. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοιοῦτόν τι εὑρήσομεν· ὅπερ καὶ ὁ Ἰακὼβ ἐποίησεν. Ἐπειδὴ γὰρ τοὺς ἀκούοντας ἐκ τῶν ἑτέροις συμβαινόντων ὠφελεῖσθαι χρὴ, πολλὰς τῶν προφητειῶν τούτῳ σχηματίζουσι τῷ τρόπῳ, ὥστε καὶ τῷ εἴδει τῆς προφορᾶς τῆς κατὰ τὴν πολιτείαν αὐξηθῆναι τὸν φόβον. Οὐ γάρ ἐστιν ἴσον εἰπεῖν, ὅτι ὁ δεῖνα τὸ καὶ τὸ πείσεται, καὶ ἐν τάξει χολῶντος καὶ ὀργιζομένου τὸ αὐτὸ τοῦτο προσενεγκεῖν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα ἀποφαίνομαι, ἀπὸ τῶν προφητικῶν ὑμῖν ῥημάτων τοῦτο ποιήσω δῆλον. Ὁ γὰρ Ἰακὼβ, ὅτε ἔμελλε τελευτᾷν, ∆εῦτε, φησὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐρῶ, τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν· καὶ μέλλων προφητεύειν, ἐκ προοιμίων εὐθέως ὥσπερ τινὶ θυμῷ ζέων ἀπὸ ἀρᾶς ἄρχεται τῆς προφητείας, οὕτω λέγων· Ῥουβὶμ πρωτότοκός μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης, ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· τὴν μέλλουσαν αὐτοῦ ἀπώλειαν ἐν τάξει ἀρᾶς προφητεύων. Οὕτω πάλιν ὅταν ἀγαθὰ λέγῃ, ἐν τάξει εὐχῆς διηγεῖται, ∆ῴη σοι Κύριος, λέγων, ἐκ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἐκ τῆς πιότητος τῆς γῆς. Καίτοι καὶ τοῦτο προφητεία. Ἀλλ' ὅτι μὲν οὐκ ἔστιν ἀνθρωπίνου πάθους, δῆλον. Καὶ γὰρ καὶ ἐπὶ Χαναὰν ὁ πατὴρ αὐτοῦ τοῦτο αὐτὸ ποιεῖ, λέγων· Ἔσται Χαναὰν παῖς αὐτοῦ· ἵνα μάθῃς, ὅτι ὁ Θεὸς, προλαμβάνων τοὺς ἀδικουμένους, ἐπεξέρχεται τοῖς ἀδικοῦσι. Καὶ ὁ Χριστὸς δὲ τοιούτῳ τινὶ κέχρηται τρόπῳ, προφητείας εἴδει μᾶλλον ἀνακαλῶν καὶ θρηνοῦντα μιμούμενος, καὶ λέγων· Οὐαί σοι, Χωραζὶν, οὐαί σοι, Βηθσαϊδά. Καὶ πάλιν, ὡς ὅταν λέγῃ· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας. Περὶ τίνος οὖν ὁ ψαλμὸς εἴρηται; Ἔνια περὶ τοῦ Ἰούδα, τοῦ Πνεύματος προφητεύοντος διὰ τοῦ ∆αυῒδ, τὰ δὲ λοιπὰ περὶ ἑτέρων. Καὶ γὰρ οὗτος προφητείας πάλιν τρόπος ἐστί. Καὶ πολλαχοῦ αὐτὸν εὑρήσομεν οὕτω συγκείμενον, καὶ τὰ μὲν προοίμια εἰς ἕτερον, τὰ δὲ λειπόμενα εἰς ἄλλον λεγόμενα. Ἵνα δὲ καὶ ἑτέρωθεν ἴδῃς τοῦτο αὐτὸ, ἡνίκα εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσῄεσαν Ἰουδαῖοι, διαιρῶν τὰς δώδεκα φυλὰς εἰς δώδεκα μέρη, τὰς μὲν εὐλογεῖν, τὰς δὲ ἀρᾶσθαι κελεύεται ὑπὸ Θεοῦ ὁ τοῦ Ναυῆ. Καὶ ἡ εὐλογία δὲ καὶ ἡ ἀρὰ προφητεῖαι τῶν γενησομένων ἦσαν Καὶ γὰρ ἔλεγεν· Ἐπικατάρατος σὺ ἐν πόλει, ἐπικατάρατος ἐν ἀγρῷ· καὶ μυρίας τοιαύτας ἀρὰς συντιθεῖσαι αἱ φυλαὶ μακρὸν λόγον ἀπήρτισαν. Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν, ὅτι ἐν τάξει ἀρᾶς προφητεία συντέθειται, τά τε τῷ Ἰούδᾳ συμβησόμενα ἀπαγγέλλουσα καὶ προαναφωνοῦσα, εἶτα καὶ μετ' ἐκεῖνον ἑτέραν τινὰ ἀνακινοῦσα ὑπόθεσιν, καὶ ἱσταμένη κατά τινων ἱερωσύνῃ ἐπαναστάντων· ἵνα μάθωμεν ἡλίκον κακόν ἐστι τοῖς ἱερεῦσι τοῦ Θεοῦ ἐπανίστασθαι, καὶ δόλῳ καὶ ἀδικίᾳ κατ' αὐτῶν κεχρῆσθαι. Τὰ γὰρ εἰρημένα οὐδὲν ἕτερόν ἐστιν, ἢ διδασκαλία τῶν συμβησομένων τοῖς τοὺς πλησίον ἀδικοῦσι, τοῖς κατεξανισταμένοις μετὰ δόλου καὶ γνώμης διεφθαρμένης τῶν οὐδὲν ἠδικηκότων. Εἰ δὲ τοὺς παῖδας ἀξιοῖ κολάζεσθαι, μὴ θορυβηθῇς, ἀγαπητέ· παῖδας γὰρ ἐνταῦθά φησι τοὺς τῇ πονηρίᾳ τῶν τοιούτων κεκοινωνηκότας. Οἶδε γὰρ ἡ Γραφὴ παῖδας καλεῖν καὶ τοὺς κατὰ συγγένειαν, καὶ τοὺς πονηρίᾳ συνεζηκότας, κἂν μὴ τῇ φύσει παῖδες ὦσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ. Καίτοι γε κατὰ φύσιν υἱοὶ τοῦ διαβόλου οἱ Ἰουδαῖοι οὐκ ἦσαν. Πῶς γὰρ τοῦ ἀσωμάτου οἱ σάρκα περικείμενοι; Ἀλλὰ τῇ κοινωνίᾳ τῆς πονηρίας τὴν συγγένειαν ἐπεσπάσαντο. Οὕτως αὐτοὺς καὶ τοῦ Ἀβραὰμ ἐκβάλλει, λέγων· Εἰ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε. Ὅτι γὰρ υἱὸς οὐ κολάζεται διὰ τὸν πατέρα, οὔτε πατὴρ ὑπὲρ τοῦ υἱοῦ, παντί που δῆλον. Καὶ ἐν τῷ νόμῳ τοῦτο δείκνυται εἰρημένον, πλὴν εἰ μὴ κακῶς αὐτὸν ἀναγάγοι· καὶ τότε δὲ οὐχ ὑπὲρ υἱοῦ, ἀλλ' ὑπὲρ τῆς οἰκείας ῥᾳθυμίας, ὥσπερ ὁ Ἠλεί.

γʹ. Εἰ δὲ δοκεῖ, καὶ τὸν ψαλμὸν ἄνωθεν ἐπέλθωμεν. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ἕτερος δὲ ἑρμηνευτής φησι· Θεὲ, ὑμνήσεώς μου μὴ κωφεύσῃς. Ἄλλος, Μὴ σιγήσῃς· τουτέστι, μὴ παραδράμῃς τὴν τιμωρίαν, ἀλλ' ἐπέξελθε τοῖς γεγενημένοις. Σὺ γὰρ εἶ ὁ ἔνδοξος, ὁ μέγας, καὶ δυνατὸς τὰ τοιαῦτα διορθοῦν. Ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Εἶδες πονηρίαν ἐκτεταμένην; εἶδες κοινωνίαν ἐπι βουλῆς; εἶδες μελέτην; Καὶ γὰρ καὶ τοῦτο μάλιστα παροξύνει τὸν Θεὸν, ὅταν τὰ φαῦλα ἀπὸ βουλῆς, καὶ σκέψεως, καὶ πολλῆς τῆς γυμνασίας ἐργάζωνται οἱ μετιόντες. Ἕτερον γάρ ἐστι, συναρπαγέντα καὶ ἀπατηθέντα ὑποσκελισθῆναι· ἕτερον, ἔργον ποιούμενον τὴν πονηρίαν· καὶ ἕτερον, ἔγκλημα μέγιστον, ὅταν καὶ πονηρεύωνται κατὰ τοῦ μὴ πονηρευομένου. Τὸ γὰρ εἰπεῖν, Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, οὐδὲν ἕτερον δείκνυσιν, ἢ ὅτι εἰς εὐεργέτην τινὰ, καὶ ἄξιον τοῦ φιλεῖσθαι, καὶ χρηστὰς ἀμοιβὰς λαμβάνειν, τὰ ἐναντία ἐπεδείκνυντο. Ἐγὼ δὲ προσηυχόμην. Εἶδες φιλοσοφίαν; εἶδες ἐπιείκειαν; εἶδες πραότητα; εἶδες ψυχῆς εὐλάβειαν; Οὐχ ὡπλιζόμην, φησὶν, οὐδὲ ἀντιπαρεταττόμην, ἀλλ' ἐπὶ σὲ κατέφευγον· τὴν σὴν ἐκάλουν συμμαχίαν, τὴν ῥοπὴν, τὸ μέγιστον ὅπλον, τὴν βοήθειαν τὴν ἀχείρωτον. Εἶτα εἰπὼν τὰ κατὰ τὸν Ἰούδαν, πῶς ἑαυτὸν κατεδίκασε, πῶς τὴν ἐπὶ θανάτου ἐξήνεγκε ψῆφον καθ' ἑαυτοῦ, πῶς ἀπήγξατο, πῶς ἡ ἀποστολὴ αὐτοῦ πρὸς ἕτερον μετέστη, πάλιν ἔχεται τῆς προτέρας ὑποθέσεως. Καὶ γὰρ καὶ τοῦτο προφητείας εἶδος, μεταξὺ διακόπτειν, καὶ ἱστορίαν τινὰ ἐμβάλλειν, καὶ μετὰ τὸ ταύτην διεξελθεῖν πάλιν ἐπὶ τὰ πρότερα ἐπανιέναι. Συνεσκίασται γὰρ διὰ τὴν ἀγνωμοσύνην τῶν Ἰουδαίων ἡ προφητεία. Αἰνίττεται γοῦν τινα, ὅπερ ἔφθην εἰπὼν, ἱερωσύνῃ ἐπιβουλεύσαντα μετὰ τοὺς χρόνους τοὺς ἐκ τῆς ἐπανόδου τῆς ἐκ Βαβυλῶνος. Καὶ οἱ φιλοπονώτεροι ἴσασι τοῦτο, τὴν ἱστορίαν ἐπελθόντες. Καὶ προφητεύει μεγάλα τῷ τοιούτῳ κακὰ, ἐρημίαν προστατῶν· καὶ πάντα ἀξιοῖ προσχώννυσθαι αὐτῷ λιμένα, καὶ μηδεμιᾶς τυχεῖν μακροθυμίας, μηδὲ φιλανθρωπίας, μηδὲ συγγνώμης. Ταῦτα δὲ, ὅπερ ἔφθην εἰπὼν, καὶ συνεχῶς λέγων οὐ παύσομαι, δοκεῖ μὲν εἶναι ἀρᾶς· προφητεία δέ ἐστι, δεικνύουσα πῶς παροξύνεται ὁ Θεὸς, ὅταν ἱερωσύνη ἐπιβουλεύηται. Εἶτα κατὰ λέξιν τὰς συμφορὰς ἐπεξέρχεται, καί φησιν· Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεον. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Τοῦτο ἐσχάτης ὠμότητος, τοῦτο πολλῆς ἀπανθρωπίας, ὅταν μὴ μόνον τις ἐπιβουλεύῃ, ἀλλὰ καὶ τὸν ἱκανὸν ἐπικλάσαι πρὸς ἔλεον καὶ πρὸς συμπάθειαν ἐπικάμψαι. Ὁ γὰρ τοιοῦτος πρὸς τὴν τῶν θηρίων ἀγριότητα ἐξώκειλε, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπώτερος γέγονε. Τοῖς μὲν γὰρ θηρίοις κατὰ φύσιν τὸ θηριῶδες· οὗτος δὲ λόγῳ τιμηθεὶς, τῇ πονηρίᾳ τὴν εὐγένειαν προέδωκε. Κἀκεῖνα μὲν πρὸς τὸ ὁμόφυλον καὶ συγγενὲς ἔχει τινὰ φιλίαν καὶ ἡμερότητα· οὗτοι δὲ οὐδὲ τὸ κοινὸν τῆς φύσεως ᾐδέσθησαν, ἀλλ' ὃν ἔδει ἐλεεῖν καὶ ἀνέχειν καὶ ἀνορθοῦν, τοῦτον ὤθουν καὶ ἀνέτρεπον. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Ἐπειδὴ πολλὰς κατηύξατο αὐτοῦ συμφορὰς, δείκνυσιν οὐ παρ' αὐτοῦ, ἀλλὰ παρ' ἐκείνου τὴν ἀρχὴν τούτων γενομένην καὶ τὴν αἰτίαν, τοῦ διὰ τῶν ἔργων ἀποκρουσαμένου μὲν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν, ἐπισπασαμένου δὲ τὴν θεήλατον πληγήν. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Ἐνταῦθα καὶ τὸ σφοδρὸν τῆς πληγῆς, καὶ τὸ μόνιμον τῆς τιμωρίας ἐνδείκνυται, δηλῶν ὅτι πᾶσιν ἀνθρώποις τὰ κακὰ οἴκοθεν καὶ παρὰ τῆς οἰκείας γνώμης, οἳ διὰ τῶν ἔργων καὶ τῶν πράξεων τὰ μὲν ἀγαθὰ διακρούονται, ταῖς δὲ τιμωρίαις ἑαυτοὺς ἐπεμβάλλουσι. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται. Τοῦτο δέ φησι, δεικνὺς τὴν ἄφατον τοῦ Θεοῦ ὀργὴν, τὴν μετελευσομένην τοὺς τοιούτους. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὕτως αὐτοὺς τὰ κακὰ καθέξει, ὡς μηδὲ μεταβολήν τινα σχεῖν· ἀλλ' ἐναποστηριχθήσεται ἐν αὐτοῖς, καὶ μενεῖ βέβαια. Εἶτα δεικνὺς, ὅτι πονηρίαν κολάζει, καὶ κακίαν διορθοῦται, καὶ ὅτι οὐ κατ' ἐκείνου μόνου, ἀλλὰ κατὰ πάντων τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων ἡ τοιαύτη κείσεται ψῆφος; ἐπήγαγε· Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ. Τουτέστιν, αὕτη ἡ τιμωρία, αὕτη ἡ δίκη τῶν ἀνθισταμένων μοι, τῶν ἐπιβουλευόντων, τῶν πολεμούντων, Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Ἄρα καὶ ῥημάτων εἰσὶν εὐθῦναι, καὶ εὐθῦναι πικρόταται.

δʹ. Ἀπαρτίσας τοίνυν τὸν περὶ ἐκείνου λόγον, ἐπὶ τὸν Θεὸν καταφεύγει πάλιν ὑπὲρ τῆς εἰς αὐτὸν ἀντιλήψεως. Οὐδὲ γὰρ μέχρι τῆς τιμωρίας τῶν ἐπιβουλευόντων ἵσταται, ἀλλὰ δεικνὺς ὅτι οἱ κακῶς πάσχοντες καὶ τιμωρὸν ἔχουσιν ὑπὲρ ὧν ἀδικοῦνται, καὶ αὐτοὶ πολλῆς τυγχάνουσι τῆς ἀντιλήψεως, ἐπάγει λέγων· Καὶ σὺ, Κύριε, ποίησον μετ' ἐμοῦ, ἕνεκεν τοῦ ὀνόματός σου. Ὅρα εὐγνωμοσύνην, ὅρα ταπεινοφροσύνην. Καίτοι γε ἱκανὴν εἶχεν εἰς συνηγορίαν ἀφορμὴν τὸ κακῶς παθεῖν καὶ γὰρ καὶ τοῦτο πολλαχοῦ τῶν Γραφῶν ἔστιν ἰδεῖν, ὅτι οἱ κακῶς πάσχοντες ἀδίκως παρὰ ἀνθρώπων, πλείονα ἔχουσι παῤῥησίας ἀφορμὴν πρὸς τὸ τυχεῖν τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς, ἀλλ' οὗτος ἀφεὶς τοῦτο εἰπεῖν, ἐπὶ τὴν φιλανθρωπίαν μόνην τοῦ Θεοῦ καταφεύγει καὶ λέγει· Ποίησον μετ' ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου· μονονουχὶ τοῦτο λέγων· Οὐκ ἐπειδὴ ἄξιός εἰμι, ἀλλὰ διὰ σεαυτὸν, ὅτι φιλάνθρωπος εἶ καὶ ἐλεήμων. ∆ιὸ καὶ ἐπάγει· Ὅτι χρηστὸν τὸ ἔλεός σου. Καὶ καλῶς εἶπεν, Ὅτι χρηστὸν τὸ ἔλεός σου. Τὸ γὰρ τῶν ἀνθρώπων οὐ τοιοῦτον πολλαχοῦ· ἔστι γὰρ ὅπου καὶ ἐπὶ βλάβῃ τούτῳ κέχρηνται, καὶ ἐπὶ διαφθορᾷ· ἀλλ' ὁ Θεὸς πανταχοῦ πρὸς τὸ συμφέρον. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὁρᾷς αὐτὸν πάλιν ἀξιοῦντα σωθῆναι, οὐχ ὡς ἄξιον, οὐδὲ ὡς δίκαιον, ἀλλ' ὡς ἀνατραπέντα παντελῶς, ὡς κατειργασμένον, ὡς μυρία παθόντα κακά; Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Τοιαύτη γὰρ τῶν συμφορῶν ἡ δύναμις· οὐ σῶμα λυμαίνεται μόνον, ἀλλὰ καὶ ψυχὴν θορυβεῖ. Ὡς σκιὰ, ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὸ σφοδρὸν τῆς ἐπιβουλῆς τῶν ἀδικησάντων λέγει, τὴν κακουχίαν τὴν ἄφατον, καὶ τὴν παρ' ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖς τοιούτοις σπουδήν. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. Ὁρᾷς οἷα κατασκευάζει ὅπλα πρὸς τὰς ἐπιβουλὰς, καὶ τὴν πρὸς αὐτὸν κακουχίαν; Καὶ ἐγὼ ἐγενήθην αὐτοῖς ὄνειδος· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοιαῦται τῶν πονηρῶν αἱ γνῶμαι· οὐ μόνον οὐκ ἐνδιδόασιν, ὅταν ἴδωσι τὸν δίκαιον ἐπιτείνοντα τὴν εὐλάβειαν, ἀλλὰ καὶ ὀνειδίζουσι καὶ κωμῳδοῦσι, καὶ ἐπεμβαίνουσι. Τί οὖν οὗτος; Ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν ἀχείρωτον βοήθειαν καταφεύγει, λέγων· Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν. Τί ἐστιν, Ὅτι ἡ χείρ σου αὕτη; Ὅτι σὴ ἡ συμμαχία. Ὅτι σὴ, φησὶν, ἡ βοήθεια. Οὐ γὰρ δὴ σωθῆναι βούλομαι μόνον, ἀλλὰ καὶ ἐκείνους μαθεῖν παρὰ τίνος ἐσώθην, ὥστε διπλοῦν μοι γενέσθαι τὸ τρόπαιον, διπλοῦν τὸν στέφανον, ἐπιτεταμένην τὴν δόξαν. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Ἐντεῦθεν φιλοσοφίαν τινὰ παιδεύει τὸν ἀκροατήν. ∆είκνυσι γὰρ ὅτι κἂν μυρίαις βάλλωσι ταῖς ἀραῖς, εὐλογοῦντος τοῦ Θεοῦ, οὐδὲν ἔσται βλάβος ἀπ' ἐκείνων, ἀλλ' εἰς αὐτοὺς περιτραπήσεται τὰ τῆς αἰσχύνης, τὰ τῶν ὀνειδῶν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται ἐπὶ σοί. Καλῶς εἶπεν, Ἐπὶ σοὶ, δηλῶν ὅτι ἐκεῖθεν ἡ εὐφροσύνη, ὅθεν ἡ χορηγία τῶν ἀγαθῶν. Λοιπὸν οὐδέν με τῶν μοχθηρῶν θορυβῆσαι δυνήσεται, τῆς εὐφροσύνης μοι τῆς παρὰ σοῦ μενούσης ἀκεραίου. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. Ὅρα πάλιν πῶς ἀξιοῖ μὴ κολάσει παραδοθῆναι αὐτοὺς μόνον, ἀλλ' αἰσχύνῃ, ἀλλ' ἐντροπῇ, ὥστε διδασκαλίαν αὐτοῖς γενέσθαι διορθώσεως, καὶ ὑπόθεσιν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. Ἀντὶ δὴ τούτων πάντων ἀμοιβὰς ἀνατίθησι τῷ Θεῷ τὴν ὑμνολογίαν, τὴν εὐχαριστίαν, τὸν αἶνον, τὸ παρὰ πᾶσιν ἀπαγγέλλειν αὐτοῦ τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρου κήρυκα γίνεσθαι τῶν αὐτῷ ὑπαρξάντων ἀγαθῶν. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τὸ τὰς εὐεργεσίας τοῦ Θεοῦ διαπαντὸς ἐπὶ μνήμης φέρειν, καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ στόματος ἀνακηρύττειν, καὶ πολλοὺς ποιεῖν ἀκουστὰς τῶν εὐεργεσιῶν αὐτοῦ. Οὕτω γὰρ ὅ τε ἀπολελαυκὼς τῆς εὐεργεσίας, εὐγνωμοσύνης λήψεται ἀμοιβὴν, καὶ πλείονα ἐπισπάσεται παρὰ τοῦ Θεοῦ τὴν ῥοπήν· οἵ τε ἀκούοντες ἀπὸ τῶν ἑτέροις γινομένων σπουδαιότεροι κατασταθήσονται, καὶ πρὸς ἀρετῆς ζῆλον μεγίστην λήψονται τὴν ἑτέρων εὐεργεσίαν ὑπόθεσιν.

ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ.

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.

αʹ. ∆ιαναστῶμεν, παρακαλῶ, καὶ συντείνωμεν ἑαυτούς. Καὶ γὰρ περὶ σφόδρα μεγάλων ἡμῖν ὁ ψαλμὸς διαλέγεται θεωρημάτων, οὐ πρὸς ἓν εἶδος αἱρέσεως, ἀλλὰ πρὸς ποικίλα καὶ διάφορα ἑστηκώς. Καὶ γὰρ πρὸς Ἰουδαίους, καὶ πρὸς Παῦλον τὸν Σαμοσατέα, καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας, καὶ πρὸς τοὺς τὰ Μαρκίωνος, καὶ πρὸς τοὺς Μανιχαίους, καὶ πρὸς ἅπαντας τοὺς τῇ ἀναστάσει διαπιστοῦντας παρατάττεται. Ἐπεὶ οὖν πρὸς τοσούτους ἡ παράταξις, πολλῶν καὶ ἡμῖν ὀφθαλμῶν δεῖ, ὥστε μετὰ ἀκριβείας θεωρῆσαι τὰ παλαίσματα. Ἐν μὲν γὰρ τοῖς ἔξωθεν ἀγῶσι κἂν παροφθῇ τι τῶν παλαισμάτων τῶν ἐν αὐτοῖς, οὐδὲν ἔβλαψε τὸν θεατήν· οὐ γὰρ διδασκαλίας ἕνεκεν, ἀλλὰ τέρψεως ἐκεῖνο τὸ θέατρον συνείλεκται. Ἐνταῦθα δὲ ἐὰν μὴ μετὰ ἀκριβείας εἰδῇς, πόθεν μὲν ἐκεῖνος παρατάττεται, πόθεν δὲ ἡμεῖς αὐτὸν βάλλομεν, οὐ τὴν τυχοῦσαν ὑποστήσῃ ζημίαν. Ἵν' οὖν μὴ τοῦτο πάθῃς, διανάστησόν σου τὴν διάνοιαν, μετέωρον ποίησον τὴν ἀκοήν. Ἰουδαίους βάλλομεν πρώτους, καὶ πρὸς ἐκείνους παραταττόμεθα, τὸν Προφήτην ἀπὸ τῶν ῥημάτων λαβόντες σύμμαχον τούτων. Καὶ γὰρ λεγόντων ἡμῶν, ὅτι σαφῶς περὶ τοῦ Χριστοῦ ταῦτα εἴρηται, ταῦτα μὲν οὐ καταδέχονται, ἕτερα δέ τινα πλάττουσιν. Οὐκοῦν πρῶτον αὐτῶν τὸν λόγον ἀπελέγξωμεν, καὶ τότε τὸν ἡμέτερον ἀποδείξωμεν. Καὶ τέως ἐρώμεθα νῦν αὐτοὺς, τίς ὁ κύριος τοῦ δικαίου τούτου; Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου. Οὐ γὰρ ἑνὸς προσώπου μέμνηται ἐνταῦθα, ἀλλ' ἑνὸς πρὸς ἕνα ἕτερον διαλεγομένου. Τίνα οὖν φασι τὸν λέγοντα; Τὸν Θεόν. Τὸν δὲ ἀκούοντα; Τὸν Ἀβραάμ. Ἕτεροι δὲ τὸν Ζοροβάβελ, καὶ ἄλλοι ἕτερον· καθάπερ οἱ μεθύοντες, καὶ μηδὲν σύμφωνον φθεγγόμενοι, μᾶλλον δὲ καθάπερ οἱ ἐν σκότῳ βαδίζοντες, καὶ προσαράσσοντες ἀλλήλους. Τί οὖν, εἰπέ μοι, Ζοροβάβελ κύριος τοῦ ∆αυΐδ; Καὶ πῶς ἂν ἔχοι λόγον, ὃς καὶ αὐτὸς ἀντὶ μεγάλης τιμῆς ∆αυῒδ κέκληται; Καὶ τὰ ἐπιόντα δὲ δηλοῖ, ὅτι οὐδὲν περὶ τοῦ Ζοροβάβελ ἐνταῦθα εἴρηται, οὐδὲ περὶ τοῦ ∆αυΐδ· οὐδεὶς γὰρ αὐτῶν ἱερωσύνῃ τετίμηται· ἐνταῦθα δὲ περί τινος εἴρηται ἱερωσύνην ἔχοντος ξένην τινὰ καὶ παράδοξον. Σὺ γὰρ, φησὶν, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἀλλὰ τέως τὸ παρὸν ἀναπτύξωμεν. Καὶ γὰρ καὶ ἕτερά τινα λέγουσι τούτων ἑωλότερα, περὶ τοῦ λαοῦ λέγοντες ταῦτα εἰρῆσθαι· ἀλλ' οὔτε ἱερεὺς ὁ λαὸς γέγονεν, οὔτε τὰ ἕτερα τὰ εἰρημένα δυνηθείη ποτὲ αὐτῷ ἁρμόσαι. ∆ιόπερ καὶ τοῦτο ὡς ἕωλον παραδραμόντες, καὶ οὔτε κατασκευῆς δεόμενον εἰς ἀνατροπὴν, ἕτερον ὅπερ λέγουσιν εἰς μέσον ἀγάγωμεν. Τί γάρ φασιν ἄλλοι πάλιν; Ὅτι ὁ παῖς τοῦ Ἀβραὰμ ταῦτα λέγει περὶ τοῦ κυρίου τοῦ ἑαυτοῦ. Καὶ τί τούτου γένοιτο ἂν πάλιν ἑωλότερον; Τί γὰρ ἐνταῦθα βούλεται ὁ παῖς τοῦ Ἀβραάμ; Ποῦ δὲ ἱερεὺς ὁ κύριος αὐτοῦ γέγονεν, ὅς γε καὶ αὐτὸς ἱερεῖ τῷ Μελχισεδὲκ ἐκέχρητο, καὶ τὰς παρ' αὐτοῦ εὐλογίας ἐζήτει; Πῶς δὲ ἂν ἔχοι λόγον περὶ τοῦ Ἀβραὰμ εἰρῆσθαι τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; πῶς δ' ἂν ἢ τῷ ∆αυῒδ, ἢ τῷ Ζοροβάβελ, ἢ τῷ λαῷ ταῦτα ἁρμόσειεν; Ὑπὲρ γὰρ ἀνθρωπίνην φύσιν τὸ εἰρημένον. Τὸ δὲ, Κάθου ἐκ δεξιῶν μου, ποίαν ἂν σχοίη ἑρμηνείαν, ἐκείνων τῶν προσώπων ὑποκειμένων; Οὐδὲ μίαν. Πῶς δὲ τῷ Ἀβραὰμ εἶπε, Κάθου ἐκ δεξιῶν μου, ὅς γε καὶ τὸ παρεστάναι τοῖς ἀγγέλοις μεγίστης ἄξιον ἡγεῖται τιμῆς εἶναι; Ἀλλὰ τίς αὐτῶν ὁ σοφὸς λόγος; Καὶ πῶς, φησὶ, Κύριον εἰσάγεις ἕτερον, ὅταν ἡ Γραφὴ διαῤῥήδην λέγῃ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι Θεός; Πρὸς τίνα οὖν, εἰπέ μοι, ἐστὶ τὸ λεγόμενον; Μάλιστα μὲν ἐκεῖνα πρὸς τὴν σὴν ἀγνωμοσύνην εἴρηται, ὦ Ἰουδαῖε. ∆ιὰ τί γὰρ τῷ Ἀβραὰμ οὐδὲν ἐλέχθη τοιοῦτον, οὐδὲ τῷ Ἰσαὰκ, οὐδὲ τῷ Ἰακὼβ, οὐδὲ τῷ Μωϋσεῖ, ἀλλὰ σοὶ μόνῳ, ὅτε ἐξελθὼν ἐξ Αἰγύπτου ἐμοσχοποίεις; τίνος ἕνεκεν, εἰπέ μοι; Εἰ δὲ αὐτὸς ἀπορεῖς, παρ' ἐμοῦ τὴν αἰτίαν μάνθανε. Ἐπειδὴ γὰρ ἐξελθὼν ἐμοσχοποίησας, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθης, καὶ πρὸς δῆμον θεῶν ἧς ἐπτοημένος, τὴν ἄνομον ἐκείνην πολυθεΐαν εἰσάγων, ἀναστέλλων σου τὸ νόσημα, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν τὸ Εἷς ἔθηκεν, οὐ πρὸς ἀθέτησιν τοῦ Μονογενοῦς. Ἐπεὶ τίνος ἕνεκεν ἐν προοιμίοις εἴρηται εὐθέως· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν; Καὶ πάλιν, ∆εῦτε καὶ καταβάντες συγχέωμεν τὰς γλώσσας αὐτῶν. Καὶ πάλιν ὁ ∆αυῒδ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἰ δὲ ὁ Μωϋσῆς λέγει, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν· ἡ ὑμετέρα ἀσθένεια γέγονεν αἰτία τούτων. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τῶν δογμάτων τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῶν πραγμάτων ἀπὸ τῶν τελειοτέρων ἐπὶ τὰ ἐλάττονα τὸν λόγον ἦγεν ὁ Θεὸς, τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ συγκαταβαίνων; ∆ιὸ καὶ γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ εἰσάγειν ἐπέτρεπεν, ἀπ' ἀρχῆς οὐχ οὕτω νομοθετήσας. Καὶ περὶ βρωμάτων πολλὴν ἐποιήσατο τὴν διάκρισιν, καίτοι γε ἐξ ἀρχῆς τὰ ἐναντία εἰπὼν, ὅτι Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν πάντα. Καὶ περὶ τόπου πολλοὺς τέθεικε νόμους, οὐ συγχωρῶν πανταχοῦ τὰς εὐχὰς ἐπιτελεῖν, καίτοι γε οὐδὲ τοῦτο ἐξ ἀρχῆς ἐνομοθέτησεν. Ἀλλὰ καὶ ἐν τῇ Περσῶν γῇ τῷ Ἀβραὰμ ὤφθη, καὶ ἐν Παλαιστίνῃ, καὶ πανταχοῦ· καὶ τῷ Μωϋσεῖ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου.

βʹ. Τί οὖν; ἑαυτῇ, φησὶ, μάχεται ἡ Γραφή; Ἄπαγε· ἀλλὰ κατὰ καιρὸν πρὸς τὸ συμφέρον ἕκαστα οἰκονομεῖ, τὴν ἀσθένειαν ἑκάστης γενεᾶς διορθούμενος. ∆ιὰ δὴ τοῦτο πρὸς σὲ μὲν εἴρηται· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. Ὅτι δὲ καὶ Υἱὸν ἔχει, προαπέθεντο οἱ προφῆται ταῖς βίβλοις, καὶ οὔτε σαφῶς σφόδρα εἰρήκασιν, ὥστε μὴ λυμήνασθαί σου τὴν ἀσθένειαν· οὔτε ἀπέκρυψαν, ὥστε μετὰ ταῦτά σοι δοῦναι ἀνανῆψαι, καὶ ἐκ τῶν οἰκείων βίβλων ἀναλέξασθαι τῆς ἀληθείας τὰ δόγματα. Οὕτω μάλιστα καὶ τοὺς προφήτας δυνησόμεθα δεῖξαι προφήτας ὄντας, ὅταν πρὸς Ἕλληνας διαλεγώμεθα, καὶ ἀξιόπιστον σφόδρα τὴν Παλαιὰν ἀποδείξομεν. Ἐπεὶ ἐὰν τοῦτο ἀνέλῃς, πῶς ἀποῤῥάψεις τοῦ Ἕλληνος τὸ στόμα; Τί γὰρ ἐρεῖς; τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου, καὶ τὰ εἰς σὲ προφητευθέντα; Ἀλλ' οὐ σφόδρα καταδέξεται. Ἂν δὲ τὰ περὶ τοῦ Χριστοῦ εἰρημένα ἐν τῇ Παλαιᾷ διηγήσῃ, καὶ δείξῃς τῶν πραγμάτων τὴν ἀλήθειαν μαρτυροῦσαν τῇ τῆς προφητείας ἐκβάσει, οὐδὲ ἀντιστῆναι δυνήσεται. Εἰ δὲ ἐπιλάβοιο τῶν ἡμετέρων, ὦ Ἰουδαῖε, πῶς ὑπὲρ τῆς Παλαιᾶς ἀπολογήσῃ; Κἄν τις εἴπῃ σοι, πόθεν ἀληθῆ τὰ Μωϋσέως, τί ἐρεῖς; Ὅτι ἐπιστεύσαμεν αὐτοῖς. Οὐκοῦν πολλῷ μᾶλλον καὶ τὰ ἡμέτερα· καὶ γὰρ καὶ ἡμεῖς ἐπιστεύσαμεν· καὶ ὑμεῖς μὲν ἓν ἔθνος ἐστὲ, ἡμεῖς δὲ πᾶσα ἡ οἰκουμένη, καὶ ὑμᾶς οὐκ οὕτως ἔπεισε Μωϋσῆς, ὡς ἡμᾶς ὁ Χριστός· καὶ τὰ μὲν ὑμέτερα πέπαυται, τὰ δὲ ἡμέτερα ἕστηκεν. Ἀλλ' ἀπὸ τῶν προῤῥήσεων; Ἀλλὰ πλείω τὰ παρ' ἡμῖν. Οὐκοῦν τὰ ἡμέτερα ἐὰν ἀνέλῃς, καὶ τὰ σὰ συσκιάζεις. Ἀλλ' ἀπὸ τῶν σημείων; Ἀλλ' ὑμεῖς οὐδὲν ἔχετε δεῖξαι Μωϋσέως σημεῖον· γέγονε γὰρ καὶ παρῆλθεν· ἡμεῖς δὲ τοῦ Χριστοῦ πολλὰ καὶ διάφορα ἔτι καὶ νῦν γινόμενα, καὶ τὰς προῤῥήσεις ὑπὲρ τὸν ἥλιον λαμπούσας. Ἀλλ' ἀπὸ τῶν νόμων; Ἀλλὰ ταῦτα φιλοσοφώτερα. Ἀλλὰ τί; τῶν Αἰγυπτίων κωλυόντων ἐξήλθετε; Ἀλλ' οὐκ ἔστιν ἴσον τῆς οἰκουμένης πολεμούσης περιγενέσθαι, καὶ Αἰγυπτίων μόνων κρατῆσαι. Καὶ ταῦτα λέγω, οὐ μάχην εἰσάγων τῇ Παλαιᾷ πρὸς τὴν Καινήν· ἄπαγε· ἀλλὰ τὴν Ἰουδαίων ἀγνωμοσύνην ἐπιστομίσαι βουλόμενος. Καὶ γὰρ ἐκεῖνα καὶ ταῦτα ὑπὸ τοῦ Θεοῦ τοῦ αὐτοῦ δέδοται καὶ γεγένηται· ἀλλ' ἐκεῖνο κατασκευάσαι θέλω, ὅτι ὁ Ἰουδαῖος ἀνελὼν τὰς προφητείας τὰς περὶ Χριστοῦ, τὸ πλέον τῶν προφητειῶν λυμαίνεται μέρος, καὶ οὐκ ἂν ἔχοι δεῖξαι σαφῶς τὴν εὐγένειαν τῆς Παλαιᾶς, εἰ μὴ τὴν Καινὴν παραδέξαιτο. Ὅτι δὲ οὐ περὶ ἀνθρώπου τὰ εἰρημένα, καὶ ἐκ τοῦ λέγεσθαι, Κάθου ἐκ δεξιῶν μου, καὶ ἐκ τοῦ Κύριον ὀνομάζεσθαι ὁμοίως τῷ λέγοντι Κυρίῳ, καὶ ἐκ τοῦ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγενῆσθαι αὐτὸν, καὶ ἐκ τοῦ ἱερέα αὐτὸν εἶναι κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ἐκ τοῦ λέγεσθαι, Μετὰ σοῦ ἡ ἀρχή σου, τοῖς νοῦν ἔχουσι κατάδηλόν ἐστι. Εἰ δὲ ἕτερος ἡμῖν Ἰουδαῖος ἀνακύπτει πάλιν πρόσωπον Χριστιανοῦ περιφέρων, Παῦλος ὁ Σαμοσατεὺς, λέγω, δυνατὸν μὲν καὶ πρὸς τοῦτον καὶ ἀπὸ τῆς Καινῆς λέγειν. Πλὴν ἀλλ' ἵνα μὴ δόξωμεν τὰ παρόντα ἀφέντες ἐφ' ἕτερον μέρος παρατάξεως ἰέναι, καὶ τοῦτον ἐντεῦθεν βάλλωμεν. Τί οὖν καὶ οὗτος λέγει; Ὅτι ἄνθρωπος ἦν, φησὶ, ψιλὸς, καὶ ἐξ οὗ γέγονεν ἐκ Μαρίας, ἐξ ἐκείνου τὴν ὕπαρξιν μόνον ἔχει. Τί οὖν, εἰπέ μοι, πρὸς ἐκείνην τὴν ῥῆσιν ἐρεῖς τὴν λέγουσαν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; ∆εῖ δὲ τὰ ἄλλα, ἅπερ πρὸς Ἰουδαίους εἴρηται, καὶ πρὸς τοὺς ἀπὸ τούτου εἰπεῖν. Καὶ τούτου οὐχ ἡμεῖς αἴτιοι, ἀλλ' αὐτοὶ οὗτοι οἱ πολλὴν τὴν συγγένειαν τῶν δογμάτων πρὸς αὐτοὺς ἔχοντες· ὅθεν καὶ τοῖς αὐτοῖς ὅπλοις κατὰ τούτων χρησόμεθα. Τοὺς γὰρ ὁμοίως πολεμοῦντας τοῖς αὐτοῖς βέλεσι βάλλειν δεῖ. Τί οὖν βούλεται ἡ κοινωνία τοῦ θρόνου; Ἐνταῦθα γὰρ τὸ ὁμότιμον δείκνυται, ὃ καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐπιστομίσαι ἱκανόν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς πρὸς τοὺς Ἰουδαίους λέγοντας, ὅτι υἱὸς τοῦ ∆αυΐδ ἐστιν, ἐπήγαγε λέγων· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Προϊὼν δὲ καὶ τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον σαφέστερον ἑρμηνεύων ὁ Παῦλος, καὶ Μαρκίωνι καὶ Μανιχαίῳ, καὶ πᾶσι τοῖς τὰ τοιαῦτα νοσοῦσι καιρίαν δίδωσι πληγὴν, λέγων· ἑρμηνεύει γὰρ μετὰ τῆς αὐτῷ προσηκούσης συνέσεως, πῶς γέγονεν ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἡμεῖς δὲ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Εἶδες τὸ ὁμότιμον; Ὅπου γὰρ θρόνος, βασιλείας σύμβολον· ὅπου θρόνος εἷς, τῆς αὐτῆς βασιλείας ἰσοτιμία. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτω καὶ ∆ανιὴλ ὁρᾷ τὴν μὲν κτίσιν ἅπασαν παρεστῶσαν, ἀγγέλους τε καὶ ἀρχαγγέλους, τὸν δὲ Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν, καὶ φθάνοντα ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν. Εἰ δὲ τὸ οὕτως εἰπεῖν σκανδαλίζει τινὰς, ἀκουέτωσαν ὅτι ἐκ δεξιῶν κάθηται, καὶ ἀπαλλαττέσθωσαν τοῦ σκανδάλου. Ὥσπερ γὰρ ἡμεῖς μείζονα αὐτὸν τοῦ Πατρὸς οὐ λέγομεν, ἐπειδὴ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν τὴν ἐντιμοτάτην· οὕτω μηδὲ σὺ ἐλάττω λέγε καὶ καταδεέστερον, ἀλλ' ὁμότιμον καὶ ἴσον. Τοῦτο γὰρ ἡ κοινωνία τῆς καθέδρας δηλοῖ. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες οἱ ἐχθροί; Ἄκουσον Παύλου λέγοντος· Ἀπαρχὴ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.

γʹ. Εἶδες προφητικῶν καὶ ἀποστολικῶν ῥημάτων συμφωνίαν; Καὶ γὰρ ἐκεῖ μέν φησιν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐνταῦθα δὲ, Ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Ἀλλ' οὔτε ἐκεῖ τὸ Ἕως, οὔτε ἐνταῦθα τὸ Μέχρις, χρόνων ὅροι εἰσίν. Ἐπεὶ πῶς ἕστηκε τὸ προφητικὸν ἐκεῖνο, τὸ λέγον· Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία ἥτις οὐ διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, εἴ γε μέχρι τούτων μέλλει βασιλεύειν; Ὁρᾷς, ὅτι οὐ ταῖς λέξεσι δεῖ προσέχειν ἁπλῶς, ἀλλὰ πρὸς τὰ νοήματα ἀνιέναι; Σὺ δὲ ἀκούων τοῦ Προφήτου λέγοντος, ὅτι ὁ Πατὴρ τίθησιν ὑπὸ τοὺς πόδας, μηδὲν ἐνταῦθα θορυβηθῇς. Οὐδὲ γὰρ ὡς ἀτονοῦντος τοῦ Παιδὸς ταῦτα εἴρηται. Ὁ γὰρ Παῦλος αὐτὸν τιθέναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ λέγει· ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Τουτέστιν, ὅταν κατορθώσῃ τὴν βασιλείαν, παύσει πᾶσαν ἐξουσίαν. Τοῦτο γάρ ἐστι τὸ Καταργήσει. Τὸ πᾶν δὲ αὐτοῦ λέγων εἶναι, οὐκ ἀποχωρίζει αὐτοῦ τὸν Πατέρα, ὥσπερ οὐδὲ τοῦ Πατρὸς διαιρεῖ τὸν Υἱόν. Καὶ γὰρ τὰ ἐκείνου, τούτου· καὶ τὰ τούτου, ἐκείνου. ∆ιὸ καί φησι· Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὅταν τοίνυν ἀκούσῃς, ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἔξωθεν εἶναι νομίσῃς τὸν Υἱὸν τοῦ κατορθώματος· ἄν τε μανθάνῃς, ὅτι ὁ Υἱὸς ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τούτων. Κοινὰ γὰρ τὰ κατορθώματα, ὥσπερ καὶ πάντα τὰ ἔργα κοινά. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ῥάβδον δυνάμεως τὴν δύναμιν αὐτήν φησι. Τῆς δὲ Σιὼν μέμνηται, ἐπειδὴ ἐκεῖθεν ἀρχὴν ἔλαβε τὰ κατορθώματα. Ἐκεῖ γὰρ καὶ τὸν νόμον ἔδωκεν, ἐκεῖ τὰ θαύματα εἰργάσατο· ἐκεῖθεν ἀρξάμενον τὸ κήρυγμα πανταχοῦ τῆς οἰκουμένης ἐξετάθη. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν τὸ εἰρημένον ἐκλαβεῖν, ἄκουσον Παύλου λέγοντος· Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ἡ ῥάβδος ποτὲ μὲν κολαστική ἐστι καὶ εὐεργετικὴ, ποτὲ δὲ παρακλητικὴ, καὶ βασιλείας σύμβολον. Καὶ ὅτι ἑκάτερά ἐστιν, ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Καὶ πάλιν· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Καὶ ὁ Παῦλος· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Εἶδες πῶς ἐστι παιδεύσεως· βλέπε πῶς καὶ βασιλείας. Λέγει γὰρ Ἡσαΐας· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεςσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτῆς ἀναβήσεται· καὶ ὁ ∆αυΐδ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Τὴν μὲν δύναμιν ἐνταῦθα ῥάβδον ἐκάλεσε, μεθ' ἧς οἱ μαθηταὶ τὴν οἰκουμένην περιέτρεχον, ἤθη διορθοῦντες, καὶ ἐξ ἀλόγου τινὸς κακίας ἐπὶ λογικὴν ἄγοντες τὴν τῶν ἀνθρώπων φύσιν. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶχε καὶ Μωϋσῆς ῥάβδον, ἀλλ' ἐνέργειαν Θεοῦ δεξάμενος, δι' ἧς ἐνήργει ἐν ἅπασι. Κἀκείνη μὲν ποταμοὺς διεῖλεν, αὕτη δὲ τῆς οἰκουμένης τὴν ἀσέβειαν ἔῤῥηξεν. Οὐκ ἄν τις δὲ ἁμάρτοι καὶ τὸν σταυρὸν ῥάβδον δυνάμεως εἰπών. Αὕτη γὰρ ἡ ῥάβδος γῆν καὶ θάλατταν ἐπέστρεψε, καὶ δυνάμεως πολλῆς ἐνέπλησε. Μετὰ ταύτης ἐξῆλθον τῆς ῥάβδου πανταχοῦ τῆς οἰκουμένης οἱ ἀπόστολοι, καὶ πάντα ἐκεῖνα εἰργάσαντο. Ταύτην ἐπιφερόμενοι πάντα ἤνυον, λαβόντες τὴν ἀρχὴν ἀπὸ Ἱερουσαλήμ. Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ὅρα προφητείαν ὑπὲρ τὸν ἥλιον διαλάμπουσαν. Τί δέ ἐστι τὸ, Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου; Ἀντὶ τοῦ, ἐν μέσοις Ἕλλησιν, ἐν μέσοις Ἰουδαίοις. Οὕτω γὰρ αἱ Ἐκκλησίαι κατεφυτεύθησαν ἐν μέσαις ταῖς πόλεσιν· οὕτως ἐκράτησαν καὶ περιεγένοντο. Τοῦτο τεκμήριον τῆς λαμπρᾶς νίκης, τὸ ἐν μέσοις τοῖς πολεμίοις ἀναστῆσαι τὰ θυσιαστήρια, τὸ καθάπερ πρόβατα ἐν μέσῳ θηρίων, καὶ ἄρνας μεταξὺ λύκων εἶναι. Τοῦτο γὰρ καὶ πέμπων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· ὅπερ οὐκ ἔλαττον τοῦ προτέρου θαύματος. Τοῦ γὰρ ἐν μέσοις ἀπειλημμένους κρατῆσαι οὐκ ἔλαττον τὸ ἐν τάξει προβάτων ὄντας λύκων περιγενέσθαι· ἀλλὰ καὶ πολλῷ μεῖζον, καὶ δώδεκα τὸν ἀριθμὸν ὄντας τὴν οἰκουμένην ἐπισπάσασθαι. Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Οὐκ εἶπε, Νίκα ἐν μέσῳ τῶν ἐχθρῶν σου, ἀλλὰ, Κυρίευε, ἵνα δείξῃ οὐκ ἐκ παρατάξεως τὸ τρόπαιον γινόμενον, ἀλλ' ἐξ ἐπιταγῆς τὴν δεσποτείαν. Οὕτω γὰρ ἐκράτουν οἱ ἀπόστολοι, τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς, ὥσπερ ἐξ ἐπιτάγματος πάντα ποιοῦντες. Ὅθεν καὶ πᾶσα αὐτοῖς οἰκία ἀνέῳκτο, καὶ δούλου παντὸς εὐπειθέστερον οἱ πιστεύοντες ὑπήκουον, τά τε ὄντα ἀποδιδόμενοι, καὶ τὰς τιμὰς παρὰ τοὺς πόδας τιθέντες τῶν ἀποστόλων, οὐδὲ εἰς τὴν χρείαν τολμῶντές τι λαβεῖν· οὕτω τε αὐτοὺς ἐμεγάλυνον, ὅτι οὔτε ἐτόλμων κολλᾶσθαι αὐτοῖς.

δʹ. Οὐ μόνον δὲ ἐπὶ τῶν πιστῶν τοσαύτην εἶχον ἰσχὺν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀπίστων. Τί γὰρ, εἰπέ μοι, δούλου τεκμήριον; ἆρ' οὐ τὸ ποιεῖν ὅπερ ὁ δεσπότης αὐτοῦ ἐπιτάττει; Τί δεσπότου δὲ σημεῖον; ἆρ' οὐ τὸ ταῦτα ἀνύειν ἐν τοῖς δούλοις, ἅπερ αὐτὸς βούλεται; Τίνες οὖν οἱ ἀνύσαντες ἅπερ ἤθελον ἐπὶ τῶν τότε βασιλέων καὶ τῶν ἀρχόντων; ἆρ' οὐχ οἱ ἀπόστολοι; Εὔδηλον ὅτι. Οἱ μὲν γὰρ βασιλεῖς καὶ οἱ ἄρχοντες ἐβούλοντο κατέχειν ἐν ἀσεβείᾳ τὴν οἰκουμένην, καὶ δαίμοσι λατρεύειν ἐπέταττον· οἱ δὲ ἀπόστολοι τοὐναντίον, καὶ τὸ θέλημα τούτων ἐγίνετο. Εἰ δὲ λέγεις μοι τὸ δεσμωτήριον, καὶ τὰς μάστιγας, καὶ τὰς βασάνους, μείζονάς μοι λέγεις τὰς δεσποτείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι καὶ τούτων γινομένων τὸ θέλημα τὸ τούτων ἐγίνετο. Οὐ γὰρ νόμῳ τῷ τῶν πολλῶν δεσποτῶν, ἀλλ' ἀρετῇ ταύτην ἀνεδήσαντο τὴν δεσποτείαν, τὴν οὐδενὸς τῶν ἔξωθεν δεομένην, ἀλλ' ἐν τῷ παρὰ πάντων ἐπιβουλεύεσθαι λάμπουσαν. Ἐκείνους μὲν γὰρ τοὺς δεσπότας ἐπιβουλεύσαντες δοῦλοι πολλάκις ἠφάνισαν, ἐπειδὴ ἀτελὴς ἦν τις καὶ ἀσθενεστάτη· ταύτην δὲ σβέσαι οὐκ ἴσχυσαν, ἀλλ' ἐπιβουλεύοντες μειζόνως ἔδειξαν διαλάμπουσαν. Τίς οὖν λαμπρότερος ἂν εἴη δεσπότης, ὁ μυρίων δεόμενος βοηθημάτων, ἵνα κρατῇ τῶν οἰκετῶν, ἢ ὁ πάντων ἀπηλλαγμένος ἐκείνων, καὶ μετ' ἐξουσίας ἄγων καὶ φέρων τοὺς ὑποκειμένους; Εὔδηλον ὅτι οὗτος. Οἱ μὲν γὰρ δεσπόται τὴν δεσποτείαν ταύτην τὴν τῶν πολλῶν, ἂν μὴ τοὺς νόμους ἔχωσι βοηθοῦντας, καὶ τὸ ἐν πόλεσιν οἰκεῖν, πολλάκις μετὰ τῆς δεσποτείας καὶ τὴν ζωὴν ἀπώλεσαν· Παῦλος δὲ καὶ ἐν ἐρημίαις καὶ πανταχοῦ τὴν κυριότητα ἐπεδείκνυτο. Βούλει καὶ βασιλέων ἰδεῖν αὐτὸν λαμπρότερον; Εἰσήγαγε νόμους πανταχοῦ τῆς οἰκουμένης, καὶ τοὺς τῶν βασιλέων ἀφέντες νόμους οἱ ἄνθρωποι τοῖς ἐκείνου γράμμασιν ἐπείθοντο. Ἄλλως δὲ καὶ οἱ μὲν σωμάτων, οἱ δὲ ψυχῶν ἐκράτουν. Τίς οὖν οὕτω δοῦλος δεσπότῃ, ἀρχόμενος βασιλεῖ μετ' εὐνοίας ὑπήκουσεν, ὡς οἱ πιστοὶ τῷ Παύλῳ ἐπιστέλλοντι μόνον; Τί ἄν τις εἴποι τὸν πόθον, τὸν ζῆλον τὸν ὑπὲρ αὐτοῦ, ὅπου γε καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαι ἕτοιμοι ἦσαν; τίς τοιούτους ἐκτήσατο δούλους ποτέ; Ἅπερ ταῦτα πάντα ἐννοῶν ὁ Προφήτης, πῶς μὲν τοὺς πιστοὺς ὑπέταξαν, πῶς δὲ τοῖς ἀπίστοις ἦσαν φοβεροὶ, κατὰ κράτος αὐτοὺς ἐλαύνοντες, καὶ πῶς δι' αὐτῶν ὁ Χριστὸς ἐπεκράτει, οὐκ εἶπεν ἁπλῶς, Κυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου, ἀλλὰ Κατακυρίευε, τὴν ἐπιτεταμένην δεσποτείαν δηλῶν. Καὶ ταῦτα ὁρῶντες οἱ πολέμιοι οὐδὲν ἴσχυον ποιεῖν, καίτοι τοὺς νόμους μεθ' ἑαυτῶν ἔχοντες, καὶ δημίους, καὶ ἐξουσίαν ἅπασαν. Ἀλλ' ἦσαν οὗτοι δυνατώτεροι διὰ τὸν ἐνοικοῦντα ἐν αὐτοῖς. Οὗτος κατεκυρίευσε δι' αὐτῶν· οὐχ ἁπλῶς ἐκυρίευσεν, ἀλλὰ κατεκυρίευσε· καὶ γὰρ σφόδρα ἐκράτει. ∆ιὰ γοῦν τὸν ἐν αὐτοῖς, καὶ πυρὸς κατετόλμων καὶ σιδήρου, καὶ θηρίων, καὶ τῶν ἄλλων ἁπάντων. Καὶ γὰρ εἰς πάντα ἦν μετ' αὐτῶν ὁ Χριστὸς, οἳ καθάπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασι, καὶ πάντων ἀπαλλαγέντες τῶν ἐν τῷ βίῳ λυπηρῶν, οὕτως ἔχαιρον, καὶ οὕτως ἐσκίρτων, ὑπὸ τῆς τοῦ Χριστοῦ δεσποτείας κατεχόμενοι, μὴ χρημάτων φειδόμενοι, μὴ σωμάτων, μὴ τῆς παρούσης ζωῆς. Καὶ ταῦτα μὲν ἐποίουν οἵ ποτε ἐχθροὶ καὶ πολέμιοι· ἀλλ' ἡ ἄμαχος τοῦ Χριστοῦ δύναμις οὐ μόνον τῆς ἔχθρας αὐτοὺς ἀπήλλαξεν, ἀλλὰ καὶ εἰς δουλείαν καὶ εἰς τοσαύτην οἰκείωσιν ἤγαγεν. Ὥστε κἂν λέγηται ὁ Πατὴρ τοὺς ἐχθροὺς τιθέναι ὑπὸ τοὺς πόδας αὐτοῦ, οὐχ οὕτω λέγεται, καθάπερ εἶπον, ὡς μηδὲν ἐνεργοῦντος τοῦ Παιδός· τοῦ γὰρ Μονογενοῦς τὸ κατόρθωμα γέγονεν ἅπαν· ἀλλ' ἵνα, ὅπερ ἔφθην εἰπὼν, τὸν Πατέρα καὶ τὸν Υἱὸν Θεὸν ἕνα νοῇς, φυλαττομένης ἑκάστῳ τῆς ἰδιότητος, καὶ ἵνα μὴ δύο νοήσῃς ἀγεννήτους. Ὅτι γὰρ αὐτοῦ πᾶν ἐστι τὸ κατόρθωμα, ἀπὸ τῶν ἤδη κατωρθωμένων ἐννόει· καὶ μὴ ἁπλῶς ἀνθρωπίνως ἐκλάμβανε τὰ εἰρημένα· πολὺ γὰρ τὸ ἄτοπον ἕψεται. Ἵνα δὲ καὶ σὺ μάθῃς, ἄκουε ὃ μέλλω λέγειν· Οἱ μὲν ἐγένοντο φίλοι, ἐχθροὶ πρότερον ὄντες, οἱ δὲ μένουσιν ἔτι ἐχθροί. Ἀλλ' ὅτι μὲν τοὺς ἐχθροὺς φίλους αὐτὸς ἐποίησε, καὶ Παῦλος δηλοῖ τῷ εἰπεῖν· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· δηλοῖ δὲ καὶ ὁ Σωτὴρ, πρὸς αὐτὸν τὸν Πατέρα λέγων· Ἐγώ σε ἐδόξασα ἐν τῷ κόσμῳ, τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω. Τὸ δὲ τοὺς ἐχθροὺς ὑποτάξαι, τοῦ Πατρὸς γέγονε. Καίτοι γε τοῦτο ἐκείνου μεῖζον. Οὐ γὰρ ἴσον κολάσαι ἐχθροὺς μένοντας, καὶ ποιῆσαι φίλους, ἐχθροὺς ὄντας. Ἀλλ' οὔτε ὁ Υἱὸς διὰ τοῦτο ἐλάττων τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἐλάττων διὰ τοῦτο τοῦ Υἱοῦ. Ἵνα δὲ μάθῃς, ὅτι καὶ ἐκεῖνα τοῦ Υἱοῦ, ὥσπερ καὶ ταῦτα τοῦ Πατρὸς, ἄκουσον· Ἀπέλθετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ὁ τοὺς ἀγγέλους πέμπων, ὥστε συλλέξαι τὰ ζιζάνια, ὁ Μονογενής ἐστι, καὶ πανταχοῦ ὁρῶμεν αὐτὸν κολάζοντα τὸν διάβολον. Καὶ τοῦτο οἱ δαίμονες αὐτοὶ ὁμολογοῦσι λέγοντες· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ὥστε αὐτός ἐστιν ὁ μέλλων αὐτοὺς βασανίζειν. Ὁρᾷς ὅτι κἂν ὑπὸ τοῦ Πατρὸς λέγηται γίνεσθαι τὰ γινόμενα, τοῦ Παιδός ἐστι κατορθώματα; Ὅτι δὲ καὶ τὰ τοῦ Παιδὸς, τοῦ Πατρὸς, ἄκουσον πάλιν αὐτοῦ λέγοντος· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Καὶ πάλιν· Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Οὐ τοίνυν ἀνθρωπίνως ἐκλαμβάνειν τὰ τοιαῦτα δεῖ. Ἐπεὶ καὶ τοὺς ἐχθρούς σου οὕτως ἐκδεκτέον, οὐχ ὡς αὐτοῦ μόνου ἐχθρούς. Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν, φησὶν, οὐ τιμᾷ τὸν Πατέρα.

εʹ. Ὥστε Ἰουδαῖοι οὐκ αὐτοῦ μόνον ἐχθροὶ, ἀλλὰ καὶ τοῦ Πατρός. ∆ιὸ καὶ τὴν πανωλεθρίαν αὐτοῖς ἐπήγαγε, καὶ τὴν πόλιν αὐτῶν ῥίψας χαμαὶ, ἐρείπιον ἐποίησεν, εἰ καὶ μὴ εὐθέως μετὰ τὸν σταυρὸν, καὶ χρόνον αὐτοῖς πολὺν εἰς μετάνοιαν ἔδωκεν, εἴ γε ἐβούλοντο, καὶ τοὺς ἀποστόλους ἀφῆκεν, ἵνα δι' αὐτῶν μαθόντες αὐτοῦ τὴν ἰσχὺν, ὀψὲ γοῦν ποτε ἐπιστρέψωσιν. Ἐπειδὴ δὲ ἀνίατα ἐνόσουν, τὸν κολοφῶνα ἐπήγαγε τῶν κακῶν, καὶ ταύτῃ πάλιν καλῶν αὐτοὺς εἰς μετάνοιαν, ἵνα τῆς πολιτείας ἐκπεσόντες τῆς παλαιᾶς, ὑπ' αὐτῆς γοῦν τῶν πραγμάτων τῆς ἀνάγκης πρὸς τὴν ἀλήθειαν χειραγωγηθῶσι, τόν τε ὑβρισμένον ὁρῶντες πανταχοῦ προσκυνούμενον, καὶ τὰ αὐτῶν λελυμένα ἅπαντα. Ὅταν δὲ μηδὲ οὕτω γένωνται βελτίους, τότε λοιπὸν, ἅτε πάσης ἀπηλλαγμένοι συγγνώμης, εἰς τὴν ἀθάνατον ἐμπεσοῦνται κόλασιν. Ὑποπόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε λέγειν, ἀλλὰ τὴν ὑποταγήν. Ὅτι δὲ αὐτῷ ὑποτάσσει, δῆλον ἐκ τῆς ἐπαγωγῆς· ἐπεὶ γὰρ ὁ θρόνος εἷς, καὶ τὸ ὑποπόδιον ἕν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἐπειδὴ εἶπεν ἄνω· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ἵνα μὴ νομίσῃ τις ἀσθενῆ τὸν Υἱὸν εἶναι, καὶ ἐνεργείας δεῖσθαι, καθάπερ τινὰ τῶν ἀποστόλων, ἄκουσον πῶς καὶ τῆς ὑπονοίας αὐτῆς ἐπάγει τὴν διόρθωσιν λέγων· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Τί ἐστι, Μετὰ σοῦ ἡ ἀρχή; Ἐν σοὶ, φησὶν, ἡ ἀρχὴ, οὐχ ὕστερον ἐπιγενομένη, ἀλλ' ἐν σοὶ οὖσα διαπαντός· ὅπερ καὶ ὁ Ἡσαΐας δηλῶν ὁμοίως ἔλεγεν· Οὗ ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· τουτέστιν, ἐν αὐτῷ, ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἐν τῇ φύσει αὐτοῦ, ὅπερ ἐπὶ τῶν βασιλέων οὐκ ἔνι. Ἡ γὰρ ἀρχὴ αὐτῶν ἐν τῷ πλήθει τῶν στρατοπέδων· ὅπερ ἐπὶ τῶν ἀποστόλων οὐκ ἦν. Καὶ γὰρ καὶ αὐτῶν ἡ ἀρχὴ ἐνεργείας ἔξωθεν εἰσαγομένης αὐτοῖς ἐγίνετο· αὐτὸς δὲ ἐν τῇ φύσει τὴν ἀρχὴν εἶχεν, ἐν τῇ οὐσίᾳ, οὐ μετὰ τὸ γεννηθῆναι προσλαβὼν ὕστερον, οὐδὲ ἐπείσακτον κτησάμενος, ἀλλ' οὕτω γεννηθείς. ∆ιὸ καὶ περὶ βασιλείας ἐρωτώμενος ἔλεγεν· Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Οὐ ταῦτα δὲ μόνον τὰ εἰρημένα δηλοῖ τὸ, Μετὰ σοῦ ἡ ἀρχὴ, ἀλλὰ καὶ ἕτερα, οἷον τὸ μὴ ἐν ἄλλῳ αὐτοῦ εἶναι τὴν ἀρχὴν, ἀλλὰ καὶ διηνεκῆ καὶ ἀθάνατον. Ἀνθρώπους μὲν γὰρ καὶ ζῶντας ἐπιλιμπάνει πολλάκις· εἰ δὲ μὴ ζῶντας, ἀλλ' ἀποθανόντας πάντως· μᾶλλον δὲ ἡνίκα ζῶσιν, οὐδὲ μετ' αὐτῶν ἐστιν· ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ἐν στρατοπέδοις καὶ σωματοφύλαξι, καὶ χρημάτων περιουσίᾳ, καὶ τειχῶν περιβολαῖς, καὶ τοῖς ἄλλοις ἅπασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐ μόνον τοῦτο οὐκ ἔστιν, ἀλλ' ἐν αὐτῷ ἐστι καὶ διηνεκῶς· καὶ ὥσπερ τὴν οὐσίαν αὐτοῦ ἀδύνατον μὴ εἶναι, οὕτω καὶ τὴν βασιλείαν. Ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἡμέραν δυνάμεως εἴποι τις ἂν τήν τε ἤδη γενομένην, τήν τε ἐσομένην ἡμέραν. Ἑκατέρα γὰρ μεγίστης δυνάμεως ἀπόδειξις. Ἢ οὐ δοκεῖ σοι δυνάμεως μέγιστον εἶναι τεκμήριον, ὅταν διὰ θανάτου θάνατος καταργῆται, ὅταν χαλκαῖ πύλαι συντρίβωνται, ὅταν ἁμαρτία ἀφανίζηται, ὅταν κατάρα λύηται, ὅταν τὰ παλαιὰ πάντα ἀνατρέπηται κακὰ, καὶ ἕτερα ἐπεισάγηται νέα καλά; Τί γὰρ τῆς δυνάμεως ταύτης ἴσον, ἄν τε τὰ θαύματα ἐξετάσῃς, ἄν τε τὰ κατορθώματα; Νεκροὶ ἠγείροντο, λεπροὶ ἐκαθαίροντο, δαίμονες ἠλαύνοντο, θάλαττα ἐχαλινοῦτο, ἁμαρτήματα ἐλύετο, παραλυτικοὶ ἐσφίγγοντο, παράδεισος ἠνοίγετο, πέτραι ἐῤῥήγνυντο, κα ταπέτασμα ἐσχίζετο, ἀκτῖνες ἡλίου ἀπεστρέφοντο, καὶ σκότος τὴν οἰκουμένην κατελάμβανε, σώματα τῶν κεκοιμημένων ἁγίων ἠγείρετο, λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανῄει πατρίδα, οὐρανοῦ ἁψῖδες ἀνεπετάννυντο, ἡ φύσις ἡ καταπεπατημένη ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ πρὸς τὰ ὑψώματα ἀνήγετο, καὶ τὸ δὴ τούτου μεῖζον, ἐπὶ θρόνου ἐκαθέζετο βασιλικοῦ, παρεστώτων ἀγγέλων αὐτῇ καὶ τῶν δυνάμεων· κακία πᾶσα ἠλαύνετο, ἀρετὴ ἐπανήγετο, Πνεύματος χάρις ἐδίδοτο, ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ φιλοσόφων ἀπέῤῥαπτον στόματα, ῥητόρων ἀπέστρεφον γλῶτταν, δαιμόνων κατέλυον τυραννίδα· βωμοὶ, καὶ ναοὶ, καὶ ἑορταὶ, καὶ πανηγύρεις Ἑλληνικαὶ διελύοντο· κνῖσα καὶ καπνὸς, καὶ τὰ ἐναγῆ θύματα πάντα κατὰ κράτος ἠλαύνετο, μάντεις καὶ μητραγύρται, καὶ οἰωνοσκόποι, καὶ ἅπαν τοῦ διαβόλου τὸ ἐργαστήριον ἐδραπέτευον, Ἐκκλησίαι πανταχοῦ τῆς οἰκουμένης ἐβλάστανον, παρθένων χοροὶ συνίσταντο, μοναζόντων τάγματα, μετὰ τῶν πόλεων καὶ ἡ ἔρημος εὐσεβείας ἐπληροῦτο, καὶ χοροὶ δικαίων καὶ ἁγίων ἀνδρῶν ἱστάμενοι ταῖς ἄνω δυνάμεσι τῶν ἀγγέλων ἀντήχουν ἐν τῇ μελῳδίᾳ, καὶ μαρτύρων δῆμοι, καὶ ὁμολογητῶν πλήθη πανταχοῦ τῆς οἰκουμένης ἐφυτεύετο, ἀρετὴ μετὰ πολλῆς κατωρθοῦτο τῆς εὐκολίας, βαρβάρων ἔθνη φιλοσοφεῖν ἐπαιδεύετο, καὶ οἱ θηρίων ἀγριώτεροι πρὸς τὴν τῶν ἀγγέλων πολιτείαν τὴν ἅμιλλαν ἐπεδείκνυντο, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ὁ λόγος ἐπέτρεχε μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν. Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου.

ςʹ. Εἰ δὲ βούλει καὶ τὴν μέλλουσαν ἡμέραν ἰδεῖν, καὶ μαθεῖν πῶς καὶ ἐκείνη ἡμέρα δυνάμεως αὐτοῦ ἐστιν, ἐννόησον ἡλίκον ἐστὶν ἰδεῖν τὸν οὐρανὸν συστελλόμενον, καὶ ἅπασαν τὴν φύσιν τὴν καταφθαρεῖσαν ἀνισταμένην, καὶ τῷ νεύματι παρισταμένους ἅπαντας, διάβολον καταισχυνόμενον, δαίμονας κάτω κύπτοντας, δικαίους στεφανουμένους, ἕκαστον εὐθύνας διδόντα τῶν πεπλημμελημένων, τὰ βραβεῖα λαμβάνοντα τῶν κατορθωμάτων, ἑτέρας ζωῆς κατάστασιν γινομένην. Οὐκέτι γὰρ θάνατος, καὶ νόσος, καὶ γῆρας, οὐκέτι πενία, καὶ ἐπήρειαι, καὶ ἐπιβουλαὶ, οὐκέτι οἰκήματα, καὶ πόλεις, καὶ τέχναι, καὶ ναυτιλίαι, οὐκέτι ἱματίων περιβολὴ, καὶ σῖτα, καὶ ποτὰ, καὶ ὄροφοι, καὶ κλῖναι, καὶ τράπεζαι, καὶ λυχνίαι, οὐκέτι ἐπιβουλαὶ, καὶ μάχαι, καὶ δικαστήρια, οὐκέτι γάμοι, καὶ ὠδῖνες, καὶ τόκοι· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις ἀποσοβουμένη καταλύεται, καὶ ἑτέρα τις ἀμείνων ζωῆς κατάστασις δίδοται, ἀφθαρσίας, ἀθανασίας, δυνάμεως πολλῆς τῷ σώματι χαριζομένης. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγε· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς τοῖς εἰρημένοις, ἐπειδὴ μὴ ὁρᾷς αὐτὰ παρόντα, ἀπὸ τῶν παρόντων εἰς τὰ περὶ τῶν μελλόντων λάμβανε τὴν ἀπόδειξιν. Ἔπελθε τῷ λόγῳ τὴν οἰκουμένην ἅπασαν, τὴν γῆν, τὴν θάλασσαν, τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν οἰκουμένην, τὴν ἀοίκητον, τὰς ἐν τῇ γῇ πόλεις, τὰς ἐν τῇ θαλάσσῃ νήσους, τὰ ὄρη, καὶ τὰς νάπας, καὶ ἰδὼν πανταχοῦ τὴν δύναμιν τοῦ Χριστοῦ διαλάμπουσαν, καὶ πάντας τὸ τίμιον ὄνομα ἀνακηρύττοντας, ἀναλογίζου πρὸς ἑαυτὸν, ὅτι ὁ τοσαῦτα δυνηθεὶς, οὗτος καὶ τὰ μέλλοντα ἐπηγγείλατο. Εἰ δὲ καὶ ἀπὸ μέρους ἐθέλοις λαμβάνειν ἀπόδειξιν, ἐννόησον τίνος ἕνεκεν ἡ οἰκουμένη συντρέχει ἅπασα τάφον ἰδεῖν σῶμα οὐκ ἔχοντα· ποία δύναμις ἕλκει τοὺς ἀπὸ τῶν περάτων τῆς γῆς, ὥστε ἰδεῖν ποῦ μὲν ἐτέχθη, ποῦ δὲ ἐτάφη, ποῦ δὲ ἐσταυρώθη· ἐννόησον αὐτὸν τὸν σταυρὸν, ὅσης δυνάμεώς ἐστι σημεῖον. Ὁ γὰρ σταυρὸς οὗτος πρὸ τούτου θάνατος ἦν ἐπάρατος, θάνατος ἐπονείδιστος, θάνατος ὁ πάντων αἴσχιστος. Ἀλλ' ἰδοὺ νῦν τῆς ζωῆς αὐτῆς τιμιώτερος γέγονε, καὶ διαδημάτων λαμπρότερος, καὶ πάντες ἐπὶ μετώπου αὐτὸν περιφέρομεν, οὐ μόνον οὐκ αἰσχυνόμενοι, ἀλλὰ καὶ ἐγκαλλωπιζόμενοι τούτῳ. Οὐ μὲν ἰδιῶται μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τὰ διαδήματα περικείμενοι ἐπὶ τοῦ μετώπου ὑπὲρ τὰ διαδήματα αὐτὸν βαστάζουσι, καὶ μάλα εἰκότως· μυρίων γὰρ διαδημάτων ἀμείνων. Τὸ μὲν γὰρ διάδημα καλλωπίζει κεφαλὴν, ὁ δὲ σταυρὸς ἀσφαλίζεται διάνοιαν. Τοῦτο δαιμόνων ἀμυντήριον, τοῦτο τὸ διάδημα νοσημάτων ψυχῆς ἀναιρετικόν· τοῦτο ὅπλον ἀχείρωτον, τοῦτο τεῖχος ἄμαχον· τοῦτο ἀσφάλεια ἀκαταγώνιστος· οὐ βαρβάρων ἐφόδους, οὐ πολεμίων μόνον καταδρομὰς, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγρίων δαιμόνων διαλύον τὰς φάλαγγας. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἕτερος. Ἐν ἁγίου εὐπρεπείᾳ. Ἄλλος, Ἐν δόξῃ ἁγίων. Ἔτι περὶ τῆς ἡμέραςδιαλέγεται τῆς τε παρούσης τῆς τε μελλούσης. Λαμπρότητα δὲ ἐνταῦθα τὸ κάλλος φησὶ τῶν ἁγίων. Τί μὲν λαμπρότερον Παύλου; τί δὲ περιφανέστερον Πέτρου; οἳ τὴν οἰκουμένην περιέτρεχον, ὑπὲρ τὸν ἥλιον λάμποντες, τὰ σπέρματα τῆς εὐσεβείας καταβάλλοντες; Ὡς γὰρ ἐξ οὐρανῶν ἄγγελοι καταβάντες, οὕτως ἦσαν πᾶσιν ἀπρόσιτοι. Τοῦτο δεικνὺς ὁ τὸ βιβλίον τῶν Πράξεων συνθεὶς, ἔλεγεν, ὅτι Οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς. Καὶ γὰρ τὰ ἱμάτια αὐτῶν πολλῆς ἔγεμε χάριτος, καὶ αἱ σκιαὶ τῶν σωμάτων πολλὴν ἐπεδείκνυντο δύναμιν. Εἰ δὲ ἐνταῦθα τοιοῦτοι, ἐννόησόν μοι κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἄφθαρτα σώματα λάβωσιν, ὅταν ἀθάνατα, ὅταν ὑπὲρ πᾶσαν ὁρωμένην λαμπρότητα ἀποστίλβοντα, τίνες ἔσονται οὗτοί τε καὶ οἱ τούτοις ἐοικότες προφῆται καὶ ἀπόστολοι, καὶ δίκαιοι, καὶ μάρτυρες, καὶ ὁμολογηταὶ, καὶ πάντες οἱ κατὰ τὴν ἀρίστην πολιτείαν διαπρέψαντες ἐν τῇ πίστει τῇ εἰς τὸν Χριστόν. Ἐννόησόν μοι τοὺς δήμους ἐκείνους, τὰς λαμπάδας, τὰς ἀκτῖνας, τὴν δόξαν, τὴν εὐπρέπειαν, τὴν φαιδρότητα, τὴν πανήγυριν. Τίς ταῦτα παραστήσει; Λόγος μὲν οὐδείς· ἡ δὲ πεῖρα μόνη σαφῶς διδάξει τοὺς ἀξίους ταύτης γενέσθαι τῆς θεωρίας, τὴν λαμπρότητα ἐκείνην. Ταυτὸν γὰρ οἶμαι συμβαίνειν, οἷον εἰ πολλοὶ ἥλιοι ὑπὲρ τὸν οὐρανὸν ἔλαμψαν, ἢ εἰ συνεχεῖς ἀστραπαί· μᾶλλον δὲ ὅπερ ἂν εἴπω, φιλονεικῶν παραστῆσαι τὸ κάλλος ἐκεῖνο, οὐ δυνήσομαι κατ' ἀξίαν εἰπεῖν. Τὰ γὰρ παραδείγματα ἅπαντα ταῦτα σωματικά· ἡ δὲ λαμπρότης, καὶ ἡ δόξα, ἡ τότε μέλλουσα ἐκλάμπειν ἐκεῖ, ὑπὲρ ἅπαν τοιοῦτον κάλλος διαλάμψει. Οὐ γὰρ ἄφθαρτα ἔσται τὰ σώματα μόνον, οὐδὲ ἀθάνατα, ἀλλὰ καὶ δόξαν ἄῤῥητον ἐνδύσεται τότε. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἵνα μὴ φοβερὸν ὄντα δείξῃ μόνον, δείκνυσιν αὐτοῦ καὶ τὸ ἥμερον καὶ τὸ εὐεργετικὸν, λέγων· Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Καὶ τοῦτο τῆς ἐκείνου δυνάμεώς ἐστι, τὸ λαμπροὺς οὕτως ἐκείνους ποιῆσαι· ὅπερ καὶ Παῦλος δηλῶν ἔλεγεν· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι συμμόρφους τῷ σώματι τῆς δόξης αὐτοῦ.

ζʹ. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἄφατον, ἐπήγαγε· Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν ὑποτάξαι αὐτῷ τὰ πάντα. Μὴ ζήτει πῶς, φησὶ, καὶ τίνι τρόπῳ. ∆υνατὰ γὰρ αὐτῷ πάντα, ὅσα βούλεται. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἀλλ', Ἐν ταῖς λαμπρότησιν; Ὅτι πολλὰ καὶ διάφορα τὰ βραβεῖα. Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· οὕτως ἔσται, φησὶ, καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Καὶ ὁ Χριστός· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσι. ∆ιὰ τοῦτο ἡ λαμπρότης ἐκείνη τέλος οὐκ ἔχει. Οὐδὲ γὰρ εἴκει νυκτὶ, οὐδὲ παραχωρεῖ σκότῳ, ἀλλ' ἄφατος οὖσα καὶ μεγάλη, καὶ πολὺ ταύτην τὴν ὁρωμένην ὑπερβαίνουσα, ἔτι καὶ τοῦτο ἔχει μέγιστον, τὸ πέρας μὴ δέχεσθαι, ὅπερ ἀφάτου δυνάμεώς ἐστι τοῦ βασιλέως, τὸ τὰ σώματα τὰ φθαρτὰ καὶ ἐπίκηρα εἰς τοσαύτην ἄγειν ἰσχὺν καὶ δύναμιν. Εἶτα ἐπειδὴ μεγάλα τινὰ εἶπε, καὶ ταῖς ἐλπίσιν ἐπτέρωσε τὸν ἀκροατὴν, δείκνυσιν ὅτι εἰκότως ταῦτα γίνεται, ἐπειδὴ τηλικοῦτος ὁ κατορθῶν. Τίς δὲ ὁ κατορθῶν; Ὁ ὁμοούσιος τῷ Πατρί. Τοῦτο γὰρ δηλῶν ἐπήγαγεν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀλλ' οἱ πρὸς τὴν ἑαυτῶν γνώμην διαστρέφοντες τὰ εἰρημένα, περὶ τῆς κατὰ σάρκα ταῦτα γεννήσεως εἰρῆσθαί φασι. Πῶς οὖν, Πρὸ ἑωσφόρου; εἰπέ μοι. Τὴν νύκτα οὕτως εἶπε, καθ' ἣν ἐτίκτετο, ὅτι πρὸ τοῦ ὄρθρου ἐτέχθη. Ἀλλ' οὐ τοῦτο ἦν τὸ ζητούμενον εἰπεῖν, οὐδὲ ἱστορίας χάριν ἔλεγεν· ἄλλως δὲ οὐδὲ ἔχουσι δεῖξαι, ὅτι ὅπερ οἱ εὐαγγελισταὶ ἐδίδαξαν, τοῦτο εἶπον ἂν οἱ προφῆται οἱ συνεσκιασμένως τὰ πλείω φθεγγόμενοι. Ἐνταῦθα τοίνυν τὸ, Πρὸ ἑωσφόρου, οὐ πρὸ τῆς ἀνατολῆς λέγει τοῦ ἑωσφόρου, ἀλλὰ πρὸ τῆς φύσεως, πρὸ τοῦ γενέσθαι ἑωσφόρον. Οἶδε γὰρ ταῦτα ἡ Γραφὴ διαιρεῖν, ὅταν πρὸ φύσεως λέγῃ, καὶ ὅταν πρὸ ἐνεργείας· οἷον ὅταν λέγῃ· ∆εῖ φθάνειν τὸν ὄρθρον ἐπ' εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι. Ἐνταῦθα γὰρ τὸν ὄρθρον λέγει. Οὐ γὰρ εἶπε, Πρὸ ἡλίου, ἀλλὰ, Πρὸ ἀνατολῆς· οὐ, Πρὸ τῆς φύσεως· οὐδὲν γὰρ πρὸ τῆς φύσεως τοῦ ἡλίου γέγονεν· ἀλλὰ, Πρὸ ἀνατολῆς τοῦ ἡλίου, ἵνα τὸν ὄρθρον ἐμφήνῃ. Ἀλλαχοῦ δὲ ὅτε πρὸ τῆς φύσεως αὐτοῦ λέγει, οὐ λέγει, Πρὸ ἀνατολῆς, ἀλλὰ, Πρὸ τοῦ ἡλίου· ὡς ὅταν λέγῃ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ὥσπερ οὖν ἕτερον τὸ, Πρὸ ἡλίου, καὶ ἕτερον τὸ, Πρὸ ἀνατολῆς ἡλίου· τὸ μὲν γὰρ τὴν ἐνέργειαν τοῦ ἡλίου, καὶ τὸν ὄρθρον δηλοῖ, τὸ δὲ τὴν φύσιν· οὕτω δὴ καὶ ἐνταῦθα εἰ ἐβούλετο τὴν νύκτα δηλῶσαι, οὐκ ἂν εἶπε, Πρὸ ἑωσφόρου, ἀλλὰ, Πρὸ ἀνατολῆς ἑωσφόρου. Ἄλλως δὲ καὶ ὁ Χριστὸς τὸν ψαλμὸν τοῦτον οὐκ εἰς τὴν κατὰ σάρκα οἰκονομίαν, ἀλλ' εἰς τὴν κατὰ Πνεῦμα γέννησιν ἔλαβεν. Εἰπὼν γὰρ τοῖς Ἰουδαίοις, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος υἱός ἐστιν; ἐπειδὴ εἶπον, Τοῦ ∆αυῒδ, ἐπήγαγε τὸν ψαλμὸν, λέγων· Πῶς οὖν ∆αυΐδ φησιν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Εἰ οὖν Κύριος αὐτοῦ ἐστι, πῶς ὑμεῖς λέγετε, ὅτι υἱὸς αὐτοῦ ἐστι; Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ γνήσιον τῆς γεννήσεως παρέστησεν ἐνταῦθα. Τί οὖν; πρὸ τοῦ ἑωσφόρου μόνον ἐστίν; Οὐδαμῶς. Ἐπεὶ καὶ ἀλλαχοῦ φησι· Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ. Καὶ οὐ πρὸ τῆς σελήνης μόνον, ἐπεὶ καὶ περὶ τοῦ Πατρὸς λέγει· Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν, καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Οὐκ ἀπὸ τοῦ αἰῶνος μόνον, ἀλλὰ καὶ πρὸ τοῦ αἰῶνος· οὐδὲ γὰρ ἕως τοῦ αἰῶνος, ἀλλ' ἀπείρως ἐστί. Μὴ δὴ πρόσπταιε ταῖς λέξεσιν, ἀλλὰ θεοπρεπῶς δέχου τὴν ἔννοιαν. Καὶ ὅρα Προφήτου σοφίαν. Ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἤρξατο· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σε· ἀλλὰ πρότερον δείξας αὐτοῦ τὰ κατορθώματα, καὶ διὰ τῶν ἔργων ἀνακηρύξας αὐτὸν, ὕστερον ἀπὸ κυρίου δείκνυσιν αὐτοῦ τὴν ἀξίαν. Οὕτω καὶ αὐτὸς ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα μαθὼν, ὅτι ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, ὁ Κύριος καλούμενος ὡς ὁ Πατὴρ, ὁ μεθ' ἑαυτοῦ τὴν ἀρχὴν ἔχων, ὁ λαμπρότητα τοιαύτην ἐργαζόμενος, ὁ μεταξὺ τῶν ἐθνῶν κατακυριεύων, μὴ θορυβηθῇς, ἐὰν ἀκούσῃς, ὅτι οὗτος Υἱός ἐστι καὶ πρὸ τῆς κτίσεως ἁπάσης. Θαυμάζειν δὲ ἄξιον τὸν Προφήτην, πῶς τὰ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, τὰ δὲ ἐκ προσώπου αὐτοῦ φθέγγεται. Τὸ μὲν γὰρ, Κάθου ἐκ δεξιῶν μου, καὶ τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ἅπερ ἐστὶν ὑψηλότερα αὐτοῦ, αὐτὸν εἰσάγει τὸν Θεὸν λέγοντα· τὰ δὲ ἄλλα αὐτὸς διηγεῖται. Σκόπει δὲ καὶ πόσῃ κέχρηται οἰκειότητι τῆς λέξεως. Ἤρκει μὲν γὰρ καὶ τὸ εἰπεῖν, Ἐγέννησά σε· ἀλλὰ διὰ τοὺς χαμαὶ βαδίζοντας, ἵνα τὸ γνήσιον παραστήσῃ, καὶ ταύτης ἐμνημόνευσε τῆς ῥήσεως. Καὶ καθάπερ λέγων χεῖρα, οὐχ ἵνα ὑποπτεύσωμεν χεῖρα, λέγει, ἀλλὰ τὴν δημιουργικὴν δύναμιν· οὕτω καὶ γαστρὸς ἐμνημόνευσεν, ἵνα τὸ γνήσιον τῆς γεννήσεως παραστήσῃ.

ηʹ. Εἶτα βουλόμενος τὴν προφητείαν ἐν σχήματι δικαστοῦ συνθεῖναι, πρὸς αὐτὸν τὴν λαλιὰν ποιεῖται, ὅπερ σφοδροτάτης ἀγάπης ἦν καὶ χαρᾶς ὑπερβαλλούσης, καὶ ψυχῆς σφόδρα κατόχου θείῳ Πνεύματι γινομένης. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁρᾷς πῶς πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει, ποτὲ μὲν περὶ τῆς θεότητος, ποτὲ δὲ περὶ τῆς ἀνθρωπότητος διαλεγόμενος; ὅπερ καὶ οἱ εὐαγγελισταὶ ποιοῦσιν, ἵνα ἑκατέρωθεν ἡ ἀκρίβεια τῶν δογμάτων διατηρῆται. Καὶ διὰ τί εἶπε, Κατὰ τὴν τάξιν Μελχισεδέκ; Καὶ διὰ τὰ μυστήρια, ὅτι κἀκεῖνος ἄρτον καὶ οἶνον προσήνεγκε τῷ Ἀβραὰμ, καὶ διὰ τὸ ἐλευθέραν εἶναι τοῦ νόμου ταύτην τὴν ἱερωσύ νην, καὶ διὰ τὸ ἀτελεύτητον, καθάπερ καὶ Παῦλός φησι, καὶ ἄναρχον. Ὅπερ γὰρ ἐκεῖνος εἶχεν ἐν ταῖς σκιαῖς, τοῦτο ἐν τῇ ἀληθείᾳ γέγονεν ἐπὶ τοῦ Ἰησοῦ· καὶ καθάπερ τὰ ὀνόματα προέτρεχεν, ὡς Ἰησοῦς, ὡς Χριστὸς, οὕτω καὶ τοῦτο. Οὔτε ἀρχὴν οὖν ἡμερῶν φαίνεται ἔχων, οὔτε ζωῆς τέλος ὁ Μελχισεδὲκ, οὐ τῷ μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γενεαλογηθῆναι. Ὁ δὲ Ἰησοῦς οὐδὲ ἀρχὴν ἡμερῶν ἔσχεν, οὔτε ζωῆς τέλος, οὐ κατὰ τοῦτον τὸν τρόπον, ἀλλὰ τῷ καθ' ὅλου μὴ εἶναι ἐπ' αὐτοῦ ἀρχὴν χρονικὴν, μηδὲ τέλος. Τὸ μὲν γὰρ ἦν σκιὰ, τὸ δὲ ἀλήθεια. Ὥσπερ οὖν, Ἰησοῦς, ἀκούων, οὐ τὸν ἀληθῶς Ἰησοῦν ὑποπτεύεις, ἀλλὰ τοῦ ὀνόματος τὸν τύπον δέχῃ μόνον, καὶ οὐδὲν πλέον ἐπιζητεῖς· οὕτω καὶ ἀκούων τὸν Μελχισεδὲκ ἄναρχον καὶ ἀτελεύτητον, μὴ ἐν τῇ τῶν πραγμάτων ἀληθείᾳ αὐτὸν ζήτει, ἀλλ' ἀρκοῦ τῇ προσηγορίᾳ μόνῃ, τὴν δὲ ἀλήθειαν ἐπὶ τοῦ Χριστοῦ καταμάνθανε. Ὅρκον δὲ ὅταν ἀκούσῃς, μὴ ὅρκον νόμιζε. Ὥσπερ γὰρ θυμὸς, οὐ θυμὸς ἐπὶ Θεοῦ, ἀλλὰ τὸ τιμωρητικὸν, καὶ οὐ πάθος ἐστίν· οὕτως οὐδὲ ὅρκος. Οὐ γὰρ ὄμνυσι Θεὸς, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει Εἰπὼν τοίνυν τὴν λαμπρότητα τῶν ἁγίων, τὸ τεθῆναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, τὴν ἡμέραν τῆς δυνάμεως, λέγει καὶ τὰ παρόντα λοιπόν. Καὶ ὅρα οἵαν ποιεῖται τάξιν τῷ λόγῳ, τὸν σκληρὸν ἀκροατὴν καταμαλάσσων. Πρότερον γὰρ φοβήσας τῷ λόγῳ τῆς κρίσεως, καὶ τὸ δυσένδοτον αὐτοῦ μαλάξας, οὕτω καὶ τὸν περὶ τῶν παρόντων εἰσάγει λόγον. ∆ιὰ τοῦτο καὶ τοιαύτην ποιεῖται τὴν μίξιν. Σκόπει δέ· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοῦτο τῶν μελλόντων· εἶτα τὰ παρόντα· Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· εἶτα τὰ μέλλοντα· Μετὰ σοῦ ἡ ἀρχὴ, ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Εἶτα πάλιν τὰ παρόντα, οὐκέτι τιμωρίαν ἔχοντα, ἀλλ' εὐεργεσίαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτο γὰρ ἁμαρτίας ἀναίρεσις, καὶ καταλλαγὴ πρὸς Θεόν. Εἶτα ἐπιμείνας αὐτοῖς ὅσον ἠβούλετο, πάλιν τῆς οἰκονομίας ἅπτεται, ἐπὶ τὸ ταπεινότερον τὸν λόγον μετασχηματίζων, καὶ λέγων· Κύριος ἐκ δεξιῶν σου. Καίτοι ἄνω ἔλεγεν, ὅτι αὐτὸς κάθηται ἐν δεξιᾷ τοῦ Πατρός. Ὁρᾷς πῶς οὐχ ἁπλῶς χρὴ ταῖς λέξεσι παρακαθῆσθαι; Τί ἐστι, Κύριος ἐκ δεξιῶν σου; Ἐπειδὴ τῆς οἰκονομίας ἥψατο, ἐπὶ τὴν σάρκα τὸν λόγον τρέπει τὴν βοήθειαν δεχομένην. Ὁρᾶται γὰρ ἀγωνιῶν, καὶ ἱδρῶν, καὶ οὕτως ἱδρῶν, ὡς καὶ θρόμβους καταῤῥεῖν, καὶ ἐνισχυόμενος. Τοιαύτη γὰρ τῆς σαρκὸς ἡ φύσις. Συνθλάσει ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Οὐκ ἄν τις ἁμάρτοι τοῦτο καὶ περὶ τῶν παρόντων λέγων τῶν ἐπανισταμένων τῇ Ἐκκλησίᾳ, καὶ περὶ τῶν μελλόντων δώσειν εὐθύνας, ὑπὲρ ὧν ἥμαρτον καὶ ἠσέβησαν. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Τί ἐστι, Κρινεῖ ἐν τοῖς ἔθνεσι; ∆ικάσει, φησὶ, κατακρινεῖ τοὺς δαίμονας. Καὶ ὅτι ἔκρινεν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω. Καὶ ἀλλαχοῦ· Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ δὲ αἰσθητικωτέρᾳ τῇ λέξει κέχρηται, μὴ προσπταίσῃς. Ἔθος γὰρ τῇ Γραφῇ τοῦτο. Συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Εἰ μὲν κατὰ ἀναγωγὴν βούλοιο τοῦτο δέχεσθαι, τὴν ἀπόνοιαν εἴποι τις ἂν ὅτι καθελεῖ· εἰ δὲ καὶ αἰσθητῶς, τὴν συμφορὰν τὴν Ἰουδαϊκὴν, οὓς ἀπώλεσεν ἄρδην μετὰ πολλῆς τῆς σφοδρότητος. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Ἐνταῦθα δείκνυσι τὸ ταπεινὸν τῆς διαίτης, τὸ εὐτελὲς τῆς διαγωγῆς, ὅτι δὴ οὐ σοβῶν, οὐδὲ δορυφόρους ἔχων, οὐδὲ φαντασίαν τινὰ περικείμενος αἰσθητὴν ταῦτα ἔπραττεν, ἀλλὰ λιτὸν βίον μετιὼν, καὶ τοιοῦτον, ὡς ἐκ χειμάῤῥου πίνειν. Οἵα γὰρ ἦν αὐτῷ ἡ τράπεζα, τοιοῦτον καὶ τὸ ποτόν. Ἡ τράπεζα ἄρτοι κρίθινοι, τὸ ποτὸν ὕδωρ ἀπὸ τοῦ χειμάῤῥου. Τὴν γὰρ φιλόσοφον ταύτην δίαιταν ἦλθε διδάξων, γαστρὸς κρατεῖν, φαντασίαν πατεῖν, τῦφον ἀποστρέφεσθαι. Εἶτα δεικνὺς τῆς ζωῆς τὸ κέρδος, τοῦτο ἐπήγαγε· ∆ιὰ τοῦτο ὑψώσει κεφαλήν. Τῆς γὰρ ταπεινοφροσύνης καὶ τοῦ σκληροῦ βίου οὗτος ὁ καρπός.

θʹ. Ταῦτα δὲ οὐ περὶ τῆς θεότητος εἴρηται, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς πινούσης ἐκ χειμάῤῥου, τῆς ὑψωθείσης. Οὐ μόνον γὰρ οὐδὲν αὐτὴν παρέβλαψεν αὕτη ἡ εὐτέλεια, ἀλλὰ καὶ πρὸς ὕψος ἀνήγαγεν ἄφατον. Καὶ σὺ τοίνυν, ὦ ἀγαπητὲ, ἔχων τὰ ὑποδείγματα, τὸν μὲν φλεγμαίνοντα καὶ φαντασίας γέμοντα βίον ἀτίμαζε· τὸν δὲ εὐτελῆ καὶ ἐσχεδιασμένον δίωκε, εἴ γε βούλει λαμπρός τις εἶναι καὶ μέγας. Καὶ γὰρ ὁ ∆εσπότης σου διὰ τοῦτο ἦλθεν, ἵνα ταύτην σε διδάξῃ τὴν ὁδόν. ∆ιά τοι τοῦτο καὶ ὁ προφήτης εἰπὼν τὰ κατορθώματα, ἐπήγαγε τοῦτο αὐτὸ, μονονουχὶ λέγων· Ἀκούσας νίκην καὶ τρόπαια, μὴ ἔλπιζε ὅπλα καὶ στρατιώτας, καὶ ἅρματα, καὶ ἵππους, καὶ ἱππέας, καὶ ὁπλίτας, καὶ θορύβους, καὶ ταραχὰς ἰδεῖν. Οὕτω ταπεινός ἐστιν ὁ ταῦτα κατορθῶν, οὕτω συνεσταλμένος, ὡς ἐκ χειμάῤῥου πίνειν ὕδωρ· ἀλλ' ὅμως οὗτος ὁ τοιοῦτος ταῦτα ἅπαντα ἀνύσει. Ἀκουέτωσαν οἱ τὰς Συβαριτικὰς ἔχοντες τραπέζας, καὶ τὰ ἐδέσματα, καὶ πᾶν εἶδος καρυκείας ἐπινοοῦντες, καὶ ποικίλα μαγείρων γένη πανταχόθεν συλλέγοντες, καὶ ναύτας καὶ κυβερνήτας καὶ κωπηλάτας καταλέγοντες, ἵνα ξένα τινὰ γένη καὶ οἴνου καὶ μύρων καὶ τῆς ἄλλης βλακείας κομίσωσι, καὶ πρὸς αὐτὸ ἑαυτοὺς καταποντίσωσι τὸ βάραθρον, καὶ πάντων γένωνται ταπεινότεροι. Οὔτε γὰρ ὑψηλὸν εἴωθε ποιεῖν τὸ πλειόνων δεῖσθαι, οὔτε ταπεινὸν τὸ ὀλίγων εἶναι ἐν χρείᾳ. Καὶ εἰ βούλεσθε, ἑκατέρων τὴν εἰκόνα ἀναπλάσωμεν, καὶ ἔστω τις πολλοὺς ἔχων τοὺς πανταχόθεν χορηγοῦντας, καὶ ναύτας καὶ κυβερνήτας, καὶ χειροτέχνας καὶ οἰκέτας, καὶ ὑφάντας καὶ ποικιλτὰς, καὶ βουκόλους καὶ ποιμένας, καὶ ἱπποκόμους καὶ ἱπποφορβοὺς, καὶ πολλὴν ἐν ἅπασιν ἐχέτω τὴν θεραπείαν· ἕτερος δὲ μηδενὸς τούτων ἀπολαυέτω, ἀλλ' ἄρτου μόνου καὶ ὕδατος καὶ ἱματίου ψιλοῦ· τίς ἐν τούτοις ὁ ὑψηλός; τίς δὲ ὁ ταπεινός; Οὐκ εὔδηλον, ὅτι ὁ τὸ ἱμάτιον μόνον ἔχων; Οὗτος μὲν γὰρ καὶ αὐτοῦ τοῦ βασιλεύοντος καταφρονῆσαι δυνήσεται· ἐκεῖνος δὲ πάντων τῶν ταῦτα παρεχόντων δοῦλός ἐστιν, ὑποκύπτων, κολακεύων, θεραπεύων ἅπαντας, δεδοικὼς μή τις αὐτὸν καταλιπὼν εἰς τὰ καίρια βλάψῃ· οὐδὲν γὰρ οὕτω ποιεῖ δοῦλον, ὡς τὸ πολλῶν δεῖσθαι· ὥσπερ οὖν ἐλεύθερον, ὡς τὸ τῆς χρείας εἶναι μόνης. Τοῦτο καὶ ἐπ' ἀλόγων ἴδοι τις ἄν. Τί γὰρ ὄφελος ὄνῳ βαλλομένῳ μεγέθει φορτίων, κἂν μυριάκις αὐτῶν ἀπολαύῃ; τί δὲ βλάβος ἑτέρῳ τούτων ἀπηλλαγμένῳ πάντων, ἂν τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς; ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ὑψηλοὺς τοὺς ἑαυτοῦ κατασκευάζων μαθητὰς, ἅτε μέλλοντας τῇ οἰκουμένῃ διαλέξεσθαι πάσῃ, πασῶν αὐτοὺς ἀπήλλαξε φροντίδων, πτερωτοὺς ἐργαζόμενος, καὶ ἀδάμαντος εὐτονωτέρους. Οὐδὲν γὰρ οὕτως ἰσχὺν ἐντίθησι ψυχῇ, ὡς τὸ τούτων ἀπηλλάχθαι· οὐδὲν οὕτως ἀσθενῆ ποιεῖ, ὡς τὸ τούτοις ἐνέχεσθαι. Ὥσπερ γὰρ οὐκ ἔστι λύπην εὑρεῖν ἐνταῦθα ταχέως, οὕτως ἐκεῖ ἡδονήν. Ὁ μὲν γὰρ πολλοὺς ἔχει δεσπότας καὶ δεσποίνας ἀνημέρους τινὰς καὶ ἀπανθρώπους· ὁ δὲ δουλεύει μὲν οὐδενὶ, κρατεῖ δὲ ἁπάντων, μετὰ πολλῆς τῆς ἀδείας, καὶ τῆς ἀκτῖνος ἀπολαύων, καὶ τῷ ἀέρι ἐντρυφῶν, καὶ τὸν διενοχλοῦντα οὐκ ἔχων. Οὐ θυμὸς σπαράσσει τοῦτον, οὐ φθόνος, οὐ βασκανία, οὐ φροντίδες τήκουσιν, οὐ ζηλοτυπίαι, οὐ κενοδοξία, οὐ τῦφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ὥσπερ τις λιμὴν εὐδιεινὸς κυμάτων ἀπηλλαγμένος, οὕτως αὐτῷ τὰ τῆς ψυχῆς διάκειται, καὶ πρὸς τὸν οὐρανὸν εὐκόλως ὁδεύει, οὐδενὶ τῶν παρόντων κατεχόμενος. Ἵν' οὖν καὶ ἡμεῖς ταύτης ἀπολαύωμεν τῆς ἀδείας, καὶ τῆς κατὰ τὸν παρόντα βίον εὐθυμίας, καὶ τῆς εὐκολίας τῆς κατὰ τὴν ἀποδημίαν, τοῦτον διώκωμεν τὸν βίον, ὥστε καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι, τῶν ὑπερβαλλόντων ἅπαντα λόγον, καὶ νοῦν, καὶ διάνοιαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΙʹ ΨΑΛΜΟΝ.

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

αʹ. Τί ἐστιν, Ἐν ὅλῃ; Μετὰ προθυμίας ἁπάσης, συντεταμένως, ἀπαλλαγεὶς τῶν βιωτικῶν φροντίδων, καὶ μετάρσιος γενόμενος, καὶ τὴν ψυχὴν ἀπολύσας τῶν δεσμῶν τοῦ σώματος. Ἐν καρδίᾳ. Οὐχ ἁπλῶς ἐν ῥήμασι, οὐδὲ ἐν γλώττῃ καὶ στόματι μόνον, ἀλλὰ καὶ μετὰ τῆς διανοίας. Οὕτω καὶ Μωϋσῆς νομοθετῶν ἔλεγεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Ἐνταῦθα γάρ μοι τὴν ἐξομολόγησιν τὴν εὐχαριστίαν δοκεῖ λέγειν. Ὑμνήσω, φησὶν, εὐχαριστήσω. Καὶ γὰρ ἅπαντα τὸν βίον εἰς τοῦτο ἀνήλισκεν, καὶ ἐντεῦθεν προοιμιάζεται, καὶ εἰς τοῦτο καταλήγει· καὶ τοῦτο ἦν ἔργον αὐτοῦ διαπαντὸς, τὸ καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γενομένων, καὶ ὑπὲρ τῶν εἰς ἄλλους εὐεργεσιῶν τὴν εὐχαριστίαν ἀναφέρειν. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ὡς τοῦτο ἐπιζητεῖ· τοῦτο θυσία, τοῦτο προσφορὰ, τοῦτο ψυχῆς εὐγνώμονος σημεῖον, τοῦτο πληγὴ κατὰ τοῦ διαβόλου· ἐντεῦθεν ὁ μακάριος Ἰὼβ ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, ὅτι μυρίων πειρασμῶν ἐπενεχθέντων αὐτῷ, καὶ τῆς γυναικὸς ὑποσκελιζούσης, οὐ περιετράπη, ἀλλ' ἔμενεν εὐχαριστῶν τῷ ∆εσπότῃ περὶ πάντων, οὐχ ἡνίκα ἐπλούτει, ἀλλὰ καὶ ἡνίκα πένης ἐγένετο· οὐχ ἡνίκα ὑγίαινεν, ἀλλὰ καὶ ἡνίκα ἐπλήγη τὴν σάρκα· οὐχ ὅτε κατὰ ῥοῦν αὐτῷ τὰ πράγματα ἐφέρετο, ἀλλὰ καὶ ὅτε χαλεπὸς ἐκεῖνος ὁ χειμὼν κατέσκηψεν εἰς πᾶσαν αὐτοῦ τὴν οἰκίαν, καὶ εἰς αὐτὴν τοῦ σώματος τὴν φύσιν. Τοῦτο γὰρ μάλιστα εὐχα ρίστου γνώμης ἐν ταῖς θλίψεσι καὶ ταῖς δυσημερίαις πολλὴν εἰδέναι τῷ Θεῷ τὴν χάριν, καὶ διαπαντὸς μένειν εὐχαριστοῦντα· ὅπερ οὖν καὶ αὐτὸς αἰνιττόμενος διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἐν εὐθυμίᾳ μὲν ὄντες εὐχαριστοῦσι, τὰ ἐναντία δὲ πάσχοντες δυσχεραίνουσιν· εἰσὶ δὲ οἳ καὶ τῶν γινομένων ἐπιλαμβάνονται· δεικνὺς ὅτι οὐ παρὰ τὴν φύσιν τῶν συμβαινόντων, ἀλλὰ παρὰ τὴν διεστραμμένην γνώμην τοῦτο γίνεται, ἐπήγαγε λέγων· Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου. Τοῦτο εἶπε δεικνὺς, ὅτι δικαστοῦ χρεία ἀδεκάστου καὶ συλλόγου μὴ διεφθαρμένου, καὶ δῆλα ἔσται τὰ ἔργα τοῦ Θεοῦ, ὅτι μέγαλα, ὅτι πολλοῦ θαύματος ἀνάμεστα. Ἔστι μὲν γὰρ καὶ καθ' ἑαυτὰ μεγάλα, οὐ δείκνυται δὲ μεγάλα, ἐὰν μὴ κριτὴν ὀρθὸν ἔχῃ. Ἐπεὶ καὶ ὁ ἥλιος καθ' ἑαυτὸν φαιδρὸς καὶ διαυγὴς, καὶ τὴν οἰκουμένην διαλάμπει πᾶσαν ἀλλὰ τοῖς κατὰ ὄψεις νοσοῦσιν οὐκ ἔστι τοιοῦτος. Ἀλλ' οὐ τοῦ ἡλίου τὸ ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀσθενείας τὸ ἐλάττωμα. Ὅταν τοίνυν ἴδῃς τινὰ κατηγοροῦντα τῶν ἔργων Θεοῦ, μὴ τὰ ἔργα διάβαλλε διὰ τὴν ἐκείνου κακίαν, ἀλλὰ τῆς ἐκείνου ἀνοίας λάμβανε μέγιστον δεῖγμα ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας. Ὥσπερ γὰρ ὁ τὸν ἥλιον λέγων σκοτεινὸν, οὐ τὸ ἄστρον διέβαλεν, ἀλλὰ τῆς αὐτοῦ πηρώσεως ἐξήνεγκεν ἔλεγχον ἀκριβῆ· καὶ ὁ τὸ μέλι πικρὸν ὀνομάζων, οὐ τὴν γλυκύτητα τὴν ἐκείνου συνεσκίασεν, ἀλλὰ τῆς νόσου τῆς ἑαυτοῦ κατηγορίας συνεστήσατο τὴν ψῆφον· οὕτω δὴ καὶ ὁ τῶν ἔργων τοῦ Θεοῦ ἐπιλαμβανόμενος. Καὶ ὥσπερ οὗτος ἐκεῖνα μὲν οὐ λυμαίνεται, οὐδὲ τὴν περὶ αὐτῶν ὑπόληψιν, τῆς δὲ ἀνοίας τῆς ἑαυτοῦ μεγίστην ἐκφέρει κατηγορίαν· οὕτω δὴ καὶ περὶ τῶν ἔργων τοῦ Θεοῦ οἱ μὴ κρίσιν ὀρθὴν ἔχοντες, οὐκ ἴσασιν οὐδὲ τὰ θαύματα τὰ γενόμενα· ὡς εἴ τις ἀδέκαστον ἔχοι ψυχὴν καὶ μὴ διεστραμμένην, ἕκαστον καὶ τῶν δοκούντων εἶναι δυσχερῶν ἐκπλαγήσεται. Τί γὰρ οὐ θαυμαστὸν, εἰπέ μοι, τῶν γινομένων; Καὶ εἰ βούλει, παραδραμόντες τὰ ἄλλα πάντα ἔλθωμεν ἐπὶ τὰ δοκοῦντα εἶναι τοῖς πολλοῖς ἐπαχθῆ καὶ φορτικὰ, τὸν θάνατον, τὴν νόσον, τὴν πενίαν, καὶ ὅσα τοιαῦτα. Εἰ γάρ τις εὐθεῖαν ἔχοι καρδίαν, καὶ ταῦτα σφόδρα ἀποδέξεται καὶ θαυμάσεται. Εἰ γὰρ καὶ ἐξ ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, ἀλλ' ὅμως τοσαύτη τοῦ Θεοῦ ἡ περιουσία, καὶ ἡ φιλανθρωπία, καὶ τῆς κηδεμονίας ἡ ὑπερβολὴ, ὡς καὶ τούτῳ εἰς δέον χρήσασθαι τῷ γένει τῷ ἡμετέρῳ. Τί γὰρ, εἰπέ μοι, βαρὺ ὁ θάνατος ἔχει; Οὐκ ἀπαλλαγὴ πόνων ἐστίν; οὐ λύσις φροντίδων; Οὐκ ἀκούεις τοῦ Ἰὼβ αὐτὸν ἐγκωμιάζοντος, καὶ λέγοντος· Θάνατος ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη; Οὐκ ἐκκοπὴ κακίας; Ἄν τε γὰρ πονηρὸς ᾖ τις, διεκόπη τὰ τῆς κακίας αὐτοῦ τελευτήσαντος· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν, οὐκέτι προστίθησιν ἁμαρτίαν· ἄν τε ἀγαθὸς ὢν ἀπέλθῃ, ἐν ἀσφαλεῖ κείσεται τὰ τῆς ἀρετῆς αὐτῷ πάντα, καὶ ἐν ἀσύλῳ θησαυρῷ. Τοὺς δὲ ζῶντας, εἰπέ μοι, οὐ ποιεῖ σωφρονεστέρους καὶ ἐπιεικεστέρους; Οὐχ ὁρᾷς ὅτι πολλάκις ἐν ἐκφορᾷ παραγενόμενοι οἱ πλουτοῦντες, καὶ τετυφωμένοι καὶ τὰς ὀφρῦς ἀνασπῶντες, ὅταν ἴδωσι τὸ σῶμα κείμενον κωφὸν καὶ ἀκίνητον, καὶ παιδία ἐν ὀρφανίᾳ, καὶ γυναῖκα ἐν χηρείᾳ, καὶ φίλους ἐν κατηφείᾳ, καὶ οἰκέτας μελανειμονοῦντας, καὶ ἅπαν τῆς οἰκίας σκυθρωπὸν τὸ σχῆμα, πῶς συστέλλονται; πῶς ταπεινοῦνται; πῶς συντρίβονται; Καὶ γὰρ μυρίας ἀπολαύσαντες διδασκαλίας, καὶ μηδὲν κερδάναντες, ἀπὸ τῆς ὄψεως ἐκείνης ἀθρόον φιλοσοφοῦσι, τό τε εὐτελὲς καὶ ἐπίκηρον τῆς ἀνθρωπίνης καταμανθάνοντες φύσεως, καὶ τὸ σαθρὸν καὶ ἄστατον τῆς αὐτῶν δυναστείας, καὶ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰς ἑαυτῶν προορῶντες μεταβολάς.

βʹ. Εἰ γὰρ θανάτου ὄντος, τοσαῦται ἁρπαγαὶ, τοσαῦται πλεονεξίαι, καὶ καθάπερ οἱ ἰχθύες καταπίνουσι τοὺς καταδεεστέρους οἱ δυνατώτεροι· εἰ μὴ θάνατος ἦν, πότε ἂν ἔστησαν πλεονεξίας; Εἰ γὰρ εἰδότες, ὅτι οὐκ ἀπολαύσονται ὧν ἁρπάσωσιν, ἀλλὰ ἑκόντες καὶ ἄκοντες ἐκστήσονται ἑτέροις, οὕτω μαίνονται καὶ λυττῶσιν· εἰ τοῦτο εἶχον ἐν ἀσφαλείᾳ, πότε ἂν αὐτοῖς ἐσβέσθη τὰ τῆς ἐπιθυμίας τῆς πονηρᾶς; Τί δέ; τοῦ μαρτυρίου οἱ στέφανοι οὐ διὰ θανάτου πλέκονται; Τί δὲ ὁ Παῦλος; οὐ μυρία ἔστησε τρόπαια, λέγων· Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν; Οὐ γὰρ ὁ θάνατος κακὸς, ἀλλ' ὁ πονηρὸς θάνατος κακός. ∆ιὰ τοῦτό φησι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἀλλαχοῦ δέ φησι· Θάνατος ἁμαρτωλῶν πονηρός· τοῦτο λέγων πονηρὸν, τὸ μετὰ τοῦ πονηροῦ συνειδότος ἀπελθεῖν, καὶ πολλαῖς πλημμελημάτων φροντίσι βεβαρημένον καὶ πιεζόμενον. Ὡς ὅ γε καθαρὸν ἔχων συνειδὸς, ἐπὶ τὰ βραβεῖα τρέχει, πρὸς τὸν στέφανον ἀναχωρεῖ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ τῶν ἀνθρώπων γνώμη, αὕτη τὸν θόρυβόν ἐστιν ἡ ποιοῦσα, ἄκουσον ὁ Παῦλος πῶς ἐπιζητεῖ τοῦτο, νῦν μὲν λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ στενάζομεν, τὴν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· νῦν δὲ τὸ αὐτὸ δηλῶν ἀλλαχοῦ· Ἀλλ' εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Εἰ δὲ θάνατος οὐ φορτικὸν, ἀλλὰ καὶ ποθεινὸν τοῖς ὀρθῶς βιοῦσι, πολλῷ μᾶλλον πενία καὶ τὰ ἄλλα ἅπαντα. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἄλλος, Ἐξηκριβωμένα. Ἐνταῦθά μοι περὶ τῶν κτισμάτων δοκεῖ διαλέγεσθαι, ἀνακηρύττων τοῦ Θεοῦ τὴν σοφίαν· ἀνωτέρω δὲ ἔργα ἔλεγεν εἰ καὶ ἡμεῖς διὰ τοὺς μικροψύχους καὶ ἑτέρας διανοίας εἰς ταῦτα ἡψάμεθα, τὰ τεράστια, τὰ θαύματα, ἃ πολλάκις ἐπετέλεσε τὸ τῶν ἀνθρώπων οἰκονομῶν γένος. Τί δέ ἐστιν, Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ; Ἠκριβωμένα, φησὶ, καθάπερ καὶ ἕτερος ἑρμηνευτὴς εἶπε, παρεσκευασμένα, ἀπηρτισμένα, γεγενημένα, πεπληρωμένα, ἀρκοῦντα τὰ θελήματα αὐτοῦ ποιεῖν, ἱκανὰ μαρτυρεῖν τὴν δύναμιν αὐτοῦ, οὐ χωλεύοντα, οὐδὲ ἐνδεῶς ἔχοντα εἰς τὸ ἀνῦσαι αὐτοῦ τὰ ἐπιτάγματα, ὅπερ καὶ ἀλλαχοῦ φησι· Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεύματα καταιγίδος τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τουτέστι, τὰ προστάγματα αὐτοῦ. Οὕτω καὶ ὁ Προφήτης ἔλεγεν· Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ. Οὐ μόνον δὲ πρὸς ἅπερ ἐστὶ κατεσκευασμένα ταῦτα ἀνύει· ἀλλὰ κἂν τἀναντία ἐπιτάξῃ, καὶ ἐνταῦθα πολλὴ ἡ ὑπακοή. Τῇ γοῦν θαλάττῃ ἐπέταξε, καὶ οὐ μόνον οὐ κατεπόντισεν, ὅπερ αὐτῆς ἔργον ἦν, ἀλλὰ στορέσασα αὐτῆς τὰ κύματα, πέτρας ἀσφαλέστερον τὸν Ἰουδαίων δῆμον διεβίβασεν, Ἡ κάμινος οὐ μόνον οὐκ ἔκαιεν, ἀλλὰ καὶ δρόσον παρεῖχε διασυρίζουσαν. Τὰ θηρία οὐ μόνον οὐ κατήσθιεν, ἀλλὰ καὶ σωματοφυλάκων ἐπεῖχε χώραν ἐπὶ τοῦ ∆ανιήλ. Τὸ κῆτος οὐ μόνον οὐ κατέπινεν, ἀλλὰ καὶ σώαν τὴν παρακαταθήκην διετήρει. Ἡ γῆ οὐ μόνον οὐκ ἐβάστασεν, ἀλλὰ καὶ θαλάττης χαλεπώτερον κατεπόντισεν, ὅτε ἠνοίχθη καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· καὶ πολλὴν ἑτέραν ἴδοι τις ἂν τερατουργίαν ἐν τοῖς οὖσι γενομένην· ἵνα μάθωσιν οἱ σφόδρα ἀνοηταίνοντες, καὶ φύσιν θεοποιοῦντες, ὅτι οὐ τυραννίδι φύσεως τὰ πράγματα ἄγεται, ἀλλὰ βουλῇ Θεοῦ πάντα εἴκει καὶ παραχωρεῖ. Αὕτη γάρ ἐστιν ἡ τῆς φύσεως δημιουργὸς, καὶ πρὸς τὸ αὑτῇ δοκοῦν πάντα τὰ ὄντα μεταῤῥυθμίζουσα, καὶ νῦν μὲν ἀκινήτους αὐτῶν διατηροῦσα τοὺς ὅρους, νῦν δὲ, ἐπειδὰν βουληθῇ, ῥᾳδίως αὐτοὺς ἀνασπῶσα, καὶ πρὸς τὸ ἐναντίον μεταβάλλουσα. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Εἰς τὰ προστάγματα αὐτοῦ, φησὶν, εἰς τὰ ἐπιτάγματα αὐτοῦ· οὐ μόνον δὲ εἰς τὰ ἐπιτάγματα αὐτοῦ, ἀλλὰ καὶ εἰς τὸ γινώσκεσθαι αὐτὸν παρὰ τῶν ἀνθρώπων, ὅπερ καὶ προηγούμενον αὐτοῦ θέλημα, καὶ διὸ μάλιστα ταῦτα ἐποίησεν. Ὃ τοίνυν ὁ Προφήτης λέγει, τοιοῦτόν ἐστιν· ὅτι οὕτως ἐστὶν ἀπηρτισμένα, ὡς τοῖς προσέχουσι καὶ νοῦν ἔχουσιν ἀκριβεστάτην καὶ σαφῆ καὶ τρανοτάτην τὴν περὶ αὐτοῦ γνῶσιν ἐντιθέναι τῇ διανοίᾳ τῶν ἀνθρώπων. Καὶ γὰρ καὶ πρὸς τοῦτο μάλιστα τὸ θέλημα αὐτοῦ ἐξ ἀρχῆς αὐτὰ κατεσκεύασε, τῷ μεγέθει, τῷ κάλλει, τῇ θέσει, τῇ ἐνεργείᾳ, τῇ διακονίᾳ, τοῖς ἄλλοις ἅπασιν ἀνακινῶν τὴν ψυχὴν τοῦ θεατοῦ, καὶ τὴν διάνοιαν διεγείρων εἰς τὸ ζητῆσαι τὸν δημιουργὸν καὶ ἀριστοτέχνην Θεὸν, καὶ προσκυνῆσαι τὸν ποιήσαντα αὐτὰ, καὶ ἀντὶ βιβλίων καὶ γραμμάτων γενέσθαι ἅπαν τὸ σῶμα τῆς κτίσεως.

γʹ. Οὐκ εἰς θεογνωσίαν δὲ μόνον, ἀλλὰ καὶ εἰς πολιτείαν ἡμῖν μεγίστην εἰσάγει διδασκαλίαν τὰ κτίσματα. Ὅ τε γὰρ πλεονέκτης, ἐπειδὰν ἴδῃ τὴν ἡμέραν τῇ νυκτὶ παραχωροῦσαν, καὶ τὸν ἥλιον τῇ σελήνῃ, αἰδεσθήσεται τῶν στοιχείων τὴν εὐταξίαν, κἂν δυνατώτερος ᾖ, τῶν καταδεεστέρων οὐκ ἐπιθυμήσει πραγμάτων· ὅ τε μοιχὸς καὶ ἀκόλαστος, ἐπειδὰν ἴδῃ τὴν θάλατταν μαινομένην, εἶτα χαλινουμένην ὑπὸ τὸν αἰγιαλὸν, πάλιν τῶν ἀτάκτων ὑδάτων αἰδούμενος τὴν εὐταξίαν, ταχέως καταστεῖλαι δυνήσεται τὴν ἑαυτοῦ κορυφουμένην ἐπιθυμίαν, καὶ τῷ φόβῳ τοῦ Χριστοῦ χαλινῶσαι τὴν εἰς τὸ πρόσω φορὰν, καὶ διαλῦσαι τὸν ἀφρὸν ἅπαντα τῆς ἀκολάστου ταύτης ὁρμῆς, καὶ εἰς σωφροσύνην ἐπαναγαγεῖν. Καὶ περὶ ἀναστάσεως δὲ εἰς τὴν χέρσον ἀπιδὼν εὐκόλως δυνήσεται φιλοσοφεῖν, καὶ τὸν περὶ αὐτῆς δέξασθαι λόγον. Ὅταν γὰρ ἴδῃ τὴν γῆν δεχομένην κόκκον σίτου στερεὸν, εἶτα πρότερον διαλύουσαν καὶ σήπουσαν, καὶ πολλῷ βελτίονα τίκτουσαν· ὅταν ἴδῃ τὴν ἄμπελον ἐν χειμῶνι γυμνὴν φύλλων, καὶ ἑλίκων, καὶ βοτρύων, καὶ αὐτὸ ξηρὸν ξύλον, ὡς τὰ ὀστᾶ τὰ ξηρὰ, εἶτα ἔαρος ἐπιστάντος τὴν εὐμορφίαν ἅπασαν ἀπολαμβάνουσαν· ἐν τοῖς σώμασι τῶν φυτῶν καὶ τῶν σπερμάτων τῶν μετὰ τὸ διαφθαρῆναι ἀνισταμένων, δυνήσεται καὶ περὶ τῆς ἑαυτοῦ σαρκὸς φιλοσοφεῖν. Τὸ φιλόπονον δὲ πάλιν ἀπὸ τοῦ μύρμηκος εἴσεται, καὶ τὸ φιλόκαλον ἀπὸ τῆς μελίττης, καὶ τὸ κοινωνικὸν, καθάπερ ἡ Παροιμία φησίν· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστίν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται. Καίτοι οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη. Καὶ γὰρ αὐτή σοι πάλιν ἡ μέλιττα διαλέξεται, ὥστε μὴ θαυμάζειν ἁπλῶς τὰ κάλλη τῶν σωμάτων, ὅταν ψυχῆς ἀρετὴ μὴ ᾖ, μηδὲ ἐξευτελίζειν τὴν ἀμορφίαν, ὅταν ἡ ψυχὴ κεκαλλωπισμένη τύχῃ. Ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ὁ παροιμιαστὴς ἔλεγε· Μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Ἐννόησόν μοι τοὺς ὄρνιθας, καὶ δέξῃ ἐκεῖθεν φιλοσοφίαν. ∆ιά τοι τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Εἰ γὰρ τὰ ἄλογα οὐ μεριμνῶσι περὶ τροφῆς, ποίαν ἕξεις ἀπολογίαν μηδὲ τοσαύτην ἐπιδεικνύμενος ὑπεροψίαν τῶν παρόντων, ὅσην οἱ ὄρνιθες; Εἰ δὲ καὶ καλλωπισμοῦ βούλει καταφρονῆσαι, παιδεύσει σε τὰ ἄνθη τοῦ ἀγροῦ, μὴ εἶναί σε φιλόκοσμον. Ὅπερ καὶ αὐτὸ δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἐμβλέψατε εἰς τὰ κρίνα τοῦ ἀγροῦ, ὅτι οὐ νήθουσιν, οὐδὲ κοπιῶσιν. Ἀμὴν λέγω ὑμῖν, οὐδὲ Σολομὼν περιεβάλετο ὡς ἓν τούτων. Ὅταν τοίνυν ἐθέλῃς σπουδάζειν περὶ κάλλη ἱματίων, ἐννόησον ὅτι ὅσα ἂν φιλονεικήσῃς, παρὰ τῷ χόρτῳ τὰ νικητήρια, καὶ οὐ δυνήσῃ πρὸς ἐκεῖνον ἁμιλληθῆναι· καὶ κατάλυσον τὴν ἄλογον ταύτην μανίαν. Καὶ ἕτερα πολλὰ, καὶ ἀπὸ τῶν ἀλόγων, καὶ ἀπὸ τῶν ἀνθῶν, καὶ ἀπὸ τῶν σπερμάτων ἔστι φιλοσοφεῖν. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ. Τουτέστιν, ἕκαστον τῶν ἔργων αὐτοῦ· οὐ γὰρ δὴ περὶ ἑνὸς ἔργου ταῦτά φησιν. Ἕτερος δὲ ἑρμηνευτὴς εἶπεν· Ἔπαινος καὶ ἀξίωμα ἡ ἐργασία αὐτοῦ· οὗτος δὲ, Ἐξομολόγησις, τουτέστιν, εὐχαριστία καὶ δόξα. Ἕκαστον γὰρ τῶν ὁρωμένων ἱκανὸν εἰς εὐχαριστίαν τὸν θεατὴν παραπέμψαι, εἰς ὕμνον, εἰς εὐφημίαν, εἰς δοξολογίαν. Οὐκ ἔστιν εἰπεῖν· ∆ιὰ τί τοῦτο; εἰς τί τοῦτο; ἀλλὰ καὶ τὸ σκότος καὶ ἡ ἡμέρα, καὶ ὁ λιμὸς καὶ ἡ εὐθηνία, καὶ ἡ ἔρημος καὶ ἡ ἀοίκητος, καὶ ἡ λιπαρὰ καὶ ἡ βαθύγειος, καὶ ζωὴ καὶ θάνατος, καὶ πάντα τὰ ὁρώμενα τοῖς μετὰ ἀκριβείας αὐτὰ καταμανθάνουσιν ἱκανὰ καὶ δυνατὰ πρὸς εὐχαριστίαν διεγεῖραι. Τοῦτο γοῦν δηλῶν διά τινος προφήτου ὁ Θεὸς ἔλεγεν, ἀντ' εὐεργεσίας τὰς τιμωρίας τιθείς· Κατέστρεψα αὐτοὺς, ὡς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα· ἐπάταξα αὐτοὺς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ. Καὶ πάλιν δι' ἄλλου· Ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην αὐτούς· εἰς εὐεργεσίας τὰς τιμωρίας μεταλαμβάνων. Οὕτω καὶ ταῦτα· καὶ γὰρ καὶ ταῦτα εὐεργετοῦντα, διορθοῦντα, παιδεύοντα, παιδαγωγοῦντα, ἐκκόπτοντα τὴν κακίαν ἐστίν. Ἄνθρωποι μὲν γὰρ τὰ μὲν εὐεργετοῦντες ποιοῦσι, τὰ δὲ μισοῦντες καὶ ἀποστρεφόμενοι· ὁ δὲ Θεὸς φιλῶν ποιεῖ πάντα, οἷον εὐεργετῶν ἔθετο ἐν τῷ παραδείσῳ, καὶ εὐεργετῶν πάλιν ἐξέβαλε τοῦ παραδείσου· εὐεργετῶν τὸν κατακλυσμὸν εἰργάσατο, καὶ εὐεργετῶν τὸ πῦρ ἐκεῖνο τὸ τῶν Σοδόμων κατήνεγκε. Καὶ ὅπερ ἂν εἴποι τις τῶν γενομένων, ἕκαστον εἰς εὐεργεσίαν ποιεῖ. Εὐεργετῶν καὶ τὴν γέενναν ἠπείλησε· καὶ καθάπερ οἱ πατέρες οὐ θεραπεύοντες μόνον τὰ παιδία, ἀλλὰ καὶ τύπτοντες πατέρες εἰσὶ, καὶ οὐκ ἔλαττον τύπτοντες, ἢ θεραπεύοντες· οὕτω δὴ καὶ ὁ Θεός. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Καὶ ὁ Σολομών· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

δʹ. Τοῦτο δοκεῖ μοι ἐνταῦθα εἰπεῖν διὰ τοὺς σκανδαλιζομένους πρὸς τὰ συμπίπτοντα δυσχερῆ τισι παρ' ἐλπίδας, μονονουχὶ παραινῶν αὐτοῖς καὶ λέγων· Μὴ θορυβοῦ συκοφαντουμένους ἀνθρώπους ὁρῶν, ἐπηρεαζομένους, παρὰ τὴν ἀξίαν κακῶς πάσχοντας· μένει γὰρ δικαστήριον ἀδέκαστον, μένει ψῆφος καθαρὰ, τὸ κατ' ἀξίαν ἑκάστῳ παρέχουσα. Εἰ δὲ νῦν αὐτὴν ἐπιζητοίης, ὅρα μὴ κατὰ σαυτοῦ πρώτου τὴν ψῆφον ἐξενέγκῃς. Εἰ γὰρ ἔμελλε καθ' ἕκαστον τῶν ἁμαρτημάτων ὁ Θεὸς ἐπάγειν τιμωρίαν, καὶ ἐφ' ἑκάστου τῶν πλημμελούντων τὴν δικαίαν ἐπιφέρειν ψῆφον, πάλαι ἂν προανηρπάσθη τὸ τῶν ἀνθρώπων γένος. Καὶ τί λέγω τὸν δεῖνα καὶ τὸν δεῖνα; Τὸν γὰρ κορυφαῖον τῶν ἐν ἀνθρώποις ἁπάντων εἰς μέσον ἀγαγὼν, τοῦτο δεῖξαι πειράσομαι, Παῦλον ἐκεῖνον τὸν κήρυκα τῆς οἰκουμένης, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν εἰς παράδεισον ἀπενεχθέντα, τὸν τῶν φρικτῶν κοινωνήσαντα μυστηρίων, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν ἀγγελικὴν ἐπιδειξάμενον πολιτείαν, τὸν τοσαύτην ἀρετὴν ἐπελθόντα. Εἰ γὰρ μὴ ἐβουλήθη μακροθυμῆσαι αὐτῷ, μηδὲ ἀνασχέσθαι αὐτοῦ, ἀλλ' ἡνίκα ἡμάρτανε καὶ ἐβλασφήμει καὶ ἐδίωκε, κατὰ πόδας ἐπαγαγεῖν αὐτῷ τὴν δικαίαν ψῆφον, πάλαι ἂν αὐτὸν τῆς μετανοίας προεξήρπασε. ∆ιὸ καὶ αὐτὸς ταῦτα εἰδὼς, ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων αὐτῷ πιστεύειν εἰς ζωὴν αἰώνιον. Τί δέ; τὴν πόρνην εἰ ἐκόλασε, πότε ἂν μετεβλήθη; Τί δέ; τὸν τελώνην Ματθαῖον εἰ ἐν τῷ καιρῷ τῆς τελωνείας πρὸ τῆς μεταβολῆς δίκην ἀπῄτησε, οὐκ ἂν προεξήρπασεν αὐτὸν τῆς μετανοίας; Οὕτω καὶ τὸν λῃστὴν, οὕτω καὶ τοὺς μάγους, οὕτω καὶ ἕκαστον τῶν ἁμαρτανόντων. ∆ιά τοι τοῦτο ἀνέχει τὴν ὀργὴν, καὶ τὴν κατ' ἀξίαν ἀντίδοσιν, καλῶν τοὺς ἀνθρώπους εἰς μετάνοιαν. Εἰ δὲ μένοιεν ἀδιόρθωτοι, πάντως ὑποστήσονται τὴν δικαίαν ψῆφον. ∆ιόπερ ὁ Προφήτης τούς τε ἀδικουμένους παραμυθούμενος, τούς τε ἀδικοῦντας σωφρονίζων, ἐπήγαγε τὸ, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὃ δὲ βούλεται διὰ τούτου εἰπεῖν, τοιοῦτόν ἐστι· Μήτε σὺ, ὁ ἀδικούμενος, ἐὰν καταλύσῃς τὸν βίον ὡς οὐ τῶν δικαίων τευξόμενος, ἀπελπίσῃς· μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν πάντως ἀπολήψῃ τῶν πόνων τὰς ἀμοιβάς· μήτε σὺ πάλιν, ὁ πάντα ἁρπάζων καὶ πλεονεκτῶν καὶ συγχέων, ἂν ἐν εἰρήνῃ καταλύσῃς τὸν βίον, θαῤῥήσῃς· πάντων γὰρ δώσεις λόγον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, τῆς πονηρίας ἀποτίσεις τὰς ἀμοιβάς. Θεὸς γάρ ἐστιν ἀεὶ μένων, καὶ δικαιοσύνην μένουσαν ἔχων ἀεὶ, οὐδὲν ἀπὸ τοῦ θανάτου διακοπτομένην, οὐδὲ πρὸς τὴν ἀμοιβὴν τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, οὐδὲ πρὸς τὴν ἀντίδοσιν τῶν κολάσεων τῶν διὰ τὴν πονηρίαν. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ. Τί ἐστι, Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ; Οὐ διέλιπε θαυματουργῶν, φησὶ, διηνεκῶς. Τοῦτο γάρ ἐστι τὸ, Μνείαν ἐποιήσατο· οὐκ ἐπαύσατο, οὐκ ἀπέστη διὰ πάσης γενεᾶς θαύματα ἐργαζόμενος, καὶ τοὺς παχυτέρους διεγείρων διὰ τῶν τεραστίων. Ὁ μὲν γὰρ ὑψηλὸς καὶ φιλόσοφος οὐδὲν δεήσεται τῶν σημείων· Μακάριοι γὰρ οἱ μὴ εἰδότες, καὶ πιστεύσαντες. Ἐπειδὴ δὲ αὐτὸς οὐ τούτων κήδεται μόνων, ἀλλὰ καὶ τῶν παχυτέρων, καθ' ἑκάστην σχεδὸν γενεὰν θαυματουργῶν οὐ παύεται. Ἱκανὴ μὲν γὰρ θαυματουργία πᾶσα τῶν ὁρωμένων ἡ κτίσις· ἀλλ' ὅμως διεγείρων τῶν πολλῶν τὴν ῥᾳθυμίαν ἐν μέσῳ τῷ θεάτρῳ τούτῳ πολλὰ ἐπεδείκνυτο τεράστια, καὶ ἰδίᾳ καὶ κοινῇ, οἷον τὸ ἐπὶ τοῦ κατακλυσμοῦ, τὸ ἐπὶ τῆς συγχύσεως τῶν γλωσσῶν, τὰ ἐπὶ τῶν Σοδόμων, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰακὼβ,τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐξόδῳ τῶν Ἰουδαίων, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς Παλαιστίνης, τὰ ἐν Βαβυλῶνι, τὰ μετὰ τὴν ἐπάνοδον, τὰ ἐπὶ τῶν Μακκαβαίων, τὰ μετὰ τὴν Χριστοῦ παρουσίαν, τὰ ἐν αὐτῇ τῇ παρουσίᾳ, τὰ μέχρι σήμερον γινόμενα, ἡ κατάπτωσις τῶν Ἱεροσολύμων, ἡ οἰκοδομὴ τῆς Ἐκκλησίας, ὁ λόγος ὁ πανταχοῦ τρέχων, ὁ διὰ κυμάτων ἀρθεὶς, ὁ διὰ πολέμων αὐξηθεὶς, οἱ τῶν μαρτύρων δῆμοι, τὰ ἄλλα ἅπαντα. Πολλὰ δὲ ἄν τις καὶ ἰδικὰ ἴδοι καὶ ἐν οἰκίᾳ γενόμενα θαύματα, καὶ ἐν πόλεσιν. Ἀλλὰ τέως τὰ καθολικὰ, καὶ ἅπασι δῆλα καὶ γνώριμα, ἃ καθ' ἑκάστην γίνεται γενεὰν, ἴδωμεν. Πόσα ἐπὶ Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος γέγονε, τῆς Ἐκκλησίας πολεμουμένης; πόσα ἐπὶ Μαξιμίνου; πόσα πρὸ τῶν ἐκείνων βασιλέων; Εἰ δὲ βούλεσθε καὶ τὰ ἐπὶ τῆς γενεᾶς συμβάντα τῆς ἡμετέρας, οἷον οἱ σταυροὶ οἱ κατὰ τῶν ἱματίων χαραγέντες ἀθρόον, τοῦ Ἀπόλλωνος τὸ ἱερὸν τὸ σκηπτῷ κατενεχθὲν, τοῦ ἁγίου μάρτυρος Βαβύλα τοῦ ἐν ∆άφνῃ ἡ μετάθεσις, καὶ ἡ φανερὰ νίκη ἡ κατὰ τοῦ δαίμονος, τοῦ ταμίου τῶν βασιλικῶν χρημάτων ὁ παράδοξος θάνατος, αὐτὴ ἡ τοῦ βασιλέως ἀναίρεσις, αὐτοῦ τοῦ Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος, καὶ ἡ τοῦ θείου τοῦ ἐκείνου ἀπώλεια, τῶν σκωλήκων αἱ πηγαὶ, ἕτερα μυρία, ὁ λιμὸς, ὁ αὐχμὸς, ἡ τῶν ὑδάτων σπάνις, ἡ μετ' αὐτοῦ ταῖς πόλεσιν ἐμπεσοῦσα, καὶ ἕτερα μυρία πανταχοῦ.

εʹ. Καὶ ἐν Παλαιστίνῃ τὰ τότε συμβάντα ἔγνωτε. Καὶ γὰρ ἡνίκα τὸν ναὸν ἐκεῖνον τὸν τῇ ψήφῳ τοῦ Θεοῦ καθαιρεθέντα ἀνοικοδομεῖν ἐβούλοντο Ἰουδαῖοι, πῦρ ἐκ τῶν θεμελίων ἐκπηδῆσαν ἅπαντας ἤλασε, καὶ μαρτυρεῖ τὸ ἔργον ἀτέλεστον μεῖναν. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Ἀπαγγείλας αὐτοῦ τὰς εὐεργεσίας, τὰς διὰ τῶν θαυμάτων, τὰς διὰ τῶν ἔργων, τὴν κηδεμονίαν τὴν ὑπὲρ ἡμῶν γεγενημένην, καὶ τούτῳ πάλιν αὔξει τὸν λόγον, δεικνὺς ὅτι τοσαῦτα καὶ τηλικαῦτα ποιήσας ὑπὲρ τῆς σωτηρίας τῆς τῶν ἀνθρώπων, καὶ παντὶ τρόπῳ παιδεύσας αὐτοὺς, καὶ παιδεύων εἰς τὴν θεογνωσίαν καὶ τὴν ἄκραν φιλοσοφίαν, καὶ διακρατῶν αὐτῶν τὴν ζωὴν, οὐ κατὰ ὀφειλὴν τοῦτο ἐργάζεται ὅπερ μεγίστη χάρις ἐστὶν, ἀλλὰ δι' ἔλεον καὶ φιλανθρωπίαν, οὐχ ὡς αὐτὸς δεόμενος αὐτῶν, ἀλλὰ δι' ἀγαθότητα μόνην. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Τίνος ἕνεκεν τοὺς φοβουμένους ἐνταῦθα τέθεικεν; Οὐ γὰρ δὴ μόνους αὐτοὺς τρέφει. Καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ φησὶν, Ὅτι ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Πῶς οὖν εἶπε, Τοῖς φοβουμένοις αὐτόν; Τροφὴν ἐνταῦθα δοκεῖ μοι λέγειν οὐ τὴν σωματικὴν, ἀλλὰ τὴν τῆς ψυχῆς. ∆ιὰ τοῦτο καὶ περὶ τῶν φοβουμένων διαλέγεται μόνον· αὕτη γὰρ τούτοις ἐστὶν ἀφωρισμένη. Ὥσπερ γὰρ τρέφεται σῶμα, οὕτω τρέφεται καὶ ψυχή. Καὶ ὅτι τρέφεται ἄκουε· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ταύτην οὖν λέγει τὴν τροφὴν, ἣν ἐξαιρέτως ἔδωκε τοῖς φοβουμένοις αὐτὸν, τὴν διὰ τοῦ λόγου διδασκαλίαν, τὴν παίδευσιν, τὴν φιλοσοφίαν ἅπασαν. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. Πάλιν καταστέλλων τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, καὶ τὸν τῦφον αὐτῶν ὑποτεμνόμενος, μᾶλλον δὲ δεικνὺς, ὅτι τῶν ἀγαθῶν, ὧν ἀπήλαυσαν, οὐ διὰ τὴν ἀξίαν ἀπήλαυσαν τὴν οἰκείαν, ἀλλὰ διὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τοὺς πατέρας, καὶ τὰς συνθήκας τὰς πρὸς ἐκείνους γεγενημένας, φησί· Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ· ὅπερ καὶ Μωϋσῆς παρήγγειλεν αὐτοῖς εἰσιοῦσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας λέγειν καὶ ἐννοεῖν. Ἐὰν γὰρ οἰκοδομήσῃς, φησὶ, πόλεις λαμπρὰς, καὶ περιβάλῃ πλοῦτον χρημάτων, μὴ εἴπῃς, ὅτι ∆ιὰ τὴν δικαιοσύνην μου ταῦτα γέγονεν, ἀλλὰ διὰ τὰς συνθήκας τὰς πρὸς τοὺς πατέρας σου. Οὐδὲν γὰρ ἀπονοίας χεῖρον· διὰ τοῦτο παντὶ τρόπῳ καὶ διαπαντὸς ὁ Θεὸς ἐκκόπτει αὐτὴν συνεχῶς. Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. Ἀπὸ τῶν καθολικῶν ἐπὶ τὰ μερικὰ μετάγει τὸν λόγον· ἀπὸ τῶν κατὰ τὴν οἰκουμένην γενομένων, ἐπὶ τὰ Ἰουδαίοις συμβάντα. Μάλιστα δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ ταῦτα καθολικῶν ἐπέχει τάξιν. Τὰ γὰρ εἰς αὐτοὺς γινόμενα, τοῖς ἄλλοις διδασκαλίαι ἐγίνοντο, καὶ οἱ πόλεμοι, καὶ τὰ τρόπαια; καὶ αἱ νῖκαι ἀντὶ κηρύγματος ἤρκουν τοῖς προσέχουσιν. Οὐ γὰρ ἀκολουθίᾳ ἀνθρωπίνῃ, ἀλλὰ ὑπὲρ λόγον ταῦτα συνέβαινε. Ποία γὰρ ἀκολουθία ἐκείνη, σαλπιζόντων αὐτῶν τὰ τείχη καταβάλλεσθαι, καὶ γυναῖκα στρατηγοῦσαν νικᾷν καὶ περιγίνεσθαι, καὶ παιδίον μικρὸν βαρβαρικοὺς πολέμους καταλύειν ἀπὸ λίθου βολῆς μιᾶς; Καὶ ἕτερα δὲ ἄλλα παράδοξα τοιαῦτα συνέβαινεν. Οὕτω τῶν πολεμίων ἐκράτησαν, οὕτω τῆς Παλαιστίνης ἐξέβαλον. Ὅταν οὖν λέγῃ, Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐπέδειξεν αὐτοῦ τὴν δύναμιν, οὐχ ἁπλῶς ἐκβάλλων τὰ ἔθνη, ἀλλὰ τρόπῳ τοιούτῳ, δι' οὗ μάλιστα ἠδύνατο εἰδέναι σαφῶς, ὡς εἰ καὶ τὰ πρότερα ἤρκει, ὅτε θεήλατος ἦν ἡ πληγὴ κατ' ἐκείνων γινομένη, καὶ αὐτοῦ στρατηγοῦντος τὰ τῶν πολεμίων ἐκρίνετο πράγματα. Οὐ γὰρ δὴ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτοὺς ἐπαίδευε, δι' ὑποδημάτων, διὰ ἱματίων, διὰ τροφῆς, διὰ φωτὸς νυκτερινοῦ καὶ ἡμερινοῦ, διὰ νεφέλης, διὰ πολέμων, διὰ εἰρήνης, διὰ τροπαίων, διὰ γεωργίας, διὰ ὑετῶν, καὶ πάντα φωνὴν ἠφίει τὸν ∆εσπότην ἀνακηρύττοντα, καὶ τὴν πεπωρωμένην αὐτῶν διάνοιαν κατανύττοντα, καὶ οὐδεὶς χρόνος ἐνέλιπεν, ἐν ᾧ μὴ συνεχῆ σημεῖα αὐτοῦ ἐπεδείκνυτο. Ἔργα χειρῶν αὐτοῦ, ἀλήθεια καὶ κρίσις. Ἐπειδὴ περὶ τῆς δυνάμεως αὐτοῦ διελέχθη, διαλέγεται καὶ περὶ τῆς δικαιοκρισίας, ὅτι οὐ μόνον δύναμιν ἐν οἷς ἐποίει τότε ἐπεδείκνυτο, ἀλλὰ καὶ πολλὴν τὴν δικαιοσύνην. Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλε τὰ ἔθνη, ἐπειδὴ Ἰουδαίους εἰσαγαγεῖν ἐβούλετο, ἀλλὰ μετὰ τοῦ δικαίου. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν ὁ Μωϋσῆς· Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Ταῦτα δὲ οὐκ ἐπὶ Ἰουδαίων ἔστιν εἰπεῖν μόνον, καὶ τῶν ἐκείνοις συμβαινόντων, ἀλλὰ πάλιν καθολικὸς ὁ λόγος ἐστί. Πάντα γὰρ τὰ ὑπ' αὐτοῦ γενόμενα ἀλήθεια καὶ κρίσις· κρίσις, τουτέστι δικαιοσύνη. Οἶδεν δὲ ἀλήθειαν πολλάκις ἡ Γραφὴ καὶ τὴν φιλανθρωπίαν λέγειν. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν, ὅτι μετὰ τῆς δικαιοσύνης καὶ φιλανθρωπίας τὰ πάντα ἀνέμιξεν. Εἰ γὰρ δὴ μόνον τῷ τοῦ δικαίου ἐκέχρητο λόγῳ, πάντα ἂν ἀπολώλει.

ς ʹ. ∆ιὸ καὶ οὗτος ὁ προφήτης ἀλλαχοῦ λέγει· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Καὶ πάλιν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Πάντα τοίνυν τὰ ὑπ' αὐτοῦ γινόμενα ἑκατέρων γέμει τούτων. Ἄν τε γὰρ τὸ δίκαιον ἀπαιτῇ μόνον, πάντα ἂν διεφθάρη· εἰ δὲ φιλανθρωπίᾳ μόνῃ κέχρηται, οἱ πλείους ἂν ἐγίνοντο ῥᾳθυμότεροι. ∆ιὰ τοῦτο ποικίλλων τὴν σωτηρίαν τῶν ἀνθρώπων, ἑκατέροις τούτοις εἰς τὴν διόρθωσιν αὐτῶν κέχρηται. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Ὅπερ πολλαχοῦ ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἀπὸ τῆς σοφίας τῆς ἐν τῇ ποικίλῃ δημιουργίᾳ καὶ τῆς κηδεμονίας ἐπὶ τὴν νομοθεσίαν μεταβαίνων, καὶ τοῦτο πάλιν κινῶν τῆς προνοίας τὸ μέρος. Οὐ γὰρ δὴ μόνον τῷ κτίσαι κτίσιν τοσαύτην καὶ τηλικαύτην, ἀλλὰ τῷ τὸν νόμον θεῖναι τὸ τῶν ἀνθρώπων διώρθωσε γένος. ∆ιὸ καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ψαλμῷ ἀμφότερα ταῦτα τὰ μέρη διελὼν, ἀρχόμενος μὲν ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· πρὸς δὲ τὸ μέσον ἐλθὼν, καὶ τὸν περὶ τῆς κτίσεως ἀπαρτίσας λόγον ἐπήγαγεν· Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν περὶ τῶν τεραστίων καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ἔργων, εἰς τὴν περὶ τῶν ἐντολῶν ὑπόθεσιν μεταχειρίζει τὸν λόγον οὕτω λέγων· Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Οὐχ ἁπλῶς εἶπε, Πᾶσαι, ἀλλὰ πολὺ γένος ἐντολῶν ἀνακινῶν, ταύτην τέθεικε τὴν λέξιν. Καὶ γὰρ ἐντολαί εἰσιν αἱ τῆς κτί σεως, ἃς διατηρεῖ πᾶσα ἡ κτίσις, ἥλιος καὶ σελήνη, ἡμέρα καὶ νὺξ, καὶ ἀστέρες, καὶ γῆς καὶ φύσεως δρόμος. Ἐντολαί εἰσιν αἱ τῇ φύσει δοθεῖσαι ἐξ ἀρχῆς, ὅτε τὸν ἄνθρωπον ἔπλαττε, περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Καὶ πάλιν· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ἐντολαί εἰσι καὶ αἱ γραπταί. Καὶ αὗται πᾶσαι μεμενήκασιν. Εἰ δέ τινες κατελύθησαν, οὐκ ἐπὶ τὸ χεῖρον, ἀλλ' ἐπὶ τὸ βέλτιον μεταῤῥυθμισθεῖσαι. Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ κατελύθη, ἀλλ' ἐπετάθη· καὶ τὸ, Οὐ μοιχεύσεις, οὐκ ἠφανίσθη, ἀλλὰ μεῖζον γέγονε. ∆ιὸ καὶ ἔλεγεν, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. Ὁ γὰρ μὴ ὀργιζόμενος, πολλῷ μᾶλλον τοῦ φόνου ἀφέξεται· καὶ ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, μακρότερον τῆς μοιχείας ἐσκήνωται. Ὁ τοίνυν νόμος τοῦτο μάλιστα ἔχει τὸ ἐξαίρετον, τὸ ἀθάνατον, τὸ διηνεκὲς, καὶ ὁ τῆς κτίσεως, καὶ ὁ φυσικὸς, καὶ ὁ τῆς φιλοσοφίας, καὶ τῆς Καινῆς ∆ιαθήκης. ∆ιό φησιν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται· τὸ ἀκίνητον αὐτῶν δηλῶν. Πάντα γὰρ ὅσα ἂν βούληται μένειν ὁ Θεὸς, μένει διηνεκῶς, καὶ οὐδέν ἐστι τὸ κινοῦν αὐτά. Πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Τί ἐστιν, Ἐν ἀληθείᾳ καὶ εὐθύτητι; Οὐδὲν αὐταῖς, φησὶ, σκολιὸν, οὐδὲν στραγγαλιῶδες, οὐδὲν ἀσαφὲς, οὐδὲν πρὸς χάριν τινὰ, ἢ ἀπέχθειαν, ἀλλὰ πάντα πρὸς τὸ συμφέρον καὶ λυσιτελές· οὐ καθάπερ οἱ ἀνθρώπινοι νόμοι, πολὺ μὲν ἔχοντες τὸ ἐπίκηρον, πολὺ δὲ τὸ ἀσαφὲς, πολὺ δὲ τὸ ἀνθρώπινον. Καὶ γὰρ ἀπὸ ἀνθρωπίνων παθῶν πολλοὶ πολλάκις ἐτέθησαν. Καὶ γὰρ τὸν ἐχθρὸν ἀμυνόμενος, ἢ φίλῳ χαρίζεσθαι βουλόμενος, οὕτω τὰ γράμματα συνέθηκεν. Ἀλλ' οὐχ οἱ θεῖοι τοιοῦτοι, ἀλλ' ἡλίου φαιδρότεροι μένουσι, τὸ συμφέρον τῶν νομοθετουμένων ἐπιζητοῦντες, καὶ πρὸς ἀρετὴν αὐτοὺς ἐπανάγοντες, καὶ πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν, οὐ πρὸς τὰ ψευδῆ ταῦτα, πλοῦτον λέγω καὶ δυναστείαν ταῦτα γὰρ ψευδῆ· τὰ δὲ τοῦ Θεοῦ ἀλήθεια, οὐχ ὅπως γένοιντο εὐπορώτεροι, οὐδ' ὅπως τῶν παρόντων ἐπιτύχοιεν, ἄλλ' ὅπως τῶν μελλόντων ἀπολαύσαιεν, διδάσκοντες. Περὶ τῶν ἀληθῶν πραγμάτων καὶ ὀρθῶν, καὶ οὐδὲν ἐχόντων διεστραμμένον, ἅπαντα εἶπον ἐκεῖνοι οἱ νόμοι. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Τί ἐστι, Πισταί; Βέβαιαι, μένουσαι. Κἂν γὰρ παραβαθῶσιν, αἱ τιμωρίαι ἕπονται, καὶ αὗται οὐ σαλεύονται· εἰ δὲ ἄνθρωποι παραβῶσιν, ἀλλ' ὁ Θεὸς αὐτὰς ἐκδικεῖ. Μὴ τοίνυν λέγε, ὅτι πρὸς ἀπειλὴν εἴρηται τὰ εἰρημένα, ἢ ὑπερβολικῶς. Οὐδεὶς νομοθετῶν πρὸς ἀπειλὴν λέγει μόνον, ἀλλὰ καὶ πρὸς σωφρονισμόν. Εἰ δὲ οὐ σφόδρα πιστεύεις ὑπὲρ τῶν μελλόντων, ἀπὸ τῶν παρελθόντων λάμβανε τὴν ἀπόδειξιν. Ὁ γοῦν ἐπὶ τοῦ Νῶε κατακλυσμὸς, καὶ ἡ ἐπὶ τῶν Σοδόμων πυρπόλησις, καὶ ἡ ἐπὶ τοῦ Φαραὼ ἀπώλεια, καὶ ἡ τῶν Ἰουδαίων πανωλεθρία, καὶ αἱ αἰχμαλωσίαι, καὶ οἱ πόλεμοι, ἆρα ἀπειλῆς εἰσιν, ἢ πείρας πραγμάτων; Εἰ δὲ τὰ ἐν τῷ τύπῳ γέγονε, πολλῷ μᾶλλον τὰ ἐν τῇ ἀληθείᾳ, ὅσῳ καὶ μείζων ἡ πονηρία τῶν αὐτοῖς τετολμημένων μετὰ τοσαύτην θεραπείαν καὶ διόρ θωσιν. Λύτρωσιν ἀπέστειλε ὁ Κύριος τῷ λαῷ αὐτοῦ. Κατὰ μὲν τὴν ἱστορίαν, τὴν τῶν Ἰουδαίων ἐλευθερίαν φησί· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν τῆς οἰκουμένης, ὃ καὶ τὸ ἑξῆς δηλοῖ· Ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ. Τὴν Καινὴν ἐνταῦθα λέγει· ἐπειδὴ γὰρ ἐντολῆς ἐμνήσθη καὶ νόμου, οὗτος δὲ παρεβάθη, καὶ εἰργάσατο ὀργὴν, φησὶν, ὅτι Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, καθάπερ καὶ αὐτὸς ἔλεγεν· Οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Ἐπειδὴ γὰρ παραβαινόμενος ὁ νόμος ἐκόλαζεν· Ὁ γὰρ νόμος ὀργὴν, φησὶ, κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· καὶ, Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι· διὰ τοῦτο οὕτως εἶπε· Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ.

ηʹ. Ἀλλ' ὅμως οὐδὲ ἡ λύτρωσις ἁπλῶς, ἀλλὰ μετὰ τὴν λύτρωσιν καὶ νόμος, ἵνα τῆς χάριτος ἀξίαν ἐπιδειξώμεθα τὴν πολιτείαν. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ γὰρ ἐνενόησεν ἅπαντα τὰ ἀνακηρύττοντα αὐτοῦ τὴν κηδεμονίαν, τὴν πρόνοιαν, τὴν ἐν τῇ Παλαιᾷ, τὴν ἐν τῇ Καινῇ, τὴν ἐν τοῖς ἔργοις, τὴν διὰ τῶν ἐντολῶν, τὴν διὰ τῶν θαυμάτων, τὴν διὰ τῶν τεραστίων, ἔνθους γενόμενος, καὶ ἐκπλαγεὶς αὐτοῦ τὴν μεγαλωσύνην, εἰς δοξολογίαν καταλύει τὸν λόγον, ὕμνον ἀναφέρων εἰς τὸν ταῦτα πεποιηκότα. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· τουτέστιν, ἐκπλήξεως γέμον, θαύματος πολλοῦ. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ, πόσῳ μᾶλλον ἡ οὐσία; Πῶς δὲ τὸ ὄνομα αὐτοῦ ἅγιον καὶ φοβερόν; ∆αίμονες αὐτὸ τρέμουσι, νοσήματα αὐτὸ δέδοικε, τούτῳ κεχρημένοι τῷ ὀνόματι οἱ ἀπόστολοι τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν. Τούτῳ ὁ ∆αυῒδ ἀντὶ ὅπλου χρησάμενος, τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε· τούτῳ τὰ μυρία κατωρθώθη πράγματα· τούτῳ τὴν ἱερὰν μυσταγωγούμεθα μυσταγωγίαν. Ἐννοῶν τοίνυν ὅσα ἐργάζεται θαύματα τὸ ὄνομα αὐτοῦ, ὅσας εὐεργεσίας, πῶς τοὺς ἐναντίους διαλύει, πῶς τοὺς οἰκείους ἀσφαλίζεται, καὶ πράγματα ἀναλογιζόμενος ὑπερβαίνοντα φύσεως ἀκολουθίαν, καὶ νικῶντα λογισμὸν ἀνθρώπων, φησίν· Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. Εἰ δὲ ἅγιον, ἁγίων δεῖται στομάτων πρὸς ὑμνολογίαν, ἁγίων καὶ καθαρῶν. Ἀρχὴ σοφίας φόβος Κυρίου. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Τί ἐστιν, ἀρχή; Πηγὴ, ῥίζα, ὑπόθεσις. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἶπε περὶ τοῦ τῆς οἰκουμένης ∆εσπότου, καὶ τοσαύτης ἐκπλήξεως ἐνεπλήσθη, ἐπάγει τοῦτο ἀκολούθως, λοιπὸν δεικνὺς, ὅτι ὁ τοῦτον φοβούμενος πάσης ἐμπίμπλαται σοφίας, καὶ συνετὸς γίνεται. Εἶτα ἵνα μή τις νομίσῃ μέχρι τῆς γνώσεως εἶναι τὰ τῆς σοφίας, ἐπήγαγε· Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Οὐ γὰρ ἀρκεῖ πίστις, ἂν μὴ προσῇ καὶ πολιτεία τῇ πίστει συμβαίνουσα. Πῶς δὲ ἀρχὴ σοφίας φόβος Κυρίου; Πάσης ἀπαλλάττει πονηρίας, πᾶσαν ἀρετὴν κατορθοῖ. Σοφίαν δὲ οὐ τὴν ἐν ῥήμασιν, ἀλλὰ τὴν ἐν πράγμασι λέγει. Ἐπεὶ καὶ οἱ ἔξωθεν σοφίαν τοῦτο ὡρίσαντο, θείων καὶ ἀνθρωπίνων πραγμάτων διάγνωσιν. Ταύτην δὲ τὴν τέχνην ὁ τοῦ Θεοῦ φόβος διδάσκει, πονηρίαν ἀνελὼν, ἀρετὴν φυ τεύων, τῶν παρόντων ὑπερορᾷν παρασκευάζων, πρὸς τὸν οὐρανὸν μεθιστάς. Τί δὲ τῆς τοιαύτης ψυχῆς σοφώτερον; Οὐ τὸν ἀκροατὴν δὲ ἐνταῦθα ζητεῖ μόνον, ἀλλὰ καὶ τὸν ποιητήν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· τουτέστι, τοῖς ποιοῦσι τὴν σοφίαν, καὶ διὰ τῶν ἔργων ἐπιδεικνυμένοις, σύνεσις ἀγαθή. Σύνεσις, εἶπεν, ἀγαθὴ, ὅτι ἔστι καὶ σύνεσις πονηρὰ, ὡς ὅταν λέγῃ· Σοφοί εἰσι τοῦ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν. Ἀλλ' αὐτὸς τὴν ἐπὶ τῆς ἀρετῆς σύνεσιν ζητεῖ. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ποία αἴνεσις; εἰπέ μοι. Ἡ εὐχαριστία, ἡ δοξολογία, ἡ διὰ τῶν ἔργων γενομένη ἀθάνατος, καὶ πρὸ τούτων, αὐτὴ ἡ τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένη. Ἀθάνατος μὲν γὰρ ὁ Θεὸς, καὶ καθ' ἑαυτὸν σφόδρα αἰνετός· αἰνετὸς δὲ καὶ ὅταν ἐννοήσῃς τὴν μεγαλωσύνην αὐτοῦ καὶ τὰ ἄλλα πάντα· αἰνετὸς καὶ διὰ τῶν ἔργων, ὅταν ἴδῃς αὐτοῦ τὴν σοφίαν διὰ τῶν ὁρωμένων. Ταῦτα δὲ λέγει εἰς εὐχαριστίαν προτρέπων, καὶ δεικνὺς οὐδεμιᾶς συγγνώμης ὄντας ἀξίους, οὐδὲ τῆς τυχούσης, τοὺς δυσχεραίνοντας πρὸς τὰ γενόμενα. Ὅταν γὰρ ἡ αἴνεσις αὐτοῦ, καὶ ἡ εὐχαριστία, καὶ ἡ δοξολογία οὕτως ᾖ φανερὰ, καὶ δήλη, καὶ σαφὴς, καὶ ἀκίνητος, καὶ πεπηγυῖα, καὶ μονίμη, ὡς καὶ ἀθάνατος εἶναι, ἀπέραντος καὶ ἀτελεύτητος, ἐκεῖνοι δὲ ταύτην ἀγνοοῦντες τἀναντία φθέγγωνται· οὐδὲν ἕτερον ἢ πρὸς τὰ ἡλίου σφόδρα σαφέστερα ἀντιλέγουσι, καὶ ἑκόντες τυφλώττουσιν. Οὐδὲ γὰρ πρόσκαιρός ἐστιν, ἵνα ἀγνοήσωσιν, οὔτε ἀμαυρά τις καὶ ἀσαφὴς, ἀλλὰ καὶ δήλη, καὶ διηνεκὴς καὶ ἀθάνατος ἀεὶ μένουσα, καὶ τέλος οὐδέποτε ἔχουσα.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать