Τῷ ∆αυῒδ ΨΑΛΜΟΣ, εἰς τὸ τέλος, τῶν υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Οʹ
Ὑπόθεσις. Οἱ υἱοὶ τοῦ Ἰωναδὰβ γεγόνασιν ἄνδρες εὐλαβεῖς τε καὶ δίκαιοι, καὶ τῶν τοῦ πατρὸς ἐντολῶν φύλακες ἀκριβεῖς, καὶ οὕτω θεοσεβεῖς καὶ τὸ ἦθος χρηστοὶ, ὡς καὶ μάρτυρα τῆς αὐτῶν ἀρετῆς γενέσθαι Θεὸν τῷ προφήτῃ διαλεγόμενον Ἱερεμίᾳ. Ἐπὶ τούτων δὲ καὶ ἡ πρώτη τῆς Ἱερουσαλὴμ ὑπὸ Χαλδαίων αἰχμαλωσία γεγένηται. Σχοῖεν δ' ἂν οὗτοι πρόσ ωπον τοῦ ἀποστολικοῦ χοροῦ, τοῦ καὶ σφόδρα τὰς τοῦ ἐπουρανίου Πατρὸς φυλάξαντος ἐντολὰς, καὶ τοὺς ἐπαίνους εἰληφότος διὰ τῶν πρὸς αὐτοὺς εἰ ρημένων μακαρισμῶν. Ὁμοίως γοῦν καὶ ἐπὶ τού των τῶν ἀποστόλων, φημὶ, ἡ πρώτη τῆς Ἱερου σαλὴμ αἰχμαλωσία ὑπὸ Ῥωμαίων ἐγένετο. Εἰσ άγονται οὖν οὗτοι οἱ θεοφιλεῖς, τουτέστιν ὁ ἀποστο λικὸς χορὸς, διὰ τοῦ προκειμένου ψαλμοῦ εὐχήν τε καὶ εὐχαριστίαν ὑπὲρ ἑαυτῶν ἀναφέροντες τῷ Θεῷ, ἐφ' οἷς θλιβομένους αὐτοὺς ἀπό τε τῶν διω κόντων διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπό τε τῶν νοητῶν ἐπιβούλων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ἔτι τε ὑπισχνούμενοι μόνας τὰς δι' αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μέγα θάρσος τῆς πεποιθήσεως αὐτῷ προβάλλεται, τὴν ἐπὶ τῷ Θεῷ ἐλπίδα. Ἐν τῇ δι καιοσύνῃ σου ῥῦσαί με. ∆ικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι' οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρ τίας εἰς φθοράν. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Εἰδὼς ὁ ἀποστολικὸς χορὸς, ὡς αὐτὸς ἐπήγγελται τοῖς εἰς αὐτὸν πιστεύουσιν ἔσεσθαι τεῖχος πυρὸς κυκλόθεν, τὴν τοιαύτην ὑπόσχεσιν ἔργῳ εἰς ἑαυτὸν πληροῦσθαι παρακαλεῖ. Ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. Αὐτὸς γάρ ἐστιν ἡ πέτρα, ἐφ' ἣν οἱ οἰ κοδομηθέντες τὸν θεμέλιον ἔχομεν· καὶ αὐτὸς τὸ τεῖ χος τὸ συνέχον ἡμᾶς, πρὸς τὸ μηδὲν παθεῖν ἐξ ἐπι δρομῆς κακῶν. Ἀπάλλαξόν με, φησὶ, τούτων τῶν κρατούντων, καὶ ὑπὸ τὴν δουλείαν ὥσπερ χειρί τινι ἀγόντων ἀνδρῶν, ἁμαρτίας πεπληρωμένων, ἀνόμων τε καὶ ἀδίκων. Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Τοῦ ἁμαρτωλοῦ, τῶν Ἰουδαίων φησιν· αὐτὸς γὰρ ἦν ὁ καὶ παράνομος καὶ ἄδικος· παράνομος μὲν, ὅτι τοὺς ἀθώους κατέκρινεν· ἄδικος δὲ, ὅτι οὐδεμίαν εἰς αὐτοὺς εἶχεν εὔλογον πρόφασιν. [PG27.317] Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλ πίς μου ἐκ νεότητός μου. Ῥῦσαί με, φησὶν, ἐξ αὐτοῦ τοῦ παρανόμου λαοῦ, διότι καὶ διὰ σὲ τὰ τοι αῦτα ὑπομένω καὶ διὰ τὴν εἰς σὲ ἐλπίδα, ἣν ἐδεξάμην ἐκ τῆς πρώτης καὶ ἐξ ἀρχῆς μου διὰ σοῦ γεννήσεως, κατὰ τὸ εἰρημένον· Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός. ∆είκνυ σιν, ὡς ὁ Χριστὸς δι' ὃν τὰ τοιαῦτα ὑπέμενον, αὐτός ἐστιν ὁ καὶ ἔτι κυομένους αὐτοὺς ἐν γαστρὶ τῇ δη μιουργικῇ ἑαυτοῦ προνοίᾳ ἐξαγαγὼν εἰς φῶς. Ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. Ἐπει δὴ, φησὶ, σὺ αὐτὸς ὁ Κύριος, καὶ ἐν τῇ κοιλίᾳ τῆς μητρός μου ἔτι ὄντα ἔσκεπες τῇ θείᾳ σου δυνάμει, καὶ ἐῤῥύσω ἐκ τοῦ παρανομοῦντος λαοῦ· τούτου χά ριν καὶ αὐτὸς ἐγὼ, ἅτε τῆς οὕτω συνεχοῦς ᾐσθημένος εὐεργεσίας, οὐ παύομαι τοὺς εἰς σὲ ὕμνους ἀναπέμπων διηνεκῶς. Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγε νόμην περίβλεπτος. Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς. Τέρας μὲν τὸ παράδοξον καὶ μέγα τι φησίν· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ καὶ ἤρθην ὑψοῦ, φησὶ, καὶ μέγας τις καὶ ἐξαίρετος ἐν τοῖς πολλοῖς τεθάρση μαι ἔθνεσιν· ἀλλ' οὐκ οἰκείᾳ δυνάμει τὸ τοιοῦτον ἔσχον ἀγαθόν. Σὺ γὰρ ἦς αὐτὸς ὁ κράτιστόν με καὶ γενναῖον διὰ τῆς σαυτοῦ βοηθείας ποιῶν. Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου. Ἐπειδὴ τῶν τοιούτων ὑπαρχθεισῶν μοι εὐεργεσιῶν, ἄνθρωπος ὢν, οὐ δύνα μαι τὰς ἀξίας ἀποδοῦναι ἀμοιβάς· τούτου χάριν ἐκ τῆς σῆς σοφίας αἰνέσεώς μου τὸ στόμα πληρωθῆναι ἀξιῶ· οὕτω γὰρ καὶ μόλις τὴν σὴν δόξαν ὑμνῆσαι δυνήσομαι. Ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. Ἐπειδὰν, πληρωθέντος μου τοῦ στόματος αἰνέ σεως, φησὶ, τὴν σὴν δόξαν ἄρξωμαι ὑμνεῖν, ὑμνήσω καὶ διὰ πάσης ἡμέρας τὴν μεγαλοπρέπειάν σου. ∆ό ξαν δὲ ἣν ἐπὶ γῆς ἐποιήσατο οἰκονομίαν φησὶ, δι' ἧς ἐπλήρωσε τὴν γῆν τῆς δόξης αὐτοῦ. Μεγαλοπρέπειαν δὲ τὴν θεότητα λέγει, δι' ἧς πάντα ἐκεῖνα ἀνομαλῶς εἰργάσατο. [Πληρωθήτω τὸ στόμα μου αἰνέσεως. ∆υνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σωφρονεῖν· πῶς δὲ δυνατὸν δια παντὸς ἐλπίζειν; Ὁ γὰρ ἐλπίζων διαπαντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου, οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ, διαπαντὸς, οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς· ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλήψεται, ἵνα ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς ἁγίας Τριάδος.] Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως. Γῆρας ἐν ταῦθα τὴν ἀσθένειάν φησι. Λέγει οὖν, ὅτι Μὴ γένοιτο, ὦ ∆έσποτα, καιρὸς καθ' ὃν ἀσθενὴς ὢν ἐπιδειχθείην! Εὔχεται οὖν μηδέποτε τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπε σεῖν. Αὐτὸς γάρ ἐστιν ἡ ἰσχὺς ἡμῶν. Ἐν τῷ ἐκλεί [PG27.320] πειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. Εἰ καὶ συνέβη ἄνθρωπον ὄντα, φησὶ, ποτὲ ἁμαρτεῖν, μὴ διὰ τὴν ἁμαρτίαν ἐγκαταλίπῃς με, Κύριε· ἀλλὰ ἀνακά λεσαι πάλιν ὡς φιλάνθρωπος. Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί. Τὸ, Ὅτι εἶπον, ἀντὶ τοῦ· Μήποτε εἴποιεν οἱ ἐχθροί μου, Ἐπιθώμεθα αὐτῷ· ἔσται γὰρ ἡμῖν εἰς προνομὴν, μὴ ἐπικουροῦν τος Θεοῦ. Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ' ἐμοῦ. Ἐπειδὴ τοίνυν ἐκεῖνοι ταῦτά φασι, μὴ ἐπιμήκιστον ὑπερθῇς τὴν βοήθειαν. Ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐκλειπέτωσαν οἱ ἐνδιαβάλ λοντες τὴν ψυχήν μου. Ἐπειδὰν, ἐκείνων ἐπιτιθε μένων, φησὶ, διὰ τὸ δόξαι με ἐγκαταλειφθῆναι παρὰ σοῦ, εἰ βοηθήσῃς αὐτὸς, αὐτοὶ εἰς αἰσχύνην ἀποστρα φήσονται, ἅτε ματαίας εὑρόντες, ἃς κατὰ τῆς ψυχῆς μου ἐποιήσαντο διαβολάς. Τίνες δὲ αἱ διαβολαὶ ἢ αἱ λέγουσαι· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν; Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σέ. Οὐ παύονται γὰρ διὰ τῶν ἰδίων συγγραμμάτων ὁμολογοῦντες τὴν ἐλπίδα τὴν εἰς Χριστόν. Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. ∆ιὰ τῆς ὑμνολογίας τῶν δι' αὐτῶν σωζομένων. Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου. Ἐπὶ στόματος ἀεὶ, φησὶν, ὦ ∆έσποτα, τὴν σὴν φέρειν δικαιοσύνην οὐ παύομαι. ∆ικαιοσύνη γὰρ τοῦ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ. Ἐγεννήθη γὰρ ἡμῖν δικαιοσύνη ἀπὸ Θεοῦ κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου. ∆ιαπαντὸς μνη σθήσομαι, φησὶ, τῆς οἰκονομίας δι' ἧς ἡμῖν τὴν σωτηρίαν ἐχαρίσω. Ὅτι οὐκ ἔγνων γραμματείας. Γραμματείας ἢ τοὺς ματαίους καὶ πολυπλόκους τοῦ βίου περισπασμούς φησιν, ἢ τὰς διὰ τοῦ νόμου κε κελευσμένας πολυτρόπους προσάγεσθαι θυσίας. Ἐπει δὴ ταύτας συμπάσας, φησὶν, ἐπεβαλόμην, εἰς τὰς ἄνω εἰσελεύσομαι μονὰς, εἰς τοῦτο δύναμίν μοι τοῦ Κυρίου παρέχοντος. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Ἰδοὺἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἡμῖν ἔσται; Ὅτε καὶ τῆς τῶν οὐρανῶν βασιλείας τὴν ὑπόσχεσιν διὰ ταῦτα ἐδέχοντο. Εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου. Τῇ σῇ δυ νάμει καὶ βοηθείᾳ τεύξομαι τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Κύριε, μνησθήσομαι τῆς δι καιοσύνης σου μόνου. Πάντα τὰ εἰρημένα ἀφεὶς, φησὶ, μόνης μνημονεύσω τῆς δικαιοσύνης, δι' ἧς ἡμᾶς τῆς ἁμαρτίας ἠλευθέρωσας. Ὁ Θεός μου, ἃ ἐδίδαξάς μοι ἐκ νεότητός μου. Ἀπὸ γὰρ πρώτης, ὡς εἰπεῖν, ἡμέρας, ἧς αὐτοὺς ἐξ ελέξατο, παρέδωκεν αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. Οὐκ ἀμνήμων, φησὶν, ὧν ἐδιδάχθην γεγένημαι· ἀλλ' ἅπερ αὐτὸς ἔμαθον, ταῦτα καὶ τοῖς ἄλ λοις ἀπήγγειλα. Καὶ ἕως γήρως καὶ πρεσβείου. Ἐπειδὴ αὐτὸς ὁ Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὑπέσχετο λέ γων αὐτοῖς· Ἰδοὺ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέ [PG27.321] ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τούτου χάριν αἰτεῖ ταύτην αὐτῷ πληρωθῆναι τὴν ὑπόσχεσιν. Ὁ Θεός μου, μὴ ἐγκαταλείπῃς με, ἕως ἂν ἀπαγγεί λω τὸν βραχίονά σου. Ἐὰν μὴ ἐγκαταλείπῃς με, φησὶ, κατὰ τὴν σὴν ὑπόσχεσιν, ὦ ∆έσποτα, τότε γε νήσεται δυνατὸν τὸν σὸν ἀπαγγεῖλαι βραχίονα τῇ ἐξ ἐθνῶν ἐσομένῃ πιστῇ γενεᾷ. Τίς δὲ ὁ βραχίων ἐπι φέρει λέγων· Τὴν δυναστείαν σου καὶ τὴν δικαιο σύνην σου. Καὶ δυναστείαν μὲν, διὰ τὸ δῆσαι τὸν ἰσχυρόν φησι, καὶ διαρπάσαι τὰ σκεύη αὐτοῦ· δικαιο σύνην δὲ, ὅτι ἀδίκως ἡμᾶς αἰχμαλωσίᾳ κατεχομένους λελύτρωται. Ὁ Θεὸς ἕως τῶν ὑψίστων. Ἀπαγγελῶ, φησὶν, ὅτι οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐ ρανοῖς διὰ τοῦ ἰδίου ἐλυτρώσω αἵματος. Ὅμοιον δὲ τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Ὁ Θεὸς, τίς ὅμοιός σοι; Εὐχαριστεῖ ἐφ' οἷς, καίτοι πάλαι διὰ τὴν ἁμαρτίαν δικαίως καταδεδικασμένος θανάτῳ, οὐκ ἐναπέμεινεν τῷ θανάτῳ· ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀπολέλυ ται διὰ Χριστοῦ τῆς φθορᾶς. Ὅσας ἔδειξάς μοι θλίψεις πολλάς; Οἵων γάρ με καὶ ὅσων πεῖραν λαβεῖν ἐποίησας κακῶν; Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με. Ἐπλεόνασας ἐπ' ἐμὲ τὴν μεγαλοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. Ὁ διπλασιασμὸς ἔοικε σημαίνειν τὴν ἐπὶ τοῖς με τὰ τὸ βάπτισμα πλημμελήμασι γινομένην μετάνοιαν δεκτὴν ὑπάρχειν τῷ, ὡς εἴρηται, πλεονάσαντι ἐφ' ἡμᾶς τὴν αὐτοῦ ἀγαθότητά τε καὶ δικαιοσύνην. ∆ιὸ πρότερον μὲν τὸ, ἐζωοποίησάς με, ὡς ἐπὶ ἀναγεν νήσεως εἴρηται· δεύτερον δὲ τὸ, παρεκάλεσας, ὡς ἐπὶ καταπονουμένου τῇ τῶν ἁμαρτημάτων ἀθυμίᾳ. Ἔστι μέντοι καὶ ἐπὶ τῆς ἐξ Αἰγύπτου μὲν λυτρώσεως τὰ πρότερα μὲν ἐκδέξασθαι, ἐπὶ τῆς τοῦ Κυρίου δὲ παρουσίας τὰ δεύτερα νοῆσαι, ὅτε καὶ ἡ παντελὴς ἡμῖν γέγονε παράκλησις. Οἱ γὰρ ἐξ Αἰγύπτου ἐξελη λυθότες, εἰ καὶ ἐῤῥύσθησαν τοῦ προσκαίρου θανάτου, ἀλλ' ὑπέπιπτον τῷ αἰωνίῳ, ὡς μηδέπω τῆς ἀναστά σεως δεδωρημένης. Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Οὕτω, φησὶν, ἐμαυτὸν παρασκευάσω διὰ τῆς ἐξομολογήσεως ἐπι τήδειον γενηθῆναι πρὸς τὸ σκεῦος ὑμνολογίας κληθῆ ναι. Εἰ δὲ σκεῦος κληθῆναι ἐκλογῆς λέλεκται, δηλον ότι καὶ σκεῦος ὑμνολογίας. Ψαλῶ σοι ἐν κιθάρᾳ. Τῇ τῆς ψυχῆς ἁρμονίᾳ φησίν· Ὅταν γὰρ μηδὲν ἐναν τίον ἑαυτῇ μήτε κατὰ τὸν βίον μήτε περὶ τὰ δόγματα ποιῇ ἢ πάσχῃ ἡ ψυχὴ, τότε δὴ τότε νοητὴ κιθάρα κληθείη δικαίως. Ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψαλῶ σοι. Τοῦτο πρὸς ἀντιδιαστολὴν τοῦ νόμου λέλεκται· ὅτι ἐκεῖνα μὲν τὰ ἐπιτάγματα ἦν φορτικὰ, ὡς δυσκατόρ θωτα, ταῦτα δὲ χρηστά τε καὶ ἐλαφρὰ, ὡς καὶ ἡδο νῆς ἀποπληροῦντα τοὺς ἀξιωθέντας αὐτῶν. Καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω, τῆς ἁμαρτίας τῆς φθο ρᾶς, τῆς δουλείας τοῦ Σατανᾶ, τοῦ θανάτου αὐτοῦ. [PG27.324] Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶ σι, καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. Ὅταν ἐκ μέσου γένωνται, φησὶν, οἱ νοητοί μου ἐχθροὶ, καὶ τὴν ἄβυσσον οἰκοῦντες περιβάλωνται αἰσχύνην· τότε δὴ, ὡς μηδενὸς ἔτι παρεμποδίζοντος, ἀκαταλήκτοις ὕμνοις αἰνέσω σε, ∆έσποτα.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ ∆αυῒδ εἰς Σαλομῶνα. ΟΑʹ
Ὑπόθεσις. Παρουσία Χριστοῦ διὰ τῶν παρόντων κατασημαίνε ται, καὶ κλῆσις ἐθνῶν. Εἰς Σαλομὼν δὲ ἐπιγέγρα πται ὁ ψαλμός. Οὗτος γάρ ἐστιν ἀληθὴς Σαλομὼν ὁ εἰρηναῖος, διότι καὶ πεποίηκεν ἓν ἀμφότερα, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔλυσεν. Ὁ Θεὸς τὸ κρῖμά σου τῷ βασιλεῖ δός. Κέκριταί σοι, φησὶν, ὦ Πάτερ, τὸν μονογενῆ σου Υἱὸν ἐπιλάμ ψαι τοῖς ἐπὶ γῆς. Τοῦτο οὖν, φησὶ, τὸ πάλαι κριθὲν, εἰς πέρας ἀγέσθω. Καὶ τὴν δικαιοσύνην τῷ υἱῷ τοῦ βασιλέως. Αὐτὸς ὢν ἡ δικαιοσύνη τοῦ Πατρὸς, δικαιοσύνην λέγεται εἰληφέναι διὰ τὸ ἀνθρώπινον. Αὐτὸς δέ ἐστιν ὁ Χριστὸς καὶ ὁ βασιλεὺς, καὶ ὁ υἱὸς τοῦ βασιλέως. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύ νῃ. Αὕτη τῆς ἐνανθρωπήσεως ἡ αἰτία τὸ κρῖναι τὴν καθ' ἡμῶν πλεονεξίαν τοῦ Σατανᾶ· διὸ καὶ μέλλων σταυροῦσθαι ἔφασκε· Νῦν ἡ κρίσις ἐστὶ τοῦ κό σμου τούτου· ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκ βληθήσεται ἔξω. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. Ὄρη καὶ βουνοὺς ἐνταῦθα τὰς εὐαγγελικὰς δυνάμεις φησὶ, τὰς πάλαι μὲν, διὰ τὴν κεχυμένην ἀσέβειαν, μὴ ἐπιχωριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀνθρώπους ἀναλαμβάνειν κε λευομένας. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. Πένητας τῶν ἐξ εἰδωλολατρῶν πατέρων φησὶ τῶν πτωχευόντων ἀπὸ παντὸς καλοῦ, καὶ καθόλου πάντων ἀνθρώπων τὸ γέ νος. Πάντες γὰρ ἐκκεκλίκασι κατὰ τὴν τοῦ ψαλμοῦ φωνήν. Καὶ ταπεινώσει συκοφάντην. Τὸν διάβολόν φησιν. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ. Εἰς αἰῶνας, φησὶν, ἡ βασιλεία αὐτοῦ ἐκταθήσεται. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Οὗτος, φησὶν, ὁ βασιλεύσας ἐν τῇ παρουσίᾳ τῶν ἐπὶ τῆς γῆς, αὐτός ἐστιν ὁ καὶ πρὸ αἰώνων τῶν ὅλων δημιουργός. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἀψοφητὶ, φησί· τοῦτο δὲ εἶπε διὰ τὴν λαθραίαν αὐτοῦ παρουσίαν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη. Κατὰ γὰρ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ ἅπας πό λεμος ἀνῄρηται [Ambros. ἀνῄρητο] τῶν ἐθνῶν. Καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνην. Τοσοῦτον ἔσται, φησὶ, τῆς εἰρήνης τὸ πλῆθος ὃ γενή σεται ἐν τῇ αὐτοῦ παρουσίᾳ, ὡς καὶ εἰς τοὺς μέλλον τας ἐκταθῆναι χρόνους, καθ' οὓς ὁ ἥλιος σκοτισθή σεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσ σης. Τοῦτό φησι διὰ τὸ πάντα τὰ ἔθνη παραδέξασθαι τὴν εἰς αὐτὸν πίστιν· ἀντὶ τοῦ, Πάντων κρατήσει τῶν [PG27.325] τερμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ μεγάλα καὶ ἄπλετα πελάγη, ἅτινά τινες Ἀτλαντικὰ καλοῦσιν, Ὠκεανὸν, ἑσπέριον καὶ ἑῷον· εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυ κλούσαις θαλάσσαις ἐδήλωσε· καὶ τοῦτο σαφέστερον ὁ μετὰ τούτων ἐποίησε στίχος. Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Σφόδρα ὑπο ταγήσονται οἱ πολέμιοι, ὡς μὴ ὁρᾶσθαι μάχην πρὸς αὐτὸν, ἐκ μεταφορᾶς τῶν ἐπὶ γῆς πιπτόντων καὶ τὴν ὑποταγὴν σημαινόντων. Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου. Ἀπ' ἄκρων, φησὶ, περάτων τῆς οἰκουμένης ἕως ἄκρων προσκυ νήσουσιν αὐτῷ τά τε ἔθνη καὶ οἱ βασιλεῖς, εὐχαρι στοῦντες ἐφ' οἷς τῆς καταδυναστείας αὐτοὺς ἐλυτρώ σατο τοῦ Σατανᾶ. Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν. Ἐξαλείφων τὸ κατ' αὐτῶν χειρόγραφον καὶ χαριζόμενος καὶ τῷ τὰ πεντακόσια καὶ τῷ τὰ πεντήκοντα ὀφείλοντι. Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ. Σεβάσμιος, φησὶν, ἔσται παρὰ πᾶσι καὶ ἔνδοξος. Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας. Ταῦτά φησι διὰ τὸν ἀποστείλαντα Ἡρώδην ἀνελεῖν τὰ βρέφη. Λέγει οὖν, ὡς οὐ συμ περιληφθήσεται τοῖς ἀναιρουμένοις παιδίοις. Τὸ δὲ, Καὶ δοθήσεται αὐτῷ χρυσίον Ἀραβικὸν, δηλοῖ σα φῶς ἃ προσήνεγκαν οἱ μάγοι δῶρα. Καὶ προσεύ ξονται περὶ αὐτοῦ διαπαντός. Αὐτὸν ὀνομάζοντες ἐν προσευχαῖς, καὶ δι' αὐτοῦ δοῦναι τὸν Πατέρα αὐ τοῖς ἀξιοῦντες τῶν ἀγαθῶν τὴν δόσιν. Ἔσται στήριγμα ἐν τῇ γῇ. Τῆς Ἐκκλησίας, φησὶ, καὶ τῆς οἰκουμένης. Ἐπ' ἄκρων τῶν ὀρέων, τῶν ἀποστόλων καὶ προφητῶν. Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. Λίβανος μὲν ἡ Ἱερουσαλήμ· καρπὸς δὲ αὐτοῦ ὁ εὐαγγελικὸς λόγος. Λέγει οὖν, ὡς ὑπὲρ τὴν κατὰ νόμον λατρείαν ἔσται τὸ κή ρυγμα τὸ εὐαγγελικόν. Καὶ ἐξανθήσουσιν ἐκ πό λεως ὡσεὶ χόρτος τῆς γῆς. Πόλιν τὴν Ἐκκλησίαν σημαίνει, περὶ ἧς γέγραπται· ∆εδοξασμένα ἐλαλή θη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. ∆είκνυ σιν, ὡς οὗτος ὁ μὴ ἀποκτανθεὶς μετὰ τῶν βρεφῶν ἐστιν ὁ πρὸ καταβολῆς κόσμου ὑπάρχων μετὰ τοῦ Πατρός. Εὐλογητὸς ὁ Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος. ∆ιεξελθὼν πάντα ἃ κατορθώσει ἐν τῇ οἰκονομίᾳ τοῖς ἐπὶ τῆς γῆς, ὕμνον ἀναπέμπει αὐτῷ λέγων, ὡς αὐτὸς εἴη ὁ Θεὸς Ἰσραὴλ, ὁ μόνος δυνη θεὶς ταῦτα ποιῆσαι τὰ θαυμάσια. Ποῖα δὲ θαυμάσια, ἢ τὸ καταργῆσαι τὴν δυναστείαν τοῦ Σατανᾶ, καὶ ἐξελέσθαι τοὺς ἐπιβουλευομένους τῆς τῶν δαιμόνων τυραννίδος; Σκόπει δὲ, ὡς οὐχ ἁρμόσει τῷ Σολομῶντι τῷ ἐκ τῆς τοῦ Οὐρίου οὐδὲν τῶν εἰρημένων ἐν τῷ ψαλμῷ· οὔτε τό· Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ· οὔτε τό· Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· οὐδὲ τό· Πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ἐκ πάντων οὖν τούτων δῆλον, ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέλεκται. [PG27.328] Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης. ∆ιὸ προσήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ καὶ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτή ριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα. Ἐξέλιπον οἱ ὕμνοι ∆αυῒδ τοῦ υἱοῦ Ἰεσσαί.
ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΒʹ
Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὴν ἀνωμαλίαν τῶν ἀνθρώπων ἣν ἔχουσι περὶ τὰ τοῦ Θεοῦ κρίματα ἐξηγεῖται. Αὐ τὰ μὲν γάρ ἐστι βαθέα τε καὶ ἀνεξερεύνητα, καὶ ἀκαταληψίας γέμοντα πολλῆς· οἱ δὲ τοὺς λόγους τῆς ἐν ἑκάστῳ γιγνομένης οἰκονομίας ἀγνοοῦντες εἰς ἀμηχάνους ἐκπίπτουσι λογισμούς. ∆ιὸ δὴ, πρότερον αὐτοὺς προθεὶς ἡμῖν τοὺς λογισμοὺς, οὗτοι δὲ ἦσαν οἱ διὰ τὴν εὐπραγίαν τῶν ἀσεβῶν ἀνθρώπων ἐπισυμβαίνοντες· Ἰδοὺ γὰρ ἁμαρτω λοὶ, φησὶ, καὶ εὐθηνοῦντες, διδάσκει μετὰ τοῦτο καὶ ποῖον αὐτῶν τῶν ἀσεβῶν ἔσται τὸ τέλος· ὅπως ἂν, τὰ τοιαῦτα γνόντες σαφῶς, μὴ ἀπορῶμεν ἐν ταῖς ἀνωμαλίαις τῶν ἐν τῷδε τῷ βίῳ πραγμάτων. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ. Μέλλων διηγεῖσθαι τὴν τῶν ἐν ἀσεβείᾳ δι αγόντων ἀνθρώπων γινομένην εὐημερίαν, καὶ τὴν μετὰ ταῦτα αὐτοῖς ἀποκειμένην κόλασιν πικρὰν, προτάττει τὸ τοῖς εὐθέσιν ἀγαθὸν εἶναι τὸν Θεόν· ὅπως ἂν γνοῖεν οἱ τὴν εὐσεβῆ αἱρούμενοι μερίδα, ὡς μόνοις τοῖς εὐθέσι τῇ καρδίᾳ ἔσται ἀγαθὸς ὁ Θεός· οὐ μὴν ἔτι καὶ τοῖς φαυλότατα ἁμαρτάνουσιν. Ὥστε, εἰ καὶ δοκοῦσιν εὐημερεῖν, φησὶ, ταραττέσθω μηδεὶς, τὸ μικρὸν ὕστερον αὐτοὺς ἐκδεξόμενον κολαστήριον ἐν νοῶν. [Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. ∆ιηγεῖται τοιοῦτον τοὺς εὐσεβεῖς ὑπομένειν τὸν θάνα τον, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βού λοιτο τοιούτου θανάτου τυχεῖν.] Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν ὁρῶν, κ.τ.λ. Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται. Ταῦτα δέ ἐστι, τὸ πρῶτον μὲν ἐν εἰρήνῃ αὐτοὺς βαθείᾳ διατελεῖν· ἔπειτα διαπαντὸς εὐημερεῖν τοῦ βίου, ὡς καὶ μέχρι θανάτου τὴν εὐ ημερίαν συνεκτείνεσθαι, καὶ τοιοῦτον τοὺς ἀσεβεῖς ὑπομένειν αὐτὸν, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοῦ τοιούτου θανάτου τυχεῖν· πρὸς δὲ τοῦτο καὶ εἰ ἄρα συνέβη ἐπὶ τῇ ἁμαρτίᾳ αὐτῶν μάστιξ ἐπιστρεπτικὴ, ταύτην μὴ εἶναι χαλεπὴν, ἀλλ' ἐλαφράν τε καὶ εὐπαρακόμιστον· ἐφ' ἅπασι δὲ τού τοις τὸ μὴ τῶν ἀνθρωπίνων συναπολαύειν κόπων, μηδὲ δέεσθαι τῆς καθ' ἡμέραν ἐργασίας εἰς διατρο φὴν ἀναγκαίων τροφῶν. Οὗτος γὰρ αὐτῶν ὁ διὰ χει ρῶν κόπος οἷον ἀντὶ μαστίγων τοῖς ἀνθρώποις δέδο ται. ∆ιὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, εἰς τέλος. Ἐπειδὴ πάντων μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, κακοῦ δὲ οὐδενὸς, τούτου χάριν περισσῶς ἐπετήδευ σαν τὴν ὑπερηφανίαν· ἥτις καὶ ἀδίκους καὶ ἀσεβεῖς αὐτοὺς ἀπετέλεσε, καὶ ἐπὶ τοσοῦτον, ὡς καὶ τὰς ἀσεβείας αὐτῶν παχεῖς εἶναι καὶ οἱονεὶ εὐτραφεῖς. [PG27.329] ∆ιήλθοσαν εἰς διάθεσιν καρδίας. Ἡ παράνομος εὐημερία, φησὶν, ἕξιν αὐτοῖς πονηρὰν εἰργάσατο περὶ τὴν ψυχήν. Καὶ πόθεν δῆλον ἢ ἐκ τοῦ διανοεῖσθαι αὐ τοὺς καὶ λαλεῖν πονηρίαν; Ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἐπίτασιν τῆς πονηρίας αὐτῶν σημαίνει, ὡς λοιπὸν καὶ εἰς αὐτὸν τὸν Θεὸν ἀναφέρειν τὴν βλασφημίαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν. Βλάσφημα, φησὶ, προ έφερον κατὰ τοῦ Θεοῦ ῥήματα, καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ γῆς ἔχοντες. ∆ιὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου. ∆ιὰ τοῦτο μέν τοι ἐπαρθέντας αὐτοὺς καταβληθῆναι. Ὁ δὲ νοῦς οὕτως· Ὠφέλειά τις, φησὶ, καὶ ἐπιστροφὴ τῷ ἐμῷ λαῷ γενήσεται, ἡ τούτων τιμωρία. Ἑωρακότες γὰρ οἶον τοὺς ἀσεβεῖς διαδέξεται τέλος, οὐκ ἄν ποτε εἰς τοῦτο ἔλθοιεν, ἐφορᾷν τὰ ἀνθρώπινα σαφῶς ἐγνωκότες Θεόν. Καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Ὅταν, φησὶ, τὴν τοιαύτην κτήσωνται γνώμην, τότε δὴ τότε τῆς ζωῆς αὐτῶν τὸν χρόνον καλῶς ἀνα πληρώσουσι, κατὰ τὸ εἰρημένον ὅτι· Ἐκοιμήθη πλήρης ἡμερῶν· τουτέστι πλήρεις αἱ ἡμέραι αὐτῶν παντὸς γεγόνασιν ἀγαθοῦ. Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεός; Ὁ μὲν ἐμὸς λαὸς, φησὶν, ἐκ τοῦ καταβληθῆναι τοὺς ἀσεβεῖς ὠφεληθή σεται. Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν, καὶ ἀμηχανεῖν καὶ λέγειν· Εἰ ἆρα ἐφορᾷ τὰ ἀνθρώπινα ὁ Θεός; Τὸ γὰρ, Πῶς ἔγνω, ἀντὶ τοῦ, Πῶς γινώσκειν τὰ καθ' ἡμᾶς καὶ διοικεῖν λέγεται, καὶ πῶς γνῶσιν ἔχει τῶν ἡμετέρων; Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Τὸ αἴτιον τοῦ σκανδάλου τῶν ὁρώντων εὐθηνουμένους τοὺς ἀσεβεῖς παρατίθεται. Τοῦτο δέ ἐστι τὸ διαιωνίζειν αὐτοὺς κατὰ τὸν παρόντα βίον τῇ εὐημερίᾳ. Καὶ εἶπα· ἆρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου. Κἀγὼ, φησὶ, ταῦτα ὁρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, κατ' ἐμαυτὸν ἐν νοῶν, μήπως ἄρα ὁ ὑπὲρ ἀρετῆς πόνος ἔσται μοι μάταιος. Ἦν δὲ ὁ πόνος τὸ δικαιοσύνην ἀσκεῖν, καὶ τὸ καθαρεύειν ἀδίκου πράξεως, καὶ τὸ ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων ἑαυτὸν μαστίζειν τῇ ἐξομο λογήσει, καὶ εἰς τοῦτο ὥσπερ ἐκ κοίτης διανίστασθαι εἰς τὸ ὑπὲρ τῶν ἁμαρτημάτων κακοῦν ἑαυτόν. Εἰ ἔλεγον· ∆ιηγήσομαι οὕτως· ἰδοὺ τῇ γενεᾷ υἱῶν σου ἠσυνθέτηκα. Ταῦτα, φησὶν, ἐνενόουν κατ' ἐμαυτὸν, ὡς, εἰ τούτους τοὺς ὑπεισελθόντας μοι λογισμοὺς ἑτέροις ἐπαγγείλω (οὗτοι δὲ ἦσαν τό· Ἆρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου), παντὸς σκανδάλου αὐτοῖς γενοίμην αἴτιος. Τοῦτο δὲ ποιῶν παρέβαινον τῶν σῶν υἱῶν τὰς συνθήκας, τῶν δι καίων ἀνδρῶν δηλαδή. Αὗται δὲ ἦσαν τῶν ἁγίων αἱ συνθῆκαι, τὸ μὴ ἀλλήλοις σκανδάλου αἴτιος γίνεσθαι. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου. Ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλλον ἐμαυτὸν, ἅτε [PG27.332] βαθέων ὄντων καὶ ἀνεξερευνήτων. Πλὴν τὸν δέοντα εἰς τὴν τούτων γνῶσιν πεπόρισμαι ἐμαυτῷ καιρόν· οὗτος δὲ ἦν ὁ τοῦ θείου δικαστηρίου καιρὸς, ὅτε ἀπο δώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κ.τ.λ. Ἐγὼ μὲν, φησὶν, ἐπιτήδειον τῆς ἀκριβοῦς περὶ τούτων γνώσεως ἐθέμην ἐμαυτῷ τὸν μέλλοντα καιρόν· ὅπως, τῷ προφητικῷ πνεύματι γνοὺς τὰ ἐσό μενα, φημὶ, ὡς αἰτία πικρῶν κολάσεων αὐτοῖς ἡ τοῦ τρόπου δολιότης γενήσεται. Ἔσται γὰρ αὐτῶν εἰς πτῶσιν τὸ ὕψωμα. Καὶ οὗτος ὁ παρὼν αὐτοῖς κριθείη πλοῦτος ὥσπερ ἂν καὶ τῶν ὀνειρωττόντων τὰ φάσματα ἀνυπόστατα καὶ πάσης σκιᾶς ἀσθενέστερα. Καὶ ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξου δενώσεις. Πόλις μὲν τοῦ Κυρίου ἡ ἄνω Ἱερουσαλὴμ, εἰκὼν δὲ αὐτῶν ἡ τοῦ χοϊκοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τὴν τοῦ χοϊκοῦ, φησὶ, πεφορήκασιν εἰκόνα, καὶ οὐ τὴν τοῦ ἐπουρανίου, ταύτῃ τοι καὶ ἐξουδενωθήσονται· ἀκούσονται γὰρ κατ' ἐκεῖνο και ροῦ· Οὐκ οἶδα ὑμᾶς· ἅτε μὴ φοροῦντες τὴν αὐτοῦ τοῦ ἐπουρανίου εἰκόνα. Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγ νων, κ.τ.λ. Ἐπειδὴ ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ, ὡς καὶ τὴν καρδίαν καὶ τοὺς νεφροὺς πληρωθῆναι ζήλῳ πυ ρὸς, τούτου χάριν ἠξιώθην φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως πεποιημένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν. Ἀλλὰ δίκην κτήνους ἀλόγου διετέλεσα πρότερον, μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς Προνοίας λόγοις. Ὅμως οὐκ ἀπελιπόμην σοῦ τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος συνήμην δέ σοι διαπαντός. Καὶ τοῦτο ἔπραττον οὐκ ἐξ ἐμῆς δυνάμεως, ἀλλ' ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς, τῇ σαυτοῦ φιλανθρωπίᾳ τῆς ἐμῆς δεξιᾶς ἐπιλαβόμε νος, συνεῖχες καὶ συνεκράτεις πρὸς τὸ μὴ διασεισθῆ ναί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύε σθαι τῆς παρὰ σοὶ στάσεως. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ γῆς, κ.τ.λ. Ἐπειδὴ οὐδέν μοι, φησὶν, ὑπάρχει ἐν τῷ οὐρανῷ, πλὴν σοῦ μόνου, ἀναγκαίως οὐδέ τι τῶν ἐπὶ γῆς ἠθέλησα δέξασθαι ἅτε φθαρτῶν ὄντων ἁπάντων καὶ προσκαίρων. Ἑνὸς δὲ μόνου ηὐ χόμην τυχεῖν, καὶ τῷ τούτου πόθῳ κατέτρυχον ἐμαυ τὸν ἐπὶ τῆς γῆς· τοῦτο δέ ἐστι τὸ σὲ μερίδα μοι καὶ μόνην γενέσθαι. Ἰδοὺ ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπ ολοῦνται, κ.τ.λ. Τῆς σῆς ἀντεχόμην, ὦ ∆έσποτα, συναφείας, φησί· καὶ τοῦτο καλῶ, εἰδὼς, ὡς τῶν ἔξω σοῦ τυγχανόντων ὄλεθρος ἔσται τὸ πέρας. Οἱ δὲ συνόντες ἀγαθὴν ἕξουσι μερίδα. Συμβήσεται γὰρ αὐτοῖς, ἐν τῇ ἐπουρανίῳ γενομένοις Ἱερουσαλὴμ, τὴν καλὴν μερίδα κληρονομεῖν. Αὕτη δέ ἐστι τὸ τοῖς σοῖς ὕμνοις ἐντρυφᾷν ἀεί. Συνέσεως τῷ Ἀσάφ.
ΟΓʹ
Ὑπόθεσις. Ἱκετηρίαν ἐν τούτοις ὁ προφήτης ᾄδει, τὴν ἔσχατον ὁρῶν αἰχμαλωσίαν τοῦ Ἰσραήλ· ὅπως ἂν μὴ εἰς τὸ παντελὲς αὐτοὺς ἐξέλῃ τῆς πρὸς αὐτὸν οἰκειώσεως, [PG27.333] καταλείπῃ δέ τινα αὐτοῖς εἰς σωτηρίαν ἀφορμήν. ∆ιαγράφει δὲ καὶ τὴν ἅλωσιν τὴν συμβᾶσαν αὐτῇ τε τῇ πόλει καὶ τῷ θείῳ ναῷ. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ὅμοιον τῷ· Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ ἤδη εἰς τέλος. Οὐ γὰρ ἔτι ἀνάπαυλαν ἕξονται τῶν κακῶν. Μνήσθητι τῆς συναγωγῆς σοι ἧς ἐκτήσω ἀπ' ἀρχῆς. ∆ιὰ τῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.Ἐλυτρώσω ῥάβδῳ τὴν κληρονομίαν σου. Ἀπὸ κοινοῦ τό· Μνήσθητι ἧς ἐλυτρώσω ῥάβδῳ κληρονομίας σου· τουτέστι κληρονομίας εἰς βασίλειον ηὐτρεπισμένης, καθ' ὃ πρὸς αὐτοὺς εἴρηται· Ἔσεσθέ μοι ἐξ ἁπάντων τῶν ἐθνῶν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα. Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. ∆ιὰ τὸ ἐπιφαίνεσθαι ἐν τῷ θείῳ ναῷ τὸν Θεόν. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος. Τῶν καταστρατευσαμένων κατὰ τοῦ θείου ναοῦ. Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Ἐπειδὴ ἐν τῷ Πάσχα τῇ ἑορτῇ τὸν κατὰ τοῦ Κυρίου ἤραντο πόλεμον, τούτου χάριν ἐν αὐτῷ τῷ καιρῷ τοῖς πολεμίοις παρεδόθησαν. Τῷ γὰρ Πάσχα συνηγμένων κατὰ τὸν νόμον τῶν Ἰου δαίων ἁπάντων, ἡ πολιορκία γεγένηται δικαίως ἐν ᾧ καιρῷ καὶ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. Τὰ σύμβολά φησι τοῦ πολέμου· λέγει δὲ τὰ καλούμενα παρὰ τοῖς στρατεύμασι σίγνα, ὅτι ἔθεντο εἰς τὴν ὁδὸν τῆς πό λεως. Καὶ οὐ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ ὑπερήλαντο, φησὶ, τουτέστι καὶ εἰς αὐτὸν τὸν θεῖον ναὸν εἰσεπήδησαν, οὐ γινώσκοντες, ὅτι Θεὸς ἦν ὁ παραδιδοὺς τὴν πόλιν αὐτοῖς διὰ τὴν τῶν ἐνοικούν των ἀσέβειαν. Ἅτε δὴ τοῦτο ἀγνοήσαντες, τὴν μὲν οἰκείαν ἀπεθαύμασαν δύναμιν, ἀσθένειαν δὲ κατεψη φίζοντο τοῦ ἐν τῷ θείῳ ναῷ προσκυνουμένου Θεοῦ. ∆ιὸ προϊών φησιν· Ἕως πότε, Κύριε, ὀνειδιεῖ ὁ ἐχθρός; Τὸ δὲ ἀναδιπλασιάσαι ἐν τῷ κατονομάζειν τὰ σημεῖα ἀποθαυμάζοντος εἴη πῶς ὁ θεῖος ναὸς ταῖς τῶν πολεμίων παρεδόθη χερσίν. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ.τ.λ. ∆ιαγράφει ἐν τοῖς προκειμένοις τῆς τε πόλεως τοῦ τε θείου ναοῦ τὴν καταστροφήν. Ὑλοτομικοῖς καὶ τεκτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρυμὸν διαφθείροντες. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, κ.τ.λ. Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφορᾶς, ἕνα σκοπὸν εἶχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. ∆ιὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον λατρείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μήτε τὰς ἐπὶ τῶν προγό νων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προ φητικῆς ἐλεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι. Πάλαι γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζα χαρίαν, τὸν Μαλαχίαν. Καὶ οἱ τούτων δὲ πρεσβύτε [PG27.336] ροι προφῆται τῷ λαῷ καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς κατα δήλους ἐποίουν. Καὶ τοῦτο ἐκ τῆς ἱστορίας καταμα θεῖν εὐπετές. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Ἐκεῖνοι μὲν παρώξυνον ἀλλήλους, εἰς τὸ παύσειν ἔτι τελουμένας τὰς ἑορτὰς τοῦ Κυρίου, καὶ δὴ τοῖς λόγοις προσήγα γον τὰ ἔργα· ἡμεῖς δὲ καθ' ὃν ταῦτα ἐπράττετο, οὐ γεγόναμεν θεαταὶ τῶν σημείων ἐκείνων ὧν πολλάκις ἐπὶ προτέροις πολέμοις αὐτόπται γεγενήμεθα. Ταῦτα δὲ ἦν τὰ σημεῖα, ἐπικουρία τῶν συνεχόντων δεινῶν. ∆ιὸ δὴ ὡς τούτων μὴ γενόμενοι θεαταί φαμεν· Ἵνα τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; Οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Καὶ τοῦτο ἡμᾶς μάλιστα ἀπευδοκεῖν τῆς σωτηρίας ποιεῖ, τὸ μηκέτι ἐν τῷ ἔθνει προφήτην ὁρᾷν τὸν δυνάμενον ὑπὲρ ἡμῶν ἐκδυσωπεῖν τὸν Θεόν. Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; Πληρώσας τὴν διαγραφὴν τῆς ἁλώσεως ἀπὸ τοῦ προσώπου τῶν ἐχθρῶν, εἰς ἔλεος ἐκκαλεῖται τὸν Θεὸν, καὶ θέαν, πῶς τὰ γινόμενα πάντα εἰς ὕβριν τοῦ Θεοῦ· τῷ τε εἰπεῖν· Ἐν μέσῳ τῆς ἑορτῆς σου, καὶ τὸ, Ἁγιαστήριόν σου, καὶ τὸ, Σκήνωμα τοῦ ὀνόματός σου, καὶ, Τὰς ἑορτὰς τοῦ Κυρίου, καὶ Τὸ ὄνομά σου εἰς τέλος. Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου, κ.τ.λ.; Ἵνα τί, φησὶν, ἀνακόπτεις τῶν ἀγαθῶν τὴν δόσιν, ὧν πάλαι ὥσπερ ἐκ κόλπου παρεῖχες ἡμῖν. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος. Νῦν μὲν, φησὶν, ἀνακόπτεις ἐξ ἡμῶν τῶν ἀγαθῶν τὴν ἀναφοράν· πάλαι δὲ, καὶ Θεὸς ἡμῶν ἀξιῶν προσαγο ρεύεσθαι καὶ βασιλεὺς, τοιαύτην ἡμῶν ἐποιήσω τὴν σωτηρίαν ὡς μηδένα λαθεῖν τῶν ἐπὶ γῆς. Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἐντεῦθεν λαβόντες τινὲς ἀπεφήναντο τὰ Ἱεροσόλυμα ὀφθαλμὸν εἶναι τῆς γῆς. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θά λασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρα κόντων ἐπὶ τοῦ ὕδατος. ∆ιαγράφει τῷ λόγῳ τίνι τρόπῳ τὴν πάλαι αὐτῶν σωτηρίαν εἰργάσατο. Καὶ πρῶτον μὲν τὸ παγῆναι ὡσεὶ τεῖχος τῆς θαλάσσης τὰ ὕδατα, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν· καὶ τοῦτό ἐστι τὸ, Ἐκραταίωσας τὴν θάλασσαν· δεύτερον δὲ, τὸ συντριβῆναι τὴν Αἰγυπτίων ἐπὶ τῶν ὑδάτων κεφαλὴν, οὓς καὶ δράκοντας διὰ τὸ πονηρὸν τῆς γλώσσης ὀνομάζει· εἶτα μετ' αὐτῶν καὶ αὐτοῦ τοῦ ἐξάρχοντος αὐτῶν βασιλέως, ὃν καὶ αὐτὸν ὁμοίως δράκοντα προσ αγορεύει. [Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασ σαν. Τὸν Φαραὼ σὺν τριστάταις καὶ ἅρμασι συντρίψας ὡς δρακοντείας κεφαλὰς, διὰ τὸ πονηρὸν τῆς γνώμης, ἐπὶ τοῦ ὕδατος· ὡς τοὺς Αἰγυπτίους πλησιοχώρους Αἰθίοψιν ὄντας παρέδωκας αὐτοῖς εἰς κατάβρωμα, αὐτοὺς καὶ τὸν βασιλέα αὐτῶν ἥττησας ἀπὸ προσ ώπου Αἰθιόπων.] Ἔδωκας αὐτὸν βρῶμα λαοῖς Αἰθίοψιν. Αὐτὸν τὸν Φαραὼ, μετὰ τῆς στρατείας δὲ δηλονότι. Λαοὺς δὲ ἐνταῦθα τὰς τῶν παρὰ Ἰνδοῖς ὀρνέων ἀγέλας φησίν· αἳ καὶ τῶν Αἰγυπτίων κατήσθιον τὰ σκηνώ ματα ἐκριφέντα ἀπὸ τῆς θαλάσσης ἐν τῇ γῇ. [PG27.337] Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους. Τὰ ἐν τῇ ἐρήμῳ φησὶν, ὅτε ἐπότισε τὸν λαὸν ἐκ πέτρας. Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. Ἠθὰμ ἑρμηνεύεται νότος· εἰς νότον γὰρ τῆς Ἰουδαίων χώρας ὁ Ἰορδάνης κεῖται. Σή ἐστιν ἡ ἡμέρα καὶ σὴ ἡ νύξ. Οὐ μόνον, φησι, τῶν ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ τῶν ἐν τῇ ἐρήμῳ γέγονας ἡμῶν χορηγός· ἀλλὰ καὶ σύμπαντι τῶν ἀν θρώπων γένει ἀγαθῶν γεγένησαι πρόξενος· τοῦτο μὲν ἡμέραν καὶ νύκτα δημιουργήσας, τοῦτο δὲ ἥλιον καὶ σελήνην, τοῦτο δὲ θέρος καὶ ἔαρ, τοῦτο δὲ πήξας ὅρια ἐν τῇ γῇ. Ταῦτα δὲ νῦν φησι καὶ εἰς τὴν νῦν ἐπικου ρίαν αὐτὸν ἐπικαλούμενος. ∆ιό φησι· Μνήσθητι ταύ της τῆς κτίσεώς σου. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν ἐποίησας, παράσχου τὴν ἐπικουρίαν δι' οὓς ἡ κτίσις ἐγένετο. Μνήσθητι ταύτης, ὁ ἐχθρὸς ὠνείδισέ σε, Κύ ριε. Ἐπικαλεσαμένου διὰ τῆς κτίσεως εἰς οἶκτον τοῦ λαοῦ τὸν Θεόν· πάλιν ἑτέρῳ τρόπῳ αὐτὸν εἰς οἶκτον ἐπικαλεῖται. Οὗτος δέ ἐστιν ὁ τρόπος τὸ μέγα φρονεῖν τὸν ἐχθρόν. Καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Ὅρα πάλιν ἕτερον οἰκτιρμοῦ τρόπον, διὰ τὸ τοὺς ἐχθροὺς παροξῦναι τὸ ὄνομα αὐτοῦ. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι. Ἐπανέτεινε τὸν τρόπον τῶν οἰκτιρμῶν, θηρία τοὺς ἐχθροὺς ἀποκαλέσας· ὡς ἔχοντάς τι τοὺς ἡμαρτηκότας συγγνώμης διὰ τῆς ἐξομολογήσεως. Τοῦτο δὲ εὔχεται μὴ ὁμοτρόπως ἀπολέσθαι τὸν Ἰσραὴλ, ὃ γέγονε. Πολλαὶ γὰρ καὶ τῶν σταυρωσάν των μυριάδες ἐπίστευσαν, καὶ ἐσώθησαν. Ἐπίβλεψον εἰς τὴν διαθήκην σου. Ἕτερος πάλιν οἰκτιρμοῦ τρόπος· ἀφ' ὧν γὰρ ἀγαθὸς περὶ αὐ τοὺς ἐγένετο διαθέμενος διαθήκην αὐτοῖς, ἀπὸ τού των ἐπισπῶνται τὸν ἔλεον. Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. Ὃ λέγει τοιοῦτόν ἐστιν· Εἰ καὶ πλήρεις σκότους γεγόνασιν οἶκοι πολλοὶ διὰ τὰς εἰς σὲ, Κύριε, γεγενημένας παρ' αὐτῶν ἀνομίας· ἀλλὰ μὴ πᾶς ὁ λαὸς ἀποστραφῇ, μηδὲ αἰσχύνῃ παραδοθῇ. Εἶχον γάρ τινες ἐν ἑαυτοῖς σωτηρίας ἐλπίδα, οἳ καὶ διὰ τῶν ἀποστόλων ἐσώθη σαν, καὶ μάλιστα διὰ Πέτρου ἐν ταῖς πρώταις δημηγορίαις, ὡς κατὰ τρισχιλίους καὶ πεντακισχιλίους καὶ μυριάδας αὐτοὺς γενέσθαι. [Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. Σωθέντων, φησὶ, τῶν σωτηρίας ἀξίων, ὁ πτωχὸς πνεύματι, τουτέστιν ὁ τῶν ἀποστόλων χορὸς, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, τάς σοι πρε πούσας ἀναπέμπουσι δοξολογίας.] Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου. Εἰς τὴν τῶν ἀπατησάντων τὸν λαὸν τιμωρίαν ἱκετεύων διανίστησι τὸν Θεόν. Μνήσθητι τοῦ ὀνειδισμοῦ σου. Πάλιν διὰ τοῦ αὐτὸν ὀνειδίζεσθαι εἰς οἶκτον ἐπικα λεῖται τὸν Θεόν. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Ἀσάφ.
ΨΑΛΜΟΣ. Ο∆ʹ
Ὑπόθεσις. Ἐν τούτῳ τὸ πρόσωπον τῶν ἀποστόλων εἰσφέρεται, [PG27.340] παραινοῦν τοὺς ἀνθρώπους τῆς ἀσεβείας παύεσθαι, ὑποτιθέμενον αὐτοῖς τὸ φοβερὸν ἐκεῖνο καὶ θεῖον δικαστήριον. Ἐξομολογησόμεθά σοι, ὁ Θεός ... ∆ιηγήσομαι πάντα τὰ θαυμάσιά σου. ∆ιηγεῖσθαι τοῦ Θεοῦ τὰ θαυμάσια ὑπισχνεῖται ὁ ἀποστολικὸς χορὸς, τῶν διωκόντων ἀπαλλαγείς. Ἐγὼ εὐθύτητας κρινῶ. Ταῦτα ὁ Σωτήρ φησιν ὑπακούων αὐτῶν τῇ ὑποσχέσει. Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ οἰκοῦντες ἐν αὐτῇ. ∆ίκαια, φησὶ, κρίνων κατέτηξας τὴν γῆν, δηλαδὴ τὴν Ἱερουσαλὴμ, καὶ πάντας τοὺς ἐν αὐτῇ κατ οικοῦντας. ∆ύναται δὲ τοῦτο διττῶς νοεῖσθαι καὶ ἐπὶ ἀγαθοῦ, τὸ, ἐτάκη, ἀντὶ τοῦ, ὑπενδέδωκε τῇ πονηρίᾳ· καὶ ἐπὶ κακοῦ, ἵνα δηλώσῃ τὴν τιμωρίαν τὴν γενομένην κατ' αὐτῶν. Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Στῦλοι τῆς Ἱερουσαλὴμ οἱ ἅγιοι ἀπόστολοι, κατὰ τὸ εἰρημένον· Στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. [Φησὶν ὁ Ἀπόστολος· Καὶ γνόντες τὴν δοθεῖσάν μοι Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.] Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε. Ἐν τεῦθεν τῶν ἀποστόλων τὸ πρόσωπον παραινοῦν τῆς ἀσεβείας τοῖς ἀνθρώποις παύσασθαι. [Ταπεινοῖ δὲ Ἰουδαϊκὸν λαὸν διὰ τὴν ὑπερηφανίαν αὐτοῦ· ὑψοῖ δὲ τὸν ἐξ ἐθνῶν διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ.] Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν. Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος μὴ αὔξειν τῇ ἀλαζονείᾳ τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ γλῶτταν κινεῖν. Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. ∆ιὰ τούτων τὸν πάντα κόσμον τῆς οἰκουμένης δηλοῖ· ἔξοδον μὲν τὴν ἀνατολὴν, ἀφ' ἧς ὁ ἥλιος ἔξεισι, δυσμὰς δὲ τὴν ἑσπέραν· ὄρη δὲ ἔρημα τά τε ἀρκτῷα καὶ τὰ νότια· ταῦτα γὰρ δι' ἀμετρίαν κρύους τε καὶ καύσωνος ἀοίκητά ἐστι. Μὴ παρανομεῖτε τοίνυν, φησὶν, ὅτι οὐδεὶς ἐν πάσῃ τῇ οἰκουμένῃ λάθοι τὸν Θεὸν βλάσφημόν τι λέγων κατ' αὐτοῦ. Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. Κριτὴς, φησὶν, ὑπάρχων ἀγαθὸς, ταπεινοῖ μὲν τοὺς ἀσεβεῖς, ὑψοῖ δὲ τοὺς ταπεινοὺς τὴν καρδίαν. Ἐκληπτέον δὲ ταῦτα καὶ ἐπὶ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τέ φημι καὶ τὸν ἐξ ἐθνῶν· ὁ μὲν γὰρ τεταπείνωται διὰ τὴν ἀλαζονείαν· ὁ δὲ ὑψοῦται διὰ τὴν ταπεινοφροσύ νην. (Corderius.) Αὐτὸς γὰρ καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ, ἐγείρει ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνίστησι πένητα. Ἀλλὰ καὶ ταπεινώσας τοὺς ἐκ πε ριτομῆς, τοὺς ἀπὸ τῶν ἐθνῶν ὕψωσεν. Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. Ποτήριον, φησὶν, ἐστὶν ἐν τῇ τοῦ Κυρίου χειρὶ, εἰς ὃ ἑκάστου ἀνθρώπου τοὺς καρποὺς καὶ τοὺς ἀγαθοὺς καὶ τοὺς πονηροὺς οἱονεὶ ἐκπιέζων, καὶ τὰ ἀγαθὰ τοῖς πονηροῖς ἀνακιρνῶν, πλῆρες αὐτὸ ἀποτελεῖ. Εἶτα ὧν οὐκ ἐκχεῖται ὁ τρυ γίας, τουτέστιν ὧν ἐναπομένουσιν αἱ ἁμαρτίαι, οὗτοι αὐτὸ ἐκπίονται· τουτέστι τοῖς ἰδίοις μεθυσθήσονται [PG27.341] κακοῖς· ὥσπερ ἀμέλει καὶ οἱ ἅγιοι πίονται τὸ ποτή ριον τῆς ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τοῦ Κυρίου Ἰησοῦ κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ φωνήν· μεθ' ὑμῶν. Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Ἐπειδὴ ἂν, φησὶ, τοῦ ποτηρίου μεταλάβω τῆς ζωῆς, εὐφροσύνη μοι γενήσεται ἐξ αὐτοῦ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συν θλάσω. Εἰ, ταπεινουμένων τῶν ἁμαρτωλῶν εἰς ὕψος αἴρεται τὸ κέρας, δηλονότι καὶ ὑψουμένων ἁγίων, συντριβήσονται τῶν ἁμαρτωλῶν τὰ κέρατα. Τίνες δὲ ἂν εἶεν οἱ ἁμαρτωλοὶ ἢ οἱ ἀντικείμενοι τοῖς τοῦ Θεοῦ ἀνθρώποις πονηροὶ δαίμονες; Καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου. Κέρας μὲν τὴν βασιλείαν φησὶν, ἤτοι τὴν δυναστείαν. Ἐπειδὴ ἂν οὖν, φησὶ, τὴν ἰσχὺν λάβωσιν οἱ δίκαιοι, ἀνῃρημένων δηλαδὴ τῶν πονηρῶν δυνάμεων, τότε δὴ τότε καὶ τοῦ Θεοῦ δειχθήσονται τὰ θαυμάσια. ∆ιὸ καὶ ἀρχόμενος τοῦ ψαλμοῦ ἔλεγεν· ∆ιηγήσομαι τὰ θαυμάσιά σου, ὅτ' ἂν λάβω καιρόν. Εἰς τὸ τέλος, ἐν ὕμνοις,
ΨΑΛΜΟΣ τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. ΟΕʹ
Ὑπόθεσις. Καὶ οὗτος ὁ ψαλμὸς τῆς αὐτῆς ἔχεται ὑποθέσεως τῷ ὀπίσω· καὶ αὐτὸς γὰρ τὰ περὶ τοῦ θείου δικαστη ρίου διηγεῖται. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, καὶ ἐν Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἰουδαίαν ἐνταῦθα καὶ Ἰσραὴλ τὴν ἐγνωκυῖαν τὸν Θεὸν ψυχήν φησιν· αὕτη γάρ ἐστιν ἡ ἀληθὴς Ἰουδαία καὶ ὁ ἀληθὴς Ἰσραήλ. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ γὰρ περὶ τῆς ἄνω Ἰουδαίας γέγραπται, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, δηλονότι εἰρήνης ἔσται τόπος. Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Τῇ νοητῇ φησιν, ἤτοι τῇ ἄνω, ἢ τῇ τῶν ἁγίων ψυχῇ. [Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Τῇ τῶν ἁγίων ψυχῇ. Τὸ Ἑβραϊκὸν Σαλὴμ ἔχει, καὶ οἱ λοιποὶ οὕτως ἡρμήνευσαν· ὅ ἐστιν εἰρήνη. Ἐν ταύτῃ οὖν ἢ τῇ ψυχῇ, ἢ τῇ Ἐκκλησίᾳ τὰ πεπυρωμένα βέλη, ἃ ὁ πονηρὸς πέμπει, συντρίβονται, ἢ τῇ ἄνω Ἱερουσαλήμ.] Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων. Σημαίνει διὰ τούτων τὰς ἀντικειμένας δυνάμεις· αἳ συντρί βονται, ἐπειδὴ ἂν οἱ ἅγιοι τὰς ἐκεῖ λάχωσι κατοι κεῖν μονάς. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ὄρη αἰώνια τοὺς οὐρανούς φησι. Φωτίζει δὲ ἡμᾶς ἄνωθεν ὁ Θεὸς, τὸ Πνεῦμα ἡμῖν καταπέμψας ἐξ οὐρα νῶν. Φωτισμὸς σὺ ὑπερμεγέθης ἀπὸ ὀρέων ἁλώ σεως. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων θήρας. Φοβερὸς εἶ θαυμαστῶς ἀπὸ ὀρέων καρπίμων. [Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ἐκεῖθεν καταπέμπει τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ ὀρέων αἰωνίων· τὴν Σιὼν λέγει, ἀφ' ἧς ᾤοντο τὸν Θεὸν ὁρμώ μενον ταῦτα ποιεῖν· οὗ καὶ ναὸς αὐτῷ ᾠκοδόμητο.] [PG27.344] Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Οἱ μὴ δεξάμενοι τὸν φωτισμὸν τὸν διὰ τοῦ Πνεύματος, ἐν ταράχῳ καὶ σάλῳ γενήσονται, τοῦ θείου ἐπιφανέντος δικαστηρίου. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Ἀμελείᾳ, φησὶ, καὶ ῥᾳθυμίᾳ παραδεδωκότες τὸν βίον κατὰ τὸν καιρὸν τῆς θείας κρίσεως, ὡς οὐδὲν εὗρον ἑαυτοὺς εἰς τὰς χεῖρας κατ έχοντας, οἱ πάλαι ἐν τῷ θνητῷ βίῳ πλούσιοι. Πῶς γὰρ καὶ εἶχον εὑρεῖν ἃ οὐκ εἰργάσαντο; Πάντες οἱ ἄνδρες τοῦ πλούτου χερσὶν αὐτῶν. Ὁ δὲ Σύμμαχος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ τὰς χεῖρας αὐτῶν. Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι' ἧς τῶν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐδὲν ἐντεῦθεν ἀπώναντο, ἐπήγαγεν· Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. Ἐξενεχθείσης, φησὶ, τῆς κατ' αὐτῶν δικαίας ψήφου, οἱονεὶ ὕπνῳ καὶ κάρῳ παραδέδονται· τουτέστιν ἀνανεύειν οὐκ ἴσχυσαν. Τίνες δὲ οὗτοι ἢ οἱ ἐπιβεβηκότες τοῖς ἵπποις; Ἵππους δὲ ἡ θεία Γραφὴ ἐξ ἔθους καλεῖ τοὺς ἀσχέ τως ἐκκεκλικότας πρὸς ἡδονάς· κατὰ τὸ, Ἵπποι θη λυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὴν Ἡσαΐου φωνήν. Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Οὐδεμίαν, φησὶν, ἀπολογίαν ἕξουσι κολαζόμενοι· προεκήρυξε γὰρ αὐτοῖς τὰ περὶ τοῦ θείου δικαστηρίου. Γῆ ἐφο βήθη, καὶ ἡσύχασε. Γῆν ἐνταῦθα πᾶσαν τῶν ἀν θρώπων τὴν φύσιν φησὶν, ἣ καὶ δειλιάσει τότε. Οὐδεὶς γὰρ ἔσται τότε ὃς οὐ φοβηθείη, ἐκείνης ἐπιστάσης τῆς ἡμέρας. [Οὐράνιος γὰρ, φησὶ, Θεὸς ὢν, ἔκρινας, καὶ τὴν κρίσιν ἐποίησας ἔνδηλον, τιμωρήσας τοὺς πολεμίους τῆς Ἱερουσαλήμ.] Εἰς τὸ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τὸ θεῖον, φησὶ, δικαστήριον τοῖς πραέσιν ἀποδώσει τὴν σωτη ρίαν· ὥσπερ ἀμέλει καὶ τοῖς ἁμαρτωλοῖς τὰς κολά σεις ἀποδίδωσιν. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Παραστησόμεθα ἐν ἐκείνῳ τῷ φοβερῷ βήματι, οὐ μόνον ὧν ἐπράξαμεν, ἀλλὰ καὶ ὧν βεβουλεύμεθα εὐθύνας ἀπαιτούμενοι. Καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ἐγκατάλειμμα ἐνθυμίου ὁ κεκαθαρ μένος ἐστὶ λογισμὸς, κατὰ τὸ λεῖμμα κατ' ἐκλογὴν χάριτος. Ἐπειδὴ ἂν οὖν, φησὶν, ἐν ἐκείνῳ τῷ καιρῷ καθαρὸς εὑρέθη λογισμὸς, τότε δὴ τότε καὶ τῆς σῆς μεταλάβοι ἑορτῆς. [Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Ὅτι πᾶσα γλῶσσα, καὶ πᾶς λογισμὸς καὶ ἐνθύμημα ἐξ ομολογήσεται τῷ Κυρίῳ ἐν τῷ τῆς κρίσεως καιρῷ, ὅτε καὶ τὰ κρυπτὰ θριαμβεύονται.] Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Ἐπὶ παραίνεσιν ὁ λόγος τρέπεται. Ἐπειδὴ τὰ εἰρη [PG27.345] μένα, φησὶν, ἔσται ἐν τῷ θείῳ δικαστηρίῳ, τούτου χάριν ἕως ἐστὲ ἐν τῷ παρόντι βίῳ, εὔξασθε τῷ Κυ ρίῳ ἀγαθῶν ἔργων εἶναι ἐπιμεληταὶ, καὶ τούτων μὴ βραδύνητε ποιήσασθαι τὴν ἀπόδοσιν. Κομιοῦσι δὲ τὰ δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέντες θαυ μάτων. Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόν των. Ἐπαγγείλασθε, φησὶν, ἀγαθοεργεῖν, εἰδότες, ὡς δεῖ ὑμᾶς ἐν ἐκείνῳ γενομένους τῷ τόπῳ, οἱονεὶ δῶρα τὰς ἑαυτῶν πράξεις προσαγαγεῖν τῷ Θεῷ. Οὕτως δὲ ὁ Θεὸς φοβερός ἐστιν, ὡς καὶ ἀπὸ τῶν πά λαι ἀρξάντων καὶ γενομένων πονηρῶν τὸ πνεῦμα ἀφαιρεθήσεται. Ἐν γὰρ ἐκείνῳ τῷ θείῳ καὶ φοβερῷ βήματι ἐξ ἑκάστου τῶν ἡμαρτηκότων ἀφαιρεῖται τὸ δοθὲν διὰ τοῦ βαπτίσματος. Καὶ τοῦτό ἐστιν ὃ ὁ Κύ ριος ἔλεγε· ∆ιχοτομήσει τὸν δοῦλον τὸν πονηρὸν ἐλθὼν ὁ κύριος αὐτοῦ, καὶ τὸ μέρος αὐτοῦ μετὰ τὸν ἄπιστον θήσει. Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ,
ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΣʹ
Ὑπόθεσις. Ἀκούσας Ἰδιθοὺμ τὰ λεγόμενα περὶ τοῦ λαοῦ τῶν Ἑβραίων· ταῦτα δὲ ἦν τάδε· Ἵνα τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; ὑπερήλγει καὶ ἐταράττετο, τὴν παν τελῆ αὐτῶν ἀποβολὴν θρηνῶν. Εἶτα συντίθησιν αὐτῷ ὁ Ἀσὰφ ψαλμὸν, διδάσκων αὐτὸν, ὡς ἐν τοῖς περὶ τούτων πράγμασι πρὸς μόνον τὸν Θεὸν κατα φεύγειν δεῖ, κἀκεῖθεν τὴν παραμυθίαν εὑρίσκεσθαι· διὸ καὶ ἀρχόμενός φησι· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. ∆ιδάσκει ἀρχό μενος τοῦ ψαλμοῦ τῷ Ἰδιθοὺμ, ὡς ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τοσαύτη, φησὶ, περιέκλυσε θλίψις τὴν ψυχήν μου, ὡς οὐ μόνον μεθ' ἡμέραν τὰς ἱκετείας ποιεῖσθαι, ἀλλὰ γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῶν νυκ τῶν καταναλίσκειν εἰς προσευχάς. Ἀλλὰ ταῦτα πράτ των, οὐκ εἰς κενὸν ἔδραμον, οὐκ εἰς κενὸν ἐκοπίασα καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἠπατήθην. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἐμνή σθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ἀνθρώπων μὲν πα ραμυθίας, φησὶν, οὐδὲ μιᾶς ἠνεσχόμην· μόνη δέ μοι ἡ τοῦ Θεοῦ μνήμη εὐφροσύνη καρδίας ἐγένετο. Ἠδο λέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ὅτε, φησὶ, λογισμοῖς ἀνθρωπίνοις ἐχρώμην· τοῦτο γάρ ἐστι τὸ, Ἠδολέσχησα, τότε δὴ τότε καὶ εἰς ὀλιγω ρίαν κατεφερόμην. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. Τοῦτο γὰρ, φησὶ, ταράττεσθαι ποιεῖ τῶν ἐχθρῶν προκαταλαβόντων τῶν ἡμετέρων φυλακῶν τοὺς τόπους· τουτέστι τῶν τει χῶν τὰς ἐπάλξεις. ∆ιελογισάμην ἡμέρας ἀρχαίας. Ἐκεῖνα, φησὶν, ἐνενόουν κατ' ἐμαυτὸν, καὶ ἐταραττόμην πῶς πάλαι μὲν ὁ Θεὸς ἐβοήθει τῷ λαῷ, νυνὶ δὲ ἀπώσατο. Καὶ [PG27.348] τουτό μοι τὴν ἀθυμίαν ἐκίνει, τὸ μὴ ἄρα εἰς τὸ δι ηνεκὲς αὐτῶν ἡ ἀποστροφὴ γένηται. Ὑπεμιμνησκό μην ἐκείνων τῶν παλαιῶν ἡμερῶν. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Κινῶν, φησὶ, τοὺς περὶ τῆς ἀποβολῆς τοῦ ἔθνους λο γισμοὺς, ὀψέ ποτε συνῆκα, ὡς ἡ μεταβολὴ αὕτη ἡ ἐξ ἀγαθῶν εἰς κακὰ γεγενημένη τῷ ἔθνει δι' οὐδὲν ἕτερον γεγένηται ἢ διὰ τὴν τοῦ Ὑψίστου δεξιάν. Ὡς εἰ σαφέστερον ἔλεγεν· ∆ιὰ τὰ κατὰ τοῦ Σωτῆρος Χρι στοῦ πεπραγμένα, ὅς ἐστι δεξιὰ τοῦ Πατρός. Ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμα σίων σου. Ἐνενόησα, φησὶν, ὅσα αὐτὸς αὐτοῖς ἐν εδείξατο ἀγαθὰ, οἷα δὲ αὐτῷ ἀνταπέδωκαν κακά. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου. Εἰ καὶ οὕτως, φησὶν, ἐκεῖνοι, ἀλλ' ἐγὼ ἀπὸ τῆς ἀρχῆς ὧν εἰς ἡμᾶς ἤρξω εὐεργεσιῶν, μέχρι τέλους διεξέλθοιμι· τουτέστιν, οὐδὲν τῶν ἐν ἡμῖν γεγενημένων καλῶν λήθῃ παραδῶ. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Ἅγιόν φησιν ἢ τὸν ἡγιασμένον τῶν ἀποστόλων χορὸν, μεθ' ὃν ἦν ἐπιτελῶν τὰς παραδόξους θεοσημείας· ἢ ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα εἰ μὴ διὰ Χριστοῦ, ὅς ἐστι κατὰ ἀλήθειαν ἅγιος ὡς Θεός. Τίς Θεὸς μέ γας ὡς ὁ Θεὸς ἡμῶν; Πάντων ὑπερέχεις, ∆έσποτα μόνος γὰρ ἅπερ θέλεις θαυματουργεῖς. Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. Αὐτοῖς γὰρ πρώτοις ἐκήρυξε τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ βραχίων Κυρίου, τουτέστιν ὁ Χριστός. Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, καὶ ἐφοβήθησαν. Καὶ πότε αὐτὸν ἰδόντα ἐφοβήθη τὰ ὕδατα, ἢ ὅτε ἐπ ετίμησε τῇ θαλάσσῃ καὶ πεφίμωτο; Φωνὴν ἔδωκαν αἱ νεφέλαι. Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Νεφέλας ἐν τούτοις τοὺς ἁγίους ἀποστόλους φησὶ τοὺς τὸν οὐράνιον καὶ εὐαγγελικὸν διακονοῦντας λόγον· βέλη δὲ τὰς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Ὅμοιον οὖν ὡσεὶ λέγοιεν· Αἱ ἐνέργειαι αἱ εἰς τοὺς ἁγίους σου μαθητὰς ἐξάκουστοι πάσῃ τῇ οἰκουμένῃ γεγόνασιν. Ἰστέον δὲ, ὡς καὶ αὐτὸς βέλος ἐκλεκτὸν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ ὠνόμασται. Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Βροντὴν τὸν εὐαγ γελικὸν λόγον φησὶ, τὸν κατακτυπήσαντα τὴν ὑπ' οὐρανόν. ∆ιὸ καὶ τὸν εὐαγγελιστὴν υἱὸν ἀπεκάλεσε βροντῆς. Τροχὸν δὲ τῶν ἀνθρώπων τὸν βίον φησίν· ὡς καὶ ἐκ τοῦ Ἰεζεκιὴλ ἔστι μαθεῖν. Ὅμοιον οὖν ὡσεὶ λέγοι· Ὁ λόγος σου ὁ εὐαγγελικὸς παντὶ διαδέ δοται ἀνθρωπίνῳ γένει. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ. Καὶ τίνες ἂν εἶεν αἱ ἀστραπαὶ ἢ αἱ τὸ νοητὸν ἡμῖν ἀστράπτουσαι φῶς, οἱ ἅγιοι ἀπόστο λοι καὶ εὐαγγελισταί; οἷς ἔλεγεν ὁ Σωτήρ· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Ἐσαλεύθη καὶ ἔντρο μος ἐγενήθη ἡ γῆ. Ἀντὶ τοῦ, Ἐξάκουστον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γέγονε τὸ σωτήριον κήρυγμα, δι' οὗ καὶ φόβος ἁγνὸς πάντας ἔλαβε, κατὰ τό· ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. [PG27.349] Ἐν τῇ θαλάσσῃ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς. Θάλασσαν μὲν τὸν κόσμον, ὕδατα δὲ πολλὰ τὰ ἐν αὐτῷ διάφορα τῶν ἀνθρώπων γένη. Ἐπειδὴ δὲ ὁ Χριστὸς ἐνετείλατο λέγων τοῖς ἀποστό λοις· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη. καὶ, Ἰδοὺ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας· διέδραμον δὲ τὴν ὑπ' οὐρανὸν, καὶ ἐκήρυξαν εἰς πάντα τὰ ἔθνη, συνόντος αὐτοῖς ἀοράτως δηλονότι τοῦ Κυ ρίου, κατὰ τὰς ἀψευδεῖς αὐτοῦ ἐπαγγελίας· τούτου χάριν ἐπήγαγε· Καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται, διὰ τὸ ἀόρατον τῆς μετ' αὐτῶν πορείας τοῦ Κυρίου. Πλὴν καὶ μόνος αὐτὸς ὡς Θεὸς ἐποιήσατο ἐπὶ τῆς αἰσθητῆς θαλάσσης τὴν πορείαν, ὥς φησιν ὁ εὐαγ γελιστής. Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου. Καὶ ὥσ περ πρόβατα οὐκ εἰδότα ὅποι τε ἄπεισι καὶ ὅποι πορεύεται, οὕτως ἡμᾶς αὐτὸς διῆγες, ὑπηρέταις πρὸς τοῦτο τοῖς περὶ τὸν Μωϋσέα καὶ Ἀαρὼν κεχρη μένος. Πάντα μέντοι ἀπὸ τοῦ· Ἐμνήσθην τῶν ἔρ γων Κυρίου, ἀπέδωκε πρὸς τό· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Τούτων γὰρ, φησὶν, ὑπομιμνη σκόμενος, παρεκαλούμην τὴν διάνοιαν καὶ εὐφραινό μην. Ἐννοῶν γὰρ ὅσα τε καὶ οἷα ἡμῖν ὑπῆρξε τῇ σῇ βοηθείᾳ, ἐπειθόμην, ὡς οὐκ ἄν ποτε τοσαῦτα πε ποιηκὼς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ καὶ τῇ τῶν κατ εχόντων τότε ἀπαλλαγῇ, νῦν ἀνάσχοιο πάντη ὑπεριδεῖν ἡμᾶς ἐν δουλείᾳ τε ὄντας καὶ αἰχμαλωσίᾳ καὶ συμ φορᾷ. Ἐν χειρὶ Μωϋσῇ καὶ Ἀαρών. Σὺ αὐτὸς, φησὶν, ὦ ∆έσποτα, ὁ μετὰ τῶν ἁγίων ἀποστόλων συνὼν, καὶ πάλαι ποτὲ διὰ Μωϋσέως ἐξήγαγες ἐξ Αἰγύπτου τὸν λαόν σου, στρατηγοῦντος Μωϋσέως καὶ Ἀαρών. Συνέσεως τῷ Ἀσάφ.
ΨΑΛΜΟΣ ΟΖʹ
Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν Ἀσὰφ, τῷ νέῳ λαῷ παραινῶν τῷ νόμῳ προσέχειν τῷ εὐαγγελικῷ, τοῦ τε παλαιοῦ ἐκείνου τῶν Ἰουδαίων δήμου κατηγορῶν, δι' οὗ πολλὰ εὐεργετημένοι, οὐδενὸς ἐμνημόνευσαν, μᾶλλον δὲ καὶ εἰς τοὐναντίον ἔτρεψαν τὰς εὐχαριστίας, ἀχαριστίᾳ τὸν εὐεργέτην ἀμειβόμενοι. Προσέχετε, λαός μου, τὸν νόμον μου. Καὶ ποίῳ λαῷ ἢ τῷ ἐξ ἐθνῶν παραινεῖ; Καὶ ποίῳ νόμῳ προσέχειν παρακελεύεται ἢ τῷ εὐαγγελικῷ; Ὅτι δὲ λαὸς αὐτοῦ τὰ ἔθνη, ὁ προφήτης Ζαχαρίας φησί· Καὶ κα ταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν. Κλίνατε τὸ οὖς ὑμῶν πρὸς τὰ ῥήματα τοῦ στόματός μου. Προθύμως γὰρ, φησὶ, τῶν παρ' ἐμοῦ λεγομένων ἀκούσατε. Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου. Σαφῶς τοῦτο ὁ εὐαγγελιστὴς ἡρμήνευσε πληρωθὲν, ὅτε τὰς πολλὰς παραβολὰς εἶπεν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις. Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ὅσα παρὰ τῶν πατέρων, φησὶ, δεδιδάγμεθα ἀκούσαντες, πάντα ταῦτα διὰ τῶν ἔργων καὶ τῆς αὐτοῦ παρου σίας ἐγνώκαμεν. Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Οὐχ ἑτέρᾳ, φησὶ, γενεᾷ, ἀλλὰ τοῖς τέκνοις [PG27.352] αὐτῶν πάντα πέπρακται τὰ παρὰ τοῦ Σωτῆρος με γαλουργήματα· διὸ οὐκ ἐπαύσαντο αὐτοῖς προαγγέλ λοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ τὰς δυνα στείας αὐτοῦ. Καὶ νόμον ἔθετο ἐν Ἰσραήλ. Νόμον, φησὶν, ἔδωκε τοῖς πατράσιν αὐτῶν, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου τὸν κατὰ καιροὺς ἐπιδημήσαντα Σωτῆρα τῷ γένει τῶν ἀνθρώπων. Υἱοὶ τεχθησόμενοι. Σημαίνει δὲ διὰ τούτων τοὺς ἁγίους τοῦ Σωτῆρος μαθητὰς, οἵτινες τὰ θαυμάσια ἃ κατώρθωσεν ὁ Χριστὸς, τοῖς υἱοῖς αὐτῶν ἀπαγγέλ λουσι· τουτέστι τοῖς προσελθοῦσι δι' αὐτῶν τῇ πίστει. Καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ. Ταῦτα διηγήσονται αὐτοῖς, δι' ὧν δυνήσονται μόνον ἐλπίδα τὸν Θεὸν ἐπιγράψασθαι. Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν. Ἀπαγγελοῦσι, φησὶ, τὰς αἰνέσεις τοῦ Θεοῦ τοῖς δι' αὐτοῦ παιδαγωγουμένοις οἱ ἀπόστολοι· ἵνα καὶ ἐκζητήσωσι τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ μὴ τὴν τῶν πατέρων κα κοδαιμονίαν μιμήσωνται. Ἐκείνη γὰρ, φησὶν, ἡ γενεὰ οὐκ ἔσχεν εὐθῆ τὴν καρδίαν πρὸς Θεὸν, οὐδὲ πίστιν ἔσχε τὸ πνεῦμα αὐτῆς μετὰ τοῦ Θεοῦ. Γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν αὐτῆς. Ἐκεῖνοι γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θεσμοῖς. Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις. Ἀπὸ μόνης τῆς φυλῆς τοῦ Ἐφραῒμ ὅλον τὸν λαὸν τοῦ Ἰσραὴλ τὸν ἀποσχισθέντα τοῦ Ἰούδα ἐδήλωσεν. Οὗτοι γὰρ καὶ τὰς δαμάλεις ἔστησαν, καὶ τῆς κατὰ νόμον λατρείας ἀπέστησαν. Ἁψάμενος τῆς τῶν πα τέρων πονηρίας, ἐφεξῆς καταλέγει πᾶσαν τὴν κακίαν αὐτῶν, τήν τε παρὰ τοῦ Θεοῦ εἰς αὐτοὺς ἀγαθῶν δαψίλειαν, τήν τε πρὸς τὸν Θεὸν αὐτῶν ἀπιστίαν, τόν τε διαδεξάμενον αὐτοὺς διὰ ταῦτα ὄλεθρον· ἵνα διὰ τούτων παιδαγωγηθέντες, τὸν πονηρὸν φύγωσι ζῆλον. Λέγει δὲ, ὡς οἱ τοῦ Ἐφραῒμ υἱοὶ, τουτέστιν ἅπας Ἰσραὴλ, οἱ δεδιδαγμένοι τοῖς πονηροῖς μάχεσθαι δαίμοσι, καὶ εἰς τοῦτο ὥσπερ τόξον κατασκευασθέν τες, παρ' αὐτὸν τὸν τοῦ πολέμου καιρὸν μετεβλήθη σαν, τὸν μὲν ∆εσπότην καὶ Θεὸν ἀρνησάμενοι, προσ κλίναντες ἑαυτοὺς τῷ Βαραββᾷ, τουτέστι τῷ Σατανᾷ. Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ. Τὴν καινὴν τοῦ Εὐαγγελίου παράδοσίν φησι, καὶ τό· Ἰδοὺ ἡμέρα ἔρχεται, καὶ διαθήσομαι αὐτοῖς διαθήκην καινήν. Αἰτίας δέ ἐστιν ἀπόδοσις, ὅτι, ταύτην μὴ φυλάξαντες, ἥτις ἐστὶ καινὸς νόμος τοῦ Θεοῦ, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Οὐ γὰρ ἐπίστευον αὐτῷ λέγοντι· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. ∆έον γὰρ βάλλειν καὶ πολεμεῖν τοὺς Θεῷ πο λεμοῦντας· οἱ δὲ κατὰ Θεοῦ ἤραντο πόλεμον. Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ. Καίτοι, φησὶ, πολλὰ εὐεργετημένοι, πάντα ἀπὸ τῆς μνήμης ἀνεῤῥίπισαν. Καὶ τούτου ἀπόδειξις τὸ παραδοῦναι Πιλάτῳ. Ἐπελάθοντο τὸ πῶς διῆλθεν εὐεργετῶν αὐ [PG27.353] τοὺς πάντας, καὶ ἰώμενος τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυ μάσια. Οὕτω, φησὶ, τῶν εὐεργεσιῶν καὶ τῶν θαυ μασίων ἐπελάθοντο τοῦ Χριστοῦ, ὥσπερ ἀμέλει καὶ οἱ πατέρες αὐτῶν τῶν ἐν Αἰγύπτῳ γεγενημένων, ὅτε αὐτοὺς ἠλευθέρου ὁ Θεός. Τοιοῦτον γάρ τι ἔοικεν ὑποσημαίνειν τὸ, Ἐναντίον τῶν πατέρων αὐτῶν· ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁμοιότροποι τῷ ζήλῳ τῶν πατέρων αὐτῶν γεγόνασι τῷ πονηρῷ· καὶ ὥσπερ ἐκεῖνοι ἐπελάθοντο τοῦ Θεοῦ, οὕτω καὶ οὗτοι. ∆ιέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς. Καὶ οὐ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ θάλασσαν διελὼν ἅπαντας διεβίβασεν. Ἐντεῦθεν ἄρχεται τὰ ἐπὶ τῆς προτέρας λυτρώσεως διηγεῖσθαι θαυμάσια. Καταδιαιρεθείσης γὰρ εἰς διαιρέσεις πολλὰς τῆς Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν ὑδάτων διοριζομένων καὶ ἐξ ἑκά στου μέρους μετεωριζομένων, καὶ αἰρομένων εἰς ὕψος, ὥσπερ ἐν ἀσκῷ τινι συνέκλεισεν αὐτὰ θείᾳ τινὶ δυνάμει, ὅπως μὴ διαχεόμενα ἐπικλύσῃ τὸ πλῆθος. ∆ιὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀντὶ τοῦ· Ὑπερέθετο μικρὸν, καὶ οἱονεὶ ἀνέκοψε τὴν εὐεργετικὴν χεῖρα. Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Οὐ μόνον, φησὶ, τῷ μάννα τὰ σώματα ἔτρεφεν, ἀλλὰ γὰρ καὶ λογικῇ τινι καὶ οὐρανίῳ δυνάμει διέτρεφεν αὐτῶν τὰς ψυχάς· ὥσπερ ἀμέλει διατρέφει καὶ τοὺς ἀγγέ λους. Καὶ τοῦτό ἐστι μὲν καὶ ἐκ τοῦ συνδέσμου ἰδεῖν, τῷ ὥσπερ ἐν ἐπαγωγῇ εἰπεῖν τό· Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἔστι δὲ οὐδὲν ἧττον καὶ τοῦ Ἀποστόλου μαθεῖν, περὶ αὐτῶν εἰρηκότος, ὡς πνευματικὸν ἔφαγον βρῶμα. Τοῦτο δὲ ἦν ὁ νῦν ἄρτος ἀγγέλων ὀνομαζόμενος. Καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Τὴν ὀρτυγομήτραν φησὶν ἐνταῦθα. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Γέγονε γὰρ αὐτοῖς εἰς χολέραν ἕξιν ἡ τροφὴ, ἅτε ὅλον διόλου ἐκνενευκότων εἰς τὴν τῶν κρεῶν πλησμονήν. Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσιν, πνεῦμα πορευό μενον καὶ οὐκ ἐπιστρέφον. Ἠλέει αὐτοὺς, φησὶ, καίτοι ὁρῶν αὐτοὺς ὁλοτρόπως ἐκκεκλικότας εἰς σάρ κας, ἀντὶ τοῦ εἰς τὸ τὰ σαρκὸς φρονεῖν, καὶ πνεῦμα ἔχοντας, εἰς ἐπιθυμίαν σαρκὸς ἀεὶ πορευόμενον, καὶ οὐκ ἐπιστρέφον εἰς τὸ μετανοεῖν, καὶ ἐκζητεῖν ἐξ ὅλης ψυχῆς τὸν Θεόν. ∆ι' οὐδὲν οὖν ἕτερον ἠλέει καὶ ἔσωσεν, ἢ διὰ τὴν οἰκείαν μόνον φιλανθρωπίαν. ∆ιὸ καὶ προλαβὼν εἶπεν· Αὐτὸς γάρ ἐστιν οἰκτίρμων καὶ ἐλεήμων. Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Καταλέξας τὰ ἐν τῇ θαλάσσῃ καὶ ἐν ἐρήμῳ αὐτοῖς δεδομένα ἀγαθὰ, ἕτερον εὐεργεσίας καταλέγει τρόπον. Ταῦτα δέ ἐστι τὰ περιστάντα δεινὰ τοὺς ἐχθρούς· ἥ τε εἰς αἷμα μεταβολὴ τοῦ ποταμοῦ, καὶ ἡ κυνόμυια, καὶ ὁ βάτραχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ ἀκρὶς, καὶ ἡ χάλαζα, καὶ ἡ πάχνη, καὶ τὸ πῦρ, καὶ ἡ τῶν πονηρῶν ἀγγέ λων ἀποστολή· καὶ τὰ λοιπὰ μέχρι τῆς τῶν πρωτο τόκων ἀπωλείας. [PG27.356] Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. ∆εδωκὼς, φησὶ, τοῦ ἀμνοῦ τὸ μυστήριον, διέξοδον δέδωκε τῇ ὀργῇ, ὅπως τὸν αὐτοῦ παρέλθῃ λαὸν, καὶ μὴ ἅψηται τῶν αὐτοῦ τελούντων τὸ μυστήριον. Ἀλλὰ φυλάξας τούτους διὰ τοῦ ἔξοδον δοῦναι τῇ ὀργῇ, αὐτῶν τῶν ψυχῶν, δηλαδὴ τῶν Αἰγυπτίων, οὐκ ἐφείσατο ἀπὸ θανάτου· παρέδωκε γὰρ τῷ ἐξολοθρευτῇ. Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐ τοῦ. Ἱερουσαλήμ φησι καὶ τὸν μετὰ ταῦτα οἰκοδομηθέντα ἐν αὐτῇ ναόν. Ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ Χριστὸς ἡ δεξιὰ τοῦ Πατρὸς, ὁ καὶ πάλαι προπορευόμενος τοῦ λαοῦ, καὶ κατακληροδοτῶν αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν. Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη. Τὸν Ἀμοῤῥαῖον καὶ τὸν Χετταῖον, καὶ τοὺς ἑξῆς δηλου μένους. Καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Αὐτῶν τῶν ἐξελαθέντων καὶ ἀνῃρη μένων ἑπτὰ ἐθνῶν. Τὰς γὰρ πόλεις αὐτῶν τῶν ἐκβε βλημένων καὶ τοὺς οἴκους ἐκληρονόμησαν. Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον. Τὴν ἐπὶ τῶν κριτῶν γενομένην εἰδωλολα τρείαν σημαίνει, καὶ τὴν ἐπὶ τῶν βασιλειῶν. Καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν. Ὥσπερ οἱ πατέρες αὐτῶν, φησὶν, ἐν τῇ ἐρήμῳ τὸν μόσχον πεποιήκασι, τὸν λυτρωτὴν ἀρνησάμενοι· οὕτω καὶ οὗτοι πάλιν τὰς δαμάλεις ἀναθέντες ἔθυον, ἐγκαταλιπόντες Θεόν. Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν. Ἐπὶ πᾶσαν γὰρ κορυφὴν ὄρους τοῖς ἀκαθάρτοις ἔθυον δαίμοσιν, ὡς ὁ προφήτης Ὠσηέ φησιν. Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα Ἰσραήλ. Παρεδόθησαν γὰρ εἰς διαφόρους αἰχμαλωσίας. Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ. Ἐν Σηλὼμ γὰρ ἦν τὸ πρότερον ἡ σκηνὴ, ἡνίκα ἱεράτευσαν Ἡλεὶ καὶ Σαμουήλ. Σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις. Σκήνωμα τὴν κιβωτόν φησιν, ἥπερ ἀπὸ τῶν ἀνθρώπων ἐκείνων ἀφῄρηται τῶν πέντε σατρα πειῶν τῶν λαβουσῶν αὐτήν. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ καλλονὴν αὐτῶν. Ἰσχὺς αὐτῶν καὶ μὴν καὶ καλλονὴ ἡ κιβωτὸς ἦν ἣ παραδέδοται Ἀζω τίων εἰς χεῖρας. Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ. Ἀγόμενοι γὰρ αἰχμάλωτοι, ἀπέθνησκον, οὐδενὸς αὐ τοῖς ἐπικουροῦντος, διὰ τὸ προδεδαπανῆσθαι πυρὶ τοὺς ἐπιτηδείους αὐτῶν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον. Τοὺς υἱοὺς Ἡλεὶ τοῦ ἱερέως λέγει. Καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται. Συνδιολώλασι γὰρ τῇ αὐτῶν ἀπωλείᾳ, καὶ τῷ τῶν ἀνδρῶν θανάτῳ συνήφθησαν, μηδὲ τῶν ἐπὶ νεκροῖς ἀξιωθεῖσαι δακρύων. Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω. Τοῦτό φησι διὰ τὸ Ἀζωτίους καὶ Ἀσκαλωνίτας εἰςτὰς ἕδρας πατάξαι, ἄχρις οὗ τὴν κιβωτὸν ἀπέστειλαν. Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ. Τοῦτό φησι [PG27.357] διὰ τὸ τὴν Σηλὼμ ἐν τῇ μερίδι εἶναι τοῦ Ἰωσήφ· Ἐφραῒμ δὲ υἱὸς Ἰωσήφ. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα. Ἀπὸ γὰρ ταύτης τοὺς βασιλέας ἐποίησεν, ὧν πρῶτος ∆αυΐδ. Ἰστέον δὲ, ὡς φυλὴν ἀντὶ φυλῆς ἐξελέξατο, τὴν Ἰούδα ἀντὶ τῆς Ἰωσήφ· καὶ τόπον ἀντὶ τόπου, τὸ ὄρος Σιὼν ἀντὶ τῆς Σηλώμ. Καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ. Ἁγίασμα μὲν τὸν θεῖον ἐν Ἱερουσαλὴμ ᾠκοδομηθέντα λέγει ναόν· Μονόκερως δὲ θηρίον ἐστὶν ἀκαταμάχητον, διὰ τὸ ὀξὺ κέρας ἐπὶ μετώπου φέρειν, καὶ πάντα τούτῳ ἀναιρεῖν τὰ θηρία. Λέγει οὖν, Ὅτε οὕτως ὁ θεῖος ᾠκοδομήθη ναὸς, ὡς πάντα τὰ ἔθνη τῆς ἐνούσης ἐν αὐτῷ ἰσχύος δεύτερα φαίνεσθαι. Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν. Τικτομένων καὶ γεννωμένων. Ἀπὸ τῆς ποιμαντικῆς, φησὶν, ἐπιστήμης, καὶ τοῦ εἰδέναι τὰ λοχευόμενα τῶν προβάτων διαφυλάττειν, καλῶς ἀναλαβὼν καὶ τῶν λογικῶν θρεμμάτων ποιμένα πεποίηκε. Ποιμαί νειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ. Τουτέστι, διδάσκα λος αὐτοῖς ἀγαθῶν τρόπων ἐγένετο, δι' ὧν ἐπεδεί κνυτο παιδεύσας αὐτούς. Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδή γησεν αὐτούς. Σύνεσιν χειρῶν πᾶσαν τὴν ἐν τῷ προσήκοντι πρᾶξιν γινομένην φησίν.
ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΗʹ
Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν ὑπὲρ τῶν ἀναιρεθέντων πι κρῶς κατὰ τοὺς καιροὺς τοῦ Ἀντιόχου· αἰτῶν τε διὰ τῆς ἱκετείας ἐκδίκησιν γενέσθαι τῆς εἰς τὸ ἔθνος γινομένης μιαιφονίας, μεταστραφεισῶν δη λονότι τῶν συμφορῶν εἰς αὐτοὺς τοὺς ἐπάγοντας αὐτάς. Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου. Πολλοὺς γὰρ εἰσαγαγὼν ὁ Ἀντίοχος, εἰσῆλθεν εἰς Ἱεροσόλυμα καὶ ἐνέπρησε τὸν θεῖον ναόν. Ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. Ἰδοὺ, φησὶ, τῶν σῶν ἐκράτησαν ἄλλοι, καὶ τὰ σὰ ὑπὸ ἀλλοφύλων κατ έχεται. Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Λιθολόγιος τόπος ὅπου τὴν σκηνὴν ἔχει ὁ τὰς ὀπώρας φυλάσσων. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώ ματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. ∆ιὰ γὰρ ὑπερ βολὴν ἀπανθρωπίας οὐδὲ θάπτειν τοῖς οἰκείοις ἐπ έτρεπον οἱ πολέμιοι τοὺς νεκρούς. Τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Πῶς γὰρ οὐχ ὅσιοι οἱ τὸ αἷμα ἐκχυθέντες ὑπὲρ τῆς τοῦ νόμου φυ λακῆς, ὧν ἦσαν οἱ Μαχαβαῖοι; Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου. Ζήλωσον, φησὶ, διὰ τὸ σὸν ὄνομα τὸ βλασφημούμενον παρὰ τῶν ἐχθρῶν. Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Τὰς ἐν Αἰγύπτῳ λέγει ἁμαρτίας ἀρχαίας. Μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἔστιν ὁ Θεὸς αὐ τῶν; Εἰ καὶ ἐμποδίζει, φησὶ, τῇ ἡμετέρᾳ σωτηρίᾳ τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν· ἀλλὰ διὰ τὸ σὸν ὄνομα ποίησον ἡμῖν διὰ τὸν ὀνειδισμὸν ὃν ἐπιφέρουσι [PG27.360] σοὶ, διὰ τὸ αἷμα τὸ ἐκχυνόμενον τῶν σῶν δούλων, διὰ τὸν στεναγμὸν τῶν πεπεδημένων. Κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τῇ δυνάμει, φησὶ, τοῦ βραχίονός σου σῶσον τοὺς κατα λειφθέντας ἐκ τῶν ἀνῃρημένων. Εἰς τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τοῦ Ἀσὰφ,
ΨΑΛΜΟΣ ὑπὲρ τῶν Ἀσσυρίων. ΟΘʹ
Ὑπόθεσις. Κατὰ μὲν τὸ πρόχειρον τῆς λέξεως ἐλεηθῆναι ἀξιοῖ τοὺς ὑπὸ τοῦ Ἀσσυρίου καταδουλωθέντας· κατὰ δὲ τὴν ὑψηλοτέραν διάνοιαν, ὑπὲρ τῶν ὑπομεινάν των τὴν αἰχμαλωσίαν τὴν νοητὴν, μετὰ τὸν κατὰ τοῦ Κυρίου σταυρὸν ὑπὸ τῶν νοητῶν Ἀσσυρίων, καὶ αὐτοῦ τοῦ ἄρχοντος αὐτῶν, φημὶ δὴ τοῦ Σα τανᾶ. Ἱκετείαν οὖν προβάλλεται, ἀξιῶν ἐπιφάνειαν γενέσθαι τοῦ Σωτῆρος ἡμῶν, καὶ ἐλευθέρωσιν τοῦ παντὸς γένους τοῦ Ἰσραήλ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες. Σὲ, ∆έσποτα, τὸν ποιμένος δίκην τοῦ λαοῦ προμηθούμενον, δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ. Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Ἐν τῇ πορείᾳ τῆς σκηνῆς ἐβάδιζον τρεῖς φυλαὶ, Ἰούδα, καὶ Ἰσάχαρ, καὶ Ζαβουλών. Ἠκολούθουν δὲκατὰ νότον τρεῖς ἕτεραι· ἡ τοῦ Ἐφραῒμ, ἡ τοῦ Βεν ιαμὶν καὶ τοῦ Μανασσῆ. Ἦν δὲ ἐπὶ τῶν χρυσῶν χερουβὶμ τῶν ἐπάνω τῆς κιβωτοῦ δόξα Θεοῦ· προ εβάδισε γὰρ αὐτῶν κατὰ τὴν πορείαν. Σὺ οὖν ὁ καθ ήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ προπορευόμενος τῆς κιβωτοῦ, ὡς εἶναι ἔμπροσθεν τοῦ Ἐφραῒμ, Βενια μὶν καὶ Μανασσῆ (τὸ γὰρ ἐναντίον σημαίνει τὸ ἔμπροσθεν), διὰ τῆς σαυτοῦ δυναστείας τὴν σωτηρίαν ἐπιδίδου. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Τὸν Ἰσραήλ φησιν. Ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Προπορευόμενος γὰρ, ἐξέβαλες ἀπὸ προσώπου αὐτῶν τὰ ἔθνη. Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς. Σκιὰ μὲν τῆς ἀμ πέλου ἡ κατὰ νόμον λατρεία, διὰ τὸ σκιὰν ἔχειν τὸν νόμον τῶν μελλόντων ἀγαθῶν· ὄρη δὲ τό τε ἐν Σηλὼμ καὶ τὸ ἐν Σιών φησιν. Ἐν τούτοις γὰρ τοῖς δυσὶ τό ποις ἵδρυτο ἡ σκηνή. Οὐδὲν οὖν ἕτερον σημαίνει, ἢ ὅτι τὰ ἐν νόμῳ, ἅτινα ἦν σκιὰ τῶν μελλόντων ἀγα θῶν, ἐν τοῖς δυσὶ τούτοις ἐτελεῖτο ὄρεσι. Καὶ ἀνα δενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Κέδροι μὲν αἱ οὐράνιαι δυνάμεις· ἀναδενδράδες δὲ τῆς ἀμ πέλου οἱ ἐκ τοῦ λαοῦ προφῆται εἰς ὕψος ἠρμένοι, καὶ ἐπαναπαυόμενοι ταῖς ἄνω καὶ λογικαῖς δυνάμεσιν. Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης. Κλήματα καὶ παραφυάδες τῆς ἀμπέλου τὸ πᾶν πλῆ θος τοῦ λαοῦ φησιν, ὃ κατέσχεν ἀπὸ ποταμοῦ Εὐ φράτου μέχρι θαλάσσης τῆς Ἰνδικῆς. Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Φραγμὸς ἦν αὐτῇ ἡ τῶν ἀγγέλων φυλακὴ, ἣν ἀπέστησεν ἀπ' αὐτῶν ὁ Θεός. Καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. ∆έδοται γὰρ εἰς βόσκημα [PG27.361] τοῖς ἀκαθάρτοις δαίμοσιν, οἵτινες καὶ νέμονται αὐ τῶν τὰς ψυχὰς, τῆς νοητῆς εὐκαρπίας ἀπογυμνοῦντες. Ὁ Θεὸς δυνάμεων, ἐπίστρεψον. Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν ∆εσπότην ἰδεῖν ἄνωθεν τῆς ἀμπέ λου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὕτη πρόνοια τὴν προτέραν ἔδωκεν εὐκλη ρίαν. Καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου. Ἐπειδὴ σὺ αὐτὴν, φησὶ, κατεφύτευσας, εἶτα γέγονεν ἐμπεπυρισμένη καὶ κατεσκαμμένη καὶ ἀπόλωλε, σοῦ αὐτὴν ἐπιτιμήσαντος, κατάρτισαι αὐ τὴν καὶ ἑτοίμην εἰς σωτηρίαν παρασκεύασον· παρα σκεύασον δὲ διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Τὸ γὰρ, ἐπὶ υἱὸν ἀνθρώπου, διὰ τοῦ υἱοῦ ἀνθρώπου σημαίνει. Τίς δέ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου ἢ αὐτὸς ὁ Κύριος ἡμῶν, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις φησί; Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου. Αὕτη, φησὶν, ἡ πρᾶξις ἡ τῆς σωτηρίας τοῦ λαοῦ, ἥτις καὶ διὰ τῆς χειρὸς σημαίνεται, ἐπ' ἄνδρα δε ξιᾶς σου γενηθήτω, τουτέστι διὰ τοῦ ἀνδρὸς τοῦ ὄντος δεξιᾶς σου. Καὶ τίς οὗτος ἢ ὁ Υἱὸς τοῦ ἀνθρώ που, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς, εἰ καὶ γέγονεν ἄν θρωπος; Ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ σώσῃ ἡμᾶς, φησὶν, ἡ δεξιά σου, ὁ χρηματίσας ἀνὴρ καὶ Υἱὸς ἀν θρώπου, οὐκ ἄν ποτε ἀποστῶμεν ἀπὸ σοῦ, ἅτε τῆς σῆς ζωῆς μεταλαβόντες, καὶ τῷ σῷ ἐπικληθέντες ὀνόματι, τουτέστι Χριστιανοί. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς. Συνεχῶς τὴν ἱκεσίαν προβάλλεται, ἐπισπεύδων τὴν ἐπιφάνειαν γενέσθαι τοῦ Μονογενοῦς, δι' οὗ καὶ σωθήσονται. Εἰς τέλος ὑπὲρ τῶν ληνῶν
ΨΑΛΜΟΣ τῷ Ἀσὰφ, ἀλληλούϊα. Πʹ
Ὑπόθεσις. Ἤδη τὸν ὄγδοον ἑρμηνεύοντες ἀποδεδώκαμεν εἶναι ληνοὺς τὰς Ἐκκλησίας. Ἔστιν οὖν καὶ ἐκ τούτου τοῦ ψαλμοῦ ἰδεῖν, ὡς καλεῖ τὰ ἔθνη πρὸς τὴν πί στιν τὴν εἰς τὸν Κύριον· αὐτοῖς διδασκαλίαν ποιού μενος τοῦ μήποτε ἀποστῆναι αὐτοῦ, τὴν τοῦ προτέρου λαοῦ διὰ τὴν κακίαν ἀποβολὴν λέγων. Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ὕμνος. Παρακελεύεται οὖν τοῖς ἔθνεσι τῷ βοηθήσαντι Θεῷ, καὶ ἐκ τῆς τῶν δαιμόνων αὐτοὺς ῥυσαμένῳ καταδυναστείας, τὰς ἐπινικίους ᾄδειν ᾠδάς. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον. Ψαλμὸν ἐν τούτοις τὴν θείαν διδασκαλίαν φησί. Τύμπανον δὲ ὄργανόν ἐστι ἐκ δερμάτων πεποιημένον. Λέγει οὖν· Ἐπήκοοι τοῖς θείοις λογίοις γενόμενοι, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐπρόσδεκτον τῷ Θεῷ. Ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Ψαλτήριον πάλιν τὸ σῶμά φησι, διὰ τὴν γινομένην συμφωνίαν καὶ συναρμονίαν πρὸς αὐτὸ τῆς ψυχῆς· ἵν' ἄρτιοι γένωνται οἱ τοῦ Θεοῦ ἄνθρωποι, καὶ τὰς ψυχὰς ἀνατιθέντες τῷ Θεῷ, καὶ τὸ σῶμα, οὐ τῷ κό σμῳ, ἀλλὰ Κυρίῳ. Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι. Ὥσπερ πάλαι [PG27.364] ποτὲ ὁ Ἰσραὴλ αἰσθητὰς λαμβάνων σάλπιγγας ἐν τῇ νεομηνίᾳ ἐσάλπιζε, τοῦτο πρόσταγμα δεδωκότος τοῦ Θεοῦ, καὶ μαρτύριον τοῦ ἐλευθερωθῆναι αὐτοὺς τῆς ἐξ Αἰγύπτου δουλείας· οὕτω καὶ ὁ νέος λαὸς, τῇ εὐαγγελικῇ χρώμενος σάλπιγγι, ἧς ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, κελεύεται ἐν ταῖς νεομηνίαις σαλπί ζειν, τουτέστιν ἐν τῇ ἀνακαινίσει τοῦ νοὸς αὐτοῦ· ὁμολογῶν καὶ αὐτὸς καὶ μαρτυρῶν, ὅτι δὴ αὐτὸν ἐκ τῆς νοητῆς ἠλευθέρωσεν Αἰγύπτου, τουτέστιν ἐκ τῆς ἐξουσίας τοῦ σκότους. Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν. Ὁ λαὸς, φησὶν, ἐξελθὼν ἐκ τῆς Αἰγύπτου, ἤκουσε γλῶσσαν ἣν πάλαι οὐκ ἔγνω. Καὶ ποία αὕτη ἢ ἡ τοῦ Θεοῦ πρὸς τὸν λαὸν γινομένη ἐν τῷ ὄρει φωνή; Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Ἀντὶ τοῦ, ἐξ ἄρσεων. Λέγει δὲ, ὅτι τῶν βασταγμάτων αὐ τοὺς ἠλευθέρωσεν, ὧν ἐπεφέροντο οἰκοδομοῦντες τὰς πόλεις τῷ Φαραώ. Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. Τοῦτό φησι διότι τὸν πηλὸν καὶ τὰ ἄχυρα ἐν κοφίνοις ἐπὶ τὸ ἔργον ἐπεφέροντο. Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε. Ὅμοιον τῷ, Ὅτι ἤκουσα τῶν στεναγμῶν αὐτῶν, καὶ τῆς φωνῆς αὐτῶν ἤκουσα, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Ἐπήκουσά σου ἐν ἀποκρύφῳ τῆς καταιγίδος. Ἀντὶ τοῦ, Ἐκ μεγάλης καὶ ὑπερβαλλούσης ἐῤῥυσάμην σε θλίψεως. Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὅτε διψήσας ὁ λαὸς ἔλεγε πρὸς Μωσῆν· ∆ὸς ἡμῖν ὕδωρ ἵνα πίωμεν, ἔλεγε· Τί λοιδορεῖσθέ με καὶ πειράζετε τὸν Κύριον; Ἄκουσον, λαός μου. Τῷ λαῷ παραίνεσιν εἰσφέ ρει λέγων παρεσκευάσθαι ἐπήκοον γενέσθαι αὐτῷ. Καὶ γὰρ, εἰ τοῦτο ποιήσει, οὐκ ἂν ἑτέρῳ δουλεύῃ Θεῷ, οὐδὲ γενήσεται αὐτῷ αὐτὸς ὁ Κύριος εἰς Θεὸν πρόσφατον. Αὐτὸς γάρ ἐστιν ὁ καὶ πάλαι αὐτοὺς ἐξ Αἰγύπτου λυτρωσάμενος. Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Ὑπισχνεῖται τοῖς πειθαρχοῦσιν αὐτῷ καὶ σαρκικὰς τροφὰς καὶ πνευματικάς. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου. Ἐπειδὴ ταῦτα μὲν ὑπεσχόμην ἐγὼ, αὐτοὶ δὲ τὰ ὦτα ἐκώφευσαν· τούτου χάριν ἀπεβαλόμην αὐτοὺς, ἀξίαν τῶν ἐπιτηδευμάτων αὐτοῖς τὴν τιμωρίαν διδούς. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ἀντὶ τοῦ ψεύσασθαι τῷ Κυρίῳ τὸν λαὸν, ἔσται καιρὸς αὐτῷ τιμωρίας· οὗτος δέ ἐστιν ὁ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ. Αὐτοὶ μὲν, φησὶν, ἐψεύσαντο αὐτῷ· αὐτὸς δὲ, ἅτε ἀγαθὸς ὑπάρχων, ἐνέπλησεν αὐτοὺς νοητῆς τροφῆς· αὕτη δέ ἐστιν αὐτὸς ὁ Κύριος, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ ἐκ πέ τρας μέλι ἐχόρτασεν αὐτούς. Πέτρα αὐτὸς ὁ Κύ ριος, μέλι δὲ τὰ θεῖα αὐτοῦ λόγια. Λέγει γοῦν, ὅτι τῶν ὁσίων αὐτοῦ λογίων ἐνέπλησεν αὐτούς.
ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΠΑʹ
Ὑπόθεσις. Τὴν ἀποβολὴν τοῦ λαοῦ ἐν τῷ πρὸ αὐτοῦ ψαλμῷ, ἐν [PG27.365] ταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκδίδωσι, δι' ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλετο. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Θεοὺς τοὺς ἄρχοντας τῶν Ἰουδαίων ἐκάλεσε, τοὺς υἱοὺς κληθέν τας Θεοῦ. Ἔστη οὖν ἐν μέσῳ αὐτῶν ὁ Θεὸς, ὅτε τὴν σωτήριον παρουσίαν πεποίηται, ὅπως διακρίνῃ αὐ τοὺς, ἔλεγχον τῶν αὐτοῖς πεπραγμένων ποιῶν. Ἕως πότε κρίνετε ἀδικίαν, Τὴν ἀδικίαν τὴν γι νομένην εἰς τὸν λαὸν παρ' αὐτῶν εἰς μέσον ἄγει. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς. Θε μέλια τῆς γῆς τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου φη σίν· οἵτινες καὶ πρό γε τοῦ λαοῦ τῶν Ἰουδαίων ἔδω καν δίκην, ἐκβληθέντες τῆς καθ' ἡμῶν τυραννίδος διὰ τοῦ λεχθέντος πρὸς ἡμᾶς λογίου· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Ἐσαλεύθησαν γὰρ ἧς πάλαι ποτὲ εἶχον στάσεως. Ἅτε δὴ ὡς πρώ των αὐτῶν καταργηθέντων διὰ τοῦ σταυροῦ αὐτοῦ, εἶτα τῆς ἐκβολῆς γενομένης τοῦ Ἰσραὴλ μετὰ τὸ κη ρυχθῆναι εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον, ἐπήγα γεν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε· πίπτετε δὲ καὶ ὡς εἷς τῶν ἀρ χόντων. Καὶ ποίων ἀρχόντων, ἢ ὧν μικρῷ πρότερον ἐδήλωσε διὰ τῶν σαλευομένων θεμελίων τῆς γῆς;
Ὠδὴ ΨΑΛΜΟΥ τῷ Ἀσάφ. ΠΒʹ
Ὑπόθεσις. Εὐχὴν ἐνταῦθα ἀνατείνει πρὸς Θεὸν, τῆς ἀλαζονείας ἀξιῶν τὰ ἔθνη τιμωρήσασθαι τὰ τῶν Ἀσσυρίων εἰς τὸν κατὰ τῆς Ἱερουσαλὴμ συμπράξαντα πόλε μον. Οὗτοι δὲ ἦσαν οἱ ἑξῆς ἐν τῷ ψαλμῷ δηλούμε νοι. Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός. Σοὶ μὲν, φησὶν, οὐδεὶς ἔσται ὅμοιος, ἀμνησίκακος καὶ μακροθυμῶν ἐπὶ ταῖς ἀδικίαις· ἐγὼ δὲ εὔχομαι μὴ σιγῆσαι ἐπὶ ταῖς καθ' ἡμῶν παρὰ τῶν ἐχθρῶν γενομέναις ἀδίκοις ἐφόδοις. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν. Ἐξάκουστος, φησὶν, ἡ καθ' ἡμῶν παρ' αὐτῶν ἀδικία γεγένηται. Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Ἀντελάβοντο, φησὶ, καὶ συνεμαχήσαντο εἰς τὸν καθ' ἡμῶν πόλεμον οἱ προδηλωθέντες τοῖς υἱοῖς Λώτ. Υἱοὶ δὲ Λὼτ Μωαβῖται καὶ Ἀμμανῖται. Ἐντεῦθεν δὲ γινώσκομεν, ὅτι προσκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπ' ἀπωλείᾳ ψυχῆς, πανωλεθρίαν ἡμῖν ἐπάγειν, καὶ λήθῃ παραδοῦναι τὸν πολυθρύλλητον Ἰσραήλ. Εἶτα καταλέγει ὁμόρους, ὑφ' ὧν συγκληθέντες καὶ οἱ ἄλλοι συνῆλθον. Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρα. Ὥσπερ ποτὲ Μαδιὰμ καὶ ὁ Σισάρα, ἔτι τε καὶ ὁ Ἰαβεὶν ἐξαναστάντες κατὰ τοῦ Ἰσραὴλ ἐξωλοθρεύθησαν, οἱ μὲν ἐν τῷ χειμάῤῥῳ Κισσὼν, οἱ δὲ ἐν Ἀενδώρ· τὸν αὐτὸν τρόπον καὶ οἱ ἐπιθέμενοι ἡμῖν μετὰ τοῦ Ἀσσοὺρ, τῆς ὁμοίας τιμωρίας τύχοιεν. Σισάρα μὲν ἄρχων τῆς δυνάμεως, Ἰαβεὶν δὲ βασιλεὺς Χαναάν. Τροποῦνται ἐν τῷ χειμάῤῥῳ Κισσὼν ἐν τοῖς Κριταῖς ἐν χειρὶ Βαραὰκ καὶ ∆εβόῤῥα γυναικὸς Ἰσραήλ. [PG27.368] Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ. Ἐν ἀσχήμῳ τόπῳ.Ἀενδὼρ γὰρ ἀπρέπεια δηλοῦται. Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Ἄταφοι γὰρ μένοντες διελύ θησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν. Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρήβ. Τῶν Ἰδουμαίων καὶ Ἰσμαηλιτῶν καὶ Μωαβιτῶν καὶ Ἀγαρηνῶν καὶ τῶν δηλωθέντων ἑταίρων τὰ ἴσα παθεῖν παρασκεύασον τῷ Ὡρὲβ καὶ τοῖς ἑτέροις. Οὗτοι δὲ καὶ κακοὶ κακῶς ἀπολώλασιν. Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τουτέστι, Μὴ μείνοιεν ἐν τῇ αὐτῇ στάσει, ἀλλὰ κυλιέσθωσαν εἰς τοὔμπαλιν. Ὡς καλάμην κατὰ πρόσωπον ἀνέ μου. Τουτέστιν εὐρίπιστοι γενήσονται, ὥσπερ ἀμέ λει καὶ ἡ καλάμη τοῦ στάχυος. Ὡσεὶ πῦρ ὃ διαφλέ ξει δρυμόν. Ἀπολαυέτωσαν, φησὶ, τοῦ πυρὸς ὃ αὐ τοὶ ἐξέκαυσαν, καὶ αὐτὸ τὸ πῦρ αὐτοὺς καταφάγεται, ὡσπερανεὶ καὶ αἰσθητὸν πῦρ καταφάγει δρυμόν. Ὅμοιον δὲ τῷ· Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Ὡσεὶ φλὸξ κατακαῦσαι ὄρη. Παρα βολικὸς ὁ λόγος. Ὥσπερ πῦρ ἐμπεσὸν, φησὶ, καίει ὄρη, οὕτω κατακαυθήσονται ὑπὸ τῆς παρὰ σοῦ ἐπ ενεχθησομένης αὐτοῖς τιμωρίας, ἥντινα καὶ καταιγίδι παρέβαλε διὰ τὸ σφοδρὸν καὶ ἐπιτεταμένον. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας. ∆ιαμαρ τόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώσονταί σου τὴν δύναμιν. Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Τοῦτο λέγει, ὡς ἔσται αὐτοῖς ἐκ τῶν τιμωριῶν ὠφέλεια. Τὸ, ζητήσουσιν, ἀντὶ τοῦ, γνώσονται. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ,
ΨΑΛΜΟΣ ΠΓʹ
Ὑπόθεσις. Πάλιν ὑπὲρ τῶν Ἐκκλησιῶν καὶ ἐν τούτῳ τῷ ψαλμῷ ποιεῖται τὸν λόγον, καὶ δῆλον ἐκ τοῦ ὑπὲρ τῶν λη νῶν αὐτὸν ἐπιγεγράφθαι. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυ νάμεων! Σκηνώματά φησι τὰς κατὰ τόπον ἱδρυνθεί σας ἁγίας ἐκκλησίας τοῦ Θεοῦ, εἰς ἃς καὶ πᾶσα θεοφιλὴς ἐπισπουδάζει ψυχή. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο εἰς Θεὸν ζῶντα. Ὅμοιον ὡσεὶ λέγοι· Καὶ τῷ σώματι καὶ ψυχῇ παρέστησα ἐμαυτὸν εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τὸ δὲ, Θεῷ ζῶντι, πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων εἴρηται· ἅτε νεκρῶν ὄντων ἐκείνων, καὶ ἐξ ὕλης ἀψύ χου τυγχανόντων. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυ γὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς, τὰ θυσιαστήριά σου, Κύριε. Στρουθίον μὲν τὴν τῶν ἀνθρώπων αἰνίττεται ψυχὴν, τὴν ὑπὸ τοῦ νοητοῦ θηρευτοῦ ἀγρευομένην, κατὰ τὸ εἰρημένον· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· τρυγόνα δὲ τὴν ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ συζῶσαν ψυχήν. Λέγει οὖν, ὅτι πᾶσα ψυχὴ ταύτην εὑρήσει καταφυγὴν, τὴν εἰς τὰ θυσιαστήρια εἴσοδον. [PG27.369] Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· τῷ ἐπουρανίῳ δηλονότι. Μακάριος ὁ ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ δι έθετο. Ὡς ἀντιλήπτορα, φησὶν, ἐπιγεγραμμένος, ἀγαθοὺς λογισμοὺς ἑαυτῷ καθ' ἑκάστην οἰκοδομεῖ, οὕστινας καὶ ἀναβάσεις πρὸς τὸ παρὸν εἴρηκε, διὰ τὸ ἐν αὐτοῖς οἱονεὶ ἀπὸ τῶν γηΐνων ἀνάβασιν εἶναι εἰς ἐπουράνια. Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος. Κοιλάδα τοῦ κλαυθμῶνος τὸν θνητὸν βίον φησί. Λέγει οὖν· Ἐν τῷ θνητῷ βίῳ πλήσεις ἀγαθῶν λογισμῶν αὐτοὺς καθεκάστην οἰκοδομῶν. Αἴσθησις αὐτοῖς γέγο νεν ἐκ τῆς σῆς ἀντιλήψεως. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύ σονται ἐκ δυνάμεως εἰς δύναμιν. Ἀμοιβὰς, φησὶ, τῶν καλῶν λογισμῶν δώσει αὐτοῖς ὁ νομοθετῶν, τουτ έστιν ὁ τὸν νόμον αὐτοῖς τῆς Καινῆς δεδωκὼς ∆ιαθή κης. Τίνες δ' ἂν εἶεν αἱ εὐλογίαι, ἢ τὸ ἐκ δυνάμεως εἰς δύναμιν πορευθῆναι; Λέγει δὲ ἀπὸ τῆς ἐνταῦθα πολιτείας τῆς κατὰ Θεὸν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἔνθα καὶ ἀπελθόντες ὄψονται τὸν Θεὸν καθώς ἐστιν. Ἐπίβλεψον εἰς πρόσωπον τοῦ Χριστοῦ σου. Χριστὸν ἐνταῦθα τὸν κεκλημένον λαὸν εἰς βασίλειον ἱεράτευμά φησι. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἡμέραν μίαν τῶν αὐλῶν τοῦ Θεοῦ, τουτέστι τῶν ἐκκλησιῶν, τὴν ἀναστάσιμον ἡμέραν τοῦ Σωτῆρος ὑποδηλοῖ. Χιλιάδας δὲ, ἤτοι χιλιάδα, οὕτω γὰρ εὕρηται ἐν τῇ Ἑβραίων Γραφῇ, τὴν κατὰ νόμον λατρείαν φησὶν, ἥτις εἰς χιλιάδα ἐτῶν κεκρά τηκεν, ἀρξαμένη ἀπὸ τῶν τοῦ Σολομῶντος χρόνων, ἀφ' οὗ τεθεμελίωται ὁ θεῖος ναὸς, μέχρι τῆς τοῦ Σωτῆρος παρουσίας. ∆είκνυσιν οὖν, ὡς πολὺ τὸ μεῖζον τῆς εὐαγγελικῆς πρὸς τὴν νομικὴν λατρείαν. Ἐξελε ξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Οἷον ὡς εἰ λέγοι· Μικρός τις καὶ εὐτελὴς εἶναι μᾶλ λον ἂν βουλοίμην τῶν ἐν τῇ Ἐκκλησίᾳ ἢ μέγας τῶν ἐν τῷ ἁμαρτωλῷ λαῷ. Ταῦτα τοῖς ἐν Βαβυλῶνι πρόσ φορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκείνους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος μὴ παραβλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα τοὺς τῷ Θεῷ ἀφιερωμένους σηκοὺς ἀεὶ ποθεῖν καὶ ἀγαπᾷν. Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Οἱ γὰρ ταύτην ἔχοντες τὴν διάθεσιν, τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν, καὶ πολλὴ ἐκεῖθεν ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκαλίαν δεχόμεθα, καὶ χά ριν δὲ θείαν ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρουνῶν ἀρυόμεθα· καὶ μέντοι καὶ περίβλεπτοι ἐντεῦ θεν γινόμεθα, καὶ λίαν περιφανεῖς, καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμεθα, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν προαιρούμενοι. Εἰς τέλος, τοῖς υἱοῖς Κορέ.
ΨΑΛΜΟΣ Π∆ʹ
Ὑπόθεσις. ∆ιὰ τούτου τοῦ ψαλμοῦ τὴν κλῆσιν τῶν ἐθνῶν δηλοῖ, [PG27.372] καὶ τὴν γενομένην αὐτοῖς διὰ τῆς πρὸς τὸν Θεὸν ἐπιστροφῆς ἄφεσιν. Ἔτι τε εἰσάγει τὸν Ἰουδαίων λαὸν μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν ἐξομολογούμενον ἐφ' οἷς ἥμαρτεν, ἀξιοῦντα καὶ αὐτὸν τοῦ διὰ τοῦ Χριστοῦ ἐλέους τυχεῖν. Εὐδόκησας, Κύριε, τὴν γῆν σου. Καὶ γὰρ ἀλη θῶς εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσα σθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Αὐτοῖς γὰρ πρῶτον κηρύξας τοῖς Ἰουδαίοις, λελύτρωται πολλοὺς τῆς καταλαβού σης αὐτοὺς νοητῆς αἰχμαλωσίας. Ἐδήλωσεν ὁ Σ τὴρ μετὰ τὴν Ἡσαΐου προφητείαν, τὴν φήσασαν· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, εἰπών· Σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Αὐτὸς γὰρ ὁ παύσας δουλεύον τας ἡμᾶς πολυθέῳ πλάνῃ καὶ δαίμοσι, τάς τε τῶν ἁμαρτημάτων λύσας σειράς. Ἀμφότερα ἐνταῦθα προφητεύεται ἥ τε ἀπὸ Βαβυλῶνος τῶν υἱῶν Ἰσραὴλ ἐπάνοδος καὶ τῆς οἰκουμένης σωτηρία· καὶ διττῶς ὅλον ἐξηγεῖται. Πρὸς δὲ διάνοιαν· Εὐδοκεῖ Κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν καρδίαν, γῆν αὐτοῦ τυγχάνουσαν, διὰ τὸ δέχεσθαι τὸν σπόρον τὸν παρ' αὐτοῦ, καὶ ἑκατονταπλασίονα καρποφορεῖν. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου. Τοῦ διὰ τῆς πίστεως γενομένου αὐτοῦ λαοῦ· λέγει δὲ τὸ ἐξ ἐθνῶν, κατὰ τὸ εἰρημένον ὑπὸ Ζαχαρίου τοῦ προ φήτου· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καταφεύξονται ἐπὶ τὸν Κύριον ἔθνη πολλὰ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν. Ἐντεῦθεν ἱκετείαν ἀναπέμπει ἐκ προσώπου τοῦ λαοῦ τῶν Ἰουδαίων, ἀξιούντων καὶ αὐτοὺς τυχεῖν τῆς χάριτος. ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου. Κύρου τοῦ Περσῶν βασιλεύσαντος, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. ∆ιὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, ταχεῖαν αὐτοῖς διὰ φιλανθρω πίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν, ὦ ∆έσποτα, τὴν σὴν ἡμῖν ἀγαθότητα δεῖξον, ἵνα τύχωμεν τῆς σῆς σωτηρίας καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς. Οὕτω τὴν ἱκετείαν ὡς ἐξ ἐκείνων ὁ προφήτης προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν καί φησιν· Ἀκούσο μαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός. Παυσάμενος ὁ προφήτης ἱκεσίας, τὴν παρὰ τοῦ Πνεύματος ἀπόκρισιν ἐκδέχεται σιωπῶν. Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτή ριον αὐτοῦ. Ἐκδεχόμενος ὁ προφήτης τὴν ἀπόκρι σιν, ἣν ἀκούσομαι περὶ τοῦ γένους μου παρὰ τοῦ Θεοῦ, ἐκεῖνο ἔγνω, ὡς πᾶσιν ἕτοιμος εἴη γενέσθαι ἐγγὺς, εἴ γε τὸν αὐτοῦ φόβον ἀσπάζοιντο· συμβήσεται δὲ τοῖς ἀσπαζομένοις τὸ ἐν δόξῃ κακασκηνῶ σαι. Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. [PG27.373] Τὴν μετὰ σαρκὸς οἰκονομίαν τοῦ Μονογενοῦς διὰ τούτων σημαίνει. Γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ εἰρήνη καὶ ἔλεος καὶ ἀλήθεια. Ἐλεήσας δὲ ἡμᾶς ἐδίδαξε τὴν ἀλήθειαν· καὶ μὴν καὶ δικαίους ἀπέφηνεν, εἰρηνοποιήσας τὰ πάντα ἐν αὐτῷ τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. Ἔλεος καὶ ἀλήθεια συνήντησαν. Σαφῶς τὴν διὰ τῆς Θεοτόκου καὶ Ἀειπαρθένου ἀνατείλασαν τῷ κόσμῳ κηρύττει ἀλήθειαν. Αὐτὸς γάρ ἐστιν ἡ ἀλή θεια, εἰ καὶ γεγένηται ἐκ γυναικός. ∆ικαιοσύνη γὰρ καὶ ἀλήθεια κατεφίλησαν σαφῶς διὰ τὴν ἐκ τῆς Ἀειπαρθένου Θεοτόκου ἀνατείλασαν τῷ κόσμῳ ἀλήθειαν. Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ὅμοιον τὸ εἰρημένον πρὸς τὴν Παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ τὰ ἑξῆς. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα. Ὅταν, φησὶ, καθ' ὑπερβολὴν χρηστότητος ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς ὁ Κύριος, τότε καὶ ἡμεῖς, νοητὴ ὑπάρ χοντες γῆ, τοὺς πνευματικοὺς καρποὺς ἀποδώσομεν τῆς δικαιοσύνης. ∆ικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται. Εἰπὼν, ὡς δώσει ἡ νοητὴ γῆ τὸν καρπὸν, διδάσκει πῶς δώσει. Πῶς δὲ δώσει, ἢ ὅταν αὐτοῦ τοῦ ἐργα ζομένου τὸ ἀγαθὸν ἡ δικαιοσύνη, προβαδίσασα εἰς τὴν ἄνω ἄγουσαν ὁδὸν, κατευθύνῃ τοῦ αὐτὴν πορευομέ νου τὰ διαβήματα; Προσευχὴ τῷ ∆αυΐδ.
ΨΑΛΜΟΣ ΠΕʹ
Ὑπόθεσις. Φωτισθεὶς διὰ τοῦ Πνεύματος τὰ περὶ τῆς παρουσίας τοῦ Μονογενοῦς ὁ μακάριος ∆αυῒδ, καὶ τὴν ἐσο μένην παντὶ τῷ καταφεύγοντι πρὸς αὐτὸν τῶν ἁμαρτημάτων ἄφεσιν, εἰκότως ἀναπέμπει προσ ευχὴν, ἕνα καὶ αὐτὸν ἀξιῶν εὑρεθῆναι τῶν σωζομένων διὰ τῆς χάριτος. Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου. Μέγα γὰρ ὡς ἀληθῶς ἐφόδιον πρὸς τὸ εὐχόμενον ἐπακούεσθαι ἡ ταπεινοφροσύνη. Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Ταπεινοφρονήματος τῆς προσ ευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, ὅ τε ∆αυῒδ καὶ ὁ Ἐζεκίας πρὸς τοῦτον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἀπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλησαν οἰκτεῖραι ταύτην πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, Κλῖνον, Κύριε, τὸ οὖς σου, ἐκ μεταφορᾶς τέθεικεν ἀῤῥώ στου τινὸς ὑπὸ ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι. Ἀφ' ὧν κατώρθωσεν ἀγαθῶν ἐπακουσθῆναι ἐξαιτεῖ. Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σοί. Ἐπειδὴ ὅσιον ἑαυτὸν ἀνηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον ἑαυτὸν ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ' αὐτῷ μόνῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχειν ἐπαγγειλάμενος. [PG27.376] Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι· ∆ιδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τι παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ εἶναι ἐν προσ ευχαῖς. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικής. ∆ιδάσκει τοὺς προσερχομένους Θεῷ μὴ ἀκηδιᾷν, εἰ καὶ πρὸς ὀλίγον τὴν δόσιν ἀναβάλλεται. Ἔσται γὰρ πάντως αὐτοῖς ἐπήκοος, ἅτε χρηστὸς ὣν καὶ πολὺ λίαν εἰς ἔλεος πλούσιος. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Θεοὺς μὲν γὰρ τοὺς ἁγίους προφήτας φησὶ, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Λέγει δὲ, ὅτι οὐδεὶς τῶν προφητῶν ἐξελέσθαι τοὺς ἀνθρώπους τῆς ἁμαρτίας ἴσχυσεν ἢ μόνος αὐτὸς ὁ Κύριος, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπάζεται πολιτείαν. Μήτηρ δὲ εὐφρο σύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ προφήτης τῷ φόβῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ὑπώπτευ σεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· καὶ πάλιν· Ἐμνή σθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου. Μεταβαλὼν τὴν προσευχὴν εὐθὺς εἰς ἐξομολόγησιν, ἐφ' οἷς ἐῤῥύσθη τοῦ ᾅδου, τὴν αἰ τίαν ἐξαγορεύει δι' ἣν ἥμαρτε, λέγων ἐπιβουλὴν πολ λῶν τε καὶ κραταιῶν, αἰνιττόμενος τὰς ἀοράτους δυ νάμεις, μὴ θεμένας πρὸ τῶν ὀφθαλμῶν τὸν Θεόν. Σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν συνεχώρησας, ῥυσάμενος τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου φιλανθρωπία τῇ σῇ. Λέγει δὲ ταῦτα Χρι στὸς, παραστάντων τῶν βασιλέων τῆς γῆς, καὶ τῶν ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ. Ὡς ἤδη εἰς πέρας αὐτῶν ἀχθείσης τῆς προσευχῆς, τὸ μέγα ἔλεος τοῦ Θεοῦ εἰς τοὺς αἰῶνας αἰνέσειν φησίν· ὅτι δὴ καὶ αὐτῶν ἐκ χειρὸς ᾅδου τὰς ψυχὰς ἠλευθέρωσεν. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ. ∆είκνυσι διὰ τούτων, ὡς εἰς τὴν ἁμαρτίαν ἐκείνην κατέπεσεν. Πῶς δὲ, ἢ ἐκ τοῦ συναγωγήν τινα πονηρῶν πνευμά των ἐπαναστῆναι καὶ ὑποσκελίσαι αὐτὸν τοῦ κατ' ἀρετὴν δρόμου; Καὶ σὺ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων. Εἰ καὶ, ἐπαναστάντων μοι τῶν πονηρῶν πνευμάτων, φησὶ, κατηνέχθην εἰς ἁμαρτίαν, καὶ δι' αὐτῆς εἰς τὸν προκείμενον κατώτατον ᾅδην· ἀλλὰ σὺ, Κύριε, αὐτὸς, τοὺς οἰκείους οἰκτιρμοὺς καὶ ἐπ' ἐμοὶ ἐφαπλώσας, ἐῤῥύσω τὴν ψυχήν μου διὸ καὶ πά λιν ἐλεεῖσθαι ἐξαιτῶ. Ἔσται δέ μοι ὁ ἔλεος διὰ τοῦ ἐπιβλέψαι σε εἰς ἐμέ. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν. Ὥσπερ πάλαι ἐν Αἰγύπτῳ τοῖς υἱοῖς Ἰσραὴλ σημεῖον δέ δωκεν ὁ Θεὸς, τοῦ μὴ ἀδικηθῆναι αὐτοὺς παρὰ τοῦ [PG27.377] ὀλοθρευτοῦ, οὕτω καὶ αὐτῷ σημεῖον δοθῆναι ἐξαιτεῖ, ὅπως ἂν καὶ φυλαχθῇ δι' αὐτοῦ, καὶ καταισχύνῃ τοὺς ἐχθρούς. Τοῖς υἱοῖς Κορὲ .
ΨΑΛΜΟΣ ᾠδῆς. Π ʹ
Ὑπόθεσις. Ἄδουσι πάλιν τὸν ψαλμὸν τοῦτον οἱ τοῦ Κορὲ υἱοὶ εἰς τὴν Ἐκκλησίαν, δι' αὐτοῦ κηρύσσοντες τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν γενομένην ἐπίλαμψιν τῇ Ἐκκλησίᾳ τοῦ Μονογενοῦς διὰ τῆς μετὰ σαρ κὸς οἰκονομίας. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Αὐτοῦ μὲν τοῦ κληθέντος διὰ τῆς πίστεως λαοῦ. Λέ γει δὲ, ὅτι ἐξ ἐθνῶν λαὸς ἐπῳκοδομήθη ἐπὶ τῷ θεμε λίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Πύλας Σιὼν τὴν εἰσαγω γικὴν καὶ στοιχειώδη διδασκαλίαν τῆς Ἐκκλησίας φησί· σκηνώματα δὲ Ἰακὼβ τὴν κατὰ νόμον λατρείαν. Φησὶν οὖν ὡς αἱρετωτέρα κέκριται παρὰ τῷ Θεῷ ἡ εὐαγγελικὴ πολιτεία τῆς κατὰ νόμον λατρείας. Λεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Πόλις μὲν ἡ Ἐκκλησία. Ποῖα δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ἢ τὸ κατοικῆσαι ἐν αὐτῇ τὸν Μονογενῆ, κατὰ τὸ εἰρημένον· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν; Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Τῶν ἐπιστρεφόντων εἰς ἐμὲ, φησὶ, μνήμην εἰς ἀγαθὸν ποιήσομαι, ἢ καὶ τῶν ἐκτόπως εἰς φιληδονίαν ἐκ κεκλικότων, καὶ τῶν ἄγαν εἰδωλολατρούντων. Ταῦτα γὰρ ἡμῖν ἐσήμανε διὰ τῆς Ῥαὰβ καὶ Βαβυλῶνος. Καὶ Ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων. ∆ιδάσκει ἡμᾶς ὁ λόγος σαφῶς, ὅτι δὴ ἐκ πάντων τῶν ἐθνῶν ἡ Ἐκκλησία συνέστηκεν. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Μητέρα φησὶ, δῆλον δὲ, ὅτι οἱ πεπιστευκότες τὴν Σιὼν ἤτοι τὴν Ἐκκλησίαν ἐπι γραψόμεθα, ἐν ᾗ ὁ ἄνθρωπος, ἢ ὁ αὐτὸς ὁ θεμελιώσας αὐτήν. Οὗτος δέ ἐστιν ὁ γενόμενος δι' ἡμᾶς ἄν θρωπος, καὶ ἐπαγγελλόμενος ἐπὶ τὴν πέτραν θεμε λιῶσαι τὴν Ἐκκλησίαν. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρ χόντων. Τῶν λαῶν, φησὶ, καὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ τῇ Ἐκκλησίᾳ γενομένων, ὁ Κύριος διηγή σεται τὴν γραφήν. Καὶ πῶς ἂν, φησὶν, ἢ τὴν ἀπο γραφὴν τὴν γενομένην ἐν τοῖς οὐρανοῖς, ἣν αὐτὸς αὐτοῖς διηγήσεται λέγων· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς; Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Ὅταν, φησὶν, ἐν σοὶ πάντων ἡ κατοικία τῶν ἐν τῇ Ἐκκλησίᾳ γένηται, τότε καὶ εὐφροσύνης ἔσονται πλήρεις.
Ὠδὴ ΨΑΛΜΟΥ τοῖς υἱοῖς Κορέ. Εἰς τέλος ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι, συνέσεως Ἐθὰμ τῷ Ἰσραηλίτῃ. ΠΖʹ
Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ ὁ τοῦ Χριστοῦ εἰσφέρεται θάνατος, ὃν ὑπὲρ ἡμῶν ἀνεδέξατο· ὅπως καὶ τοῖς [PG27.380] ἐν ᾅδου κηρύξας πνεύμασι δωρήσηται τὴν ἀνάστα σιν. Ἀποκλαίεται δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἅτε δὴ ἐκπεσουμένην τῆς εἰς αὐτὸν ἐλπίδος. Αὕτη δὲ ἡ Ἱερουσαλὴμ, ἤτοι ὁ λαὸς, πάλαι οἷόν τις χορὸς ἦν, καθὸ καὶ μερὶς αὐτοῦ καὶ κλῆρος προσηγο ρεύετο· διὸ καὶ πρὸς Μαελὲθ ἐπιγέγραπται ὁ ψαλ μὸς, ὅ ἐστι χορείας ἤτοι χοροῦ. Ἐπειδὴ δὲ βαθὺ τὸ Χριστοῦ μυστήριον, καὶ λίαν λεπτῆς διανοίας δεῖ πνευματικῆς πρὸς τὸ συνιέναι αὐτό· τούτου χάριν Συνέσεως ἐπιγέγραπται. Λέγεται δὲ τοῦ Αἰμὰν εἶναι ὁ ψαλμὸς, ἐν Αἰγύπτῳ πρὸς Μωσέως πεποιημένος. Οὗτος δὲ ὁ Αἰμὰν ἀπόγονος ἦν τοῦ Ἰσραὴλ, ἅτε ἔκγονος ὢν τοῦ Ζαρὰ, ὃς ἦν υἱὸς τοῦ Ἰούδα, τοῦ υἱοῦ Ἰσραήλ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέ κραξα. Ἅτε ἀγαθὸς ὢν, εἰδὼς τὴν ἔκπτωσιν τοῦ λαοῦ καὶ τὴν τοῦ μαθητοῦ ἀπώλειαν, τὰς ὑπὲρ αὐ τῶν ἀναπέμπεται πρὸς τὸν Πατέρα εὐχάς· ὅπως ἂν, τῆς κακίας μὴ μεταλαβόντες, καὶ αὐτοὶ τῆς δι' αὐ τοῦ σωτηρίας τύχοιεν. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. Εἰ καὶ αὐ τὸς τὰς ἁμαρτίας ἡμῶν ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως καὶ κακῶν ἐμπέπλησταί φησι. Καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. Τοῦτό φησιν, ἐπειδὴ ὑπὲρ παντὸς χάριτι Θεοῦ ἐγεύσατο θα νάτου. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νε κροῖς ἐλεύθερος. Μόνος Ἰησοῦς καὶ ἀπέθανεν ὑπὲρ τῶν ἀνομιῶν τοῦ λαοῦ ἀγόμενος εἰς θάνατον, κατὰ τὴν Ἡσαΐου φωνήν· καὶ νεκρὸς ἂν ἐλεύθερος ἦν μό νος· οὐ γὰρ εἶχεν ἁμαρτίαν τὴν κάτοχον αὐτὸν ποιοῦσαν θανάτῳ. ∆ιὸ καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ. Παρ όμοιος, φησὶ, γέγονα ἀνθρώποις τετραυματισμένοις καὶ κειμένοις ἐν μνήμασιν, οἳ, τῆς σῆς μὴ τυχόν τες ἐπικουρίας, οὐ τετυχήκασιν ἀναστάσεως. Ἐγὼ δὲ τετραυμάτισμαι, φησὶ, διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἐν τάφοις γέγονα, οὐ μὴν καὶ ἀπέμεινα· διότι μου καὶ μετὰ τὴν τρῶσιν καὶ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης. Ἀνέστην γὰρ πατήσας τὸν θάνατον. Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Θυμὸν τοῦ Θεοῦ φησι τὴν ἐπενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γέ νει τοῦ θανάτου κατάραν. Ἐπειδὴ τοίνυν γέγονεν ὑπὲρ ἡμῶν κατάρα, τούτου χάριν τὸν θυμὸν τοῦ Θεοῦ ἐπ' αὐτὸν ἐπεστηρίχθαι φησί. Καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ. Μετεωρισμοὺς τὴν μετὰ σφοδρότητος ἐπ ενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει ὑπὲρ τῆς πα ραβάσεως δίκην φησί. Σημαίνει δὲ πάλιν τὸν θά νατον. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ. Τοῦτό φησιν, ἐπειδὴ πάντες αὐτὸν κατέλιπον κατὰ τὸν τοῦ πάθους καιρόν. Ἔθεντό με βδέλυγμα ἑαυ [PG27.381] τοῖς. Ὅρα πῶς καὶ μέχρι νῦν Ἰουδαῖοι τὸ Χριστοῦ ὄνομα βδελύσσονται. Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην. Τοῦτό φησι, διὰ τὸ κατάκλειστον αὐτὸν γε νέσθαι ἐν τῇ οἰκίᾳ τοῦ ἀρχισυναγώγου. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἀπεκλαιόμην, φησὶν, ὑπὲρ τοῦ λαοῦ, ἰδὼν αὐτοὺς τοῦ κατὰ Θεὸν πλούτου ἐκπεσουμένους καὶ εἰς πτω χείαν κατενηνεγμένους ἐσχάτην. Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν. Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, ∆έσποτα, προμηθείαν. Ἐκτείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε. Τὴν πικρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. Ὑπὸ γὰρ τῆς χρείας ἀναγκαζόμενος, σπουδαιότερόν τις ἱκετεύει τὸν δοῦναι δυνάμενον. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; Ἰατροὶ ἀναστήσουσι; Τὰς αἰτίας ἡμᾶς διδάσκει τῆς εἰς τὸν θάνατον αὐτοῦ καθόδου, μονονουχὶ λέγων· Ἐπειδὴ οὔτε νεκροῖς δυνατὸν, φησὶ, ποιήσασθαι θαυμάσια, οὔτε ἰατροῖς ἀναστῆσαι, ἵνα ἐξομολογήσωνταί σοι, οὔτε μὴν οἱ ἐν τῇ ἀπωλείᾳ δυνατοὶ ἦσαν γνῶναί σου τὴν ἀλήθειαν· τούτου χάριν, ὦ Πάτερ, καὶ τοῖς ἐν ᾅδου καταλελόγισμαι· ἵνα ἀναστάντες οἱ ἐν τῇ ἐπι λελησμένῃ γῇ καὶ τῶν θαυμασίων σου πεῖραν λά βοιεν, καὶ διηγήσωνται οἱ πάλαι ἐν τῷ σκότει τὴν ἀλήθειάν σου. Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου; Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς καὶ ἐν τῷ ζόφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς ἔσεσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆσαι; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου; Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια. Γῆ ἐπιλελησμένη ἐστὶ ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου Πνεύ ματος ἐστερημένη καρπῶν. Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀπο στρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Ὁ μὲν ὑπὲρ τοῦ λαοῦ προσηύχετο, οἱ δὲ ἀναξίους ἑαυτοὺς τῆς σωτηρίας δι' ὑπερβολὴν κακίας ἀποφαίνονται· οἱονεὶ ἄπρακτον αὐτοῦ τὴν ὑπὲρ αὐτῶν καθιστῶντες εὐχήν. Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Πτωχὸς μὲν διὰ τὸ δούλου λαβεῖν μορφήν· ἐν κόποις δὲ ἐκ νεότητος, διότι ἐκ σπαργάνων αὐτῶν ἐπεβουλεύετο παρά τε Ἡρώδου καὶ τῶν ὁμοίων αὐτῷ. Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ὕψωσιν μὲν τὴν ἐπὶ τοῦ σταυροῦ ἄνοδόν φησι, κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου. Τὸ δὲ, ἐταπεινώθην, διὰ τὴν μέχρις ᾅδου κάθοδον λέγει. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου. Πᾶσαν, φησὶν, ἐκίνησας κατ' ἐμοῦ τὴν ὀργήν· καὶ ταῖς φοβερωτά ταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύχιόν με πεποίηκας. Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ [PG27.384] τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Ταλαιπωρίαν τὸν τοῦ πάθους καιρὸν κατασημαίνει. Λέγει οὖν, ὡς παρὰ τὸ πάθος αὐτὸν καὶ οἱ φίλοι καὶ οἱ γνώρι μοι ἐγκατέλιπον. Ἐπειδὴ δὲ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἐν δὲ τῷ σταυρῷ καταλέλειπται παρὰ τῶν μαθητῶν· τού του χάριν τὸν Πατέρα αὐτοῦ μακρῦναι τοὺς φίλους καὶ τοὺς γνωρίμους λέγει.
ΨΑΛΜΟΣ συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ. ΠΗʹ
Ὑπόθεσις. Ἐν τοῖς παροῦσι τὴν ἐκ σπέρματος ∆αυῒδ γέννησιν τοῦ Χριστοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει, καὶ μὴν καὶ τὸ πάθος τὸ σωτήριον ὃ ὑπέμεινεν ὑπὲρ ἡμῶν. Συνέσεως δὲ ἐπιγέγραπται, ἐπειδὴ πνευματικοῦ μάλιστα χρεία νοῦ πρὸς τὸ νοῆσαι τὸ βάθος τῶν αὐτοῦ μυστηρίων. Τὰ δὲ περὶ τοῦ Αἰμὰν, ὡς καὶ οὗτος προφήτης ἦν, ἐν τοῖς προλαβοῦσι σαφῶς διηγόρευται. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Καὶ ποῖα τὰ ἐλέη τοῦ Κυρίου, ἃ πεποίηκεν εἰς ἡμᾶς, ἃ καὶ ᾄδειν ὀφείλομεν; ἢ τὸ καθελεῖν μὲν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ αὐτὸ τοῦ διαβόλου τὸ κράτος· ἐλευθερῶσαι δὲ ἡμᾶς ἁμαρτίας καὶ θανάτου. Εἰς γε νεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀλήθεια μὲν τοῦ Πατρὸς ὁ Υἱὸς, ὃν καὶ εἰς γενεὰν καὶ γενεὰν ἐπὶ στόματος οἱ ἅγιοι φέ ρουσιν· ἔστι γὰρ ὁ λόγος ὡς ἀπὸ τοῦ ἀποστολικοῦ χοροῦ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσε ται. Σὺ, ὦ ∆έσποτα, φησὶν, ἐπαγγείλασθαι κατηξίωσας, ὅτι εἰς τὸν αἰῶνα διηνεκῶς ἔλεος μέγα καὶ θαυμα στὸν οἰκοδομηθήσεται· ὅ ἐστι κατασκευασθήσεται, ἤγουν ἐγερθήσεται. Τὸ γὰρ οἰκοδομούμενον ἐγείρεταί πως καὶ ἀνίσταται. Ἔστι δὲ τοῦτο ἡ διὰ Χριστοῦ σω τηρία καὶ χάρις. Τὸ μὲν ἔλεος τοῦ Θεοῦ τοὺς ἀνθρώ πους οἰκοδομεῖ, ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις. Ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ὥσπερ ἡ διὰ Χριστοῦ σωτηρία ἔλεος καὶ χάρις, οὕτω καὶ ἡ ἀλήθεια πάλιν καλεῖται, ἢ καὶ μέχρις οὐρανῶν ἐγη γερται, φησὶ, διὰ τοῦ αἵματος, εἴτε ἐπὶ γῆς εἴτε ἐν οὐρανῷ. ∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· Ἀβ ραὰμ, φησὶ, καὶ Ἰακώβ· τούτοις γὰρ δὴ τὰς περὶ Χρι στοῦ ἐπαγγελίας δέδωκε κατὰ τὸ εἰρημένον· Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὤμοσα ∆αυῒδ τῷ δούλῳ μου. Καὶ ποῦ ὤμοσεν ἢ ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου· ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου. Καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου. Καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Τοῦτό φησι διὰ τοῦ γεννηθέντος Χριστοῦ, καὶ ποιμέσι [PG27.385] τοὺς ἀγγέλους εὐαγγελίζεσθαι λέγοντας· Ὅτι ἐτέ χθη ἡμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει ∆αυΐδ. Καὶ ἑτέρας δὲ ἐπουρανίου στρατείας πλῆθος ὀφθῆναι λεγόντων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ ρήνη. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Εἰ καὶ γέγονεν ἄνθρωπος, φησὶν, ὁ Μονογενὴς, καὶ καθ ῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἀλλὰ καὶ οὕτως ἐστὶν ἀσύγκριτος ὑπὲρ πάντας καὶ οὐρανίους δυνάμεις· αἱ μὲν γὰρ οἰ κετικὸν ἔχουσι τάγμα· ὁ δὲ ∆εσπότης τῶν ὅλων ἐστὶ καὶ κύριος. Ἀλλὰ μὴν οὐδὲ ἐν υἱοῖς Θεοῦ ὅμοιός τίς ἐστιν αὐτῷ. Καὶ τοῦτο αὐτοὶ μαρτυροῦσι λέγοντες, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν. Οὐκοῦν ὁ μὲν δίδωσιν ὡς Θεὸς, οἱ δὲ πλουτοῦσι τὰ παρ' αὐτοῦ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός. Ὥσπερ οἱ ἀσύνετοι σκανδαλίζονται ὁρῶντες αὐτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, ἀκούοντες δὲ λέγοντος αὐτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὕτως οἱ ἅγιοι τοὔμπαλιν δοξάζουσιν αὐτὸν, καὶ μέγαν καὶ φοβερὸν καλοῦσι. Καὶ τοῦτο ἐκεῖθεν δῆλον, ἐκ τοῦ τὸν μὲν Πέ τρον ὥσπερ ἐκ στόματος ἁπάντων βοᾷν· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· πάλιν δὲ τοὺς πάντας· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ· ὅτε τῇ θα λάσσῃ καὶ τοῖς ἀνέμοις ἐπετίμησεν. ∆υνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης. ∆είκνυσιν ὁ λόγος, ὡς αὐτὸς ὁ ἐν τῇ τοῦ δούλου μορ φῇ ἐστιν ὁ καὶ τὴν ὑγρὰν ἐξ ἀρχῆς παραγαγὼν οὐ σίαν· καὶ αὐτός ἐστιν ὁ τεθεικὼς ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ εἰρηκὼς αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἔδειξε δὲ τοῦτο ὑπάρχον ἀληθὲς, ἐπιτιμήσας καὶ τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις, ὅτε μετὰ τῶν μαθητῶν συνέπλεε. Τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνω σας ὡς τραυματίαν τὸν ὑπερήφανον. Αὐτὸς γάρ ἐστιν ὁ δήσας τὸν ἰσχυρὸν καὶ τὸν ὑπερήφανον, καὶ δεδωκὼς τοῖς αὐτοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ. Ὥσπερ τῆς θαλάσσης ∆εσπότης ἐστὶν, οὕτω καὶ τῶν οὐρανῶν ποιητὴς καὶ γῆς ἁπάσης. Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμών. Τὰ τέσσαρα μέρη τῆς οἰκουμένης διὰ τούτων σημαί νει· διὰ μὲν τοῦ βοῤῥᾶ τὰ ἀρκτῷα μέρη, διὰ δὲ τῆς θαλάσσης τὰ τῆς ἑσπέρας. Θάλασσαν γὰρ ἡ Γραφὴ τὴν ἑσπέραν καλεῖ· διὰ δὲ τοῦ Ἑρμὼν ὄρους τὸν νό τον· διὰ δὲ τοῦ Θαβὼρ ὄρους πάλιν τὴν ἀνατολήν. Σὸς ὁ βραχίων μετὰ δυναστείας. Ὁ σὸς, ὦ ∆έ σποτα, βραχίων, φησὶν, ἐπιδειχθείη τοῖς πᾶσι μετὰ δυναστείας. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ' ἡμᾶς, ἀλλ' ἐμφανὴς κατέστη ἡ τῆς μεγαλειότη [PG27.388] τος αὐτοῦ ὑπεροχή. Καὶ τοῦτό ἐστι τό· Κραταιωθή τω ἡ χείρ σου· ὑψωθήτω ἡ δεξιά σου. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κη ρύξας τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, εἰκότως μακαρίζει τοὺς τὸ αὐτοῦ ἐκμαθόντας μυστήριον. Τοῦτο δέ ἐστι τὸ τοὺς ἐπινικίους ᾄδειν αὐτῷ. Ἀλαλαγμὸς γάρ ἐστιν ἡ ἐπὶ τοῖς πεσοῦσιν ἐχθροῖς γινομένη ᾠδή. Παρετάξατο δὲ ὑπὲρ ἡμῶν, καὶ νενίκηκε τὰς ἀντικειμένας δυνάμεις. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσ ώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Τοὺς ἁγίους αὐτοῦ ἀποστόλους μα καρίζει, ὅτι δὴ τῷ ὀνόματι αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ ἐποίουν ὅσα ἐποίουν παράδοξα. Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Κέρας τὴν δόξαν φησί. Λέγει οὖν, ὡς πρὸς τὸν Πατέρα· Ἐπειδὴ σὺ ηὐδόκησας ἀποστεῖλαι τὸν Μονογενῆ, τούτου χάριν ἡ δόξα ἡμῶν διεγήγερται. Ἐδο ξάσθημεν γὰρ συνεγερθέντες Χριστῷ, καὶ συμβασι λεύσαντες αὐτῷ. Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου. Τότε, ἀντὶ τοῦ, πάλαι, φησὶ, δι' ὁράσεων προφητικῶν τοῖς υἱοῖς σου, λέγει δὲ τοῖς κεκλημένοις εἰς τὸ τῆς υἱοθε σίας ἀξίωμα, ἐλάλησας. Τί δὲ ἐλάλησας ἢ τό· Ἐθέ μην βοήθειαν ἐπὶ δυνατόν; Ὅμοιον δὲ ὡσεὶ λέγοι· ∆έδωκα, φησὶ, βοήθειαν ἐπὶ δυνατὸν τοῖς [ἀσθενέσι καὶ πλεονεκτουμένοις ὑπὸ τοῦ Σατανᾶ, τοῦ καταφυ γεῖν ἐπὶ δυνατόν. Ὁ δέ γε δυνατὸς, ὃν δέδωκεν ἡμῖν εἰς βοήθειαν ὁ Πατὴρ, Χριστός που πάντως ἐστί· καὶ γάρ ἐστι δυνάμεων Κύριος· Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον ∆αυῒδ τὸν δοῦλόν μου. Ἐν νόει Χριστὸν τὸν ἐκ σπέρματος ∆αυῒδ, ἐκλεκτὸν κε κλημένον, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε. ∆αυῒδ δὲ πάλιν αὐτὸν ὀνομάζει, καθὸ ἐκ σπέρματος ἦν ∆αυΐδ· καὶ μὴν καὶ δοῦλον, διὰ τὸ ἐν τῇ τοῦ δούλου μορφῇ πεφηνέναι. Ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐ τόν. Ὅτε Θεὸς ἦν ὁ Λόγος, ἐγεννήθη κατὰ σάρκα ἐκ γυναικὸς, καὶ προῆλθεν ἄνθρωπος, μένων ὡς ἦν Θεός· τότε, τὴν κρίσιν διὰ σὲ λαβὼν, ὠνομάσθη Χριστός. Θεὸς γὰρ ὢν ὁ Λόγος καὶ βασιλεὺς πρὸ αἰώνων ὑπάρ χων, ἰδιοποιήσατο τὰ ἡμέτερα, ἵνα καὶ ἡμεῖς τὰ αὐ τοῦ πλουτήσωμεν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ. Ὁ Σωτὴρ ἔφασκε· Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα ποιήσω, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με ἀπέσταλκε· καὶ πάλιν· Ἀπ' ἐμαυτοῦ λαλῶ οὐδέν. Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐ τῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Εἰ καὶ εἰρήκασι· ∆εῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῖς τὴν κληρονομίαν αὐτοῦ· ἀλλ' ἦν ἀνόνητος τῷ Σα τανᾷ καὶ τοῖς Ἰουδαίοις ἡ σκέψις, καὶ εἰς ἄφρακτον ἐκβέβηκεν αὐτοῖς τὸ ἐγχείρημα. Ἀνεβίω γὰρ ὁ Σωτὴρ τριήμερος, πατήσας τὸν θάνατον καὶ σκυλεύσας τὸν ᾅδην· καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγα [PG27.389] λωσύνης ἐν ὑψηλοῖς, πάντων κατάρχων μετὰ τοῦ ἰδίου γεννήτορος. Οὐκοῦν ἀληθὲς τὸ εἰρημένον, ὅτι Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Καὶ συγκόψω ἀπὸ τοῦ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ. Παραδέδονται γὰρ τῇ Ῥωμαίων στρατείᾳ, καὶ διολώλασι παντελῶς. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ. Ἀλήθειαν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν φη σὶν, ἣν εἰσηγήσατο ἡμῖν ὁ Χριστὸς κατὰ τὸ εἰρημέ νον πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύ ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ τὸ ἔλεος δὲ οὐ δι' ἄλλου πεποίηκεν ὁ Θεὸς εἰς ἡμᾶς ἢ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ. ∆ι' αὐτοῦ γὰρ μόνου καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ ἐμάθομεν προσκύνησιν, καὶ κατηλεήθημεν, ἀναιρεθέντος θανάτου, καὶ τῆς φθο ρᾶς ἐκ μέσου γενομένης. Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τοῖς γὰρ ὀνόμασιν, οἷς μάλιστα πρέπουσι τῷ Πατρὶ, καὶ αὐτὸς ὁ Υἱὸς δοξάζεται· οἷόν τί φημι· Θεὸς ἀληθινὸς ὁ Πατήρ· τοῦτό ἐστι καὶ Υἱός· αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια· καὶ ἡ ζωὴ κατὰ φύσιν ὁ Πατήρ ἐστί τε καὶ ὀνομάζεται, τοῦτο δὲ πάλιν καὶ ὁ Υἱός· αὐτὸς γάρ φησιν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Τοῦτο ἔλεγε πρὸς τὸν ἑαυτοῦ Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ. Θάλασ σαν μὲν, ὡς προειρήκαμεν, τὴν ἐν δυσμαῖς χώραν φησί· ποταμοὺς δὲ τὴν μέσην τῶν ποταμῶν λέγει, ἤτοι τὴν ἀνατολήν. Φησὶν οὖν, ὅτι εἰς πᾶσαν τὴν οἰ κουμένην ἡ αὐτοῦ πρᾶξις ἐκταθήσεται. Καὶ ἐν πο ταμοῖς δεξιὰν αὐτοῦ. Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ, ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς, ἐὰν τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐ τοῦ ῥέοντα ποταμὸν, τοῦ ζῶντος ὕδατος γίνεται θά λασσα. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου. Πάλιν ἐνταῦθα οἰκονομικῶς ὁ σεσαρκω μένος Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ, λέγων· Πορεύο μαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὁ γὰρ προφήτης φησὶ περὶ αὐτοῦ, παιδίον γεννώμενον προφητεύων, Θεὸν ἰσχυρὸν ἔλεγεν αὐτὸν, Πατέρα τοῦ μέλλοντος αἰῶνος. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ διαθήκην μου. Αὐτῷ μὲν τῷ πεπιστευκότι δι' αὐτοῦ λαῷ φησιν. Ἔλεος δὲ τὴν διὰ πίστεως ἄφεσιν λέγει. ∆ιαθήκην δὲ τὴν νέαν φησὶν, ἣν καὶ πιστὴν εἶναι, ἀντὶ τῶν, ἀσφαλῆ καὶ βεβαίαν καὶ μένουσαν. Ἡ μὲν γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρ μα αὐτοῦ. Οὐ παύσεται γὰρ τὸ Χριστιανῶν ὄνομα, καὶ τῆς εὐαγγελικῆς λατρείας ἡ δύναμις· διηνεκὴς δὲ μᾶλλον ἔσται καὶ ἀκατάληκτος. [PG27.392] Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αυῒδ ψεύ σομαι. Ὅμοιον τῷ ἀλλαχοῦ εἰρημένῳ· Ὤμοσε Κύριος τῷ ∆αυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Σπέρμα τοῦ ∆αυΐδ φησι τὸν ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα γε γεννημένον Χριστόν. Ὃς καὶ εἰς τὸν αἰῶνα μένει. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, Θεὸν ὄντα καὶ Θεοῦ κατ' ἀλήθειαν Υἱὸν, μὴ πάντη τε καὶ πάντων εἶναι αἰώ νιον. Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Θρόνον Χριστοῦ ἐννόει τὴν Ἐκκλησίαν· ἐπαναπαύεται γὰρ αὐτῇ. Ἔσται οὖν, φησὶν, ἡ Ἐκκλησία Χριστοῦ καταστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ' οὐρα νὸν, καὶ μένουσα διηνεκῶς ὁ ἥλιος καὶ ἡ σελήνη. Τὸ γὰρ ῥητὸν τοῦτο οὕτω φησί· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατ ηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρα νῷ πιστός. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Τὰ συμβεβηκότα ἐπὶ τῷ τιμίῳ σταυρῷ οἱ μακάριοι προφῆταί φασι. Λέγουσιν οὖν, ὡς πρὸς τὸν Πατέρα καὶ Θεόν· Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει τὸ σπέρμα ∆αυῒδ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ' ἀπώσω καὶ ἐξουδένω σας· ἀνεβάλου τὸν Χριστόν σου. Τὸ δὲ, ἀπώσω καὶ ἐξουδένωσας, ἀντὶ τοῦ, ἀπωσθῆναι, καὶ ἐξου δενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπώσατο καὶ ἐξουδένωσε τὸν ἴδιον Υἱόν· Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι· πλὴν κατὰ συγχώρησιν τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ὑπερέθου πληρῶσαι, φησὶ, τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ· πέπονθε γὰρ μεταξύ. Πῶς δὲ ὑπερέθετο, λέγει· Κατέστρεψας φάσκων τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω γὰρ, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μέ νει· καὶ αὕτη γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ δια θήκη. Ἀλλ' ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, καὶ κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε γὰρ, φησὶ, καὶ ἐσταυ ρώθη· οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δού λου σου. Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. Ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐ τοῦ· ὡς γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνομίσθη τοῖς παρανόμοις Ἰουδαίοις. Ἀλλ' οὐ μεμένηκε νεκρὸς, ὁ ἐν νεκροῖς ἐλεύθερος κατὰ τὴν τοῦ προφήτου φωνήν· οὔτε μὴν ἀδοξίαν τινὰ προσετρί ψατο τὸ πάθος αὐτῷ, ἀλλ' ἐδοξάσθη μᾶλλον διὰ τοῦ καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἐλευθερῶσαι τῶν ἀνθρώπων τὸ γένος. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται. Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ. Φραγμοὺς αὐτοῦ καὶ ὀχυρώματα τοὺς ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ, πάντες ἀφέντες αὐτὸν, ἔφυγον δειλιά σαντες· καὶ διὰ τοῦτό φησιν· Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. ∆ιήρπαζον αὐτόν ... Εὔφρανας πάντας τοὺς [PG27.393] ἐχθροὺς αὐτοῦ. Ἔχαιρον γὰρ καὶ ἐπέσειον αὐτῷ τὰς κεφαλὰς, ὁρῶντες αὐτὸν ἐπὶ ξύλου κρεμάμενον. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐ τοῦ. Ἐπειδὴ ἀξίους ὄντας τὴν ἐσχάτην δίκην ἀποτῖσαι τοὺς σταυρώσαντας τὸν μονογενῆ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν οὐ τετιμώρηται παραχρῆμα, διὰ πολ λὴν φιλανθρωπίαν καιρὸν μετανοίας, τὸν διὰ βαπτί σματος, καὶ αὐτοῖς χαριζόμενος· τούτου χάριν ἀπο στρέψαι λέγεται τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ. Τὸ δὲ, ἀπέστρεψας, ἀντὶ, ἐπέσχες. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ. Τὸ, κατέλυσας, ἀντὶ τοῦ, κατήνεγκας. Κατήνεγκας οὖν, φη σὶν, ἤτοι παρεσκεύασας εἰς τὸ πιστεύεσθαι, ὅτι κα θαρός ἐστιν. Ἐπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη, καὶ ἐν τοῖς ἀνόμοις ἐλο γίσθη. Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος· νομίσαντες οἱ σταυρώσαντες, ὅτι πεπον θὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπο νοίας διερμηνεύει λέγων· Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Τουτέστι, Μέχρι τί νος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα, ἐπισπου δαζόντων τὴν τοῦ Μονογενοῦς καὶ Σωτῆρος ἡμῶν σταύρωσιν; Ὁ δὲ Σύμμαχος· Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος, φλεγήσεται ὡς πῦρ ὁ θυ μός σου; Μέχρι τίνος, φησὶ, ∆έσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέρας ὀδύνας, οὐδ' ἐπιφαίνῃ καὶ λύεις τὰς συμφοράς· ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ ἡμετέρων ἁμαρτάδων ἐκκαίεις; Μνήσθητι τίς μου ἡ ὑπόστασις. Ἐπ' ἀφθαρ σίᾳ, φησὶ, τὸν ἄνθρωπον πεποίηκας, καὶ κατ' εἰκό να τὴν σὴν ἔπλασας αὐτόν· ἀλλὰ γέγονεν ὑπὸ φθο ρὰν ἐξ ἀπάτης, φησίν. Οὐκοῦν τὴν ἀφθαρσίαν ἐπίδος ἵνα σώζωνται, καθάπερ ἐπλάσθη τὸ ποίημα. Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; Οὐδεὶς, φησὶν, οὔτε θανάτου κρείττων γε νήσεται, οὔτε μὴν ἐκ χειρὸς ᾅδου τὴν ψυχὴν αὐτοῦ ῥύσεται, εἰ μὴ σὺ, φησὶν, ὦ ∆έσποτα, τὴν ἀνάστασιν ἐπιδῷς. Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Ἀρ χαῖα ἐλέη τοῦ Θεοῦ, φησὶν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη εἰς ἀφθαρσίαν ἀναστοιχείωσις. Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἐπειδὴ ὠνείδισάν με, Κύριε, οἱ ἐχθροί σου, φάσκοντες ψευδεῖς εἶναι τὰς περὶ ἐμοῦ τοῖς ἔθνεσι δεδομένας ἐπαγγελίας· αὗται δὲ ἦσαν τὸ σωθῆναι αὐτὰ, καὶ ἀπαλλαγῆναι θανάτου καὶ ἁμαρτίας· ὠνεί δισαν δὲ ἀφορῶντες εἰς τὸν θάνατον τὸν ἐμόν· καὶ ματαίους αὐτὰς εἶναι ἀπέφηναν· τούτου χάριν αἰτῶ σοι μνησθῆναι· τὸ γὰρ ἀντάλλαγμα τοῦ Χριστοῦ σου ὠνείδισαν, φησίν. Εἴη δὲ τὸ ἀντάλλαγμα αὐτοῦ ὁ θάνατος αὐτοῦ καὶ τὸ αἷμα, τὸ ἀντίλυτρον δεδομέ [PG27.396] νον τῆς τοῦ κόσμου σωτηρίας· ὃ καὶ ὠνείδισαν, ὑπο λαμβάνοντες αὐτὸν κεκρατῆσθαι θανάτῳ. Ἀλλ' οὐκ ἀπέμεινεν ὁ ἐν νεκροῖς ἐλεύθερος· ἀνέστη δὲ μᾶλλον τριήμερος. ∆ιὸ καὶ ἐπισφραγίζει ὁ ψαλμὸς τό· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γέ νοιτο. Ὡς ἀναστάντος ἤδη αὐτοῦ καὶ ἀνελθόντος εἰς τοὺς οὐρανοὺς, καὶ εὐλογουμένου, ἤτοι ἐξομολογου μένου εἰς τοὺς αἰῶνας μετὰ τοῦ ἰδίου Πατρός. Προσευχὴ Μωϋσέως ἀνθρώπου τοῦ Θεοῦ.
ΠΘʹ
Ὑπόθεσις. Ταύτην, φησὶ, τὴν προσευχὴν ἐν ἀποῤῥήτοις ἀναγε γραφότα τὸν Μωσέα παραδοῦναι· ὅπως ἂν ἔχοιεν οἱ κατὰ καιροὺς εἰδέναι, πῶς δεῖ αὐτοὺς ἐξομολο γεῖσθαι περιπεσόντας ταῖς συμφοραῖς, αἳ γεγόνα σιν αὐτοῖς ἐπ' ἐσχάτων τῶν χρόνων μετὰ τὴν κατὰ τοῦ Κυρίου ἀπείθειάν τε καὶ μιαιφονίαν γενομένην. Ὅπως δὲ μὴ λήθῃ παραδοθῇ τῷ χρόνῳ, ἐντέτακται ἐν τοῖς Ψαλμοῖς· καὶ εἰκότως μετὰ τὸν πηʹ, ὃς καὶ τὸ πάθος τοῦ Κυρίου κατασημαίνει. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Μέλλων ἐπικαλεῖσθαι τὸν Θεὸν εἰς ἔλεον, εἰκό τως ἐξ ὧν ἤδη πολλάκις εὐηργέτησε ποιεῖ τὸ προοί μιον. Πῶς δὲ κατὰ γενεὰν εὐηργέτησε, τοῦτο ἴδοι τις εἴς τε τὰ ἐπὶ τοῦ Φαραὼ ἀποβλέψας εἴς τε τὰ ἐπὶ Ἰησοῦ, εἴς τε τὰ ἐπὶ Βαβυλῶνος. Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν. Ἐπειδὴ εἰς τὴν σάρκα ὁρῶντες τοῦ Κυρίου, ψιλὸν ἄνθρωπον ἐνόμιζον λέγοντες· Οὔπω τριακον ταετὴς γέγονας, καὶ Ἀβραὰμ ἑώρακας; Καὶ τοῦτο αὐτοῖς μάλιστα αἴτιον τῆς ἐκπτώσεως γέγονε, τὸ ἀγνοεῖν τὴν θεότητα. ∆ιὰ τοῦτο νῦν ἐξομολογούμενοι, σαφῶς αὐτὸν εἶναι λέγουσι τὸν πρὸ πάσης κτίσεως συνόντα τῷ Πατρί. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν. Ἐντεῦθεν ἡ ἐξομολόγησις. Ἀξιοῖ δὲ ἀφ' ὧν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλεσε, καὶ αὐτὸς ἐπιστραφῆναι. Σὺ εἶπας, φησὶν, ὦ ∆έσποτα· Ἐπι στρέψατε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συν τρίμματα ὑμῶν. Ἐπειδὴ τοίνυν ἐπεστρέψαμεν, μὴ ἀποστρέψῃς ἡμᾶς εἰς ταπείνωσιν. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε. Τὸν καιρὸν τῆς ἐν νόμῳ λατρείας φησὶ, καθ' ὃν μάλιστα ἐπιτελεσθέντος τοῦ θείου ναοῦ ἤνθησεν. Ἀπὸ γὰρ Σολομῶντος τοῦ τὸν οἶκον ἐγείραντος μέχρι τῆς πο λιορκίας τῆς μετὰ τὸν τίμιον γενομένης σταυρὸν εἰς τοῦτο συντείνει ἔτη χίλια. Ἀλλὰ ταῦτα, φησὶ, τὰ χί λια ἔτη μία ἡμέρα λογισθείη ἐνώπιόν σου· μᾶλλον μὲν οὖν μικρὸν ἡμέρας μόριον. Εἰκότως δὲ νυκτὶ παρεικάζει τὸν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος και ρόν· ἅτε ὡς ἐν ἀωρίᾳ καὶ συγχύσει πάντων ἀνθρώ πων ὄντων, διὰ τὸ μήπω αὐτοῖς ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης. [PG27.397] Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται τὸ πρωΐ. Ὡσεὶ σαφέστερον ἔλεγε· Τὰ ἔτη αὐτῶν, τῶν ἀρνη σαμένων σε δηλονότι, ἐν ἐξουθενήσει ἔσται πολλῇ. Γεγόνασι γὰρ καταπάτημα καὶ ἀνθρώπων καὶ δαιμό νων, ἅτε τὸν λυτρούμενον καὶ σώζοντα αὐτοὺς ἀρνη σάμενοι. Τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι. Πρωΐ μὲν τὸν καιρὸν τῆς γενομένης αὐτοῖς ἐπιφανείας Χριστοῦ ἐν τῷ ὄρει Σινᾶ κατασημαίνουσι. Χλόην δὲ τὴν νομικὴν λατρείαν δηλοῖ, ἅτε μικρὸν ὕστερον μαραίνεσθαι μέλ λουσαν. Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ἑσπέραν φησὶ τὸν ἐπ' ἐσχάτων τοῦ αἰῶ νος καιρὸν, καθ' ὃν καὶ ἐπέφανεν ὁ Μονογενής· ἐν ᾧ δὴ καὶ παρῆλθεν ἡ τῆς κατὰ νόμον λατρείας ἄνθη σις, σκληρυνθεῖσα ἀπάτῃ τῆς ἀπειθείας. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Σαφῶς τὰς ἐπενεχθείσας αὐτοῖς συμφορὰς διὰ τὰ ἴδια ἁμαρτή ματα διαγορεύουσι. Καὶ Ἰουδαίοις ταῦτα, καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις. Καὶ Ἰουδαῖοι, διὰ τὴν πονηρίαν τῆς γνώμης, τῆς ἐλευθε ρίας ἐξέπεσον. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου. Οὐ παρ ῆλθες, φησὶ, τὰς ἀνομίας ἡμῶν, ἅτε ἡμῶν ἐπικαλε σαμένων αὐτὰς εἰς τὰς ἑαυτῶν κεφαλὰς, διὰ τὸ εἰρη κέναι· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὡσεὶ ἔλεγεν· Ὁ βίος ἡμῶν καὶ αἱ ἐν αὐτῷ πράξεις πονηραὶ φαίνονται τῷ προσώπῳ σου. Οὐδὲν γὰρ ἠγνόησας τῶν ἐν ἡμῖν πεπραγμένων ἀπ' ἀρχῆς μέχρι τέλους. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ἡ ἁμαρτία, φησὶ, τὴν σὴν ὀργὴν ἐκίνησε καθ' ἡμῶν· ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν· ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν. Ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον. Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ στατηρὸν ἡ ἀνθρωπεία φύσις ἔχει· δίκην ἀράχνης διασπᾶται ῥᾳδίως. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκον τα ἔτη. Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ εἰρημένοις· Αἱ ἡμέραι μου μικραὶ καὶ πονη ραὶ οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον· ἀλλ' ἐκεῖνο ἐπ' ὀλίγων συμβαίνει. Τὸ δὲ κοι νὸν καὶ ὡς ἐπὶ τῶν πλείστων κρατοῦν ἐνταῦθα διδά σκει. Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευ τὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω τῶν σφόδρα γερόν των τῷ μακροβίῳ καταλέλοιπεν. Ἀλλ' ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέ πλησται. Ὅτι ἐπῆλθε πραότης ἐφ' ἡμᾶς, καὶ παι δευθησόμεθα. Ἐπειδὴ νεκρός τις καὶ εὐτελὴς ὁ βίος ἡμῶν, καὶ οὐ γινώσκομεν τί ἔσται ἡμῖν μετὰ ταῦτα ἀπὸ τοῦ κράτους σου· τούτου χάριν πράως, φησὶ, παίδευσον ἡμᾶς. Τὸ γὰρ, ἐπῆλθεν, ἀντὶ τοῦ, ἐπέλ [PG27.400] θοι, φησί. Αἰτοῦσι δὲ τῆς διὰ Χριστὸν παιδείας μετα λαβεῖν, ὅς ἐστι δεξιὰ τοῦ Πατρός· διό φησι· Τὴν δεξιάν σου οὕτως γνώρισόν μοι. Ἀπὸ κοι νοῦ τὸ, γνώρισον, ἵνα ᾖ· Καὶ γνώρισον ἡμῖν τὴν δε ξιάν σου, τουτέστι Χριστόν· γνώρισον δὲ ἡμῖν τοὺς τῇ καρδίᾳ τὴν σοφίαν ἔχοντας· οὗτοι δ' ἂν εἶεν οἱ ἅγιοι ἀπόστολοι καὶ εὐαγγελισταὶ, δι' ὧν καὶ ἐμάθομεν τῆς ἐπιστροφῆς τοὺς τρόπους. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου. Ὡς ἤδη τῆς εὐχῆς εὑρόντες τὸ πέρας τὰ τοιάδε φασίν. Ἀνατελεῖ γὰρ καὶ αὐτοῖς ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου. Τὸ, ἴδε, πάλιν ἀντὶ τοῦ, ἴδες, ἤτοι ἐπεσκέψω τοὺς δούλους σου καὶ τὰ ἔργα τῶν χειρῶν σου. ∆ι' ἧς ἐπισκοπῆς τὴν λαμπρότητα καὶ τὸ φῶς τοῦ Θεοῦ ἡμῶν ἑωρακότες, καὶ ἐπιστρέψαντες, κατευθυνθείη μεν ἐφ' οἷς τὴν τῆς ἐπιστροφῆς πρᾶξιν ἀποπληροῦ μεν. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς. Καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπ έφηνε τῆς θεογνωσίας τὸ φῶς· καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἔργα τοῦ νόμου· ἔργον τὸ ἐν τῇ Νέᾳ τελούμενον Ἐν τῇ γὰρ Παλαιᾷ διάφοροι θυσίαι· ἐν δὲ τῇ Νέᾳ μόνος ὁ Υἱὸς θύεται. Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθ' ἑκάστην πρᾶξις· ἔργον δὲ χειρῶν, ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις. Αἶνος ᾠδῆς τῷ ∆αυῒδ, ἀνεπίγραφος παρ' Ἑβραίοις.
ʹ
Ὑπόθεσις. Ἀκολούθως μετὰ τὸ δηλῶσαι τοῦ Ἰουδαίων λαοῦ τὴν ἀποστροφὴν ἐν τῷ ὀγδοηκοστῷ ἐννάτῳ, ἐν τούτῳ τῷ ψαλμῷ τὸ πρόσωπον εἰσάγει τῶν διὰ Χριστοῦ τελειουμένων, καὶ νικώντων δι' αὐτοῦ τοὺς νοητοὺς ἐχθροὺς, ἀρχὰς δηλαδὴ καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, καὶ αὐτὸν τὸν ἀλιτήριον Σατανᾶν· οἳ καὶ πολυτρόπως διὰ τῶν προκειμένων κατασημαίνονται. Φόβος τε νυκτερινὸς καὶ βέλος σκότει, καὶ σύμπτωμα καὶ δαιμόνιον μεσημβρινὸν, καὶ χιλιάδες καὶ μυριάδες, καὶ ἀσπὶς, καὶ βασι λίσκος, καὶ λέων, καὶ δράκων. Κατὰ τούτων δὴ πάντων τὴν νίκην ἀναγορεύει τῷ τοῦ Θεοῦ ἀνθρώπῳ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου. Τὸ προφητικὸν πνεῦμα τὸν ἄνθρωπον τὸν ποιησάμενον βοήθειαν καὶ ἐπικουρίαν Χριστὸν, ὃς καὶ ἔστιν Ὕψιστος, μακαρίζει. Πῶς γὰρ οὐ μακάριος ὁ τὸν Θεὸν τοῦ οὐρα νοῦ σκεπαστὴν ἔχειν ἀξιωθείς; Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ὁ μένων ἐν ταύτῃ τῇ βοηθεία σκέπεται καὶ φυλάσσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ. Καὶ τίς ὁ τῷ Κυρίῳ λέγων ἢ ἄνθρωπος ὁ πεποιθὼς ἐπ' αὐτῷ, καὶ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἐπερειδόμενος; [PG27.401] Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος. Προεδίδαξεν, ὡς αἱ ἀντικείμεναι δυνάμεις διὰ τούτων κατασημαί νονται. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι. Εἰρηκότος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, ὡς Θεὸς αὐτὸς ῥύσεται ἐκ τῆς τῶν θηρευτῶν παγίδος, ἔκ τε τῶν ταραχωδῶν λόγων, ἀποκρίνεται τὸ Πνεῦμα τὸ προφη τικὸν παραθαρσύνον αὐτὸν καὶ εἰς ἀνδρείαν ὑπαλεῖ φον πνευματικήν· Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπι σκιάσει σοι· ὡσεὶ σαφέστερον λέγοι· Καλύψει σε ὑπὸ τὴν σκιὰν τῶν πτερύγων αὐτοῦ· καὶ μὴν καὶ ὅπλῳ σκεπάσει σε. Οὗ δὴ γενομένου, οὐδεμία τῶν ἀντικειμένων δυνάμεων παραβλάψει σε. Ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασεν. Ἀπὸ συμπτώμα τος καὶ δαιμονίου μεσημβρινοῦ. Οὐ σύγκριμα δαι μονιῶδες μεσημβρίας. Τὸν γὰρ μεσημβρινὸν δαίμονά φησιν εἶναι τῆς ἀκηδίας. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς. Κλίτος τὸ ἀριστερὸν μέρος σημαίνει, εἰκότως μέν. Τούτῳ δὲ τὰς χιλιάδας ἐπιβουλεύειν φησί· τοῖς γε μὴν δεξιοῖς τὰς μυριάδας. Τὰ γὰρ ἐπιδέξια τῶν πραγμάτων ἡμῶν, καὶ τῶν ἀρετῶν καὶ ἰσχυρὰ καὶ θαυμαστότερα, τὸ πλῆθος τῶν πονηρῶν δυνάμεων παραλύειν ἐπιχει ροῦσι. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις. Βλαβήσῃ μὲν οὐδὲν, φησὶν, ἐκ τῶν ἐπιβουλευόντων· συμβήσε ται δέ σοι πεσόντας ἰδεῖν τοὺς ἐχθρούς. Τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἀντιφθέγγεται τὸ τοῦ Θεοῦ ἀνθρώπου, τὸ Πνεῦμα τὸ προφητι κὸν, ὅσον τῆς εἰς Θεὸν ἐλπίδος τὸ κέρδος ἐστίν. Οὐ προσελεύσεται πρὸς σὲ κακά. Ἡ γὰρ τῆς κακίας φύσις ἔξωθεν ἐπέρχεται, τῆς ἀρετῆς οἴκοθεν τὴν πρόφασιν ἐχούσης. Εὐθῆ γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκεν, ὃς, ζητήσας λογισμοὺς πονηροὺς, ἔξωθεν ἐπεσπάσατο τὴν κακίαν. Καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Θαῤῥεῖν αὐτοὺς καὶ μηδὲν ἀηδὲς πείσεσθαι παρακελεύεται, ἐκ τοῦ πι στεύειν ἄγγελον βοηθὸν τῶν εἰς Θεὸν πιστευόντων καταπεμπόμενον. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Τοῦτο καὶ ἐν τῷ λγʹ ἔφη ψαλμῷ· Παρεμβαλεῖ ἄγγε λος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἀκούωμεν δὲ καὶ Ἰακὼβ τοῦ πατριάρχου λέγοντος· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰκέτην παραθαῤῥύνων ἔφη· Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν. Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς καὶ δι' ἀγγέλων φρουρεῖ τοὺς εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός. Τοῦ διαφυ λάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δὲ λίθος τὴν ἁμαρτίαν. [PG27.404] Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. Οὐ μόνον οὐδὲν, φησὶν, ὑπομενεῖς δεινὸν, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὰ τῶν πνευμάτων τὰ πλήθη ὑπὸ τοὺς πόδας ἴδοις ἐπενηνεγμένα τοὺς σούς· ὡς καὶ μετὰ πάσης ἀδείας τὰς αὐτῶν πατήσεις κεφαλάς. Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Εἰσφέρει τὸ τοῦ Θεοῦ πρόσωπον, μισθὸν τῆς πίστεως τὴν σω τηρίαν ἐπαγγελλόμενον. Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός. Ῥύ σομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβούλων, τῇ ἐμῇ ἐλπίδι φραξάμενος· διὰ τοῦτο αὐτὸν φρουρήσω, καὶ καλοῦντος ἀκούσομαι, καὶ τὴν δέησιν δέξομαι. Σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Οὐ μόνον, φησὶ, τῶν ἐπιβουλευόντων τοὺς ἐμαυτοῦ ῥύσομαι, ἀλλὰ γὰρ καὶ τὴν ἀτελεύτητον αὐτοῖς χαρίσομαι ζωήν· καὶ μὴν καὶ τοῦ σωτηρίου καταξιώσω τοῦ ἐμαυτοῦ. Εἴη δὲ τὸ σωτήριον ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς ἀγῶνα εἰσάγων, καὶ συμβασιλεύειν αὐτῷ παρασκευάζων. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι. Κεκρα γὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμὲ, ἐπ ακούοντά με, καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. Ἀεὶ γὰρ αὐτῷ πάρειμι, κἂν ἐν περιστάσει τυγχάνῃ. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Εἴη δὲ τοῦτο τὸ σωτήριον αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς αἰῶνα εἰσαγαγὼν, καὶ συμβασιλεῦσαι αὐτῷ καὶ παρασκευάζων.
ΨΑΛΜΟΣ ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. Αʹ
Ὑπόθεσις. Ὁ Σαββατισμὸς, ἤτοι τὸ Σάββατον, εἴη ἂν ἡ μέλ λουσα κληρονομία, ὅτι καὶ ἀνάπαυσις τοὺς ἐνθάδε πόνους διαδέξεται, τὰς ἀμοιβὰς ἡμῶν δηλονότι ἀποληψομένων. Αἰνεῖ οὖν ἐκείνην τὴν γενησομένην ἀνάπαυσιν. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Αἴνεσιν προβάλλεται, φησὶ, καὶ ταύτην ἡμέρας τε καὶ νυκτὸς ἀπαύστως ὑπισχνεῖται καταλέγειν ἐφ' οἷς πεποίηκεν ὁ Μονογενής. Καὶ τί πεποίηκεν ἢ τὴν ἀνάστασιν ἡμῖν παρεσκεύασεν; Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου. Ἀπαγ γέλλειν κατ' ὄρθρον τὸ ἔλεός σου, καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα. Ἐν δεκαχόρδῳ ψαλτηρίῳ, μετ' ᾠδῆς ἐν κιθάρᾳ. ∆εκάχορδον ψαλτήριον τὸ σῶμά φησιν, ἅτε πέντε αἰσθήσεις ἔχον καὶ πέντε ἐνεργείας ψυχῆς, δι' ἑκά στης αἰσθήσεως γινομένης ἐνεργείας ἑκάστης. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ὁρῶν γάρ σου τὰς δημιουργίας καὶ τὰς ἀῤῥήτους οἰκονομίας ἀγάλλομαί τε καὶ γάνυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Ἐγὼ μὲν, φησὶ, τὰ σὰ ἔργα ἀνυμνῶν, καὶ τὸ βάθος τῶν σῶν λογισμῶν ἐκπλήττομαι, ὧν ἐν τῇ οἰκονομίᾳ εἰργάσω. Ἀλλ' οἱ ἄφρονες οὐ συνιᾶσι τοῦ μυστηρίου τὸ βάθος. Ἀνὴρ ἄφρων οὐ γνώσεται. ∆ιαφόρως ταῦτα εἴ ρηκεν, ὅτι ὁ τὰς φρένας νοσῶν καὶ συνέσεως ἔρημος [PG27.405] τούτων οὐδὲν γινώσκει, οὔτε μὴν ἀκούσεται περὶ τούτων. Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον. Οἱ μὴ συνιέντες, φησὶ, τὸ μυστήριον δίκην χόρτου ἔσονται, μὴ ἔχοντες τὸ βάθος δηλαδὴ, καὶ ταχέως πε σοῦνται καὶ ξηρανθήσονται. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. Ὅταν, φησὶν, ἀπολοῦνται οἱ ἐχθροὶ καὶ διασκορπι σθήσονται, τότε δὴ τότε τὸ ἐμὸν κέρας, τουτέστιν ἡ βασιλεία ἡ ἡτοιμασμένη, περιφανὴς γενήσεται. Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι, γαυριάσομεν ἐπὶ σοὶ καὶ μέγα φρονήσομεν· ἅτε δὴ τῆς πολυθέου πλάνης ἀπηλλαγμένοι, καί σε τὸν ὄντα προσκυνοῦντες Θεόν. Τὸν γὰρ μονόκερων ἐνταῦθα πάλιν παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύ σεως κέρας· οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυνήσουσι θεότητα. Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Μετὰ τοὺς πόνους, φησὶν, οὓς ὑπομένω, τότε δὴ οἱονεὶ ἐλαίῳ χρήσομαι εἰς βασίλειον ἱεράτευμα· καὶ τοῦτό μοι ἔσται τῶν μακρῶν πόνων τὸ γέρας. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. Ἔσται μοι τοῦτο μετὰ τῶν ἄλλων καλῶν, τὸ θεατήν με γενέσθαι πιπτόντων τῶν ἐπιβούλων μου τῆς ψυχῆς. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου. Οὗτοι δὲ, φη σὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς κέδροις, φυτουργὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών. Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἀνθήσουσιν. Ἐν ταῖς ἄνω δηλονότι μοναῖς, ἃς καὶ αὐλὰς εἶναι τοῦ Κυ ρίου φησίν. Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐ παθοῦντες ἔσονται. Τὸ, εὐπαθοῦντες, ἀντὶ τοῦ, εὖ πάσχοντες. Ἀποδοθήσεται γὰρ αὐτοῖς ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ὅτι εὐθὴς ὁ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπειδὰν ἐν ταῖς ἄνω μοναῖς γενόμενοι ἀπολαύωσι τὰ ἡτοιμα σμένα ἀγαθὰ, τότε δὴ τότε καὶ ταύτην ἀναγγελοῦσι τὴν φωνὴν, ὡς δίκαιος καὶ εὐθὴς ἔσται ὁ Κύριος, ὃς τοὺς μὲν παρανόμους καὶ ἀσεβεῖς δίκην χόρτου ἀπο ξηρανθῆναι παρεσκεύασε· τοὺς δὲ δικαίους καὶ εὐσε βεῖς οἷα κέδρους καὶ φοίνικας ἐν ταῖς ἄνω κατεφύτευσε σκηναῖς. Ἀδικία οὐκ ἔστι παρὰ τῷ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον. Εἰς τὴν ἡμέραν τοῦ πρὸ τοῦ Σαββάτου, ὅτε κατ ῴκιστο ἡ γῆ, αἶνος ᾠδῆς τῷ ∆αυΐδ.
Βʹ
Ὑπόθεσις. Εἰς τὸ Σάββατον ἐν τῷ προλαβόντι ψαλμῷ δηλοῦται ἡ δευτέρα παρουσία τοῦ Κυρίου, καθ' ἣν καὶ βα σιλεύσει τοῦ νέου αἰῶνος μετὰ τῶν ἁγίων αὐτοῦ. ∆ηλονότι τὸ, πρὸ Σαββάτου, ἂν εἴη ἡ πρώτη αὐ τοῦ παρουσία, ὅτε καὶ ἡ γῆ κατῴκισται, τουτέστιν ὅτε ἡ Ἐκκλησία πάσῃ τῇ οἰκουμένῃ τεθεμελίωται, τῶν ἁγίων ἀποστόλων δηλονότι καὶ εὐαγγελιστῶν τὸν περὶ Χριστοῦ καταγγειλάντων τῇ γῇ λόγον. [PG27.408] Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπειδὴ τὸ ἀνθρώπινον γένος, ἀποστὰν τῆς ὑπὸ Θεοῦ βασιλείας, ὑπὸ τὴν τυραννίδα γέγονε τοῦ Σατανᾶ, τούτου χάριν ἐπεδήμησεν ὁ Μονογενὴς, ἵνα πάλιν αὐτὸ τοῖς ἰδίοις ὑποτάξῃ σκήπτροις, ὃ καὶ ἐγένετο· Θεοῦ εὐπρέπειαν δὲ τὴν σωτηρίαν αὐτοῦ τοῦ γένους φησίν. Εἰ μὴ γὰρ σεσάρκωται, τὴν ἡμετέραν δίχα τῆς ἁμαρτίας λαβὼν φύσιν, δηλονότι οὐκ ἂν ἡμῖν ἡ σωτηρία ἐγένετο. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. ∆ιὰ τούτων τὴν καθαίρεσιν ἡμῖν τῶν ἀντικειμένων σημαίνει δυνάμεων, ἣν πεποίηται, ὥσπερ στρατιωτικὸν σχῆμα ἀναλαβών. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσε ται. Ἐκείνους προανελὼν, τοὺς ἀντικειμένους δηλον ότι δαίμονας, ἔστησεν ἐπὶ πέτραν τὴν Ἐκκλησίαν, ἧς οὐδὲ αὐταὶ κατισχύσουσιν αἱ τοῦ ᾅδου πύλαι. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε. Τοῦτό φησι, διὰ τὸ προωρίσασθαι ἀπὸ καταβολῆς κόσμου τὴν τοῦ ἀν θρωπίνου γένους σωτηρίαν ἐσομένην διὰ τῆς σωτη ρίας αὐτοῦ. Θρόνον γὰρ τὴν εἰς τὸ κρίνειν τοὺς ἀδι κήσαντας ἡμᾶς δαίμονας· ἀνάστασιν δὲ σημαίνει τοῦ Μονογενοῦς. Σὺ οὖν αὐτὸς, φησὶν, ὦ ∆έσποτα, ὁ νῦν εἰς τοῦτο ὥσπερ ἐπὶ δικαστικοῦ θρόνου καθίσας, εἰς τὸ κρίνειν δηλονότι καὶ ἐκδικεῖν ἡμᾶς, ὑπάρχεις ὁ πρὸ τῶν αἰώνων Θεός. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν. Ποταμοὺς ἐνταῦθα τοὺς ἁγίους ἀπο στόλους καὶ εὐαγγελιστάς φησιν, οἳ καὶ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τοῖς πνευματικοῖς κατεύφραναν νάμασιν. Εἴρηται γὰρ πρὸς αὐτούς· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Αἱ πολλαὶ, φησὶ, μυσταγωγίαι, καὶ τὰ νοήματα τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν νάματα, θαυμαστοὺς πεποίηκε τῆς θαλάσσης τοὺς μετεωρισμούς. Θάλασ σαν δὲ λέγει τῶν ἐθνῶν τῶν πιστευσάντων τὰ πλήθη, ὧν καὶ οἱ μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις τοῦ φρονήματος, θαυμασταὶ γεγόνασιν. Οὐκέτι γὰρ μι κρὰ καὶ ταπεινὰ φρονοῦσι περὶ Θεοῦ, ἀλλὰ μεγάλα καὶ θαυμαστά. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Μαρ τύρια τὰς ἐπαγγελίας φησὶν ἃς διὰ τῶν ἁγίων προ φητῶν τοῖς ἔθνεσιν ἐπηγγείλατο, ἃς καὶ πιστὰς ἐπ' ἐσχάτων ἐπεδείξατο τῶν ἡμερῶν, τῇ οἰκείᾳ παρουσίᾳ ἔργῳ πληρῶν. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύ ριε. Οἶκος μὲν αὐτοῦ ἡ Ἐκκλησία, πρέπει δ' αὐτῇ τὸ ἁγία εἶναι, ἅτε τὸν μόνον ἅγιον ἔχουσα ἐνοικοῦντα· ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ ἀτελευτήτου μεταλα βοῦσα ἀπολαύσει τοῦ ἁγιάσματος.
ΨΑΛΜΟΣ τῷ ∆αυῒδ τετράδι Σαββάτων. Γʹ
Ὑπόθεσις. Τὸν περὶ προνοίας ἐν τούτῳ εἰσάγει λόγον, διδάσκων μὴ θλίβεσθαι καὶ ἀδημονεῖν, κἂν εἰ πρὸς καιρὸν γένοιτο καὶ τοῖς ἁμαρτάνουσιν εὐημερία, καὶ τοῖς εὐσεβέσι διωγμός. Οὐδὲν γὰρ τούτων ὡσαύτως μέ [PG27.409] νει, ἀλλὰ μεταβαλεῖται· τοῖς μὲν ἡ θλίψις εἰς αἰώ νιον ἀπόλαυσιν ἀγαθῶν, τοῖς δὲ μετὰ τὸ δοκοῦν τὰ χρηστὰ εἰς ἀτελευτήτους αἰῶνας ἡ κόλασις. Τε τράδα δὲ Σαββάτων ἐπιγέγραπται, διὰ τὸ ἐν τῷ τετάρτῳ μηνί· ἀντὶ γὰρ τοῦ μηνὸς τὴν ἡμέραν τέθεικεν ἐν ᾗ τῇ τοῦ Θεοῦ πόλει τὴν ἀρχὴν γενέ σθαι τῶν συμφορῶν, ἐν τούτῳ ἐπιστρατευσάντων Βαβυλωνίων, ὡς Ἱερεμίας ἱστορεῖ. Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ὥσπερ Θεὸς οἰκτίρμων ἐστὶ, καὶ Θεὸς παρακλήσεων, οὕτω καὶ Θεὸς ἐκδικήσεων. Καὶ πάλιν, τοῦτο δὲ ἐν προοιμίῳ παραμυθίαν μεγάλην τοῖς ἐκ τῶν θλίψεων ἀκηδιάσασιν ἀπεργαζόμενος. Τὸ δὲ, ἐπαῤῥησιάσατο, τὴν μετὰ ταῦτα ἐπὶ τοῦ θείου δικαστηρίου γενομένην ἀπόφασιν κατὰ τῶν ἀσεβῶν δηλοῖ, ᾗ φησι· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμέ νοι. Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Εὐ χὴν ὑπὲρ τῶν θλιβομένων ἀναπέμπει, αἰτῶν αὐτοῖς ἐπικουρίαν τὴν παρὰ τοῦ μόνου ἰσχύοντος Θεοῦ. Ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Τὴν σφο δρὰν ἀμνησικακίαν καὶ ὑπερβάλλουσαν διὰ τούτων κατασημαίνει τοῦ Θεοῦ. Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν. Εἰς ζῆλον τὸν κατὰ τῶν ἐχθρῶν διεγείρει τὸν Θεὸν, λαὸν αὐτοῦ καὶ κληρονομίαν εἶναι λέγων τὴν κακουμένην παρὰ τῶν ἐχθρῶν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν. Τούτων εἴρηται ἡ ἑρμηνεία ἐν τῷ ἀνωτέρῳ στίχῳ, ὅμως λεχθήσεται καὶ αὖθις. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀπο κτείνει ὁ κακῶς τὰς θείας Γραφὰς ἐξηγούμενος. Ὀρ φανὸς δέ ἐστι νοῦς ἐστερημένος οὐρανίου Πατρός. Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώ πων, ὅτι εἰσὶ μάταιοι. Πῶς γὰρ οὔκ εἰσι ματαιό τητος πλήρεις αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχειροῦσαι τοῦ λόγου; Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε. Ἐκεῖνοι μὲν ἄθλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν σὴν μὴ δεχόμενοι παιδείαν. Μακάριοι δὲ οἱ παρὰ σοῦ παιδευ θέντες, καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου. Οὗτοι γὰρ δὴ καὶ ἐν ταῖς θλίψεσι πραϋνθέντες κουφισθήσονται τῶν ἀνιαρῶν, εἰδότες, ὅτι αἱ θλίψεις εἰς ἀγαθὸν τελευτῶσαι ἐκβήσονται. Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει. Ἕως οὗ ὠρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Μέχρι τοσούτου, φησὶν, οἱ παιδευθέντες θαῤῥοῦντες ὑπομε νοῦσι τὰς θλίψεις, μέχρις οὗ τῷ ἁμαρτωλῷ ὠρυγῇ βόθρος, τουτέστιν, εἰς τὸ ἡτοιμασμένον αὐτῷ κολα στήριον ὁ ἁμαρτωλὸς βαδίσῃ. Ἁμαρτωλὸν δὲ τὸν Σα τανᾶν φησιν, ἤτοι πᾶσαν ἀντικειμένην δύναμιν. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ Τοῦτο ἐκείνου ἂν εἴη ἀπόδοσις τοῦ εἰρημένου ἐν τοῖς ἀνωτέρω· Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Καὶ τὴν κλη ρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Τοῦτο τοῦ ἄνω [PG27.412] στίχου ἤρτηται, τοῦ, Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ. Ὡσεὶ λέγοι· Φυλάξει, φησὶ, τὸν λαὸν αὐτοῦ πάντα τῆς θλίψεως τὸν καιρόν. Καὶ μέ χρι τοσούτου διακυβερνήσει καὶ καθοδηγήσει, ἕως τὸ θεῖον καθίσῃ δικαστήριον. Ἐπειδὰν δὲ εἰς τοῦτο ἡ δικαιοσύνη καθίσῃ, τουτέστι Χριστὸς, πάντες πλη σίον αὐτῆς γενήσονται οἱ εὐθεῖς τῇ καρδίᾳ, κατὰ τὸ, Ὅτι οὗτοι τὸν Θεὸν ὄψονται. Οὕτω γὰρ δηλοῖ τὰ ἑπόμενα. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην. Αὐτὸς γὰρ ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγια σμὸς καὶ ἀπολύτρωσις· καὶ τὴν κρίσιν δὲ πᾶ σαν αὐτῷ δέδωκεν ὁ Πατήρ. Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; Αὕτη τῶν θλιβομένων ἡ φωνή. Λέγει δέ· Τίς μοι γένηται σύμμαχος κατὰ τῶν εἰς ἐμὲ πονηρευομένων; Εἶτα δεξάμενος αἴσθησιν ταχέως τοῦ βοηθοῦ, φησὶν, ὡς πάλαι ἂν αὐτοῦ εἰς ᾅδην κατήχθη ἡ ψυχὴ, εἰ μὴ τῆς παρὰ Θεοῦ ἀντιλήψεως ἔτυχεν. Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου. Θλιβόμενος, φησὶν, ὁρῶν ἐμαυτὸν ὀλισθαίνοντα, εἶπον· Πότε ὁ ποῦς μου σεσάλευται; τουτέστι, τῆς κατὰ Θεὸν ἐκ πεσοῦμαι στάσεως· εὐθὺς τὴν ἀντίληψιν καὶ τὸ ἔλεός σου ᾐσθόμην ἐπίκουρον ἐμοί. Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον· ἀλλ' ὅσας θλί ψεις ἔσχον, τοσαύτας καὶ παραμυθίας ἐδεχόμην παρὰ σοῦ. Αἳ καὶ εἰς εὐφροσύνην τὰς λύπας μετεβίβαζον. Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας ὁ πλάσ σων κόπον ἐπὶ προστάγματι; ∆ιὰ τοῦτο, φησὶ, παρεκάλεσάς μου τὴν καρδίαν ἐπὶ ταῖς θλίψεσιν. Ὅτι δὴ οὖν οὐ προστεθήσεταί σοι θρόνος ἀνομίας, τουτ έστιν, ὅτι δίκαιος εἶ κριτὴς ὡς Θεὸς, καὶ οὐκ ἔσται ἀνομία ἐν ταῖς κρίσεσί σου· ὁ γὰρ θρόνος τὴν κρίσιν σημαίνει· ὥσπερ δὴ καὶ παρ' ἐκείνῳ τῷ κόπον συμ πλάσσοντι ἐπὶ πρόσταγμα· εἴη δ' ἂν οὗτος ὁ ἀντικεί μενος δαίμων, ὃς καὶ ἐλαφρὰς οὔσας τὰς τοῦ Θεοῦ ἐντολὰς βαρείας ποιεῖ, κόπους δὲ αὐτῶν τοῖς ἀνθρώ ποις παρέχων. Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβο λον· ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ. Καὶ αἷμα ἀθῶον καταδικάσονται. Οὗτοι, φησὶν, οἱ πονηροὶ καὶ ἀντικείμενοι δαίμονες ἐκ παντὸς τρό που τὴν τοῦ δικαίου ζητήσουσι θηρεῦσαι ψυχήν. Ἀλλ' ἐπὶ τοῦτο, φησὶ, κατακριθήσονται. Τοῦτο γὰρ σημαίνει· Καὶ αἷμα ἀθῶον καταδικάσονται. Λέγει γὰρ, ὡς ἀντὶ τοῦ ἀθώως ἐκχεομένου παρ' αὐτῶν, εἰς κρίσιν καὶ κόλασιν παραδοθήσονται. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν. Ἐγὼ δὲ τῆς παρὰ τοῦ ∆εσπότου προνοίας ἀπήλαυσα, καὶ αὐ τὸν ἔχω περίβολον ὀχυρόν. [PG27.413]
Αἶνος ᾠδῆς τῷ ∆αυῒδ, ἀνεπίγραφος παρ' Ἑβραίοις. ΨΑΛΜΟΣ ∆ʹ
Ὑπόθεσις. Ἐντεῦθεν ὁ τῶν ἁγίων χορὸς καὶ τοὺς ἀπειθεῖς τοῦ Ἰσραὴλ προτρέπεται ἐπὶ τὴν διὰ Χριστοῦ σωτηρίαν ἐλθεῖν· δεικνὺς, ὡς ἐπακούσεται, εἰ προσπέ σοιεν αὐτῷ, ἅτε αὐτὸς ὢν ποιητὴς, καὶ τὸ ἴδιον ἔργον ἀγαπῶν. Εἰσφέρεται δὲ μετὰ τὴν τῶν ἁγίων παραίνεσιν καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πρόσ ωπον, αὐτοῖς τοῖς ἀπειθέσι παρακελευόμενον μὴ τὴν τῶν πατέρων μιμήσασθαι ἀπιστίαν. ∆εῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Ὡς ἐπὶ ἑορτὴν ἐλθεῖν τοὺς ἀπειθεῖς παρακελεύονται, εἰς ἀγαλλίασιν αὐτοὺς καλοῦντες, ἵνα διὰ τούτων πείσωσι. Ἀλαλά ξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Εὖ τὸ, ἀλαλάξω μεν, λέγει, δὴ ἥκοντες τοὺς ἐπινικίους ᾄσωμεν ὕμνους. Ὁ γὰρ ἀλαλαγμὸς ὕμνος ἐστὶν ἐπὶ πεπτω κόσιν ἐχθροῖς. Σημαίνει δὲ διὰ τούτων, ὡς τὰς ἀντικειμένας δυνάμεις πολεμήσας ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ἐκ μέσου πεποίηκεν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολο γήσει. Ὡσεὶ λέγοι· Πρὶν εἰς κρίσιν καθίσῃ, τὸ πρόσ ωπον αὐτοῦ, ἔστι δὲ ὁ υἱὸς, τῇ ἐξομολογήσει προλά βωμεν, καὶ εὐμενὲς αὐτοῖς καταστήσωμεν. Οὕτω γὰρ ὑμῖν συμβήσεται εἰς ἀγαθὰ τελευτᾷν· ἡ γὰρ ἐξομο λόγησις ἀγαθὸν ἔχει τὸ πέρας· καὶ τοῦτο δηλοῖ τὸ ἐν Ψαλμοῖς· Ἀλαλάξωμεν αὐτῷ. Καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. ∆ηλαδὴ τοὺς πιστεύσαντας, καὶ ὥσπερ ἀντιμισθίαν τούτου λαχόντας τὸ ὄνομα, τὸ καλεῖσθαι θεοὶ, κατὰ τὸ εἰρημένον· Θεὸν δέδωκά σε τῷ Φαραώ. Ἐὰν τὴν ἐξομολόγησιν προσενέγκωμεν, φησὶν, οὐκ ἀποτευξό μεθα· οἰκτειρήσει γὰρ ὡς ἴδιον αὐτοῦ λαόν. Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα. ∆είκνυσιν, ὡς αὐ τὸς, ὢν δημιουργὸς πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου, οὐκ ἂν παρίδῃ τὸ ἴδιον ποίημα προσπῖπτον δι' ἐξομολογήσεως. ∆εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ. Καὶ ἑαυτοὺς τῶν προσκυνούντων καὶ κλαιόντων εἶναί φασιν, ὅπως ἂν προθυμοτέρους εἰς τὴν ἐξομολόγησιν παρασκευάσωσι τοὺς ἀκούοντας. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Ἐν τεῦθεν παραινοῦνται παρ' αὐτοῦ τοῦ Κυρίου εὐπει θεῖς εἶναι, καὶ μὴ τοιοῦτοι οἷοι ἐν τῇ ἐρήμῳ οἱ πα τέρες αὐτῶν ἐπεδείχθησαν. Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Ἐξεπείρασαν γὰρ τὸν Θεὸν ἄλλοτε ἄλλην πορευόμενοι ὁδὸν, καὶ οὐκ εὐθεῖαν τὴν τοῦ Κυρίου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Τρεῖς ἡμῖν ὁ λόγος καταπαύ σεις σημαίνει· μίαν τὴν σαρκικὴν τὴν τοῦ Σαββάτου, καὶ ἑτέραν τὴν εἴσοδον τὴν εἰς τὴν γῆν τῆς ἐπαγγε λίας, ᾗ Ἰησοῦς κατέπαυσεν αὐτούς· καὶ τρίτην τὴν ἐπουράνιον, ἣν νῦν ἡμῖν ὁ λόγος σημαίνει· οὐκ ἂν δὲ ἑτέρας ἐμέμνητο ἐνταῦθα, εἰ ἀληθῶς ἐκείνη ἐνῇ κατά [PG27.416] παυσις. ∆ηλοῦται οὖν, ὡς ἀληθῶς κατάπαυσίς ἐστιν ἡ μετὰ τὴν τοῦδε τοῦ κόσμου ἀπαλλαγὴ, ἡ ἐν ταῖς ἄνω μοναῖς κατοίκησις.
ΨΑΛΜΟΣ Εʹ
Ὠδὴ τῷ ∆αυῒδ, ὅτε ὁ οἶκος ᾠκοδομήθη μετὰ τὴν αἰχμαλωσίαν. Ὑπόθεσις. Ἐν τῷ πρὸ τούτου ψαλμῷ, τὴν ἀποβολὴν τῶν Ἰου δαίων θεσπίσας, εἴ γε ἐπιμένοιεν τῇ ἀπιστίᾳ, ἐν τούτῳ τὴν τῶν ἐθνῶν κλῆσιν εἰσάγει, τὴν γενομέ νην μετὰ τὴν λύσιν τῆς νοητῆς αὐτῶν αἰχμαλωσίας, ὅτε καὶ καθ' ὅλης τῆς οἰκουμένης ἡ Ἐκκλησία τε θεμελίωται. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τοῖς ἀποστόλοις τὸ Πνεῦμα παρακελεύεται τὸ καινὸν ᾆσμα, τουτέστι τὴν Νέαν ∆ιαθήκην, ἐξηγεῖσθαι τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσιν. Ἄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ ... Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτή ριον αὐτοῦ. Οὐ γὰρ παύσονται μέχρι συντελείας κό σμου τὰ τῆς Νέας ∆ιαθήκης ἡμῖν λαλοῦντες μυστήρια. Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ∆ιδά ξατε, φησὶ, τὰ ἔθνη· καὶ γὰρ ὑπακούσαντα γνοῖεν τοῦ κηρυττομένου τὴν θεότητα καὶ τὴν μεγαλοσύνην, καὶ γνόντα ἐπαινέσουσι. Φοβερός ἐστιν ὑπὲρ πάν τας τοὺς θεούς. Τοῦτο μάλιστα τὰ ἔθνη ἐπὶ τὸν τοῦ Κυρίου φόβον προτρέπεται, τὸν ἐμπρησμὸν ἑωρακότα κατὰ τῶν πάλαι ὀνομαζομένων αὐτῶν θεῶν. Ἔγνω σαν γὰρ, ὡς πάντες ἐκεῖνοι οὐκ ἦσαν θεοὶ, ἀλλὰ δαι μόνια. Μόνος δὲ ὁ Κύριος τῶν οὐρανίων ποιητής. Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Οἱ μὲν γὰρ καλούμενοι θεοὶ δαίμονες ὤφθησαν πονηροὶ, ὁ δὲ ἡμέτερος Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. Ἁγίασμα αὐτοῦ ἡ Ἐκκλησία, ἥτις καὶ ἁγία ἐστὶ καὶ μεγαλοπρεπής. Ὑψηλὸς γὰρ ὁ κόσμος τῆς Ἐκκλησίας. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν. Πα τριὰς καλεῖ τοὺς τῶν Ἐκκλησιῶν ἡγουμένους, ἱερέας φημὶ καὶ προέδρους. Καὶ πρέπει διὰ τῶν ἔργων τῶν ἀγαθῶν δοξάζειν τὸν Θεὸν, καὶ μὴν καὶ τιμᾷν ἀπὸ δικαίων πόνων αὐτῶν, ἔτι γε μὴν καὶ θυσίας αὐτῷ ἀναφέρειν νοητάς· ἀναφέρειν δὲ ἐν ταῖς θείαις αὐτοῦ αὐλαῖς, δηλαδὴ ταῖς ἐκκλησίαις. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Ἔμελλε γὰρ εἰς πᾶ σαν τὴν οἰκουμένην ἐξάκουστον γενέσθαι κήρυγμα, καὶ οἱονεὶ τῆς προτέρας στάσεως σαλεύειν τὴν γῆν. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην ἥτις οὐ σα λευθήσεται. Ἐθεμελίωσε γὰρ ἐπὶ τὴν πέτραν τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Ἦλθε γὰρ καὶ ἐδίκασε τὴν κρίσιν ἡμῶν, καὶ τοὺς πονηροὺς τυράννους ἐξ έβαλε, τοὺς ἀκαθάρτους φησὶ δαίμονας. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ἐπὶ γὰρ τῇ κατορθώσει τῆς οἰκουμένης αἱ οὐράνιαι δυνάμεις ἔφασκον χαίρουσαι· ∆όξα ἐν ὑψί στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σαλευθήτω ἡ θά λασσα καὶ τὸ πλήρωμα αὐτῆς. Θάλασσαν ἐν τούτοις. [PG27.417] τῶν ἐθνῶν σημαίνει τὴν πληθὺν, ἥτις καὶ σεσάλευται· τουτέστιν εἰς τὸ ὑποδέξασθαι τὸ κήρυγμα κεκίνηται. Χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς· τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ. ∆ιὰ τῶν πεδίων καὶ μὴν καὶ τῶν ξύλων ἁγίας ψυχὰς εἶναι σημαίνει, αἳ ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ ἠγαλλιάσαντο.
ΨΑΛΜΟΣ ∆αυῒδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. ʹ
Ὑπόθεσις. Πάλιν καὶ ἐνταῦθα τὴν σωτηρίαν τοῦ κόσμου ση μαίνει, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν εἰς αὐτὸν πίστιν. Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐ φρανθήτωσαν νῆσοι πολλαί. Νήσους τὰς Ἐκκλησίας φησὶν, ἅτε δὴ ῥιπιζομένας ὑπὸ παντὸς πνεύματος, καὶ μὴν καὶ περιῤῥεομένας ταῖς περιστάσεσι ταῖς ἁλμυραῖς. Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. Τὴν λελη θυῖαν αὐτοῦ ἐν ἀνθρώποις κάθοδον σημαίνει, ὅτε ἐν τῇ τοῦ δούλου πέφηνε μορφῇ. ∆ικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Αὕτη γέγονε, φησὶ, τῆς ἀφέσεως αἰτία· τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀν τικειμένας δυνάμεις. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται. Ἔκαυσε γὰρ τῇ θείᾳ αὐτοῦ δυνάμει πᾶσαν πονηρὰν καὶ ἀντι κειμένην ἐνέργειαν. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Ἀστραπὰς αὐτοῦ τοὺς ἁγίους ἀποστόλους εἶναι λέγει καὶ εὐαγγελιστὰς, οἳ φωτὸς δίκην ὑπέλαμψαν τὴν ὑπ' οὐρανόν. Τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου Κυρίου. Ὄρη τὰς ἀντικειμένας δυνάμεις φησὶν, αἳ καὶ κηροῦ δίκην συνετάκησαν ἀπὸ τοῦ προειρημέ νου δηλονότι πυρός. Ὅπερ πήγνυσιν ὁ βοῤῥᾶς, τοῦτο τήκει ὁ νότος· διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσά τωσαν ἀρώματά μου. Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς· ὁρῶντες δηλονότι οὓς πάλαι ἐνόμιζον θεοὺς κηροῦ δίκην λυομένους ὑπὸ τοῦ Κυρίου. Προσκυνή σατε αὐτῷ, πάντες ἄγγελοι αὐτοῦ. Ἐφ' οἷς κατ ώρθωσε τῇ ὑπ' οὐρανὸν, φησὶν, εὐχαριστήσατε. Ἤκουσε καὶ εὐφράνθη Σιών. Σιὼν μὲν ἡ Ἐκκλησία. Τί δὲ ἤκουσεν, ἢ τοῦ εὐαγγελικοῦ κηρύγμα τος, καὶ εὐφροσύνης αὐτῇ γέγονε πρόξενον; Καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας. Θυγα τέρας τῆς Ἰουδαίας τὰς ὁσίας ψυχάς φησι, τὰς δι' ἐξομολογήσεως συνημμένας Θεῷ, αἳ ἠγαλλιῶντο διὰ τὰ τοῦ Θεοῦ κρίματα, ὁρῶσαι δηλονότι τοὺς τυραν νήσαντας ἐκβεβλημένους, τοὺς δὲ δουλείᾳ κατεχο μένους εἰς ἐλευθερίαν ἐνηνεγμένους. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά. Παραίνεσις εἰσάγεται τοῖς τῇ ἐλευθερίᾳ λελυτρωμέ νοις, διδάσκουσα πᾶν εἶδος πονηρὸν ἀποστρέφεσθαι. Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ. [PG27.420] Οἱ ἀποστραφέντες τὸν πονηρὸν, ὅσιοι γεγένησθε· Τότε δὴ συμβήσεται ὑμῖν καὶ τῆς φυλακῆς τῆς παρὰ τοῦ Κυρίου τυχεῖν ἀπὸ τοῦ πονηροῦ· οὗτος γὰρ κυ ρίως ἁμαρτωλός. Φῶς ἀνέτειλε τῷ δικαίῳ. Τὸ εὐαγγελικὸν δη λονότι. ∆ικαίῳ δὲ, τῷδε δικαίῳ λαῷ διὰ τῆς πίστεως. Καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη· εἰς τὸ, τοῖς εὐθέσιν, ὑποστίξαι δεῖ, ἵνα τοῖς γινομένοις εὐθέσιν ἐν τῇ καρδίᾳ ἀνατείλῃ εὐφροσύνη. Ἀπὸ κοινοῦ δὲ τὸ, ἀνατελεῖ, ληπτέον.
ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Ζʹ
Ὑπόθεσις. Καὶ οὗτος ὁ ψαλμὸς τὴν προτέραν παρουσίαν τοῦ Κυρίου σημαίνει, καὶ τὴν τῶν ἐθνῶν πάντων εἰς αὐτὸν πίστιν, ἣν ἐποιήσατο κατὰ τὰς ἐπηγγελμένας τοῖς πατράσιν ἐπαγγελίας. ∆ιὰ τοῦτο τὰ ἔθνη πάντα ἀλαλάζειν ὁ λόγος προτρέπεται τὸν ἐπινίκιον, ὃν ὑπὲρ αὐτῶν πεποίηται. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. Θαυμαστὸν γὰρ ἀληθῶς τὸ καταργηθῆναι θάνατον, καὶ ἀναβιῶναι πάλιν τὸ ἀνθρώπινον γένος. Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ. Προσήγαγε γὰρ τῷ ἰδίῳ Πατρὶ τὴν ὑπ' οὐρανὸν ὁ Χριστὸς, ὅς ἐστι δεξιὰ τοῦ Πατρός. Οὐ γὰρ ἐδεήθη ἀνθρωπίνης βοηθείας. Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ. Σωτήριον οὖσαν τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημαίνει· κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Συμεών· Ὅτι εἶδον οἱ ὀφθαλ μοί μου τὸ σωτήριόν σου. Ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἐκβαλὼν μὲν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, δικαιώσας δὲ τοὺς πάλαι τυραννηθέντας ἡμᾶς. Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ. Τοῦ Ἰακώβ· καὶ γὰρ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθῆναι πάντα τὰ ἔθνη ἐπηγγείλατο. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐδεὶς γὰρ τό πος ἀμέτοχος τῆς βασιλείας τοῦ Χριστοῦ. Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Κιθάραν τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν ἁρμονίαν φησί. Σάλ πιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης, Τὸ πεπυρωμένον καὶ ἐκτεταμένον τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τῶν ἐλατῶν σαλπίγγων σημαίνει· διὰ δὲ τῶν κερατίνων τὸ βασιλικὸν, καθὸ τῷ κέρατι ἐχρίοντο οἱ βασιλεῖς. Οὐ μόνον ἀλλὰ καὶ ἐν κερα τίνῃ τῆς βασιλείας τὴν ἐκφώνησιν ἐποιοῦντο. Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Θάλασσαν τὸν βίον τὸν παρόντα σημαίνει, διὰ τὸ ἁλμυρὸν τῶν ἐν αὐτῷ φροντίδων. Κεκίνηται οὖν ἐκ τῆς προτέρας στάσεως, τουτέστι τῆς εἰδωλολα τρείας. Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό. Ποτα μοὺς τοὺς ἁγίους εἶναί φησι μυσταγωγοὺς, ὧν καὶ τὸ σπουδαῖον τοῦ κηρύγματος διὰ τοῦ ἐπὶ τὸ αὐτὸ κρο τεῖν σημαίνει. Τὰ ὄρη ἀγαλλιάσονται, ὅτι ἤκει κρῖναι τὴν γῆν. Αἱ ἀγγελικαὶ δηλονότι δυνάμεις. Χαρὰ γὰρ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. [PG27.421]
ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Ηʹ
Ὑπόθεσις. Καὶ οὗτος τὴν Χριστοῦ βασιλείαν σημαίνει καὶ τὴν τῶν ἀρχιερέων αὐθάδειαν. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. Ὁ Χριστός ἐστιν οὗ τὴν βασιλείαν οὐ παραδέχονται Ἰουδαῖοι ὀργιζόμενοι. Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, σαλευθήτω ἡ γῆ. Αὐτὸς γὰρ οὗτος ὁ βα σιλεύσων ἐπ' ἐσχάτων τῶν χρόνων τῶν ἐπὶ τῆς γῆς ἐστιν, ὁ καὶ τοῖς χερουβὶμ ἐποχούμενος, ὑφ' οὗ καὶ ἐσαλεύθη ἡ γῆ. Φησὶν οὖν· Σὺ εἶ ἐπὶ τῶν χερουβὶμ, ὁ καὶ τὴν ἐπὶ κακῷ στάσιν μετακινήσας τῆς γῆς, γεγονὼς καθ' ἡμᾶς. Στάσιν οὖν λέγει τὴν τῆς εἰδω λολατρείας. Κύριος ἐν Σιὼν μέγας. Σιών ἐστιν ἡ Ἐκκλησία, ἐν ᾗ δοξάζεται καὶ ὑψοῦται Χριστὸς, κατὰ τὸ εἰρη μένον· Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ με γάλῳ. Μέγα αὐτοῦ τὸ ὄνομα τὸ, Ἰησοῦς, καθὸ καὶ σωτηρία λαοῦ ἑρμηνεύεται. Μέγα πάλιν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ᾧ μέλλει κάμψαι πᾶν γόνυ, καὶ πᾶσα ἐξομολογήσεται γλῶσσα, ὅτι Κύριος Ἰησοῦς Χριστός. Ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Φοβερὸν μὲν κατὰ τῶν ὀργιζομένων λαῶν καὶ μὴ προσδεχο μένων αὐτοῦ τὴν βασιλείαν· ἅγιον δὲ τοῖς πιστεύου σιν εἰς αὐτόν. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Ἐπειδὴ ἡ τιμὴ ἤτοι ἡ δόξα τοῦ βασιλέως ἀγαπᾷ τὴν δικαιοσύνην, ἥτις διὰ τῆς κρίσεως ἑρμηνεύεται· τούτου χάριν τοῖς μὲν ἀπειθήσασι τὸ πρόσταγμα αὐ τοῦ φοβερὸν, τοῖς δὲ ὑπακούουσιν ἅγιον. Σὺ ἡτοίμα σας εὐθύτητας. Ἐν δικαιοσύνῃ γὰρ μέλλει κρίνειν τὴν οἰκουμένην. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. Ὁ ὑψηλὸς ὡς Θεὸς καὶ ὑπὸ πόδας ἔχων πᾶσαν τὴν κτίσιν γέγονεν ἀτρέπτως ἄνθρωπος. Τοῦτον οὖν, φησὶ, τὸν γενό μενον ἀτρέπτως ἄνθρωπον ὑψοῦτε, προσκυνοῦντες αὐτὸν μιᾷ προσκυνήσει μετὰ τῆς ἰδίας σαρκός. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Οὗτος, φησὶν, ὁ νῦν, καθὸ πέφυκεν ἄνθρωπος. βασι λεύσας τῶν ἐπὶ γῆς ἦν· ὃν καὶ πάλαι Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ ἐπεκαλοῦντο. Εἰπὼν οὖν, ὅτι Προσκυνεῖτε τῷ ὑποποδίῳ, καὶ τὴν ἐνανθρώπησιν καὶ τὴν οἰκονομίαν κηρύξας, πάλιν ἀσφαλιζόμενος ἡμᾶς, τὴν θεότητα σημαίνει διὰ τοῦ δηλωθέντος ὄρους. Μεμένηκε γὰρ Θεὸς, εἰ καὶ ἔλαβε τὴν τοῦ δούλου μορφὴν διὰ τὴν ἡμῶν σωτηρίαν. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουσας αὐτούς. Εἰ καὶ ἔδοξάν τι ἁμαρτάνειν ὡς ἄνθρωποι, οὐ παρεώ ρακας, φησίν. Ἠλέγχετο οὖν ἐπὶ τοῦ μόσχου ἁμαρ τάνων Ἀαρὼν καὶ Μωϋσῆς ἐπὶ τοῦ ὕδατος τῆς ἀν τιλογίας. Καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Ἢ τὴν ἐπὶ γῆς ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ φησιν· ἢ ὄρος πάλιν αὐτὸν νοητέον τὸν Μονογενῆ, κατὰ τό· Ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν. [PG27.424]
ΨΑΛΜΟΣ εἰς ἐξομολόγησιν. Θʹ
Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τοῖς ἤδη προσελθοῦσι τῇ πίστει παραίνεσιν εἰσφέρει, ὑπὲρ τοῦ ἀναφέρειν ὑπὲρ τῶν ἤδη γεγενημένων εὐχαριστίας. Ἡ γὰρ ἐξομολόγη σις ἐν τούτῳ τὴν μετ' αἰνέσεως εὐχαριστίαν ση μαίνει. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ. Τὸν ἐπινίκιον τοὺς λελυτρωμένους ᾄδειν παρακελεύεται. Ἦσαν δὲ οἱ λελυτρωμένοι ἅπαν τὸ τῶν ἀνθρώπων γένος. Γῆν γὰρ τοὺς κατοικοῦντας τὴν γῆν καλεῖ. ∆ουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Ἡ δὲ τῶν ἀνθρώπων δου λεία φόβον φθοροποιὸν ἐμποιεῖ, ἡ δὲ τοῦ Κυρίου δου λεία φόβον ἁγνὸν, ἐξ οὗ γίνεται τῇ ψυχῇ εὐφροσύνη. Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. Ὁ ἤδη τοῦ ἀλαλαγμοῦ τὴν εἰς νοῦν δεξάμενος εὐφροσύνην, οὗτος ὥσπερ ἐνώπιον ἱστάμενος τοῦ Χριστοῦ χαρᾷ χαίρει, καὶ τοῦτό ἐστιν ἀγαλλίασις. Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν. Οὗτος, φησὶν, ὁ Κύριος ὁ τῷ ἰδίῳ αἵματι πᾶσαν λυτρωσάμενος τὴν γῆν, αὐτός ἐστιν ὁ καὶ τοῦ ἡμε τέρου ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συν έστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. ∆ιὸ καὶ λαὸς αὐτοῦ καὶ πρόβατα αὐτοῦ τυγχάνομεν· ὡς εἶναι μὲν ὁ λαὸς λογικώτερος, πρόβατα δὲ οἱ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων, κατὰ τὸ εἰρημένον· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ. Ἄλλοι μὲν ὡς λαὸς αὐτοῦ, οἱ κρείττους· οἱ δὲ ὡς πρόβατα νομῆς αὐτοῦ, οἱ ὑποβεβηκότες. Πλὴν ἀλλὰ, πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντας καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει Θεός· τοὺς μὲν ὡς λαὸν αὐτοῦ, τὰ δὲ ὡς πρόβατα νομῆς αὐτοῦ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει. Πύλας τοῦ Κυρίου τὴν ἐπὶ γῆς Ἐκ κλησίαν φησὶν, ἐν ᾗ ἐξομολογεῖσθαι δεῖ, ἅτε πρό τερον ἐξαγγέλλοντες τὰ ἁμαρτήματα, τάς τε εἰς ἡμᾶς γενομένας ἀφηγεῖσθαι εὐεργεσίας. Τῷ ∆αυΐδ. ΨΑΛΜΟΣ Ρʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὸν τέλειον ἡμῖν διαγράφοι, τὸν κατὰ Θεὸν πολιτευόμενον, διδάσκων ἡμᾶς ποίαν δεῖ πολιτείαν ἐπιτηδεύειν τοὺς ἐπιθυμοῦντας τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν. Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ταῦτα, φησὶν, ἐπὶ στόματος φέρων διαπαντὸς ἃ οἶδα εἰς ἡμᾶς κατορθωθέντα, δοθήσεται κρίσις, τουτέστιν ἡ δικαιοκρισία. Ἐδικαίωσε γὰρ ἐκ τῶν ἐχθρῶν ἡμῶν τὴν δίκην ἡμῶν. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ. Τὸ, ψαλῶ τὸν ὕμνον, φησὶν, ὡσεὶ λέγοι σαφέστερον· Ὑμνῶν οὐ παύσομαι καὶ τὴν ἐμὴν ὁδὸν παρασκευάζων ἄμωμον, τὴν σὴν, ὦ ∆έσποτα, παρουσίαν προσδοκῶν. ∆εῖ γὰρ ηὐτρεπισμένους ἡμᾶς εἶναι πρὸς τὴν τοῦ Κυρίου ἄφιξιν. Τοσαύτην γὰρ ὁ θαυμαζόμενος οὗ τος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας [PG27.425] βοῆσαι πρὸς τὸν Θεόν· Πότε ἥξεις πρὸς μέ; Ἀντὶ τοῦ, Εὐπρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου τὴν παρουσίαν, ὦ ∆έσποτα, ἱμείρομαί σου τῆς ἐπι φανείας· ἀλλὰ δὸς τὸ ποθούμενον. ∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου. Οὐδένα, φησὶν, ἔσχον ἄδικον συνοικοῦντα λογισμόν· ἀλλ' ὅλως ἐμαυτῷ μετὰ καθαρότητος διεπορευόμην. Ποιοῦντας παραβάσεις ἐμίσησα. ∆εῖ γὰρ μὴ μόνον ἀπέχεσθαι τῶν πονηρῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα ποιοῦντας ἀποστρέφεσθαι. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ εἰσι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι. Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Οὕτω, φησὶν, ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς πονηροὺς, ὡς καὶ τὴν παρ ουσίαν καὶ τὴν ἀπουσίαν αὐτῶν ἀγνοεῖν· διὸ καὶ ἀπαιρόντων οὐκ ἐγίνωσκον, οὐκοῦν οὐδὲ παρόντων εἰ παρῆσαν ἐγίνωσκον. Γνώμης δὲ ἀπόδειξις ἀνακει μένης Θεῷ τὸ τῶν κάτω μηδένα ποιεῖσθαι λόγον διὰ τὴν ἄνωθεν προσοχήν. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τὰς δὲ λάθρα γινομένας κατ ηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρω μένους ἐξήλαυνον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οὔτε μὴν τοὺς ἀλαζονείᾳ καὶ πλεονεξίᾳ χρωμένους ἐποιούμην συσσίτους. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ. Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμούμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. Οἱ δὲ μὴ οὕτως διακείμενοι, ἀλλὰ τἀναντία φρονοῦντες ὑπερηφανείᾳ λέγω καὶ ἀδικίᾳ καὶ ἐξουδενώσει, πόῤῥω ἀπέβαλον ἀπ' ἐμοῦ, ὥστε μὴ ὁρᾷν αὐτούς. Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρ τωλοὺς τῆς γῆς. Ἁμαρτωλούς φησι τοὺς πονηροὺς λογισμοὺς, οὓς ταῖς ἑωθιναῖς προσευχαῖς καὶ τῇ πρὸς Θεὸν προσεδρίᾳ ἐκόλαζε. Τοῦ ἐξολοθρεῦσαι ἐκ πό λεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Πόλιν Κυρίου τὴν ἁγίαν φησὶ ψυχὴν, κατὰ τὸ εἰρημένον· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναν τίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.
ΡΑʹ
Ὑπόθεσις. Ὁ κατὰ Θεὸν πτωχὸς, τουτέστιν ὁ τῶν προφητῶν χο ρὸς, ὁ λύπης πεπληρωμένος ἐπὶ τῇ τοῦ πρώτου λαοῦ καταστροφῇ, προσέρχεται τῷ Κυρίῳ ὑπὲρ αὐτοῦ, τοῦ λαοῦ δηλονότι, ἀναπέμπων δεήσεις μετὰ νηστείας καὶ δακρύων, ὅπως ἂν καὶ αὐτὸς οἰκτει ρηθῇ ὁ λαός. Κηρύττει δὲ καὶ τὴν τῶν ἐθνῶν κλῆ σιν, τὴν γενομένην ἐν τῇ ἐπιφανείᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Τὰ συμβάντα τῷ λαῷ οἰκειοποιεῖται ὁ προφητικὸς χορός. [PG27.428] Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ταῦτα μὲν ὑπεράνωθεν τὴν ἑρμηνείαν ἔλαβον, ῥηθήσεται δὲ καὶ αὖθις. Πᾶσα γὰρ δύναμις αὐτῶν, δι' ἧς συν ειστήκει τὰ τῆς κατὰ νόμον λατρείας, διεφθάρη καὶ ἀπόλωλεν. Ἦν δὲ ταῦτα ἡ ἀρχιερωσύνη, ὁ ναὸς, αἱ διὰ τῶν θρεμμάτων θυσίαι, ἡ αὐτονομία τοῦ ἔθνους. Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Τοῦτό φησι διὰ τὸν κατειληφότα σκότον τὸν λαόν· ἀγνωσίαν γὰρ ἔσχε Θεοῦ. Τί δὲ τοῦ νυκτικόρακος ἀλλ' ἢ τοῦ βοᾷν κατὰ τὰς νύκτας ἴδιον, ὅθεν ταύτην τὴν προσ ηγορίαν ἔλαχεν; Ἐπειδὴ τοίνυν παννύχιον ἐποίει προσευχόμενος, ἀναγκαίως ἑαυτὸν παραβάλλει τῷ νυκτικόρακι. Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μο νάζον ἐπὶ δώματι. Ἐγὼ, φησὶν, ὁ μὴ τῷ καιρῷ τῆς ἁμαρτίας κατειλημμένος, τοσοῦτον κατελείφθην, ὡς καὶ ἑνὶ ἐοικέναι στρουθίῳ· ἀπὸ γὰρ μυριάδων τοσούτων, εἰ καὶ πλείους ἦσαν οἱ σωζόμενοι, ἑνὶ ἂν παρεβάλοντο ὡς πρὸς τὰς μυριάδας. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσιν· οἱ δὲ πά λαι με ζηλοῦντες κατὰ τῶν ἐμῶν ὀμνύουσι συμφο ρῶν, εὐχόμενοι μὴ ἴσα παθεῖν. Τὸ δὲ, μετὰ σποδοῦ, αὐτὸ παραπλήσιον τῷ ἑβδομηκοστῷ ἐννάτῳ ψαλμῷ· Ψωμιεῖς ἡμᾶς ἄρτῳ δακρύων. Εἰ δὲ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γ' ἂν ἄλλος ἀπήλλακτο πάθους. Καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον. Καὶ οἱ φίλοι, φησὶν, οἱ πάλαι θαυμά ζοντές με, ὅρκον ἐποιοῦντο τὰς ἐμὰς συμφορὰς, λέ γοντες· Μὴ τὰ αὐτὰ τῷ Ἰσραὴλ πάθοιμι! Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον. Ἢ τὰς συμφορὰς τὰς ἐν τῇ αἰχμαλωσίᾳ σημαίνει, ἢ τὴν κακοπά θειαν ἣν ἐποιοῦντο ὑπὲρ τοῦ οἰκτειρηθῆναι τὸν λαόν. Ὅτι ἐπάρας κατέῤῥαξάς με. Μόνος γὰρ ἐξ ἁπάν των τῶν ἐθνῶν ὑψηλὸς ἦν ὁ λαὸς Ἰσραὴλ, ἅτε καὶ μόνος γνῶσιν ἔχων τοῦ ἀληθινοῦ Θεοῦ Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν. Ἡμέρας αὐτοῦ τῆς νομικῆς λατρείας εἶναί φησιν, ἥτις καὶ σκιὰ τῶν μελλόντων ἀγαθῶν ὀνομάζεται. Κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Τὸ, ἐγὼ, ἀντὶ τοῦ, ὁ λαός. Οἰκειοποιεῖται γὰρ, ὡς ἔφην, πάντα τὰ τοῦ λαοῦ. Ὅτι ηὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Λίθους μὲν τοὺς πιστεύσαντας εἰς Χριστὸν μετὰ τὴν ἀνά στασίν φησι, καὶ γενομένους λίθους ἁγίους, κατὰ τὴν Ζαχαρίου φωνήν· δούλους δὲ τοὺς ἁγίους ἀποστόλους φησὶ, δι' ὧν ἐσώθησαν οἱ πιστεύσαντες εἰς Χριστόν. Χοῦν δὲ τοὺς λαοὺς, τοὺς ἔτι χοϊκώτερον ζῶντας, καὶ ἔτι νῦν ἀπιστοῦντας, καὶ αὐτοὺς δὲ οἰκτιρμῶν φησιν ἀξίους εἶναι. Τηρεῖται γὰρ εἰς τὴν ἐσχάτην ἡμέραν τὸ λείψανον· σωθήσονται γὰρ καὶ αὐτοὶ διὰ Ἠλίου τοῦ προφήτου. [PG27.429] Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου. Εἰκότως μεταξὺ τοῦ εὐδοκῆσαι τοὺς λίθους τοῦ προ τέρου λαοῦ τῶν ἐθνῶν ἐπισυνάπτει τὴν κλῆσιν. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Οἱ βασιλεῖς ἀντὶ τοῦ, αἱ βασιλεῖαι. Οὐ γάρ ἐστι βασι λεία οὐδὲ ἔθνος ὃ μὴ προσκυνεῖ τὴν δόξαν Κυρίου. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιών. Τουτέστι τὴν Ἐκκλησίαν. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν. Ἔλεγον γὰρ οἱ ἑαυτοὺς ταπεινοῦντες προσευχόμενοι προφῆται. Καὶ σὺ, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. Ἡ διὰ τοῦ ψαλμοῦ προσευχὴ, καὶ ἡ περὶ τῶν ἐθνῶν ἐπαγγελία προφητευομένη, καθάπερ ἐν στήλῃ τυπωθεῖσα δέδο ται τοῖς Ἰουδαίοις, εἰς τὸ φυλάττεσθαι τῷ νέῳ Ἰσραὴλ καὶ τῇ κατὰ Χριστὸν γενεᾷ. Καὶ λαὸς ὁ κτι ζόμενος αἰνέσει τὸν Κύριον. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ. Τὴν αἰ τίαν ἡμῖν τῆς κλήσεως τῶν ἐθνῶν παρατίθεται. Αὕτη δέ ἐστιν ἡ ἐπιφάνεια τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἣν ἐποίησε κλίνας οὐρανούς. Τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων. Καὶ τίνες οἱ πεπεδημένοι, ἢ οὓς σειραῖς ἁμαρτίας ἔσφιγξεν ὁ μισόκαλος δαίμων; Τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Οἱ υἱοὶ τῶν τεθανατωμένων εἶεν ἂν οἱ ἐξ ἐθνῶν, καθὴν ἀπέθανον οἱ πατέρες αὐ τῶν ταῖς ἰδίαις ἁμαρτίαις εἰδωλολατροῦντες ἔτι. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα αὐτοῦ. Καὶ τοῦτό φησι τῆς καθόδου αἴτιον, ὅπως ἡ Ἐκκλησία ἀν υμνεῖν μάθοιεν τὸ ὄνομα αὐτοῦ. Αὕτη γάρ ἐστιν ἡ Σιών. Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτό. Τῶν ἐθνῶν ἑωρακότες διὰ τοῦ πνεύματος τὴν ἐπὶ τὸν Κύριον συναγωγὴν οἱ προφῆται, παρεκάλεσαν καὶ αὐτοὶ καταξιωθῆναι ταύτης τῆς μακαρίας θέας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ. Ὁ προφητικὸς χορὸς μέν ἐστιν ὁ ἀποκρινόμενος, ἤτοι ἐρωτῶν τὸν Θεόν. Ὁδὸν ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν φησίν. Ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Οἷός ἐστι, φησὶν, ὁ ἡμέτερος βίος ἀνάγγειλόν μοι. Ηὔχετο γὰρ ἰδεῖν εἰ φθάσει εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ' ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ἥμισυ τῶν ἡμερῶν αὐτοῦ ἤτοι τῆς ζωῆς τὸ τέως ἐν θεω ρίᾳ γενέσθαι τῆς ἐπιφανείας φησίν. Ηὔχετο οὖν πληρωθῆναι αὐτοῦ τὸν ὅλον χρόνον· καὶ εἰ οἷόν τε παρεκταθῆναι τὴν ζωὴν αὐτοῦ, ὅπως ἂν καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως καταξιωθῇ. Οὕτω γὰρ ἂν ἔμελλεν ἡ πᾶσα αὐτοῦ ζωὴ πληροῦσθαι. Ἐν γε νεᾷ γενεῶν τὰ ἔτη σου. Γνοὺς ὁ προφητικὸς χορὸς διὰ τοῦ πνεύματος, ὡς οὐκ ἂν φθάσοι εἰς τὸ τῶν πραγμάτων πέρας, φησίν· Ἐγὼ δὲ κοιμηθήσομαι ἅτε θνητὸς ὤν· σὺ δὲ μόνος, ὦ ∆έσποτα, καὶ εἰς ἐκείνας [PG27.432] μένεις τὰς γενεὰς, ἅτε δὴ καὶ σὺ αὐτὸς ὡς Θεὸς, ὁ καὶ τοὺς οὐρανοὺς πεποιηκὼς ἐξ ἀρχῆς. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Σὺ μόνος, φησὶν, ὦ ∆έσποτα, τὸ ἀΐδιον ἅτε Θεὸς ἔχεις· οἱ δὲ οὐρανοὶ, εἰ καὶ μέγα τι καὶ ἐξαίρετον ὑπάρχουσι κτίσμα, ἀλλ' ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ. Ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμόν· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν. Ὅταν γὰρ ἑλιχθήσονται οἱ οὐρανοὶ, καὶ καινὴ γέ νηται κτίσις, τότε δὴ τότε ἐν ταῖς αἰωνίοις σκηναῖς γενόμενοι οἱ τῶν σῶν δούλων υἱοί· οὗτοι δ' ἂν εἶεν οἱ διὰ τῶν ἁγίων αὐτοῦ ἀποστόλων πεπιστευκότες. Καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσε ται. Σπέρμα τῶν ἁγίων ἀποστόλων τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ὅπερ εἰς τὸν αἰῶνα διαμένει.
ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΡΒʹ
Ὑπόθεσις. Ὁ νέος ἐξ ἐθνῶν λαὸς ἐν τούτῳ διδάσκεται ἀνυμνεῖν τὸν Θεὸν τὸν τὰ μεγάλα εὐηργετηκότα. Ταῦτα δέ ἐστι τὰ εὐεργετήματα ἥ τε τῆς ἁμαρτίας ἀναίρεσις καὶ τῆς ἀναστάσεως τὸ καύχημα. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Αὐτὸς ἑαυ τὸν ἐπὶ τὸν ὕμνον διεγείρει, καλὸν ἑαυτοῦ τῆς σωτηρίας φάρμακον τὴν εἰς Θεὸν εὐλογίαν προβαλλόμενος. Ἐφ' οἷς δὲ Θεὸς τὸν λαὸν ἤμελλεν ἐλεεῖν δικαιοσύνῃ δοξάζεται κριτικῇ, φθορᾶς τε ἀπαλλάττων καὶ βασιλείαν διδοὺς οὐρανῶν· ὡς καὶ πᾶσιν ἁρμόττειν τὸν προκείμενον ὕμνον. Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. ∆ιὰ τῶν ἐντὸς τὸ ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ ἐξ ὅλης διανοίας τὸν Θεὸν ἐπικαλεῖσθαι δηλοῖ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐνδιατρίβει τῇ περὶ τὸν ὕμνον ἑαυτοῦ προτροπῇ, εἰδὼς τοῦτο ἀντὶ τῶν μεγάλων αὐτοῦ εὐεργεσιῶν ἑαυτὸν ἐποφείλοντα. Ὁ γὰρ τῶν θείων εὐεργεσιῶν μεμνημένος οὐ παύσεται τοῦτο ὑμνῶν. Καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ἀνταπέδωκε γὰρ ἡμῖν ἀντὶ τῶν μεγάλων ἁμαρτημάτων ὧν ἡμάρτο μεν, χρηστότητα, ἔλεον, οἰκτιρμούς. Ὧν δεῖ μὴ ἐπιλανθάνεσθαι. Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου. Αὗταί εἰσιν αἱ περὶ ἡμῶν ἀνταποδόσεις τοῦ Θεοῦ· ὅτι πρῶτον μὲν ἱλασμὸν ἔθηκε τῶν ἡμετέρων ἁμαρ τιῶν· δεύτερον δὲ τὰς ἡμετέρας ἀσθενείας ἰάσατο· τρίτον ἐκ φθορᾶς ἡμῶν τὴν ζωὴν ἐλυτρώσατο, ἀν ελὼν τὴν ἁμαρτίαν, τέταρτον οἰκείᾳ φιλανθρωπίᾳ καὶ ἐλέῳ καὶ οἰκτιρμοῖς χρώμενος ἐστεφάνωσεν ἡμᾶς τῷ τῆς υἱοθεσίας χαρίσματι· πέμπτον τῶν πνευμα τικῶν ἡμᾶς ἐνέπλησεν ἀγαθῶν, ἑαυτὸν ἡμῖν ἄρτον ὄντα ζωῆς ἐπιδιδούς. Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Τοῦ Θεοῦ διὰ τῆς παλιγγενεσίας ἀνακαινίζοντος ἡμῶν ὡς ἀετοῦ τὴν νεότητα. Τὸ τῆς ἀναστάσεως ἡμῖν κατασημαίνει χάρισμα. Ἀετῷ δὲ τοὺς ἀνακαι νουμένους παρείκασεν, ὀρνίθων ἁπάντων ὄντι ὑψηλο πετεστάτῳ καὶ βασιλικωτάτῳ, καὶ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς μόνῳ λαμπρῶς ἐνατενίζειν δυναμένῳ. [PG27.433] Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Οὗτος, φησὶν, ὁ Κύριος ὁ τῷ αὐτοῦ ἐλέει τὰ προειρημένα ἡμῖν χαρισάμενος, αὐ τός ἐστιν ὁ καὶ πάλαι δίκαιον κρῖμα κρίνας, καὶ λυτρωσάμενος ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ἰσραὴλ, καὶ δοὺς τῷ τε Μωϋσῇ καὶ παντὶ τῷ λαῷ γνῶσιν τῶν αὐτοῦ ἐντολῶν. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Ταῦτα γὰρ καὶ τῆς τοιαύτης εὐεργεσίας καὶ πάλαι καὶ νῦν γέγονεν αἰτία, φήσαντος καὶ Μωϋσέως· Κύριος μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινός· ποιῶν ἔλεος εἰς χιλιάδας. Ταύτας οὖν αὐτοῦ τὰς δυνάμεις ἐγνώρισε τῷ Μωϋσῇ, λεγομένας ὁδοὺς, καὶ τὰς ἀρετὰς καθ' ἃς τὰ πάντα διέπει. Οὐκ εἰς τέλος ὀργισθήσεται. Εἰ καὶ ὠργίσθη, φησὶ, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ κατεδίκασε θανάτῳ τὸ γένος· ἀλλ' οὐκ ἐκτείνει εἰς τέλος τὴν ὀργήν· ἐπέλαμψε γὰρ ἐπ' ἐσχάτων τῶν χρόνων εἰς ἀθέτησιν τῆς φθορᾶς. Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ὡς γὰρ ἴδιον πλάσμα καὶ ἔργα τῶν χειρῶν αὐτοῦ κατῳκτείρησεν. Τὸ δὲ ἔλεος Κυρίου ἀπὸ τοῦ αἰῶνος. Ὅμοιον τό· Καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς φοβουμένοις με. Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ. Ἅγιος γὰρ ὢν, ἐν ἁγίοις ἀναπαύεται, ταῖς ἀγγελικαῖς δηλονότι δυ νάμεσιν. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐ τοῦ. Ἐπαναπαύεται μὲν, φησὶ, τοῖς ἄνω πνεύμα σιν· οὐ μὴν οὐδὲ τὰ ἐπὶ γῆς· τῆς αὐτοῦ βασιλείας ἀφέστηκεν. Αὐτὸς γάρ ἐστιν ὁ κατεξουσιάζων τῶν ὅλων ὡς Θεός. Καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. ∆εσπόζειν δὲ πάντων, ἀλλ' οὐ βασιλεύειν εἴρηται, ἐπεὶ μὴ πάντες ἄξιοι τῆς αὐτοῦ βασιλείας. ∆ιὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο. Κρατεῖ δὲ καὶ τῶν ἀξίων ὁ Κύριος. Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐ τοῦ. ∆ιδάσκει τὸν προσιόντα τῇ πίστει λαὸν, ὡς ὁ τὸν ὕμνον ἐπιτηδεύων τὸ αὐτὸ τοῖς ἀγγέλοις ἕξει ἀξίωμα. Εἰ γὰρ αὕτη ἐκείνων ἡ λειτουργία, τὸ αἰνεῖν καὶ δοξάζειν τὸν Θεόν· αὐτὸ δὲ τοῦτο προστάτ τεται ποιεῖν ἡ ψυχὴ, ἀεὶ δὴ λέγων καὶ δοξολογεῖν, δηλονότι τῆς αὐτῆς ἀξίας τυχεῖν. Ὧν γὰρ ἐπιτήδευμα τὸ αὐτὸ, τούτων καὶ τὸ ἀξίωμα τὸ αὐτό. Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις α τοῦ. Οὐ μόνον ἄγγελοι εἰς τὸν αἶνον καλοῦνται, ἀλλὰ καὶ εἴ τι ἕτερόν ἐστιν οὐράνιον τάγμα, εἴτε θρόνοι, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, εἴτε κυριότητες. Ταῦτα δὲ πάντα τὰ τάγματα διὰ τῶν δυνάμεων ἡμῖν κατεσήμανεν. Τοῦ ∆αυῒδ ἐπὶ τῆς τοῦ κόσμου γενέσεως. Ἀνεπίγραφος παρ' Ἑβραίοις.
ΡΓʹ
Ὑπόθεσις. ∆ιδάξας διὰ τοῦ προλαβόντος ψαλμοῦ τὸν προελθόντα [PG27.436] τῇ πίστει λαὸν τοὺς ὕμνους ἀναφέρειν τῷ Θεῷ, διὰ τῶν παρόντων διδάσκει, καὶ τῆς κατὰ πάντων προνοίας αὐτοῦ ὅσον τὸ χρῆμα δείκνυσιν. Ὅτι οὐ μόνον τῶν ἐπουρανίων καὶ ἀερίων τίθεται πρό νοιαν, ἀλλὰ γὰρ καὶ τῶν ἐπιγείων καὶ τῶν ἐν αὐ τοῖς σμικροτάτων· ὡς μηδὲ τῶν πάνυ εὐτελεστά των ζώων ἀμελεῖν, ἀλλὰ καὶ τούτων προνοεῖν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. ∆ιδάσκει καὶ ἐπὶ τῇ μεγάλῃ προνοίᾳ τοῦ Θεοῦ εὐλογεῖν τῇ ψυχῇ τὸν Θεὸν, ὥσπερ καὶ ἐπὶ τῷ προλαβόντι ἐπὶ τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. Ἀφορῶντες εἰς τὴν σὴν πρόνοι αν, ὦ ∆έσποτα, μεγαλύνομεν τῆς σῆς προνοίας τὸ μέγεθος ἐκπληττόμενοι. Οὕτω γὰρ τὴν ἡμετέραν ἐξομολόγησιν καὶ εὐπρέπειαν, τουτέστι τὸν μετὰ δοξολογίας αἶνον, ὥσπερ τι περιβόλαιον ἀμφιέννυσιν. Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἀπὸ τοῦ νοουμένου φωτὸς ἄρχεται τὸν ὕμνον ἀναπλέκειν αὐ τῷ. Ὥσπερ δὲ ἐν ἑτέρῳ λέλεκται φῶς οἰκεῖν ἀπρόσ ιτον, ἐνταῦθα αὐτὸ τοῦτο τὸ φῶς ἀναβάλλεσθαι λέ γεται. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. ∆εύτερον τοῦτο προνοίας τίθεται ἔργον, τὸ ἐκτείνεσθαι τὸν οὐρανὸν ὥσπερ τι ἔκταμα ἐν χερσὶ τεχνίτου. Ὁμοῦ καὶ τὸ σχῆμα παρέστησε καὶ τὴν εὐκολίαν τοῦ δημιουργήσαν τος. Καθάπερ γὰρ ἀνθρώπῳ ῥᾴδιον ἐκτεῖναι δέῤῥιν, οὕτω καὶ τῷ Θεῷ τὸν οὐκ ὄντα ποιῆσαι οὐρανόν. Ἅμα δὲ καί τι ἕτερον ᾐνίξατο νόημα ὑψηλὸν, ὅτι πρὸς ἕτε ρον βίον ὁδεύομεν, καὶ τὰ παρόντα σκιὰ τῶν μελλόν των, καὶ οὐδέπω πρὸς τὰ ἄδυτα ἀφικνούμεθα, ἀλλ' ἔτι ἐν σκηνῇ ἐσμεν τῷ παρόντι βίῳ. Ἡ γὰρ σκηνὴ τῶν λυομένων. Καὶ μετ' ὀλίγα· Οὕτω καὶ τοῦ οὐρα νοῦ τοῦ ἀλλασσομένου ἕτερος ἔσται τρόπος ζωῆς καὶ λῆξις τῆς παρούσης ἀμείνων. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. Ἀλλ' ἀκουσώμεθα ὅσα περὶ οὐρανοῦ λέγουσιν οἱ προφῆται, ἵνα τὰ στόματα τῶν ἐπὶ τῷ πώγωνι μέγα φρονούντων ἐμφράξωμεν· οἳ τὰ ἐπελθόντα φθεγξάμενοι, καὶ ὑπὸ γῆν οὐρανὸν εἶναι λέγουσι· πρὸς οὓς ἱστάμενος ὁ προφήτης ἔλεγε· Ἐκ τείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Ἡ δέῤῥις οὐ σφαῖρά τίς ἐστι κατὰ τὴν ἐκείνων ληρωδίαν· ἀλλ' εἰ μὴ κυκλίῳ τινὶ καὶ ἡμισφαιρίῳ προσέοικεν. Ὅπερ οὖν ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκη νὴν κατοικεῖν ἐπὶ τῆς γῆς. Καὶ πάλιν, ὅτι Οὐ περιδονεῖται· ἀλλ' ἕστηκε πεπηγώς. Οὕτω φησὶν ὁ προφήτης, Ὁ πήξας τὸν οὐρανόν. Καὶ τὴν λεπτό τητα δὲ αὐτοῦ τὴν εἰς ἄκρον παριστῶν ἔλεγεν, ὅτι Ὁ οὐρανὸς ὡσεὶ καπνὸς ἐστερεώθη. Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· δείκνυσιν, ὡς οὐκ εἰκῆ τὰ τῶν ὑδάτων συστήματα ἐν ἀέρι περιφέρεται· αὐτὸς ἐστεγάσθαι τῇ τῶν νεφῶν εὐαρμονίᾳ τὰ περὶ τῶν Ὅτι θεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ. Ὡσεὶ σαφέστερον ἔδειξεν· Ὁ καὶ μέχρι τῶν νεφελῶν αὐτῶν τὰ τῆς προνοίας ἐκτείνων. Τὴν γὰρ ἐπίβασιν ἀντὶ τῆς προνοίας τέθεικεν. Ὁ περιπατῶν ἐπὶ πτερύγων [PG27.437] ἀνέμων. ∆είκνυσιν, ὡς οὐδὲ ἡ τῶν ἀνέμων φορὰ εἰκῆ φέρεται· ἀλλ' αὐτός ἐστιν ὥσπερ τις ἡνίοχος αὐτῶν γινόμενος, διὰ τοῦ ταῖς αὐτῶν ἐπιβαίνειν πτέρυξιν. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα. Ὁ κούφους, φησὶ, καὶ μεταρσίους τοὺς ἀγγέλους ποιῶν. Καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Οὕτως εἶδε Μωϋσῆς ἐν πυρὶ φλογὸς τὸν ἄγγελον λαλοῦντα αὐτῷ. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν. Μετὰ τὸ δεῖξαι τὴν ἐν τῷ οὐρανῷ πρόνοιαν τοῦ δημιουρ γοῦ, πρόεισι καὶ περὶ τῶν ἐν τῇ γῇ πρόνοιαν αὐτοῦ. Αὐτὸ τοῦτο τὸ, στερεὰν αὐτὴν οὖσαν καὶ βαρεῖαν ἐφ' ὑγρᾶς ἑδρασθῆναι οὐσίας. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ. Αὐτοῦ μὲν τοῦ τῆς γῆς στοιχείου φησί. Λέγει δὲ, ὅτι ὥσπερ ἱματίῳ περιέβαλε τῇ ἀβύσσῳ τὴν γῆν, ἔξωθεν πᾶσαν περικυκλῶν ὕδατι. Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα, κ.τ.λ. Ὡς ὄρη, φησὶ, τὰ τῆς ἀβύσσου ἀν ιστῶνται ὕδατα ὑψούμενα, καὶ οἱονεὶ ἀπειλοῦντα κα τακλῦσαι τὴν γῆν· ἀλλὰ τῷ σῷ νεύματι καὶ τῇ σῇ δυνάμει, ἥτις καὶ διὰ τῆς βροντῆς σημαίνεται, ἀνα χωροῦσι, φησίν· ἢ τάχα καὶ τὰς βροντὰς διὰ τοῦτο γεγενῆσθαί φησι, πρὸς τὸ φόβον τινὰ λαμβάνειν ἀπὸ τῶν γινομένων τῆς ἀβύσσου τὰ ὕδατα. Εἰ δὲ ἐκεῖνα τοῦτο ὑπομένει, πολλῷ πλέον τὸ τοιοῦτον δεῖ ἡμᾶς παθεῖν. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία. Ὑψούμενα, φησὶ, τὰ ὕδατα παρεικασθείη ἂν ὄρεσιν· ἀλλ' ἁπλούμενα πάλιν ὑπὸ τοῦ σοῦ φόβου, οἱονεὶ πε διὰς καὶ ὁμαλὴ γίνεται γῆ. Ἐθεμελίωσας γὰρ αὐ τοῖς τόπον ὃν οὐχ οἷόν τε ὑπερβαίνειν αὐτά. Καὶ τοῦτό ἐστι, τό· Ὅριον ἔθου ὃ οὐ παρελεύσονται. ∆ιὸ οὐδὲ ἐπικλῦσαι δύνανται τὴν γῆν. Ὅμοιον δὲ τὸ πρὸς τὴν θάλασσαν εἰρημένον διὰ τοῦ προφήτου· Μέχρι τούτου στήσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἀλλ' ἐν σεαυ τῇ συντριβήσονταί σου τὰ κύματα. Ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Κατὰ μέρος δοξολογῶν ἐπέρχεται τῇ προνοίᾳ, καὶ τὴν μετὰ σοφίας τεθαύμακεν ἀγαθότητα, καὶ τῆς τῶν ἀλόγων ζώων πεφροντικότος διαμονῆς τοῦ Θεοῦ· ποιήσας γὰρ αὐτὰ, καὶ τρέφει καὶ ποτίζει. ∆ιὸ τὰ ὄρη τεμὼν, πάροδον τοῖς ὕδασιν ἐτεκτήνατο. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ. Οὕτω καὶ τῶν ἀλόγων ζώων καὶ ἑρπετῶν καὶ θηρίων προνοεῖ, ὡς καὶ τούτοις τὸ πρὸς ζωὴν χρήσιμον ἐπιχορηγεῖν. Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Καὶ τοῦτο τῆς σῆς προνοίας ἐστὶν ἔργον, τὸ μὴ μόνον διὰ τὰς περὶ χειμάῤῥους ὥρας ἐν ταῖς φάραγξι καὶ τοῖς θάλ πουσι τόποις ὕδατα δίδοσθαι, ἀλλὰ γὰρ καὶ ἀνὰ μέ σον τῶν ὀρέων, ὅπως ἂν τῶν ἀγρίων ζώων τὰ ἥμερα διαδράσκωνται, ἐν ὥρᾳ διαναπαύσωνται. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ποτίζει γὰρ ὄρη καὶ πεδία οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, ἢ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ' ἄνωθεν τοὺς αὐτάρκεις χορηγῶν ὑετούς. Ἀπὸ καρ [PG27.440] ποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὥσπερ τῶν ὑδάτων δέδωκε τὴν χορηγίαν, οὕτως καὶ ἀπὸ γῆς τρέφεσθαι παρεσκεύασεν. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλό ην τῇ δουλείᾳ τῶν ἀνθρώπων. ∆ουλείαν τῶν ἀνθρώ πων τὰ ἥμερα τῶν κτηνῶν φησιν, οἷον βοῦς καὶ ὄνος καὶ τὰ ὅμοια. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. ∆ιὰ τοῦτο, φησὶν, ἐφρόντισας τῶν κτηνῶν, ἵνα δι' αὐτῶν γεωργούντων τὰ πρὸς ζωὴν εὕρωμεν. Πάντα γὰρ ἐκεῖνα ἡμῶν χάριν εὐεργετεῖ. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. ∆είκνυσι καὶ τὰ ἐν δρυμῷ αὔξοντα ξύλα, οἷον κέδρους καὶ τὰ ἕτερα, τοῖς αὐτοῦ νεύμασιν αὐξηθήσονται. Γέγονε δὲ ταῦτα καὶ δι' ἕτερα μὲν πλεῖστα, ὧν καὶ τὴν πεῖ ραν ἔχομεν, καὶ τῶν στρουθίων δὲ εἰς καλιάς. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Αὐτῶν μὲν τῶν στρουθίων ἡγεῖσθαί φησιν ἤτοι τὴν καλιὰν τοῦ ἐρω διοῦ, διὰ τὸ τὰ ὑψηλότατα τῶν δένδρων καταλαμβά νοντα νεοττεύειν ὡς ἐπίπαν ἐν ἐλάταις ταῖς πασῶν ὑψηλοτάταις τῶν δένδρων Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ ταῖς ἐλάφοις, φησὶ, δέδωκε τὰ ὄρη καταφυγὴν ἐπὶ τὸ ἐκφυγεῖν τῶν ζώων τὰ ἀγριώτερα. Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ὥσπερ τὰ ὄρη εἰς σωτηρίαν ταῖς ἐλά φοις ἀπέδωκεν, οὕτως καὶ τὰς καταδύσεις τῶν πε τρῶν τοῖς λαγωοῖς. ∆ιὸ δὴ καὶ αὐτοὶ ἐκ τούτων σωζόμενοι ἐν τοῖς ὀπίσω ἔλεγον τό· Ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνάς. Αἰνοῦντες δηλονότι τὸν σώζοντα. Ἐποίησε σελήνην εἰς καιρούς. Ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν τοῖς οὐρανοῖς πρόνοιαν. ∆ι' οὐδὲν δὲ ἕτερον γεγενῆσθαι τὴν σελήνην φησὶν ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Θείῳ καὶ αὐτὸς προστάγματι πειθό μενος. Ἔθου σκότος καὶ ἐγένετο νύξ. Τοῦτό φησιν, ἵνα μὴ ἄλλον δημιουργὸν τῆς ἡμέρας, καὶ ἄλλον τῆς νυκτὸς λογισώμεθα εἶναι. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ. Οἱ ἄνθρωποι ἐξιέναι τε πρὸς ὁδοὺς καὶ γῆς ἐργασίαν ἐκωλύοντο. Τανῦν δὲ νυκτὸς ἔξεισι ζητοῦντες βρῶ σιν παρὰ Θεοῦ· ἐπεὶ μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ἢ χλόην. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Τὸν περὶ τῆς προνοίας διεξελθὼν λόγον, ἐπὶ ὕμνον τοῦ κτίσαν τος τὸν λόγον μετέβαλε, διαναπαύων ὥσπερ διὰ τού του τὴν ἀκοήν. Εἶτα πάλιν ἐφ' ἕτερον μέρος τῆς προνοίας ἔρχεται, τὴν ἐν τῇ ὑγρᾷ πορείαν ἀναγγέλλων ἡμῖν· ἥτις οὐκ ἂν ἐγένετό ποτε, μὴ τῆς τοῦ Θεοῦ ἐν αὐτῷ διακυβερνώσης προνοίας. Πάντα ἐν σοφίᾳ ἐποίησας. Θαυμαστικὸν δὴ τὸ, ὡς καὶ σοφία ἐν ᾗ πάντα ἐποίησεν ὁ Κύριος· ἔστι γὰρ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. ∆ράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Παρ ενέβαλε τῷ τῆς θαλάττης λόγῳ τὴν περὶ τοῦ δράκοντος μνήμην γεγενῆσθαι· δι' οὐδὲν ἕτερον φήσας παρῆχθαι αὐτὸν, ἢ εἰς τὸ καταπαίζεσθαι. Καὶ εἰκό τως ἐν τῷ περὶ τῆς θαλάσσης λόγῳ τούτου ἐμνημό [PG27.441] νευσεν· ἅτε δὴ καὶ τοῦ βίου παντὸς τοῦ ἡμετέρου ἁλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν ῥιπιζομένου, καὶ κύμασιν ἀγρίοις συγκλονουμένου. Πάντα πρὸς σὲ προσδοκῶσιν. Εἴτε γὰρ ἄνθρω ποι, εἴτε ζώων ἀγρίων ἀγέλαι, εἴτε κτηνῶν, εἴτε ἑρ πετῶν, ἄλλως οὐκ ἂν τραφεῖεν μὴ αὐτοῦ τὰ ζωαρκῆ χορηγοῦντος. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψου σιν. ∆είκνυσι διὰ τούτων, ὡς αὐτός ἐστιν ὁ καὶ θα νάτου καὶ ζωῆς δεσπότης. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Καὶ ποῖον τὸ ἔργον αὐτοῦ; Ὃ εἰργάσατο ἀνακαινίσας τὴν ἡμετέραν φύσιν. Σημαίνει γὰρ διὰ τούτων τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν, ὅτε Θεὸς εὐφρανθήσεται, οὐ προσκυνούμενος, ἀλλὰ σωζομέ νους ὀρῶν. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Τὴν καθόλου κρίσιν ἐπισυνάπτει, ἢ καὶ φό βον παρέξει πᾶσι τοῖς ἐπὶ γῆς. Οὐ γάρ ἐστιν ὁ μὴ δεδοικὼς ἐκεῖνο τὸ φρικτὸν καὶ θεῖον δικαστήριον. Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ὄρη τὰς ἀντικειμένας δυνάμεις φησὶν, ἃς καὶ ἐγκαύσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, οὗ καὶ σύμβολον ὁ καπνός. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. ∆ιαλογὴ, ἀντὶ τοῦ, ἡ ἐκλογή μου. Λέγει δὲ ὅπερ ἐξελέξατο, τὸ μόνον θέλειν ὑμνεῖν τὸν Θεὸν, ὃ καὶ ἀρέσει αὐτῷ τῷ ὑμνουμένῳ. Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς. Ἐν ἐκείνῳ δηλονότι τῷ καιρῷ. Ἀκούσονται γάρ· Πορεύεσθε ἀπ' ἐμοῦ, κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς. Ἐν τῇ τῶν εὐλογούντων τὸν Θεὸν δηλονότι μερίδι ἐκλείψουσιν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου, καὶ τοῦ τῶν ἁγίων ἀξιοῦσθαι ποιεῖ. Ἀλληλούϊα. Ρ∆ʹ. Ὑπόθεσις. Ἔστι δὲ τὸ, ἀλληλούϊα, αἶνος τῷ ἀοράτῳ. Λέγεται δὲ τοὺς ἀγγέλους ταύτῃ τῇ φωνῇ αἰνεῖν τὸν Θεὸν, ὥσπερ τὰ χερουβὶμ τό· Ἅγιος, ἅγιος, ἅγιος. Καὶ τοῦτο ἅγιοι παραδεδώκασι πατέρες, αὐτήκοοι γενόμενοι, ὥσπερ Ἡσαΐας τῶν σεραφίμ. ∆ιαιρεῖται δὲ τὸ ἀλληλούϊα οὕτως, ἂλ, Θεὸς, ἢλ, ἰσχυρὸς, οὔϊα, κραταιός. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φαν ερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Πόσον τὸ ἐκ τοῦ ἐξομολογεῖσθαι ὄφελος γί [PG27.444] νεται διδάσκει. Εἰ γὰρ ζητήσητε, φησὶν, αὐτὸν, συμ βήσεται ὑμῖν καὶ ἡ περὶ τὸν νοῦν εὐφροσύνη, καὶ τὸ κραταιωθῆναι καὶ δοξασθῆναι τὴν ἡμετέραν κε φαλήν. Μνήσθητι τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν. Ὧν πεποίηται λέγει ἐν τῇ παρουσίᾳ θεοσημειῶν, εἴτε τῶν ἐν τῇ Καινῇ ∆ιαθήκῃ, εἴτε τῶν ἐν τῇ Παλαιᾷ παρὰ Μωϋσῇ καὶ τοῖς πρότερον ἁγίοις. Πολλὰ γὰρ ἐθαυματούργησαν καὶ οὗτοι διὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ταῦτα τοῖς ἔθνεσιν ὡς ἀγνοοῦσι παραδοῦναι κελεύει τοὺς αὐτῶν κήρυκας πρὸς τοῖς ἐν τῇ Καινῇ παρὰ τοῦ Σωτῆρος γεγενημένοις, ὅσα τε κέκρικεν αὐτοῦ τὸ στόμα διά τε τῆς Παλαιᾶς καὶ Καινῆς. Ὡς ἂν βασιλικοὺς νόμους φυλάξαι κελεύσατε. Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐ τοῦ. Τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ πε ριπατῆσαι ἐπὶ τῆς θαλάσσης, καὶ νεκρὸν ἀναστῆ σαι, καὶ τὰ λοιπά· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας· ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς ∆ιαθήκης. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, Υἱοῦ Ἰακὼβ ἐκλεκτοῦ αὐτοῦ. Ἔτι ὡς πρὸς τοὺς ἀποστόλους ὁ λόγος, ἵνα ᾖ· Ὡς σπέρμα μὲν ὄντες τοῦ Ἀβραὰμ καὶ δοῦλοι αὐτοῦ, καὶ υἱοὶ ὄντες τοῦ Ἰακὼβ καὶ ἐκ λεκτοὶ αὐτοῦ (αὐτὸς γὰρ αὐτοὺς ἐξελέξατο), ἀπαγ γείλατε ἐν τοῖς ἔθνεσιν, ὡς αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος. Ἀπὸ τοῦ Βαβυλωνίων ἔθνους εἰς τὸ Παλαιστίνων. Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Τὸν Ἀβιμέλεχ περὶ τῆς εἰς Σάῤῥαν παροινίας. Μὴ ἅψησθε τῶν χριστῶν μου. Χριστοὶ καὶ οἱ περὶ τὸν Ἀβραὰμ, διὰ τὸ τῆς τοῦ Θεοῦ Λόγου ἐπιφανείας ἠξιῶσθαι ἐν ὁράσεσιν. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν. Οἰκονομικῶς ἐποίησε γενέσθαι τὸν λιμὸν, ἵνα, δι' αὐτὸν κατελ θόντες εἰς Αἴγυπτον καὶ αὐξηθέντες, τὴν γῆν ἀπο λάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συν έτριψε. Τοῦτο κατ' ὀργὴν Θεοῦ ἐν τοῖς λιμοῖς εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὰ ἀποτε λέσματα τῶν ἐνυπνίων φησί. Λέγει οὖν, ὅτι μέχρι τούτου ἐκακοπάθησε τὸν ὑπὲρ ψυχῆς ἀγῶνα κλαίων, ἕως ὁ τῶν ἐνυπνίων καιρὸς ἐπῆλθε τοῦ πληρῶσαι αὐτά. Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυ τόν. Ὅμοιον τό· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Οὐ γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε, Σὴμ, Χὰμ, Ἰάφετ· τοῦ δὲ Χὰμ παῖς Χαναάν. Τούτου δὲ Μεστραῒμ ἑρμη νεύεται Αἴγυπτος, ἀφ' οὗ καὶ ἡ χώρα. Ὅτε τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον εἰκὸς ἦν τὸν Χὰμ πάππον ὄντα τοῦ Μεστραῒμ ἐν Αἰγύπτῳ κατῳκηκέ ναι, τοῦ Χαναὰν ἐπὶ τῆς Παλαιστίνης οἰκοῦντος. ∆ιὰ [PG27.445] δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ, ὃς εἰσῆλθεν εἰς Αἴγυπτον, καὶ οἱ τούτου παῖδες δηλοῦνται. Ἐν ἑβδομήκοντα γὰρ ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Χὰμ ἐγέννησε τὸν Χαναὰν, Χαναὰν δὲ τὸν Μεστραῒμ, ὃς ἑρμηνεύεται Αἴγυπτος. ∆ιὸ καὶ Χὰμ γῆν τὴν Αἴγυ πτον καλεῖ, ὡς τοῦ ἀπογόνου οὖσαν τοῦ Χάμ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα. Ὥστε τὸν Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦνπολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς. Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθησαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Καὶ μετέστρεψε τὴν καρδίαν αὐτοῦ, τοῦ μισῆ σαι τὸν λαὸν αὐτοῦ. Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰγυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν αὐτοῖς εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μι σῆσαι αὐτοὺς καὶ τὰ βαρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕ ροι χώραν πληρωθῆναι ἡ ἐπαγγελία ἡ πρὸς Ἀβραάμ. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, κ.τ.λ. Μόνοις γὰρ τοῖς περὶ τὸν Μωϋσῆν καὶ Ἀαρὼν ἀπεκάλυψε τῷ λόγῳ τὸ, εἰς αἷμα, καὶ τὰ ἕτερα τῶν ση μείων. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν. Ἐπειδὴ ἀφέντες τὸν δημιουργὸν Αἰγύπτιοι τῇ κτίσει ἐλά τρευον, τούτου χάριν δι' αὐτῆς αὐτοὺς τῆς κτίσεως ἐκόλαζεν, ἐξ ἀέρος λέγω δὴ, καὶ πυρὸς, καὶ γῆς, καὶ ὕδατος. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα· ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη. Ἀλληλούϊα.
ΡΕʹ
Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων, ὡς καὶ διαγέγονεν ἡ ἀποβολὴ αὐτῶν. Εἰσὶ δὲ αὗται· πρῶτον μὲν παρ επίκραναν αὐτὸν διαβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσ σῃ, εἰπόντες· Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγεν ἡμᾶς ὧδε ἀπολέσαι· δεύτε ρον ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· τρίτον παρ ώργισαν Μωϋσῆν ἐν τῇ παρεμβολῇ· τέταρτον ἐποίησαν μόσχον ἐν Χωρήβ· πέμπτον ἐξουδένω σαν γῆν ἐπιθυμητήν· ἕκτον ἐτελέσθησαν τῷ Βεελ φεγώρ· ἕβδομον παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· ὄγδοον τῷ μὴ ἐξολοθρεῦσαι τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς, ἀλλὰ καὶ προσκυνῆσαι τοῖς εἰδώλοις, ὡς καὶ τὰ τέκνα αὐτῶν εἰς θυσίαν αὐ τοῖς εἰσαγαγεῖν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός ... Μακάριοι οἱ φυλάσσοντες κρίσιν, κ.τ.λ. Οὗτοι γὰρ ἄξιοι μόνοι τὰς δυναστείας λαλεῖν τοῦ Κυρίου, οἱ τὰ ἐν ταῖς Γραφαῖς ὑπὸ Θεοῦ κεκριμένα ποιοῦντες, πάντα τε κρίσει καὶ λόγῳ διαπραττόμενοι, καὶ διὰ παντὸς ἔχοντες τοῦ Θεοῦ τὴν κρίσιν πρὸ τῶν ὀφθαλμῶν. [PG27.448] Οὗτοι γὰρ ἀκολούθως καὶ ποιηταὶ δικαιοσύνης εἰσὶν, ἐπιτελοῦντες ἔργῳ τὸ δίκαιον. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου. Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων πρόσωπον εἰσάγεται, εὐχομένων μεταλαβεῖν τῆς τοῖς ἔθνεσι διδομένης σωτηρίας. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς. ∆η λαδὴ τῶν θλιβόντων· ὁ γὰρ συνεξελθὼν ἐπίμικτος οὐ τῶν θλιβόντων ἦν, ἀλλὰ τῶν πιστευσάντων. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. ∆ι' ἀγαθότητα γὰρ τοῦ Θεοῦ προσ τεθέντων καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, παρα χρῆμα μὲν πιστεύσαντες, ᾖσαν αὐτῷ τὴν ᾠδὴν τὴν ἐν Ἐξόδῳ κειμένην· εἶτα πάντα παρέδωκαν λήθῃ. Καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ὅτε ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριὰμ λέγουσαι· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τὸ δὲ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ· παρώργισαν γὰρ αὐτὸν εὐθέως μετὰ τὴν Ἐρυθρὰν θάλασσαν. Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. ∆όξα ἦν αὐτοῖς ὁ Θεὸς, ὃν ἀφέντες προσεκύνησαν τῷ μόσχῳ. Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς ἔστη ἐν τῇ θραύσει. Ὅτε εἶπεν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ταύτης ἧς ἔγραψας Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν. Πέμπτον ἔγ κλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν ἔρημον, καὶ τὴν εἰς Μωϋσῆν παροινίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ. Ἐπανελθόντες γὰρ οἱ κατάσκοποι, κα κῶς λέγοντες τὴν γῆν, καὶ τοὺς ἄλλους ἀπέστρεψαν, χωρὶς Ἰησοῦ τοῦ Ναυῆ καὶ Χαλὲβ τοῦ Ἰεφωνῆ. Καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν. Ὅτε οἱ κατάσκοποι ἐλθόντες διέστρεψαν τὴν γνώμην τοῦ λαοῦ. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Εἴδωλον τοῦτο Ἀμμανιτῶν, καλούμενον παρ' Ἕλλησι Κρόνος. Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο. Ὅτε ἀνεῖλε τὴν Μαδιανῖτιν μετὰ τοῦ πορνεύσαντος. ∆ιδάσκει δὲ ἡμᾶς ὁ λόγος πόσον δύναται ἑνὸς ἀνδρὸς εὐσέβεια πρὸς Θεόν. Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ταῦτα διδάσκουσι Κριτῶν τε καὶ Βασιλειῶν αἱ βίβλοι, ὡς παρεδόθησαν ἄλλοτε ἄλλοις, Μωαβίταις, Ἀμμανί ταις, Ἀμαληκίταις, Μαδιαναίοις, ἀλλοφύλοις, τῇ παραδόσει παιδευόμενοι. Καὶ ἐκυρίευσαν αὐτοὺς οἱ μισοῦντες αὐτούς. Βαβυλώνιοι καὶ Ἀσσύριοι ἐπεκράτουν τοῖς Ἰσραηλίταις διὰ τὰς παρανομίας αὐτῶν. Πολλάκις ἐῤῥύσατο αὐτούς. Αὐτοὶ δὲ παρεπί κραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν. Ὁ μὲν ἦν αὐ τοῖς ἐκ φιλανθρωπίας γλυκὺς, οἱ δὲ πικρὸν ἑαυτοῖς ἠνάγκαζον φαίνεσθαι. Καὶ πάλιν ἔσωσεν αὐτὸν οἷα Σωτήρ· οἱ δὲ ἀπώλοντο ἔργοις ἀπωλείας ἑαυτοὺς πε ριπείραντες· μέχρι πολλάκις αὐτοὺς ποιοῦντες τέλος ἀπώλοντο. Τὸ δὲ, πλεονάκις, ὅμοιον τῷ· Ποσάκις [PG27.449] ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου; τὸ δέ· Καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν, τῷ, Οὐκ ἠθελήσατε. Ἐπάγων γὰρ τὴν παιδείαν, πάλιν μετ εδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς πολεμίοις ἠμεί βοντο. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Τοῦτό φησι διὰ Κῦρον τὸν ἀπολύσαντα αὐτοὺς τῆς αἰχμα λωσίας, καὶ ∆αρεῖον καὶ Ἀρταξέρξην, τοὺς καὶ χρήματα δόντας εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ. Ἀλληλούϊα. Ρ ʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός. Μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων λαοῦ εἰκότως τὴν κλῆσιν τῶν ἐθνῶν κατασημαίνει, τὴν γενομένην διὰ τῶν ἀποστόλων. ∆ιὸ καὶ αἰνεῖν προστάττει τὸν Θεὸν, καὶ ἐξ ομολογεῖσθαι αὐτῷ ἐπὶ τῷ μεγάλῳ αὐτοῦ ἐλέῳ. Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θα λάσσης. Καὶ τίνες ἐκ τῶν τεσσάρων τῆς οἰκουμένης κλιμάτων συναχθέντες ἢ πάντα τὰ ἔθνη τὰ πάλαι ἔρημα θεοσεβείας τυγχάνοντα, καὶ μηδὲ νοτίδος θείας μεταλαβόντα, ἀλλ' ἐν πολλῷ δίψει τυγχάνοντα; Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὐ γὰρ ἦν αὐτοῖς πολιτεία χρηστὴ, ἀλλ' ἦσαν ἐν πλάνῃ πολλῇ. Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπεν. Οὐδὲ γὰρ εἶχον ἄρτον τὸν στηρί ζοντα καρδίαν ἀνθρώπου· οὐδὲ τὸ ὕδωρ τὸ ζῶν, περὶ οὗ λέλεκται· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν. Τὴν εἰς ἑαυτὸν πίστιν δηλαδή. Αὐτὸς γὰρ ἔλεγεν· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦ πορευθῆναι εἰς πόλιν κατοικη τηρίου. Τὴν Ἐκκλησίαν φησὶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐ τοῦ ... ὅτι ἐχόρτασε ψυχὴν κενήν. Καὶ τίς ἐκείνη ἡ ψυχὴ, ἢ ἐκείνων περὶ ὧν λέλεκται· Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπεν; Καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Τοῦ νοητοῦ ἄρτου δηλονότι. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν αἱ χω ρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. ∆έον γὰρ ἐκ με γέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειό τητα ἀπὸ κτίσεως κόσμου νοεῖν· ἡμεῖς οἷα τυφλοὶ, ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογι κὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρω μένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων. Πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, παντὸς πτωχεύων ἀγαθοῦ καὶ καλοῦ.
[PG27.452] Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ. Οὐδα μῶς τὸν θεῖον παραδεχόμενοι νόμον, ἀλλὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου προνέμοντες ἑαυτούς. Καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ποία ἦν ἡ βουλὴ τοῦ Ὑψίστου, ἢ τὸ θέλειν αὐτὸν πάντας ἀν θρώπους σώζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Οὐ γὰρ ἴσχυέ τις τῆς ἁμαρτίας ποιήσασθαι τὴν ἀναίρεσιν. Καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Τίς γὰρ μείζων ἀνάγκη τοῦ δεδουλῶσθαι πνεύμασι πονηροῖς ἐν ἀγνοίᾳ Θεοῦ, καὶ πτωχείᾳ ψυχῆς, καὶ πενίᾳ κακίας; Καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Τὸ, διέῤῥηξε, τὴν ἀθρόαν τῆς ἁμαρτίας καθαίρεσιν καταδείκνυσιν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ. Τὰ αὐτὰ δεύτερον εἶπεν ἐπὶ ταῖς εὐεργεσίαις αὐτοῦ. Ὅτι συνέτριψε πύλας χαλκᾶς. Τὴν μέχρις ᾅδου τοῦ Σωτῆρος κάθοδον σημαίνει, ἣν ποιησάμενος, ἀνεπέτασε τοῦ ᾅδου τὰς πύλας, πάλαι δεσμοῖς ἀῤῥήκτοις κεκλεισμένας πᾶσιν. Οὐ γὰρ ἦν παλινδρομῆσαι βου λομένοις· ἀλλ' αὐτὸς εἴρηκε τοῖς ἐν δεσμοῖς· Ἐξέλ θατε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν. Οὐ γὰρ ἦν ὁ διατρέφειν αὐτοὺς δυνάμενος λόγος. Πύλαι δὲ θανάτου αἱ φέρουσαι πρὸς θάνατον ἁμαρτίαι. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως. Ἐπὶ τοὺς ἁγίους ἀποστόλους μεταφέρει τὸν λόγον· αὐτοὶ γάρ εἰσιν οἱ τὰ μυστήρια τῆς Καινῆς ∆ιαθήκης παραδόντες ἡμῖν. Ἔθετο ποταμοὺς εἰς ἔρημον. Τὸ τῶν Ἰουδαίων εὔρυτον ἀδόκιμον γένος φησί. Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς. Γῆν καρποφόρον εἰς ἅλμην. Τὴν τῶν Ἰουδαίων φησὶ συναγωγήν. Ἦσαν γὰρ οἱ δαίμονες οἰκήτορες τῆς γηΐνης πολιτείας· ἐκαρποφόρει δὲ αὐτὴν ἡ ἀσέβεια. Ἐξήραναν δὲ αὐτὴν οἱ ἀπόστολοι τῷ ἅλατι τῆς διδασκαλίας, περὶ ὧν φησιν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων. Τὸν ἐξ ἐθνῶν διασημαίνει λαόν· σύμμικτος γὰρ ἡ προφητεία, τῶν δύο λαῶν εἰσφέρουσα τὸ πρόσωπον· τοῦ μὲν τὴν ἀπο βολὴν, τοῦ δὲ τὴν εἰσβολήν. Καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Ἀγαθὴν δηλονότι καὶ οὐράνιον πολιτείαν Καὶ ἔσπειρεν ἀγροὺς καὶ ἐφύτευσεν ἀμπελῶ νας. Νοήσεις τοὺς ἀγροὺς ἀπὸ τοῦ εἰρηκότος· Ἐξῆλ θεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· τοὺς δὲ ἀμπελῶνας τὰς Ἐκκλησίας, καθὸ εἴρηται· Αἱ ἄμπελοι ἐκύπρισαν, ἔδωκαν ὀσμήν. Καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Κτήνη τοὺς ἀλογωτέρους τῆς Ἐκκλησίας φησὶ, κατὰ τὸ εἰ ρημένον· Κτηνώδης ἐγενήθην παρὰ σοῦ· καὶ, Ἀν θρώπους καὶ κτήνη σώσεις, Κύριε. [PG27.453] Καὶ ὠλιγώθησαν. Οἱ ἐν τῷ προτέρῳ δηλονότι λαῷ. Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐτῶν. Τοὺς Γραμματεῖς καὶ Φαρισαίους φησί. Καὶ ἐπλά νησεν αὐτοὺς ἐν ἀβάτῳ, οὐχ ὁδῷ. Πλανῶνται γὰρ, φησὶν, ἀγνοήσαντες τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Καὶ ἐβοήθησε πένητι ἐν πτωχείᾳ. Καὶ τίς ὁ πέ νης, ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· Μακάριοι οἱ πτω χοὶ τῷ πνεύματι; Καὶ ἔθετο ὡς πρόβατα πατριάς. Ἰδίας, φησὶν, ἐλογίσατο τὰς ἐκ τῶν πατριῶν ἁπάν των συναγομένας ἀγέλας. Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται. Καὶ τίνες οἱ εὐθεῖς, ἢ περὶ ὧν εἴρηται· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων,
Ὠδὴ ΨΑΛΜΟΥ τῷ ∆αυΐδ. ΡΖʹ
Ὑπόθεσις. Καὶ ἐν τούτῳ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενομένη κηρύττεται. Ἤδη δὲ πάντων τῶν στίχων τῶν ἐν τῷ παρόντι ψαλμῷ ἐν τοῖς ὀπίσω ψαλμοῖς ἑρμηνευομένων, περιττὸν ἂν εἴη πάλιν τοῖς αὐτοῖς χρήσασθαι εἰς ἑρμηνείαν τῶν προκειμένων. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Καὶ ἐν τούτῳ τῷ ψαλμῷ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενο μένη κηρύττεται. Ἤδη δὲ τῶν στίχων τούτων τὴν ἑρμηνείαν ἐν τῷ νθʹ ψαλμῷ τεθείκαμεν. Ἐξεγέρθητι. ἡ δόξα μου. ∆όξα δὲ αὐτοῦ ἡ θεω ρητικὴ καὶ πρακτικὴ ἕξις, καθ' ἣν διάκειται πρὸς τὴν ἠθικὴν καὶ διακονητικὴν ἀρετήν. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. Τοσοῦτόν σου τὸ ἔλεος, ὡς ὑπερβαίνειν ὕψος οὐρά νιον, καὶ πανταχοῦ διᾴττουσιν αἱ τῆς σῆς ἀληθείας ἀκτῖνες, προφητῶν καὶ ἀποστόλων καὶ διδασκάλων ταῖς ἐκείνης ῥανίσιν ἀρδευόντων τὴν γῆν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός. Ἀπ' ἀρχῆς μέχρι τῆς παρούσης λέξεως ὁ αὐτός ἐστι τῷ πεντη κοστῷ ἕκτῳ ψαλμῷ, καὶ ἀπὸ ταύτης μέχρι τέλους τῷ πεντηκοστῷ ἐννάτῳ. Καὶ εἴρηται τὰ εἰκότα. Ὑψωθήσομαι καὶ διαμεριῶ Σίχιμα. Τὰ τῶν Ἰουδαίων ἔγκριτα καὶ ἐξαίρετα διαμερίζειν τοῖς ἔθνεσι καὶ εἰς κληρονομίαν καταμετρεῖν μετὰ χαρᾶς ὑπ έσχετο. Ὡς γὰρ ἀγαθὸς πατὴρ χαίρει πολλοὺς υἱοὺς προσλαμβάνων καὶ κτώμενος. Συμβολικῶς δὲ ταῦτα καὶ δι' αἰνίγματος αἰνιττόμενος φθέγγεται. Ἐπὶ γὰρ τῇ κοιλάδι τῶν ἐθνῶν χωρίον τοῦτο τῆς Σιχὲμ καὶ Σίχιμα λεγομένης ἐτύγχανεν. Ὁ Ἰακὼβ, ἐκ Μεσοποταμίας ἀναβὰς μετὰ τῶν τέκνων, ᾤκησεν ἔνθα τὴν ∆είνα θυγατέρα τοῦ Ἰακὼβ Ἐμὼρ ὁ υἱὸς τοῦ Σιχὲμἐρασθεὶς ἥρπασε καὶ ἔφθειρεν. Οἱ γὰρ τοῦ Ἰακὼβ παῖδες αὐτὸν μετὰ παντὸς λαοῦ κατέσφαξαν ἀπαντή σαντες. Οὕτω τὰ Σίχιμα, τῶν σκηνῶν κοιλὰς, κτί σματα τοῦ πατριάρχου γέγονε. Τοῦτο τοίνυν τὸ χωρίον μερίζων Ἰακὼβ τοῖς παισὶ, τὸν κλῆρον ἐξαίρετον Ἰωσὴφ ἀπένειμεν· ἐπειδὴ τοῖς ἀδελφοῖς νέος ὢν οὐκ ἐκοινώνει τοῦ δράματος. Καὶ τούτου χάριν καταμε [PG27.456] τρεῖν καὶ μερίζειν ἐπαγγέλλεται· ἵνα τὴν ἐξαίρετον τοῦ νέου Ἰωσὴφ τοῦ Χριστοῦ κληρονομίαν μερίζε σθαι συμβολικῶς νοήσῃς τοῖς ἔθνεσιν. Εἰς τὸ τέλος,
ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΡΗʹ
Ὑπόθεσις. Ὁ παρὼν ψαλμὸς τὰ πάθη τοῦ Χριστοῦ κατασημαί νει, τάς τε ἐσομένας τιμωρίας κατά τε τοῦ Ἰούδα καὶ αὐτοῦ τοῦ Ἰουδαίων λαοῦ. Ὅσα δὲ εὐκτικῶς λέ λεκται ἐν τῷ ψαλμῷ, ἰστέον, ὅτι προφητικῶς πάντα εἴρηται. Οἷον ὅταν λέγει· ∆ιάβολος στήτω ἐκ δε ξιῶν αὐτοῦ, ἀντὶ τοῦ, στήσεται, λέγει. Οὐ γὰρ εὔχεται τοῦτο γενέσθαι· ἀλλ' ὃ μέλει συμβῆναι διὰ τὴν ἐκείνου κακίαν τοῦτο προαγορεύει· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Ἕξοιεν, φησὶ, καὶ οὗτοι τοὺς διαβάλλοντας, καὶ μὴ ἀποσταῖεν αὐτῶν. Εἰ δὲ κρί νοιντο, πρὸς αὐτοὺς κατακριθεῖεν. Ἀλλὰ καὶ εἰ ἐπεκαλέσαντό σε, φησὶν, ἐν τῷ καιρῷ τῆς ἀνάγκης, εἰς ἁμαρτίαν αὐτοῖς λογισθείη, μνήμης γενομένης ὧν ἥμαρτον. Σύντεμε δὲ τὰς ἡμέρας αὐτῶν, ἵνα, ζώντων καὶ ὁρώντων αὐτῶν, τὴν ἀξίαν, ἢν οὐδὲ ὄντως ὠνήσαντο, ἕτερος ἀφαρπάσῃ. Ἔπειτα δὲ καὶ αὐτοὺς ἄνελε, ὡς διαβῆναι τὴν συμφορὰν εἰς τοὺς ἐξ ἐκείνων· ὥστε ὀρφανωθῆναι μὲν τοὺς υἱοὺς αὐ τῶν, χηρείᾳ δὲ ἐκδοθῆναι τὴν γυναῖκα· ὥστε τοὺς υἱοὺς βιαζομένους καὶ συρομένους ὑπὲρ πατρῴων παρανομημάτων δίκας ὑφέξειν. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ὅσον αἱ Ἐκκλησίαι Χριστοῦ συνεστῶσιν αἱ ἀνατέλλουσαι πανταχοῦ, αἰνεῖ ὁ Θεὸς ἐν αὐταῖς τὸν Υἱόν. Λέγει οὖν ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Εἰ καὶ προδι δούς με ὁ Ἰούδας, δόξει ἐμποδίζειν τὸν αἶνόν μου· οὕτως δὲ αἴνεσόν με, μαρτυρῶν μου τῇ θεότητι, ἣν μὴ πιστεύσας ἐν ἐμοὶ Ἰούδας, προδέδωκέ με. Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοί χθη. Ἁμαρτωλοῦ τοῦ διαβόλου· αὐτὸς γὰρ ἁμαρτω λὸς πρὸς ἀλήθειαν· δολίου τοῦ Ἰούδα· ἄμφω γὰρ κατὰ τοῦ Χριστοῦ ἐλάλησαν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με ... καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, κ.τ.λ. Τῶν λό γων οἱ μέν εἰσιν ἀγάπης, οἱ δὲ μίσους, οἱ δὲ οὐδ' ἑτέρως ἔχοντες. Ἐκολάκευε γὰρ ὡς διδάσκαλον, καὶ τῷ δόλῳ ὡς ἐδόκει ἠγωνίζετο εἰς προδοσίαν τοῦ διδασκάλου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν. Ἁμαρτωλὸς μὲν αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς ὁ Σατανᾶς· τὸ δὲ, κατάστησον, ἀντὶ τοῦ, μέλλει καθίστασθαι. Ἐπ' αὐτὸν δὲ τίνα ἢ τὸν προδότην Ἰούδαν; Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Καὶ ἐν τῷ Ζαχαρίᾳ δέ φησι· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Οὐκ ἀντίκειται δὲ τῷ Ἰούδᾳ. Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικα σμένος. Ἐν τῷ μέλλοντι, φησὶ, δικαστηρίῳ οὐδένα ἕξει λόγον ἀπολογίας. Καὶ ἡ προσευχὴ αὐτοῦ γε νέσθω εἰς ἁμαρτίαν. Εἰσί τινες ὧν αὐτὴ ἡ προσευχὴ εἰς ἁμαρτίαν γίνεται, ὡς ἐθνῶν προσευχομένων εἰ δώλοις, ἢ τῇ κτίσει· καὶ Ἰουδαίων οὐ διὰ Ἰησοῦ Χρι [PG27.457] στοῦ προσευχομένων τῷ Θεῷ· καὶ αἱρετικῶν εὐχομέ νων Θεῷ οὐκ ὄντι· καὶ προσευχομένων δὲ μετὰ ὀργῆς καὶ διὰ λογισμῶν, ἢ διψυχίας, ἡ προσευχὴ γίνεται εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Εὐθέως γὰρ μετὰ τὴν προδοσίαν ἀγχόνῃ ἑαυτὸν μεταχειρίσας ἀπηλλάγη, καὶ οὐκ ἐφάνη. Καὶ τὴν ἐπισκοπὴν αὐ τοῦ λάβοι ἕτερος. Περὶ τοῦ Ματθίου φησίν· αὐτὸς γὰρ ἐλογίσθη εἰς δικαιοσύνην εἰς τὸν κλῆρον τῶν ἀπο στόλων. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί. Υἱοὶ οἱ λο γισμοὶ αὐτοῦ· ὀρφανοὶ γὰρ ἐγένοντο ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Γυνὴ δὲ ἡ ψυχὴ αὐτοῦ· ἐχήρευσε γὰρ καὶ αὐτὴ ἐκπεσοῦσα ἀπὸ τοῦ Χριστοῦ διὰ τῆς παρα νομίας. Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐ τοῦ καὶ ἐπαιτησάτωσαν. Οἱ γὰρ λογισμοὶ αὐτοῦ, οὓς ἔφαμεν εἶναι υἱοὺς, μετανάσται γενόμενοι ἀπὸ τοῦ Χριστοῦ, εἰς τὴν φιλαργυρίαν χεῖρα ἐξέτειναν εἰς τὸ ἀργύριον, ὡς ἐνδεεῖς καὶ προσαῖται. Ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου. Αὐτοῦ τοῦ λαοῦ· συνάπτει γὰρ τῷ προδότῃ τὸν παράνομον λαόν. Ἀνομίαν δὲ τῶν πατέ ρων λέγει τὸ ἀποκτεῖναι τοὺς προφήτας, κατὰ τὸ εἰ ρημένον ὑπὸ τοῦ Κυρίου· ὅτι πᾶν αἷμα δίκαιον ἐκ χυνόμενον ἀπὸ τοῦ Ἄβελ ἕως Ζαχαρίου τοῦ προφήτου ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Μη τέρα τοῦ δυσσεβοῦς λαοῦ τὴν πονηρὰν ἐκείνην νοή σεις συναγωγὴν, τὴν πολλάκις παραπικράνασαν τὸν Θεόν. Γενηθήτω ἐναντίον Κυρίου διαπαντός· καὶ ἐξ ολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ὅσα, φησὶν, ἐτόλμησαν ἀεὶ θεώμενος ὁ Θεὸς οὐδεμιᾶς αὐ τοῦ ἀξιώσει φειδοῦς· ὡς περὶ πάντων δὲ τῶν ἠπι στηκότων. Καὶ οὐ μόνον λέγων Ἰούδαν, τὸ μνημόσυνον αὐτῶν, ἔφη πληθυντικῶς. Λέγοις δ' ἂν καὶ ἄλλως πατέρας Ἰούδα τοὺς κατὰ προδοσίαν αὐτὸν γεν νήσαντας. Οὗτοι δ' ἂν εἶεν οἱ διὰ τῶν ἀργυρίων αὐτὸν παρορμήσαντες. Καὶ πρῶτος ὁ ἐμβαλὼν τὴν καρδίαν αὐτοῦ Σατανᾶς, καὶ οἱ ἔχοντες σοφίαν τούτου τοῦ αἰῶ νος ἄρχοντες, περὶ ὧν ὁ Παῦλός φησιν· Εἰ γὰρ ἔγνωσαν, οὐ Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ ἐξ ολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ. Τὸ μνημόσυνον αὐτοῦ τοῦ Ἰούδα φησίν· ἢ καὶ ἄλλως, τῶν ἀρχόντων ἐκείνων τῶν κατὰ Χριστοῦ συστάντων. Οὐδὲ γὰρ σπέρμα αὐτῶν ἔμεινεν εἰς μνημόσυνον αὐτῶν. Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Τὸ ἔλεος, φησὶν, οὐκ ἠθέλησε δέξασθαι ὃ δέδωκεν ὁ Πατὴρ τοῖς ἀνθρώποις, καὶ πρὸς τοῖς αὐτοῖς τοῖς ἀπολωλόσι προ βάτοις τοῦ Ἰσραήλ. Τὸ γὰρ, ποιῆσαι, ἀντὶ τοῦ, δέ ξασθαι, τέθεικεν. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχόν. Αὐτόν φησι τὸν Κύριον, ὃς ἐπτώχευσε πλούσιος ὢν, ἵν' ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Ἀντὶ [PG27.460] τοῦ, λυπούμενον· ἐλυπεῖτο γὰρ ὁρῶν αὐτῶν τὴν ἀπ ώλειαν. Τοῦτον οὖν τὸν δι' αὐτοὺς λυπούμενον ἐδίωκον θανατῶσαι. Καὶ ἠγάπησε κατάραν ... καὶ ἐνεδύσατο κατάραν ὡσεὶ ἱμάτιον. Ἐπειδὴ, φησὶν, ἀφέντες τὸ εὐλογεῖν ἐμὲ, καθ' ἑκάστην ἡμέραν καταρῶνται· τοῦ το γὰρ μέχρι τῆς σήμερον Ἰουδαίων παῖδες ποιοῦσιν· τούτου χάριν πάντα αὐτοῖς τὰ προλελεγμένα γενήσε ται. Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐ τοῦ. Οὐ γὰρ ἔξωθεν μόνον, ἀλλὰ καὶ ἔνδοθεν περίκειν ται τὰ κακὰ περικλύζοντα. Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Τοῦτο γὰρ ἔχει μόνιμον τὴν ὑγρό τητα. Φορὰν δέ φησι κακῶν, τοῦ μὲν ὕδατος τὸ σφο δρὸν δηλοῦντος, τοῦ δὲ ἐλαίου τὸ μόνιμον. Ὑφ' ὧν, φησὶ, καὶ ὡς ἐν ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέσθω. Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων καὶ τῶν λαλούντων πονηρὰ τῆς ψυχῆς μου. Τούτους τρυ γήσουσι τοὺς καρποὺς οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδεξά μενοι, καὶ ὁ τούτοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου. Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετ' ἐμοῦ ἕνε κεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ἀνθρωπίνως εἴρη κεν ὁ ∆εσπότης Χριστός. Πάντα γὰρ τὰ ἀνθρώπινα πλὴν ἁμαρτίας πεπλήρωκεν. Ἐτέχθη γὰρ κατὰ νό μον φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπί νης φύσεως· ὑπὲρ ταύτην δὲ, ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τρο φήν· καὶ θυσίας ἐξήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν· οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἁγίοις Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοή θειαν. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τοῦτο καὶ ὑπ' αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρί σκομεν εἰρημένον. Μέλλων γὰρ προσιέναι τῷ πάθει εἶπε· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀββᾶ, διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην. Σκιᾷ κλιθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέ λος· ἀλλὰ καὶ δίκην περιφερομένων ὑπ' ἀνέμων ἀκρί δων διετέλεσα οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν, ἄλλοτε δὲ ἀλλαχοῦ καὶ εἰς ὄρη μεταβαίνων, ἔσθ' ὅτε καὶ τρέχων εἰς ἔρημον. Εἴδοσάν με καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτό φησι διὰ τὸ ἐπὶ τῷ σταυρῷ ὄντι αὐτῷ κινεῖν τὰς κεφαλὰς, καὶ λέγειν· Ὁ καταλύων τὸν ναὸν, σῶ σον σεαυτόν. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη. Χεῖρας ἐνταῦθα τὴν πρᾶξίν φησιν, ἣν εἰργάσατο ἀναστήσας ἑαυτὸν ἐκ νεκρῶν. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν. Κατῃσχύνθη σαν γὰρ ἅπαντες, οὐκ ὄντος αὐτοῖς ἱερέως, οὐδὲ οὔσης [PG27.461] θυσίας, οὔτε ἱερατείας, οὔτε λογίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσε ται. Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπό θεσιν ἀναγκάσει· Παύλου λέγοντος· Ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ Ἡσαΐου· Οὕτως λέγει Κύριος ὁ πλάσας με ἐν κοιλίᾳ δοῦ λον ἑαυτῷ· καὶ αὐτὸς δέ φησιν ἐν Εὐαγγελίοις, ὡς Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντρο πήν. Ποία γὰρ οὐκ ἔστιν Ἰουδαίοις αἰσχύνη; Τὰ μὲν ἅγια τὰ ἑαυτῶν ὁρῶσιν ἐκ βάθρων ἠφανισμένα· τοῦ τό τε τοῦ παρ' αὐτῶν ἀτιμασθέντος καὶ σταυρωθέν τος προσκυνούμενον μνῆμα· καὶ τὰς Ἐκκλησίας αὐτοῦ πανταχοῦ τοσοῦτον ἐπιδιδούσας εἴς τε πλῆθος καὶ δόξαν. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στό ματί μου. Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν σημαί νει, ἣν ποιεῖται διὰ τῶν ἐθνῶν ὁ Υἱός. Καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. ∆ιὰ γὰρ τῆς Ἐκκλησίας αἰνεῖ τὸν Πατέρα. ΨΑΛΜΟΣ ΡΘʹ Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Τὴν κατὰ σάρκα γέννησιν τοῦ Κυρίου διὰ τῶν παρόντων κατασημαίνει, καὶ τὸν εὐαγγελικὸν αὐτοῦ λόγον, τὸν πάντων κατακυριεύσαντα τῶν ἐθνῶν, καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον, ἧς κατάρ χεται ὁ ψαλμὸς λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες ἂν εἶεν οἱ ἐχθροὶ ὁ Ἀπόστο λος δηλοῖ βοῶν· Ὅταν καταργήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Τὸν εὐαγγελικόν φησι λόγον τὸν ἀπεσταλμέ νον, ὃς καὶ πάντων τῶν ἐχθρῶν ἐκυρίευσεν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἢ τὸν καιρὸν τῆς κρίσεως διὰ τούτων σημαίνει, ἐν ᾧ δυνάμει θείᾳ πάντας κρινεῖ ἐλθὼν μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ· ἢ τὸν καιρὸν τῆς γεννήσεως αὐτοῦ, ἥτις καὶ ἡμέρα δυνάμεως προσαγορεύεται. Μετὰ σοῦ γὰρ ἔσται ἡ ἀρχή. Κατεξουσιάζει γὰρ τῶν ὅλων, εἰ καὶ γέγονεν ἄνθρωπος. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Τὸ δὲ, Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, οὐδὲν ἕτερον ἢ τὰς χορείας ἐκείνας τῶν ἁγίων ἀγγέλων ἡμῖν κατασημαίνει, τὰς παρὰ τὴν νύκτα ἐκείνην καθ' ἣν ἐγεννήθη ὁ Χριστὸς βοώσας· ∆όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὅρα πῶς οἰκειοῦται τὴν κατὰ σάρκα γέννησιν τοῦ Μονογενοῦς ὁ Πατήρ. Φησὶ γὰρ ὁ Πατὴρ πρὸς τὸν Υἱόν· Πρὸ γὰρ τοῦ ὁρω μένου κόσμου τούτου καὶ διαυγοῦς φωτὸς γεννήσεως, ἐγὼ γεγέννηκά σε. Οὐχ ὅτι γαστέρα ἔχει ὁ Θεός· ἀλλ' ἐπειδὴ τὰ γνήσια, καὶ οὐ νόθα, ἐκ γαστρὸς πρωτο τοκίων πεφύκασιν. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Ὁ [PG27.464] ὅρκος τοῦ Θεοῦ ὁ λόγος αὐτοῦ ἐστι, πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπήγγελται καὶ λαλεῖ, πάντως γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεός· ἀλλ' ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται, ὡς τοῦ ἀμεταμε λήτου παντὸς ἐσομένου, κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὅτι οὐ δι' ἐλαίου εἰς ἱερωσύνην ἐχρίσθη ὁ Μελχισεδὲκ, ὡς Ἀαρών· καὶ ὅτι οὐ τὰς δι' αἱμάτων προσήγαγε θυσίας· καὶ ὅτι τῶν ἐθνῶν ἦν ἀρχιερεὺς, καὶ ὅτι δι' ἄρτου καὶ οἴνου ηὐλόγησε τὸν Ἀβραάμ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Ἡμέραν ὀργῆς τὸν τῆς κρί σεως καιρόν φησιν, ἐν ᾗ τοὺς πάλαι βασιλεύσαντας ἐξ ἀπάτης τῶν δαιμόνων ἀνθρώπους συνθραύσει, εἰς τὴν ἄβυσσον καθείρξας αὐτούς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Τὰ ἔθνη, φησὶ, τῶν ἀκαθάρτων δαιμόνων ἐν τῷ τῆς κρί σεως καιρῷ κολάζων, πτωμάτων ἀποδείξει πλήρη, τουτέστι τῆς εἰς τὰ κατώτερα μέρη τῆς γῆς τιμωρίας. Συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Ὅμοιον τῷ εἰρημένῳ παρ' αὐτοῦ διὰ Ἡσαΐου· Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Χείμαῤῥον ἡ Γρα φὴ τὸν πειρασμόν φησιν. Ὁδὸν δὲ τὴν κατὰ γῆν αὐ τοῦ πορείαν σημαίνει, ἐν ᾗ τὸ πάθος ὑπέμεινεν ὃ καὶ διὰ τοῦ χειμάῤῥου κατέρχεται. ∆ιὰ τοῦτο ὑψώσει κεφαλήν. ∆ιὰ τοῦτο, ποῖον ἢ τὸ παθεῖν αὐτὸν ἐν σαρκί; Ὅμοιον δὲ τὸ εἰρημένον, τὸ, Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου.
ΨΑΛΜΟΣ ΡΙʹ
Ἀλληλούϊα. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἐκ προσώπου τῶν ἀποστόλων ὁ παρὼν εἰσφέρεται ψαλμὸς, διηγουμένων ὅσα τοῦ Σωτῆρος καὶ οἷα γέγονε τῆς οἰκονομίας τὰ ἔργα. ∆ιδάσκουσι δὲ ταῦτα καὶ τὸν νέον λαὸν, ἅμα εὐχαριστοῦντες ἐπὶ τῇ αὐτῶν σωτηρίᾳ· διὸ καὶ Ἀλληλούϊα ἐπιγέγραπται. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Βουλὴν εὐθέων εἶπε τὸν τῆς νέας συναγωγῆς λαὸν πρὸς τὴν τῆς παλαιᾶς δια στολήν. Ἐκείνη γὰρ οὐκ ἦν εὐθεῖα, ἅτε ἀεὶ πλανωμένη τῇ καρδίᾳ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐν τῇ τῶν εὐθέων συναγωγῇ πάντα τὰ θελήματα τοῦ Θεοῦ εἰσιν ἐξεζητημένα. Οὐ γάρ ἐστι τῶν παρ' αὐτοῦ δεδομένων ἐντολῶν ὃ μὴ ἐκζητεῖ καὶ κατορθοῖ ἡ τῶν εὐθέων συναγωγὴ, τοῦ αὐτοῦ θέλημα διαπαντὸς σπουδάζουσα ἐπιτελεῖν. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ. Ἔργα φησὶν ἅπερ ἐν τῇ οἰκονομίᾳ διεπράξα το. Ὑμνείσθω ἅτε μεγαλοπρεπῆ ὑπάρχοντα. Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. ∆ικαιοσύ νην τὸν εὐαγγελικὸν λόγον φησίν· ὅτι δὴ ἐπ' ἴσης πᾶ σιν ἀνθρώποις τὴν σωτηρίαν προὔθηκεν. Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. Πάλαι μὲν ἐπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν τῷ τῆς οἰκο [PG27.465] νομίας καιρῷ ποιήσειν θαυμάσια· τὰ αὐτὰ ἐκεῖνα ἐκ πληροῦν ἠθέλησε· ποῖα δὲ ἦν ἃ ἐπηγγείλατο, ἢ, Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ τὰ λοιπὰ τῶν σημείων; οὐ μὴν ἀλλὰ καὶ τῶν ἐθνῶν ἁπάντων ἡ κλῆσις, ἣν καὶ λόγῳ καὶ ἔργῳ ἐπετέλεσε. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Τὸν νοη τὸν ἄρτον φησὶ, τὸν ἐξ οὐρανῶν καταβάντα. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. ∆ιαθήκης τῆς πρὸς τὸν Ἀβραάμ· ὅτι Εὐλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ἰσχὺν ἔργων αὐτοῦ. Ὁ ἀποστολικὸς, φησὶ, χορὸς τῷ κληθέντι πρὸς πίστιν λαῷ τὴν ἰσχὺν τῶν ἔργων ἀνήγγειλε τοῦ Χριστοῦ· ἀντὶ τοῦ· Αὐτὰ τὰ ἔργα ἃ ἀεὶ ἐργάζεται ἐν τῇ ἰδίᾳ ἰσχύϊ. Ἀλληλούϊα. Τῆς ἐπιστροφῆς Ἀγγαίου καὶ Ζαχαρίου. ΨΑΛΜΟΣ ΡΙΑʹ. Μακάριος ὁ ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Ἐν τούτῳ διδάσκεται ὁ ἀποστολικὸς χορὸς, ὡς ἡ τῶν ἐν τολῶν ἐκπλήρωσις, μακαρίους τοὺς ἐργαζομένους ἀπο φαίνουσα, ἀγαθὰς προσδοκίας εἰς τὸν μέλλοντα αἰῶνα παρέχεται. ∆υνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Σπέρμα τὰς ἀγαθὰς πράξεις φησὶν, αἳ καὶ δύναμιν ἕξουσι πνευματικὴν εἰς ἐκείνην τὴν πραέων γῆν, εἰς τὸ ἀπολαβεῖν αὐτοὺς ὧν εἰργάσαντο τὰς ἀμοιβάς. ∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ ἡ δό ξα καὶ ὁ πλοῦτος μὴ τῶν παρερχομένων λογιζέσθω· οὐδὲν γὰρ ὅμοιον παρὰ τοῖς ἁγίοις εὑρίσκεται. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. ∆ιὰ τῆς γνώσεως καὶ τῆς διδασκαλίας. Τίς δὲ, ἢ ὁ ἀπο στολικὸς χορὸς ὁ τὴν ἀγνωσίαν ἐξελάσας τῶν ἐθνῶν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος; Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Οὐ δεῖ γὰρ ἁπλῶς καὶ ἀκρίτως πᾶσι προθεῖναι τῆς μυ σταγωγίας τὸν λόγον. Καὶ τοῦτο ἦν ὃ εἶπεν αὐτοῖς ὁ Κύριος· Μὴ βάλετε τὰ ἅγια τοῖς κυσίν. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Οὐδὲν γὰρ πρὸς τοὺς ἁγίους τῶν κολαζομένων ὁ φόβος. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Πένητας κἀν ταῦθα τοὺς ἐνδεεῖς νοήσεις τοῦ θείου λόγου, τὰ ἔθνη δηλονότι· οἳ γεωργῶν δίκην τὸν νοητὸν κατέσπειραν λόγον. Οὐδὲν γὰρ κωλύει καὶ ἱστορικῶς αὐτὸ δέξασθαι. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς. Τοῦ διανείμαντος δηλονότι τὸν εὐαγγελικὸν λόγον. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται. Ἁμαρτωλὸν τὸν διάβολόν φησιν, ὃς καὶ σωζομένων τῶν ἐθνῶν ἀγανακτήσει, ἅτε τὴν πάντων διψήσας ἀπ ώλειαν.
ΨΑΛΜΟΣ ΡΙΒʹ
Ἀλληλούϊα. Ὑπόθεσις. Ἐν τούτῳ διδάσκεται ὁ νέος λαὸς ἀδιάλειπτον ὕμνον προσφέρειν τῷ λυτρωσαμένῳ· ἅμα δὲ καὶ τῶν ἐθνῶν ἁπάντων κατασημαίνει τὴν κλῆσιν. Αἰνεῖτε, παῖδες, τὸν Κύριον, αἰνεῖτε τὸ ὄνομα τοῦ Κυρίου. ∆ιδάσκεται ὁ νέος λαὸς, ὡς, εἰ καὶ ἀν [PG27.468] ελήφθη ὁ Κύριος ἡμῶν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀλλ' οὖν καὶ οὕτως πλήρης ἐστὶ πᾶσα ἡ γῆ, καὶ ἀπο λαύει τῆς ἐπισκοπῆς αὐτοῦ. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν. Τὸν τῶν ἐθνῶν δηλονότι λαόν. Ὁ κατοικίζων στείραν ἐν οἴκῳ. Στείρα μὲν ἡ τῶν ἐθνῶν πληθὺς, ἥτις καὶ οἶκος γέγονε πνευματικὸς, ἅτε τὸν Κύριον ἔνοικον ἔχουσα. Γέγονε δὲ καὶ πολ λῶν τέκνων μήτηρ μετ' εὐφροσύνης. Ἐσώθη γὰρ αὐ τῆς τὰ τέκνα διὰ τῆς πίστεως τῆς εἰς Χριστόν. Ἔχει δέ τινα καὶ ἀντιδιαστολὴν πρὸς τὴν συναγωγὴν, ὅτι ἐκείνη οὐκ εὐφράνθη ἐπὶ τοῖς τέκνοις, ἅτε ἀπωλείᾳ παραδεδομένοις.
ΨΑΛΜΟΣ ΡΙΓʹ
Ἀλληλούϊα. Ὑπόθεσις. Καὶ ἐν τούτῳ ἡ κλῆσις τῶν ἐθνῶν κατασημαίνεται. ∆ιδασκαλία τε πρὸς τοῦτο αὐτοῖς τοῖς σωζομένοις ἐπὶ τῷ καὶ τὴν Παλαιὰν εἰδέναι ∆ιαθήκην, οὖσαν Θεοῦ, καὶ τὴν προτέραν σωτηρίαν τοῦ ἐκ περιτο μῆς λαοῦ, διὰ τοῦ Κυρίου γεγενημένην. Ἐν ἐξόδῳ Ἰσραήλ ... Ἐγενήθη Ἰοδαία ἁγίασμα αὐτοῦ. Ὅτε, φησὶν, ἀπηλλάγη τῆς τῶν Αἰγυπτίων δουλείας· τότε ἡ Ἰουδαία ἁγίασμα αὐτοῦ γέγονεν. Οὐκ αὐτοῦ δὲ Ἰσραὴλ ἦρξε μόνου, ἀλλὰ νῦν, φησὶν, εἰς πάντα τὰ ἔθνη ἡ χάρις δίδοται. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί. Τοῦ Θεοῦ τὰς ἐπιφανείας ἐν αὐτοῖς ποιουμένου, οἱονεὶ ἐσκίρτων ἐπὶ τῇ τοῦ Ἰσραὴλ σωτηρίᾳ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορ δάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ἐπειδὴ ἄλογα ἦν ἐκεῖνα καὶ ἄψυχα, αὐτὸς ποιεῖται ὑπὲρ αὐτῶν τὴν ἀπόκρισιν. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Τοῦτο ἕκαστον, φησὶ, διὰ τὸν ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν τῆς γῆς ὁ κλόνος καὶ ἡ τῆς θαλάσσης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν τὴν πά σης ἰκμάδος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον ἀνεχομένην, τῇ προσχύσει τῶν ὑδάτων ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ὑδάτων ἀφθόνους ἀναδοθῆ ναι κελεύσας. Οὐδὲν οὖν, φησὶ, θαυμαστὸν γεγένη ται· προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλα γος, καὶ ἡ ἀκρότομος ἔβλυσε πέτρα, καὶ ὁ οὐρανὸς ἐχορήγησε μάννα, οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν συνήθροισαν· καὶ τἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἔοικεν αἰνίττεσθαι τοῦ ἐκ περιτο μῆς λαοῦ τὴν ἀπόπτωσιν· εὐχήν τε τούτοις παραδιδό ναι πρὸς ἐξομολόγησιν, ὡς μηκέτι τὴν ἐπισκοποῦσαν θείαν ἔχουσι δύναμιν. ∆ιδάσκει δὴ λέγειν ὡς ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος ἧς ἅπαν ἔθνος ἠξίωται. Πλὴν διὰ τὸ σὸν ὄνομα ποίησον τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ' ἡμᾶς. Ἀλλ' οὐ δικαιοσύνης διδοὺς ἀμοιβὰς, Θεὸς ὢν ἀληθινὸς, ἀλλ' οὐχ οἷα τὰ εἴδωλα· διόπερ ἐπήγαγεν· [PG27.469] Τὰ εἴδωλα τῶν, ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Τινῶν τῶν ἀντιγράφων ἀρ χὴν ἔχει ταῦτα ἑτέρου ψαλμοῦ, ὡς εἶναι τοῦτον ἑκα τοστὸν τεσσαρεσκαιδέκατον. Ἡμεῖς δὲ, τῷ Ἑβραϊκῷ παρεπόμενοι μέρει, εἶναι ταῦτα τιθέμεθα τοῦ ἑκατο στοῦ τρισκαιδεκάτου. Παιδεύονται γὰρ οἱ παῖδες οἷς ἔλεγεν· Αἰνεῖτε, παῖδες, Κύριον· τουτέστιν ὁ νέος λαός. Ποῖον Κύριον προσῆκόν ἐστιν αἰνεῖν; Αὐτὸν δὴ τὸν ἐπὶ τῶν ἐξ Αἰγύπτου τοσαῦτα τερατουργήσαντα, μετὰ τοῦ μαθεῖν ὁποῖοί τινες ἦσαν οἱ πάλαι τούτων θεοί. Τὰ γὰρ εἴδωλα οὐ μόνον οὐδὲν εἶχον ὅμοιον τῷ παραδοξοποιοῦντι Θεῷ, ἀλλ' οὐδὲ τοῖς τῶν ἐμψύχων ἐσχάτοις, οἷς αἰσθήσεως μετέχει. Κἀκεῖνα μὲν ἔργα Θεοῦ, ταῦτα δὲ τέχνης ἀνθρώπων. ∆ιδάσκονται δὲ λέ γειν· Ὅμοιοι αὐτοῖς γένοιντο. Οὐκ ἀνθρώποις ἐπ αρώμενοι. Μανθάνομεν δὲ οἷον τὸ τῆς εἰδωλολατρείας τέλος ἀπόκειται. Οἱ γὰρ ἀναισθήτως ἐπανέχοντες οὐ δὲν αὐτῶν κατὰ γνώμην διοίσουσιν. Τοσαύτην βλάβην αὐτοῖς τῆς ἐμφωλευούσης δαιμονικῆς ἐνεργείας ποιού σης. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἔσονται οὕτως ἀπολλύμενοι, ὡς τὰ χρήματα καὶ οἱ θησαυρίζοντες αὐτά. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον. Ταῦτα τὰ ἔθνη φασὶν, ὅτι, ὥσπερ πάλαι πιστεύσαντα τὸν Ἰσραὴλ ἔσωσεν, οὕτω καὶ νῦν τὰ ἔθνη σώσει. Οἱ γὰρ φοβούμενοι τὸν Κύριον, τὰ ἔθνη εἶεν ἄν. Ὑπεξαι ρουμένου γὰρ τοῦ οἴκου Ἰσραὴλ, τουτέστι παντὸς τοῦ πλήθους, καὶ τοῦ οἴκου Ἀαρὼν καὶ τοῦ οἴκου Λευΐ· τίνας ἑτέρους εἶναι συμβαίνει τοὺς φοβουμένους τὸν Κύριον, ἢ τὸν ἐξ ἐθνῶν λαόν; Προσθείη Κύριος ἐφ' ἡμᾶς, ἐφ' ἡμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ἡμῶν. Αὐτὸς γάρ ἐστιν οὗ τοὺς νόμους φυλάττομεν. Ἵνα γὰρ μὴ νομίσῃ τις ἄλλου τινὸς εἶναι τὴν διὰ Μωϋσέως νομοθεσίαν, πρὸ τῆς τούτων δόσεως τὰ περὶ τῆς κοσμοποιίας παρέδωκε· δι' ἧς ἕνα Θεὸν εἶναι διδάσκει, τὰ δὲ λοιπὰ γενητά. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε. Νεκροὺς καλεῖ τοὺς τῶν δαιμόνων θεραπευτὰς, τοὺς μὴ ἔχον τας ἐν αὑτοῖς τὴν ζωὴν, τουτέστι τὴν γνῶσιν τοῦ μόνου Θεοῦ. Ἀλληλούϊα.
ΨΑΛΜΟΣ ΡΙ∆ʹ
Ὑπόθεσις. Ἐν τούτῳ ἀγῶνα τῶν τὴν εὐαγγελικὴν πολιτείαν μετ ερχομένων σημαίνει, καὶ τὴν κατὰ Θεὸν αὐτῶν νί κην, καὶ τὸν ἐσόμενον ὑπὲρ τῶν πόνων στέφανον. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Καὶ τίνα ἠγάπησε; Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης ἰσχύος· καὶ τῆς ἀγάπης μισθὸν ἐδέξατο τὴν ὑπακοήν. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Καὶ ποίαις ἡμέραις, ἢ ταῖς τοῦ ἀγῶνος, ὅτε ἐκινδύνευσεν αὐτοῦ ἡ ψυχή; Περιέσχον με ὠδῖνες θανάτου. Τὴν ὑπερβολὴν κατασημαίνει τῶν θλίψεων, τῶν γενομένων αὐτῷ διὰ [PG27.472] τὴν εὐσέβειαν, ἢν καὶ ὠδῖνας θανάτου καὶ κινδύνους ᾅδου, καὶ θλίψιν καὶ ὀδύνην ἀποκαλεῖ. Ἀλλὰ διὰ τοῦ ἐπικαλεῖσθαι τὸν Θεὸν ὑψηλότερος τούτων γέγονε, φησί. ∆ιὸ καὶ ἐν προοιμίοις ἔλεγεν· Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς δεήσεώς μου. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ἑνικῶς ἀνωτέ ρω, ὅτι Καὶ ἐπεκαλεσάμην ἐν ταῖς ἡμέραις μου. Τίς ἡ ἐπίκλησις διδάσκει. Καὶ ποία αὕτη, ἢ τὸ, Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου; Εἶπε δὲ ταῦτα εἰδὼς, ὡς ἐλεήμων ἐπακούσεται. Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεός ἐστι πάθος ἐπὶ τοὺς παρ' ἀξίαν τεταπεινωμέ νους παρὰ τῶν συμπαθῶς τεθειμένων γινόμενον. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐξ ἐνδόξων γεγόναμεν ἄδοξοι, τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς ἐκπεσόντες, οἷοι ἀνθ' οἵων γεγόναμεν ὁρῶν ἡμᾶς ὁ Θεὸς, ἐλεεῖ. Ἐλέου γὰρ ἀνεκαλεῖτο φωνὴ τὸν Ἀδάμ· Ποῦ εἶ; δῆλον τὸ, Πόθεν ποῖ πέπτωκας; Φυλάσσων τὰ νήπια ὁ Κύριος. Νήπιά φησι τοὺς διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ ἀναγεννηθέντας, τοὺς κατὰ τὴν Ἰησοῦ ἐντολὴν νηπίους ὄντας, τῷ ἐπιστρέ φθαι καὶ γεγονέναι ὡς τὰ παιδία. Αὐτοὺς ὁ Κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς τοὺς πολεμίους, τῷ μήπω καιρὸν ἔχειν ἀγῶνος. Νήπια γάρ φησι τοὺς διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ Ἰησοῦ ἀναγεννηθέν τας. Καὶ κατὰ τὸν ἁπλοῦν γὰρ λόγον, αὐτὸς ἐν μή τρᾳ φυλάττει τὰ βρέφη· ἐν ᾧ τῷ μόρῳ σμικρῷ καὶ τοσαύτης ὑγρότητος πλήρης καὶ μήτε κινεῖσθαι μήτ' ἀναπνεῖν συγχωροῦντα κωλύων ἀποπνιγῆναι, καὶ κίνησιν διδοὺς καὶ τροφὴν, καὶ περιψυχόμενα κωλύων ἀποθανεῖν, ἐπειδὰν ἐκ τῆς ἐν μήτρᾳ θερμότητος εἰς ἀήθη τόπον προέλθοι. Ἢ καὶ οὕτως· Ἐπειδὴ ἐταπεινώθην ὡς νήπιον, καὶ ὡς παιδίον ἐδεξάμην τὴν βασι λείαν τῶν οὐρανῶν, ὁ φυλάσσων τὰ νήπια Κύριος ἔσωσέ με. Καὶ ἄλλως· Τοὺς κατὰ τὴν ἐντολὴν Ἰησοῦ νηπιάζοντας, τὸ στραφέντας καὶ ὡς παιδία γεγονέναι, αὐτὸς ὁ Κύριος φυλάσσει, τὸ μήπω καιρὸν ἔχειν ἀγῶνος, ἀπειράστους τηρῶν. Ἀλλ' ἐμὲ, ὡς ὑπεραναβεβη κότα τοὺς παῖδας, διὰ μεγάλων ταπεινώσας ἀγώνων, ἀκαταγώνιστον ὅμως ἐτήρησεν. Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Ἀνάπαυσιν αὐτοῦ τὰς ἄνω λέγει μονὰς, ἃς ἀπολήψεται τῶν ἀγώνων εἰς ἀντιμισθίαν. Ἀνάπαυσις δ' αὖ πάλιν τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποχή. Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Θα νάτου τῆς ἁμαρτίας φησίν· ὃν καὶ δεδοικὼς μήπως ἆρα εἰς αὐτὸν κατηνέχθη, οὐ διέλειπε δακρύων, τὴν ἐξ αὐτοῦ φυγὴν αἰτῶν, οὗ δὴ χάριν καὶ οἱ πόδες αὐ τοῦ, τουτέστι τὰ διαβήματα τῆς ψυχῆς, ἐν τῇ κατὰ Θεὸν ἔστησαν στάσει, παντὸς ὀλίσθου κρείττους γενόμενοι. Χώραν δὲ ζώντων τὴν ἐπουράνιόν φησι Ἱερουσαλὴμ, ἐν ᾗ οἱ κατὰ Θεὸν ἀγωνισάμενοι ὡς ἄρι στοι νικηφόροι ἀκούσονται τὸ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ. [PG27.473]
ΨΑΛΜΟΣ ΡΙΕʹ
Ἀλληλούϊα. Ἐπίστευσα, διὸ ἐλάλησα. Εἰρηκώς· Ἐπίστευσα, διὸ ἐλάλησα, ὡς εὐαρεστήσας τῷ Κυρίῳ, ἐν ταῖς ἄνω παραγενόμενος μοναῖς, φησίν· ὡς οὐκ ἂν τοῦτον προσέφερε τὸν λόγον, εἰ μὴ θαῤῥήσας ἦν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· αἱ δὲ ἦσαν ἐλέους γέμουσαι· Μα κάριοι οἱ κλαίοντες νῦν, ὅτι αὐτοὶ χαρήσονται. Εἰ δὲ πλήρεις ἦσαν οἱ ὀφθαλμοὶ δακρύων, δηλονότι τὴν ἀγαλλίασιν ἐν ἐκείναις ἀπολήψονται ταῖς μοναῖς. Τὴν δὲ λέξιν ταύτην προσφέρει Κορινθίοις ὁ Παῦλος, Ἔχοντες, εἰπὼν, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολο γεῖται εἰς σωτηρίαν· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Πνεῦμα πίστεως λέγων, ἤτοι τὴν ἕξιν τὴν ἀπ' αὐτῆς ἐγγινομένην, ἢ τὸ ἐπιχορηγούμε νον ἐκ Θεοῦ τῷ πίστιν ἔχοντι πνεῦμα. Συνᾴδει δὲ τῷ· Ἐπίστευσα, διὸ ἐλάλησα, τοιοῦτον καὶ τό· Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε. Πρῶτον πιστεύει τις, εἶτα συνιεῖ, καὶ μετὰ ταῦτα λαλεῖ. Ὅτε δὲ, φησὶ, πιστεύσας ἐλάλησα μεγάλα, τότε μηδὲν ἐμαυτὸν ἰδὼν ἐταπεινώθην σφόδρα. Τοιοῦτον τὸ τοῦ Ἰωάννου πε ρὶ τοῦ Ἰησοῦ· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ἠλαττοῦτο γὰρ, οὐκ ἀποβαλών τι οὗπερ εἶχε μεγέθους· ἀντιπαραθέσει δὲ τῆς καθ' ὑπεροχὴν Χριστοῦ διδασκαλίας καὶ πολιτείας. Οὕτω νῦν τὸ, ἐτα πεινώθην, οὐ κατὰ ὕψους ἀφαίρεσιν εἶπεν, ἀλλ' ἐκ τῆς μείζονος ἢ καθ' ἑαυτὸν θεωρίας. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρω πος ψεύστης. Γενόμενος, φησὶν, ὑπὲρ ἄνθρωπον, πάντα τὰ ἀνθρώπινα ἐξηυτέλισα. Ἡ γὰρ ἔκστασις τὴν ἀλλοίωσιν σημαίνει. Εἰρηκὼς, φησὶν, ὡς Εὐαρεστή σω Κυρίῳ, εἶτα εἰδὼς, ὡς πᾶς ἄνθρωπος ψεύστης· λογισμοὶ γὰρ ἀνθρώπων δόλιοι· τούτου χάριν ἐτα πείνουν ἑαυτὸν καὶ ἐσκληραγώγουν ταῖς κακοπα θείαις, μήπως τῆς τοιαύτης ἐκπέσω στάσεως. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἄλλη, φησὶν, οὐκ ἔσται ἡμῖν ἀμοιβὴ ὧν εἰ λήφαμεν παρὰ Θεοῦ, ἢ ὑπὲρ αὐτοῦ ὑπομεῖναι θάνα τον, καὶ ταύτῃ μιμεῖσθαι τὸν ἑαυτῶν ∆εσπότην. Οὗ τος δὲ δὴ ὁ θάνατος καὶ τῶν σφόδρα τιμίων ἔσται παρὰ Θεῷ. Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδί σκης σου. Θαῤῥῶν δοῦλον ἑαυτὸν εἶναί φησι κατὰ τὸν ἀπόστολον· παιδίσκης δὲ υἱὸν, τῆς προτέρας εἰσ αγωγῆς τῆς διὰ νόμου φησίν. ∆ιέῤῥηξας τοὺς δεσμούς μου. Καὶ τίνες οἱ δε σμοὶ ἢ οἱ τῆς ἁμαρτίας, κατὰ τὸ εἰρημένον· Σειραῖς γὰρ ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται; Σοὶ θύσω θυσίαν αἰνέσεως. Ὡς ἐν προκοπῇ γενόμενος τὰς μὲν δι' αἱμάτων παραιτεῖται, τὰς δὲ αἰνέσεως ἐπιτελεῖν ἐπαγγέλλεται. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω. Εὐχὰς τὰς ἐπαγγελίας φησί. Τί δὲ ἐπηγγείλατο, ἢ, τὸ ποτήριον τοῦ Κυρίου λαβὼν, ἐπικαλεῖσθαι αὐτοῦ τὸ ὄνομα; Ὃ [PG27.476] καὶ ποιήσω, φησὶν, ἐπειδὰν ἐν ταῖς θείαις αὐλαῖς γε νοίμην· τὴν Ἐκκλησίαν Χριστοῦ, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ. Ἀλληλούϊα.
ΨΑΛΜΟΣ ΡΙS ʹ
Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη ... ὅτι ἐκρα ταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς. Οὐκ ἂν, φησὶ, τῆς τοιαύτης μεταβολῆς ἐτύγχανε τὰ ἔθνη, εἰ μὴ ἐπι κρατέστερον τῶν ἡμετέρων ἁμαρτιῶν τὸ ἔλεος ἐγέ νετο τοῦ Θεοῦ. Καὶ ἡ ἀλήθεια Κυρίου μένει εἰς τὸν αἰῶνα· ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος, τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφ ωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις· καὶ πάλιν δέ· Λέγω Χριστὸν Ἰησοῦν διάκονον γενέ σθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βε βαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπειδὴ τοίνυν πε πλήρωκε τὰς ὑποσχέσεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο δέδωκε σωτηρίαν, καὶ ἀνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ὑμεῖς οἱ ἐξ Ἰουδαίων προσελη λυθότες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμ φωνον ὑμνῳδίαν κεράσαντες, τὸν εὐεργέτην ἀμεί ψασθε. Ἀλληλούϊα.
ΨΑΛΜΟΣ ΡΙΖʹ
Ὑπόθεσις. ∆ιδάσκεται ὁ νέος λαὸς ὁ συνεστηκὼς ἔκ τε Ἰουδαίων καὶ τῶν ἐθνῶν, ὡς ἕνα μόνον δεῖ ἐπικαλεῖσθαι βοη θὸν, αὐτὸν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, καὶ ἐξ αὐτοῦ ἐν καιρῷ διωγμοῦ τὴν ἐπικουρίαν ζη τεῖν πᾶσαν, τὴν ἐξ οὐρανοῦ παραπεμπομένην βοή θειαν· αὐτῷ τε ἀναφέρειν τῆς νίκης τὰ χαριστήρια· αἰτεῖν τε τὰς διὰ τῶν ἀρετῶν ὁδοὺς, καὶ πρὸς τού τοις ἅπασιν ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ ὀνομα ζομένῳ λίθῳ· ἀπηγορευμένῳ μὲν παρὰ τῶν οἰκο δόμων, γενομένῳ δὲ εἰς κεφαλὴν γωνίας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ. Πρώτους αὐτοὺς τῆς ἐξομολογήσεως ἄρχεσθαι παρακελεύεται, ἅτε πρώτους κεκλημένους διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. ∆ύο διδάσκει ὁ παρ ὼν στίχος, ὡς καὶ θλίψεως ἔχειν δεῖ τοὺς προσερχο μένους τῇ πίστει, κατὰ τὸ, Προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Καὶ θλιβόμενον μὴ ἕτερον ἐπικαλεῖσθαι βοηθὸν ἢ αὐ τὸν τὸν Κύριον, ὃς καὶ τὴν θλίψιν ἡμῶν εἰς εὐρυχω ρίαν ἄγει πολλήν. Τῶν μικρῶν γὰρ πόνων μεγάλας ἀποληψόμεθα τὰς ἀμοιβάς. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με ... Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὁ μὲν γὰρ τοῦ Θεοῦ λαὸς μόνον ἐκάλει τὸν Θεὸν, καὶ τὸ ὄνομα λέγων αὐτοῦ ἠμύνετο τοὺς φαινομένους καὶ ἀφανεῖς πολεμίους· οἱ δὲ τού [PG27.477] τοις ἐπιβουλεύοντες ἄνθρωποι μόναις θαῤῥοῦσιν ἀρ χαῖς τε καὶ δυναστείαις ἀνθρώπων. Τὸ δὲ, πάντα τὰ ἔθνη, ὑπερβολικόν· τὴν γὰρ Ἰουδαίαν πᾶσαν ἐκύ κλουν πάντα τὰ ἔθνη. Ἢ παρέοικε τῷ· Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· δηλαδὴ τοὺς ἐμπαθεῖς λογισμοὺς ὑπὸ δαιμόνων ἐπαγομένους, καὶ λόγους ἐπαφεῖεν σοφιστικούς. Ταῦτα γὰρ ἀνατρέψει τὰ ἔθνη. Ἔσθ' ὅτε καὶ ἀναιρεῖται τούτους ἐπικλήσει Θεοῦ, τὰς παθητικὰς ἐκκό πτων ὁρμὰς, καὶ λόγους ἀνατρέπων σοφιστικούς. Οἱ δὲ κηφῆνες, ταῖς μελίτταις παρεοικότες, ὡς καὶ λαν θάνειν τοὺς ἀγνοοῦντας, οὐ κέντρον ἔχουσιν, οὐκ ἐρ γάζονται μέλι· σῶμα δὲ μεῖζον ἔχοντες, τῶν μελιτ τῶν τὸ ἔργον ἐσθίουσιν· οὓς καὶ διαφθείρουσι μετ' ἀλλήλων αἱ μέλιτται συνιστάμεναι. Ἔστιν οὖν ἡ Ἐκκλησία μέλισσα· μελιττουργὸς δὲ ἡ τὴν τοῦ Θεοῦ προτιμῶσα σοφίαν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶ ται πρὸς ὑγείαν προσφέρονται, καίπερ ἀσθενοῦς οὔ σης· κατὰ τὸ, Μὴ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης ἔχειν τὸ κήρυγμα. Ὅμως ἔχει τὸ κέντρον ἐν ἀποδεί ξει πνεύματος καὶ δυνάμεως Θεοῦ, τὸν τῆς πίστεως ἔχουσα λόγον· ὡς καὶ ἀναιρεῖν τὰς αἱρέσεις, καθάπερ κηφῆνας, ἐλέγχῳ ταύτας διχοτομοῦσα τῆς ἀληθείας. Μία μὲν ἡ τιμήσασα τὴν σοφίαν τοῦ Θεοῦ μέλισσα· πολλαὶ δὲ τῆς τοῦ Θεοῦ σοφίας ἀπέστησαν· οὐ μέλισ σαι, ἀλλ' ὡς μέλισσαι κηφῆνες ὑπάρχουσαι· βουλό μενοι τῆς μιᾶς ἀναλῶσαι τὸ μέλι, καὶ ὡσεὶ πῦρ ἐν ἀκάνθαις ἐκκαίονται· τὸ γὰρ αἰσχρὸν ἐπιθυμιῶν οἱ ἀπὸ τῶν αἱρέσεων ἐκκαίουσι πῦρ· καθώς φησιν ὁ Παῦλος· Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰ σχρόν ἐστι καὶ λέγειν. Ἀκάνθας δὲ τὰς ἡδονὰς ἡρ μήνευσε τὸ Εὐαγγέλιον· ὧν τοὺς λόγους ὁ τὸν Θεὸν καλῶν ἀνατρέπει. Τὰ γὰρ ὅπλα αὐτοῦ οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ καθαιροῦντα πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὡς ἤδη ἀνῃρημένων τῶν νοητῶν ἐχθρῶν τῶν κατὰ καιροὺς διωξάντων τὸν τοῦ Θεοῦ λαὸν, εἰ κότως λοιπὸν τῆς ἀγαλλιάσεως αἱ φωναὶ ἀκούον ται, καὶ οὐχ ἑτέρωθί που ἢ ἐν ταῖς τῶν δικαίων σκηναῖς. ∆εξιὰ Κυρίου ἐποίησε δύναμιν. Αὕτη ἡ τῆς ἀγαλλιάσεως φωνὴ ἡ γενομένη παρὰ τὴν Ἐκκλησίαν, τὸ ὁμολογεῖν, ὅτι αὐτὴ μόνη ἡ τοῦ Κυρίου δύνα μις τοὺς ἀγωνιζομένους διέσωσε καὶ ὑψηλοτέρους ἀπέδειξεν. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης. Πύλας δι καιοσύνης τὰς κατ' ἀρετὴν νοήσεις προκοπὰς, ἃς καὶ ὁδεύουσιν οἱ τοὺς καιροὺς τῶν θλίψεων ὑπομεί ναντες. Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ σονται ἐν αὐτῇ. Οἱ διὰ τῶν ἀρετῶν περιπατοῦντες εἰς ἐκείνην ἀπαντήσουσι τὴν πύλην, τὴν εἰς αὐτὴν ἄγουσαν τὴν τοῦ Κυρίου θεωρίαν. Καὶ ποία αὐτὴ, ἢ τῆς καρδίας καθαρότης; Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψονται. [PG27.480] Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Σοὶ αὐτῷ τῷ γεγονότι δι' ἡμᾶς λίθῳ ἀπηγορευμένῳ ἀπεδοκίμασαν μὲν οἱ οἰκοδομοῦντες· μετὰ δὲ τὴν τῶν ἐθνῶν μεταβολὴν ἑτέρας γωνίας κεφαλὴ γέγονας· καὶ ποία αὕτη; Συνῆψε τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄν θρωπον. Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Καὶ τίς ἂν εἴη, ἢ ἡ ἀναστάσιμος τοῦ Κυρίου ἡμέρα; Ποία δὲ αὕτη ἡμέρα ἀλλ' ἢ ἡ σωτήριος τῶν ἐθνῶν ἁπάντων, καθ' ἣν ὁ ἀποβληθεὶς λίθος γέγονεν εἰς κεφαλὴν γω νίας; Σημαίνει δὲ ὁ λόγος τὴν ἀναστάσιμον τοῦ Σω τῆρος ἡμῶν, τήν γε ἐπώνυμον αὐτοῦ γενομένην, δη λαδὴ Κυριακήν. Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο καὶ ἡ ἐν Ἱεροσολύμοις δοξολογία ἐπὶ τίνα φέρεσθαι ἐδίδαξεν. Τὸ δὲ, Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, ταῦτα οἱ προφῆταί φασι πρὸς τοὺς πιστεύοντας τῷ Χριστῷ. Μακαρίους, φασὶν, ἀποκαλέσομεν ὑμᾶς, ὅτι δὴ οἶκος γεγόνατε πνευματικός· ἐνοικεῖ γὰρ ἐν ὑμῖν ὁ Κύριος. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι. Συστήσασθε ἑορτήν. Συνιέναι κελεύει τοὺς προσελθόντας τῇ πίστει, καὶ πληροῦν τὴν θείαν σκηνὴν, ὡς καὶ μέχρι τῶν κεράτων φθάνειν τοῦ θυσιαστηρίου διὰ τὸ πλῆθος. Πυκάζοντα δὲ τὰ χερουβίμ φησι, τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ, πυκάζουσι. Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι. Ταύτην ἀναφέρειν τῷ Σωτῆρι Χριστῷ διδάσκονται τὴν φωνήν. Ἀλληλούϊα.
ΡΙΗʹ
Ὑπόθεσις. Ἐν τούτῳ τῶν ἁγίων διαγράφει τὴν πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, τὰ σκάμματα, τὰς τῶν δαι μόνων ἐπαναστάσεις, τοὺς μυρίους ὑποβαλλομέ νους λογισμοὺς, τὰς παγίδας, τὰ θήρατρα· οὐ μὴν ἀλλὰ καὶ τὰ δι' ὧν περιγένωνται, τὸν νόμον, τὰ λό για, τὴν ὑπομονὴν, τὴν ἄνωθεν συμμαχίαν· ἔπειτα μετὰ τοὺς πόνους, βραβεῖα, τοὺς στεφάνους, τὰς ἀμοιβάς. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Ὁ μηδαμῆ μηδα μῶς ἁμαρτάνων, οὗτος ἂν εἴη ἄμωμος καὶ μὴν καὶ μακάριος. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ δεῖ ποτὲ μὲν κατορθοῦν τὸν νόμον, ποτὲ δὲ παραβάτην γενέσθαι. Τί γὰρ κέρδος τοῦ ἐξερευνῆσαι τὰ μαρτύ ρια αὐτοῦ ἁπλῶς, καὶ ἐξ ὅλης δὲ καρδίας τὸν Θεὸν μὴ ἐκζητεῖν; Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Οὐκοῦν τὸν θεῖον νόμον οὐκ οἶδεν ὁ ἁμαρτάνων· τὸ γὰρ γινώσκειν ἐστὶ τὸ ἐργάζεσθαι αὐτόν. [PG27.481] Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφό δρα. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Γνοὺς, ὡς τῆς ἄνωθεν ἐπικουρίας χωρὶς οὐ δυνατόν τινα φύλακα γενέσθαι τοῦ νόμου, εὐχῇ τοῦτο ἑαυτῷ κατορθοῖ· τὸ, ὄφελον, ἀντὶ τοῦ, γένοιτο, κεῖται. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως τίθησιν. Ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολόγησις. Μή με ἐγκαταλείπῃς ἕως σφόδρα. Πάλιν τὴν ἄνωθεν συμμαχίαν ἐπικαλεῖται. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Πολλῶν, φησὶν, ἐστὶν ἡ νεότης σκανδάλων μεστή. Πῶς οὖν τις ταῦτα ὑπερέβη, ἢ διὰ τοῦ ἔχειν τὴν μνήμην τοὺς τοῦ Θεοῦ λόγους διαπαντός; ἡ γὰρ ἔννοια τοῦ θείου νόμου καὶ καθαρτικὴ καὶ φυλακτικὴ πάντως ἐστίν. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε. Εἰ ἡ μνήμη τοῦ Θεοῦ, φησὶ, τοὺς Σατανικοὺς ἐκδῦναι παρα σκευάζει βρόχους, ἐγὼ δὲ ἐμαυτοῦ ὅλην τὴν διάνοιαν ἀνέθηκά σοι τῷ Θεῷ· ἄξιός εἰμι τῶν σῶν ἔξω μὴ μέ νειν ἐντολῶν. Ἅ φησι, μὴ ἀπογνόημά τις ᾖ πρὸς ὅπερ ἐροῦμεν, ἐπιθυμίᾳ τῇ περὶ τὸν νόμον χρώμενοι, δέδωκε τὴν ἀσυνεσίαν· ἢ πολλοῖς τὴν σπουδὴν εἰς τοὐναντίον περιίστησι, καὶ ἐν οἷς δοκοῦσι κατορθοῦν ἐσφάλησαν, κατὰ τὸ λεγόμενον παρὰ Σολομῶνι· Ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι· τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Οὐκ οῦν ὅστις ἐξ ἡμισείας καρδίας τὸν Θεὸν ἐπιζητεῖ, νῦν μὲν αὐτῷ, νῦν δὲ τῷ κόσμῳ σχολάζειν βουλό μενος, τοῦτον ἀποβάλλει τῶν οἰκείων ἐντολῶν, ὡς στρατιώτην ἀδόκιμον. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου. Εἰ μὴ γὰρ καθάπερ ἐν θησαυροῖς τις τῇ καρδίᾳ ἐναπο κλείσῃ τὰς τοῦ Θεοῦ ἐντολὰς, ἔρχεται ὁ κακοῦργος καὶ ἁρπάζει αὐτάς. Ἁμαρτάνει τῷ Θεῷ ὁ ἀξιωθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ τῶν πολλῶν ἀξίων, καὶ μὴ κρύπτων αὐτὰ ἀφ' ὧν δεῖ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τὰ ἀληθῆ, ἐπὰν ὅλως ἂ μὴ δεῖ ἀπαγγείλῃ τις· Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπρο σθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Αἰσθόμενος τῆς ἑαυτοῦ προκοπῆς τῆς ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, εὐλογεῖ αὐτὸν, εὐχαριστῶν ἤδη ἐφ' οἷς ἠξιώθη· καὶ παρ' αὐτοῦ ζη τεῖ μαθεῖν τίνα νοῦν ἔχει τὰ δικαιώματα αὐτοῦ. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρί ματα τοῦ στόματός σου. Ἃ μὲν ἐχρῆν κρύπτειν ἔκρυπτον, φησὶν, ἃ δὲ ἐξαγγέλλειν ἐξήγγελλον· ὅτι τῷ σῷ κριτηρίῳ τοὺς πάντας παραστῆναι δεῖ· ἵνα κομισώμεθα πρὸς ἃ ἐπράξαμεν. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Τίς ὁ κατὰ Θεὸν πλοῦτος παι δεύεται· διό φησιν· Οὐδέν με εἷλεν ἐν τῷ παρόντι [PG27.484] βίῳ, οὐ χρυσὸς, οὐκ ἀξίωμα, οὐ δυναστεία· ἀντὶ δὲ πάντων ἐμοὶ τὰ μαρτύριά σου, εὐφροσύνη καὶ πλοῦτος. Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπι λήσομαι τῶν λόγων σου. Οὐ μέχρι λέξεως ἡ με λέτη· ἀλλὰ τὸν νενοηκότα ποιεῖ αὐτά. Οὐ γὰρ ἀκροαταὶ δικαιωμάτων Θεοῦ δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ αὐτῶν. Οὕτω γὰρ οὐδέποτέ τις αὐτῶν ἐπιλήσεται. Ἀνταπόδος τῷ δούλῳ σου, ζῆσόν με. Καὶ τί βούλεται ἀντιδοθῆναι αὐτῷ ἀνθ' ὧν εἰσενέγκατο, εἰς τὸ φωτισθῆναι αὐτοῦ τὴν διάνοιαν, εἰς τὸ γνῶναι τὰ θαυμαστὰ ἔργα τοῦ Θεοῦ; Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐκ οἰκείαν, φησὶ, τὴν ἐν τῷ βίῳ πεποίημαι ματαιότητα· διὸ αἰτῶ γνῶσιν τῶν θείων δέξασθαι ἐντολῶν· αἱ μὲν γὰρ γνωσταί εἰσιν· αἱ δὲ ἄγνωστοι· γνωσταὶ μὲν ὡς τὸ, Οὐ φονεύσεις, καὶ τὰ ἕτερα· ἄγνωστοι δὲ τὸ, τίνος χάριν ἐν τῇ ὀγδόῃ ἡμέρᾳ τὰ βρέφη περιτέμνεται· ἢ, τίνος χάριν ὑπὲρ ἀρτιγεννήτων ἀναφέρονται θυσίαι. Ἐπετίμησας ὑπερηφάνοις. Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται, Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ. Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν. Οἱ ἀσεβεῖς ἐν καιρῷ διωγμοῦ ὀνειδίζοντες ἐξουδενήσουσί με. Αἰτοῦμαι οὖν ἵνα μάταια γένωνται κατ' ἐμοῦ ὀνείδη. Καὶ εἴ ποτε, φησὶ, πεφρόνηκα κατὰ τῆς σαρκὸς, ἀλλ' ἐπιστρέψας αἰτῶ τοῖς θείοις ζωοποιηθῆ ναι λόγοις· εἰ οὕτως εἰς ἐσχάτην ἧκον ἀπορίαν, φη σὶν, ἐλαυνόμενος, ἐκ τῶν παρανομούντων ἀξιῶ σω θῆναι κατὰ τὴν ἐπαγγελίαν σου. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατ ελάλουν. ∆ιὰ τοῦτο, φησὶν, ᾔτησα περιαιρεῖσθαι τὸ ὄνειδος, ἐπεὶ ἔργον εἶχον τὸ λαλεῖν κατ' ἐμοῦ. Πλὴν καὶ τῶν ἀρχόντων τῆς ἀδικίας ταῦτα ποιούν των, ὁ τοῦ Θεοῦ δοῦλος οὐκ ἀφίσταται τῶν δικαιωμά των αὐτοῦ· τοὺς τοῦ Θεοῦ λόγους, ἅπερ ἔφη δι καιώματα, συμβούλους ἔχων πρὸς τοῦτο. Οὐδ' ἕνα δὲ πονηρὸν ὁ τοιοῦτος ἐπιδέχεται σύμβουλον. Ἀλλὰ καὶ οἱ ἄρχοντες τούτου τοῦ αἰῶνος, καθάπερ ἐπὶ Χριστοῦ συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ὧν ἐστιν ἡ σοφία τοῦ αἰῶνος τούτου. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Εἰς ἐσχά την ἧκον ἀπορίαν, φησὶν, ἐλαυνόμενος ὑπὸ τῶν πα ρανομούντων, καὶ ἀξιῶ σωθῆναι κατὰ τὴν ἐπαγγε λίαν σου τὴν λέγουσαν· Καὶ χείμαῤῥοι οὐ συγκλεί σουσί σε. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου ... Ὁδὸν δικαιωμάτων σου συνέτισόν με. Σύνεσιν γὰρ τῶν ἐν αὐτοῖς μυστηρίων λαβὼν, ὡς καὶ ταύτην ὁδεῦσαι, δυνήσομαι περὶ τῶν ἐν αὐτοῖς θαυ μασίων ὁμιλεῖν τε καὶ λόγον ποιεῖσθαι. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας. ∆ιδά σκει, ὡς τὸ πνεῦμα τῆς ἀκηδίας οὐκ ἔστιν ἄλλως ἐκβάλλειν ἢ ἐκ τῆς μελέτης τῶν θείων λογίων. Νή [PG27.485] φειν οὖν καὶ γρηγορεῖν χρὴ διὰ τὸν εἰπόντα· Γρηγορεῖτε καὶ προσεύχεσθε. Ὁδὸν ἀδικίας· ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισά μην. Τὸ μὲν αἰτεῖ παρὰ Θεοῦ, τὸ δὲ ἑαυτῷ εἰσφέρειν ὁμολογεῖ. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα. Ματαιότης ἐστὶν ἡ περὶ τὰς θέας μανία, ἡ περὶ τῶν μὴ δεόντων θεωρία, καὶ ἡ κατὰ διάνοιαν δὲ ἄτοπος φαντασία, ἣν καὶ σαφηνίζει ὁ Παῦλος λέγων· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ. Ὅρα ματαιότητα νοὸς λεγομέ νην, ὅτ' ἂν σχῇ τις νοῦν, καὶ τούτου μὴ χρήσηται πρὸς τὴν τῶν ἀληθῶν θεωρίαν, ἀλλὰ παρέχει αὐτὸν τῷ δεσμεύοντι Σατανᾷ. Τοῦτο τοίνυν εὐχόμενός φησιν· Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητας. Καὶ τοῦτο γὰρ χάρις Θεοῦ. Τοῦ αὐτοῦ. Τὰ ἐν σώματι ὡραῖα καὶ σαρκὸς ὀφθαλμοῖς φαινόμενα καλὰ, ματαιότητα ἀποκαλεῖ. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Ἐπειδὴ παιδαγωγοῦ δίκην ἀναγκαῖος ὁ φόβος τοῦ Θεοῦ ἐν πάσαις ἐντολαῖς· τούτου χάριν ἐφιστάναι αὐτῷ αὐτὸν εὔχεται τὸν Θεόν. Τὸ δὲ, Περίελε τὸν ὀνειδισμόν μου, μετὰ τὸ ἐπιστῆσαι ὥσπερ τινὰ φύλακα τῶν θείων νόμων. Καὶ περὶ ὧν ἤδη πρότερον συνέγνω ἑαυτὸν ὀνειδῶν ἐξομολο γεῖται. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου. Ἐπεὶ δοῦλός σου τυγχάνων φοβοῦμαί σε, βούλομαι δὲ λο γικῶς καὶ κατὰ τὸν λόγον φόβον ἔχειν, στῆσον τὸ λόγιόν σου εἰς τὸν φόβον σου, τὸν ὄντα σὸν, οὐκ ἀφ' οὗ φοβῇ σὺ, ἀλλ' ἀφ' οὗ ἐγὼ φοβοῦμαί σε. Ἵνα μὴ δὲ ἄνευ λόγου φόβον, μηδὲ ἄνευ φόβου λόγον ἔχωμεν· ἵστησι δὲ ὁ Θεὸς τὸ λόγιον αὐτοῦ εἰς τὸν φόβον αὐ τοῦ, βεβαιῶν δι' ἀποδείξεως αὐτὸ τοῖς εὐλαβέσιν. Ὥσπερ γάρ τινές εἰσιν ἔχοντες ζῆλον, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, οὕτως εἰσί τινες ἔχοντες φόβον Θεοῦ, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα. Ποιήσας ὁ προφήτης ὡς ἄνθρω πος ἁμαρτίαν, παρακαλεῖ, ἐπεὶ ὁρᾷ τὸν ὀνειδισμὸν παρακολουθοῦντα ἐν τῷ θείῳ δικαστηρίῳ μετὰ τὴν ἀνάστασιν, καὶ λέγει τὸν προκείμενον στίχον. Οὐκ ἂν δὲ λέγοις τοῦτο λέγων· Περίελε τὸν ὀνειδισμόν σου. Ὅταν γὰρ ὀνειδίζομαι διὰ τὸν Χριστὸν, ἐκεῖνος ὁ ὀνειδισμὸς οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ Χριστοῦ· ὅταν δὲ ὀνειδίζομαι διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ μὴ μετα νοῶ, οὐκ ὀφείλω λέγειν· Περίελε τὸν ὀνειδισμόν μου ἀπ' ἐμοῦ, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιο σύνῃ σου ζῆσόν με. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ' ἀρετὴν, οὐ μόνον φυλάξας τὰς ἐντο λὰς, ἀλλὰ καὶ ἐρωτικῶς περὶ αὐτὰς διακείμενος, καὶ οὐκ ἄλλων χάριν, ἀλλ' αὐτὰς καὶ δι' αὐτὰς ἐκτελῶν. Καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι. [PG27.488] Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε. Εἰ τοῦ σοῦ ἐλέους τύχω, φησὶ, τοῦτο δὲ τὸ ἔλεος διὰ τοῦ σωτηρίου σου γενήσεταί μοι, παῤῥησίαν ἕξω πρὸς τοὺς ὀνειδίζοντας καὶ ἐπανισταμένους μοι. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιος ὀνειδίζεσθαι τὸν τὰ τοιαῦτα δόγματα ἔχοντα, ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι οἱ μωροί. Ἐγὼ δὲ συνέσεως ἀποδείξω καὶ σοφίας πεπληρω μένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λό γους σου ἐπήλπισα. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα· ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Μέχρι τῆς ἐσχάτης πνοῆς, φησίν. Ἐὰν ἀναξίως ὧν καλῶς λέγομεν βιώσωμεν, περιελεῖ τὸν λόγον τῆς ἀληθείας ἐκ τοῦ στόματος ἡμῶν ὁ Θεός. Καὶ φυλάξω τὸν νόμον σου διὰ παντός. Φύ λαξ, φησὶν, ἔσομαι τοῦ νόμου σου, οὐ ποτὲ μὲν κατ ορθῶν, ποτὲ δὲ οὔ· ἀλλὰ καὶ ἐν τῇ παρούσῃ ζωῇ, φησὶ, καὶ ἐν τῇ μελλούσῃ τοῦτον κατορθώσω. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων. Τοιοῦτος γέγονεν ὁ Παῦλος, τοιοῦτος ὁ Πέτρος, τοιοῦτος τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων. Ἁρμόσει τοῦτο τῷ μάρτυρι τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ Χριστόν· ἁρμό σει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς ψυχὰς ἁγίων. Αἰσχύνης γὰρ ἄξιος ὁ μὴ πρὸς τὸ εὐαγγελίζεσθαι δυνάμει πολλῇ ῥῆμα λαβὼν ἐκ Θεοῦ· ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγά πησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνεργείας εἶναί φησιν. Ἡ γὰρ πρᾶξις τέλος μελέτης ἐστὶν ἐντολῶν· μετὰ γὰρ ἀνάληψιν τοῦ τῶν ἐντολῶν Λόγου καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς τῶν ἐν τολῶν πράξεις· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ καὶ διαθέσεως· καὶ μετὰ ταῦτα συνεχῶς περὶ αὐτῶν ἀδολεσχεῖν τε καὶ διαλέγεσθαι. Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου. Καὶ ποῖος ὁ λόγος οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἣ τὸ εἶναι μετ' αὐτῶν, καθ' ἣν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγί νετο; Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου. Οἱ ἑβδομήκοντα· ἀναζωώσεις με. Αὕτη τις ἡ ἐλπὶς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου, παρεκάλεσέ με, καὶ παρεμυθήσατό με, εἰς τό· εἴ ποτε περιστάσεις ἢ κίνδυνος, ἢ θανάτου δοκιμὴ, νόσος χαλεπὴ, ἢ ἀπώλεια τῶν ὑπαρχόντων, ἢ διωγμοῦ, ἢ εἴ τι δή ποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου ἦν. Ὅτι τὸ λόγιόν σου ἔζησέ με. Οὐδὲν ἄλλο ποιεῖ ζῇν λογικὴν ψυχὴν τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ' ὃ γὰρ αὔξει τὸ λόγιον τοῦ Θεοῦ, καὶ νοούμενον καὶ παρα λαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ τοῦτο αὔξεται καὶ τὰ τῆς ζωῆς. Ταῦτα δέ ἐστι τὸ [PG27.489] σὺν ἀρετῇ ζῇν ἐνταῦθα μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Ἐν αὐτῷ γὰρ ἐπο λιτευόμην τηρῶν τὸ ἡγεμονικόν μου, ἵνα μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ μου ἀνόμιμον. Ἐκείνων γὰρ λίαν παρανομούντων, οὐδὲ κατὰ μικρὸν ἐγὼ τὸν νόμον σου παρέβαινον. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Μεμνημένος γὰρ τῶν ἀπ' αἰῶνος καὶ ἕως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ, παρακαλεῖται καὶ ἄλυπος ὁ δίκαιος μένει λέγων· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὧν ἐποίησας πά λαι τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, μνημονεύσας κριμά των, παρεκλήθην· εἰδὼς, ὡς οὐδὲ αὐτὸς ἐν τοῖς διω γμοῖς ἐγκαταληφθήσομαι, καὶ ὡς πάντα κατὰ Θεοῦ κρίσιν τοῖς ἀνθρώποις συμβαίνει. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκα ταλιμπανόντων τὸν νόμον σου. Ἐπὶ τῶν ἁμαρτω λῶν, οἱ μὲν ἀνόμως ἁμαρτάνουσι, τῷ μηδὲ τὴν ἀρ χὴν πειρασθῆναι νόμων· οἱ δὲ ἐν νόμῳ, τῷ παρα βαίνειν αὐτόν. Καὶ μετ' ὀλίγα· Εἴ τι γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ἐὰν δοξά ζηται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ ἐπὶ τοῖς ἀδελφοῖς οὖν ἡμῶν τοῖς ἁμαρτάνουσι, λυπεῖσθαι καθήκει, ὅτι τοιοῦτοί εἰσι, καὶ οὕτω διακεῖσθαι κατὰ τὸν ἅγιον τοῦτον. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Τόπον παροικίας τὸν παρόντα βίον φησί· κατὰ τό· Εἰδότες, ὅτι ξένοι καὶ παρεπί δημοι ἦσαν ἐπὶ τῆς γῆς. Ἐν ᾧ εὐρύθμως εὐφραι νόμην λέγων τὰ δικαιώματά σου· τοῦτο μὲν θεωρῶν, τοῦτο δὲ πράττων αὐτά. ∆ιελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσαν τὴν γνώμην εἰς τὰς σὰς, φησὶν, ἀνέθηκα ἐν τολὰς, τούτου χάριν τῶν μαρτυρίων ἐπορεύθην τὴν ὁδόν. Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. Εἰδὼς τὸ εἰ ρημένον· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· καὶ τοῦτο μελετῶν διαπαντὸς ἐν ταῖς ἐφόδοις οὐκ ἐταραττόμην, ἅτε μεμελετηκὼς αὐτὰς φέρειν γενναίως. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι. Καὶ τίνα ἦν τὰ σχοινία, ἢ οἱ πονηροὶ λογισμοὶ, δι' ὧν τῆς κατὰ Θεὸν στάσεως ἐπεχείρουν καταβαλεῖν; Μεσονύκτιον ἐγεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι. Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ' αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνηυφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε, καὶ τὸν πόδα κἀκεῖ προσδεδεμένος, μετὰ αἰκίας καὶ μάστιγος τῇ προσευχῇ τὴν ὑμνῳδίαν [PG27.492] ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρ πόν. Τῆς θείας γὰρ φιλοτιμίας ἀπέλαυσεν. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε. Ὁ μὲν τέλειος Χριστοῦ ἂν εἴη μέτοχος, κατὰ τὸ εἰρημένον· Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ὁ δὲ παρὼν, ὡς εἰσαγόμενος, τῶν φοβουμένων τὸν Κύριον μέτοχον ἑαυτὸν εἶναι λέγει· οὐχ ἁπλῶς δὲ τῶν φοβουμένων, ἀλλὰ τῶν διὰ τὸ φοβεῖσθαι φυλασ σόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. ∆εῖγμα δὲ τοῦ θείου φόβου ἡ τῶν ἐντολῶν φυλακή. Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ. Τὰ δι καιώματά σου δίδαξόν με. Προφητικῶς τὰ ἐσόμενά φησιν, ὡς ἔσται πᾶσα ἡ γῆ πλήρης τῶν φοβουμένων τὸν Κύριον. Καὶ οὐκ ἐξ ἑτέρας φησὶ τοῦτο χρείας γε νήσεται ἢ ἐκ τοῦ σοῦ ἐλέους· καὶ αὐτὸς γὰρ τοῦτο ἐλεητικῶς ποιεῖς, ἐπιδιδοὺς ἑαυτὸν τῶν ἀνθρώπων εἶναι διδάσκαλον. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε. ∆ιδάσκεται ὁ τὰ θεῖα λόγια πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τὰς τοῦ, Θεοῦ εὐεργεσίας. Οὐ γὰρ ἄλλως ἀπήλλακτο μὲν τῆς ἁμαρτίας, κατηρίθμητο δὲ ἐν δούλοις Κυρίου, εἰ μὴ θεία τις χάρις τούτων αὐτῷ αἰτία γέγονεν. Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα. ∆ιὰ τὰς προτέρας μου, φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς, ἐταπεινώθην, κρίσει δικαίᾳ τοῦ Θεοῦ τοῦτο παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας ὡς ἂν γνῶ, ὅτι ἡ ταπείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παιδείαν ἐγένετο. Χρηστὸς εἶ σὺ, Κύριε. Ὁ δίκαιος ἐπὶ πᾶσι, κἂν ᾖ πικρὰ τὰ συμβαίνοντα, λέγει τῷ Θεῷ· Χρηστὸς εἶ σύ. Τοιοῦτον καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ. Καὶ ἐν τῇ χρηστότητί σου δίδα ξόν με τὰ δικαιώματά σου. Καὶ δεῖται τὸ χρηστῷ Θεοῦ διδαχθῆναι· ὅτι χρηστὰ τὰ δικαιώματα τοῦ Θεοῦ πρὸς τὴν ἀξίαν ἑκάστου γινόμενα· ἐφ' οἷς λέγειν ἄξιον· Ἐδικαιώθη τὰ κρίματά σου, ὁ Θεός. Ἐπληρώθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων. Ἐπὶ τοσοῦτον, φησὶν, ἤλασαν ὑπερηφανίας, ὡς γενέσθαι τὴν καρδίαν ἐν αὐτοῖς. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν. Τοῖς πονηροῖς καὶ μοχθηροῖς πειρασμοῖς παραδοθήσῃ βίῳ καὶ πολιτείᾳ ταπεινοῦσι, καὶ δι δάσκουσιν ὑποπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, καὶ μὴ ὁδεύειν τὴν πλατεῖαν καὶ εὐρύχωρον τὴν τῶν ὑπερηφάνων, ἀλλὰ τὴν στενὴν καὶ τεθλιμμένην· λεπτὴ μὲν γὰρ ἡ τῶν ἁγίων, πίων δὲ ἡ τῶν ὑπερ ηφάνων καρδία. Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμάτων, ζητῶν ἅπερ οὐκ ἔστιν ἄλλως μα θεῖν. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὅσης ἠξίωται ἄνθρωπος διδάσκεται εἰσαγόμενος. Αἱ χεῖρές σου ἐποίησάν με. Ἕτερον ἀξίωμα τὸ [PG27.493] δεκτικὸν αὐτὸν εἶναι καὶ χωρητικὸν τῆς αὐτοῦ δια νοίας. Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. Τῇ ἐπὶ τῆς ποιήσεως εὐχαριστίᾳ λίαν ἀκολούθως ἡ τῆς νοητικῆς δυνάμεως τῆς συνιέναι ποιούσης τὰς ἐντολάς. Οἱ φοβούμενοί σε, ὄψονταί σε, καὶ εὐφρανθήσον ται. ∆ιδάσκει, ὡς οὐκ αὐτὸς μόνος καθέξει τὸ χά ρισμα, φθάσει δὲ καὶ εἰς πάντας τοὺς φοβουμένους τὸν Κύριον. Τοῖς γὰρ εὐσεβέσι μόνοις ἐστὶν ἡδὺς, αἰσθητῶς δὲ ὁραθεὶς καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὰ νοήματα τῆς σοφίας ἣν ἔχει· τοῖς δὲ ἄλλοις βαρύς ἐστι καὶ βλεπόμενος. Ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ, διὰ τοῦτο δέ φησιν· Εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου. ∆ιδασκόμεθα, ὡς πάντα ἡμῖν ὁ Θεὸς δικαίως ἐπιφέ ρει· ὥστε ἀναγκαῖον μὴ ὀλιγωρεῖν ἡμᾶς ἐν ταῖς παιδείαις, προσπίπτειν δὲ μᾶλλον, καὶ ἐκ τῆς τοῦ νόμου φυλακῆς τὸν ἔλεον ἐξαιτεῖν. Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με. Ἔλεος τοῦ Πατρὸς ὁ Υἱὸς, ὃς καὶ παρεκάλεσεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ τοῦ Σατανᾶ. Ἢ καὶ οὕτως· ∆έομαι κατὰ τὸν σὸν Λόγον ἐμοὶ τῷ δούλῳ σου ἐπὶ παρακλήσει καὶ παραμυθίᾳ τὸ ἔλεός σου γενέσθαι. Πολλοὶ γὰρ παρακλήσεως τυχόντες ἀπατῶνται, ὡς ἐξ ἰδίας φρονήσεως τοῦτ' ἐσχηκέναι. Ὅπως μὴ ὡσαύτως τούτοις πλανηθῶ, ἐμοὶ τῷ δούλῳ σου τὸ ἔλεός σου, κατὰ τὸ λόγιόν σου, γενέσθω. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι. Ὥσπερ ὑπέσχου, φησὶ, τὴν παράκλησιν οὕτως ποίησον, τοὺς σοὺς οἰκτείρων οἰκέτας. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνό μησαν εἰς ἐμέ. Εἰ τύχοιμι, φησὶ, τῆς παρὰ σοῦ βοηθείας, τότε οἱ πονηροὶ δηλαδὴ δαίμονες καὶ ἄνθρωποι τῆς ἀληθείας ἐχθροὶ αἰσχυνθήσονται. Ἐγὼ δὲ, ἐκείνων αἰσχυνομένων, οὐκ ἐπαρθήσομαι· ἀλλ' ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω. Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε. Τῆς παρὰ τῶν σῶν οἰκετῶν διδασκαλίας τύχοιμι. Ἔστα. δὲ τοιαύτη, οἷα καὶ ἐπιστρέφειν εἰδυῖα ψυχὰς, διὰ τὸ πλουτεῖν τὸν φόβον τὸν σόν. Γενηθήτω ἡ καρδία μου ἄμωμος. Οὐκ ἂν μετὰ τοσαῦτα ἔχων καρδίαν ἄμωμον ἔλεγε· Γενηθήτω ἡ καρδία μου ἄμωμος. Τούτῳ παραπλήσιον· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τότε γὰρ μόνον οὐκ αἰσχυνθήσομαι, ὅταν ἀμώμως τὰς τοῦ Θεοῦ φυ λάξω ἐντολάς. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. ∆ιδάσκει ἡμᾶς ὁ Προφήτης ἐπιθυμεῖν τοῦ λόγου, καὶ ἐρωτικῶς ἔχειν πρὸς τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ τί ἂν εἴη ἕτερον τὸ σωτήριον ἢ ἡ παρουσία τοῦ Κυρίου; Εἰς τὸν λόγον σου ἐπήλπισα. Νόει ἀντὶ τοῦ, τὴν ἐπαγγελίαν. Λέγεται δὲ λόγιον καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων, [PG27.496] καὶ τὴν λύσιν τῶν ἐπικειμένων κακῶν προσδεχόμε νος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου. Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, φησίν. Αὐτὸν γὰρ ἔχομεν παράκλητον πρὸς τὸν Πατέρα, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγοντες, πότε παρα καλέσεις με; Ὅταν γὰρ ἐπιδημήσει μοι λόγος, τότε παρακαλοῦμαι. Ὅτι ἐγενήθην ὡσεὶ ἀσκὸς ἐν πάχνῃ. Νεκροὶ μὲν μᾶλλον οἱ ζῶντες ὑπὸ τῶν κακώσεων γίνονται οἱ δίκαιοι, ὡς ἀσκοῖς ἐοικέναι μᾶλλον ἢ ἀνθρώποις ἀπο ψυχόμενοι καθάπερ πάχνη περιπηγνυμένη, τὸ θερμὸν καὶ πρακτικὸν προαιρούμενοι. Τοῦ αὐτοῦ. Ἀσκὸς ἐν πάχνῃ γίνεται ὁ τὴν ἑαυτοῦ σάρκα κατατήξας, καὶ μηδὲν ἐν αὐτῷ πυρῶδες καὶ ἐπιθυμητικὸν ἐῶν, ἀλλ' ἀποψύξας ὥσπερ αὐτήν. Πόσαι εἰσιν αἱ ἡμέραι τοῦ δούλου σου; Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἐν αἷς εὔχεται εὐθέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἂν ὑποτάσσοιτο τὴν ψυχὴν τοῦ θείου Λόγου γεγονότος ἐν αὐτῇ. ∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας. Ἣ τοὺς γραώδεις μύθους τῶν Ἰουδαίων φησὶ τὰς διδα σκαλίας, ἢ καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατε δίωξάν με· βοήθησόν μοι. Εἰδὼς, ὡς ἐν τῷ θείῳ δικαστηρίῳ ἀπολήψεται ὑπὲρ ὧν πέπονθεν ἀδικιῶν, ἐπισπεύδει ἰδεῖν καιρὸν ἐκεῖνον. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ. Μικροῦ δεῖν ἐκ τοῦ διωγμοῦ αὐτῶν. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Στόμα Θεοῦ οἱ δια κονήσαντες προφῆται τοῖς μαρτυρίοις, καὶ ἐντολαῖς, τοῖς δικαιώμασιν αὐτοῦ. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἐν προκοπῇ γινόμενος, καὶ ὑψηλοτέρων ἅπτεται δογμάτων, τοῦ τε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύων, καὶ μονονουχὶ τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παν τὸς, σαφῶς τε δούλην αὐτοῦ τὴν σύμπασαν κτίσιν ἀποκαλεῖ. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. ∆ύο εἰσὶ γενεαὶ, αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ὅ τε τῶν Ἰουδαίων λαὸς ἔχων τὸν νόμον καὶ τοὺς προ φήτας, καὶ ἡ Ἐκκλησία Οὐκ εἰς γενεὰς οὖν ἡ ἀλήθεια τοῦ Θεοῦ, ἀλλ' εἰς γενεὰν τὴν προτέραν καὶ εἰς γενεὰν τὴν δευτέραν. Τὰ δὲ ἄλλα ἔθνη πεπλάνηνται. Ὅτε δὲ καὶ ἡ προτέρα γενεὰ ἐξέβαλε τὴν ἀλήθειαν, καὶ εἶπεν· Αἶρε, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, μεταβέβηκεν ἡ ἀλήθεια ἀπ' ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται. [PG27.497] Ἐπὶ τούτω γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι. Ὅθεν καὶ διαμένει ἡ γῆ, ἀῤῥαγῆ καὶ ἀσφαλῆ κρη πίδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ γῆν φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτήν. Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμ παντα δοῦλά σοι. Οὐκ ἀλλαττομένη, οὐδὲ τέλος λαμβάνουσα, ὡς ὁ κατὰ τὴν Παλαιὰν Γραφὴν φω τισμός. Ἐπεὶ καὶ μέχρι καιροῦ διορθώσεως τέθειτο. Ταῦτα δὲ πάντα ὑπὸ Θεοῦ ὑπῆρκται. Ἐπείπερ κτίστου καὶ προνοητοῦ ὄντος, δοῦλα τὰ σύμπαντά ἐστιν αὐτοῦ. Εἰ μὴ ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἰσβαλόντων, φησὶ, τῶν πονηρῶν λογισμῶν, καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμούντων ἐμοὶ, εἶχον ἂν ἀπολέσθαι, εἰ μὴ ὁ σὸς νόμος εἰς στήριγμα ἐγένετο. Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Τοῖς σοῖς νόμοις ὄψομαι, φησίν· ἕξω γὰρ ἐν αὐτοῖς τὴν ζωὴν, καθὰ δή μοι καὶ εἴρηκας, ὅτι ὁ ποιήσας αὐτὰ ἄν θρωπος ζήσεται ἐν αὐτοῖς. Ζῶν οὖν μόνος ὁ δί καιος, κἂν τεθνηκέναι δοκῇ· νεκροὶ δὲ οἱ ἄδικοι, κἂν ζῇν φαίνωνται. Ἐκεῖνοι μὲν γὰρ τὴν τῆς ζωῆς σύ στασιν ἐν ἑαυτοῖς ἔχουσι, τὴν δικαιοσύνην· οἱ δὲ ταύ την οὐκ ἔχοντες τοῖς οὐ παρ' ἑαυτῶν, ἀλλ' ἔξωθεν κινουμένοις ἀψύχοις ἐοίκασιν. Σός εἰμι ἐγὼ, σῶσόν με. Προσυπακούεται τῷ, σός εἰμι δοῦλος, σός εἰμι κατὰ χάριν υἱὸς, εἰμὶ σὸς θεράπων. Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Ἀντὶ τοῦ, ἐμελέτησα, καὶ διὰ τῆς σῆς μελέτης ἄπρακτον αὐτῶν ἀπέφηνα τὴν ἐπιβουλήν. Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐν τολή σου σφόδρα. Συντέλειαν τὴν ἐπιβουλήν φησι τὴν παρὰ τῶν δαιμόνων. Ταύτης εἶδον τὸ πέρας ἐκβὰν εἰς οὐδὲν, ὅτε καὶ πλατεῖά μοι γέγονεν ἡ ἐν τολή. Τοῦτο τοῦ· διὰ πάσης προκοπῆς εἰς τὸ τέλος ἀφιγμένου τῆς ἀρετῆς, ἐπὶ τὸ τέλειον ἀγαθὸν δια βαίνοντος· πολλὰς ἀρχὰς καὶ τέλη καταβαλλομένου. Ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ, κατὰ τό· Ὅταν συντελέσῃ ἄν θρωπος, τότε ἄρχεται. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε; ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Ὁ πάντα κατὰ τὸν νό μον καὶ λέγων καὶ πράττων μελετᾷ τὸν νόμον τοῦ Θεοῦ. Ἐν δὲ τῷ πρώτῳ ψαλμῷ τῇ ἡμέρᾳ πρὸς τὴν μελέτην καὶ τὴν νύκτα προσέθηκε τῷ μακαρίῳ γε νησομένῳ. Ἐλέγομεν γὰρ, ὡς μικτός ἐστιν ἐνταῦθα τῶν ἀνθρώπων ὁ βίος. ∆ιὸ νῦν ἔχομεν ἡμέραν καὶ νύκτα· γενομένους δὲ ἁγίους οὐ διαδέξεται νύξ. Ὁ τοίνυν προκόπτων ἡμέραν μὲν ἄγει κατὰ τὸν νόμον βιούς· νύκτα δὲ, ὅτε μὴ μελετᾷ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ· Μὴ πράττῃ τι κατά ... Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας [PG27.500] μου. Τοῦτο γάρ ἐστι τὸ φυλάξαι τὸν θεῖον νόμον, τὸ ἔργοις αὐτὸν ἀποπληρῶσαι. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα. ∆ιαπαν τὸς ἐμεμνήμην τοῦ θείου δικαστηρίου. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! Γλυ κέα διὰ τὴν ἐπ' αὐτοῖς λογικὴν τέρψιν· ἀλλ' ὑπὲρ μέλι, τῶν παρ' ἀνθρώποις πάντων ἡδέων δι' αὐτοῦ δηλουμένων. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου. Ὁ γὰρ τῷ φωτὶ τοῦ θείου νόμου περιπατῶν ὀρθὴν καὶ ἀπρόσκο πον τὴν πορείαν ποιεῖται τοῦ βίου. Ἐταπεινώθην ἕως σφόδρα. Ἢ ταῖς τῶν νοητῶν ἐχθρῶν ἐπιθέσεσιν, ἢ ταῖς ἰδίᾳ καὶ ἐκ προαιρέσεως γινομέναις σκληραγωγίαις. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπη σα. Τοὺς σοφοὺς τοῦ αἰῶνός φησι καὶ τοὺς τῶν αἱ ρεσιωτῶν ἄρχοντας. Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι. Ἢ τοὺς πονηροὺς λογισμούς φησιν, ἢ τοὺς προειρημένους διδασκάλους. Βοήθησόν μοι, καὶ σωθήσομαι. Εἰ γὰρ καὶ, ἔφη, βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, ἀλλὰ δεῖται βοηθείας ἀδιαλείπτου. Ἐν ὅσῳ γάρ ἐσμεν ἐνταῦθα, οὔπω τέλειον τὸ, σωθήσομαι· ἀλλ' ὅταν μετὰ τῶν ἀγγέλων ζήσωμεν τοῦ Θεοῦ, τότε γὰρ καὶ μελέτη δι καιωμάτων πρόσωπον πρὸς πρόσωπον, οὐ κατὰ τὴν σκιὰν, ἀλλὰ κατὰ τὴν ἀλήθειαν. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ περιμένει τὸ τέλος τοὺς τὸν νόμον ἀθετοῦντας τοῦ Θεοῦ. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρ τωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Τὸ πατῆσαι βούλεσθαι τὸν θεῖον νόμον. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Τὸ, καθήλωσον, ἀντὶ τοῦ, πῆξον. Πῆξον οὖν, φησὶν, εἰς ἁγνείαν τὰς σάρκας μου. Οὕτως γὰρ μόνως δυνη θεῖεν εἰπεῖν Χριστῷ· Συνεσταύρωμαι· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Τὸν θεῖον δηλονότι νόμον. Οὐ γὰρ ἄλλως τις ἐπιτελεῖ τὴν ἁμαρτίαν, μὴ ἔξω ἑαυτὸν πρότερον καταστήσας τοῦ φόβου τοῦ Θεοῦ. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου. Εἰς τὴν θείαν ἐπιφάνειαν, φησὶ, δι' ἧς ἤλπιζε σωθή σεσθαι καὶ αὐτὸς καὶ ἅπαν τῶν ἀνθρώπων τὸ γένος. Καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Εἰ καὶ παρανομοῦντές τινες, καὶ τὸν σὸν πρὸ ὀφθαλμῶν οὐκ ἔχοντες φόβον, τόν σου ἐκ μέσου πεποίηνται νόμον· ἀλλ' ἐγὼ τὸν πάντα καιρὸν ἕνα ἐποιούμην τοῦτον, ἐν μελέτῃ ἔχων διαπαντός. ∆οῦλός σου εἰμὶ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Ὁ μὴ δουλεύων κατ' οὐδὲν τῇ ἁμαρτίᾳ λεγέτω· ∆οῦλός σου εἰμὶ ἐγώ. Μισθὸν δὲ δουλείας τὴν σύνεσιν ἀπαιτεῖ διδομένην παρὰ Θεοῦ, καὶ παρ' αὐτῷ κειμένην ὡς ἐν θησαυροφυλακίῳ. Πνεῦμα γὰρ σοφίας καὶ συνέσεως καὶ τὰ ἑξῆς τῶν ἀγαθῶν τὰ χαρίσματα. Πρὸς ἑτέραν γὰρ ἀντιδιαστέλλων, ἐν Παροιμίᾳ φησί· Σύνεσις δὲ ἀγαθὴ δίδωσι [PG27.501] χάριν. Εἰ γὰρ πᾶσα σύνεσις ἀγαθὴ, οὐκ ἂν προσέθη κεν ἀγαθή. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἐγὼ μὲν ἐποίησα κρῖμα καὶ δικαιοσύνην· ἔσται δέ ποτε καί σοι καιρὸς τῷ Θεῷ τοῦ ποιῆ σαι δηλονότι κρῖμα καὶ δικαιοσύνην κατὰ τῶν διασκε δασάντων τὸν νόμον σου. ∆ιὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ τὸ χρυσίον καὶ τοπάζιον. Ταῦτα συνᾴδει τῷ· Ἀγα θόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου· καὶ τῷ· Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πο λυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρ θούμην. ∆ιὰ τοῦτο, ποῖον, ἢ τὸ μελέτην ἔχειν δια παντὸς τοῦ νόμου; Καὶ συνετιεῖ νήπια. Νήπια νοήσεις τοὺς ἐν ἀγνοίᾳ κατεχομένους καὶ βρέφεσιν ἐοικότας. Τούτους γὰρ ὁ λόγος σου, φησὶ, τῷ σῷ καταυγαζομένους φωτὶ συν έσεως ἐμφορεῖ. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. ∆ιανοίξεως δὲ δεῖται τὰ λόγια. ∆ιὸ καὶ ὁ Σωτὴρ διή νοιξε τὸν νοῦν τῶν μαθητῶν τοῦ συνιέναι τὰς Γρα φάς. Καὶ τὴν δι' ἡδονῆς ἢ δόξης ἀπάτην ἡ διὰ τῶν λόγων σύνεσις ἐνδιδομένη κωλύει. Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με, κ.τ.λ. Ὡς κέκρικας, φησὶν, ἐπιβλέψαι, καὶ πολλῆς ἐπισκοπῆς ἀξιῶ σαι τοὺς ἀγαπῶντας τὸ ὄνομά σου· οὕτω με τῆς αὐ τῆς ἀξίωσον ἐπισκοπῆς, τοῦ αὐτοῦ ἐλέους. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου. Κατὰ τὸ λόγιον αὐτοῦ ὁ Θεὸς κατευθύνει τὰ διαβήματα τοῦ ἀπὸ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν διαβαίνοντος. Ὁ γὰρ ὀρθὸς λόγος τῶν τοιούτων ἡγεῖται· Οἱ μὴ ποιοῦντες τὴν ἁμαρτίαν οὐκ εἰσὶ δοῦλοι τῆς ἁμαρτίας. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Συ κοφαντίαν ἀνθρώπων τὴν τῶν αἱρετικῶν διδασκαλίαν φησὶ, καὶ τὴν τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Τούτου τετύχηκεν αἰσθητῶς Ἰωσὴφ καὶ Σωσάννα. Τροπικῶς δὲ ἀνθρώπους τὰς πονηρὰς λέγει δυνάμεις, ἀφ' ὧν τῆς συκοφαντίας μόνου λυτροῦσθαι Θεοῦ. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου. Τὴν παρουσίαν ἐπιποθεῖ τοῦ Κυρίου θεάσασθαι. Αὐτὸς γάρ ἐστιν ὁ χαρακτὴρ τοῦ Πατρός. Καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν Νέαν ∆ιαθήκην φησὶ, δι' ἧς δεδικαίωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἐπὶ τῆς γῆς. ∆ιεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου. Πλῆθος ἠφίειν δακρύων τοὺς τὸν σὸν παραβαίνοντας νόμον ἀποθρηνῶν. ∆ίκαιος εἶ, Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου. Τὴν αἰτίαν ἀποδίδωσι, δι' ἣν ἀπεκλαίετο τοὺς παραβαί νοντας τὸν τοῦ Θεοῦ νόμον· ὅτι δὴ τοῖς τοῦτον παρα βαίνουσιν ἐν τῷ θείῳ δικαστηρίῳ τιμωρίαν ἠπείλησε, [PG27.504] καὶ ταύτην ἐντεῦθεν ἤδη διεμαρτύρατο. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, κ.τ.λ. Τὰ μετὰ μαρτύρων οὐρανοῦ καὶ γῆς τινῶν ἄλλων ἐνετείλω μαρτύρια, δικαιοσύνην ὄντα καὶ ἀλήθειαν τρανωτάτην; Ἀλλ' οὐκ ἠμαύρους· ἤγουν εὐθύτατοι τῶν σῶν κριμάτων κανό νες τὴν σὴν δικαιοσύνην μηνύουσι. Τὰ οὖν σὰ μαρ τύρια αἱ θεῖαι Γραφαί· δικαιοσύνη μὲν κατὰ τὰ ἠθι κὰ τυγχάνουσι παραγγέλματα, ἀλήθεια δὲ κατὰ τὴν θεωρίαν τῶν λόγων. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Οἷον ζῆλον ἀνελάμβανον, εἴ ποτε ἑώρων τινὰ ἐπιλελησμένον τῶν σῶν λόγων. Καὶ οὐχ ἁπλῶς ζῆλον, ἀλλὰ διὰ τὸν τιθέντα μοι ἐκ τήκεσθαι ἀπὸ τοῦ ζήλου τοῦ πρὸς σὲ, εἰ ἐθεώρουν τι νὰς ἐπιλανθανομένους σου τῶν λόγων. Περὶ τούτου τοῦ ζήλου ἐμνήσθησαν οἱ μαθηταὶ, ἐκ προσώπου τοῦ Κυρίου ἐν ψαλμῷ εἰρημένου. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα. Τὸ λόγιον τοῦ Θεοῦ πεπυρωμένον ἐστὶ σφόδρα καὶ ἐξιστάμενον, καὶ πάσῃ βασάνῳ ἀνέλεγκτον. Καὶ εἴ τις ἔχει πεπυ ρωμένον τοῦτο τὸ λόγιον, ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος. Νεώτερος μὲν ὁ τοῖς θείοις λόγοις στοιχειούμενος, ἐξουδενωμέ νος δὲ διὰ τὸ ταπεινοῦν ἑαυτόν. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα. Ἡ μὲν γὰρ παρ' ἀνθρώποις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται χρόνον τῷ κρινομένῳ τὸ δίκαιον, ἡ δὲ τοῦ Θεοῦ τὴν κρίσιν αἰώνιον ἀποδίδωσιν. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με. Οὐδὲ ἐν ταῖς περιστάσεσι, φησὶ, τοῦ τὸν σὸν μελετᾷν ἠμέλησαν νόμον. ∆ικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα. Ἃ δέδωκάς μοι, φησὶ, μαρτύρια, οὐ πρὸς ὀλίγον ὄν τα ὠφέλιμα, δικαιοσύνη εἰς τὸν αἰῶνα τυγχάνουσι, δικαιοῦντα τὸν διαθέσει συνεγγίζοντα αὐτοῖς. Συνέτισόν με, καὶ ζῆσόν με. Ἣν γὰρ ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος δικαιοσύνην ἀποδίδοται οὐκ ἐν ὀλίγαις ἡμέραις ἡμῶν, ἀλλ' εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ ζήσο μαι, φησὶν, ἐάν με συνετίσῃς· εἰς ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ εἰσέρχεται. Αἰτητέον οὖν σύνεσιν παρὰ τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτόν. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου. Πρότερον· Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. ∆εύτερον· Ἐκέκρα ξά σοι, σῶσόν με. Ὃ γὰρ ἐλάλουν κατὰ τὸ ἡγεμο νικὸν, οὐκ ἄλλο τι ἦν ἢ ὁ Θεός. Μεγάλως οὖν σε κα λέσας, μεγάλως ἐπαγγέλλομαι τὰ σὰ φυλάξαι μαρ τύρια. Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα. Ἀωρία τὸν σκότον, ἤτοι τὴν σύγχυσιν τῶν πραγμάτων φη σί. Ταῦτα δὲ λέγει· Καίτοι τῶν παρανόμων ἐν συγχύσει πάντα ποιούντων, πολλὰ ἐν τῷ σῷ νόμῳ ἐστοί χουν. [PG27.505] Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ. Συνῆψαν οἱ πολεμοῦντές με τῇ ἀνομίᾳ, φησίν. Οὐδὲ γάρ τις διώκει τὸν δίκαιον μὴ ἀνομίᾳ συνεῖναι βου λόμενος. Ἐγγὺς εἶ σὺ, Κύριε. Ὁ Θεὸς ἀλλαχοῦ φησι· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύριος. Ἡ δύναμις γὰρ τοῦ Θεοῦ πανταχοῦ ἐστι, κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. Λόγον τὴν ἐπαγγελίαν φησίν· ἐπηγγείλατο γὰρ ἥξειν, καὶ σώσειν ἡμᾶς. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. Ἣν ἐπλεο νέκτησαν οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου. Ὅτι δικαιώ ματά σου οὐκ ἐξεζήτησαν. Αὕτη ἡ αἰτία τοῦ κατα διώκειν τὸν δίκαιον, τὸ μακρὰν ἑαυτοὺς ἀποστῆσαι τοῦ θείου νόμου. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε. Ἔγνων, φησὶν, ὡς διεμαρτύρω τὰς ἐντολὰς ἡμῖν, ὅτι βέβαιοί εἰσι καὶ ἀμετακίνητοι. Τοῦτο γὰρ δηλοῖ καὶ ἐν τῷ ἄνω στίχῳ, τὸ, Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην. Εἴ τινα ἑώρακα μὴ συνιέντα ἐγὼ, ἐπὶ τὸν τοιοῦτον ἐξετηκό μην ἀπὸ τοῦ ζήλου κατὰ τὴν θεοσέβειαν. Ἰδὲ, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε. Ὄψει γὰρ ἐν ἐμοὶ τῶν ἀγαθῶν ἔργων τοὺς τύπους· οὐ γὰρ ἀπλῶς ἐτήρησα, ἀλλ' ἠγάπησα, μηδὲν ἔχων πρὸς ταύτας ἠναγκασμένον. Ἀλλ' οὐδὲν ἧττον ἐλεοῦν τός σου δέομαι πρὸς τὸ ζῆσαί με. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια. Αὕτη πρώτη τῶν σῶν δέδοται ἐντολῶν, τὸ ἀληθεύειν ἐν πᾶσι, καὶ πρά ξει, καὶ λόγῳ, καὶ διανοίᾳ. Ἄρχοντες κατεδίωξάν με δωρεάν. Ἔθλιβόν με, φησὶν, οἱ κατὰ καιροὺς ἄρχοντες, ἐχθροὶ ὄντες τῆς ἀληθείας. Ἀλλ' οὐ δέδοικα τὰς ἐκείνων θλίψεις, τὸν σὸν λόγον δεδοικώς. Καὶ ποῖος οὗτος, ἢ τό· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι εἰς γεέννην; Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Οὐ φόβῳ δὲ μόνον τὴν ὑπακοὴν τὴν πρὸς τοὺς θείους λόγους πεποιῆσθαί φησιν, ἀλλὰ καὶ χαρᾷ, ἥτις ἐπὶ πλούτῳ χαίρει πολ λά. Βεβαιωτέρα δὲ τήρησις ἡ ἐν χαρᾷ γινομένη. Πολεμίων δὲ διωκόντων μνησθεὶς, καὶ σκύλων εἰκότως ἐμνήσθη. Οὐκ ἂν γὰρ, φησὶ, πάντας ἀνελὼν καὶ σκυλεύσας, τοσοῦτον ᾠήθην, ὡς ἐπὶ τοῖς λόγοις τοῖς σοῖς. (Cord.) Ποίοις λόγοις, ἢ περὶ ὧν λέγει ὁ Παῦλος· Πρῶτοι γὰρ ἐπιστεύσαμεν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν Ἰουδαίων φάσκων. Ἀδικίαν ἐμίσησα, κ.τ.λ. Οὐ γὰρ κατ' ἐκείνους νε κρὸν ἤμυνα καὶ σκῦλα λαβὼν βδελύττομαι· μόνον γὰρ ὠφέλιμον ἀδικίαν βδελύττεσθαι· διό σου καὶ δεόντως τὸν νόμον νοήσας ἠγάπησα, μηδαμῶς αὐτὸν ἕλκων ἐπὶ [PG27.508] τὰ γήϊνα. Ἡμεῖς γὰρ ὡς συνεγερθέντες Χριστῷ τὰ ἄνω ζητοῦμεν, οὐ τὰ ἐπὶ τῆς γῆς. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι. Παρ' ὅλον τὸν βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τε λείᾳ, οὐ μεσολαβουμένῃ ὑπὸ νυκτός· καὶ αἰνεῖ τὸν Θεὸν ἑπτάκις ὑπερκόσμιος γεγονὼς, τοῦ ἄνω κεχωρηκέναι τοῦ ἐν ἓξ ἡμέραις γενομένου κόσμου· ἅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ γεγενημένος, τὸν τῆς δη μιουργίας καὶ προνοίας Θεοῦ λόγον θεωρήσας, ἐξ ομολογεῖται ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ· καθ' ἃ κρίματα ἑκάστων ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχεν. Τὸ ἀδιάλειπτόν φησιν. Λέγει δὲ, ὅτι διαπαντὸς ἐμνημόνευον τῶν σῶν κριμάτων, ὧν δι καίως ἐπήγαγες· τοὺς μὲν πλεονεκτήσαντας ἐκβα λὼν ἄρχοντας, τοὺς δὲ ἀδικηθέντας λυτρωσάμενος. Ἐγγισάτω ἡ δέησίς μου ... Εἰσέλ θοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε. Ὅρα τῶν θείων ῥημάτων τὸ εὔτακτον. Πρῶτον γὰρ τὸ, ἐγγι σάτω· εἶτα, τὸ μεῖζον, τὸ, εἰσέλθοι τὸ ἀξίωμά μου· πρὸ γὰρ τοῦ, εἰσέλθοι, τὸ, ἐγγίσαι. Ἐγγίσας γάρ τις οἰκίαν, ἐὰν ᾖ φίλος τοῦ οἰκοδεσπότου, εἰσέρχεται. Ἣν δὲ κέκληκε δέησιν, νῦν εἶπεν ἀξίωμα, παρὰ τὸ ἀξιοῦν. Μήποτε ὡς ἔστι κοσμικὰ καθ' ὑπεροχὴν ἀξιώ ματα, οὕτω καὶ ψυχικά; Ἀξίωμα γὰρ ἀπόστολον εἶναι Χριστοῦ· ἀξιώματα καὶ τάγματα τὰ ἐκκλησια στικά. Ἀξίωμα δὲ ψυχῆς καὶ τὸ ἔχειν τὰς ἀρετὰς, ἢ μίαν αὐτῶν. Ὁ τοιοῦτον ἔχων ἀξίωμα τὰ παρόντα φησίν. Ἐξερεύξοιντο τὰ χείλη μου ὕμνον. Ἡ ἐρυγὴ ὡς ἐπὶ πᾶν γίνεται τοῖς κεκορεσμένοις. Οἶδεν οὖν ὁ θεῖος λόγος πνευματικὴν τροφήν. Αὐτὸς οὖν ὁ Λόγος φησὶν ἄρτος εἶναι. Ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐξ οὐρανοῦ καταβάς· λέγει δὲ καί· Ὁ τρώγων μου τὴν σάρκα ἔχει ζωὴν ἐν ἑαυτῷ. Τοῦτον δὴ φάγοντες, ὕμνον ἐρευγόμεθα. Τοιαύτης εὔχομαι τυ χεῖν ἐρυγῆς. Ὅπερ ἀδύνατον, ἐὰν μή με διδάξῃς τὰ δικαιώματα. Φθέγξοιτο ἡ γλῶσσά μου τὰ λόγιά σου. Εὔχε ται ἃ δ' ἂν εἴποι λόγον εἶναι Θεοῦ, κατὰ τό· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ. Ὁ δὲ τοιοῦτος ἀργὸν ῥῆμα οὐ λαλεῖ. ∆ιό φησιν ὁ Παῦλος· Τὸ γὰρ, Οὐ φονεύ σεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται τὸ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. ∆ικαιο σύνη γὰρ τοῦτό ἐστι τό· Ἀγαπήσεις τὸν πλησίον σου. Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με. ∆ηλοῖ γὰρ οὐ τὴν κατ' οὐσίαν γένεσιν αὐτῆς, ἀλλὰ τὴν πρὸς τὰ σωζόμενα σχέσιν. Ὁποῖον καὶ τό· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε. Ἐὰν θέ λῃς ἐπαναβῆναι τῷ λόγῳ, τὸ σωτήριόν σου ὁ Χριστός ἐστιν. Ἰησοῦς γὰρ ἑρμηνεύεται Θεοῦ σωτηρία Οὗτος ἡμῖν ἐπέμφθη. Ἔργον ἐστὶ τὸ ἐπιποθεῖν τοῦ Θεοῦ [PG27.509] τὸ σωτήριον. Οἱ γὰρ πολλοὶ τὸ κατὰ σάρκα ποθοῦσι. Τὸ δὲ τοῦ Θεοῦ, τὸ ἐν αὐτῷ σωθῆναι, τὸ ἐν αὐτῷ ἀνα παύεσθαι, κληρονομῆσαι τὰ ἅγια. Τοῦτο γάρ ἐστι τὸ σωτήριον τοῦ Θεοῦ, ἡ αἰώνιος ζωή. Ἀλλὰ καὶ Ἰησοῦς ἑρμηνεύεται Θεοῦ σωτήριον, πεμφθεὶς ἡμῖν ἐπὶ σω τηρίᾳ· οὗ πρὸς τὸν πόθον ὁ θέλων ὁδεῦσαι μελετήσει τὸν νόμον. Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε. Περὶ μελλούσης λέγει ζωῆς. Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε κυρίως αἰνέσω, τότε βοηθῆσαί μοι· τὰ ἐπιβόητα γενόμενα τῶν κρι νομένων σοι κρίματα τῷ μὲν δικαίῳ χωρὶς βασάνων, τῷ δὲ δεομένῳ διὰ βασάνων. Ἐπλανήθην ὡς πρόβατον ἀπωλολός. Μετὰ τὸ εἰπεῖν περὶ αὐτοῦ ἔργα κατορθωκότος, πάλιν πρόβα τον ἑαυτὸν πεπλανημένον εἶναι λέγει, ταπεινοφροσύ νην ἐπιτηδεύων, κατὰ τὸ εἰρημένον ὑπὸ Κυρίου· Ὅταν πάντα καθορθώσητε, λέγετε· ∆οῦλοι ἀχρεῖ οί ἐσμεν .
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΙΘʹ
Ὑπόθεσις. Τὴν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν ᾄδει τῷ Θεῷ ὁ ἐν Βαβυλῶνι λαὸς, ἀδημονῶν ἐπὶ τῷ μήκει τῆς αἰχμαλωσίας, καὶ εὐχόμενος ἐλευθερωθῆναι. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα ... Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδί κων καὶ ἀπὸ γλώσσης δολίας. Πῶς γὰρ οὐκ ἄδικα χείλη τῶν Βαβυλωνίων, τὰ τὴν εἰδωλολατρείαν ὡμο λογηκότα. Αὐτὴ δὲ καὶ γλῶσσα κληθείη δολία, ἅτε μηδὲν εὐθὲς λαλοῦσα περὶ Θεοῦ. Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Τί πλέον δοθῆναί σοι αἰτεῖς, φησὶν, ἢ τί θέ λεις ἕτερον προστεθῆναί σοι τοῦ κατὰ τῶν δολίων χειλέων; Βέλη πυρὸς μεστὰ ἐξαφθῆναι παρὰ τοῦ δυνατοῦ. Σημαίνει δὲ τὴν κατὰ τῶν Βαβυλωνίων ὅσον οὔπω τιμωρίαν ἐσομένην. Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἑτέραν αἴτησιν εὔχεται παρὰ Θεοῦ, τῆς παροικίας ἐλευθε ρωθῆναι. Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Χώρα τις ἐστὶν ἡ Κηδὰρ ἐπὶ τῆς ἐρήμου τῆς πρὸς ἀνατολὰς κειμένη, καὶ μέχρι τῆς Περσῶν παρατείνουσα, ἣν γένος Σαρακηνῶν οἰκεῖ. Πολλὰ παρ ῴκησεν ἡ ψυχή μου. Μετὰ τῶν μισούντων εἰρήνην ἤμην εἰρηνικός. Κακία Βαβυλωνίων τὸ πολεμεῖν ἀντ' οὐδενὸς τοῖς εἰρηνεύουσιν. Εἰ μή τι δέοι κριτικῆς τιμωρίας, ἣν κατὰ Χαναναίων καὶ Ἀμοῤῥαίων ἐπέταττεν ὁ Θεὸς, τὴν πρὸς αὐτοὺς ἀπαγορεύων φιλίαν. Οἱ δὲ φαῦλοι πρὸς τούτους ἀσύμβατοι, τὴν θεοσέβειαν βδελυττόμε νοι. Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚʹ
Ὑπόθεσις. Τὴν δευτέραν ᾠδὴν ᾄδει, προαπολυθεὶς μὲν τῆς αἰ χμαλωσίας, ἐν ὁδῷ δὲ ὁδεύων τῆς μακρᾶς ὁδοῦ τῆς [PG27.512] μεταξὺ Βαβυλῶνος καὶ Ἱερουσαλήμ. Ὃς, καὶ μέ σος τῶν ὀρέων ἀποληφθεὶς, εὔχεται αὐτῷ βοήθειαν γενέσθαι· οὗ καὶ ἐπακούσας, τὸ Πνεῦμα τὸ προφη τικὸν ἀποφθέγγεται· Κύριος φυλάξει τὴν εἴσ οδόν σου καὶ τὴν ἔξοδόν σου. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη ... Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦ Θεοῦ δεικνύντος τὸ δυ νατὸν, Τοῦ ποιήσαντος, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστά ξῃ ὁ φυλάσσων σε. Ταύτην ἔχε τὴν ἐλπίδα, καὶ σώζῃ. Τὸ δὲ, οὐ νυστάξει, οὐ τὸ ἐπίπονον ἀπὸ τῶν φυλαττόντων τὰς στρατιὰς καὶ πόλεις καὶ ποίμνια, ἀλλὰ τὸ ἀπαθὲς τὸ Θεῖον δηλοῖ τὸ, οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων Ἰσραήλ. ∆οκεῖ δὲ νυστάζειν, ἐπειδὰν τοῖς ἀστάτοις τοῦ βίου σαλευόμεθα πράγμασι, ταῖς καθ' ἡμῶν ἐπιβουλαῖς. Κύριος φυλάξαι σε, Κύριος σκέπη σοι, ἐπὶ χεῖ ρα δεξιάν σου. Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ἐν ταῦθα πάλιν φησὶν, ὅτι Παρὰ τὴν δεξιάν σου χεῖρα γενόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης ἀξιώσει προνοίας.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΑʹ
Ὑπόθεσις. Ἡ τρίτη ᾠδὴ τοὺς ἔτι ὁδοιποροῦντας εὐαγγελίζεται, τὴν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἄφιξιν. ∆ιὸ καὶ ἀναφθέγ γεται. Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Αὕτη τῶν γεγηρακότων ἡ φωνὴ, τῶν καὶ τὴν αἰχμαλωσίαν ὑπομεινάντων, διηγουμέ νων, ὡς ἄρα αὐτῶν οἱ πόδες, οἱ νῦν τὴν πορείαν ποι ούμενοι, πάλαι ἔστησαν ἐν Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Οὕτω, φησὶν, ἦν πάλαι ὡς πόλις, οὐ διεσπαρμένη ὧδε κἀ κεῖσε· ἀλλ' οὕτως ἦν ἡρμοσμένη, ὡς δόξαι ἕνα οἶκον εἶναι τῇ συναφείᾳ καὶ τῇ ἁρμονίᾳ τῶν οἰκοδομημά των. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί. Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυνάμει Κυρίου ἐξελθοῦσαι, εἰς αὐτὴν ἔσπευδον τὴν πόλιν μαρτυρῆσαι, ἤτοι εὐχαρι στῆσαι τῷ Θεῷ τοῦ Ἰσραήλ. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ἐφ' οἷς ἐπλήρωσε τὴν θαυμα σίαν ὑπόσχεσιν, θρόνους τε τοῦ οἴκου ∆αυῒδ ἱδρυνθῆ ναί φησιν ἐπ' αὐτῆς· ἐπεὶ καὶ βασιλείαν πάντων ὁ ∆αυῒδ προφητεύει· οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοι νὴν, ὑπὲρ ἀρίστων καὶ θεοσεβεστάτων· δι' ὧν ἡ βα σιλεία ∆αυῒδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ, τοῖς δώ δεκα δεδωκότος ἀποστόλοις, τοῖς ἐπὶ δώδεκα θρόνοις καθεζομένοις κρίνειν τὸν Ἰσραήλ. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν. Καὶ κατὰ τὴν ἱστορίαν ἐκεῖ τὰ βασίλεια, καὶ τῶν ἱερέων οἱ θρό [PG27.513] νοι· ὥσπερ τινὶ διπλῷ στεφάνῳ καὶ διαδήματι καλλω πιζομένης τῆς πόλεως. Νῦν δὲ πάντων ἔκπτωσις, καὶ τῆς παλαιᾶς εὐδαιμονίας ἐλάχιστα λείψανα. Θρόνοι ἐπὶ οἶκον ∆αυΐδ. Ἐν ταύτῃ, φησὶ, τῇ πόλει, τουτέστι τῇ Ἱερουσαλὴμ, θρόνοι ἐτέθησαν βασιλικοὶ κρῖμα δί καιον κρίνοντες· ὧν πρῶτος κατῆρξε ∆αυῒδ, ἔπειτα οἱ ἐξ αὐτοῦ κατὰ σάρκα. ∆ιὸ καὶ οἶκον αὐτοῦ ὀνομά ζει τοῦ ∆αυΐδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Μαθόντες, ὦ οὗτοι, τίς ποτε ἦν Ἱερουσαλὴμ, εὔχεσθε ὑπὲρ τῆς εἰρήνης αὐτῆς, μηδὲν ἐκζητοῦντες ἕτερον ἢ τὰ πρὸς εἰρήνην αὐτῆς συντελοῦντα. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐ θηνία ἐν τοῖς πυργοβάρεσί σου. Ἀντὶ τοῦ, ἐν τοῖς βασιλείοις σου. Εὔχομαί σοι, φησὶ, τὰ ἀγαθὰ διὰ τοὺς ἐνοικοῦντας ἐν σοὶ, πλησίον ὄντας καὶ ἀδελφούς. Ταῦ τα γὰρ οἱ γεγηρακότες εὔχονται τῇ Ἱερουσαλὴμ, τὸ ἐν τοῖς τείχεσιν αὐτῆς εἶναι εἰρήνην. ∆υνάμει γὰρ τὰ τείχη φησίν· ἢ καθ' ἕτερον λόγον τοὺς ἐν αὐτῇ ἁγίους. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξ εζήτησα ἀγαθά σοι. Ἐπεὶ ἐν σοί ἐστιν, ὦ Ἱερουσαλὴμ, ὁ οἶκος τοῦ Θεοῦ ἡμῶν, ἀμειβόμενός σε ἐξεζήτη σα ἀγαθά σοι.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΒʹ
Ὑπόθεσις. Ἡ τετάρτη ᾠδὴ εὐχὴν περιέχει τῶν ἐν τῇ ὁδοιπο ρίᾳ διὰ πολλῶν ἐτῶν τὴν ἐπάνοδον ποιουμένων. Οἳ καὶ, καμόντες κατὰ τὴν ὁδὸν, ἐλέους καὶ οἴκτου δέονται τυχεῖν παρὰ τοῦ Θεοῦ, ὡς ἐξουθενημένοι παρὰ τῶν ἐθνῶν. ∆ιὸ καὶ ἀναφθέγγεται πρὸς αὐ τοὺς παραμυθούμενον τὸ Πνεῦμα, καὶ λέγον· Τοῖς εὐθηνοῦσι τὸ ὄνειδος. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοι κοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν. Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον ὀφθαλμοὶ εἰς χεῖ ρας κυρίων τε καὶ κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς. Ὁ ἀναδιπλασιασμὸς δηλοῖ τὸ θερμὸν τῆς αἰτήσεως, οὐχ ὡς ἄξιοι τὸν ἔλεον αἰτοῦμεν, ἀλλ' ὡς ἐπονείδιστοι λίαν γενόμενοι.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΓʹ
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Ὑπόθεσις. Τὴν πέμπτην ᾠδὴν ᾄδοντες οἱ ἐπιβάντες τῆς Ἰουδαίας γῆς, εὐχὰς ἀναπέμπουσιν, ἐφ' οἷς ἐῤῥύσθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ τῶν μεταξὺ ἐχθρῶν.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚ∆ʹ
Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Ὑπόθεσις. Τὴν ἕκτην ᾠδὴν ᾄδουσιν ἐπ' αὐτὸ τὸ ποθούμενον ὄρος γενόμενοι. Εἶτα ὁρῶντες τὴν πόλιν ἀτείχιστον, τεῖχος αὐτῇ τὴν τοῦ Κυρίου ἐπικουρίαν εὔχονται γενέσθαι, φησὶ, καὶ μὴν καὶ τῶν ἐχθρῶν θαῤῥοῦσι διαφυγεῖν τὰς ἐπιβουλάς· ἐξ αὐτῆς δὲ τῆς ἐπικου [PG27.516] ρίας πάλιν τοῦ Θεοῦ, «μὴ ἀφιέντος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων καὶ τῶν ἁγίων αὐτοῦ.» Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ἡ γὰρ ὑπερέχουσα πάντα νοῦν εἰρήνη μόνῳ τῷ νοῦν ἔχοντι δίδοται. Ἀλλὰ καὶ τῶν πολεμίων ἀπολωλότων, οὗτοι τῆς εἰρήνης ἀπήλαυσαν.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΕʹ
Ὑπόθεσις. Τὴν ἑβδόμην ᾄδουσιν ᾠδὴν οἱ τὸ ἀσφαλὲς ἐσχηκότες τῆς λυτρώσεως διὰ τὸ ἐν αὐτῇ γεγενῆσθαι τῇ πό λει. Παρακαλοῦσι δὲ ὑπὲρ τῶν λοιπῶν, τῶν ἔτι ὄντων ἐν τῇ Βαβυλῶνι, ὅπως ἂν καὶ αὐτοὶ λυτρω θῶσιν. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Οἱ ἀπό στολοι ταῦτα προφητεύονται περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι. Κατὰ γὰρ τοὺς τοῦ ∆αυῒδ χρόνους οὐκ ἦν αἰχμαλωσία. Τάχα οὖν περὶ τῆς νοητῆς ταῦτά φησι. Τὸ γὰρ, ἐροῦσι, προφητικῶς τὸ μέλλον δη λοῦται. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμεγάλυνε Κύριος, κ.τ.λ. Τοῦτο δὲ ἡμᾶς πολυθρηνήτους παρὰ πᾶσιν ἀπέφηνεν. Ἅπαντες γὰρ τὴν τοῦ Θεοῦ μεγαλουργίαν θαυμάζουσιν, ὅτι τῆς πικρᾶς ἐκείνης ἡμᾶς δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέντοι βοῶμεν, οὐ γὰρ ἀναισθη τοῦμεν, εἰ καὶ μὴ τοὺς λοιποὺς ἀπειλήφαμεν· περὶ ὧν ἱκετεύομεν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ. ∆ηλοῦσι τὸ πολὺ πλῆθος ἐναπομεῖναν ἐν Βαβυλῶνι, ὡς καὶ τὴν ἐπιστροφὴν αὐτοῦ, παρεικάζειν αὐτοὺς τῷ ῥεύματι τοῦ Αἰγυπτίου ποταμοῦ. Νότον γὰρ τὴν ἔρημόν φησιν. Οἱ σπείροντες ἐν τοῖς δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον. Τοῖς εὐξαμένοις περὶ τῶν καταλοίπων ἀποκρίνεται τὸ προφητικὸν Πνεῦμα, καί φησιν, ὅτι, Εἰ κλαύσαιεν ὑπὲρ τῶν ἐν Βαβυλῶνι, ἔσται καὶ αὐτοῖς ἡ ἐπι στροφή.
Ὠδὴ τῶν ἀναβαθμῶν τῷ Σολομῶνι. ΡΚ
Ὑπόθεσις Ἡ ὀγδόη ᾄδεται ᾠδὴ, καταβεβλημένων ἤδη τῶν θε μελίων τοῦ ἱεροῦ· ἐλπιζόντων ἀδιάσειστον εἶναι τὸ τείχισμα. Λεληθότως οὖν προφητεύει τὴν ἐσο μένην αὐτοῦ πτῶσιν πάλιν ἐπὶ τῆς Ῥωμαίων ἀρ χῆς. Συνάπτει δὲ καὶ προφητείαν περὶ τῆς Χρι στοῦ Ἐκκλησίας· Ἄδεται δὲ προφητικῶς ὑπὸ τοῦ Σολομῶνος· καθάπερ ἀμέλει καὶ Ζαχαρίου εἰσὶ ψαλμοὶ καὶ Ἀγγαίου. Ἡ δὲ ὀγδόη εἰκότως ἀρχὴ τῆς Νέας ∆ιαθήκης. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ὡς μέγα φρονούντων τῶν Ἰουδαίων ἐπὶ τῷ στερεῷ τῆς οἰκοδομῆς, τὰ τοιαῦτά φησιν. Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί. Μὴ μέγα φρονεῖτε, φησὶν, ἐπὶ τῷ ἱερῷ, ὡς ἐν αὐτῷ τῆς κληρονομίας [PG27.517] ὑμῶν διδομένης. Οὐ γάρ ἐστιν αὕτη. Ἀλλ' ὅταν ἀνα παύσῃ τοὺς ἠγαπημένους αὐτοῦ ἐκ τοῦ προτέρου λαοῦ, τουτέστι τοὺς προφήτας· τότε τοῖς ἐκείνου υἱέσι τὴν κληρονομίαν δώσει. Τίνες δ' ἂν εἶεν οὗτοι ἢ οἱ μαθηταί; Cord. Ἡ γὰρ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις μισθὸς τοῖς ἐπ' αὐτὸν ἠλπικόσι δεδώρηται. Ὁ μισθὸς τοῦ καρ ποῦ τῆς γαστρός. Ὁ καρπὸς τῆς γαστρὸς εἴη ἂν ἡ σωτηρία τοῦ πνεύματος, κατὰ τό· Ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Τούτου τοῦ καρποῦ μισθὸς ὥσπερ καὶ κληρονομία δοθήσεται ἡ υἱοθεσία. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Ἐκτετιναγμένους τοὺς ἀποῤ ῥιφέντας φησὶ τοῦ προτέρου λαοῦ· ὧν οἱ υἱοὶ, τουτ έστιν οἱ ἀπόστολοι, γεγόνασι βέλη τοῦ δυνατοῦ. ∆ι' αὐτῶν τὰς ἀντικειμένας δυνάμεις κατετόξευσεν. Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν. Ἐξ αὐτῶν μακαρίζει τοὺς ἐκ τῆς διδασκα λίας ὠφεληθησομένους. Οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις. Σαφῶς τὴν παρουσίαν τοῦ κηρύγματος δηλοῖ.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΖʹ
Ὑπόθεσις. Ἡ ἐννάτη ᾠδὴ μακαρίζει τὸν προσελθόντα τῷ φόβῳ τοῦ Θεοῦ. Εἰκότως δὲ μετὰ τὴν ἀνάδειξιν τῶν ἀπο στόλων μακαρίζει τοὺς πιστεύσαντας. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα. Τῷ φοβου μένῳ τὸν Κύριον δῶρον δίδοται οὐχ ἡ τυχοῦσα γυνὴ, ἀλλ' ἡ καρποῖς ἀγαθοῖς κεκοσμημένη. Γυνὴ γὰρ ἀγα θὴ μερὶς ἀγαθή. Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Τὰ νοητὰ δηλονότι· Ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ τὰ ἑξῆς. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Τὰς ἐπαγγελίας λέγει. Ὥσπερ γὰρ πρῶτοι καρποὶ τῆς θεοφιλοῦς ψυχῆς εἰσι τὰ γεννήματα, οὕτως καὶ δεύτεροι αἱ ἐπαγγελίαι.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΗʹ
Ὑπόθεσις. Ἡ δεκάτη ᾠδὴ τοὺς πολλοὺς διωγμοὺς τῷ Χριστοῦ λαῷ ἐκδιδάσκει, καὶ ὥσπερ πάντα ὑπερπηδήσει κρείττων ἀεὶ τῶν ἐπιβουλευόντων γενόμενος. Τοῦ τό φησι διὰ τὸ ἀπ' ἀρχῆς τοῦ κηρύγματος γενέσθαι τοὺς διωγμούς. Πλεονάκις ἐπολέμησάν με ... Κύριος δί καιος συνέτριψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΘʹ
Ὑπόθεσις. Ἡ ἑνδεκάτη ᾠδὴ εὐχὴν περιέχει μαρτύρων, καὶ διδα σκαλίαν ἐξομολογήσεως τῷ νέῳ λαῷ. Σαφῶς δὲ ἀρετῆς ἱλασμὸν κηρύσσει, ὅς ἐστι Χριστός. Πε ρὶ αὐτοῦ γὰρ εἴρηται· Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἐκ βαθέων ἐξέκραξά σοι, Κύριε ... [PG27.520] Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φω νὴν τῆς δεήσεώς μου. Ὦτα ἐπὶ Θεοῦ, καὶ τὰς ἀγ γελικὰς δυνάμεις νοοῦμεν, δι' ὧν αἱ δεήσεις ἡμῶν πρὸς Θεὸν εἰσέρχονται. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὁ δὲ τοῦ, Κύριε, Κύριε, διπλασιασμὸς θαυμάζοντός ἐστι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν ὄγκον, παρ' ἧς καὶ τὸν ἱλασμὸν εἶναί φησιν, ἀλλ' οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ταῦτα τῶν μὴ διὰ χρείαν πνευματικὴν, δι' αὐτὸ δὲ τὸ σεπτὸν ὄνομα προσιόντων, οὕτω καὶ ἐν ὑπο μονῇ τρεχόντων τὸν προκείμενον ἀγῶνα, καὶ κατὰ μηδ' ἕνα καιρὸν ἀφισταμένων Θεοῦ καὶ τῶν ἀρεσκόντων αὐτῷ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. ∆εῖ γὰρ καὶ ἐν τοῖς σκυθρωποῖς προσδοκᾷν ἐπὶ Κύριον. Οὐ γὰρ μόνον ὅτε φυλακὴ πρωῒ μὴ καὶ λαμπρὰ τὰ παρόντα, ἀλλὰ καὶ μέχρι τῶν ζοφερῶν περιστάσεων. Ἀλλὰ καὶ ἀνα τέλλοντος τοῦ ἀληθινοῦ φωτὸς ὁ διορατικὸς νοῦς προσθήκην λαμβάνει ἐκ Θεοῦ τῶν φαιδρῶν, καὶ τῶν σκυθρωπῶν ἀπαλλαγήν· ἐλπισάτω παρ' αὐτῷ γὰρ ὡς ἐν πηγῇ, καὶ παρ' αὐτοῦ τὸ ἔλεος, τῷ αὐτῷ ὄντι λυτρώσει, καὶ τῷ ἱλασμῷ, τῷ ἱκανώσει πολλῇ τὰς ἁμαρτίας περικαθαίροντι.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛʹ
Ὑπόθεσις. Ἡ δωδεκάτη ᾠδὴ τὸν καταξιωθέντα τοῦ ἱλασμοῦ δι δάσκει μὴ ἐπαίρεσθαι, τῇ ἑαυτοῦ βελτιώσει θαῤῥοῦντα, ἀλλὰ ταπεινοφρονεῖν. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου ... οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ, κ.τ.λ. Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναί φησι τὴν ἐναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπιτήδειον, ἣν καὶ ὁ Σωτὴρ ἐδίδαξε λέγων· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀπογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλίψιν δηλῶν. Οὐ γὰρ ἀφίσταται τῆς μητρὸς, ὀδυνώμενον ἐπὶ τοῦ στερηθῆναι τοῦ γάλακτος. Οὕτως ὢν ἐν συμφοραῖς κἀγὼ, φησὶν, ηὐχόμην ἀεὶ τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως εἴην, δίκην δοίην ἐσχάτην.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛΑʹ
Ὑπόθεσις. Ἡ τρισκαιδεκάτη ᾠδὴ εὐχὴν περιέχει ὑπὲρ τοῦ ∆αυΐδ. Τοῦ γὰρ ἱλασμοῦ πᾶσι προξενοῦντος ἁμαρτιῶν ἄφεσιν, ἀναγκαίως τὸ Πνεῦμα τὸ προφητικὸν μετὰ τῶν λοιπῶν τῶν σωζομένων, καὶ τοῦ ∆αυΐδ φησι· «Κύριε, μνήσθητι, κατὰ τὴν πραότητα αὐτοῦ ἀποδιδοὺς αὐτῷ.» Ὡς γὰρ αὐτὸς πρᾶος ὢν ἠφίει τῷ Σαοὺλ τὰ εἰς αὐτὸν ἀδικήματα, οὕτω καὶ αὐτῷ συγχώρη σον τὰς πλημμελείας. Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακὼβ, καὶ τὰ ἑξῆς. Μαθὼν γὰρ ἐξ ἁγίου Πνεύματος, ὡς ἐπιδημήσει τοῖς ἀνθρώποις ὁ Κύριος, [PG27.521] ἄφεσιν διδοὺς τῶν πολλῶν ἁμαρτημάτων, καὶ αὐτὸς σωθήσεσθαι διὰ ταύτης ἐλπίσας, σπεύδει μαθεῖν πότε ἔσται, καὶ ποῦ γενήσεται, τίνα δὲ τρόπον ἐπι δημήσει. Ταῦτα γνῶναι ποθῶν, εἰς τοσαύτην ἑαυτὸν ὑπέβαλε κάκωσιν, ὡς πᾶσαν μὲν παραιτεῖσθαι στρω μνὴν, ἀποτάξασθαι δὲ τῷ οἴκῳ, κεῖσθαι δὲ πρὸ τοῦ Θεοῦ κατὰ πρόσωπον τοῦ ἁγιάσματος ἐπ' ἐδάφους, ὅρκῳ βεβαιώσας μὴ ἀναστῆναι πρὶν ταῦτα μαθεῖν. Ἐπὶ δὲ τῇ τούτου εὐτονίᾳ λαβὼν οἶκτον ὁ Θεὸς ἐπι νεύει· ὡς ἓν ἅπαξ ὠμόσας μὴ ψεύσατο· ὅθεν ἐπ ήνεγκεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφρανθά· αὕτη ἐστὶν ἡ Βηθλεέμ. Τίνα δὲ αὐτὴν ἢ τὴν μέλλουσαν ἔσεσθαι Κυρίου ἔλευσιν; Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Τὸ γὰρ σπήλαιον ἐν ᾧ γεγένηται ὁ Χριστὸς ἐν πε δίοις ἐστὶν, ἤτοι τοῖς ἀγροῖς. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ. Τὰς κατὰ καιρὸν ἐσομένας Ἐκκλησίας σημαίνει. Προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Τὸ ὄρος τῶν Ἐλαιῶν φησιν, ἔνθα πᾶς παρ ερχόμενος προσκυνεῖ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου. Τὴν εἰς οὐρανοὺς ἀνάληψιν ἐπισπεύδουσιν αὐτοῦ. Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Κιβωτὸν τοῦ ἁγιά σματος τὴν ἁγίαν αὐτοῦ σάρκα φησίν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην. Οὐκ έτι, φησὶ, κατὰ τὸν νόμον στολὰς, ἀλλ' αὐτὴν τὴν δι καιοσύνην. ∆ικαιοσύνη δὲ ὁ Χριστός. Ἕνεκεν ∆αυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Μετὰ τῆς εἰς πάν τας ἀνθρώπους εὐεργεσίας καὶ τοῦ ∆αυῒδ μνήσθητι, ὁ ποιήσας αὐτὸν ἐπιστρέφειν διὰ τὴν ἁμαρτίαν. ∆οῦλος γὰρ ὁ ἐξ αὐτοῦ κατὰ σάρκα λαβὼν τὴν τοῦ δού λου μορφήν. Ὤμοσε Κύριος τῷ ∆αυῒδ ἀλήθειαν. Καὶ ποῦ τὸ, ὤμοσεν; ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται, ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, ἀναστήσεται ἐκ τοῦ σπέρ ματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου. Καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐ τοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου· καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν μέλλουσαν σαφῶς ἀνακηρύττει διαθήκην, ἣν εἰ ἦσαν φυλάξαντες οἱ κατὰ σάρκα υἱοὶ τοῦ ∆αυῒδ, ἔμελλον ἂν μὴ ἐκπεσεῖν τῆς ἡτοιμασμένης βασι λείας. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα. Εἰ γὰρ ὁ πάλαι ναὸς ἔρημος διὰ μανίαν τῶν Ἰουδαίων, ἀλλ' οὖν ἐκεῖ πάλιν καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία τῆς θείας ἠξίωται χά ριτος. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕκαστος γὰρ τῶν τοιούτων, δικαίου σπέρμα τυγχάνων, οὐκ [PG27.524] ἐλαττοῦται ἄρτοις. Γράφεται δὲ καὶ, Τὴν χήραν αὐ τῆς, καὶ δηλονότι τὴν ἀπροστασίαστον. Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς κατὰ Θεὸν μὲν πτω χεύσαντας· ἄρτων δὲ τῶν νοητῶν. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν. Αὐτός ἐστι πάλιν ὁ Χριστὸς ἡ σωτηρία, ὁ καὶ δικαιοσύνη ἐν τοῖς ἀνωτέροις ὠνομασμένος. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αυΐδ. Κατ' ἐκεῖνον τὸν χρόνον καθ' ὃν ἐπιφανεῖ τὸ σωτήριον, δηλονότι ἡ δόξα ἀνατελεῖ τοῦ ∆αυΐδ. Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιό μενος καὶ φαινόμενος.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛΒʹ
Ὑπόθεσις. Ἡ τεσσαρεσκαιδεκάτη ᾠδὴ ἀκολούθως τῇ τοῦ Σωτῆρος ἐπιλάμψει τὸ ἐξ αὐτοῦ δωρούμενον τοῖς ἀνθρώποις καλὸν φανερὸν ποιεῖ λέγουσα. Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνόν. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα. Ἐπει δὰν, φησὶ, συναχθείη ἡ Ἐκκλησία, καὶ μίαν ὥσπερ τινὰ ἁρμονίαν ποιήσηται, τότε δὴ τότε καὶ χρίσις τοῦ ἁγίου Πνεύματος καὶ ἱεράτευμα προσαχθῇ πρῶ τον μὲν ἐπὶ τὴν κεφαλὴν τῆς Ἐκκλησίας, ἥτις ἐστὶν ὁ Χριστὸς, ἔπειτα καὶ εἰς τὸν πώγωνα, ὅς ἐστιν εὐ πρέπεια τοῦ προσώπου τῆς Ἐκκλησίας. Νοοῦνται δὲ διὰ τούτου οἱ ἀπόστολοι. Τὸ τελευταῖον δὲ καὶ εἰς ὅλον τὸ σῶμα μεταβέβηκε, τουτέστιν εἰς ἅπαντας τοὺς ἐν τῇ Ἐκκλησίᾳ ἐνδεδυμένους Χριστόν. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Ἐκεῖ, φησί· δῆλον δὲ, ὅτι παρ' αὐτοῖς τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωήν· οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν ἀθάνατον. Ἐπὶ τὴν Σιὼν γὰρ ἡ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ζωοποιὸς κατεπέμφθη δρό σος, δι' ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐ λογίαν καρποῦνται. Ἐκείνων γὰρ ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛΓʹ
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦ λοι Κυρίου. Ὑπόθεσις. Ἡ πεντεκαιδεκάτη ᾠδὴ τοῖς ἔτι κατηχουμένοις ἐν τῇ Ἐκκλησίᾳ αἰνεῖν τὸν Θεὸν παρακελεύεται. ∆ούλους δὲ αὐτοὺς καλεῖ, ἅτε μήπω τῆς υἱοθεσίας ἠξιω μένους. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἐν νυκτὶ ἔτι ἑστάναι αὐτούς φησιν, ἅτε μὴ φωτίσματος τοῦ ἁγίου Πνεύματος ἠξιω μένους. Εὐλογήσαι σε Κύριος ἐκ Σιών. Ἐκ Σιὼν δέ φησιν· ἐπειδὴ καὶ τοὔνομα ποθεινὸν ὑπῆρχεν αὐτοῖς, ἔνθα πάσης ἁγιστείας ὑπόθεσις ἦν. Εἶτα διδάσκει πανταχόθεν καλεῖν λέγων· Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλληλούϊα.
ΡΛ∆
Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύ [PG27.525] ριον. Ἔτι καὶ οὗτος τοῖς εἰσαγομένοις λέγεται ψαλμὸς, παρακελευόμενος, Αἰνεῖτε τὸν Θεόν. Τὸ γὰρ, ἀλληλοὺ, ἑρμηνεύεται, αἰνεῖτε, τὸ δὲ, ἴα, τὸν Κύ ριον. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψά λατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Ψάλλειν αὐ τοὺς προτρέπεται, ἀφ' ὧν ἤδη καὶ ἕτερον ἐν Αἰγύπτῳ εἰδωλολατρήσαντες. Οὗτοι δὲ ἦσαν οἱ ἐξ Ἰακώβ. Ἐκλήθησαν δὲ εἰς τὸ ὑμνεῖν τὸν Θεόν. Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Ἀντὶ τοῦ, ἐξαίρετον· ὁ γὰρ διορατικὸς νοῦς ἐστιν Ἰσραήλ. Ὅτι ἐγὼ ἔγνων, ὅτι μέγας Κύριος, καὶ ὁ Κύ ριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἀπὸ τῆς δη μιουργικῆς δυνάμεως ἔγνωκεν αὐτὸν Κύριον. Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ἀβύσσοις. Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Τοῦτό φη σιν, ἐπειδὴ ἔξωθεν τὴν γῆν περιέχουσιν αἱ θάλασ σαι, ἀφ' ὧν τὰς νεφέλας ἀνάγει. Ἀστραπὰς εἰς ὑε τὸν ἐποίησε. Καὶ τοῦτο σύμβολον εἴη τῆς θεοπρε ποῦς δυνάμεως, τὸ ἐν τῷ αὐτοῦ συμμίξαι τὸ πυρ ῶδες τῶν ἀστραπῶν καὶ τὸ ὕδωρ. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. Τὸ ἀκατάληπτον ἀνθρώποις τῆς τῶν ἀνέμων ἐδήλωσε φύσεως διὰ τῶν θησαυ ρῶν. Ὅμοιον δὲ Τὸ εἰρημένον παρὰ Κυρίου· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀν θρώπου ἕως κτήνους. Τὴν τελευταίαν πληγὴν ἔθηκε πρώτην, ἐπεὶ μετ' αὐτὴν ἐδέξαντο τὴν ἐλευθερίαν. Λέγει δὲ καὶ κτηνῶν, ἐπειδὴ διὰ τὸν ἄνθρωπον ταῦτα γεγένηται, καὶ δι' αὐτὸν καὶ κολάζεται. Ὥστε πρὸς αὔξησιν φόβου δειχθῆναι θεήλατον τὴν πληγήν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Μετὰ τὸ δεῖξαι τὴν θείαν πρόνοιαν καὶ δοξολογῆσαι, ὡς ἔτι δούλοις τοῖς ἀπὸ τῶν ἐθνῶν ἀρτίως προσελθοῦσι διαλεγόμενος, παρα βάλλει τῶν θεῶν ὧν ἡγοῦντο πάλαι τὸν ἔλεγχον ἀκο λούθως· ὡς εἶπεν· Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ὁ μὲν γὰρ τοσαῦτα καὶ τοιαῦτα πεποίηκεν· οἱ δὲ πρότερον ὑμῶν θεοὶ μόνον εἴδωλα νεκρὰ καὶ κωφὰ, οἷς ὅμοιοι γένοιντο οἱ ποιοῦντες αὐτά. Πῶς γὰρ οἱ τοῖς ἀψύχοις προσκυνοῦντες οὐκ ἀπελιθώθη σαν τὰς ψυχάς; καὶ οὓς ἔφη κατὰ τὴν συνήθειαν ἄνωθεν θεοὺς, νῦν ἐπαισχύνει καὶ κέκληκεν εἴδωλα, διαβάλλων τῇ τε ὕλῃ καὶ τῇ ἐργασίᾳ. Ἀλληλούϊα.
ΡΛΕʹ
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Λόγος ἀρχαῖός φησιν εἰς δώδεκα τμή ματα διαιρεθεῖσαν τὴν θάλασσαν, ἑκάστῃ φυλῇ μίαν ἀποδοῦναι ὁδόν. Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ. Οὐκ ἔλαττον τῆς θαλάσσης τῆς ἐρήμου τὸ θαῦμα. [PG27.528] Πολλὰ γὰρ τὰ θάνατον ἀπειλοῦντα, λιμὸς, αὐχμὸς, δίψα, πλῆθος θηρίων, ἁπάντων ἐπιτηδείων ἡ ἐρη μία. Οἱ δὲ μηδενὸς φοβοῦντος ἐβάδιζον. Ἐκ δὲ δύο δυνατῶν καὶ βασιλέων, οἳ ἐπὶ ῥώμῃ καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο, ἐῤῥύσατο αὐτούς. Ὢγ πηχῶν ἔχων ἐννέα τὸ μῆκος, καὶ πέντε τὸ πλάτος, καὶ σιδηρᾶν εἶχε τὴν κλίνην. Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων. Οὐχ ἁπλῶς δὲ τοὺς ἄλλους παραλείπων βασιλέας τούτων διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοδότου νίκης ἀναμιμνήσκων. Ἐπὶ ῥώμῃ γὰρ οὗτοι καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο. Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Πλέον ἁρμόσει ὁ λόγος ὁ λέγων, Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, τοῖς τῆς νοητῆς δουλείας ἀπαλλαγεῖσιν, ἤτοι, τῆς αἰσθη τῆς. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Οὐ γὰρ μέχρι τῶν εὐσεβούντων ἡ τοῦ φιλανθρώπου Θεοῦ κηδεμο νία, ἀλλὰ καὶ μέχρι τῶν ἀλόγων, ὡς ἑκάστῳ κατάλ ληλον διδόναι τροφὴν, ἐκτείνεσθαί τε τὴν πρόνοιαν ἀπὸ τῶν κατ' οὐρανὸν θαυμάτων μέχρι τῶν ἐπὶ γῆς σμικροτάτων· ἐντεῦθεν δὲ πάλιν διῆκεν εἰς οὐρανόν. ∆ιὸ μετὰ τὸ, πάσῃ σαρκὶ, ἐπενήνοχεν· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ. Καὶ πάντων ὢν ποιη τὴς, οὐρανοῦ κατ' ἐξαίρετον χρηματίζει Θεὸς, ὑπὸ τῶν ἐκεῖ διαιτωμένων θεραπευόμενος. Καθαρὸν γὰρ ἁμαρτίας ἐστὶ χωρίον. Τῷ ∆αυῒδ διὰ Ἱερεμίου.
ΨΑΛΜΟΣ ΡΛʹ
Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν. ∆ιδάσκει ὁ λόγος τοὺς πολλοῖς ὕστερον χρόνοις ἐσομένους ἐν Βαβυλῶνι διὰ τὴν ἀνο μίαν κλαίειν, ἀδημονεῖν, ἐπιζητοῦντας τῶν οἰκείων ἀγαθῶν τὴν ἀπόληψιν. Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Ἤτοι, μὴ τύχοιμι τῆς ἄνωθεν βοηθείας. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ. Τί γὰρ ὄφελος ἐῤῥῶσθαι λόγου ὄργανον, πρὸς τὸ δέον μὴ κρουόμενον; ∆ιὸ καὶ τὴν ζωὴν ἅπασαν οἱ μακάριοι ἄνδρες τῇ περὶ τοὺς ὕμνους ἂν ἦσαν φροντίδι λέγοντες· Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου. Ἦν δὲ ἡ πόλις αὐτοῖς τιμία διὰ τὴν θείαν λατρείαν, ὡς προείρηται τὸ, Ἕνεκα Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι. Ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τὴν σὴν, φησὶ, μνή μην πάσης εὐφροσύνης προτάξω. Ἀγαθὰς γὰρ οὕτω καὶ τὰς λοιπὰς ἡμῖν εὐφροσύνας γενέσθαι συμβαίνει. Καὶ ὁ Κύριος δὲ τὰς ἱερὰς τροφὰς πρὸ τῶν σωματι κῶν εἰσηγεῖται. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδώμ. Οἱ υἱοὶ Ἐδὼμ οἱ ἀπὸ Ἠσαῦ Ἰδουμαῖοι, οἳ καὶ ἁλούσης τῆςἹερουσαλὴμ ἐπέμβαινον πικρῶς, ἕως ἐκ θεμελίων αὐτὴν ἀνασπασθεῖσαν ἔγνωσαν. Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. Προφητικὸς [PG27.529] ὁ λόγος κἀκεῖνος τῆς Βαβυλῶνος σημαίνει τὴν πόρ θησιν. Μακάριος ὃς ἀνταποδώσει τὸ ἀνταπόδομά σου. Ἐκεῖνος, φησὶ, μακάριος ὁ ἀνταιχμαλωτεύων σε. Τῷ ∆αυῒδ διὰ Ζαχαρίου.
ΨΑΛΜΟΣ ΡΛΖʹ
Ὑπόθεσις. Ὁ παρὼν ψαλμὸς προφητείαν περιέχει τῆς ἁπάντων ἐθνῶν κλήσεως· ἐφ' ᾗ καὶ εὐχαριστεῖ, ὅτι οὐ μόνος αὐτὸς, βασιλεὺς ὢν, ἠξίωται τῆς θείας θεοφανείας· ἀλλὰ καὶ πολλοὺς τῶν ἐθνῶν βασιλεῖς φησι τῆς αὐτῆς ἀξιωθήσεσθαι χάριτος, ὅπερ μόνον μετὰ τὴν ἐπιδημίαν γεγένηται. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ταύτην τῷ πλουσίῳ δέδωκεν ὁ Σωτὴρ τὴν ἐν τολὴν, εἰπών· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου. Ὡς παρόντων τῶν ἀγγέλων, καὶ τὴν κατὰ Θεὸν αὐτοῦ νίκην ἀεὶ ἐπιθεωρούντων. Καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Εὐχαριστήσω, φη σὶν, ἐφ' οἷς τῆς μὲν σκιᾶς λελύτρωμαι, τῆς δὲ ἀληθείας ἠξίωμαι. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει τὴν εὐχα ριστίαν ἀναφέρειν λέγει. Οὐκ ἐφ' οἷς εὖ ἔπαθον μό νον εὐχαριστῶ· ἀλλὰ καὶ δι' ὅλου τὴν δόξαν τὴν σὴν θεωρῶν, δημιουργήσαντος, εὐεργετοῦντος, κολάζον τος. Οὐδὲν γὰρ τῆς κτίσεως ὃ μὴ τὴν σὴν μεγαλο σύνην κηρύττῃ. Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. Πολυωρίαν τὴν πολυχρονιότητά φησιν. Ὁ δὲ νοῦς· ∆υνάμει τῇ σῇ μεταποιήσεις με ἐκ φθορᾶς εἰς ἀφθαρσίαν. Καὶ ᾀσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου, ὅτι με γάλη ἡ δόξα Κυρίου. Ὠδὰς Κυρίου ἀναγέγραφεν, ἃς ᾄδειν τοὺς ἐξ ἐθνῶν πάντας ἐπαγγέλλεται. Ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ. Μὴ θαυμάσῃς, φησὶν, εἰ ταῦτα γενήσεται ἐν ἀνθρώποις· οὐ γὰρ ἀπηλλοτρίωται τῆς τοῦ Θεοῦ προνοίας τὰ ἀν θρώπινα. Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. Προώρισε γὰρ ἀπὸ καταβολῆς κόσμου κατὰ τὸν θεῖον Ἀπόστολον τὴν κλῆσιν τῶν ἐθνῶν, καὶ τὴν εἰς τὰ ὑψηλὰ ἀναγωγήν. Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. Ὅμοιον τό· Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ἐπ' ὀργὴν ἐχθρῶν μου ἐξέτεινας τὰς χεῖράς σου. Ἐπενήνε κται γὰρ κατ' αὐτῶν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, ἥτις καὶ ἔσωσεν ἡμᾶς. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κρίνας γὰρ τὴν καθ' ἡμῶν ἀδικίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ κόσμου. Εἰς τέλος τῷ ∆αυῒδ
ΨΑΛΜΟΣ διὰ Ζαχαρίου ἐν τῇ διασπορᾷ. ΡΛΗʹ
Ὑπόθεσις. Ἀναφέρεται μὲν ὁ ψαλμὸς εἰς τὸ τοῦ Ζαχαρίου πρόσωπον, ἔτι ὄντων ἐν τῇ αἰχμαλωσίᾳ τῶν υἱῶν [PG27.532] Ἰσραὴλ, καὶ μὴν καὶ αὐτοῦ τοῦ Προφήτου σὺν αὐτοῖς. Γράφει δὲ τῆς περὶ Θεοῦ εἰς ἡμᾶς κηδεμο νίας τὸν τρόπον· καὶ ὡς οὐ μόνον τῶν καθόλου ποιεῖται πρόνοιαν, ἀλλὰ γὰρ καὶ τῶν κατὰ μέρος· ὡς μηδὲ τὰς κινήσεις, μηδὲ τὰς ἐνθυμήσεις ἡμῶν τῆς αὐτοῦ λείπεσθαι προνοίας. Ἀποθαυμάζει γε μὴν καὶ τῆς οἰκονομίας τὸ βάθος, τήν τε τῶν ἐθνῶν κλῆσιν κατασημαίνει σαφῶς, καὶ τὴν γεγενημένην ἀντιλογίαν τῷ Σωτῆρι Χριστῷ παρὰ τοῦ ἐξ Ἰσραὴλ λαοῦ. ∆ιὰ δὴ ταῦτα πάντα καὶ εἰς τὸ τέλος ἐπι γέγραπται τῷ ∆αυΐδ. Εἴπομεν δὲ πολλάκις, ὡς οἱ οὕτω τῶν ψαλμῶν ἐπιγραφόμενοι εἰς τὸν τῆς ἐπι δημίας ἀναπέμπονται καιρόν. Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με. Ὡς θαῤῥῶν βεβαίαν ἔχειν τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ ὡς οὐδεμία αὐτῷ κοινωνία γέγονε τῇ τοῦ φαύλου λαοῦ παρανομίᾳ, αὐτῶν τῶν καρδιῶν τὸν πλάστην ἐπικα λεῖται μάρτυρα. Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μα κρόθεν, τὴν τρίβον μου καὶ τὸν σχοῖνόν μου σὺ ἐξιχνίασας. Εἰ καὶ τῶν διανοημάτων οἶδε τὴν κίνη σιν ὁ Θεὸς, πολλῷ πλέον τῆς κατὰ τὸν βίον πορείας ἔχει τὴν γνῶσιν. Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας. Σχοινισμὸς μὲν μέτρον ἐστὶν ὡρισμένον ὁδοῦ. Λέγει δὲ, ὡς πᾶσαν κίνησιν λογι σμοῦ ἐπίστασαι· τὰς γὰρ κινήσεις διὰ τῶν ὁδῶν ση μαίνει. Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Καὶ τοῦτο μέγιστον τῶν κατορθωμάτων τῷ ∆αυῒδ, μὴ ἀδικῆσαι τὴν γλῶσσαν μήτε ἐν ψεύδει, μήτε ἐν ἐπιορκίᾳ, μήτε ἐν ἀπάτῃ καὶ δόλῳ, καὶ πάσῃ τοιαύτῃ ἄλλῃ ὁδῷ. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Τὰ μέσα παρασεσιώπηται, διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξύ. Οὐ γὰρ ἦν ἐν ἀρχῇ, οὐδὲ ἔσται πάλιν ἐν τέλει. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Εἰ καὶ ἔπλασάς με, φησὶ, καὶ γεγονότα διακρατεῖς· ἡ γὰρ ἐπίθεσις τῆς χειρὸς τοῦ Θεοῦ τὴν χορηγηθεῖσαν ἡμῖν τοῦ Πνεύματος δω ρεὰν σημαίνει· ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν παρεῖχον Πνεῦμα ἅγιον. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὃ λέγει τοιοῦ τόν ἐστιν· Ὅτι ἕτερα πλεῖστά ἐστι τὰ ἀπὸ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένα, καὶ οὐχ οἷός τέ ἐστι διαγινώ σκειν. Ὑπερβάλλει γὰρ τὴν ἐμὴν δύναμιν, φησὶ, καὶ ἐπέκεινά ἐστι τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν ἢ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ εἶπα σμικρὰ καὶ ἐλάχιστα τυγχάνει. Τῆς γὰρ θεϊκῆς δυνάμεως ἡ κατάληψις τὴν ἐμὴν σμικρό τητα διαφεύγει. Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ὅμοιον τὸ, Ὁ οὐρανός μοι θρόνος. Ἐὰν καταβῶ εἰς ᾅδην, πάρει. Προφητεύει τὴν γενομένην εἰς ᾅδου κάθοδον τοῦ Κυρίου. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρ θρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θα λάσσης. Τουτέστιν, εἰ λάβοιμι πτέρυγας πτηνῶν [PG27.533] μήπω κεκμηκότας· τοῦτο γὰρ σημαίνει τὸ, κατ' ὄρ θρον, νεαρὰς ἐν τῷ πέτασθαι καὶ δυνάμεως πεπλη ρωμένας. Ὁ δέ πως νοῦς οὗτος· Πάντα, φησὶ, περι ειληφὼς Κύριος, καὶ πάντα προλαβὼν οἶδας, καὶ πανταχοῦ πάρει, καὶ πάντα πληροῖς ὡς Θεός. Εἶτα· Τίς γένωμαι, ἄν τι συμβῇ μοι ἁμάρτημα, καὶ εἰ γένοιτό μοι χρεία δρασμοῦ καὶ φυγῆς, σοῦ τοῦ Κυ ρίου πάντα ὑπειληφότος Καὶ εἶπα· Ἆρα σκότος καταπατήσει με. Τὸ, κα ταπατήσει, ἀντὶ τοῦ, σκεπάσει καὶ ἀποκρύψει τῶν σῶν ὀφθαλμῶν. Ἀλλὰ καὶ τοῦτο, φησὶ, τὸ σκότος οὕτως ἐστὶν ἐν τῇ σῇ γνώσει, ὥσπερ ἂν εἴη καὶ αὐτὸ τὸ φῶς. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή. Νεφροὺς δέ φησιν εἶναι τοὺς φόβου ποιητι κούς. Λέγει δὲ, ὅτι Σὲ διαπαντὸς ἐφοβούμην, ἐπεὶ πρὸ ὀφθαλμῶν εἶχον ἀεὶ τὴν σὴν κρίσιν. Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Εἰκότως, φησὶ, τὸν σὸν φόβον ἐκτησάμην, ἐπειδὴ κυόμενόν με ἡ σὴ πε ριφρουρεῖ πρόνοια. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώ θης. Εὐκαίρως μετὰ τὴν προειρημένην θεολογίαν τὴν ἐξομολόγησιν ἀναφθέγγεται. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Ἥτις ἐστὶ, φη σὶν, ἐμοὶ δύναμις ἀπόῤῥητος, καὶ αὐτή σοι τῷ Θεῷ φανερὰ τυγχάνει. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίη σας ἐν κρυφῇ. Οὐκ ἔλαθε, φησὶ, τῆς γυναικὸς ὁ ὄλισθος, ἢν ἐκ τοῦ ὀστέου μου λεληθότως ἐποίησας, ὕπνῳ βαρεῖ εὐνάσας με· ἀλλ' ἔγνως τὰ ἡμέτερα κρύφια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος. Καὶ ἡ ὑπό στασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Καὶ εἰ διαλυθείην, φησὶ, καὶ εἰς χοῦν πορευθείην, σοὶ πάλιν γνωστὸν τὸ τοιοῦτόν ἐστιν Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Πρὶν γενέσθαι, φησὶ, καὶ πρὶν μορφωθῆναι, οἱ σοὶ τῆς προγνώσεως ὀφθαλμοὶ ἐθεάσαντό με καὶ προεῖ δόν με, οὐχ ἁπλῶς, ἀλλ' ὡς ἤδη ἐγκείμενον, καὶ συν ηριθμημένον, καὶ ἐν τῇ βίβλῳ σου γεγραμμένον. Ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Κατὰ πάσας τῆς ζωῆς αὐτῶν τὰς ἡμέρας εὐρύθμως καὶ εὐπλάστως ἑαυτοὺς διήγαγον, καὶ μηδὲ μίαν ἡμέραν αὐτοὺς ἄτυπον ἢ ἄπλαστον ἐσχηκέναι. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· Ὅμοιον τό· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ἐξαριθμή σομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Εὔελπίς εἰμι, φησὶ, τοὺς φίλους τιμῶν τοὺς σοὺς, ὅτι δὴ ἐν τῇ ἀναστάσει μετ' αὐτῶν στήσομαι, καὶ δι' αὐτοὺς τὴν παρὰ σοῦ κτήσομαι τιμήν. Τότε δὴ, φησὶ, καὶ οἱ ἁμαρτωλοὶ ἀποκτενοῖντο, τουτέστι, τὰς προσ ηκούσας ἀπολήψονται δίκας. Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Εἰδὼς τὰς ἐσομένας κατ' αὐτῶν δίκας, ἔξω που ἀφορίζει αὐτοὺς ἑαυτοῦ. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Τὴν αἰ [PG27.536] τίαν φησὶ δι' ἢν ἀπελαύνει ἀφ' ἑαυτοῦ τοὺς ἁμαρτω λούς. ∆ιὰ τοῦτο, φησὶν, ἐλαύνονται, ὅτι ἀντιφθέγγον ται καὶ ἀντιφιλονεικοῦσι Θεῷ, καὶ μάτην ἐπαιρόμε νοι καταλαζονευόμενοι τοῦ τῶν ἀνθρώπων βίου. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ὅτι τοὺς μὲν σοὺς ἠγάπων καὶ ἀπεδεχόμην φίλους· τοὺς δὲ ἐχθρούς σου τελείως ἐμίσουν. Ἐχθροὶ δὲ τοῦ Θεοῦ πρώτως μὲν καὶ κυρίως οἱ ἀκάθαρτοι δαίμονες· δεύτεροι δὲ μετ' ἐκείνους οἵ τε τὴν εἰδωλολατρείαν πρεσβεύοντες, καὶ οἱ τῶν αἱρέσεων ἀρχηγοί.
Εἰς τέλος ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΡΛΘʹ
Ἐξέλου με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Τῆς γενομένης ἀδικίας παρὰ τῶν δαιμόνων τῇ ἀνθρώπου φύσει κεκραγέναι πρὸς τὸν Θεὸν ποιῆσαι τὴν ἐκδί κησιν, καὶ μεταστρέψαι εἰς κεφαλὴν τῶν ἀδικούντων τὴν ἀδικίαν. Λεχθείη δὲ καὶ ἐπὶ αἰσθητῶν ἐχθρῶν τὰ λεγόμενα. Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρέτασσον πολέμους. Οὐ γὰρ μόνον πονηροῖς ἐχρήσαντο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκαν τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέ ραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἑρμηνεύει. Ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. Ταῦτα πάντα, φησὶν, ἐποίουν, ἵνα τὸν δρόμον στήσωσι τῆς κατὰ Θεὸν πορείας, τοὺς πόδας αὐτοῦ παγίσι περι βάλλοντες, ἵνα τῆς ἐν Θεῷ στάσεως αὐτὸν καταβά λωσιν. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἐγὼ, φησὶ, Κύριε ἐπιθυμίαν ἐπιθυμῶ σωτηρίας· μὴ οὖν ἐγκαταλείπῃς με, ὥστε ταύτης παρατραπέντα παραδοθῆναι ἁμαρτωλῷ, ἤτοι τῷ δια βόλῳ. ∆ιελογίσαντο κατ' ἐμοῦ· μὴ ἐγκαταλείπῃς με, μήποτε ὑψωθῶσιν. Ἐν σκέπῃ τῶν πτερύγων αὐτοῦ ἀξιοῖ σκεπασθῆναι, καὶ ὑπὸ τὴν κραταιὰν αὐ τοῦ χεῖρα, ἀφ' ἧς οὐδεὶς δύναται ἁρπάσαι, ἵνα μὴ ὡς ἐπί τι ἄλλο τι μεγαφρονήσωσιν. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Ἐπ' αὐτοὺς, φησὶν, ἔλθοι ὃ ἐβουλεύσαντο. Τοῦτο γὰρ σημαί νει ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Κεφαλὴ γὰρ τῶν ἁμαρτωλῶν ὁ λογισμὸς καὶ ἡ αἴσθησις. Τῆς οὖν ἐπιβουλῆς αὐτῶν τῆς κατ' ἐμοῦ, δι' ἧς ἐκύκλωσάν με ἡ ἀρχὴ καὶ ἡ κεφαλὴ, οὐ μὴν ἀλλὰ καὶ ὁ κόπος αὐ τῶν, καὶ ὁ μόχθος ὁ κατ' ἐμοῦ, εἰς αὐτοὺς ἔλθοι. Οὓς καὶ δίκῃ παραδοθῆναι τῇ διὰ πυρός. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες ἐν πυρί. Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. Κατα βαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑπο στῶσι. Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσον ται τούτων. Ταῦτα δὲ συμβαίνει τῷ Σαοὺλ ἐν τῷ κατὰ τοὺς ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τὸ τοῦ βίου τέλος. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Ἐκδέχεται μὲν τοὺς ἀσεβεῖς τὸ αἰώνιον πῦρ. Καὶ ἐν τούτῳ δὲ τῷ βίῳ εἰς τέλος οὐ κατευθυνθήσε ται γλωσσώδης. Οὐδεὶς γὰρ μάχιμός τε καὶ λοίδορος, ὅς ἐστιν ἐν τῇ γεώδει προαιρέσει, κατευθύνεται, ὑπὸ τοῦ μάχιμος εἶναι στρεβλούμενος. Φιλαμαρτήμονες γὰρ ὄντες οἱ τοιοῦτοι, πῶς ὑπ' ἀρετῆς κατευθύνον ται; Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. [PG27.537] Ὥσπερ γὰρ ὑπὸ οἰκείας νόσου διαφθείρεται ἄνευ τῆς ἑαυτοῦ κακίας, δίκην δοὺς τὴν προσήκουσαν. Ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν ἡ κακία διαφθείρειν.
ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΡΜʹ
Ὑπόθεσις. Ὅμοιος καὶ αὐτὸς τῷ ὀπίσω κεῖται, πλὴν δογμα τικώτερος. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκρα γέναι με πρὸς σέ. Ἡ κραυγὴ τὸ σύντονον τῆς δια νοίας πάντως δηλοῖ. Εὐμενῶς, φησὶ, ∆έσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Τὰ ἀπὸ διανοίας θυμιάμασι παρεικά ζει, ἅτε λεπτὰ ὄντα, καὶ τῷ μόνῳ ἀνατιθέμενα τῷ Θεῷ. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Τὰς πράξεις τὰς διὰ τῶν χειρῶν δηλουμένας θυσίᾳ παρεικάζει, ἅτε παχύτερα ὄντα παρὰ τὰς τῆς δια νοίας αἱρέσεις. Τὸ δὲ ἑσπερινήν φησιν, ὅτι χρὴ μέχρι τέλους πράξεις ἐπιτηδεύειν ἀγαθάς. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ ραν περιοχῆς περὶ τὰ χείλη μου. Ἐπειδὴ μέγα οἶδε τὸ κατορθοῦν τῆς γλώσσης τὴν φυλακὴν, τὸν Θεὸν αἰτεῖ ταύτης τὴν ἐγκράτειαν αὐτῷ χαρίσασθαι. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο νηρίας. Τουτέστι μὴ συγχωρήσῃς παρατραπῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ καλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἵνα μὴ νοῶ, φησὶν, ἐννοίας παρανομίας. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με. Πᾶσαν μὲν παιδείαν δεξαίμην τοῦ δικαίου, τὴν εὐλο γίαν δὲ καὶ τὴν κολακείαν τοῦ ἁμαρτωλοῦ μὴ λά βοιμι, δι' ἧς ὥσπερ ἔλαιον τὴν κεφαλήν μου κατα χρίουσιν. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν, κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἐγγὺς, φησὶ, πέτρας γενόμενοι καταποντι σθήσονται. Σημαίνει δὲ, ὡς αὐτὸς αὐτοὺς ὁ Χριστὸς καταποντίσει εἰς τὴν ἄβυσσον. Ἀκούσονται τὰ ῥή ματά μου, ὅτι ἡδύνθησαν. Ἔκβασις, φησὶ, τῆς κατ' αὐτῶν προλεχθείσης τιμωρίας, πίστιν ἀληθείας καὶ εὐπρεπείας τὰ ἐμὰ λάβοιεν ῥήματα. Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς. Πᾶν, φησὶ, τὸ γεῶδες ἡμῶν διεῤῥήξαμεν, ταπεινοῦντες ἑαυτοὺς διὰ σέ· οὕτως ὡς πᾶσαν δύναμιν ἡμῶν μέχρι ᾄδου κατενεχθῆναι. Ὅμοιον δὲ τοῦτο τῷ, Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου. Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ· ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντ ανέλῃς τὴν ψυχήν μου. Ἀντὶ τοῦ· Μὴ ἐκχύσῃς ἣ ἐκκενώσῃς τῆς ἐλπίδος ἧς ἔχω πρὸς σέ. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτω λοί. Ἐμπέσοιεν, φησὶν, εἰς τὰ ἑαυτῶν δίκτυα οἱ ἁμαρτωλοί. Καταμόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω. [PG27.540] Τότε, φησὶ, παρελεύσομαι ἀφόβως καὶ ἀμερίμνως, ὅταν αὐτοὶ οἱ ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπέσωσι δικτύοις. Ἐγὼ δὲ τούτων κεχωρισμένως διατελέσω ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας. Συνέσεως τῷ ∆αυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή.
ΡΜΑʹ
Ὑπόθεσις. Προσευχὴ μὲν ἔστι καὶ οὐδὲν ἕτερον τὰ προκείμενα. Πλὴν ἀλλὰ δεῖται συνέσεως· ὅπως ἂν ἡμεῖς μάθω μεν τίνι τρόπῳ ἐν περιστάσεσιν ὄντες διαφυγεῖν δυνηθῶμεν τὰ πονηρά. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου. Ὅλην ὥσπερ τὴν διάνοιαν αὐτοῦ ἀνα τέθεικε, φησὶ, τῷ Κυρίῳ. Τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Τὸν περὶ αὐτῆς, φησὶ, τῆς ψυχῆς ἀγωνιζόμενος δρόμον, τὰς δεήσεις ἀναφέρω, τὰς θλίψεις διαδοῦναι εὐχόμενος. Ὡς οὐ δικαίως διώκο μαι, ἐπίστασαι, φησίν. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Ταῦτα δὲ ἔδρων, τὴν ὑπερβολὴν θεώμενος τῶν κακῶν· παρ' αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. Καὶ σὺ ἔγνως τὰς τρίβους μου, θαῤῥοῦντος τῇ τοῦ βίου πορείᾳ καὶ ταῖς πράξεσι τὸ, Σὺ ἔγνως τὰς τρίβους μου. Ὁρῶν δὲ τοὺς νοητοὺς τῆς ψυχῆς ἐχθροὺς παρασκευά σαντας εἰσελθεῖν τὸν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν ∆αυῒδ, εἰκότως ἐλέγετο· Ἔκρυψαν παγίδα μοι, ἣν ἡ παροῦσα κατήργησε προσ ευχή. Τὸ γὰρ ἐπ' ἀνθρώποις, συλληφθεὶς ἐν τῷ σπη λαίῳ, δρασμοῦ παντὸς ἀποκέκλειστο, καὶ οὐκ ἦν ὁ ῥυόμενος, ἢ ἐκζητῶν αὐτοῦ τὴν ψυχήν. Ἐν ὁδῷ ταύτῃ ᾖ ἐπορευόμην ἔκρυψαν παγίδα μοι. Εἴ τις τὸν ἐν τῷ σπηλαίῳ λογίσηται τόπον, εὑ ρήσει προσηκόντως τὰ εἰρημένα. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Παρατιθέντες τὰς ἀγχιθύρους κακίας τοῖς ἀσκου μένοις ἀρεταῖς. Οἷον ὁδεύοντι ἐπὶ σοφίαν, ἔκρυπτον παγίδα, σοφίαν οὐ Θεοῦ· καὶ ζητοῦντι γνῶσιν, παρ ετίθεσαν τὴν ψευδώνυμον. Ἔχει δέ τινα ὁμοιότητα τὸ ῥητὸν πρὸς τὸ, Ἐχόμενα τρίβου, σκάνδαλα ἔθεντό μοι. ∆ύνανται δὲ καὶ αἱ ὑπερβολαὶ δηλοῦσθαι παγίδες, εἰς ἃς ἐμπίπτει ὁ μὴ φυλαττόμενος, περὶ ὧν λέγει· Κατενόουν εἰς τὰ δεξιά. Τοῖς γὰρ φιλο τιμοτέροις εἰς δεξιὰ παγίδες. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ ζητῶν τὴν ψυχήν μου. Οὐ γὰρ ἦν ἀποδιδράσκειν ἐκ τοῦ σπηλαίου τῶν ἔμπροσθεν κατεχομένων ὑπὸ τοῦ Σαούλ. Οὐδεὶς, φησὶ, τῆς ἐμῆς ψυχῆς τὴν σωτηρίαν ἐπιζητεῖ Ἐκέκραξα πρὸς σὲ, Κύριε. Ἐπ' αὐτῷ γὰρ μόνῳ δεῖται τὰς ἐλπίδας τῆς σωτηρίας. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ταῦτά φησιν ὡς πρὸς τὸν τοῦ σπηλαίου τόπον. Ὁ δὲ Σύμ μαχος· Ἔξω ποίησον ἀποκλεισμοῦ τὴν ψυχήν μου. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐπειδὰν, φησὶ, ταύτης με τῆς θλίψεως ἀπέλυσας καὶ τῆς εἱρκτῆς, εὐχαριστηρίους ἀναπέμψω ᾠδάς. [PG27.541] Ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ἐὰν ἐξαγάγῃς με, φησὶν, ἐντεῦθεν ἀμειψάμενός μου τὰς ἀγαθὰς πράξεις, καὶ οἱ λοιποὶ δίκαιοι ἐμὲ ὑπό δειγμα πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ ἐκ τῶν κατ' ἐμὲ τὰ κατ' αὐτοὺς ἀποταμιευόμενοι, ἀποδώσουσί σοι τὰς λιτὰς καί σοι προσδραμοῦνται.
ΨΑΛΜΟΣ ᾠδῆς τῷ ∆αυῒδ, ὅτε κατεδίωκεν αὐτὸν ὁ υἱὸς αὐτοῦ Ἀβεσσαλώμ. ΡΜΒʹ
Ὑπόθεσις. Καὶ οὗτος ὁμοίαν ἔχει τοῦ πρὸ αὐτοῦ τὴν ὑπόθεσιν. Εὔχεται γὰρ ἀπὸ τῶν διωκόντων ῥυσθῆναι, ὡς ὁ Ἀπόστολός φησι. Τυπικῶς δὲ ταῦτα συνέβη τοῖς ἀρχαιοτέροις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. ∆ιδασκόμεθα τοίνυν ἐν περιστάσεσιν ἐπὶ μόνον κα ταφεύγειν τὸν Θεόν. Ἰστέον δὲ ὅτι ἀναφέρεται εἰς τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἡ προσευχὴ κατα διωκομένης καὶ θλιβομένης ὑπὸ τοῦ πλεονεκτήσαν τος Σατανᾶ, οὗ καὶ ῥυσθῆναι εὔχεται διὰ τῆς παρ ουσίας τοῦ Μονογενοῦς. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Εἰσ ακουσθῆναι, φησὶν, ἀξιῶ διὰ τῆς σῆς ἀληθείας. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Ἔσο μοι ὑπήκοος, τὸν Μονογενῆ σου ἀποστείλας, ὅς ἐστιν ἀλήθεια καὶ δικαιοσύνη. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡσεὶ νεκροὺς αἰῶ νος. Σκοτίαν τὴν ἀγνωσίαν ἣν ἔσχε ποτὲ δηλοῖ. Οὐδὲν γὰρ διεφερόμην νεκροῦ. Νεκροὺς αἰωνίους τοὺς πά λαι εἰδωλολάτρας φησίν. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦ μά μου. Ἐν ταῖς ἐσχάταις περιστάσεσιν, ἐπειδὰν ἀνακινδυνεύει τινὸς ἡ ψυχὴ, προσήκει τοῦτο λέγειν, οὐ μὴν ἐν ἀνθρωπίνοις πράγμασιν ἀναγκαίως κε χρῆσθαι. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου. Τὴν πρωϊνὴν ἀνάστασιν τοῦ Κυρίου λέγει· ἢ τάχα καὶ τὴν πρωϊνὴν ἀνάστασιν εὔχεται παραγενέσθαι Χριστοῦ, δι' ἧς ἐλεούμεθα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι. Τῆς εὐαγγελικῆς διδασκαλίας εὔχεται τυχεῖν. Ἐξέλου με ἐκ τῶν ἐχθρῶν μου. Τῶν νοητῶν δηλονότι. Τῷ ∆αυῒδ πρὸς τὸν Γολιάθ.
ΡΜΓʹ
Εὐλογητὸς Κύριος ὁ Θεός μου. Ἐκ περιχαρείας τὸ προοίμιον. Ὁ διδάσκων τὰς χεῖράς μου εἰς πα ράταξιν. Χεῖρας τὰς πράξεις φησὶν εἶναι τὰς κατὰ θεοσέβειαν γενομένας, δι' ὧν πολεμοῦμεν τὸν Σατανᾶν. Ἄνθρωπος ματαιότητι ὡμοιώθη. Ἕκαστος τῶν ἀνθρώπων τῷ κόσμῳ τούτῳ ὡμοιώθη. Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτούς. Ἀστραπὴν τὸ εὐαγγελικὸν κήρυγμά φησιν. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους· ἐξ έλου με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χει ρὸς υἱῶν ἀλλοτρίων. Ὧν τὸ στόμα ἐλάλησε μα ταιότητας. Τῶν περικυκλωσάντων ἡμᾶς λογισμῶν ὑπὸ τῆς τῶν δαιμόνων ἐπιβουλῆς. Ἢ καὶ ὕδατα τὸν τῶν Ἰουδαίων φησὶ λαὸν τὸν κυκλώσαντα τοὺς ἀπο [PG27.544] στόλους, ἐν τῷ συσχεῖν καὶ ἀπολέσαι. Καὶ οὗτοι εἶεν υἱοὶ ἠλλοτριωμένοι, οἱ καὶ μάταια λαλοῦντες. Καὶ ποῖα μάταια, ἢ τὸ λέγειν τῷ Χριστῷ· Πῶς σὺ, ἄν θρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Τὴν εὐαγγε λικὴν δηλονότι Ἐξ αὐτοῦ δὲ τοῦ προσώπου τοῦ ∆αυῒδ ὁ λόγος ἐστίν. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι. Ψαλτήριον δεκάχορδον τὸ σῶμά ἐστιν, ἅτε πέντε αἰ σθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι' ἑκάστης αἰσθήσεως γιγνομένης ἐνεργείας ἑκάστης. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν ἡμῶν. Τοῖς ἁγίοις ἀποστόλοις, οὓς κατέστησεν ἄρ χοντας αὐτῶν ὁ Χριστός. Τῷ λυτρουμένῳ ∆αυῒδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς· ῥῦσαί με καὶ ἐξέλου με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. ∆ιὰ γὰρ τὰς πρὸς ἐκείνους συνθήκας πᾶσαν ἡμῶν κηδεμονίαν ποίησον. Ῥομφαίαν γὰρ πονηρὰν τῶν ἐπελθόντων τὸ μανικὸν καὶ θηριῶδες ἐκάλεσε· τοὺς δὲ αὐτοὺς ἀλλο τρίους, ὡς δυσσεβεῖς. Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τοῦ κατὰ σάρκα λαοῦ υἱοὶ, φησὶν, εὐθαλεῖς εἰσι· τοῦ δὲ κατὰ πνεῦμα τεταπεινωμένοι. Οὗτοι γάρ εἰσιν οἱ λέγοντες· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦ ται. Αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικε κοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τῷ ἐπιγείῳ κόσμῳ. ∆ιὸ καὶ οὐ ναὸς Θεοῦ γεγόνασιν, ὡς αἱ ἅγιαι τῶν πι στευσάντων ψυχαὶ, ἀλλ' ὁμοίωμα ναοῦ· προσεποιοῦν το γὰρ τὴν κατὰ νόμον ἐπιτηδεύουσαι πολιτείαν. Ἀλλ' οὐκ ἔσχον ἐν αὐταῖς τὸν Λόγον, ἀλλὰ τὸ πονηρὸν πνεῦμα. Τὰ ταμιεῖα αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τού του εἰς τοῦτο. Ἐθησαύρισαν γὰρ οὐ τὸν οὐράνιον, ἀλλὰ τὸν ἐπίγειον πλοῦτον. Τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. Πίονα δὲ αὐτῶν καὶ πολύγονα τὰ κτήνη. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ οὐδὲ δι έξοδος. Πολλὴν, φησὶν, ἔσχον τὴν εὐημερίαν· ἀλλ' οὐ μέχρι τέλους αὐτοῖς στήσεται. Τοῦτο γὰρ ἐν ἄλλῳ ψαλμῷ ἐδίδαξεν εἰπών· Κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι· μακά ριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Οἱ μὴ ὀρθῶς κρίνοντες, ἀλλὰ καὶ αὐτὰ φανταζόμενοι τὰ σαρκὸς, τὸ τούτων ἐν ἀπολαύσει γενέσθαι πολλῇ μακάριον εἶναι νομίζουσιν. Οὐκ ἔστι δὲ τοῦτο μακάριον· ἀλλὰ τὸ ἐπικαλεῖσθαι Κύριον τὸν Θεὸν αὐτοῦ. Αἴνεσις τῷ ∆αυΐδ.
ΡΜ∆ʹ
Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου. Οὐχ ὡς μὴ ἔχοντι δὲ δίδωσιν ὕψος· ἀλλὰ τοῖς ἄλλοις δεί κνυσιν ἔχοντα. Ὁποῖον· Πάτερ, δόξασόν σου τὸ ὄνομα ἐν τῇ γῇ. Οὐ γὰρ ἣν μὴ εἶχεν αἰτεῖ, ἀλλ' ἣν καὶ εἶχε δειχθῆναι· ὡς δηλοῖ τό· ∆όξασόν με τῇ δό ξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέ σθαι. [PG27.545] Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε. Ἀρχὴ παρ' Ἑβραίοις τοῦ παρόντος στίχου τὸ Βήθ. ∆ιδάσκει δὲ ὡς οὐ μίαν ἡμέραν παραπεμπτέον ὕμνων χωρίς. Ὅλῃ μὲν οὖν ψυχῇ καὶ διανοίᾳ ὑψοῦν δεῖ καὶ εὐλογεῖν τὸν Θεόν· τὸ ὄνομα δὲ αὐτοῦ δοξάζειν θνητοῖς ὀνόμασί τε καὶ ῥήμασιν. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. Τὴν ἀμφοτέρων φησὶ λαῶν συναχθεῖσαν Ἐκκλησίαν ἔκ τε τῶν ἐκ περιτομῆς καὶ τῶν ἐξ ἐθνῶν. Ἔργα δὲ αὐτοῦ, ἂ πεποίηται ἐν τῇ ἐπιδημίᾳ φησί· πολυτρόπως δὲ αὐτὰ ὑμνεῖ· δύναμιν, καὶ μεγαλοπρέπειαν, καὶ δό ξαν, καὶ ἁγιωσύνην, καὶ θαυμάσια· καὶ πάλιν δύνα μιν καὶ μεγαλωσύνην καὶ χρηστότητα, καὶ δικαιοσύ νην καὶ οἰκτιρμοὺς προσαγορεύων. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι. Πρακτικῶς ἐροῦσι καὶ μετὰ ὀρθοῦ φρονήματος. Οἷόν ἐστι· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν τος. Καὶ τὸ, Ἀλαλάξατε Θεῷ ἐν φωνῇ ἀγαλλιά σεως· ὅτι Κύριος ὕψιστος φοβερός. Ταῦτα γὰρ ἐροῦσι δι' αὐτοῦ τοῦ φοβεῖσθαι καὶ σέβας ἔχειν Θεοῦ. ∆ιηγήσονται δὲ καὶ ὡς πέρας οὐκ ἔχουσαν αὐτοῦ τὴν μεγαλωσύνην, οὐ περιγράψαντες γνώσει, ἀλλ' ὡς οὖ σαν ἀκατάληπτον· μόνος γὰρ ὁ Υἱὸς γινώσκει τὸν Πατέρα, καὶ ὁ Πατὴρ τὸν Υἱόν. Εἰ δὲ καὶ ἀποκαλύ πτει τὸν Πατέρα οἷς βούλεται, ἀλλ' οὖν ὡς ἐφικτὸν γενητοῖς ἰδεῖν, κατὰ ἀναλογίαν ἧς τις ἔχει προπαρα σκευῆς. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. Πᾶσι μὲν αὐτὸς, ἅτε Θεὸς ὢν ἀγαθὸς, ἐπιδέδωκε τὴν χρηστότητα, καὶ οἰκτείρει πάντα τὰ ἔργα αὐτοῦ. Σώζονται δὲ οἳ τῆς χρηστότητος αὐτοῦ ἀπολαύειν ἐθέλουσιν.
ΨΑΛΜΟΣ ΡΜΕʹ
Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω τὸν Κύριον ἐν τῇ ζωῇ μου. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ δια λογισμοὶ αὐτοῦ. Ἐν τῷ καιρῷ τοῦ θανάτου, φησὶ, πάντα ὅσα ἐφρόνησεν ἠχήσονται, καὶ οὐδὲν ἔσται ὧν ἐφαντάζετο ἐπὶ γῆς. ∆ιδόντα τροφὴν τοῖς πεινῶσι. Πνευματικὴν δη λονότι τοῖς λιμώξουσι παντὸς ἀγαθοῦ.
ΨΑΛΜΟΣ ΡΜ Sʹ
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός. Ἐν μὲν τῷ προλαβόντι αὐτὸς ἑαυτὸν παρῄνει εἰς μόνον τὸν Θεὸν ἔχειν τὴν ἐλπίδα· ἐν δὲ τούτῳ τὸν ἀποστολι κὸν χορὸν δείκνυσι διδάσκοντα τὸ πλῆθος αἰνεῖν τὸν Θεὸν, ἐφ' οἷς τὸ γένος εὐηργέτησεν. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος. Πραεῖς μὲν τοὺς τὴν πίστιν αὐτοῦ δεξαμένους φησὶ, τοὺς μιμησαμέ νους τὸν εἰπόντα· Πρᾷός εἰμι ἐγώ. Ἐγὼ δὲ τοὺς ἁμαρτωλοὺς μισῶ, φησὶν, οἵτινές εἰσιν οἱ ἀκάθαρτοι δαίμονες, οἱ τῷ πυρὶ ἐνοικοῦντες. Καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. ∆ουλείαν τῶν ἀνθρώπων φησὶ βοῦς, καὶ ἡμιόνους καὶ τὰ ἕτερα τῶν κτηνῶν. [PG27.548] Ἔστι τοίνυν τὸ ψαλτήριον ὄργανον μουσικὸν δεκά χορδον, ἐκ τῶν ἄνωθεν μερῶν τῆς κατασκευῆς ἀπο τελοῦν τὸν ἦχον, ἐναρμονίως τοὺς φθόγγους πρὸς τὴν ἐκ τῆς φωνῆς μελῳδίαν ἀποδιδόν· παρὰ μὲν Ἑβραίοις ναῦλα λεγόμενον, παρ' Ἕλλησι δὲ κιθάρα ὀνομαζόμε νον. Κατεσκεύαστο γὰρ αὐτοῖς ὀρθὸν ξύλον καὶ ἀπαρ έγκλιτον, χορδαὶ δὲ ἐν τούτῳ δέκα ἐτείνοντο. Ἑκάστη δὲ τῶν χορδῶν εἰς τὸ ἀκροτελεύτιον τοῦ ψαλτηρίου διῃρημένως ἐναπεσφίγγετο· αἱ δὲ ἀρχαὶ τῶν χορδῶν καθίεντο ἄνωθεν. ∆έκα γὰρ κόλλαβοι εἴτουν πασσαλίσκοι, περὶ τὸν πῆχυν τοῦ ψαλτηρίου στρεφόμενοι, ἔτεινόν τε τὴν χορδὴν καὶ ἐχάλων πρός τε τὸν ῥυθμὸν τῆς ἁρμονίας καὶ πρὸς τὸ τοῦ ψαλτῳδοῦ βούλημα. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ μέγας Βασίλειος, etc. [PG27.549] Ἀθανάσιος. ∆ιὰ τί δὲ οἱ βασιλεῖς Ἡρώδης ὁ Ἀσκαλωνίτης καὶ Πιλᾶτος ὁ Πόντιος παρέστησαν, τουτέστι παρετάξαντο καὶ ἐπῆλθον κατὰ Χριστοῦ; ∆ιὰ τί δὲ οἱ ἄρχοντες τῶν Ἰουδαίων οἱ ἀσεβεῖς, καὶ λοιμοὶ, καὶ ἁμαρτωλοὶ, Γραμματεῖς, καὶ Φαρισαῖοι, καὶ νομικοὶ, εἰς ταὐτὸν συνέδραμον, καὶ κατὰ τοῦ Κυρίου, τουτ έστι τοῦ Πατρὸς, καὶ κατὰ τοῦ Χριστοῦ ἐλύττησαν, τουτέστι τοῦ Υἱοῦ αὐτοῦ; Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ. Τάχα μὲν οὖν, ἐπειδὴ τὰ παρ' ἐκείνοις τετολμημένα τοῦ Κυρίου μᾶλλον τὴν δύνα μιν ἔδειξε, καὶ εἰς τοὐναντίον αὐτοῖς τὰ ἐπιχειρήματα γέγονεν, οἱονεὶ μυκτηρίζει αὐτοὺς ὁ ∆αυῒδ, ὡς εἰς κενὸν πάντα τολμήσαντας· τάχα δὲ καὶ μέμφεται. Τί γὰρ δήποτε αἰτιώμενοι οἱ κατὰ Χριστοῦ συνδραμόντες σταυρῷ τοῦτον ἀνήρτησαν; Οὐχ οὗτός ἐστιν ὁ τοῖς ἔθνεσι μὲν δεδωκὼς τὴν σοφίαν, τοῖς δὲ βασιλεῦσι τὸ κράτος παρασχὼν, καὶ τοῖς ἄρχουσι τὴν ἀρχὴν κρα τυνόμενος, καὶ τοῖς Ἰουδαίοις τὰ μέγιστα τερατουρ γήσας καὶ βοώμενα θαύματα; Ἀθανάσιος. Ἐνταῦθα λείπει τὸ, λέγοντες, ἵνα ᾖ ἡ διάνοια αὕτη· Συνήχθησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· ∆ιακόψωμεν τοὺς δεσμοὺς αὐτῶν. Τίνων; τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· οὐ γὰρ ἤθελον εἴσω τῆς ἱερᾶς γενέσθαι σαγή νης· Ἀποῤῥίψωμεν δὲ τὸν ζυγὸν, τουτέστι τὸν εὐ αγγελικὸν νόμον καὶ τὴν ἐντολὴν, περὶ οὗ γέγραπται· Ὁ ζυγός μου χρηστός ἐστι. Τοῦτο δὲ αὐτὸς ὀνειδί ζων αὐτοῖς διὰ Ἱερεμίου ἔλεγεν· Εἶπας· Οὐ δουλεύ σω σοι· τουτέστιν, Οὕτως ἐπολιτεύσω, ὥστε ἀποσείσασθαι τὴν ἐμὴν δουλείαν. Ἢ τοίνυν ταῦτα ἐκ προσ ώπου τῶν Ἰουδαίων εἴρηται ἀθετούντων τὴν εἰς τὸν Κύριον ὑποταγὴν, καὶ οὔτε αὐτῷ οὔτε τῷ Πατρὶ ὑπο ζεῦχθαι θελόντων· ἢ καὶ τοῖς πιστεύσασι τὸ Πνεῦμα παρεγγυᾷ καὶ λέγει· Μὴ ὁμοιωθῶμεν τοῖς ἐπιβουλεύ σασι τῷ Χριστῷ, μηδὲ συνδεθῶμεν αὐτοῖς κατὰ τὴν ὁμόνοιαν· ἀλλὰ καὶ τὸν βαρὺν τοῦ παλαιοῦ νόμου ζυ γὸν ἀποτιναξώμεθα, μηδὲν ἡγούμενοι τὰ ἐν τύποις, εἰ μὴ νοοῖντο πνευματικῶς. Ἀσυντελὲς γὰρ πρὸς ὄνη σιν ἡ σκιὰ, εἰ μὴ τὸ Χριστοῦ μυστήριον ζωγραφεῖ. Ἀθανασίου. Τότε. Πότε, ἢ ὅτε ἔλεγον· ∆ιαῤῥή ξωμεν τοὺς δεσμοὺς αὐτῶν; Τίνα δέ ἐστιν ἐν ὀργῇ παρ' αὐτοῦ λαληθέντα; Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ τοῖς νομικοῖς, οὐαί. Ἢ τὸ, Τότε, εἰς τὸν καιρὸν τῆς κρίσεως ἀναφέρεται, ὅταν ὄψονται εἰς ὃν ἐξεκέντησαν. Τότε γὰρ ταράξει αὐτοὺς λέ γων· Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι. Ἐπει ράθησαν δὲ θείας ὀργῆς, καὶ ὅτε ἡ Ῥωμαϊκὴ αὐτοῖς ἐπιστᾶσα στρατιὰ τήν τε πόλιν ἐνέπρησε, καὶ τὸν [PG27.552] ναὸν ἐπόρθησε, καὶ τοὺς πλείονας αὐτῶν θανάτῳ παρέπεμψεν. Ἡ τοῦ τρίτου ψαλμοῦ ἐπιγραφὴ πρὸς τὴν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ἱστορίαν ἡμᾶς παραπέμπει. Τῷ ∆αυῒδ ἐκ διαφόρων γυναικῶν παῖδες ἐγένοντο πλείονες. Ἐν τούτοις καὶ ὁ Ἀμνὼν ἦν πρωτότοκος· ἐξ ἑτέρας δὲ ὁ Ἀβεσσαλὼμ καὶ ἡ Θάμαρ, ἄμφω τὴν ὄψιν καλοί. Ταύτης ἠράσθη ὁ Ἀμνών· καὶ νοσεῖν ὑποκρινάμενος, ἐπειδὴ ὁ ∆αυῒδ αὐτὸν ἐπεσκέψατο, παρεῖναι ἠξίου τὴν ἀδελφὴν αὐτὸν θεραπεύσουσαν. Καὶ διαφθείρας, εἶτα μισήσας, εὐθὺς ἐξέπεμψεν. Ἡ δὲ τῷ ἀδελφῷ Ἀβεσσαλὼμ τὴν ὕβριν ἀπήγγειλε. Κἀκεῖνος ἀγανακτεῖ μὲν, κρύπτει δὲ τὴν ὀργήν. Μετά τινα δὲ καιρὸν τὸν Ἀμνὼν εἰς δεῖπνον καλέσας, ἀπέκτεινε, καὶ φοβηθεὶς τὴν ὀργὴν τοῦ πα τρὸς, ἀπέφυγε· μετὰ δὲ τρία ἔτη ἐπάνεισι, τοῦ θυμοῦ κοπάσαντος τῷ ∆αυΐδ. Οὐ μὴν καὶ ὄψεως ἀξιοῦται τῆς πατρικῆς αὐτίκα, ἀλλὰ μετὰ δύο ἐνιαυτούς. Ἤρξατο δὲ ἐπιβουλεύειν τῷ πατρὶ, καὶ ἅρματα ἑαυτῷ καὶ ἱππεῖς ἐποίησε, καὶ ἰδιοποιεῖτο τοὺς ἐρχομένους κριθῆναι πρὸς τὸν βασιλέα, σχήματι ἐπιεικείας ὑπ αγόμενος τοὺς ὑπηκόους, καὶ πλῆθος ἀποστατῶν συν αθροίζων, εἰς ἐπιβουλὴν τοῦ πατρός. Καὶ τέλος ἀπέστη, καὶ βασιλέα ἑαυτὸν ἀνηγόρευσε. Προσελάβετο δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸν Ἀχιτόφελ, ὃν ὁ ∆αυῒδ εἶχε σύμβουλον, ἄνδρα δεινὸν καὶ δραστήριον. Καὶ ὁ ∆αυῒδ ἀκούσας, φεύγει μετὰ τῶν περὶ αὑτὸν γυμνοῖς τοῖς ποσίν· ὅτε καὶ Σεμεεὶ αὐτῷ κατηρᾶτο. Εὐχόμε νος δὲ τὴν τοῦ Ἀχιτόφελ διασκεδασθῆναι βουλὴν ὁ ∆αυῒδ, πέμπει καὶ τὸν ἑαυτοῦ φίλον Χουσὶ τῇ ἐκείνου γνώμῃ ἀντιταξόμενον, καὶ διὰ τῶν ἱερέων Σαδὼκ καὶ Ἀβιάθαρ δηλώσοντα αὐτῷ πᾶν ὃ ἂν βουλεύσηται ὁ Ἀβεσσαλώμ. Ὁ δὲ Χουσὶ, ἐπειδὴ πρὸς τὸν πατραλοίαν τοῦτον ἀφίκετο, πιστευθεὶς ὡς εὔνους αὐτῷ, αὐτός τε καὶ Ἀχιτόφελ προτρέπονται ὅ τι δέον περὶ πολέμου εἰπεῖν. Καὶ ὁ Ἀχιτόφελ προτρέπεται, ταῖς τοῦ πα τρὸς τοῦτον μιγέντα παλλακαῖς, ὀπίσω διώκειν, καὶ ἀσυντάκτῳ προσβαλεῖν. Ὁ δὲ Χουσὶ περὶ μὲν τῶν παλλακῶν οὐδὲν ἀπεφήνατο· ἐξορμᾷν δὲ εὐθὺς κατὰ τοῦ πατρὸς οὐ συνεχώρει τῷ Ἀβεσσαλώμ· ἵνα μὴ, ἐν ὄρεσι, φησὶν, ἐμπεσὼν καὶ δυσφορίαις, τό τε στρα τόπεδον διαφθείρῃς, καὶ αὐτὸς ταῖς τοῦ πατρὸς λη φθείης χερσί. Τοῦ δὲ πατραλοίου εἰπόντος· Ἀγαθὴ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ, λυπηθεὶς Ἀχιτόφελ ἀπήγξατο. Ὁ δὲ Χουσὶ τῷ ∆αυῒδ πάντα διὰ τῶν ἱερέων ἐδήλωσε, καὶ φεύγειν ἔτι ἐκέλευσεν. Ἐπεὶ δὲ παρασκευασάμενος ὁ Ἀβεσσαλὼμ ὀπίσω τοῦ πατρὸς κατεδίωξε, πρότερον ταῖς ἐκείνου παλ λακαῖς ἐν ὑπαίθρῳ μιγεὶς, ὁ μὲν ∆αυῒδ οὐκ ἐξῆλθεν αὐτὸς εἰς ἀντιπαράταξιν, ἡγεμόσι δὲ πιστεύσας τὸ στράτευμα, ἐνετείλατο αὐτοῖς λέγων· Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ. Τοῦ δὲ πολέμου συῤῥα γέντος ἐν τῷ δρυμῷ Ἐφραῒμ, πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν ἀπὸ τοῦ στρατεύματος τοῦ Ἀβεσσα [PG27.553] λώμ· αὐτὸς δὲ, ὡς εἶχεν, ἔφευγε στρέψας τὸν χαλι νόν. Βαθεῖαν δὲ τὴν κόμην καὶ πολλὴν τρέφων, ἐμ πλέκεται ταύτην δρυΐ· καὶ ἡ μὲν ἡμίονος ἐκ τῶν σκε λῶν αὐτοῦ διωλίσθησεν· ὁ δὲ μετέωρος ἐπὶ τοῦ δέν δρου ἐκρεμᾶτο, ἕως, ἰδών τις αὐτὸν, ἀπαγγέλλει τῷ Ἰωάβ. Εἷς δὲ τῶν τοῦ ∆αυῒδ ἡγεμόνων ἦν ὁ Ἰωάβ. Καὶ οὗτος, τρία βέλη λαβὼν ἀπὸ χειρὸς, εἰς τὴν καρ δίαν τοῦ Ἀβεσσαλὼμ ἐνέπηξε, καὶ ἀνεῖλεν αὐτόν. Ὁ δὲ ∆αυῒδ, ἀκούσας, πενθεῖ· Υἱέ μου, λέγων, Ἀβεσ σαλὼμ, υἱέ μου. Τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; Καὶ οὕτω τοῦ τυράννου διαφθαρέντος, πάλιν ὁ ∆αυῒδ τὴν βασιλείαν ἀναλαμβάνει. Ἀλλὰ τοῦτο μὲν ὕστερον. Τὸν δὲ μετὰ χεῖρας ψαλμὸν συνέταξεν ἔτι διωκόμενος. ∆ιὸ καὶ θρήνους ἔχει καὶ ὀλοφυρμούς. Ἀναχθήσεται δὲ καὶ εἰς Χριστὸν ὁ ψαλμὸς, τὸν ἀλη θινὸν ∆αυΐδ· ∆αυῒδ γὰρ ἑρμηνεύεται πεποθημένος καὶ ἱκανὸς χειρί. Τίς δ' ἂν εἴη ὁ φύσει καὶ ἀληθῶς πεποθημένος ἢ ὁ Χριστὸς, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς δὲ ἱκανὸς τῇ χειρὶ, εἰ μὴ ὁ ἰσχυρὸς Ἰησοῦς, ὁ τῇ δυνάμει τῆς θεότητος πάντας τοὺς ἀλλοφύλους τροπωσάμενος δαίμονας; Τοῦτον γὰρ ἐδίωκεν, ὡς ἄλλος τις Ἀβεσσαλὼμ, ὁ αἰσθητὸς καὶ κατὰ σάρκα Ἰσραὴλ, οἱ Ἰουδαῖοι. Περὶ ὧν λέγει διὰ Ἡσαΐου· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Συνήργει δὲ πρὸς τὴν δίω ξιν, οἷά τις Ἀχιτόφελ ὁ Ἰούδας· ὃν σύμβουλον εἶχεν ὁ νοητὸς ∆αυῒδ ὁ Χριστός. Περὶ αὐτοῦ γὰρ εἴρηται ἔν τινι τῶν ψαλμῶν· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγε μών μου, καὶ γνωστέ μου. Ἀλλὰ γὰρ Ἰούδας μὲν παραπλησίως τῷ Ἀχιτόφελ ἀπελθὼν ἀπήγξατο· ὁ δὲ Χριστὸς, ἀποστέλλων τοὺς ἡγεμόνας αὐτοῦ μαθητὰς εἰς τὸν κατὰ τῶν ἐχθρῶν αὐτοῦ πόλεμον, ἐνετέλλετο, ὥσπερ ὁ ∆αυῒδ, ἵνα φείσωνται τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ αὐτὸς, ἵνα τοὺς Ἰσραηλίτας μὴ παρόψωνται· Ἔσεσθε γάρ μοι, φησὶ, κήρυκές τε καὶ μάρτυρες ἐν Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Ὥσπερ δὲ καὶ ἡ ἡμίονος καὶ αἱ τρίχες τὸν Ἀβεσσαλὼμ τῷ θανάτῳ παρέδωκαν, οὕτω τοὺς Ἰουδαίους ἡ ἀλογία καὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς ἔξω καὶ σωματικοῖς τῆς ἀλη θινῆς ζωῆς ἀπεστέρησε· καὶ οὔτε τῆς γῆς ἀπολαύειν εἴασεν, οὔτε τοῦ οὐρανοῦ. Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον σαφῶς ὁ λόγος ἐνταῦθα τὴν Ἰουδαίων ἀπιστίαν ἐλέγχει. ∆ιὸ Μωσῆς πρὸς αὐτοὺς ἀπέτεινε φάσκων· Υἱοὶ ἀνθρώπων οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Κυρίλλου καὶ Ἀθανασίου. Τοῦτο καὶ ἐπὶ Ἰουδαίων ἀληθές· Ἕκαστος ἐλάλησε μάταια πρὸς τὸν πλησίον, τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπι βουλάς. [PG27.556] Καὶ οἱ παρ' Ἕλλησι δὲ ποιηταὶ καὶ λογογράφοι, κατ' οὐδένα τρόπον τοῦ ἀληθεῖς εἶναι φροντίσαντες, συν τεθείκασιν ἀβασανίστως τὸ αὐτοῖς δοκοῦν, σκοπὸν ἔχοντες ἕνα, τὸ ἐπίδειξιν ποιήσασθαι γλώττης. Ἀθανασίου. Κατὰ μέντοι ἀναγωγὴν, διαῤῥήδην ἐν τῷ παρόντι ψαλμῷ σαφηνίζει τῶν ἀνθρώπων τὴν εἰς τὸ παντελὲς τῶν ἐπιτηδευμάτων ἀσέβειαν καὶ παρανομίαν, ἵνα τὸ ἀναγκαῖον τῆς ἐπιφανείας ἀνα κηρύξῃ Χριστοῦ. Καὶ οὕτως μὲν ὁ θεῖος Ἀθανάσιος· κατὰ δὲ τὸν μέγαν Βασίλειον, etc. Ἀθανάσιος δὲ καὶ Βασίλειος, οἱ μεγάλοι Πατέρες, φασίν· ὅτι τοῦτον ᾄδει τὸν ψαλμὸν ὁ ∆αυῒδ δι δάσκων, τί ἂν ἄνθρωπον παρασκευάσοι τῆς μακα ρίας ἐκείνης τυχεῖν λήξεως. ∆ιὸ τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμενος, τὸν τῶν μακαρισμῶν, ἐπιτυγχάνειν μέλλοντα, τάξει τινὶ καὶ ὁδῷ τῶν περὶ αὐτὸν θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχε στέρων καὶ πρώτων τὴν ἀρχὴν πεποίηται. Ἀρχόμενος οὖν φησι· Κύριε, etc. Ἀθανάσιος. Ἁγίους εἶναί φησιν ἐνταῦθα τοὺς ἡγιασμένους ἐν Πνεύματι· Χριστοῦ δὲ γῆν τὴν Ἐκ κλησίαν· τὸ δὲ, Ἐθαυμάστωσας, ἀντὶ τοῦ, Ἐφανέρωσας. Θελήματα δὲ αὐτοῦ τοῦ Πατρός· ἵν' ᾖ τὸ ὅλον οὕτω· Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. Νοήσεις δὲ τὸν στίχον καὶ οὕτως· Ἐθαυμάστωσε τοὺς ἁγίους ὁ Θεός. ∆ιὰ τί; ∆ιότι τὰ θελήματα αὐτοῦ πάντα ἐν αὐτοῖς ἦσαν, καὶ παρ' αὐ τοῖς ἐγίνοντο. Ἀθανάσιος. Ἐνταῦθα μέντοι ὁ ∆αυῒδ, ὡς ἐν τῷ εἰκοστῷ τρίτῳ ψαλμῷ, ψάλλων τὰ τῆς γενέ σεως, αἰτιᾶται τοὺς αὐτόματα λέγοντας ὑφεστάναι τὰ ὄντα καὶ ἀπρονόητα εἶναι, καὶ τοὺς λατρεύοντας τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τί οὖν ἄρα φησὶ τοῖς ἐξ ἐθνῶν κεκλημένοις; Ὁ δὲ ἅγιος Κύριλλος καὶ ὁ παμμέγας Ἀθα νάσιος ἐν ἐρωτήσει ἀναγινώσκουσι τὸ, Οὐκ εἰσὶ λα λιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούσονται αἱ φωναὶ αὐτῶν; τουτέστιν· Ἆρα οὐκ εἰσὶ καὶ τῶν ἀφώνων, ἢ πραγμάτων, ἢ ἔργων, φωναὶ χωρὶς λόγου καὶ γλώττης; Ναὶ, φαίη ἄν τις. Ὥσπερ γὰρ τοῦ ὑφάν του τὴν τέχνην ἡ πολυποίκιλος ἐσθὴς ἀναβοᾷ, καὶ τὸν ναυπηγὸν ἡ ἀδιαβλήτως ἔχουσα ναῦς ἀνακηρύτ τει, καὶ τὸν σιδηρέα τὸ ἔργον αὐτοῦ· οὕτω καὶ ἡ κτί σις, ἧς ἀρτίως διεμνημονεύσαμεν, ἄφωνος μὲν, ἤγουν ἄλογος· λαλιὰ δὲ ὥσπερ αὐτῆς τὸ θαῦμά ἐστι, καὶ [PG27.557] οἷον φωνὴ τὸ κάλλος καὶ εὐταξία. Τὸ γὰρ διήγημα τὸ οὐράνιον καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμε νον φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος· διδασκαλία δὲ θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς. Πλὴν ἄφωνον τὴν κτίσιν εἰπὼν ὁ ∆αυῒδ, ἀπέφηνεν, ὅτι μήτε ἔμ πνους, μήτε λογικὴ, κατὰ τὸ δοκοῦν τοῖς Ἑλλήνων σοφοῖς. Ζῶον γὰρ εἶναί φασιν ἓν τὸν σύμπαντα τοῦ τον κόσμον· ζῶα δὲ ὁμοίως καὶ τὰ μέρη, ἐξ ὧν συμ πληροῦται. Εἰς τὸ τέλος καὶ οὗτος ὁ ψαλμὸς ἐπιγέ γραπται, μελλόντων τινῶν ἔχων προαγόρευσιν. Κατὰ γὰρ τὸν μέγαν Ἀθανάσιον, λέγεται μὲν ὁ ψαλμὸς ὡς ἐκ προσώπου τῶν περὶ τὸν ∆αυῒδ ἑταίρων, αὐτῷ τῷ ∆αυῒδ ἐπευχομένων ποιοῦντι θυσίαν· ἀναφέρεται δὲ καὶ εἰς πρόσωπον τῶν ἀποστόλων, ὡς ἐν ἡμέρᾳ τοῦ σταυροῦ τῷ Χριστῷ συνευχομένων. Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, κέδροι Λιβάνου οἱ ὑψηλοὶ τοῦ τῶν Ἰουδαίων λαοῦ, διὰ τὸ ὠνο μάσθαι πολλάκις ἐν τῇ θείᾳ Γραφῇ Λίβανον τὴν Ἱερουσαλήμ. Ὁ δὲ μόσχος τὸ θυσιαστήριον δηλοῖ. Συντρίβονται οὖν αὐτοί τε καὶ τὸ παρ' αὐτοῖς εἰς τέ λος θυσιαστήριον. Κατὰ δὲ τὸν θεῖον Ἀθανάσιον, τὸ ἀποστρα φῆναι εἰς κόλπον τὴν ὑπὲρ Ἰουδαίων τοῦ Χριστοῦ προσευχὴν σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκεί νους τῇ ἁμαρτίᾳ, καὶ μηδὲν ὠφεληθῆναι, τῇ ὑπερ βολῇ τῆς ἀπονοίας τὴν προσευχὴν ὥσπερ ἀνακάμψαι ποιήσαντας. Ὁ μὲν γὰρ Κύριος, θεωρῶν τὸν κατα ληψόμενον αὐτοὺς ὄλεθρον, καὶ τὴν ἐσχάτην ἀπ ώλειαν, ἐπένθει ὑπὲρ αὐτῶν· οἱ δὲ τοιαῦτα ἔπρατ τον, ὡς τὴν εὐχὴν αὐτοῦ τὴν ὑπὲρ αὐτῶν μὴ παρα πέμπεσθαι εἰς τὰ ὦτα τοῦ Πατρὸς, ἀλλ' ὥσπερ ἀν τικρουομένην ὑπὸ τοῦ μεγέθους τῆς αὐτῶν δυσσεβείας, καθέλκεσθαι καὶ ἐπαναστρέφειν πρὸς αὐτόν. ∆ιὸ ἔλεγε· Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται, Εἰ γὰρ σώζεσθαι ἔμελλον καὶ με ταβαλεῖν τῶν ἀσεβημάτων, εὐθυδρομοῦσα ἡ προσευχὴ τοῦ Σωτῆρος ἀκωλύτως ἂν καὶ ἀπαραποδίστως ἐπὶ τὰ ὦτα τὰ πατρικὰ παρῄει. Κατὰ δὲ τοὺς πάνυ Ἀθανάσιον καὶ Κύριλλον· Ἐπειδὴ ἐν εἰκόνι καὶ οὐκ ἐν ἀληθείᾳ νῦν διαπορεύε ται ὁ ἄνθρωπος· ἡ γὰρ ἀληθὴς ζωὴ κατὰ τὸν μέλ λοντα αἰῶνά ἐστιν· εἰκότως ὁ ψάλλων τὴν εἰκόνα μα ταιότητα προσεῖπεν. Ἐπειδὴ οὐ τὴν ἀληθινὴν νῦν ζῶμεν ζωὴν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι, οὐδὲ περὶ τὰ ὄντως ἀγαθὰ ποιούμεθα τὴν σπουδὴν, διὸ μάτηντα [PG27.560] ρασσόμεθα περὶ κοσμικὰς ἐπιθυμίας στρεφόμενοι, καὶ συνάγοντες θησαυροὺς ὧν οὐκ ἴσμεν τοὺς δια δόχους. Κατὰ δὲ τοὺς μεγάλους Ἀθανάσιον καὶ Κύ ριλλον· Ἐπείπερ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐκ τοῦ Σωτῆρος πρὸς τὸν Πατέρα εἴρηται· Ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς, νῦν τὸ τῶν ἐσταυρωκό των ὑπόκειται πρόσωπον, οἳ πεπόνθασιν ἀνήκεστα, προδήλου ὄντος, ὡς ὕστερον προσληφθήσονται, ἐγκεντρισθέντες, ὥς φησι Παῦλος, τῇ ἰδίᾳ ἐλαίᾳ. Μετα γινώσκων οὖν ὁ Ἰσραὴλ ταῦτά φησιν. Ἀθανασίου καὶ Κυρίλλου. Ἀλγοῦντες ἐπὶ τῇ ἐκπτώσει οἱ σταυρωταὶ τοῦ Κυρίου καὶ μεταγινώ σκοντες, διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ' αὐτῷ πηγῆς ἐπιθυμεῖν· περὶ ἧς εἴρηται· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Καὶ ποθοῦσιν ἐγγὺς γενέσθαι Θεοῦ, κατὰ διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν Χριστῷ. Καὶ ὃν ἀπεκτόνασι, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, καὶ τῷ θανάτῳ παρέδωκαν, τοῦτον Θεὸν ὀνο μάζουσι ζῶντα. Τὸ δὲ, Πότε ἥξω; γλιχομένων ἐπὶ τῆς εἰς ὕστερον κλήσεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν, καθ' ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τοῦ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς (ταυτὸν δέ ἐστι καὶ τῷ τοῦ Υἱοῦ)· εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ. Ἀπο στρέψω γὰρ, φησὶ, τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. ∆ιὰ τί; Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀθανάσιος καὶ Κύριλλος. Τοῦ Σωτῆρος προειπόντος· Ὅταν ἴδητε τὴν Ἱερουσαλὴμ κυκλουμένην ὑπὸ στρατοπέδων· ὅτε πρὸς ἔργον ἐξέβη ὁ λόγος, Ῥωμαίων αὐτοὺς πορθησάντων, ἐθρήνουν· πρῶτον μὲν ὡς προσκεκρουκότες Θεῷ· εἶτα ὡς τῆς ἐξ αὐτοῦ σωτηρίας ἐκπεπτωκότες· καὶ τρίτον, ὅτι περ αὐτοῖς οἱ ἀστυγείτονες ἐπεμβαίνοντες τὸ, Ποῦ ἔστιν ὁ Θεός σου; διασύροντες ἔλεγον. Ἀθανασίῳ δὲ τῷ πάνυ τὴν αὐτὴν ὑπόθεσιν ἔχειν τῷ προτεταγμένῳ καὶ ὁ παρὼν δοκεῖ ψαλμός. Προσ έρχονται γὰρ πάλιν οἱ ἐξ Ἰσραὴλ τὴν διὰ Χριστοῦ σωτηρίαν αἰτούμενοι. ∆ιό φασι πρὸς τὸν Πατέρα· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Αὐτὸς γὰρ αὐτοὺς εἰς τὸ ἅγιον ὄρος εἰσάξειν ἔμελλε· τουτέστιν, εἰς τὸν οὐρανὸν καὶ εἰς τὰς ἄνω μονὰς (ἃς καὶ σκηνώματα ὀνομάζει), καὶ εἰς τὸ νοη τὸν θυσιαστήριον· καὶ αὐτὸς αὐτῶν ἔμελλεν εὐφραί νειν τὴν νεότητα. Νεότητα δὲ καλεῖ τὴν εὐφροσύνην, τὴν καὶ ἀνανεουμένην αὐτῶν τὴν ψυχήν. ∆ιὸ ἐν κι [PG27.561] θάρᾳ ὑπισχνοῦνται προσφέρειν αὐτῷ τὴν ἐξομολόγη σιν. Κιθάραν δὲ πολλάκις τὸ σῶμα νοεῖν ἐδίδαξεν. Ἀθανάσιος, Κύριλλος, Θεοδώρητος. Καὶ οἱ ἐκ περιτομῆς μεταγινώσκοντες κραταίωμα ἑαυτῶν τὸν Θεὸν ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ' ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν. Ἀθανάσιος, Κύριλλος. Κιθάραν τὸ σῶμα λέγει, δι' οὗ πέφυκεν ὁ νοῦς ἀνακρούεσθαι, καθάπερ διὰ χορδῶν τῶν αἰσθητηρίων μελῳδίαν ἀναπέμπων Θεῷ. ∆ηλοῖ δὲ ἡ κιθάρα καὶ τὴν νέκρωσιν τοῦ σώματος, καὶ τὴν συμφωνίαν τῶν ἀρετῶν. Τὴν μὲν γὰρ νέκρωσιν αἱ νευραὶ, τὴν δὲ συμφωνίαν αἱ ἁρμονίαι αἰνίττονται. Ἔδειξε δὲ τὴν μὲν φαιδρότητα τῇ τῆς κιθάρας προσθή κῃ, τὴν δὲ ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμ βανομένῃ· Ὁ Θεὸς γὰρ, φησὶν, ὁ Θεός μου. Ἵνα μάθῃς, ὅτι τὸν ἐπὶ πάντων Θεὸν, τοῦτον ἐξαίρετον Θεὸν διὰ ζῆ λον καὶ πίστιν οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, καὶ οἱ ἐξ ἐθνῶν πιστεύοντες ἐπιγράφονται· οἷς καὶ ἡ πνευματικὴ νεότης εὐφραίνεται, ἀντικειμένως ἔχουσα πρὸς τὸν παλαιὸν ἄνθρωπον. Μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος εἴσεισι πρὸς τὸν Θεὸν, τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα. Κατὰ μὲν τὸν μέγαν Ἀθανάσιον, ἔτι καὶ οὗ τος ὁ ψαλμὸς τῆς αὐτῆς ὑποθέσεως ἔχεται, τάς τε παλαιὰς εὐεργεσίας διηγουμένων τῶν ἐξ Ἰσραὴλ, μεταγινωσκόντων καὶ προσληφθῆναι ἀξιούντων παρὰ Χριστοῦ, διὰ τὸ αὐτῷ ἐπιγράφεσθαι τὴν ἐλπίδα, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐξομολογεῖσθαι· κατὰ δὲ τὸν χρυσολόγον Πατέρα, κ.τ.λ. Ἀθανάσιος. Πάλαι, φησὶ, συνεστρατήγεις ἡμῖν· νῦν δὲ οὐ μόνον οὐ συνέρχῃ ἡμῖν, ἀλλὰ καὶ ἀπέστρε ψας ἡμᾶς, καὶ ἐσχάτους ἔταξας παντὸς ἐναντίου· ὡς καὶ τοῖς μισοῦσιν ἡμᾶς γενέσθαι εἰς διαρπα γήν. Καὶ περιέστηκεν ἡμᾶς ἡ τότε κατασχοῦσα τοὺς πολεμίους αἰσχύνη, καὶ γεγόναμεν ἠλαττωμένοι παρ' ἐκείνοις ὧν ἐκρατοῦμεν τὸ πρότερον, καὶ διηρ πάσθημεν ὑπ' αὐτῶν οὓς διηρπάσαμεν. Ταῦτα δέ φησιν ὁ χορὸς ὁ προφητικὸς κατὰ τὸν μέγαν Ἀθανάσιον, οἰκοιούμενος τοῦ λαοῦ τὰς συμφοράς· κατὰ δὲ τοὺς ἄλλους, ὁ τῶν Μακκαβαίων στρατός. Ἀθανάσιος. Ὕπνῳ μὲν οὖν παραβάλλουσι [PG27.564] τὴν πολλὴν ἀνοχὴν τοῦ Θεοῦ ἣν ἐποιεῖτο διὰ τὰς ἁμαρτίας αὐτῶν. Εὔχονται δὲ δοθῆναι αὐτοῖς τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ τὴν ἐπ' ἐσχάτων τῶν και ρῶν, ἵνα μὴ τῆς παρ' αὐτοῦ ἀμοιρήσωσι ζωῆς· καί φασιν· Ἵνα τί τὸ πρόσωπόν σου ἀποκρύπτεις, καὶ ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλί ψεως; Κρύπτεις μὲν τὸ σεαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις, πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια· ἀλλ' ἐπεὶ ἡμεῖς ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσε βείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν, ἤτοι τῆς πτωχείας; Εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς τὰ κατορθώματα, ἀλλ' ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ καὶ ὀλίγιστα· πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. ∆ιὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμεν χάριν σοῦ, ὦ ∆έσποτα. Ἀθανάσιος. Τεταπεινῶσθαι δὲ αὐτῶν τὴν ψυχήν φασι καὶ Ἰουδαῖοι· ἐπειδὴ, ἀπωσάμενοι τὸ φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα κατέπεσον σαρ κικόν. Ἀθανάσιος. Καὶ τὴν ἐν ὑστέροις δὲ καιροῖς ἐσομένην τοῦ Ἰσραὴλ ἐπιστροφὴν καὶ κλῆσιν οἱ στί χοι σημαίνουσιν. Οἳ καί φασιν· Ἀντιλάβου δὴ ἡμῶν, καὶ δίδου τὸ εὐμενές. Καὶ καιρὸν ἐπιστροφῆς τὴν εἰς σὲ ἀληθινὴν πίστιν ὁμολογοῦσιν· ἐπάγοντες τό· Ἕνεκεν τοῦ ὀνόματός σου, διαῤῥήδην ὁμολογοῦ σιν, ὡς οὐκ ἄξιοι τοῦ ἐλεεῖσθαί εἰσιν οἱ κατὰ Χρι στοῦ γενόμενοι. Πρέπει γε μὴν τὸ ἐλεεῖν αὐτῷ, καὶ κατοικτείρειν τοῖς ἀνθρωπίνοις πταίσμασι δι' ἑαυ τόν. Φησὶ γάρ· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύ ριος, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου. Ἀθανάσιος δὲ ὁ πάνυ καὶ ὁ θεῖος Κύριλλος ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς λέγεσθαι ταῦτα νοοῦσι περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας ἢ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε. Περὶ οὗ καὶ λέγει διὰ ∆αυΐδ· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Γεγέννηται γὰρ, ὡς λόγος ἐκ νοῦ, ἀγαθὸς ἐξ ἀγαθοῦ, Θεὸς ἐκ Θεοῦ. Ἄθρει δὲ ὡς περὶ ἐνανθρωπήσαντος τοῦ Υἱοῦ λέγοντα τὸν Πατέρα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βα σιλεῖ. Μονονουχὶ γὰρ καθυπισχνεῖται διδάσκειν αὐτὸν, [PG27.565] ὁποίοις τισὶ λόγοις χρήσεται, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν τὰ ἔργα αὐτοῦ. Ἔργα δὲ Θεοῦ φαμεν τὴν εὐσεβῆ πολιτείαν, ἥτις διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγο νεν ἡμῖν ἐμφανής. Προσλαλῶν δὲ Χριστὸς Ἰουδαίοις τὰ χρήσιμα πρὸς σωτηρίαν, τῷ Πατρὶ τοὺς ἑαυτοῦ λόγους ἀνετίθει λέγων· Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ πάλιν· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ. Καλεῖ δὲ αὐτὸν βασιλέα κατὰ καιρὸν ὁ Πατὴρ, ὡς ἂν μὴ τῷ τῆς ἐνανθρωπήσεως μέτρῳ δόξῃ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας ἀποφέρεσθαι. Ἔμεινε γὰρ καὶ μετὰ τὴν οἰκονομίαν οὐδὲν ἧττον, ἐκ βασιλέως ὢν τοῦ Πατρὸς, βασιλεὺς, καὶ ὥσπερ βασιλεὺς ὑπάρχων καὶ Θεὸς, εἰς βασιλέως ἀρχὴν λέγεται ἔρχεσθαι, διὰ τὸ σεσαρ κῶσθαι. Οὕτω καὶ ἅπερ οἶδε φυσικῶς, ὡς Θεὸς, ταῦτα πάλιν ἀκούειν λέγεται διὰ τὸ ἀνθρώπινον οἰ κονομικῶς. Χριστὸς γάρ ἐστιν ὁ βασιλεὺς, ᾧ τὰ ἔργα λέγει ὁ Πατήρ. Ὃν δὲ εἴρηκε Λόγον, τοῦτον καὶ γλῶσσαν αὑτοῦ ἀποκαλεῖ· ὡς οὐχ ἕτερόν τι λαλοῦντα πλὴν ὅ τι ἐν αὐτῷ πατρικόν ἐστι βούλημα. Καὶ παρ' ἡμῖν γὰρ γλῶττα διαπορθμεύει τοῖς ἔξω τὸν νοῦν. Κάλαμος δὲ γραμματέως ὀξυγράφου ὠνόμασται, διὰ τὸ λέγειν τι καὶ εὐθέως γενέσθαι, ὡς τό· Λέγω· Καθαρίσθητι, καὶ εὐθέως ἐκαθαρίσθη· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι, καὶ εὐθέως ἠγέρθη. Ἀλλὰ καὶ ὡς κάλαμος ὀξέως ἐγγράφει ταῖς καρδίαις ἡμῶν τὸ βούλημα τοῦ Πατρός. Βούλημα δὲ, φησὶν αὐτὸς, τοῦ Πατρὸς, Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. Ὀξὺς δὲ ὁ κάλαμος τοῦ Πατρός. Ὁ μὲν γὰρ Μωσέως νόμος διὰ τῶν κατὰ τὸ γράμμα κύκλων ἀμυδρῶς ἐδήλου τὰ χρήσιμα· ὁ δὲ κοινὸς Σωτὴρ συντόμως ἐδήλωσε τὸ θέλημα τοῦ Πατρός. Ἔστι γὰρ Μεγάλης βουλῆς ἄγγελος. Καὶ λόγον, φησὶ, συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ἀθανάσιος δὲ ὁ πάνυ καὶ τῇ ἁγίᾳ Θεοτόκῳ ἀνατίθησι τό· Ἄκουσον, θύγατερ, καὶ τό· Αὐτός ἐστι Κύριός σου. Ὥσπερ ὅμοιόν ἐστι τό. Χαῖρε, κε χαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εἰρηκὼς γὰρ, φησὶν, ὁ ∆αυῒδ Χριστὸν τὸν Λόγον τοῦ Θεοῦ, εὐθὺς καὶ τὴν ἀνθρωπίνην γέννησιν δεδήλωκε, τὴν ἐκ παρθένου. Καὶ ὁ μὲν Γαβριὴλ κεχαριτωμένην ἁπλῶς καλεῖ, ξένος ὢν αὐτῆς κατὰ τὴν γέννησιν· ὁ δὲ ∆αυῒδ ἐκ τοῦ σπέρματος αὐτοῦ τυγχάνουσαν θυγατέρα προσ φωνεῖ. Ἀθανάσιος καὶ Κύριλλος. Κλῆσιν ἐθνῶν ὁ ψαλμὸς σημαίνει, ᾀδόμενος ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων παραινούντων τοῖς ἔθνεσιν ἀνασκιρτᾷν [PG27.568] διὰ πράξεων ἀγαθῶν ἐπὶ τῇ γενομένῃ νίκῃ κατὰ τῶν ἀλιτηρίων δαιμόνων. Ἐπιγέγραπται δὲ Ὑπὲρ τῶν υἱῶν Κορέ· οὐχ ὡς ὑπὲρ ἐκείνων πάντως γεγε νημένης τῆς ᾠδῆς, ἀλλ' ὡς δι' αὐτῶν ὑπηρετεῖν τε ταγμένων τῇ ἀναφορᾷ τῆς ᾠδῆς. Ἔστι δὲ, ὡς εἴρη ται, τῶν ἁγίων ἀποστόλων τὸ πρόσωπον, ὡς κεκε λευσμένων πάντα μαθητεῦσαι τὰ ἔθνη. Ἐπειδὴ δὲ πλείστων ὅσων αὐτοῖς καὶ μεγάλων ἀγαθῶν προμνή στρια γέγονεν ἡ πίστις· κέκληνται γὰρ δι' αὐτῆς εἰς υἱοθεσίαν Θεοῦ, εἰς μέθεξίν τε ἁγίου Πνεύματος, θείας τε φύσεως γεγόνασι κοινωνοὶ, τά τε ἐξ οὐρα νοῦ χαρίσματα πεπλουτήκασι, καὶ τῆς τῶν ἁγίων ἐλπίδος συμμέτοχοι καθεστήκασι· ταύτῃ τοι καὶ μάλα εἰκότως πανηγυρίζειν αὐτοῖς ἐπιτάττουσιν. Ὁ δὲ θεῖος Ἀθανάσιος λαοὺς καὶ ἔθνη τόν τε Σατανᾶν καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις εἶναί φησι· περὶ ὧν ἔλεγεν ὁ Σωτήρ· Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Τὰ γὰρ ἔθνη τῶν δαιμόνων ὑπέταξε τοῖς τῶν ἀποστόλων ποσίν. Ἀθανάσιος. Ἄδεται μέντοι καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων, διηγουμένων τοὺς διὰ τὸ κήρυγμα διωγμοὺς, καὶ τὰς νίκας τὰς ἐπὶ τούτοις γενομένας. Ὠδὴ δὲ ψαλμοῦ ἐπιγέγραπται, ὡς τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητι κὴν συνδραμούσης. Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, ὁ κατὰ τῶν ἀποστόλων διὰ τὸ κήρυγμα γενόμενος πόλεμος ὑπό τε τῶν αἰσθητῶν βασιλέων τῶν ἐθνῶν, καὶ μὴν καὶ τῶν ἀοράτων δαιμόνων τῶν πάλαι βασιλευόντων, ἐνταῦθα σημαίνεται. Οἳ καὶ κατεπλάγησαν καὶ ἐξέστησαν, τὴν γενομένην βοήθειαν παρὰ τοῦ Θεοῦ τοῖς ἁγίοις θεω ροῦντες. Ἡ γὰρ ὑπερβολὴ τῆς ἰσχύος τοῦ σώζοντος τὸ θαῦμα αὐτοῖς καὶ τὴν κατάπληξιν εἴργασται. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ καταστάντες πολέμιοι, καὶ ἦσαν ὡς ἐν ὠδῖσι. Τό γε μὴν ἑξῆς εἰρημένον ἐπιστήσας νοήσεις, ὡς νῆες Θαρσεῖς ἐλέγοντο, πλοῦτον φέρουσαι μέγαν τῷ Σολομῶντι, καθάπερ ἐν τῇ τῶν Βασιλειῶν ἐγνώκαμεν ἱστορίᾳ. ∆ιὸ καὶ νῦν διὰ τῶν συντριβομένων πλοίων Θαρσεῖς τὴν ἀπώλειαν τοῦ πλούτου καὶ τῆς δυναστείας τῶν προλεχθέντων ἐδή λωσε βασιλέων. Πνεῦμα δὲ βίαιον νοητὰς δυνάμεις τινὰς νοήσεις, δι' ὧν τοὺς ἐχθροὺς τῶν ἀποστόλων κατεπολέμησεν. Ἀθανασίου. Ὅτι κρίνας τὴν δίκην τῶν ἐθνῶν, [PG27.569] ἐξήλασας τὸν κατ' αὐτῶν πολέμιον δαίμονα. Εἰ δὲ βούλει, ὄρος Σιὼν οἱ τὸ ὕψος τῆς θεολογίας πεπιστευ μένοι· θυγατέρες δὲ τῆς Ἰουδαίας αἱ κατὰ τὴν οἰ κουμένην Ἐκκλησίαι, ὡς ὑπὸ τῶν ἀποστόλων παγεῖ σαι, οἳ τὸ γένος ἐξ Ἰουδαίων κατῆγον. Παρεγγυᾷ δὲ καὶ τοῖς κηρύττουσιν εὐφραίνεσθαι ἕνεκα τῶν δι καίων τοῦ Θεοῦ κριμάτων, οἷς χρησάμενος, τὴν τῆς οἰκουμένης σωτηρίαν ἐπραγματεύσατο. Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, ἐκ τῆς ἄνω Σιὼν ὁ Κύριος τὴν δευτέραν παρουσίαν ποιήσεται, τὴν ἐπιφανῆ καὶ ἔνδοξον, ἣν καὶ εὐπρέπειαν ὡραιό τητος κέκληκεν. Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, Πνεῦμα τὸν νοῦν ἐκάλεσεν· εὐθὲς δὲ αὐτοῦ τὸ ἑδραῖον· ὡσανεὶ λέγοι· Ἀσφάλισαί μου τὸν νοῦν, τοῦ μηκέτι εὔκολον εἶναι καταπίπτειν εἰς ἁμαρτίαν. Ἀθανασίου καὶ Εὐσεβίου. Ἀκηδιᾷ δὲ ἀληθῶς καὶ ἀδημονεῖ πᾶς θεοφιλὴς τῷ θνητῷ ἐνδιατρίβων βίῳ· ἀδημονεῖ δὲ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν. Ἐπειδὴ οὖν καὶ ∆αυῒδ, εἰς τὴν καταδυναστείαν καὶ τυραννίδα τῶν δαι μόνων θεωρῶν, ἀκηδίας πεπλήρωτο, τούτου χάριν ἱκετεύει, ὅπως, ἐπιφανεὶς ὁ Κύριος, τῆς τῶν βιαζομένων ἡμᾶς ἐξέληται χειρός. Τὸ δὲ, ἀπὸ τῶν περάτων τῆς γῆς, σημαίνει ὑπὲρ πάσης αὐτὸν τῆς οἰκουμένης ποιούμενον τὰς λιτάς. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων οὐσίας πολὺ παρ ιστῶντα, κατὰ τὸ ἐν τῷ Ἐκκλησιαστῇ· Ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω. Τοῦ μέντοι Συμμάχου σαφέστερον εἰπόντος, ἐν τῷ ἀδημονεῖν, ἐναργέστερον καὶ ἐμφαντικώτερον εἶπον οἱ Ἑβδομήκοντα, Ἐν τῷ ἀκηδιάσαι. Ἀδημονεῖν γὰρ καὶ ἐπὶ τοῖς μικροῖς λέγεται· ἀκηδιᾷν δὲ ἐπὶ τοῖς μεγάλοις πάντως, ὅταν διὰ τὸ πλῆθος τῶν κακῶν λοι πὸν τῶν ἐν μέσῳ τις περιλαμβάνεται, ἀπαγορεύῃ πρὸς αὐτὰ καὶ οἷον ἀπογινώσκει, ῥίψας τοῦ νοὸς βου λεύματα, ὡς μηκέτι φέρειν οἷός τε ὤν. Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν κρείττους γεγόναμεν τῶν ἐπηρεαζόντων δαιμόνων διὰ Χριστοῦ, ὃς πέτρα τῷ μακαρίῳ κατωνόμασται Παύλῳ. Καὶ ἵνα τὸν νοῦν ἅπαντα τῆς ψαλμῳδίας εἴπω, εὐχαριστίαν ὁ λόγος περιέχει. Ταῦτα γάρ μοι, φησὶν, ὑπῆρξαν ὅσα προείρηκα, ἐπειδὴ σὺ αὐτὸς, ὁ Θεὸς, ἐπῆράς με, [PG27.572] καὶ ὕψωσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ σὸς λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν τῷ λόγῳ σου ὕψωσάς με, καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ' ἐν ἄκροις αὐτῆς γενέσθαι· ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι, γέγονάς τε ἐλπίς μου, δι' ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων νοητῶν ἐχθρῶν, τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἤρκεσας σὺ μόνος, πύργος ἰσχύος μοι γενόμενος· εἰκότως τούτων ἁπάντων τυχὼν, σὺ (forte σοὶ) τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ. Ἀθανασίου καὶ Κυρίλλου. Ἐπεὶ δὲ τῶν ὁδηγούντων ἴδιον τὸ δεικνύειν, ποία μὲν ἀσφαλὴς ὁδὸς, ποία δὲ σφαλερὰ καὶ βλαβερὰ μαρτύρεσθαι· καὶ τοῦτο Χριστὸς πεποιηκὼς εὑρίσκεται, ἐν τῷ λέγειν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα. Τὸ δὲ, πύργος ἰσχύος, ὅμοιον ὡσεὶ λέγοι· Τοῖχος καὶ ἀσφάλεια γέγονας, εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Πύργος γὰρ ἑδραῖος, ἀκατάσειστος ὁ Χριστός. Ἀθανάσιος, Κύριλλος. Πρὸς δὲ νοῦν, ἀφ' ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπίζει, ὅτι δὴ, εἰς τὰς ἄνω σκηνὰς γεγονὼς, ὑπὸ τὴν αὐτοῦ διὰ παντὸς γενήσεται σκέπην. Ὥσπερ γὰρ οἱ μέλλοντες ἐπιτελεῖν ἑορτὴν, ἐγγύς τε καὶ ἐπὶ θύραις ἔχοντες αὐτὴν, προαναπίμπλανται θυμηδίας, καὶ τὴν οὔπω παροῦσαν ὡς ἤδη παροῦσαν ὁρῶσιν· οὕτω καὶ οἱ ἅγιοι, χρηστὰς ἔχοντες ἐλπίδας ἐπὶ τῇ μελλούσῃ ζωῇ, χαίρουσιν ἐπ' αὐτῇ. Πτέρυγας δὲ καλεῖ τὰς τοῦ Θεοῦ προνοητικὰς δυνάμεις· ὑφ' ἃς σκέπεται ὁ θεο φιλὴς, μηδέποτε τῆς σκηνῆς ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι' αἰῶνος ἐν αὐτῇ κατοικῶν. Εὐσεβίου καὶ Ἀθανασίου. Ἰστέον μέντοι, ὅτι ταῦτα αἴνιγμα ἔχει καὶ τῆς ἀληθοῦς κληρονομίας. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή. Ἀλλὰ μὴν αὕτη ἐν τῷ μέλλοντι αἰῶνι δοθήσεται· πῶς οὖν εἶπε, ∆έδωκας; Ὅτι, εἰ καὶ προσδοκᾶται μετὰ τὴν ἀνάστασιν, ἀλλά γε τῷ ἤδη εὐπρέπεσθαι, δέδοται τοῖς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ληψομένοις. Ὅρα δὲ, ὅτι καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοται ἡ κληρονομία. Εἰ οὖν αὐτοῖς ὑποδεεστέροις οὖσι, πολλῷ πλέον τοῖς ὑπερ αναβεβηκόσιν, εἴτουν ἀγαπῶσι τὸν Θεόν. Ἀορίστως δὲ εἰπὼν, τοῖς φοβουμένοις, καὶ οὐ προσθεὶς, Ἰουδαίοις, ἢ Ἕλλησιν, ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώ πους· μάλιστα δὲ τοὺς ἐξ ἐθνῶν προσιόντας, φοβουμένους τὸν Κύριον, εἴωθεν ἀποκαλεῖν ὁ λόγος.
Ποία [PG27.573] δὲ ἡ κληρονομία ἀλλ' ἢ ἡ βασιλεία τῶν οὐρανῶν; ἣν ἐν τοῖς μακαρισμοῖς εἴρηκεν ὁ Σωτήρ. Εὐσεβίου, Ἀθανασίου, Κυρίλλου.
Πρὸς δὲ νοῦν σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος κληρονομίας ἐστὶν ἡ αἰώνιος ζωή. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσθῆναι. Σημαίνει γὰρ διὰ τῶν ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας. Μὴ ὑπολάβῃς δὲ, ὅτι περὶ ἑνός τινος βασιλέως τὰ τοιάδε φησίν· ἴσθι δὲ μᾶλλον, ὅτι περὶ παντὸς τοῦ κεκλημέ νου εἰς βασιλείαν οὐρανῶν· ὃν καὶ διαμένειν φησὶν εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Οἱ γὰρ σύμμορφοι γενόμενοι τῶν παθημάτων αὐτοῦ καὶ συμβασιλεύ σουσιν αὐτῷ διηνεκῶς. Προειπὼν μέντοι ὁ Προφήτης, ὅτι Σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, καθ' ὑπερβα τὸν συνῆψε τό· Ἡμέρας ἐφ' ἡμέρας τοῦ βασιλέως προσ θήσεις. Ἤκουσας γὰρ, φησὶ, τῶν εὐχῶν μου· ἡμέρας ἐφ' ἡμέρας προσέθηκας. ∆ιὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα Κυρίου μνήμη· ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ αἰώνιος ζωή. Ἀθανάσιος. Ἐξ ἀναστροφῆς δὲ ὁ λόγος, ἵνα ᾖ τοιοῦτος· Εἴ τις ἐκζητήσει τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν, οὗτος ἐν τοῖς ἀτελευτήτοις αἰῶσι διαμενεῖ ἐνώπιον τοῦ Θεοῦ. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ἔλεος καὶ ἀλήθεια διατηρήσουσιν αὐτόν. Ταῦτα γὰρ τῆς ἀθανασίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἡ ἀλήθεια. Κατὰ δὲ τοὺς Ἑβδο μήκοντα· Τίς, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δί καιον τοῦ Θεοῦ ἔλεον καταμαθεῖν ἀκριβῶς; Τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλή. Ἀθανάσιος. Πρὸς δὲ νοῦν ταῦτά φησι διὰ τὸ βλασφημοῦντας αὐτοὺς τὸν Ἰησοῦν λέγειν τοῖς ἀπο στόλοις· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν, μηδ ενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Τοὺς μέντοι λόγους τῆς διαβολῆς ῥομφαίαν ἠκονημένην ὠνόμασεν, ἵνα δείξῃ τὸ ὀξύτερον πρὸς ἀναίρεσιν· καὶ τόξῳ τὴν γλῶσσαν τοῦ συκοφάντου παρείκασεν, ὅτι καὶ τοὺς πόῤῥω βλάπτει. Οὐδενὸς γὰρ οὔτε παρόντος οὔτε ἀπόντος ὁ λοίδορος καὶ συκοφάντης φείδεται. Ἀθανάσιος. Οἱ θεωροῦντες, φησὶ, τοὺς τοιού [PG27.576] τους καὶ τοσούτους τῶν ἐγχειρημάτων διαμαρτόντας καὶ ἀστοχήσαντας θορύβου καὶ δέους ἐπλήσθησαν, καὶ τὴν θείαν ἐθαύμασαν πρόνοιαν. Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτή ριον ἔδεισαν, καὶ πάντες συνῆκαν, ὅτι παρὰ Θεοῦ κατεργάζεται τὸ τῆς αὐτῶν δολιότητος ἄπρακτον, ὅτι τὰ κατ' ἐμοῦ μάταια ἠλέγχθη. Ὡς πάντας ἀπαγγέλ λειν, ὅτι Σὸν, ὦ ∆έσποτα, ἔργον τοῦτο, καὶ σοὶ τὰ γε νόμενα ἐπιγράφουσι. Τίς γὰρ οὐκ ἂν φοβηθείη, ἐπισκοπὴν ἐκ Θεοῦ ὁρῶν γινομένην κατὰ τῶν ἀσεβῶν, καὶ ἐκδίκησιν ὑπὲρ τῶν ἀδικουμένων; Ἀθανάσιος. Ἀναμέμικται δὲ τῇ περὶ τούτων προῤῥήσει καὶ τῆς τῶν ἐθνῶν σωτηρίας ἡ προ φητεία. Εἰσάγει γὰρ ὁ ∆αυῒδ ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πιστεύσαντας εἰς Χριστὸν, καταβοῶντας τῶν σοφῶν τοῦ αἰῶνος τούτου, αἰτοῦντάς τε τῆς προτέρας ἀσε βείας ἄφεσιν· ἔτι τε εὐχὴν ἀναπέμπει ὑπὲρ αὐτῶν, ὄντων μὲν πάλαι ἀκάρπων, γενομένων δὲ εὐφόρων διὰ τῆς εἰς Χριστὸν πίστεως. Εἴρηται δὲ πρότερον, ὡς πρᾶξιν μὲν ὁ ψαλμὸς, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ Ὅταν οὖν δι' ἀμφοτέρων ᾖ τὸ ἀγαθὸν κατορθούμενον, τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητικὴν συνδρα μούσης, ψαλμὸς ᾠδῆς γίνεται. Ὁ θεωρητικὸς γὰρ ἅμα τῷ πρακτικῷ κατορθούμενος βίῳ ἄνδρα τέλειον ἀποδείκνυσιν. Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν αἰνίττεται τὸν λαὸν τὸν νέον, τὸν ἐξ ἐθνῶν ἐκλεγέντα τῷ Χριστῷ εἰς κληρονομίαν. Αὐλὰς δὲ τὰς κατὰ χώραν Ἐκκλησίας ὑποληπτέον. Ἑτέρως δὲ καὶ τὸν τελειωθέντα ἐν ἀρεταῖς, τοῦτον καὶ ὁ Προφήτης μακα ρίζει. Ἐκλέγεται μὲν γὰρ ὁ Θεὸς τὸν ἀγωνίζεσθαι καὶ δραμεῖν ἐπιτήδειον· τὸν δὲ ἤδη νενικηκότα, καὶ καλῷ τέλει τὴν ζωὴν περικλείσαντα, εἰς οὐρανὸν προσλαμβάνεται, ἔνθα καὶ σκηνὴν αὐτῷ ταῖς ἰδίαις αὐλαῖς ἀποκληροῖ· περὶ ὧν εἴρηται· Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Ὥστε τελειότερον τοῦ ἐκλεγῆναι τὸ προσληφθῆναι παρὰ τοῦ ἐκλεξαμένου. Ὅταν γὰρ ὁ ἐκλεγεὶς πάντα κατὰ βούλησιν Θεοῦ πράξῃ, τότε μετὰ δόξης εἰς τὰς ἐπαγγελίας προσλαμβάνεται, καὶ μετ οικισθεὶς τοῦ περὶ γῆν τόπου, ἐκεῖ κατασκηνοῖ, ἐν ταῖς αὐλαῖς τοῦ ἐκλεξαμένου. Ὧν ἐντεῦθεν ἔτι πόθον τις ἔχων, εἶπεν· Ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ὥστε τὰς λέξεις ταύτας, φημὶ δὴ τὸ, Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου, εἰκό τως προφέρουσιν οἱ τοὺς ἀπαλλαγέντας τοῦ βίου ζη λοῦντες καὶ μακαρίζοντες. Ἀθανασίου. Πρὸς δὲ νοῦν· Ἀγαθὰ τοῦ [PG27.577] οἴκου τοῦ Θεοῦ τὰ τοῦ Πνεύματος διάφορα χαρί σματα. Οἶκον δὲ Θεοῦ τὴν Ἐκκλησίαν ὁ Παῦλος καλεῖ. Ἐν δὲ τούτῳ θαυμαστῶς ἐπιτελεῖται ἡ ἀρετὴ, καλουμένη δικαιοσύνη. Ὁ τοίνυν πιστεύων καὶ ἔργων ἀγαθῶν πληρωθεὶς ἔχει τὸν Κύριον ἐν ἑαυτῷ. Εἴρηται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ Πατρὸς ἐρχόμενος μονὴν ποιεῖται. Καὶ γίνεται ὁ τοιοῦτος ναὸς, (κατὰ τό· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε;) ὃς καὶ δικαιοσύνην θαυμαστῶς κατορθοῖ, τὴν διὰ πίστεως συνισταμένην. Ἅγιος μέν τοι ἐστὶν ὡς καθαρὸς, θαυμαστὸς δὲ ἐπὶ τῇ δικαιο σύνῃ. Πρὸς δὲ διάνοιαν· Σὺ, φησὶν, εἶ ὁ τὰ ὄρη, ἤγουν τὰς ἀντικειμένας δυνάμεις, ἑτοιμάζων εἰς τιμωρίαν (ἡτοίμασται γὰρ αὐταῖς ἡ ἄβυσσος)· τοῦτο δὲ ποιήσεις, δυνατὸς ὤν. Ἀθανασίου καὶ Κυρίλλου. Πρὸς δὲ διάνοιαν· Συνταράσσει Χριστὸς οἷόν τι κύτος καὶ πλάτος θαλάσ σης τὰ πλήθη τῶν ἐθνῶν, μὴ συγχωρήσας αὐτὰ ἠρε μεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις· κεκινηκὼς δὲ μᾶλ λον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων, ἀνασαλεύσας ἁπάντων τὰς ἐπ' αὐτῷ δοξολογίας. Ἢ θάλασσαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ συνταράσσεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. ∆ιὸ καὶ φοβούμενοι ἔλεγον· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ἢ θάλασσαν μὲν τὸ πλῆθος καλεῖ τῶν τυράννων διὰ τὸ ἁλμυρὸν τῆς εἰδωλολατρείας αὐτῶν, ἤχους δὲ κυμά των τὰς κατὰ τῶν μαρτύρων ἐπιβουλὰς καὶ βασά νους. Ἃς τίς ὑπέμεινεν, εἰ μὴ τῇ δυνάμει Χριστοῦ ἐνεδυναμοῦτο καὶ ἐστηρίζετο; Ἀθανασίου. Παρεδήλωσε δὲ καὶ τὸ τῶν ἁγίων ἀποστόλων κήρυγμα· ὅπερ διὰ τὸ ἄηθες καὶ διὰ τὸ καταλύεσθαι τὸ πατρῷον τῶν ἐθνῶν σέβας, καὶ τὴν πολιτείαν αὐτῶν ἀμείβεσθαι, ταραχὴν εὐθὺς καὶ ζά λην τοῖς ἀνθρώποις ἐκίνησε κατὰ τὴν τοῦ Κυρίου φωνὴν, χωρίζον νύμφην ἐκ πενθερᾶς, καὶ πατέρα ἐξ υἱοῦ. Μετὰ δὲ τὴν ζάλην κατέπαυσε, καὶ τὴν εἰρήνην ἅπασιν ἐπρυτάνευσεν. Ὅτε οὖν, φησὶ, τὰ ἔθνη ταρα χθήσονται, τουτέστι τῶν δαιμόνων τὰ συστήματα, τότε δὴ τότε καὶ οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ἄνθρωποι φοβηθήσονταί σε, τὰ μεγάλα σημεῖα θεω ρήσαντες, τὰ ἐπὶ τῇ σῇ παρουσίᾳ γεγενημένα. Ἀθανασίου, Εὐσεβίου καὶ Κυρίλλου. Καὶ μέν τοι ὅταν τὰ μεγάλα σημεῖα θεωρήσαντες οἱ τὴν οἰκου [PG27.580] μένην οἰκοῦντες φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ καὶ εἰς τὰς πρωΐας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς ἀγαλ λιωμένοις, ἐφ' οἷς κατώρθωσεν ἡ Χριστοῦ παρουσία. Καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ δύο ἔξοδοι, ἤγουν πρόοδοι· ἡ μὲν πρωΐας, πρὸ πάντων τῶν αἰώνων ἐκ Πατρὸς γενομένη, κατὰ τό· Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· ἡ δὲ ἑσπέρας, ἡ ἐκ παρθένου, ἥτις ἐπὶ συντελείᾳ τῶν αἰώνων ἀπήντησεν. Ἑκατέρα δὲ τέρψις ἐστὶ καὶ ἀγαλλίασις. Ὁ μέντοι Σύμμαχος εἰπὼν, Τὰς προσελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι, τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες τὸν δὲ φύσει γνόντες Θεόν. Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν· Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγαθῶν τὴν σύμπασαν γῆν· πε πλήρωκας τῶν πνευματικῶν χαρισμάτων τοὺς κατὰ πᾶσαν ὄντας τὴν ὑπ' οὐρανόν· ἡμᾶς δὲ τοὺς τότε πλανωμένους, γῆν ὥσπερ τινὰ ξηρὰν ὄντας καὶ ἄν υδρον, καρποφόρον ἀνέδειξας, καὶ γονιμωτάτην, καὶ ἱερὰν ἀληθῶς. Ἀθανάσιος. Πρὸς δὲ νοῦν ποταμὸς Θεοῦ ὁ Μο νογενής. Ὡς γὰρ ἀπὸ πηγῆς ἔρχεται ποταμὸς, οὕτω καὶ αὐτὸς ἐκ τῆς τοῦ τεκόντος οὐσίας, καὶ ἔστιν ὁμο ούσιος αὐτῷ· ὃς πλήρης ὑδάτων ἐστίν· ἐπεὶ τὸ πλή ρωμα τῆς θεότητος ἐν αὐτῷ κατοικεῖ. Καὶ ἐθεασά μεθα τὴν δόξαν αὐτοῦ· πλήρης χάριτος καὶ ἀλη θείας. Νοηθείη δ' ἂν ποταμὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλῆρες ὑδάτων τῶν διαφόρων χαρισμάτων. Ἡτοιμάσθαι δέ φησι τὴν πνευματικὴν τροφὴν, διότι πρὸ καταβολῆς κόσμου ὥρισται τὸ Χριστοῦ μυστή ριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ὅτι οὕτως, φησὶν, ἡ ἑτοι μασία τῆς ἀληθινῆς τροφῆς, ὡς αὐτὸς ἡτοίμασας, καὶ οὐκ ἄλλως (φ. ἄλλος)· ἀντὶ τοῦ, προνοητικώτατα καὶ θεοπρεπῶς. Θεῷ γὰρ πρέπει τοιαῦτα ἑτοιμάζειν, ὧν οἳ μεταλαμβάνονται εἰς ἀξίαν Θεοῦ διὰ τῆς μετανοίας ἀναβαίνουσιν. Ἀθανασίου καὶ Εὐσεβίου. Θεωρητικῶς δέ· Ἐπίμεινον, φησὶ, ∆έσποτα, τὰ βάθη τῆς καρδίας τῶν ἀν θρώπων καθάπερ τινὰς αὔλακας ἄρδων, καὶ μεθύ σκων, καὶ εἰς καρπογονίαν διεγείρων· ὥστε πληθυν θῆναι τὰ γεννήματα τῆς δικαιοσύνης αὐτῶν, οὐ μό νον διὰ τοῦ ποταμοῦ (τουτέστι τῆς τοῦ Πνεύματος χάριτος), ἀλλὰ καὶ διὰ τῶν φερομένων ψεκάδων, ὡς παρά τινων νεφελῶν τῶν διδασκάλων, τουτέστι διὰ τῶν νοημάτων τῶν θείων Γραφῶν. Ἀθανάσιος. Κατὰ μὲν οὖν τὸ ῥητὸν, ἐνιαυτὸν χρηστότητος εὐλογούμενον τὸν τῆς εὐθηνίας ὠνόμα [PG27.581] σεν, ὡς τῇ τοῦ Θεοῦ χρηστότητι τὴν εὐετηρίαν δε χόμενον, καὶ εὐλογίας διὰ τῆς εὐθηνίας πληρούμενον· πρὸς δὲ νοῦν.
Sequentia Cyrilli sunt. Et paulo post, Θεοδωρήτου καὶ Ἀθανασίου.
Εἴη δ' ἂν καὶ ὁ μέλλων αἰὼν στέφανος χρηστότητος, διὰ τὸ ἐν πολλῇ χρηστότητι τοὺς ἁγίους ἐν αὐτῷ στεφανοῦσθαι. Ἀθανασίου. Πρὸς δὲ νοῦν πεδίοις καὶ γαίαις παρεικάζει τὰς τῶν πιστευόντων ψυχάς. Ἃς τοῖς θείοις καὶ πνευματικοῖς χαρίσμασι καταπιαίνει Θεὸς, ἵνα δύνωνται φέρειν τοὺς τῆς εὐσεβείας καρπούς. Ἀθανασίου. Πρὸς δὲ νοῦν ὡραῖα τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς φησι, τοὺς εὐτραφεῖς γεγενημένους τοῖς πνευματικοῖς χαρίσμασιν. Ἔρημον δὲ τὴν Ἐκκλησίαν ἀποκαλεῖ, τὴν πάλαι ἔρημον οὖσαν τῆς περὶ Θεοῦ γνώσεως. Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν· Τῆς τοῦ Θεοῦ φανείσης χρηστότητος, ἡ πάλαι ἔρημος καρποφορή σει, καὶ οἱ βουνοὶ, οἱ ταῖς εἰδωλικαῖς θυσίαις μιαινόμενοι, τοὺς τὸν ἀγγελικὸν αἱρουμένους βίον δεξάμε νοι, εὐφρανθήσονται. Ἢ βουνοῖς ἀπεικάζει τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, καὶ λαῶν προεστηκότας, ἤτοι ποιμένας καὶ διδασκάλους. Ὥσπερ γὰρ τῆς ἄλλης ἁπάσης γῆς ὑπερανέχουσι τὰ ὄρη καὶ οἱ βουνοί· τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἁγίων μυστα γωγῶν ἀξία ὑψηλοτέρα τῶν ἄλλων ἐστίν. Οὗτοι καὶ ἀγαλλίασιν περιζώννυνται, τουτέστι τὴν τοῦ πνεύμα τος παράκλησιν. Γρηγορίου Θεολόγου καὶ Ἀθανασίου. Αἱ μὲν τῆς γῆς τὸν αἰσθητὸν καὶ ἐφήμερον· αἱ δὲ τῶν ψυ χῶν τῶν καλῶς τῷ λόγῳ γεωργουμένων τὸν πνευματικὸν καὶ αἰώνιον. Αἱ γὰρ πάλαι, φησὶν, ἀπορώ ταται καὶ ἄγονοι τῶν ἐθνῶν ψυχαὶ πνευματικῷ καρ πῷ ἔσονται πλήρεις. Ἀθανάσιος. Ἁπλῶς δέ· Ἅπαντες, φησὶν, οἱπρολεχθέντες σὺν πάσῃ προθυμίᾳ τὸν Θεὸν ἀνυμ νήσουσι, τὴν τοιαύτην μεταβολὴν τῇ τῶν ἀνθρώπων δωρησάμενον φύσει. Ἀθανασίου. Κατὰ δὲ θεωρίαν, ἀλαλα γμός ἐστιν ἐπινίκιος ὕμνος ἐπὶ ἐχθροῖς πεπτω κόσιν ᾀδόμενος. Ὡς οὖν ἀνῃρημένων τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου διὰ τῆς Χριστοῦ παρουσίας, πάντα τὰ ἔθνη τοὺς ἐπινικίους ὕμνους ἀναπέμπειν παρακελεύεται τῷ τῆς νίκης αἰτίῳ Θεῷ καὶ τῷ ὀνόματι αὐτοῦ, τουτέστι τῷ Υἱῷ. [PG27.584] Ὡς γὰρ ἡμεῖς διὰ τοῦ ὀνόματος αὐτοῦ γνωριζόμεθα, οὕτω καὶ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ. Κύριλλος, Ἀθανάσιος. Καὶ οὕτω μὲν πρὸς ἱστορίαν πρὸς δὲ πνευματικὴν ἔκληψιν λίαν φοβερὰ τὰ ἔργα Χρι στοῦ, εἴτουν αἱ θεοσημεῖαι, καὶ τὸ, ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη. Πλῆθος δὲ καὶ πε ριουσία δυνάμεως ἡ ἀνάστασις αὐτοῦ, καταστρέφουσα μὲν τοῦ θανάτου τὸ κράτος, ἅπασαν δὲ τὴν ἀνθρώ που φύσιν εἰς ἀφθαρσίαν ἀνακαινίζουσα. Ἐπεὶ δὲ Ἰουδαῖοι, τῶν Χριστοῦ θαυμάτων γενόμενοι θεωροὶ, δέον ἐκπλήττεσθαι, τὸν τερατουργὸν ἐνδιέβαλλον, καὶ πλάνον ἐκάλουν, ἐπιπλήττων ὁ ψάλλων φησί· Παύσα σθε, εἴπατε δὲ μᾶλλον αὐτῷ, ὅτι Φοβερὰ τὰ ἔργα σου. Εἶτα ἐπεὶ ἀπειθοῦντας ἑώρα, ἀφεὶς τὸ πρὸς αὐ τοὺς διαλέγεσθαι, τῷ συκοφαντουμένῳ Χριστῷ προσ ομιλεῖ, λέγων· Πολλή σου ἡ δύναμις, εἰ καὶ οἱ ἐχθροί σου ἐψεύσαντό σε, ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς μύσαντες, καὶ μηδὲ τῶν θαυ μάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πλήθει γὰρ δυνάμεως τοῦ Κυρίου ἡμῶν ἐκτελέσαντος τὴν οἰκείαν ἐκ νεκρῶν ἀνάστασιν κατὰ τὸ ἀνθρώπινον, οἱ ἐχθροὶ αὐτοῦ Ἑβραῖοι ἐψεύσαντο αὐτόν· τουτέστιν, ἐνδιέβαλλον τὴν ἀνάστασιν. Ἀθανάσιος, Κύριλλος, Γρηγόριος Νύσσης. Εἰ καὶ Ἰουδαῖοι, φησὶν, ἀρνήσονταί σε, ἀντ' ἐκείνων ὑποκλιθήσεταί σοι καὶ προσκυνήσει πᾶσα ἡ γῆ, ἤτοι τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν. Οὐκέτι γὰρ ἐν Ἱε ρουσαλὴμ ἡ προσκύνησις, τῆς νομικῆς παυσαμένης σκιᾶς, κατὰ τό· Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, καὶ τῆς προσκυνήσεως γενο μένης ἐν πνεύματι καὶ ἀληθείᾳ, καταλλήλων ἔργων γινομένων τῇ προσκυνήσει Θεοῦ, τῆς αὐτοῦ προσηγο ρίας ἐπικληθείσης αὐτοῖς. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ' ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεὸς, καὶ ὁ ∆εσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται. Ἀθανάσιος. Τῶν ἀποστόλων ἐνταῦθα εἰσάγει τὸ πρόσωπον, διδασκόντων τὰ ἔθνη, ὡς ἄρα οὗτος ὁ ἐν τῇ κατὰ σάρκα παρουσίᾳ τὰς θεοσημείας ἐργαζόμε νος, αὐτός ἐστιν ὁ πάλαι τὴν Ἐρυθρὰν θάλασσαν ξηράνας, καὶ μὴν καὶ τοῦ Ἰορδάνου ἀνακόψας τὰ ῥεύματα, ὡς ποδὶ παρελθεῖν τοὺς υἱοὺς Ἰσραήλ. Φησὶν οὖν· Ἐπιστήσατε τὸν νοῦν καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ γινομένων ἑκάστων, ὅπως ἐστὶν ἐν βουλαῖς ἀκατάληπτος· καὶ τὴν ἄῤῥητον αὐ τοῦ σοφίαν θαυμάσατε, δι' ἧς τὸ τῶν ἀνθρώπων γένος [PG27.585] ποδηγεῖ πρὸς εὐσέβειαν. Φοβεραῖς γὰρ καὶ θαυμασταῖς μηχαναῖς ὑπὲρ τῆς τῶν ἀνθρώπων κέχρηται σωτηρίας. Ἀθανασίου. Πρὸς δὲ νοῦν· Ἐκεῖ σὺν Χριστῷ βασιλεύσομεν, ἡνίκα τοῦ νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ' αὐτῷ. Εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια. Ἀθανάσιος, Εὐσέβιος. Κατὰ δὲ πνευματικὴν ἐκδοχὴν ὀφθαλμοὺς Θεοῦ τοὺς ἀποστόλους νοήσομεν· παραπικραίνοντας δὲ τοὺς Ἰουδαίους, οὓς καὶ οἱ προ φῆται οἶκον ἐκάλουν παραπικραίνοντα. Τίς γὰρ, φησὶν, ὁ παραπικραίνων ἀλλ' ἢ ὁ οἶκος Ἰσραήλ; Τῷ γοῦν παραπτώματι τοῦ Ἰσραὴλ ἐπὶ τὰ ἔθνη ἐπεῖδεν ὁ Κύριος. Ὅθεν μὴ ὑψούσθωσαν οἱ ἀσεβεῖς, ὡς δυνά μενοι ἀπολέσαι τοὺς τῷ Εὐαγγελίῳ προσερχομένους· ἀλλὰ μηδ' ὁ ὑπερόπτης λαὸς, ἤγουν ὁ Ἰσραὴλ, μέγα φρονείτω, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψη λὴν ἐπαιρέτω τὴν ὀφρύν. Μὴ λεγέτω καθ' ἑαυτόν· Ἐγὼ γέγονα πρωτότοκος ἐν τέκνοις Θεοῦ· ἴστω δὲ μᾶλλον, ὅτι παρεπίκρανε τὸν κτίσαντα. ∆ιὸ καὶ μετ έστησεν ἀπ' αὐτοῦ τὴν ἐπισκοπήν. Ἀθανάσιος. Πρὸς δὲ νοῦν οἱ ἀπόστολοι τοῖς ἐξ ἐθνῶν φασιν· Ὅταν ἀκούσητε παρ' ἡμῶν, τίνα τρόπον προσήκει δοξολογεῖν, τότε μεθ' ἡμῶν εὐλογήσατε, οὐκ ἔτι τοὺς ψευδωνύμους θεοὺς, ἀλλὰ τὸν Θεὸν ἡμῶν τὸν τῆς ζωῆς δοτῆρα. Ζωὴ γὰρ ἦν ἡ τοῦ παραδείσου τρυφὴ, ἐν ᾧ ἔθετο ὁ Θεὸς τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν. Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν τὰς θλίψεις τὰς γενομένας διὰ τὸ κήρυγμα τοῖς ἀπο στόλοις τὸ Πνεῦμα προαναφωνεῖ, ἐκ προσώπου αὐ τῶν ταύτας καταλέγον. Ὥσπερ γὰρ ὁ ἄργυρος πυρὶ τηκόμενος εὖ μάλα διακαθαίρεται, οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ παντὸς ἀπαλλάττονται ῥύπου, ταῖς τῶν πειρασμῶν ἐφόδοις προσβάλλουσαι νεανικῶς. Καὶ ἡ αὐτῶν εὐδοκίμησις διὰ πυρώσεως γίνεται, δοκιμαζο μένων ὡς διὰ πυρός. Ταύτας τὰς φωνὰς τοῖς ἁγίοις μάρτυσιν ὁ Παῦλος ἀνατίθησιν. Ἀλλὰ καὶ οἱ διὰ πυ ρὸς καὶ ὕδατος τοῦ ζέοντος θυμοῦ, καὶ τῆς διακεχυ μένης ἡδονῆς καὶ ἐπιθυμίας διελθόντες, καὶ μὴ ἐναπομείναντες τούτοις τοῖς πάθεσιν, εὑρίσκουσι τὴν ἀνάψυξιν. Ἀθανάσιος. Πρὸς νοῦν φασὶν οἱ ἀπόστολοι· Εἰσελευσόμεθα εἰς τὸν ναὸν τὸν ἐπουράνιον οὐκ ἐν αἰσθητοῖς, ἀλλ' ἐν νοητοῖς ὁλοκαυτώμασιν. Ὅλους γὰρ ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτω μάτων. [PG27.588] Ἀθανάσιος, Κύριλλος, Βασίλειος. Πρὸς δὲ διά νοιαν· Πνευματικὰ πάντα καὶ τὰ ὁλοκαυτώματα, καὶ οἱ βόες, καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. Καὶ μετὰ κριῶν δὲ προσφορὰ γίνεται. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι, ἢ λογισμοὶ ἡγεμονικοὶ τὰ πάθη κε ρατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως. Ἀναλογεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι, γεωπόνον ὑπάρχον τὸ ζῶον ὁ βοῦς. Χίμαροι δὲ τὰ μετανοίας ἔργα· περὶ ἁμαρ τίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία. Ἀθανάσιος. Οἱ μέντοι ἀπόστολοι οὐκ ἀρχαίων διηγημάτων ποιοῦνται μνήμην· ἀλλὰ τὰ νέα τοῦ Σω τῆρος ἡμῶν θαυμάζουσι κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ψυχαῖς ἐχαρίσατο. Ἀθανασίου. Τάχα δὲ ἁμαρτωλοὶ οἱ τῆς ἁμαρτίας εὑρεταὶ δαίμονες· οἳ καὶ ὡς καπνὸς ἐκλείπουσι, τῷ ἁγίῳ Πνεύματι ἐλαυνόμενοι καὶ σκεδαννύμενοι· καὶ ὡς κηρὸς τήκονται ὑποῤῥέοντες τῇ ἐπιφανείᾳ τοῦ Χριστοῦ, ὃς πῦρ λέγεται καταναλίσκον τὴν μοχθη ρίαν. Καὶ λοιπὸν οἱ δικαιωθέντες ἐκ πίστεως, κατα λυθείσης τῆς τυραννίδος τῶν δαιμόνων, εὐφραί νονται. Εὐσεβίου, Ἀθανασίου. Καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, μορφὴν δούλου λαβὼν, καὶ τὰς ἀκτῖνας τῆς αὐτοῦ ὥσπερ συστείλας θεότητος, καὶ καταδὺς ἐν τῷ σώματι, ἢ καὶ ἐν αὐτῷ τῷ θανάτῳ, τὸ κατακεχυμέ νον τῶν ἀνθρωπείων ψυχῶν σκότος ἀπήλασε. Πλὴν εἰ καὶ τῆς ἡμετέρας ἐπέβη πτωχείας, καὶ τὴν οἰκείαν οἰκονομικῶς συνεσκίασε δόξαν, τὴν εἰς ἀνθρώπους ποιησάμενος πάροδον καὶ τὴν ἔνσαρκον ἐνδημίαν, ἀλλ' οὖν Κύριος ὄνομα αὐτῷ. Καὶ γὰρ ἄνθρωπος γε γονὼς οὐκ ἀπέβαλε τὸ εἶναι Θεός. Παρακελεύεται τοίνυν ὁ λόγος τοῖς ἱεροῖς ἀποστόλοις μετὰ χορείας καὶ ὑμνῳδίας εἰς τὰ ἔθνη δραμεῖν, καὶ τὴν ὁδὸν τῶν ψυχῶν αὐτῶν εὐτρεπίσαι τῷ τῶν ὅλων παμβασιλεῖ διὰ τοῦ κηρύγματος. Εἶεν δ' ἂν δυσμαὶ εἴτουν νύκτες καὶ αἱ τοῦ τῆς δικαιοσύνης ἡλίου ἐκπεσοῦσαι ψυχαί· ὧν Χριστὸς τὸν τῆς πλάνης ζόφον ἐξήλασεν, ἐνοικήσας αὐταῖς διὰ πίστεως. Κατὰ δὲ τὸν θεῖον Ἀθανάσιον, ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλον ἐμαυτὸν, ἅτε ἀνεξερευνήτων ὄντων. Πλὴν τὸν δέοντα εἰς τὴν τούτων γνῶσιν ἐμαυτῷ πεπόρισμαι καιρόν. Οὗτος δὲ ἦν ὁ τοῦ δικαστηρίου καιρὸς, ὅτε ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τότε γὰρ ἀκριβῶς οἱ [PG27.589] μικρόψυχοι εἴσονται, ὁποῖον μὲν ἡ ἀρετὴ, ὁποῖον δὲ ἡ κακία. Κατὰ δὲ τὸν ἱερὸν Ἀθανάσιον· Ἐπειδὴ οὐδέν μοι, φησὶν, ὑπάρχει ἐν τῷ οὐρανῷ πλὴν σοῦ μόνου, ἀναγκαίως οὐδέ τι τῶν ἐπὶ γῆς ἠθέλησα δέξασθαι παρὰ σοῦ, ἅτε φθαρτῶν ὄντων πάντων καὶ προσκαίρων· ἑνὸς δὲ μόνου ηὐχόμην τυχεῖν, καὶ τῷ τούτου πόθῳ κατέτρυχον ἐμαυτὸν ἐπὶ τῆς γῆς. Τοῦτο δέ ἐστι τὸ σὲ μερίδα μοι καὶ μόνον γενέσθαι. Ἐξέλιπε γὰρ ἡ καρδία μου· τί ἐπιζητοῦντος; τὰς ἄνω διατριβάς.