Βασίλειος ο Μέγας, Αιώνας IV

Πρόλογος

Prologus / Прологи

Πρόλογος γʹ

Prologus 3 (prooemium in regulas brevius tractatas). ΠΡΟΟΙΜΙΟΝ ΤΩΝ ΚΑΤ' ΕΠΙΤΟΜΗΝ ΟΡΩΝ.

[PG31.1080.31]

Ὁ φιλάνθρωπος Θεὸς, ὁ διδάσκων ἄνθρωπον γνῶσιν, τοῖς μὲν τὸ διδασκαλικὸν πεπιστευμένοις χάρισμα παραγγέλλει διὰ τοῦ Ἀποστόλου ἐμμένειν τῇ διδασκαλίᾳ, τοῖς δὲ χρῄζουσι τῆς ἐκ τῶν θείων διδαγμάτων οἰκοδομῆς διὰ Μωϋσέως παραινεῖ λέγων· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. ∆ιόπερ ἀνάγκη ἡμᾶς μὲν, τοὺς τὴν διακονίαν τοῦ λόγου πεπιστευμένους, ἐν παντὶ καιρῷ προθύμους εἶναι πρὸς τὸν καταρτισμὸν τῶν ψυχῶν· καὶ τὰ μὲν ἐν κοινῷ τῇ Ἐκκλησίᾳ πάσῃ διαμαρτύρασθαι· τὰ δὲ ἰδίᾳ ἑκάστῳ τῶν προσιόντων παρέχειν ἑαυτοὺς κατ' ἐξουσίαν ἐπερωτᾷν, τά τε πρὸς ὑγείαν τῆς πίστεως καὶ ἀλήθειαν τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πολιτείας, ἐξ ὧν ἀμφοτέρων ὁ τοῦ Θεοῦ ἄνθρωπος βεβαίως τελειοῦται· ὑμᾶς δὲ μηδὲν ἄκαρπον παριέναι, μηδὲν ἀργὸν ἑαυτοῖς, ἀλλὰ πρὸς οἷς ἐν τῷ κοινῷ μανθάνετε, καὶ ἰδίᾳ περὶ τῶν συμφερόντων ἐπερωτᾷν, καὶ πᾶσαν σχολὴν τοῦ βίου πρὸς τὸ χρήσιμον διατίθεσθαι. Εἰ οὖν εἰς τοῦτο συνήγαγεν ἡμᾶς ὁ Θεὸς, καὶ ἡσυχία πολλὴ ἀπὸ τῶν ἔξωθεν θορύβων ἐστὶ, μήτε πρὸς ἑτέραν τινὰ ἐργασίαν τρεπώμεθα, μήτε ὕπνῳ πάλιν παραδῶμεν τὰ σώματα, ἀλλ' ἐν τῇ μερίμνῃ καὶ ἐξετάσει τῶν ἀναγκαίων τὸ λειπόμενον μέρος τῆς νυκτὸς διενέγκωμεν, πληροῦντες τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου ∆αβὶδ, ὅτι ἐν νόμῳ Κυρίου μελετήσει ἡμέρας καὶ νυκτός.

Πρόλογος δʹ

Prologus 4. ΤΟΥ ΑΥΤΟΥ ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ. ΠΡΟΟΙΜΙΟΝ.

Ἐπειδὴ Θεοῦ χάριτι ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεληλύθαμεν εἰς ταυτὸν οἱ ἕνα καὶ τὸν αὐτὸν σκοπὸν τοῦ βίου τοῦ κατ' εὐσέβειαν ἐνστησάμενοι· καὶ ὑμεῖς μὲν εὔδηλοί ἐστε μαθεῖν τι τῶν πρὸς σωτηρίαν ἐπιποθοῦντες, ἐμοὶ δὲ ἀνάγκη ἀναγγέλλειν τὰ δικαιώματα τοῦ Θεοῦ, νυκτὸς καὶ ἡμέρας μεμνημένῳ τοῦ Ἀποστόλου λέ γοντος, ὅτι Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυ σάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον· και ρὸς δὲ ἐπιτηδειότατος ἡμῖν ὁ παρὼν, καὶ τόπος οὗτος ἡσυχίαν παρέχων καὶ σχολὴν πᾶσαν ἀπὸ τῶν ἔξωθεν θορύβων, συνευξώμεθα ἀλλήλοις, ὥστε ἡμᾶς μὲν ἐν καιρῷ τοῖς συνδούλοις ἡμῶν δοῦναι τὸ σιτο μέτριον· ὑμᾶς δὲ, λαβόντας τὸν λόγον, ὡς τὴν ἀγα θὴν γῆν, τέλειον καὶ πολυπλασίονα τὸν ἐν δικαιο σύνῃ καρπὸν ἀποδοῦναι, καθὼς γέγραπται. Παρα καλῶ οὖν ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ τιῶν ἡμῶν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶν ψυχῶν ἡμῶν· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόν των εἰς δόξαν τοῦ Θεοῦ, καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τοῦ προσκυνητοῦ καὶ ἁγίου Πνεύματος.

Μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι, πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔρ γων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος [PG31.892] ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα μετακλαίω μεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρό μενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μεταμελο μένοις. Νῦν καιρὸς εὐπρόσδεκτος, φησὶν ὁ Ἀπό στολος, νῦν ἡμέρα σωτηρίας. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πρα γμάτων τε καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξετα στής. Νῦν τῆς μακροθυμίας ἀπολαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον, οἱ δὲ εἰς ζωὴν αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐτοῦ. Πρὸς τί να καιρὸν ὑπερτιθέμεθα τὴν ὑπακοὴν τοῦ Χριστοῦ, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν ἐπουράνιον ἑαυτοῦ βασιλείαν; Οὐκ ἐκνήψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; Οὐκ ἐν ὀφθαλμοῖς ληψό μεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασιλεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστερὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμένους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύψει; Ἐκεῖ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἡμεῖς δὲ βασιλείας μὲν οὐρανῶν ἐπιθυμεῖν λέ γομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυχεῖν οὐ φροντίζο μεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐντολῆς Κυρίου κα ταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέ χρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑποτιθέμεθα. Τίς ἐν καιρῷ τῆς σπορᾶς οἴκοι καθήμενος ἢ καθεύδων, ἐνστάντος τοῦ θερισμοῦ, τὸν κόλπον ἐπλήρωσε τῶν δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα τὸν μὴ παρ' αὐτοῦ πεφυτευμένον καὶ πεπονημένον; Ἐκείνων οἱ καρποὶ, ὧν καὶ οἱ πόνοι· αἱ τιμαὶ καὶ οἱ στέφα νοι τῶν νενικηκότων εἰσί. Τίς ποτε στεφανοῖ τὸν μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπαλον; ὁπότε οὐ νικῆ σαι δεῖ μόνον, ἀλλὰ καὶ νομίμως ἀθλῆσαι, κατὰ τὸν Ἀπόστολον· τοῦτο δέ ἐστι τὸ μηδὲ μικρὸν μὲν παριέναι τι τῶν διατεταγμένων· οὕτω δὲ ἕκαστον ποιῆσαι, ὡς προστετάγμεθα. Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει, οὐχὶ ποιοῦντα ὡς ἔτυχεν, ἀλλὰ ποιοῦντα οὕτως· καὶ, Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡμεῖς δὲ, μίαν που τῶν ἐντολῶν [PG31.893] πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην, ὅτι ποιή σαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται κατὰ τὸν ὑγιῆ τοῦ λόγου σκοπὸν, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ τοῖς παρεθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ' ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν. Ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο παρακατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώμων διὰ τὴν τῶν πλειόνων ἀπότισιν γνωρίζεται, ἀλλὰ ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλατ τόνων ἀποστερήσει ἐλέγχεται.

Τί δὲ λέγω ἀποστερήσει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα ἀποδοὺς αὐτὸ ἐκεῖνο ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπ εδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρί νεται. Ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ πληγὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τιμᾶται, ἀλλ' ὡς πατραλοίας καταδικάζεται. Πορευ θέντες, φησὶν ὁ Κύριος, μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετει λάμην ὑμῖν. Καὶ ὁ Ἀπόστολος ἀκολούθως γράφει· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Εἰ γὰρ μὴ πάντα ἡμῖν πρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν, οὐδ' ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὐδ' ἂν πᾶσαι φυ λαχθῆναι ἀναγκαίως διηγορεύθησαν. Τί μοι τὸ ὄφελος τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰπὼν τὸν ἀδελφὸν, ἔνοχος ἔσεσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφε λος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ' ἑνὸς κρα τουμένῳ εἰς δουλείαν; Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ τὸ κέρ δος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ' ἑνὸς πάθους φθειρομένῳ τὸ σῶμα; Ἄρα οὖν, φησί τις, τὰ πλήθη τῶν Χρι στιανῶν μὴ φυλάσσοντα πάσας τὰς ἐντολὰς, ἀνόνητον ἕξει τήν τινων φυλακήν; Πρὸς τοῦτο τοῦ μακαρίου Πέτρου μνημονεῦσαι καλὸν, τοῦ μετὰ τοσαῦτα μὲν κατορθώματα, τοιούτους δὲ τοὺς μακαρισμοὺς, ἐφ' ἑνὶ μόνῳ ἀκούοντος· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Ἐῶ δὲ λέγειν, ὅτι οὐδὲ αὐτὸ ἐκεῖνο ῥᾳθυμίας οὐδὲ καταφρονήσεως εἶχεν ἔνδειξιν, ἀλλὰ τιμῆς καὶ εὐλαβείας ἦν ἔμφασις. Καὶ μὴν, εἴποι τις ἂν, γέγραπται· Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὥστε ἀρκεῖ καὶ αὐτὴ ἡ ἐπίκλησις τοῦ ὀνόματος τοῦ Κυρίου σῶσαι τὸν ἐπι [PG31.896] καλούμενον. Ἀλλ' ἀκουέτω καὶ οὗτος τοῦ Ἀποστόλου λέγοντος· Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; Εἰ δὲ πιστεύεις, ἄκουε τοῦ Κυρίου λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρα νοῖς. Ὅπου γε καὶ ὁ τὸ θέλημα τοῦ Κυρίου ἐρ γαζόμενος, μὴ καθὼς θέλει δὲ ὁ Θεὸς, μηδὲ ἐν δια θέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον ἔχει τὴν τοῦ ἔργου σπουδὴν, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος, ὅτι Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Ὅθεν Παῦλος ὁ ἀπόστολος ἐπαιδεύθη εἰπεῖν, ὅτι Κἂν ψω μίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅλως δὲ τρεῖς ταύτας ἐγὼ διαφορὰς τῆς διαθέσεως πρὸς τὴν ἀπαραίτητον ἀνάγκην τῆς ὑπακοῆς καθορῶ. Ἢ γὰρ φοβούμενοι τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ τοῦ κακοῦ, καί ἐσμεν ἐν τῇ διαθέσει τῇ δουλικῇ· ἢ, τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, τῆς ἑαυτῶν ἕνεκεν ὠφελείας πλη ροῦμεν τὰ προστάγματα, καὶ κατὰ τοῦτο προσεοίκα μεν τοῖς μισθίοις· ἢ δι' αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς τὸν δεδωκότα ἡμῖν τὸν νόμον ἀγάπην, χαίροντες, ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κα ηξιώθημεν, καί ἐσμεν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει.

Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατορθῶν, καὶ ἀεὶ τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώμενος, τὰ μὲν ποιή σει τῶν προστεταγμένων αὐτῷ, τὰ δὲ παρόψεται· ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκδίκησιν ὁμοίως ἑαυτῷ φοβερὰν ὑπολήψεται. Καὶ διὰ τοῦτο μακαρίζεται μὲν ὁ πάντα καταπτήσσων δι' εὐλάβειαν· στήκει δὲ ἑδραῖος ἐν τῇ ἀληθείᾳ, δυνάμενος εἰπεῖν· Προωρώ μην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ὡς οὐδὲν αἱ ρούμενος παριδεῖν τῶν δεόντων· καὶ, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. ∆ιὰ τί; Ὅτι Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Οὐ τοίνυν ἐστὶ τῶν φοβουμένων τὸ παριέναι τι τῶν ἐντεταλμέ νων, ἢ ἀμελῶς ποιεῖν· ἀλλ' οὐδὲ ὁ μισθωτὸς παρα βῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ κομίσεται τὸν μισθὸν τῆς ἐργασίας τοῦ ἀμπελῶνος, μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ ἐὰν ἕν τι ἐλλείπῃ τῶν ἀναγκαίων, ἄχρηστον αὐτὸν τῷ κεκτημένῳ κατέστησε.

Τίς οὖν ἔτι τῆς βλάβης μισθὸν ὑποτελέσει τῷ ἀδικήσαντι; Τρίτον ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία. Τίς οὖν υἱὸς, σκοπὸν [PG31.897] ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν αὐτὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν αἱρήσεται; Πολὺ δὲ πλέον, καὶ τοῦ Ἀποστόλου μεμνημένος, εἰπόντος· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε. Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαίνοντες ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς μεγάλα ἐπαγγελλομένῳ πειθόμενοι, μήτε ὡς ∆εσπότῃ δουλεύοντες. Εἰ γὰρ Πατήρ εἰμι, φησὶν, ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; Ὁ μὲν γὰρ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· διὰ δὲ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν, φησὶν, ἀτιμάζεις. Πῶς οὖν, τὸν καθ' ἡδονὴν βίον τοῦ κατ' ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ' ἀγγέλων εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμεθα; Νηπίας ὄντως φρενὸς τὰ τοιαῦτα φαντάσματα. Πῶς ἔσομαι μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετὰ εὐχαριστίας δεξάμενος; Πῶς μετὰ τοῦ ∆αβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς;

Πῶς μετὰ τοῦ ∆ανιὴλ, ὁ μὴ μετ' ἐγκρατείας διηνεκοῦς καὶ δεήσεως φιλοπόνου τὸν Θεὸν ἐκζητήσας; Πῶς μεθ' ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν καὶ τὸν μηδὲν ἠγωνισμένον; Τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξίσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος. ∆ικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀντίδοσις, καθὼς γέγραπται· Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων, ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ, φησὶν, ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. ∆ιὸ λέγει· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ἐμάθομεν ἐπὶ τίνας τὸ ἔλεος· Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὁρᾷς πῶς κεκριμένως κέχρηται τῷ ἐλέῳ; οὔτε ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς κρίνων. Ἐλεήμων γὰρ ὁ Κύριος, καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Θεὸν γνωρίζωμεν, μηδὲ ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν. ∆ιὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς, [PG31.900] καὶ τὸ πῦρ βρέχει. Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτομίας· ἢ δι' ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβηθῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Ἐπεὶ τοίνυν οὔτε δυνατὸν σωθῆναι, μὴ ποιοῦντας τὰ κατ' ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε τὸ παριδεῖν τι τῶν προστεταγμένων ἀκίνδυνον (δεινὴ γὰρ ἡ ἔπαρσις κριτὰς ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, καὶ τοὺς μὲν ἐγκρίνειν τῶν νόμων, τοὺς δὲ παραπέμπεσθαι), φέρε δὴ οἱ τῆς εὐσεβείας ἀγωνισταὶ, οἱ τὸν ἡσύχιον καὶ ἀπρά γμονα βίον, ὡς συνεργὸν τῆς φυλακῆς τῶν εὐαγγελικῶν δογμάτων τιμήσαντες, κοινὴν φροντίδα καὶ βουλὴν προθώμεθα, ὅπως ἂν μηδὲν ἡμᾶς διαφύγῃ τῶν ἐντεταλμένων. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὸν τοῦ Θεοῦ ἄνθρωπον (καθὼς γέγραπται, καὶ ὁ λόγος ἐν τοῖς πρὸ τούτων ἀπέδειξεν), ἀνάγκη πᾶσα διὰ πάσης ἐντολῆς καθαρισθῆναι εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐπεὶ καὶ κατὰ τὸν θεῖον νόμον, κἂν καθαρὸν ᾖ τὸ λελωβημένον, ἀπρόσδεκτον εἰς θυσίαν τῷ Θεῷ. Οὗπερ ἂν οὖν ἕκαστος ἐνδεῶς ἔχειν ἡγῆται, τοῦτο εἰς κοινὴν προτιθέτω διάσκεψιν. Ῥᾷον γὰρ ἂν ἐν τῇ φιλοπόνῳ τῶν πλειόνων διερευνήσει τὸ λανθάνον ἐξευρεθείη, Θεοῦ, δηλονότι, κατὰ τὴν ἐπαγγελίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, χαριζομένου ἡμῖν τοῦ ζητουμένου τὴν εὕρεσιν διδασκαλίᾳ καὶ ὑπομνήσει τοῦ ἁγίου Πνεύματος. Ὥσπερ οὖν ἐμοὶ ἀνάγκη ἐπίκειται, καὶ οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι· οὕτω καὶ ὑμῖν ἴσος ἀγὼν ἀποῤῥᾳθυμήσασι πρὸς τὴν ἐξέτασιν, ἢ ἀτόνως καὶ ἐκλελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομένων καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν.

∆ιότι φησὶν ὁ Κύριος· Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· καὶ, ∆οῦλος ὁ μὲν μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου ἑαυτοῦ, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· ὁ δὲ γνοὺς, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας ἑαυτὸν πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Εὐξώμεθα οὖν ἐμοὶ τὴν οἰκονομίαν τοῦ λόγου ἄμεμπτον, καὶ ὑμῖν ἔγκαρπον τὴν διδασκαλίαν γενέσθαι. Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσωποι ἡμῖν οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ (Ἐλέγξω γάρ σε, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου), [PG31.901] οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπουδαίως ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται.

Πρόλογος εʹ

Prologus 5 (sermo asceticus). ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ.

Ὁ ἀσκητικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν τῆς ψυχῆς σωτηρίαν, καὶ δεῖ πᾶν τὸ δυνάμενον πρὸς αὐτὴν συνεργῆσαι τὴν πρόθεσιν, ὡς θείαν ἐντολὴν οὕτω μετὰ φόβου παραφυλάττειν. Οὐδὲ γὰρ αὐταὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ πρὸς ἄλλο τι βλέπουσιν, εἰ μὴ πρὸς τὸ σωθῆναι τὸν ὑπακούοντα. Χρὴ τοίνυν, καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες γυμνοῦνται παντὸς περιβλήματος, οὕτω καὶ τοὺς τῇ ἀσκητικῇ προσ ερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνω θέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Τὸ μὲν οὖν προηγούμενόν ἐστι, καὶ οὗ μάλιστα προσ ήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διάφορα, δι' ὧν μολύνεται ἡ ψυχή· χρὴ δὲ κατὰ δεύτερον λόγον καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθω θῆναι τῷ πρὸς τὸν ὑψηλὸν ἀποβλέποντι βίον, διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ ἐπιμέλεια. Ὅταν οὖν πλείους, πρὸς τὸν αὐτὸν βλέποντες τῆς σωτη ρίας σκοπὸν, τὴν μετ' ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ θέλημα ἓν, καὶ μίαν ἐπι θυμίαν, καὶ, καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γε νέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηρμοσμένον πᾶν τὸ πλήρωμα τῆς συνοδίας.

Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθωθῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν χρησιμευόντων, ἵνα ἕκαστον τούτων τῆς χρείας ᾗ, καὶ μὴ τοῦ κεκτημένου. Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι [PG31.884] τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικρο τέρῳ τὸ τελειότερον, ἀλλ' ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρμοστον· οὕτω καὶ τὰ ἄλλα πάντα, ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περι βόλαιον, τὸ ὑπόδημα, τοῦ πάνυ χρῄζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει. Καθάπερ γὰρ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων, κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τοῦ σώματος ἐπινοουμέ νων, οὐχ ὁ τρυφῶν, ἀλλ' ὁ χρῄζων τῆς ἀνέσεως ἀπο λαύει. Ἐπειδὴ δὲ ποικίλα τὰ τῶν ἀνθρώπων ἤθη ἐστὶ, καὶ οὐ πάντες ὁμοίως περὶ τῶν χρησίμων βουλεύον ται, ἵνα μή τις ἀκαταστασία ᾖ, ἑκάστου κατὰ τὸ ἴδιον θέλημα πολιτευομένου, προσήκει τὸν ἐπὶ πάν των ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσασθαι εἰς τὸ καθηγήσασθαι τῶν ἄλλων, ἵνα τὸ ἐν τούτῳ ἀγαθὸν, κοινὸν πάντων τῶν μιμουμένων γένηται. Ὥσπερ γὰρ, εἰ πλείονες ζωγράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὡμοιῶ σθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ὁ ἀγαθὸς τοῦ βίου χα ρακτὴρ ἐπιλάμψει. Προκριθέντος τοίνυν ἑνὸς, ἀργή σει πάντα τὰ μερικὰ θελήματα· πρὸς δὲ τὸ προέχον πάντες οἱ ἐφεξῆς τυπωθήσονται, πεισθέντες τῷ ἀπο στολικῷ παραγγέλματι τῷ κελεύοντι πᾶσαν ψυχὴν ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι· καὶ ὅτι οἱ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Ἡ δὲ ἀληθὴς καὶ τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν καθ ηγούμενον ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν τοῦ προεστῶτος ἀπέχε σθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκεί νου γνώμης ποιεῖν.

Ἡ γὰρ ἐγκράτεια καὶ πᾶσα ἡ σωματικὴ κακοπάθεια πρός τι χρησίμως ἔχει· ἀλλ' ἐάν τις, ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρεστὸν αὐτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πεί θηται, μεῖζον τοῦ κατορθώματος ἔσται τὸ πλημ μελούμενον. Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξου σίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· καὶ ὁ τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκρά τειάν ἐστι κατορθώματος. Οὕτω προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ' ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπίσης θέλων παντὶ τῷ σώματι τὴν ὑγείαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ἀλλ' ὥσπερ ἐν ἡμῖν αὐτοῖς ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων μελῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχομεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτω τὴν μὲν συμπαθῆ διάθεσιν καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ [PG31.885] πάντων· τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ' ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον, ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπειδὴ δὲ ὀφειλέται πάντως εἰσὶ τοῦ ἀλλήλους ἀγαπᾷν τῷ ἴσῳ μέτρῳ τῆς διαθέσεως, ἀδίκημά ἐστιν ἐν συνοδίᾳ εὑρεθῆναι ἰδιαζούσας τινὰς φατρίας καὶ συσκηνίας. Ὁ γὰρ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν κατηγορεῖ ἑαυτοῦ, ὡς ἐν τοῖς ἄλλοις μὴ ἔχων τὴν τελείαν ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας ἥ τε ἀπρεπὴς μάχη καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται· ἀπὸ δὲ τῆς μερικῆς φιλίας καὶ ἑταιρίας ὑποψίαι καὶ φθόνοι γίνονται. Πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττουμένοις γίνεται.

∆ιὰ τοῦτο καὶ ἐντολὴν παρὰ Κυρίου ἐλάβομεν, μιμεῖσθαι τὴν ἀγαθότητα τοῦ ὁμοίως τὸν ἥλιον δικαίοις τε καὶ ἀδίκοις ἐπανατέλλοντος. Ὥσπερ οὖν ὁ Θεὸς κοινὴν δίδωσι πᾶσι τοῦ φωτὸς τὴν μετουσίαν, οὕτω καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότιμον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν. Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρχεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον. Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων τὸν Θεὸν ἔχει, οὕτως ὁ τὸ μῖσος ἔχων τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. ∆ιὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν ἑκάστῳ κατὰ τὸ πρέπον γίνεσθαι. Ἐπὶ δὲ τῶν οὕτως ἀλλήλοις συναρμοζομένων, ἡ σωματικὴ συγγένεια οὐδὲν πλέον κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος. Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν κατηγορεῖ ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ' ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Λόγος δὲ ἀνωφελὴς, καὶ ὁ διὰ τῆς πρὸς ἀλλήλους ὁμιλίας μετεωρισμὸς ἄκαιρος, ἀπειρημένος ἔστω. Ἀλλ' εἴ τι χρήσιμον πρὸς οἰκοδομὴν τῶν ψυχῶν, τοῦτο προσήκει λαλεῖσθαι μόνον, καὶ αὐτὰ τὰ χρήσιμα εὐτάκτως κατὰ τὸν πρέποντα καιρὸν λαλεῖσθαι παρὰ τῶν τοιούτων προσ-ώπων, οἷς ἐπιτέτραπται τὸ λαλεῖν. Εἰ δέ τις τῶν ὑποδεεστέρων εἴη, ἀναμενέτω τὴν προτροπὴν τοῦ ὑπερέχοντος.

Οἱ δὲ ψιθυρισμοὶ, καὶ αἱ πρὸς τὸ οὖς ὁμιλίαι, καὶ αἱ διὰ τῶν νευμάτων σημασίαι, πάντα ταῦτα ἀπόβλητα ἔστω, διότι τὴν τῆς καταλαλιᾶς ὑποψίαν ὁ ψιθυρισμὸς ἔχει, καὶ ἡ διὰ τοῦ νεύματος σημασία ἔνδειξιν παρέχει τῷ ἀδελφῷ λανθάνοντος πράγματός τινος σκαιωρίας. Τὰ δὲ τοιαῦτα μίσους ἀρχὴ καὶ ὑποψίας γίνεται. Ὅταν δὲ πρὸς ἀλλήλους ᾖ τις κατὰ ἀνάγκην γινομένη διάλεξις, τὸ μέτρον τῆς φωνῆς ἡ χρεία ποιείτω, ὥστε τῷ μὲν ἐγγὺς ὄντι [PG31.888] πραοτέρᾳ τῇ φωνῇ διαλέγεσθαι, τὸν δὲ πόῤῥωθεν ὄντα μείζονι προσκαλεῖσθαι τῇ φωνῇ. Τὸν δὲ συμβουλεύοντά τινι, ἢ ἐγκελευόμενον περί τινος, μείζονι καὶ καταπληκτικωτέρᾳ φωνῇ κεχρῆσθαι, ὡς ὑβριστικὸν, ἐν συνοδίᾳ μὴ ἔστω. Πρόοδος δὲ, πλὴν τῶν τεταγμένων καὶ ἀναγκαίων ἐξόδων, ἀπὸ ἀσκητηρίου οὐκ ἔστιν. Ἐπειδὴ δὲ οὐκ ἀνδρῶν μόνον εἰσὶν αἱ συνοδίαι, ἀλλὰ καὶ παρθένων, τὰ μὲν ἄλλα πάντα, ὅσα εἴρηται, κοινὰ καὶ τούτων καὶ ἐκείνων ἔσται· ἓν δὲ προσήκει γινώσκειν, ὅτι πλείονα καὶ περισσοτέραν ἀπαιτεῖ τὴν εὐσχημοσύνην ὁ ἐν γυναιξὶ βίος, καὶ τὸ τῆς ἀκτημοσύνης κατόρθωμα, καὶ τὸ τῆς ἡσυχίας, καὶ τὸ τῆς ὑπακοῆς, καὶ τὸ τῆς φιλαδελφίας, καὶ ἡ περὶ τὴν πρόοδον ἀκρίβεια, καὶ ἡ τῶν συντυχιῶν παραφυλακὴ, καὶ ἡ πρὸς ἀλλήλας διάθεσις, καὶ τὸ μὴ ἔχειν τὰς μερικὰς ἑταιρίας. Ἐν πᾶσι γὰρ τούτοις μετὰ πλείονος σπουδῆς ὁ τῶν παρθένων ὀφείλει κατορθοῦσθαι βίος. Ἡ πεπιστευμένη τὴν εὐταξίαν μὴ τὸ ἡδὺ ταῖς ἀδελφαῖς ζητείτω, μηδὲ σπουδαζέτω κεχαρισμένη αὐταῖς διὰ τῶν καταθυμίων εἶναι, ἀλλὰ τὸ σεμνόν τε καὶ τὸ φοβερὸν καὶ τὸ αἰδέσιμον περὶ αὐτὴν πάντοτε ἔστω. Εἰδέναι γὰρ αὐτὴν χρὴ, ὅτι τῶν παρὰ τὸ δέον ἐν τῷ κοινῷ πλημμελουμένων ἐκείνη ἐπὶ Θεοῦ τὸν λόγον ὑφέξει.

Καὶ ἑκάστη τῶν ἐν τῷ πληρώματι τῆς συνοδίας μὴ τὸ ἡδὺ ζητείτω παρὰ τῆς καθηγουμένης, ἀλλὰ τὸ ἐπωφελές τε καὶ χρήσιμον· μηδὲ συζητείτω περὶ τῶν ἐγκελευομένων (ἡ γὰρ τοιαύτη συνήθεια μελέτη καὶ ἀκολουθία τῆς ἀναρχίας γίνεται)· ἀλλ' ὥσπερ τὰς ἐντολὰς τοῦ Κυρίου ἀνεξετάστως δεχόμεθα, εἰδότες, ὅτι πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμός ἐστιν, οὕτω καὶ ἡ ἀδελφότης τὰ παραγγέλματα τῆς προκαθηγουμένης ἀδιακρίτως δεχέσθω, πᾶν τὸ συμβουλευόμενον μετὰ προθυμίας ἐπιτελοῦσα, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἵνα γένηται αὐτῇ ἔμμισθος ἡ ὑπακοή. Ἀνεχέσθω δὲ μὴ μόνον τὰ εἰς τὴν ἀκρίβειαν διδασκομένη, ἀλλὰ κἄν που νηστείαν κωλύσῃ ἡ διδάσκαλος, ἢ μετάληψιν τῆς ἀναληπτικῆς τροφῆς συμβουλεύσῃ, ἢ καὶ ἄλλο τι τῶν εἰς ἄνεσιν φερόντων τῆς χρείας ἀπαιτούσης ἂν ὑφηγήσηται, πάντα ὁμοίως ἐπιτελείτω, πεπεισμένη, ὅτι τὸ παρ' ἐκείνης λεγόμενον νόμος ἐστίν. Ὅταν δὲ κατὰ ἀνάγκην τινὰ δέῃ γενέσθαι λόγον περί τινος τῶν ὑπὸ τῆς χρείας ἐπιζητουμένων, εἴτε πρὸς ἄνδρα τινὰ, εἴτε πρὸς τὸν ἔχοντα τὴν φροντίδα, εἴτε καὶ πρὸς ἄλλον τὸν δυνάμενόν τι χρησιμεῦσαι πρὸς τὸ ἐπιζητούμενον πρᾶγμα, προσήκει παρὰ τῆς προκαθηγουμένης γίνεσθαι τὸν λόγον, συμπαρούσης αὐτῇ μιᾶς ἢ δευτέρας ἐκ τῶν ἀδελφῶν, αἷς ἤδη διὰ βίον καὶ χρόνον ἀκίνδυνόν ἐστι τὸ εἰς ὄψιν καὶ ὁμιλίαν τινὸς ἐλθεῖν. Εἰ δέ τις νοεῖ τι καθ' ἑαυτὴν χρήσιμον, τῇ προκαθηγουμένῃ ὑποβαλλέτω, καὶ δι' ἐκείνης λαληθήσεται ὃ δεῖ λαληθῆναι.

Πρόλογος ϛʹ

Prologus 6 (prooemium ad Hypotyposin)

Τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προστάσσοντος· ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ πρὸς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων· καὶ τοῦ ἀποστόλου τῆς σιωπῆς φοβερὸν τὸ κρῖμα δεικνύντος, δι' ὧν φησι πρὸς τοὺς Ἐφεσίων πρεσβυτέρους· διαμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ· καὶ ἡμῖν δὲ τὸ αὐτὸ ποιεῖν παραγγέλλοντος, ἐν οἷς γράφει· ταῦτα ὑπομίμνησκε, διαμαρτυρούμενος ἐνώπιον τοῦ θεοῦ· ἐπειδὴ κατὰ πρόσωπον διαμαρτύρασθαι πᾶσι περὶ τῶν τοῦ κυρίου προσταγμάτων οὐχ οἷός τε εἰμί, ἀναγκαῖον ἐνόμισα γράψαι γοῦν πρὸς τὴν πάντων ὑμῶν ἀγάπην ἐν Χριστῷ, καὶ ἐμαυτὸν μὲν τοῦ κρίματος ἐλευθερῶσαι, ὑμᾶς δὲ περὶ τῶν ἐπιβαλλόντων ὑμῖν πληροφορῆσαι ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα μήτε ὑμεῖς ἐξ ἀγνοίας περιπέσητέ που τῷ κέντρῳ τοῦ θανάτου, ὅπερ ἐστὶν ἡ ἁμαρτία, ἢ παρέλθητέ τινα ἐντολὴν τοῦ θεοῦ, περὶ ἧς γέγραπται ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι, καὶ ἐκπέσητε ταύτης, τοῦ κυρίου λέγοντος· ὁ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἄλλ' ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν· μήτε ἡμεῖς ἔνοχοι τοῦ αἵματος τῶν ὑπὸ τῆς ἁμαρτίας τεθανατωμένων διὰ τῆς σιωπῆς εὑρεθῶμεν.

Παραθήσεται δέ μοι τὸ κρῖμα· πρῶτον μὲν τὴν αἰτίαν καὶ τὸν κίνδυνον τῆς τοσαύτης τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ ἑκάστου πρὸς τὸν ἕτερον διαφωνίας καὶ διαστάσεως· δεύτερον τὰς ἐκ τῆς θεοπνεύστου γραφῆς ἀποδείξεις περὶ τοῦ πᾶσαν παράβασιν ἐντολῆς θεοῦ σφοδρῶς καὶ φοβερῶς ἐκδικεῖσθαι, ὥστε εἰ καὶ τὰ πλεῖστά τις κατωρθωκέναι δοκεῖ, ὀλίγων δέ που, ἢ καὶ μιᾶς ἡστινοσοῦν ἐντολῆς ἀμελήσει, ἢ τῷ πλημμελήσαντι ἀδιαφόρως ἐφησυχάσει, καὶ μὴ ζῆλον ἀγαθὸν κατὰ τὸ κρῖμα τοῦ θεοῦ ἐπιδείξεται, ἐπὶ ταύτῃ μόνῃ δίκας ὑπέχει, κἂν ἐξ ἀγνοίας πάθῃ τι τοιοῦτον, οὐδὲ οὕτως ἀτιμώρητος διαφεύγει· μετὰ ταῦτα περιέξει τὴν εὐσεβῆ τοῦ θεοῦ καὶ πατρός, καὶ τοῦ μονο-γενοῦς υἱοῦ αὐτοῦ καὶ θεοῦ, καὶ τοῦ ἁγίου πνεύματος ὁμολογίαν· ἔπειτα τῶν ὑπὸ τῆς γραφῆς ἡμῖν διεσταλμένων τὴν γνῶσιν ὅσων ἀπέχεσθαι χρή, καὶ περὶ ἃ μάλιστα ἐσπουδακέναι, τοὺς αἰωνίου ζωῆς καὶ βασιλείας οὐρανῶν ἐφιεμένους, καὶ τὰ ἑκάστου δὲ βαθμοῦ ἢ τάγματος ἐξαίρετα κατ' ἰδίαν ὁμοίως παραθήσεται· ἐπὶ τούτοις οἱονεὶ χαρακτῆρα χριστιανοῦ κεφαλαιώδη καὶ σύντομον, ὅρου τύπον ἐπέχοντα, πειράσεται δοῦναι ἡμῖν ἐκ τῶν ἁγίων γραφῶν ὁ λόγος, καὶ χαρακτῆρα πάλιν παραπλήσιον τῶν προεστώτων τοῦ λόγου τῆς τοῦ κυρίου διδασκαλίας· ἐν οἷς τό τε ἀπηκριβωμένον καὶ ἄκρως κεκαθαρμένον τῆς πολιτείας διαφανήσεται, καὶ τό, ἳν' οὕτως ὀνομάσω, ἀξίωμα τῶν ἐν ταύτῃ διαπρεπόντων ἐκλάμψει. Τούτοις ἀκολούθως ἐπισυναφθήσεται ἡμῖν ὅσα πρὸς τὴν συνάσκησιν τῆς κατὰ θεὸν ζωῆς ἀπὸ τῶν ἀδελφῶν ἐπερωτηθεὶς ἀπεκρινάμην. Ὧν ἀπάντων τὰ ἀντίγραφα διεπεμψάμην πρὸς τὴν ὑμετέραν ἐν Χριστῷ ἀγάπην, ἵνα πληρωθῇ ἐν ὑμῖν ἢ δι' ἡμῶν τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον, ὅτι ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.

Πρόλογος ζʹ

Prologus 7 (de judicio dei) ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΟΙΜΙΟΝ. Περὶ κρίματος Θεοῦ.

Θεοῦ τοῦ ἀγαθοῦ χρηστότητι καὶ φιλανθρωπίᾳ ἐν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατ' ἐνέργειαν τοῦ ἁγίου Πνεύματος, τῆς μὲν κατὰ παράδοσιν τῶν ἔξωθεν πλάνης ῥυσθεὶς, ἄνωθεν δὲ καὶ ἐξ ἀρχῆς ὑπὸ Χριστιανοῖς γονεῦσιν ἀνατραφεὶς, παρ' αὐτοῖς μὲν ἀπὸ βρέφους καὶ τὰ ἱερὰ γράμματα ἔμαθον, ἄγοντά με πρὸς ἐπίγνωσιν τῆς ἀληθείας. Ὡς δὲ γέ γονα ἀνὴρ, καὶ ἀποδημίαις πολλάκις χρώμενος, πράγμασί τε, ὡς εἰκὸς, ἐντυγχάνων πλείοσιν, ἐν μὲν ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις τοσαύτην πρὸς ἀλλήλους συμφωνίαν κατεμάνθανον τῶν ἀκρι βῶς μετερχομένων ἑκάστην· ἐν μόνῃ δὲ τῇ Ἐκ κλησίᾳ τοῦ Θεοῦ, ὑπὲρ ἧς Χριστὸς ἀπέθανε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτὴν πλουσίως ἐξέχεε, πολλήν τινα καὶ ὑπερβάλλουσαν τήν τε πρὸς ἀλλήλους καὶ τὴν πρὸς τὰς θείας Γραφὰς διαφωνίαν τῶν πολλῶν ἐθεώρουν· καὶ τὸ φρικωδέστατον, αὐτοὺς τοὺς προ εστῶτας αὐτῆς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαφορᾷ γνώμης τε καὶ δόξης καθεστῶτας, τοσαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐναντιότητι χρωμένους, καὶ διασπῶντας μὲν ἀνηλεῶς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐκταράσσον τας δὲ ἀφειδῶς τὸ ποίμνιον αὐτοῦ, ὡς καὶ ἐν αὐτοῖς πληροῦσθαι νῦν, εἴπερ ποτὲ, τῶν Ἀνομοίων ἐπι φυέντων τὸ ὅτι, Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.

Ταῦτα καὶ τὰ τοιαῦτα ὁρῶν, καὶ πρὸς τούτοις ἐπαπορῶν, τίς καὶ πόθεν ἡ αἰτία τοῦ τοσούτου κα κοῦ, τὰ μὲν πρῶτα, ὥσπερ ἐν βαθεῖ σκότῳ διῆγον, καὶ καθάπερ ἐπὶ ζυγοῦ, ποτὲ μὲν ὧδε, πο τὲ δὲ ἐκεῖσε ἔῤῥεπον· ἄλλου ἄλλως ἢ πρὸς ἑαυτόν με ἕλκοντος, διὰ τὴν πολυχρόνιον τῶν ἀνθρώπων συνήθειαν, ἢ πάλιν ἄλλως ἀπωθουμένου διὰ τὴν ἐν ταῖς θείαις Γραφαῖς ἐπιγινωσκομένην ἀλήθειαν. Ἐπιπολὺ δὲ τοῦτο πάσχων, καὶ τὴν αἰτίαν ἣν εἶπον [PG31.656] πολυπραγμονῶν, εἰς μνήμην ἦλθον τῆς βίβλου τῶν Κριτῶν, ἱστορούσης μὲν, ὅτι ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει, δηλούσης δὲ καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν ὅτι, Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. Τούτων τοίνυν ἐπι μνησθεὶς, ἐλογισάμην καὶ περὶ τῶν παρόντων ἐκεῖνο, ὅπερ εἰπεῖν μὲν φοβερὸν ἴσως καὶ παράδοξον, κατα νοῆσαι δὲ ἀληθέστατον· ὅτι μήποτε καὶ νῦν παρὰ τὴν τοῦ ἑνὸς καὶ μεγάλου τοῦ ἀληθινοῦ καὶ μόνου τῶν ὅλων βασιλέως καὶ Θεοῦ ἀθέτησιν ἡ τοσαύτη διαφωνία καὶ μάχη τῶν ἐν τῇ Ἐκκλησίᾳ γίνεται, ἑκάστου τῆς μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας ἀφισταμένου, λογισμοὺς δέ τινας καὶ ὅρους ἰδίους ἐκδικοῦντος ἐξ αὐθεντίας, καὶ μᾶλλον ἄρχειν ἀπ' ἐναντίας τοῦ Κυρίου, ἢ ἄρχεσθαι ὑπὸ τοῦ Κυρίου βουλομένου. Τοῦτο δὴ λογισάμενος, καὶ πρὸς τὸ ὑπερβάλλον τῆς ἀσεβείας ἐπτοημένος, ἐπὶ πλεῖόν τε ἐρευνῶν, ἐπειθόμην οὐδὲν ἧττον καὶ ἐκ τῶν ἐν τῷ βίῳ πραγμάτων ἀληθῆ εἶναι τὴν προει ρημένην αἰτίαν. Ἑώρων γὰρ πᾶσαν μὲν πλήθους εὐταξίαν τε καὶ συμφωνίαν ἄχρι τότε κατορθουμένην, ἄχρις ἂν ἡ πρὸς ἕνα τινὰ τὸν ἄρχοντα σώζεται κοινὴ τῶν ἄλλων εὐπείθεια· πᾶσαν δὲ διαφωνίαν καὶ διάστασιν, ἔτι τε πολυαρχίαν, ἐξ ἀναρχίας ὁδο ποιουμένην. Ἐγὼ δὲ εἶδόν ποτε καὶ μελισσῶν πλῆ θος νόμῳ φύσεως στρατηγούμενον, καὶ κατακολου θοῦν εὐτάκτως τῷ ἰδίῳ βασιλεῖ. Καὶ πολλὰ μὲν ἐγὼ τοιαῦτα εἶδον, πολλὰ δὲ ἤκουσα· ἴσασι δὲ καὶ πλείονα οἱ περὶ ταῦτα ἠσχολημένοι, ὡς καὶ ἐκ τούτων ἀλη θὲς δείκνυσθαι τὸ λεγόμενον.

Εἰ γὰρ τῶν πρὸς ἓν νεῦμα ἀποβλεπόντων, καὶ βασιλεῖ χρωμένων ἑνὶ, ἴδιον εὐταξία μετὰ συμφωνίας· ἄρα διαφωνία πᾶσα καὶ διάστασις σημεῖον ἀναρχίας. Κατὰ δὴ τὸν αὐτὸν λόγον, ἡ τοιαύτη πρός τε τὰς ἐντολὰς τοῦ Κυρίου καὶ πρὸς ἀλλήλους διαφωνία καὶ ἐν ἡμῖν εὑρισκο μένη κατηγόρημα ἂν εἴη ἢ ἀναχωρήσεως τοῦ ἀλη θινοῦ βασιλέως, κατὰ τό· Μόνον ὁ κατέχων ἄρτι, ἕως ἂν ἐκ μέσου γένηται· ἢ ἀρνήσεως αὐτοῦ, κατὰ τό· Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Οὗ καθάπερ σημεῖόν τι ἢ ἔλεγχον ἐπι φέρει τό· ∆ιεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. Ἐνταῦθα μὲν οὖν ὥσπερ χαρακτῆρα τῆς τοιαύ της ἀσεβείας κατὰ τὸ λεληθὸς ἐμφωλευούσης τῇ ψυ χῇ τὴν ἐπιφαινομένην κακίαν ὁ λόγος ἀπέδειξεν. Ὅ γε μὴν μακάριος ἀπόστολος Παῦλος, σφοδρότερον ἐπιστρέφων εἰς φόβον τῶν τοῦ Θεοῦ κριμάτων τοὺς ἀπολωλεκότας τὴν καρδίαν, τοῦτο ἀντὶ τιμωρίας [PG31.657] ὁρίζεται, καταδικάζεσθαι τοὺς τῆς ἀληθοῦς θεογνω σίας ἠμεληκότας. Τί γάρ φησι; Καὶ καθὼς οὐκ ἐδο κίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδω κεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, πονηρίας, πλεονεξίας, κακίας, μεστοὺς φθόνου, καὶ τῶν ἑξῆς. Καὶ τοῦτο νενοηκέναι οἶμαι τὸν Ἀπό στολον τὸ κρῖμα, οὐκ ἀφ' ἑαυτοῦ (Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα), ἀλλ' ἐξ ἐκείνης αὐτοῦ τῆς φωνῆς ὁδηγηθέντα, ἐν ᾗ φησι διὰ τοῦτο ἐν παραβο λαῖς λαλεῖν τοῖς ὄχλοις, ἵνα μὴ νοήσωσι τὰ θεῖα τοῦ Εὐαγγελίου μυστήρια, ὅτι φθάσαντες αὐτοὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ ἐπαχύνθῃ ἡ ἀσύνετος αὐτῶν καρδία· ἵνα ἔχωσιν ἀντὶ τιμωρίας ὑπομένειν τὴν περὶ τὰ μείζονα ἀβλεψίαν, οἳ, προφθάσαντες ἑκουσίως, τὸ ὄμμα τῆς ψυχῆς ἀποτυφλώσαντες, ἐσκοτίσθησαν· ὅπερ ὁ ∆αβὶδ φοβούμενος παθεῖν, ἔλεγε· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνα τον.

Ἐκ μὲν οὖν τούτων καὶ τοιούτων φανερὸν εἶναι ἐλογιζόμην, ὅτι καθόλου μὲν ἡ τῶν παθῶν κακία διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας ἀδόκιμον γνῶσιν ἐντίθησιν· ἰδίως δὲ ἡ διαφωνία τῶν πολλῶν πρὸς ἀλλήλους, διὰ τὸ ἀναξίους ἡμᾶς ἑαυτοὺς κατα σκευάσαι τῆς τοῦ Κυρίου ἐπιστασίας, ἐπισυμβαίνει. Πρὸς δὲ τὴν ἐπίσκεψιν τοῦ τοιούτου βίου εἴποτε δὴ καὶ ἐλθεῖν ἐβουλευσάμην, οὔτε μετρεῖν εἶχον τὸ μέγε θος τῆς τοιαύτης ἀναισθησίας, ἢ ἀλογίας, ἢ ἀπο νοίας, ἢ διὰ τὸ ὑπερβάλλον τῆς κακίας οὐκ ἔχω τί εἴπω. Εἰ γὰρ καὶ ἐν ἀλόγοις οὕτω κατορθουμένην εὑρίσκομεν τὴν ἐν ἀλλήλοις συμφωνίαν διὰ τὴν πρὸς τὸν καθηγούμενον εὐπείθειαν· τί ἂν εἴποιμεν ἡμεῖς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαστάσεις το σαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἐναντιότητι εὑρισκόμενοι; Ἢ οὐχὶ ταῦτα πάντα ἡγούμεθα νῦν μὲν εἰς διδασκαλίαν καὶ ἐντροπὴν ἡμετέραν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ προτεθεῖσθαι, ἐν δὲ τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ εἰς αἰσχύνην καὶ κατά κρισιν τῶν μὴ παιδευομένων προσενεχθήσεσθαι ὑπ' αὐτοῦ τοῦ καὶ εἰπόντος ἤδη, καὶ λέγοντος ἀεὶ ὅτι· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτ νην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, καὶ πολλὰ ἄλλα τοιαῦτα; Ἐκεῖνο δὲ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, τό· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη· καὶ τό· Ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι [PG31.660] τὰ μέλη, ὑπὸ μιᾶς δηλονότι κινούμενα τῆς ἐνοικού σης ψυχῆς. Τίνος ἕνεκεν οὕτως ᾠκονομήθη; Ἐγὼ μὲν οἶμαι, ἵνα σώζηται ἡ τοιαύτη ἀκολουθία τε καὶ εὐταξία πολλῷ πλέον παρὰ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πρὸς ἣν εἴρηται· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· κρατούσης δηλονότι καὶ συν απτούσης ἕκαστον τῷ ἄλλῳ πρὸς ὁμόνοιαν τῆς μιᾶ; καὶ μόνης ἀληθῶς κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός. Παρ' οἷς δὲ οὐχ ὁμόνοια κατορθοῦται, οὐχ ὁ σύν δεσμος τῆς εἰρήνης τηρεῖται, οὐχ ἡ ἐν πνεύ ματι πραότης φυλάσσεται, ἀλλὰ καὶ διχοστασία καὶ ἔρις καὶ ζῆλος εὑρίσκεται.

Πολλῆς μὲν τόλμης ἂν εἴη μέλη Χριστοῦ τοὺς τοιούτους ὀνομάζειν, ἢ ὑπ' αὐτοῦ ἄρχεσθαι λέγειν· ἁπλῆς δὲ διανοίας, μετὰ παῤῥησίας εἰπεῖν, ὅτι κρατεῖ ἐκεῖ καὶ βασιλεύει τὸ τῆς σαρκὸς φρόνημα, κατὰ τὴν τοῦ Ἀποστόλου φω νὴν, λέγοντος μὲν ὁριστικῶς, ὅτι Ὧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε· διεξιόντος δὲ σαφῶς τοῦ τοιούτου φρο νήματος τὰ ἰδιώματα, ὡς ὅταν λέγῃ· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, καὶ διχοστασίαι, οὐχὶ σαρ κικοί ἐστε; διδάσκοντος δὲ ἅμα ἀποφαντικῶς τό τε χαλεπὸν αὐτῶν τῆς ἐκβάσεως καὶ τὸ ἀκοινώτητον πρὸς θεοσέβειαν, δι' ὧν φησιν ὅτι, Τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· διότι Οὐδεὶς δύναται, ὁ Κύριός φησι, δυσὶ κυρίοις δουλεύειν. Εἶτα αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ βοῶντος, δι' οὗ τὰ πάντα ἐγένετο, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ ὅτι Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ, Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω· καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τοῦ διαι ροῦντος μὲν τὰ μεγάλα καὶ θαυμαστὰ χαρίσματα, ἐνεργοῦντος δὲ τὰ πάντα ἐν πᾶσι, λαλοῦντός τε ἀφ' ἑαυτοῦ οὐδὲν, ἀλλ' ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Κυρίου, ταῦτα λαλοῦντος· πῶς οὐ πολλῷ μᾶλλον ἀνάγκη πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ σπουδάζουσαν τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, πληροῦν ἐκεῖνο τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία; οὐδενὸς μὲν δηλονότι τὸ ἴδιον βούλημα ἱστῶντος, πάντων δὲ κοινῇ ζητούντων ἐν ἑνὶ τῷ ἁγίῳ Πνεύματι τὸ τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ θέλημα, τοῦ εἰπόντος· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· πρὸς ὅν φησιν· Οὐ περὶ τούτων δὲ [PG31.661] ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσιν. Ἐπὶ τούτοις, καὶ πλείοσι τοῖς σεσιωπημένοις, οὕτω σαφῶς καὶ ἀναντιῤῥήτως ἀναγκαίαν μὲν εἶναι πλη ροφορηθεὶς τὴν παρὰ πάσης ὁμοῦ τῆς τοῦ Θεοῦ Ἐκ κλησίας, κατὰ τὸ θέλημα τοῦ Χριστοῦ, ἐν Πνεύματι ἁγίῳ συμφωνίαν, ἐπικίνδυνον δὲ καὶ ὀλεθρίαν ἐν τῇ πρὸς ἀλλήλους διαστάσει τὴν πρὸς Θεὸν ἀπείθειαν (Ὁ γὰρ ἀπειθῶν, φησὶ, τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτὸν), ἐκεῖνο ἀκόλουθον ἡγησάμην ἐξετάσαι λοιπόν· ποῖα μὲν ἄρα συγγνώμην τῶν ἁμαρτημάτων ἔχειν δύ ναται παρὰ τῷ Θεῷ, πόσα δέ τις καὶ πηλίκα ἁμαρτήσας, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπειθείας.

Εὑρίσκω τοίνυν, ἀναλαβὼν τὰς θείας Γραφὰς, ἐν τῇ Παλαιᾷ καὶ Καινῇ ∆ιαθήκῃ, οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτι νοσοῦν προστάγματος, σαφῶς κρινομένην τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα· ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκων τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα συλλέξαντα ἱστορίαν, ὧν ἑκάτερος οὐδὲν οὐδεπώποτε ἄλλως οὐκ εἰς Θεὸν ἡμαρτηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως εὑρίσκεται. Ἀλλ' ὁ μὲν, ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ τοῦ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λι θοβολεῖται· ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθεμά των οὔπω εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδεχθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ τῇ σκηνῇ σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη καὶ πάντα τὸν λαὸν πυρὸς τρόπον ἐπινέμεσθαι τῆς ἁμαρ τίας τὸ κακὸν, καὶ ταῦτα οὔτε εἰδότα τὸ γεγονὸς, οὐδὲ συνεγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ· ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασσάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην ἔδωκε δίκην. Ἄλλ' ἴσως ἐρεῖ τις ὑποπτεύεσθαι μὲν τούτους εἰκότως καὶ ἐπ' ἄλλοις ἁμαρτήμασιν, ἀφ' ὧν καὶ ἐν τούτοις ἑάλωσαν· μόνων δὲ τούτων, ὡς χαλεπω τέρων καὶ θανάτου ἀξίων, ἐπιμνησθῆναι τὴν ἁγίαν Γραφήν. Ἀλλ' εἰ καὶ λίαν εἴη ὁ τοιοῦτος τολμηρὸς προστιθέναι τι καὶ ὑφαιρεῖν, μὴ καὶ Μαρίας ἄρα τῆς ἀδελφῆς Μωϋσέως κατηγορήσει πλῆθος ἁμαρτημάτων, ἧς τὴν ἀρετὴν οὐδένα τῶν πιστῶν οἶμαι διαλανθάνειν;

Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ [PG31.664] εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπειράθη τῆς ἀγανακτήσεως τοῦ Θεοῦ, ὡς μηδὲ αὐτοῦ Μωϋσέως ἱκετεύοντος συγχωρη θῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Αὐτὸν τοί νυν ὅταν ἴδω Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα τιμῆς παρὰ Θεοῦ, οὕτω δὲ πολλάκις ὑπ' αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι· Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας οὐδενὸς ἕνε κεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι διὰ ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξομεν ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν δεχόμενον, εἰς τὴν γῆν τῆς ἐπ αγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον· ὅταν ἴδω τοῦ τον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον· ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορ θώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιούμε νον, ὄντως μὲν ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπό στολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πείθομαι τό· Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρ τωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω, Ἐκείνης ὅταν ἀκούσω τῆς φοβερᾶς τοῦ Θεοῦ ἀποφάσεως, ἣν καὶ κατὰ τοῦ μίαν ἐντολὴν ἐπ' ἀγνοίᾳ παρα βεβηκότος ἀποφαίνεται, οὐκ ἔχω πῶς ἐπαξίως φο βηθῶ τῆς ὀργῆς τὸ μέγεθος. Γέγραπται γάρ· Καὶ ψυχὴ ἐὰν ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πα σῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρ τίαν, οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου, εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ. Ἐπλημμέλησε γὰρ πλημ μέλειαν ἔναντι Κυρίου.

Εἰ δὲ ἐπὶ τῶν κατὰ ἄγνοιαν οὕτως ἀπαραίτητον τὸ κρῖμα, καὶ ὑπὲρ τῆς καθάρ σεως ἡ θυσία ἀναγκαία, ἣν καὶ ὁ δίκαιος Ἰὼβ μαρ τυρεῖται προσφέρειν ὑπὲρ τῶν υἱῶν, τί ἄν τις εἴποι περὶ τῶν ἐν γνώσει ἁμαρτανόντων, ἢ τῶν τούτοις ἐφησυχαζόντων; Καὶ ἵνα μὴ δόξωμεν στοχασμοῖς αὐτὸ μόνον εἰκόσιν ἀναλογίζεσθαι τὴν κατὰ τούτων ἀγανάκτησιν, αὐτῆς πάλιν ἀναγκαῖον μνημονεῦσαι τῆς θεοπνεύστου Γραφῆς, ἀρκούσης ἐπὶ τοῦ παρόντος καὶ διὰ μιᾶς ἱστορίας παραστῆσαι τὸ κρῖμα τῶν τοιούτων. Καὶ υἱοὶ, φησὶν, Ἠλεὶ τοῦ ἱερέως, υἱοὶ λοιμοί. Τούτοις δὲ τοιούτοις οὖσιν, ὅτι μὴ ἐπεξῆλθε σφοδρότερον ὁ πατὴρ, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε, ἐπαναστάντων τῶν ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνοις ἀναιρεθῆ ναι κατὰ τὸν πόλεμον ἐν ἡμέρᾳ μιᾷ, ἡττηθῆναι δὲ [PG31.665] σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γε νέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον, ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίζεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἐναποτίθεσθαι. Ἐφ' οἷς πόσον τινὰ συνέβαινεν εἶναι, καὶ κατ' αὐτοῦ τοῦ ὀνόματος τοῦ Θεοῦ, γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύλοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἠλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ ἀναγέγραπται· δεξάμενος ἀπειλὴν τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀπο κινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε. Τοσαῦτα συμβέβηκε τῷ λαῷ. Τοιαῦτα πέπονθεν ὁ πατὴρ διὰ τὴν τῶν υἱῶν παρανομίαν, ὃς καίπερ τοῦ μὲν ἰδίου βίου ἕνεκεν οὐδὲν ᾐτιάθη ποτέ· καὶ αὐτοῖς δὲ ἐκείνοις οὐχ ὑπέμεινεν ἐφησυχάσαι, ἀλλὰ πολλὰ μὲν παρῄνει περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐπιμένειν· Μὴ, τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν· σφοδρότερον δὲ κατασκευάζων τῆς ἁμαρτίας τὸ μέγεθος, φοβερώτε ρον αὐτοῖς παρίστη τὸν κίνδυνον· Ἐὰν γὰρ ἁμαρ τάνων ἁμάρτῃ ἄνθρωπος, φησὶν, εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον. Ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ὅμως, ἐπειδήπερ, ὡς εἶπον, οὐχὶ τὸν πρέποντα ζῆ λον κατ' αὐτῶν ἐπεδείξατο, γέγονε τὰ εἰρημένα. Τοιαῦτα μὲν οὖν πλεῖστα ὅσα κατὰ τὴν Παλαιὰν ∆ια θήκην εὑρίσκω τὰ κατὰ πάσης παρακοῆς κρίματα· αὖθις δὲ ὅταν ἐπὶ τὴν Καινὴν ἔλθω, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἀπολύσαντος μὲν τῆς τι μωρίας οὔτε τὰ κατὰ ἄγνοιαν, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος, δι' ὧν φησιν· Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας ἑαυτὸν, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσε ται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πλη γῶν, δαρήσεται ὀλίγας· ὅταν εὕρω αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὰς τοιαύτας ἀποφάσεις, καὶ τῶν ἁγίων ἀποστόλων τὴν κατὰ τῶν ἁμαρτανόν των ἀγανάκτησιν· τὰ τοιαῦτα καὶ τηλικαῦτα πάθη, τῶν καὶ ἓν ὁτιοῦν ἡμαρτηκότων, οὐχ ἥττονα τῶν ἐκ τῆς Παλαιᾶς εἰρημένων, μᾶλλον δὲ καὶ πλείονα, καταμανθάνω τοῦ κρίματος τὴν σφοδρότητα.

Ἐπεὶ καὶ Ὧ παρέθεντο πολὺ, περισσότερον ἀπαιτή σουσιν αὐτόν. Ἰδοὺ τοίνυν καὶ ὁ μακάριος Παῦλος ὑποδεικνὺς ὁμοῦ τῆς τε κλήσεως τὸ ἀξίωμα καὶ τὴν [PG31.668] κατὰ παντὸς ἁμαρτήματος ἀγανάκτησιν, οἷά φησι· Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρό μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλω τίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· οὐ μόνον δὲ, ἀλλὰ Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆ σαι πᾶσαν παρακοήν. Ἔνθα καὶ ἐξετάσαντα τῶν εἰρημένων ἕκαστον ἐπιμελέστερον, ἔνεστι γνῶ ναι τὸ βούλημα τῆς θείας Γραφῆς ἀκριβέστερον, ὡς οὐκ ἀφῆκεν ἡμᾶς ἠπατημέναις τισὶ δόξαις πλάζε σθαι τὴν ἑκάστου ψυχὴν εἰς ἁμαρτίας ὄλισθον, οἰομέ νην τινὰ μὲν τῶν ἁμαρτημάτων ἐκδικεῖσθαι, τινὰ δὲ ἀφίεσθαι ἀνεκδίκητα. Ἀλλὰ τί φησι; Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ὡς πᾶν ἁμάρτημα, διὰ τὴν ἐπὶ τῷ θείῳ προστάγματι καταφρόνησιν, ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λέγεσθαι, ὅπερ καὶ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν δηλοῦται τρα νότερον. Ἐπειδὴ γὰρ, τὰ ἀκούσια τῶν ἁμαρτημάτων ἀπαριθμησάμενος, καὶ τὰς ἐπ' αὐτοῖς θυσίας διατα ξάμενος ὁ Θεὸς, ἔμελλεν ἤδη καὶ περὶ τῶν ἑκουσίων νομοθετεῖν τῷ λαῷ τὰ προσήκοντα, οὕτως ἄρχεται· Καὶ ψυχὴ ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας (χεῖρα ὑπερηφανίας καλῶν τὴν τόλμαν τῶν ἑκουσίως ἁμαρτανόντων, ὅπερ ὁ Ἀπόστολος ὕψωμα ἐπαι ρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὀνομά ζει), ψυχὴ οὖν, φησὶν, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας, ἢ ἀπὸ τῶν αὐτοχθόνων, ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, καὶ ἐξ ολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτῆς. Ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσε ται ἡ ψυχὴ ἐκείνη· ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ. Παρατηρητέον ἐνταῦθα ἐκεῖνο, ὅτι, ἐὰν μὴ ἐκτρίψει ἐκτριβῇ ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς μὴ ἐπιδειξα μένους τὸν ἀγαθὸν ζῆλον, καθὼς πολλαχοῦ γέγρα πται, καὶ πολλάκις γέγονε. Καὶ ἵνα ἐκ τῶν ἡττόνων παιδευθῶμεν τὸν ἐπὶ τοῖς μείζοσι φόβον, τὴν κατὰ ἱερέως ἢ κριτοῦ παρακουόντων ἀγανάκτησιν οἵαν ποιεῖται ἐν τῷ ∆ευτερονομίῳ καταμάθωμεν. Λέγει οὖν· Καὶ ἄνθρωπος, ὃς ἐὰν ποιήσῃ ἐν ὑπερηφα νίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρ εστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ, ὃς ἐὰν ᾖ ἐν ταῖς ἡμέ ραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖ νος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ. Καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται, καὶ οὐκ ἀσεβήσου [PG31.669] σιν ἔτι. Πρὸς ἃ πῶς ἄν τις ἀξιολόγως κινούμενος φρικωδέστερον καταπλαγείη, συνορᾷν ἀκόλουθον. Εἶτα φησι· Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· Πᾶν νόημα, οὐχὶ τοῦτο, ἢ ἐκεῖνο.

Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι· καὶ ἐνταῦθα πάλιν, οὐχὶ τήνδε, ἢ τινὰ, ἀλλὰ Πᾶσαν παρακοήν. Ἄρα γε ἠπάτησεν ἡμᾶς ἡ κακίστη συν ήθεια· ἄρα κακῶν αἰτία ἡμῖν μεγάλων γέγονεν ἡ διεστραμμένη τῶν ἀνθρώπων παράδοσις, τὰ μὲν παραιτουμένη δῆθεν τῶν ἁμαρτημάτων, τὰ δὲ ἀδια φόρως αἱρουμένη· καὶ κατὰ μέν τινων σφοδρῶς ἀγα νακτεῖν προσποιουμένη, οἷον φόνου, καὶ μοιχείας, καὶ τῶν τοιούτων· τὰ δὲ οὐδὲ ψιλῆς γοῦν ἐπιτιμήσεως ἄξια κρίνουσα, οἷον ὀργὴν, ἢ λοιδορίαν, ἢ μέθην, ἢ πλεονεξίαν, καὶ ὅσα τοιαῦτα, καθ' ὧν ἁπάντων καὶ ἀλλαχοῦ ἔδωκε τὴν αὐτὴν ἀπόφασιν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, εἰπὼν ὅτι· Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. Ὅπου δὲ πᾶν ὕψωμα ἐπαιρό μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖται, καὶ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ αἰχμαλωτί ζεται, καὶ πᾶσα παρακοὴ ἐπίσης ἐκδικεῖται, ἐκεῖ οὐδὲν ἀκαθαίρετον, οὐδὲν ἀνεκδίκητον ἀφίεται, οὐδὲν τῆς τοῦ Χριστοῦ ὑπακοῆς ἐκτὸς ἀπολείπεται. Κοινὸν γὰρ καὶ μέγιστον ἀσέβημα κατὰ πάσης παρ ακοῆς ἔδειξεν ὁ ἀπόστολος Παῦλος, ἐκεῖνο εἰπών· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νό μου τὸν Θεὸν ἀτιμάζεις. Ἀλλ' ἄρα μὴ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα; Ἰδοὺ τοίνυν· ἐν Κορίνθῳ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἔχων, οὐδὲν ἕτερον ἐγκλη θεὶς εἰ μὴ τοῦτο μόνον, οὐ μόνον αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις τῆς μετανοίας καρποῖς διορθώσηται τὸ πλημμέλημα, πᾶσαν δὲ ὁμοῦ τὴν Ἐκκλησίαν, ἐπεὶ μὴ ἐπεξ ῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περιβάλλει τοῖς ἐγκλή μασιν· Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ μετ' ὀλίγα· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας. Τί δὲ ἄρα Ἀνα νίας, ὁ ἐν ταῖς Πράξεσι;

Τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκεται ἢ ἐκεῖνο αὐτό; Ποῦ τοίνυν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρήματα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀπο στόλων· νοσφισάμενος ἀπὸ τῆς τιμῆς, ἐπὶ τούτῳ παρ' αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θάνατον κατα δικάζεται, οὐδὲ τοὺς περὶ τῆς μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυ γῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ με τανοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ τῆς τοσαύτης τοῦ [PG31.672] Θεοῦ ὀργῆς ἐπὶ τὸν ἡμαρτηκότα διάκονος, ὁ μακά ριος Πέτρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκρι θεὶς, μόνος δὲ πλεῖον τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρισθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον καὶ τρόμον τῶν τοῦ Θεοῦ κριμάτων; καὶ ταῦτα μὲν οὐδεμιᾶς ἁμαρτίας, οὐδεμιᾶς δὲ καταφρονήσεως ἔμφασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν ∆εσπότην ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Θεὸν καὶ Κύριον, καὶ βασιλέα, καὶ ∆εσπότην, καὶ διδάσκαλον, καὶ Σωτῆρα, καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπηρέτου σχήματι διαζωσά μενον λέντιον, καὶ νίπτειν τοὺς πόδας αὐτοῦ βουλό μενον, εὐθὺς, ὥσπερ εἰς συναίσθησιν ἐλθὼν τῆς ἰδίας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου κατα πλαγεὶς, ἐξεβόησε Κύριε, σύ μου νίπτεις τοὺς πόδας; καὶ πάλιν· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα.

Ἐπὶ τούτῳ τὴν τοσαύτην εἰσδέχεται ἀπειλὴν, ὡς εἰ μὴ πάλιν εἰδὼς τὴν ἀλήθειαν τῶν ῥη μάτων τοῦ Κυρίου, ἔφθασε τῇ ὑπακοῇ διορθωσάμε νος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν προλαβόντων, οὐ τῶν ἰδίων κατορθωμάτων, οὐ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν. Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑ ρίσκω ἔκ τε Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης, ἐπιλεί ψει με τάχα διηγούμενον ὁ χρόνος. Ἤδη δὲ καὶ ἐπ' αὐτὰς ὅταν ἔλθω τὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ ἐν τῷ Εὐαγγελίῳ φωνὰς, αὐτοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς τὰ ῥήματα, ἃ πάσης μὲν ἱστορίας, πάσης δὲ ἄλλης ἀποδείξεως παρὰ τοῖς πιστοῖς ἀξιοπιστότερα, πολλὴν μὲν ἐν αὐτοῖς καταμανθάνω τῆς ἐν πᾶσι πρὸς Θεὸν εὐπειθείας, ἵνα οὕτως εἴπω, ἀνάγκην· οὐδεμίαν δὲ ὅλως, ἐπ' οὐδενὶ προστάγματι, καταλειπομένην τοῖς μὴ μετανοοῦσι τῆς ἀπειθείας συγγνώμην, εἰ μή τι ἕτερόν ἐστι τολμῆσαι, καὶ μέχρις ἐννοίας λαβεῖν, πρὸς οὕτω γυμνὰς, σαφεῖς τε καὶ ἀπολύτους ἀποφάσεις· Ὁ οὐρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ [PG31.673] λόγοι μου οὐ μὴ παρέλθωσιν. Οὐκ ἔστιν ἐνταῦθα διαφορὰ, οὐκ ἔστι διαίρεσις, οὐδὲν οὐδαμοῦ ὅλως ὑπολέλειπται. Οὐκ εἶπεν· Οὗτοι ἢ ἐκεῖνοι, ἀλλ', Οἱ λόγοι μου, πάντες ὁμοῦ δηλονότι, οὐ μὴ παρέλθωσι. Γέγραπται γάρ· Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ· εἴτε ἀπαγορεύων ὁτιοῦν, εἴτε προσ-τάσσων, εἴτε ἐπαγγελλόμενος, εἴτε ἀπειλῶν, καὶ εἴτε ἐπὶ τῇ πράξει τῶν ἀπηγορευμένων, εἴτε ἐπὶ τῇ ἐλλείψει τῶν ἐπιτεταγμένων. Ὅτι γὰρ ἐπίσης τῇ ἐνεργείᾳ τῶν κακῶν καὶ ἡ τῶν ἀγαθῶν ἔργων ἔλλειψις ἐκδικεῖται, ἤρκει μὲν καὶ πρὸς ἀπόδειξιν καὶ πληροφορίαν τῇ γε μὴ παντελῆ ἀπιστίαν νοσούσῃ ψυχῇ τὸ προειρημένον ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς, οὐκ ἀπηγορευμένον τι πράξας, οὐδὲ μὴν πρόσταγμά τι τοιοῦτον ἐλλείψας, ὃ ῥᾳθυμίαν ἢ καταφρόνησιν κατηγορεῖ τοῦ ἐλλείποντος, ὑπηρεσίαν δὲ καὶ τιμὴν τὴν παρὰ τοῦ ∆εσπότου μόνον ὑποδέξασθαι εὐλαβηθεὶς, τοιαύτην ἐδέξατο τὴν ἀπειλὴν ἣν οὐκ ἔφυγεν ἂν, εἰ μὴ, καθὼς προείρηται, ἔφθασε τὴν ὀργὴν τῇ ταχύτητι καὶ σφοδρότητι τῆς διορθώσεως.

Πλὴν ἐπειδὴ ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος Θεὸς μακροθυμῶν ἐφ' ἡμῖν εὐδόκησε, καὶ πολλάκις ἡμῖν τὸ αὐτὸ καὶ διὰ πολλῶν ὑποδεῖξαι, ἵνα τῷ πλήθει καὶ τῇ συνεχείᾳ δυνηθῇ μόλις ποτὲ μοχλευθεῖσα καὶ καταντληθεῖσα ἡ ψυχὴ ἀποτρίψασθαι τὴν πολυχρόνιον τῆς παρανομίας συνήθειαν, ἐκείνων μόνων πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον τῶν ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱσταμένων· πρὸς οὓς ἔλεγεν ὁ πᾶσαν τὴν ἐξουσίαν τῆς κρίσεως λαβὼν παρὰ τοῦ Πατρὸς, ὁ ἐρχόμενος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ τὴν αἰτίαν ἐπήγαγεν, οὐχ· Ὅτι ἐφονεύσατε, λέγων, ἢ ἐπορνεύσατε, ἢ ἐψεύσασθε, ἤ τινα ἠδικήσατε, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων, κἂν τὸ βραχύτατον γοῦν, ἐπράξατε· ἀλλὰ τί; Ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Ταῦτα καὶ τὰ τοιαῦτα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τοῦ θέλοντος μὲν πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, διδάσκοντος δὲ ἄνθρωπον γνῶσιν, καταμαθὼν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ γνωρίσας μὲν τὴν φρικωδεστάτην αἰτίαν τῆς τοιαύτης τῶν πολλῶν πρός τε ἀλλήλους καὶ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διαφωνίας, παιδευθεὶς δὲ τὸ φοβερὸν ἐκεῖνο κρῖμα τῆς τοσαύτης παρανομίας, διδαχθεὶς δὲ καὶ πᾶσαν παρακοὴν παντὸς κρίματος [PG31.676] Θεοῦ ἐπίσης ἐκδικεῖσθαι· ἔτι δὲ καὶ τὸ φοβερὸν ἐκεῖνο κρῖμα καταμαθὼν, τὸ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μὲν, παραπολαύσαντας δὲ ὅμως τῆς ὀργῆς, διὰ τὸ μὴ τὸν ἀγαθὸν ζῆλον κατὰ τῶν ἡμαρτηκότων ἐπιδείξασθαι, καίτοι πολλάκις μηδὲ συνεγνωκότας τὸ ἁμάρτημα· ἀναγκαῖον ἐλογισάμην, εἰ καὶ ὀψὲ τοῦ καιροῦ, διὰ τὸ ἀναμένειν ἀεὶ τοὺς τὸν αὐτὸν ἀγῶνα τῆς θεοσεβείας ἀνειληφότας, καὶ μὴ θαῤῥεῖν ἑαυτῷ μόνῳ, ἀλλ' οὐκ ἀκαίρως γε τάχα, νῦν γοῦν πρὸς ὑπόμνησιν τοῖς ἀγωνιζομένοις τὸν ἀγῶνα τῆς θεοσεβείας, ἀναλεξάμενος ἐκ τῶν θεοπνεύστων Γραφῶν τά τε ἀπαρέσκοντα τῷ Θεῷ, καὶ οἷς εὐαρεστεῖται παραθέσθαι, ὡς ἂν οἷός τε ὦ, κατ' εὐχὰς κοινάς· ἵνα καταξιωθῶμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διδασκαλίᾳ τοῦ ἁγίου Πνεύματος, ἀποπηδήσαντες μὲν τῆς τε τῶν ἰδίων θελημάτων συνηθείας, καὶ τῆς τῶν ἀνθρωπίνων παραδόσεων παρατηρήσεως· στοιχήσαντες δὲ τῷ Εὐαγγελίῳ τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, καὶ κατὰ τὸν καιρὸν τὸν παρόντα εὐαρέστως αὐτῷ ζήσαντες διά τε σφοδροτέρας ἀναχωρήσεως τῶν κεκωλυμένων καὶ σπουδαιοτέρας ἐπιμελείας τῶν ἐγκεκριμένων, ἐν τῷ μέλλοντι αἰῶνι τῆς ἀθανασίας φυγεῖν μὲν τὴν ὀργὴν τὴν ἐπερχομένην ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας δυναίμεθα, ἄξιοι δὲ εὑρεθῆναι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας τῆς ἐπηγγελμένης παρὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ πᾶσι Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Μεμνημένος δὲ τοῦ Ἀποστόλου εἰπόντος· Ἐν Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη· ἀκόλουθον ὁμοῦ καὶ ἀναγκαῖον ἐλογισάμην, τὴν ὑγιαίνουσαν πίστιν καὶ εὐσεβῆ δόξαν περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος παραθέσθαι πρότερον, καὶ οὕτως ἐπισυνάψαι τὰ ἠθικά.

Πρόλογος ηʹ

Prologus 8 (de fide). ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΙΣΤΕΩΣ.

Θεοῦ τοῦ ἀγαθοῦ χάριτι τὸ ἐπίταγμα τῆς ὑμε τέρας εὐλαβείας καταμαθὼν ἄξιον τῆς ἐν Χριστῷ πρὸς τὸν Θεὸν ἀγάπης, ἐν ᾧ τῆς εὐσεβοῦς πίστεως ἔγγραφον ἐπεζητήσατε παρ' ἡμῶν ὁμολογίαν, τὰ μὲν πρῶτα ἐπαισθανόμενος τῆς ἑαυτοῦ ταπεινώσεως καὶ ἀσθενείας, ὤκνουν πρὸς τὴν ἀπόκρισιν· ὡς δὲ ἐμνημόνευσα τοῦ Ἀποστόλου εἰπόντος, Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ· καὶ πάλιν, Καρδίᾳ γὰρ πι στεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολο γεῖται εἰς σωτηρίαν· οὐκ ἀκίνδυνον ἡγησάμην τὸ ἀντειπεῖν μὲν ὑμῖν, σιωπῆσαι δὲ τὴν σωτήριον ὁμολογίαν, πεποίθησιν ἔχων διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεὸν, ὡς γέγραπται· Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' [PG31.677] ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, τοῦ τότε μὲν ἐκείνους, νῦν δὲ καὶ ἡμᾶς, καὶ τοῦτο δι' ὑμᾶς, ἱκα νώσαντος γενέσθαι διακόνους Καινῆς ∆ιαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. ∆ιακόνου δὲ πιστοῦ ἴδιον ἴστε πάντως καὶ αὐτοὶ τὸ, ἅπερ ἂν εἰς τοὺς συνδούλους οἰκονομῆσαι παρὰ τοῦ ἀγαθοῦ ∆ε σπότου πιστευθῇ, ταῦτα διασῶσαι τούτοις ἀνοθεύ τως καὶ ἀκαπηλεύτως.

Ὥστε κἀγὼ, ἅπερ ἔμαθον ἐκ τῆς θεοπνεύστου Γραφῆς, ταῦτα ὑμῖν παραθέσθαι κατὰ τὸ ἀρέσκον Θεῷ, πρὸς τὸ κοινῇ συμφέρον ὀφειλέτης εἰμί. Εἰ γὰρ αὐτὸς ὁ Κύριος, ἐν ᾧ εὐδό κησεν ὁ Πατὴρ, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, ὁ πᾶσαν μὲν τὴν ἐξουσίαν, πᾶσαν δὲ τὴν κρίσιν λα βὼν παρὰ τοῦ Πατρὸς, Ἐντολὴν ἔδωκέ μοι, φησὶ, τί εἴπω, καὶ τί λαλήσω· καὶ πάλιν· Ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀφ' ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ' ὅσα ἂν ἀκούσῃ παρ' αὐτοῦ, ταῦτα λαλεῖ· πόσῳ μᾶλλον ἡμῖν εὐσεβές τε ὁμοῦ καὶ ἀσφα λὲς τοῦτο φρονεῖν καὶ ποιεῖν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἕως μὲν οὖν ἀγωνίζεσθαι πρὸς τὰς ἐπανισταμένας κατὰ καιρὸν αἱρέ σεις ἐχρῆν, ἑπόμενος τοῖς προειληφόσιν, ἀκόλουθον ἡγούμην τῇ διαφορᾷ τῆς ἐπισπειρομένης ὑπὸ τοῦ διαβόλου ἀσεβείας, ταῖς ἀντιθέτοις φωναῖς κω λύειν, ἢ καὶ ἀνατρέπειν τὰς ἐπαγομένας βλασφημίας, καὶ ἄλλοτε ἄλλαις, ὡς ἂν ἡ χρεία τῶν νοσούντων κατ ηνάγκασε, καὶ ταύταις πολλάκις ἀγράφοις μὲν, ὅμως δ' οὖν οὐκ ἀπεξενωμέναις τῆς κατὰ τὴν Γραφὴν εὐσε βοῦς διανοίας· τοῦ Ἀποστόλου πολλάκις καὶ Ἑλληνικοῖς ῥήμασι χρήσασθαι μὴ παραιτησαμένου πρὸς τὸν ἴδιον σκοπόν. Νῦν δὲ πρὸς τὸν κοινὸν ἡμῶν τε καὶ ὑμῶν σκοπὸν ἁρμόζον ἐλογισάμην ἐν ἁπλότητι τῆς ὑγιαινούσης πίστεως τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ ἀγάπης πληρῶσαι, εἰπὼν ἃ ἐδιδάχθην παρὰ τῆς θεοπνεύστου Γραφῆς· φειδόμενος μὲν καὶ τῶν ὀνομάτων, καὶ ῥημάτων ἐκείνων, ἃ λέξεσι μὲν αὐταῖς οὐκ ἐμφέρεται τῇ θείᾳ Γραφῇ, διάνοιάν γε μὴν τὴν ἐκείνην ἐγκειμένην τῇ Γραφῇ διασώζει· ὅσα δὲ πρὸς τῷ ξένῳ τῆς λέξεως ἔτι καὶ τὸν νοῦν ξένον ἡμῖν ἐπεισάγει, καὶ ἃ οὐκ ἔστιν ὑπὸ τῶν ἁγίων κηρ υσσόμενα εὑρεῖν, ταῦτα ὡς ξένα καὶ ἀλλότρια τῆς εὐσεβοῦς πίστεως παντάπασι παραιτούμενος.

Πίστις μὲν οὖν ἐστι συγκατάθεσις ἀδιάκριτος τῶν ἀκουσθέν [PG31.680] των ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν κηρυχθέντων Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο μαρτυρηθεὶς Ἀβραὰμ, ὅτι Οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορη θεὶς ὅτι, ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆ σαι. Εἰ δὲ Πιστὸς μὲν ὁ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, Πισταὶ δὲ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηρι γμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι, φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γε γραμμένων, ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει· καὶ πρὸ τούτου δὲ εἰρηκότος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλ λοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου ἐν ὑπο δείγματι ἀνθρωπίνῳ σφοδρότερον ἀπαγορεύοντος τὸ προσθεῖναι ἢ ὑφελεῖν τι ἐν ταῖς θεοπνεύστοις Γρα φαῖς, δι' ὧν φησιν· Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται.

Πᾶσαν μὲν οὖν ἀλλοτρίαν τῆς τοῦ Κυρίου διδα σκαλίας φωνὴν καὶ ἔννοιαν οὕτως ἡμεῖς πάντοτε καὶ νῦν ἀποφεύγειν ἐγνώκαμεν, καὶ τοῦ σκοποῦ δὲ, ὡς προεῖπον, τοῦ νῦν ἡμῖν τε καὶ ὑμῖν προκειμένου, καταπολὺ διαφέροντος τῶν ὑποθέσεων ἐκείνων, ὑφ' ὧν ἄλλοτε ἄλλως ἐπὶ τὸ γράψαι τι ἢ εἰπεῖν προήχθη μεν. ∆ιότι τότε μὲν αἱρέσεως ἔλεγχος καὶ ἀνατροπὴ τῆς τοῦ διαβόλου μεθοδείας ἐσπουδάζετο, νῦν δὲ τῆς ὑγιαινούσης πίστεως ὁμολογία τε καὶ φανέρωσις ἁπλῆ πρόκειται. Οὐκοῦν οὔτε τοῦ λόγου χαρακτὴρ ὁ αὐτὸς ἡμῖν καὶ νῦν ἁρμόζει. Ὡς γὰρ οὐκ ἂν λάβοι μετὰ χεῖρας ἄνθρωπος σκεύη τὰ αὐτὰ πολεμῶν καὶ γεωργῶν (ἄλλα γὰρ σκεύη τῶν ἐν ἀδείᾳ τὰ πρὸς τὸ ζῇν ἑαυτοῖς ἐκπονούντων, ἄλλαι δὲ πανοπλίαι τῶν ἐν πολέμῳ παρατασσομένων), οὕτως οὐκ ἂν εἴποι τὰ αὐτὰ ὁ παρακαλῶν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. καὶ ὁ τοὺς ἀντιλέγοντας ἐλέγχων. Ἄλλο γὰρ εἶδος λόγου ἐλεγκτικοῦ, καὶ ἄλλο εἶδος λόγου παρακλητικοῦ. Ἄλλη ἁπλότης τῶν ἐν εἰρήνῃ τὴν εὐσέβειαν ὁμολο γούντων, καὶ ἄλλοι ἱδρῶτες τῶν πρὸς τὰς ἀντιθέ σεις τῆς ψευδωνύμου γνώσεως ἱσταμένων. Ὥστε ἂν τούτῳ τῷ τρόπῳ καὶ ἡμεῖς οἰκονομοῦντες τοὺς λόγους ἡμῶν ἐν κρίσει, πανταχοῦ τοῖς πρὸς τὴν φυλακὴν ἢ οἰκοδομὴν τῆς πίστεως ἀκολούθως χρησαίμεθα, ποτὲ μὲν τοῖς ἐν μεθοδείᾳ τοῦ διαβόλου καταλύειν πειρω μένοις αὐτὴν ἀγωνιστικώτερον ἀνθιστάμενοι, ποτὲ δὲ τοῖς οἰκοδομεῖσθαι βουλομένοις ἐν αὐτῇ ἁπλοϊ κώτερον καὶ οἰκειότερον αὐτὴν ἐξηγούμενοι, καὶ οὐδὲν ἄλλο ποιοῦντες ἢ ἐκεῖνο τὸ παρὰ τοῦ Ἀποστό λου εἰρημένον· Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκά στῳ ἀποκριθῆναι. Πρὶν δὲ ἐλθεῖν ἐπ' αὐτὴν τὴν τῆς [PG31.681] πίστεως ὁμολογίαν, κἀκεῖνο ἐπισημήνασθαι ἄξιον· ὅτι τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ δόξαν, καὶ λόγῳ ἀπερίληπτον οὖσαν, καὶ νῷ ἀκατάληπτον, ἑνὶ μὲν ῥήματι ἢ νοήματι οὔτε δηλωθῆναι, οὔτε νοηθῆναι οἷόν τε ἦν· διὰ πλειόνων δὲ τῶν ἐνστρεφομένων τῇ ἡμετέρᾳ χρήσει ἡ θεόπνευστος Γραφὴ μόλις τοῖς καθαροῖς τῇ καρδίᾳ, ὡς δι' ἐσόπτρου, ᾐνίξατο.

Τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνω σις ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδοθῆναι ἐπήγγελται· νῦν δὲ, κἂν Παῦλός τις ᾖ, κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς ἃ βλέπει, καὶ οὐ πλανᾶται, οὐδὲ φαντάζεται, δι' ἐσόπτρου δὲ ὅμως βλέπει, καὶ ἐν αἰνίγματι, καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δε χόμενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἀπεκδέ χεται. Ὅπερ πιστοῦται μὲν ὁ ἀπόστολος Παῦλος, τῷ τοιούτῳ τινὶ τρόπῳ κατασκευάζων τὸν λόγον, ὅτι Ὥσπερ, Ὅτε μὲν ἤμην νήπιος, ἄρτι τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ ἐκμανθάνων, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νή πιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ἐπεί γομαι φθάσαι, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ τοσαύτην ἔσχον ἐν τῇ τῶν θείων καταλήψει τὴν προ κοπὴν καὶ βελτίωσιν, ὥστε τὴν μὲν ἐν τῇ Ἰουδαϊκῇ λατρείᾳ ἐπίγνωσιν νηπίας φρενὸς ἐοικέναι κινήμασιν, ἀνδρὶ δὲ ἤδη τὰ πάντα τελείῳ προσήκουσαν τὴν διὰ τοῦ Εὐαγγελίου γνῶσιν. Οὕτως ἐν συγκρίσει τῆς ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποκαλυφθησομένης γνώσεως, καὶ τὸ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον βραχύ τι καὶ ἀμυδρότερον τοσοῦτον, ὡς πλέον ἀπολιμ πάνεσθαι τῆς ἐν τῷ μέλλοντι αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ πρόσωπον πρὸς πρόσωπον τὸ δι' ἐσόπτρου βλέπειν καὶ ἐν αἰνίγματι.

Συν ιστῶσι δὲ τοῦτο καὶ οἱ περὶ τὸν μακάριον Πέτρον καὶ Ἰωάννην μαθηταὶ τοῦ Κυρίου, τῇ κατὰ τὸν παρόντα βίον ἀεὶ πρὸς τὸ μεῖζον ἐπιδόσει καὶ προκοπῇ τὸ ὑπερ βάλλον τῆς ἐν τῷ μέλλοντι τηρουμένης αἰῶνι γνώσεως οὐκ ἔλαττον καὶ αὐτοὶ πιστούμενοι. Οἵτινες, μετὰ τὸ ἄξιοι φανῆναι τῆς παρὰ τοῦ Κυρίου ἐκλογῆς, τῆς σὺν αὐτῷ διαγωγῆς, τῆς παρ' αὐτοῦ ἀποστολῆς, τῆς τῶν πνευματικῶν χαρισμάτων διανομῆς, μετὰ τὸ ἀκοῦ σαι· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βα σιλείας τῶν οὐρανῶν, μετὰ τὴν τοιαύτην γνῶ σιν, μετὰ τὴν ἀποκάλυψιν τῶν τοῖς λοιποῖς ἀποῤῥήτων, ὅμως ὕστερόν ποτε, περὶ αὐτὸ λοιπὸν τοῦ Κυρίου [PG31.684] τὸ πάθος, ἀκούουσιν· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ἐκ τούτων καὶ τῶν τοιούτων μανθάνομεν, ὅτι τοσοῦτον μὲν οἶδεν ἡ θεόπνευστος Γραφὴ τῆς ἐπι γνώσεως τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀν έφικτον, ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστῳ προσ τιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπο λιμπανομένου ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται· οὐκοῦν οὔτε ἑνὸς ὀνόματος ἀρκοῦντος πάσας ὁμοῦ δηλῶσαι τὰς τοῦ Θεοῦ δόξας, οὔτε ἑκάστου ἐξ ὁλοκλήρου ἀκινδύνως παραλαμβανομένου. Ἄν τε γὰρ εἴπῃ τις, Θεὸς, οὐκ ἐδήλωσε τὸ, Πατήρ· τῷ δὲ, Πατὴρ, λείπει τὸ, κτίστης.

Τούτοις δὲ πάλιν χρεία ἀγαθότητος, σοφίας, δυνά μεως, καὶ τῶν λοιπῶν τῶν φερομένων ἐν τῇ ἁγίᾳ Γραφῇ. Πάλιν δὲ τὸ, Πατὴρ, ὁλόκληρον κατὰ τὴν ἡμετέραν χρῆσιν, ἐὰν ἐκλάβωμεν ἐπὶ Θεοῦ, ἀσεβοῦ μεν· πάθος γὰρ καὶ ἀπόῤῥοιαν, καὶ ἄγνοιαν, καὶ ἀσθένειαν, καὶ ὅσα τοιαῦτα ἐπιφημίζει. Ὁμοίως δὲ καὶ τὸ, κτίστης. Ἐφ' ἡμῶν γὰρ χρεία χρόνου, ὕλης, σκευῶν, βοηθείας· ὧν ἁπάντων καθαρεύειν δεῖ τὴν εὐσεβῆ περὶ Θεοῦ δόξαν, ὡς δυνατὸν ἀνθρώπῳ. Τοῦ γὰρ πρὸς ἀξίαν, ὡς ἔφην, κἂν εἰ πᾶσαι μὲν διάνοιαι πρὸς τὴν ἔρευναν συναφθεῖεν, πᾶσαι δὲ γλῶσσαι πρὸς τὴν ἐπαγγελίαν συνδράμοιεν, οὐδέποτε ἄν τις ἐφ ίκοιτο. Ταύτην δὲ ἡμῖν τὴν ἔννοιαν σαφῶς παρίστησι καὶ ὁ σοφώτατος Σολομὼν λέγων· Εἶπα· Σοφισθή σομαι· καὶ αὕτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν, ὑπὲρ ὃ ἦν· οὐ τῷ φεύγειν, ἀλλὰ τῷ ἐκείνοις μάλι στα φανεροῦσθαι αὐτῆς τὸ ἀκατάληπτον, οἷς Θεοῦ χάριτι περισσοτέρως προσγέγονεν ἡ γνῶσις. Ἡ μὲν οὖν θεόπνευστος Γραφὴ πλείοσιν ὀνόμασιν ἀναγκαίως χρῆται καὶ ῥήμασιν εἰς μερικήν τινα, καὶ ταύτην αἰνιγματώδη, τῆς θείας δόξης παράστασιν. Ἡμῖν δὲ πάντα μὲν τὰ πανταχοῦ ὑπὸ τῆς θεοπνεύστου Γραφῆς περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰρη μένα τὸ παρὸν ἀναλέγειν οὔτε δύναμις, οὔτε σχολὴ, διὰ τὸ κατεπείγειν ὑμᾶς· ὀλίγα δὲ ἐκ πάντων παραθέμενοι, ἀρκεῖν ἡγούμεθα καὶ ταῦτα τῇ ὑμετέρᾳ συνειδήσει, πρός τε τὴν τοῦ ἡμετέρου ἐκ τῶν Γρα φῶν φρονήματος φανέρωσιν, καὶ τὴν ὑμῶν αὐτῶν καὶ τῶν βουλομένων ἐφ' ἡμῖν πληροφορίαν. Ὡς γὰρ τὰ πολλὰ μίαν ἡμῖν τὴν εὐσεβῆ ἔννοιαν ἐξαγγέλ λει, οὕτω καὶ ἐκ τῶν ὀλίγων ὁ εὐγνώμων, οἶμαι, τὸ ἐν πᾶσιν εὐσεβὲς ἐπιγινώσκει. [PG31.685] Πιστεύομεν τοίνυν καὶ ὁμολογοῦμεν ἕνα μόνον ἀληθινὸν καὶ ἀγαθὸν Θεὸν, καὶ Πατέρα παντο κράτορα, ἐξ οὗ τὰ πάντα· τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἕνα τὸν μονογενῆ αὐτοῦ Υἱὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, μόνον ἀληθινὸν, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν· ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν· καὶ μετὰ ταῦτα, κατὰ τὴν Γραφὴν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστρά φη· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, καὶ διὰ τῆς ἐκ Παρθένου γεννήσεως μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πάντα τὰ εἰς αὐτὸν καὶ περὶ αὐτοῦ γεγραμμένα ἐπλή ρωσε κατὰ τὴν ἐντολὴν τοῦ Πατρὸς, γενόμενος ὑπ ήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθεὶς ἐκ νεκρῶν, κατὰ τὰς Γραφὰς, ὤφθη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ τοῖς λοιποῖς, ὡς γέγραπται· ἀνέβη τε εἰς οὐρανοὺς καὶ κάθηται ἐν δεξιᾷ τοῦ Πατρός· ὅθεν ἔρχεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἀναστῆσαι πάντας, καὶ ἀποδοῦ ναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅτε οἱ μὲν δί καιοι προσληφθήσονται εἰς ζωὴν αἰώνιον καὶ βασι λείαν οὐρανῶν, οἱ δὲ ἁμαρτωλοὶ κατακριθήσονται εἰς κόλασιν αἰώνιον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τε λευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.

Καὶ ἓν μόνον Πνεῦμα ἅγιον, τὸ Παράκλητον, ἐν ᾧ ἐσφραγίσθη μεν εἰς ἡμέραν ἀπολυτρώσεως· τὸ Πνεῦμα τῆς ἀλη θείας, τὸ Πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ· τὸ διαιροῦν καὶ ἐνεργοῦν τὰ παρὰ τοῦ Θεοῦ χαρίσματα ἑκάστῳ πρὸς τὸ συμφέρον, καθὼς βούλεται· τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα, ὅσα ἂν ἀκούῃ παρὰ τοῦ Υἱοῦ· τὸ ἀγαθὸν, τὸ ὁδηγοῦν εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ στηρίζον πάν τας τοὺς πιστεύοντας πρός τε γνῶσιν ἀσφαλῆ, καὶ ὁμολογίαν ἀκριβῆ, καὶ λατρείαν εὐσεβῆ, καὶ προσκύνησιν πνευματικὴν καὶ ἀληθῆ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἑαυτοῦ· ἑκάστου ὀνόματος τὴν τοῦ ὀνομαζομένου ἰδιότητα σαφῶς ἡμῖν διευκρινοῦντος, καὶ περὶ ἑκάστου τῶν ὀνομαζομένων πάντως τινῶν ἐξαιρέτων ἰδιωμάτων εὐσεβῶς θεωρου [PG31.688] μένων, τοῦ μὲν Πατρὸς ἐν τῷ ἰδιώματι τοῦ Πατρὸς, τοῦ δὲ Υἱοῦ ἐν τῷ ἰδιώματι τοῦ Υἱοῦ, τοῦ δὲ ἁγίου Πνεύματος ἐν τῷ οἰκείῳ ἰδιώματι· μήτε τοῦ ἁγίου Πνεύματος ἀφ' ἑαυτοῦ λαλοῦντος, μήτε τοῦ Υἱοῦ ἀφ' ἑαυτοῦ τι ποιοῦντος· καὶ τοῦ μὲν Πατρὸς πέμ ποντος τὸν Υἱὸν, τοῦ δὲ Υἱοῦ πέμποντος τὸ ἅγιον Πνεῦμα. Οὕτως φρονοῦμεν, καὶ οὕτως βαπτίζομεν εἰς Τριάδα ὁμοούσιον, κατὰ τὴν ἐντολὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζον τες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐ τοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἅπερ τηροῦντες μὲν, τὴν εἰς αὐτὸν ἀγάπην ἐπιδεικνύμεθα, καὶ ἐν αὐτῇ μένειν καταξιούμεθα, καθὼς γέγραπται· μὴ τηροῦντες δὲ, ἐναντίως ἔχοντες ἐλεγχόμεθα. Ὁ μὴ ἀγαπῶν με, γάρ φησιν ὁ Κύριος, τοὺς λό γους μου οὐ τηρεῖ· καὶ πάλιν· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγα πῶν με. Θαυμάζω δὲ περισσοτέρως, ὅτι, αὐτοῦ τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρα νοῖς· καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ' ἀλλήλων· ὅθεν ὁ Ἀπόστολος, ἐν πᾶσι τὸ τῆς ἀγάπης ἀναγκαῖον δεικνὺς, διαμαρτύρεται λέγων· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφη τείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ μετ' ὀλίγα· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη· τούτων καὶ τῶν τοιούτων οὕτως ὑπό τε τοῦ Κυρίου καὶ τοῦ Ἀποστόλου διωρισμένων, θαυμάζων φημὶ, πῶς περὶ μὲν τὰ καταργούμενα καὶ παυόμενα τοσαύτην ἔχουσιν οἱ ἄνθρωποι σπουδὴν καὶ πτόησιν, περὶ δὲ τὰ μένοντα, καὶ μάλιστα τὴν μείζω πάντων ἀγά πην, τὴν χαρακτηρίζουσαν τὸν Χριστιανὸν, οὐ μόνον αὐτοὶ φροντίδα οὐδεμίαν ποιοῦνται, ἀλλὰ καὶ τοῖς ἐσπουδακόσιν ἐναντιοῦνται, καὶ μαχόμενοι πληροῦσι τὸ εἰρημένον· Οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς εἰσ ερχομένους κωλύουσιν εἰσελθεῖν.

∆ιόπερ παρακαλῶ [PG31.689] καὶ δέομαι, παυσαμένους τῆς περιέργου ζητήσεως καὶ ἀπρεποῦς λογομαχίας, ἀρκεῖσθαι τοῖς ὑπὸ τῶν ἁγίων καὶ αὐτοῦ τοῦ Κυρίου εἰρημένοις, ἄξια δὲ τῆς ἐπουρανίου κλήσεως φρονεῖν· καὶ ἀξίως τοῦ Εὐαγ γελίου τοῦ Χριστοῦ πολιτεύεσθαι, ἐπ' ἐλπίδι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας, τῆς ἡτοιμα σμένης πᾶσι τοῖς φυλάσσουσι τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ Πατρὸς, τὰς κατὰ τὸ Εὐαγγέλιον τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐν Πνεύματι ἁγίῳ καὶ ἀληθείᾳ. Ταῦτα ὑπομνησθέντες παρὰ τῆς ὑμετέρας εὐλαβείας ὑπαγορεῦσαι ἐν τοῖς τελευταίοις, καὶ τὸ ἑαυτῶν φρόνημα φανερὸν ποιῆσαι ὑμῖν τε καὶ δι' ὑμῶν τοῖς ἐν Χριστῷ ἀδελφοῖς, εἰς πληροφορίαν ὑμῶν τε καὶ αὐτῶν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ, ἀναγκαῖον καὶ ἡμῖν ἐπιβάλλον ἡγη σάμεθα πρὸς τὸ μηδαμῶς περιφέρεσθαί τινων τὸν νοῦν ἐν τῇ διαφορᾷ τῶν ἄλλοτε μὲν ἄλλως παρ' ἡμῶν ἐκτε θέντων, ἀεὶ δὲ πρὸς τὴν ἐπεισαγομένην παρὰ τῶν ἀντιδιατιθεμένων τῇ ἀληθείᾳ ὑπόθεσιν ἀναγκαζομένων ἡμῶν ἐνίστασθαι, μήτε μὴν διασαλεύεσθαί τινας ἐν τῇ ἐναντιότητι τῶν ἐν ἡμῖν τὰ ἀλλότρια ἐπιφημίζειν θελόντων, ἢ καὶ τὰ ἴδια πάθη πολλάκις ἐπὶ τὸ συναρπάσαι τοὺς ἁπλουστέρους τοῦ ἡμετέρου φρονήματος καταψευδομένων· οὓς καὶ ὑμῖν φυλάξασθαι, ὡς ἀλλοτρίους τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ ἀγάπης, ἀναγκαῖον· μεμνῆσθαι δὲ τοῦ Ἀποστόλου εἰπόντος· Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ἵνα τηροῦντες κἀκεῖνο τὸ, Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν· καὶ τὸ, Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν, στοιχῶμεν τῷ κανόνι τῶν ἁγίων, ὡς Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Πιστὸς ὁ Θεὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν, χάριτι τοῦ Χρι στοῦ ἐν Πνεύματι ἁγίῳ.

Τὰ περὶ τῆς ὑγιαινούσης πίστεως ἐν τοῖς [PG31.692] πρὸ τούτων αὐτάρκως εἰρῆσθαι πρὸς τὸ παρὸν λογιζόμενοι, ἐντεῦθεν τὴν περὶ τῶν ἠθικῶν ἐπαγγελίαν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληρῶσαι σπουδάσωμεν. Ὅσα τοίνυν εὑρίσκομεν κατὰ τὴν Καινὴν τέως ∆ιαθήκην σποράδην ἀπηγορευμένα ἢ ἐγκεκριμένα, ταῦτα, κατὰ τὸ δυνατὸν ἡμῖν, εἰς ὅρους κεφαλαιώδεις πρὸς τὸ εὔληπτον τοῖς βουλομένοις ἐσπουδάσαμεν συναγαγεῖν· παραθέντες ἑκάστῳ ὅρῳ καὶ τὸν ἀριθμὸν τῶν ἐμπεριειλημμένων αὐτῷ γραφικῶν κεφαλαίων, εἴτε ἐκ τοῦ Εὐαγγελίου, εἴτε ἐκ τοῦ Ἀποστόλου, ἢ τῶν Πράξεων· ἵνα ὁ ἀναγνοὺς τὸν ὅρον, καὶ ἰδὼν παρακείμενον αὐτῷ τὸν πρῶτον, εἰ τύχοι, ἢ τὸν δεύτερον ἀριθμὸν, εἶτα ἀναλαβὼν αὐτὴν τὴν Γραφὴν, καὶ ἀναζητήσας τὸ κεφάλαιον τοῦ προειρημένου ἀριθμοῦ, οὕτως εὕρῃ τὴν μαρτυρίαν πρὸς ἣν ὁ ὅρος πεποίηται. Ἐβουλόμην μὲν οὖν τὰ πρῶτα καὶ ἐκ τῆς Παλαιᾶς ∆ιαθήκης τὰ πρὸς ἕκαστον τῶν ἐν τῇ Καινῇ συμφώνως εἰρημένα παραθεῖναι τοῖς ὅροις· ἐπειδὴ δὲ κατήπειγεν ἡ χρεία, τῶν ἐν Χριστῷ ἀδελφῶν νῦν μάλιστα σπουδαιότερον ἀπαιτησάντων ἡμᾶς τὰ πάλαι ἐπηγγελμένα, ἐμνημόνευσα τοῦ εἰπόντος· ∆ίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ὥστε ἔξεστι τῷ βουλομένῳ ἀφορμὴν αὐτάρκη ἐκ τῶν παρακειμένων εἰληφότι ἀναλαβεῖν τὴν Παλαιὰν ∆ιαθήκην, καὶ γνωρίσαι ἀφ' ἑαυτοῦ τὴν ἐν πάσαις ταῖς θεοπνεύστοις Γραφαῖς συμφωνίαν, ἄλλως τε καὶ μιᾶς φωνῆς ἀρκούσης τοῖς πιστοῖς καὶ πεπληροφορημένοις τὴν ἀλήθειαν τῶν τοῦ Κυρίου ῥημάτων. ∆ιὸ καὶ τὰ ἐν τῇ Καινῇ ∆ιαθήκῃ οὐ πάντα, ὀλίγα δὲ ἐκ πάντων παραθέσθαι αὔταρκες ἐλογισάμην.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

20
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать