Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Λόγος περὶ τοῦ τετραήμερου Λαζάρου

In quatriduanum Lazarum / О четверодневном Лазаре
Этот текст доступен на других языках:

ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ ΛΑΖΑΡΟΝ

[PG50.641]

Πρώην ὑμῖν, ἀγαπητοὶ, τὸν πολυανθῆ τοῦ ἔαρος διαπλέκοντες στέφανον, καὶ τὴν ὥραν τοῦ ἔτους κα θάπερ ἐν πίνακι τῶν λόγων χαρακτηρίζοντες, οὐ μό νον ἄλση θάλλοντα καὶ λειμῶνας ἀναβλαστάνοντας καὶ αὔρας πρὸς ἀναβίωσιν κατεπειγομένας ἐνεδεί κνυμεν, ἀλλὰ καὶ τὴν ἡμετέραν φύσιν κατὰ τὸν και ρὸν τοῦτον τὰ τῆς ἀναστάσεως δεδεγμένην ἀπεφαίνο μεν σύμβολα, καὶ πρόσφορόν τινα τῷ καιρῷ ζητοῦν τες ὑπόθεσιν, τὸν ἀναζήσαντα Λάζαρον εἱλκύσαμεν. Ἀλλὰ πρὸς τὴν ὑπόσχεσιν διαρκέσαι μὴ δυνηθέντες, κατὰ τὸ πρῶτον ἐγχείρημα τὸν λόγον συνεπεράναμεν· καὶ πρὸ πάντων ἐπιζητήσαντες, τίνος χάριν ὑπὸ τῶν λοιπῶν εὐαγγελιστῶν ὁ Λάζαρος σιγηθεὶς, Ἰωάννῃ μόνῳ συγγέγραπται, ἐλέγομεν, ὅτι τὴν ὑποψίαν πλά σματος προϋποτεμνόμενον τὸ Πνεῦμα τὸ ἅγιον συν εχώρησε τοῖς εὐαγγελισταῖς ἐκ συνόδου τε καὶ συμ φωνίας τὰ τοῦ Σωτῆρος ἀναγεγραφηκέναι τὰ θαύμα τα, ἀλλὰ καὶ παραλιπεῖν ἄλλον ἄλλο τι παρεσκεύα σεν, ἐναργὲς τεκμήριον ποιούμενον, τὸ μὴ κακούρ γως, μηδὲ ἐκ παρασκευῆς, μηδὲ ἐκ συνθήματος. μηδὲ πρὸς χάριν αὐτοῖς συγγεγράφθαι τὰ εὐαγγέλια, καὶ ὥστε πάντα, ὅταν τὸ φαινόμενον ἐλλείψῃ, τὴν ἀπε ρίεργον ἀλήθειαν σαφηνίζειν.

Ἀλλὰ τού των ἱκανῶς τότε προκατασκευασθέντων ἡμῖν, σκοπή σωμεν τίς ἡ κατὰ τὸν Λάζαρον θαυματουργία τοῖς εὐαγγελισταῖς εὔκαιρος χρεία. Πολλὰ πρὸς τοὺς [PG50.642] μαθητὰς πολλάκις περὶ τοῦ πάθους διαλεχθεὶς ὁ Σω τὴρ, ναρκῶντας ἑώρα, καὶ πρὸς τοιαύτην ἀκοὴν ὑπο φρίττοντας, καὶ ἀσθενείας μᾶλλον ἢ οἰκονομίας τὸ προμηνυόμενον πάθος ὑπολαμβάνοντας, καὶ ἀνθρω πίνοις ἔτι λογισμοῖς ῥιπιζομένους καὶ τρέμοντας. ∆ιὰ τοῦτο ἤδη τοῦ πάθους πλησιάζοντος, καὶ τοῦ σταυροῦ μέλλοντος πήγνυσθαι, ἀνίστησιν ἀποθανόντα τὸν Λάζαρον, ἵνα ἔργῳ διδάξῃ τοὺς μαθητευομένους, ὡς οὐκ ἀσθενείας ὁ σταυρὸς καὶ ὁ θάνατος, ἵνα πείσῃ τοὺς παρόντας, ὅτι θανάτῳ μὲν ἐπιτάττει, καὶ ψυχὴν ἀνακαλεῖται τῶν γηΐνων ἀπολυθεῖσαν δεσμῶν.

Σκοπῷ δέ τινι τὸν ἑκούσιον ὑφίσταται θάνατον, καὶ τάχα δὲ προδιαγράφων ἐν τῷ Λαζάρῳ τὴν μετὰ τρεῖς ἡμέρας ἀνάστασιν, καὶ τῇ συντόμῳ προθεσμίᾳ τῆς ὑπὸ γῆν διατριβῆς τοὺς μικροψύχους παραμυθησάμενος, καὶ ἐν προθύροις τοῦ σταυροῦ τὸν φόβον ἀναγκαίως τῶν μαθητῶν ὑπεκλύων, καὶ δεικνὺς ὅτι τὸ τῷ ἑτέρῳ παρ' αὐτοῦ χαρισθὲν καὶ αὐτῷ παρ' ἑαυτοῦ ῥᾳδίως ὑπάρξει, διὰ αὐτῶν τῶν ἔργων ἀμφιβάλλοντας νου θετῶν, καὶ τοιούτῳ τρόπῳ φωνὰς τοῖς πράγμασιν περιάπτων, καὶ δι' ὧν ἐποίει σχεδὸν ταῦτα φθεγγό μενος· οὐδαμοῦ τὴν ἀναληφθεῖσαν ἀνθρωπότητα τῆς θείας ἐνεργείας ἄμικτον ἀπολέλοιπα, ἀλλὰ νῦν μὲν ὡς ἄνθρωπος, νῦν δὲ ὡς Θεὸς ἐγὼ, τῇ μὲν φύσιν ὑποδεικνὺς, τῇ δὲ τὴν οἰκονομίαν πιστούμενος, καὶ διδάσκων τὰ μὲν ταπεινότερα προσάπτειν τῇ ἀνθρω [PG50.643] πότητι, ἀνατιθέναι δὲ τὰ ὑψηλότερα τῇ θεότητι, καὶ διὰ τῆς ἀνίσου ταύτης τῶν ἔργων κράσεως τὴν ἄν ισον τῶν φύσεων ἕνωσιν ἑρμηνεύων, καὶ διὰ τῆς κατὰ τῶν παθῶν ἐξουσίας δηλοποιῶν τῶν παθῶν τὸ αὐθαί ρετον, ἐχαλίνωσα τὴν φύσιν ὡς Θεὸς, ἐπὶ τεσσαρά κοντα ἡμέρας παρατείνας τὴν ἀσιτίαν, ἐπείνασα δὲ μετὰ ταῦτα, καὶ ἐκοπώθην ὡς ἄνθρωπος· ἀλλ' ὡς Θεὸς θάλατταν λυττῶσαν ἐκοίμησα· ἐπειράθην ὡς ἄνθρωπος ὑπὸ τοῦ διαβόλου, ἀλλ' ὡς Θεὸς ἐπιτά γματι δαίμονας ἀπήλασα· μέλλω πάσχειν ὑπὲρ ἀν θρώπων ὡς ἄνθρωπος, ἀλλ' ἵνα μὴ ἀσθενείας ὑπολά βητε τὸ γινόμενον, πρὸ τοῦ θάνατον ἐπελθεῖν ἀνακα λοῦμαι τὸν ὑπὸ τοῦ θανάτου κρατούμενον, καὶ τὴν τῆς θεότητος ἐνέργειαν προμηνύσας, τότε τῆς ἀν θρωπότητος τὸ ἀρχαῖον ὄφλημα καταβάλλω, καὶ διαλύσας τὰ δεσμὰ, τότε δεσμοῦμαι, καὶ διὰ τῶν πραγμάτων αὐτῶν [ἐπιδείκνυμι] ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Αὕτη τοῦ Σωτῆρος ἡ διὰ τῶν ἔργων διδασκα λία· εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ λόγῳ τινὶ τὴν κατὰ τὸν Λάζαρον θαυματουργίαν ἐταμιεύετο, οὐκ ἂν δή που προαγγελθείσης αὐτῷ κατὰ τὴν ὁδὸν τῆς ἀσθε νείας τοῦ Λαζάρου· Ἀπέστειλαν γὰρ, φησὶν, ἀδελ φαὶ αὐτοῦ πρὸς τὸν Κύριον λέγουσαι, Ἴδε ὃν φι λεῖς ἀσθενεῖ· οὐκ ἂν οὖν τι τοιοῦτον ἀκούσας ἐπὶ πολὺ ἀνεβάλετο, ἀλλ' ὥσπερ ἐπὶ τοῦ ἑκατοντάρχου καὶ τῆς Συροφοινικίσσης ἐποίησεν, καὶ τοῦ μὲν ἀπόν τος τὸν παῖδα, τῆς δὲ ἀπούσης τὴν θυγατέρα διέσω σεν· οὕτως ἂν καὶ ἐπὶ τῆς Μάρθας περὶ ἀδελφοῦ δη λούσης ὡς ἀσθενεῖ πεποίηκεν.

Νῦν δὲ ἐξεπίτη δες ἀναμένει τὸν θάνατον, καὶ ἐνδιατρίβει ἡ παρολ κὴ, καὶ τὴν παρουσίαν ἐκ προνοίας ὑπερτίθεται, ἵνα τὴν κατὰ τοῦ θανάτου νίκην πρὸ τῆς τοῦ θανάτου πάλης ἐνδείξηται· καὶ τρεῖς μὲν ἡμέρας ὑπερτίθε ται, πρὸς ἔλεγχον τῆς ἀκριβοῦς τελευτῆς. Ἰουδαίων δὲ παρόντων ἀνοίγει τὸν τάφον, ἵνα κήρυκας τοῦ θαύ ματος ἐργάσηται τοὺς ἐλαύνοντας· δι' εὐχῆς δὲ καὶ τῆς τοῦ Πατρὸς ἐπικλήσεως ἐγείρει τὸν Λάζαρον, ἵνα μὴ δόξῃ τοῖς τοῦ δημιουργοῦ ἀντιτάττεσθαι νόμοις. Καὶ βλέπε μοι τὸ παράδοξον· οὐκ εἶπεν, Λάζαρε, ἀνάζησον, ἀλλὰ τί; Λάζαρε, δεῦρο ἔξω, ἵνα διδάξῃ τοὺς παρόντας ὡς οὗτος ἐκεῖνος ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ἵνα δείξῃ τοῖς παροῦσιν ὡς οὗτος ἐκεῖνος ὁ Θεὸς ζώντων καὶ οὐ νεκρῶν, ἵνα ἐν καιρῷ τὸ ἀπαρ εμπόδιστον τοῦ θείου προστάγματος ἐπιδείξηται, καὶ ἀναμνήσῃ τοὺς περιεστῶτας τοῦ λέγοντος· Γενη θήτω στερέωμα· Συναχθήτω τὰ ὕδατα εἰς συν αγωγὴν μίαν· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· Λάζαρε, δεῦρο ἔξω· καὶ τοῦτο πρὸς μείζω καὶ βεβαιοτέραν πίστιν τῶν συνδραμόντων, ἵνα ἡ μὲν στολὴ καὶ τὰ δεσμὰ τῇ νεκρότητι μαρτυρήσῃ· ἡ δὲ ἀνυπέρθετος ὑπακοὴ, καὶ ὁ ἀνεμπόδιστος φόβος τὴν δεσποτικὴν αὐθεντίαν κηρύξῃ Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ διαλελυμένος ὠρθοῦτο, καὶ ὁ σεσηπὼς ᾐσθάνετο· ὁ νεκρὸς ὑπήκουεν, καὶ ὁ δεσμώτης ἔτρεχεν, καὶ ὁ θρηνούμενος ἐσκίρτα. ∆ιὰ τί δὲ κραυγῇ κέχρηται πρὸς τὸ παρὸν ὁ Σωτήρ; φησὶν γὰρ ὁ εὐαγγελιστὴς, Ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τῆς βοῆς τάχα τὴν μέλλουσαν προϋποτυπώσας ἀνάστασιν· Σαλπίσει γὰρ, φησὶν, καὶ οἱ νεκροὶ ἀναστήσονται. Πολλὰ ἔτι ἔχων λέγειν, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἕλκομαι, καὶ ἀπὸ τάφου πρὸς τάφον με ἐλθεῖν ἀναγκάζομαι.

Εὔκαιρος δὲ ἄρα καὶ ὁ τοῦ Λαζάρου τάφος τάφοις ἐξετασθείς· οὐκ ἄκαιρος, ὡς ἔοικεν, καὶ ὁ τῶν γυναικῶν θάνατος ἐπ' αὐτὸν τὸν τάφον ἑορταζόμενος. Τάφος ἐκεῖ, καὶ τάφος ἐνταῦθα· ἀλλ' ὁ μὲν τοῦ Λαζάρου τάφος ἀνοιγόμενος τὴν τοῦ Χριστοῦ δύναμιν ἐμφανίζει, ὁ δὲ τῶν γυναικῶν τάφος κεκλεισμένος καὶ ἐνεργῶν τὴν τοῦ Σωτῆρος χάριν κηρύττει· ἐκεῖ νεκρὸς ὑπὲρ φύσιν τὸν τάφον ἐκτρέχων, ἐνταῦθα γυναῖκες παρὰ φύσιν τοῖς τάφοις προστρέχουσιν· ἐκεῖ θείας δυνάμεως σημεῖον, ἐνταῦθα προαιρέσεως γενναίας τεκμήριον· ἐκεῖ Λάζαρος ..... τὰς τοῦ θανάτου ..... εὐθάρσως ἐπίσταται· ἐκεῖ μετὰ τὸν θάνατον ἀναβίωσις, καὶ ἐνταῦθα ζωή· ἐκεῖ θάνατος βιαίως λῃστεύεται, ἐνταῦθα θάνατος προδήλως πατεῖται· ἐκεῖνον ὁ θάνατος δανείσας τῷ βίῳ πάλιν διὰ τοῦ τάχους ἀνέλαβεν· μᾶλλον δὲ, φησὶν, Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, τοῦτο Θεοῦ κε-λεύσαντος· αὗται δὲ ἀπὸ προσκαίρου ζωῆς πρὸς ζωὴν ἀπέραντον μετεπήδησαν, μήτηρ καὶ θυγατέρες, αἱ σήμερον ἡμᾶς συναθροίσασαι· μήτηρ εὐσεβὴς ὠδῖνα ὑπενεγκοῦσα, θυγατέρες ὠδίνων ἀπείραστοι, μήτηρ λύσασα παρθενίαν εἰς γένεσιν παρθένων, μήτηρ ἁγνείας ὠδίνασα, μήτηρ κατὰ φυσικὸν νόμον παρθένους γεννήσασα.

Ὁ πανταχοῦ τοῖς εὐσεβέσιν ἐπιστρατεύων τύραννος, ὁ τῶν βαρβαρικῶν φόνων πρὸς τὸ ἐμφύλιον αἷμα μεταστρέφων τὸ ξίφος, τύραννος Χριστὸν ἐλαύνων τὸν οὐ βλεπόμενον, τύραννος διὰ τῆς ποίμνης οἰόμενος τὸν ποιμένα πορθεῖν, τύραννος εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν, τύραννος τὴν Χριστοῦ βασιλείαν πλατυνομένην ζηλοτυπῶν· τύραννος ἦν ὁ διώκων ἀνὴρ καὶ μονόζυξ, ἀπρόοδοι θυγατέρες αἱ συναγωνιζόμεναι. Χρήματα διηρπάζετο, πατρὶς ἀπελιμπάνετο· εἷλκον ἀσεβεῖς στρατιῶται τὰς τῆς σωφροσύνης τε καὶ κοσμιότητος ἐραστὰς, τοιχωρύχοι τὴν τοῦ νοητοῦ Ναβουχοδονόσορ εἰκόνα προσκυνεῖν ἀναγκάζοντες. Ἀλλ' ὅπερ ἡ Βαβυλωνία κάμινος ἐπὶ τῆς τῶν μαρτύρων τριάδος ἐργάζεται, καὶ σώματός τε καὶ ψυχῆς τὰ δεσμὰ διαλύσασα, ἐλευθέρας ἀφῆκεν εἰς οὐρανὸν πέτασθαι τὰς ψυχάς. Ὄφις δὲ ἀρχόμενος ὁ τὴν Εὔαν ἐν παραδείσῳ διώξας, ὁ τοῖς ἁπλοῖς καὶ ἀκάκοις σοφιστεύσας ἤθεσιν, οὗτος τὸν ποταμὸν ἰδὼν λύθρου κολυμβήθραν γενόμενον, καὶ θείῳ Πνεύματι τὸ ῥεῖθρον ἀνακιρνώμενον, ἄχρι τοῦ ποταμοῦ τὰς μακαρίας διώξας, τοῖς πυρὶ πνευματικῷ κερασθεῖσιν ὕδασιν ἀνεκρούετο, καὶ περιστρέφων ἑαυτῷ τὸ κομψὸν, τοῦ ἀρχαίου μηχανήματος τὴν ζημίαν ἐθρήνει, καὶ τὰς πρὶν εὐαπατήτους τε καὶ εὐπτοήτους γυναῖκας, ταύτας κατὰ τοῦ θανάτου σοβαρῶς νεανιευομένας ἑώρα, καὶ ἣν ἐτήρει πτερνίσαι πτέρναν, ταύτην ἀπὸ γῆς εἰς οὐρανὸν ἁλλομένην ἔβλεπεν.

Ἀλλ' ἱκανῶς καὶ ταῖς τροπαιοφόροις ἐμπανηγυρίσαντες γυναιξὶν, καὶ τὸ χρήσιμον πανταχοῦ τῇ ὑποθέσει κεράσαντες, καὶ τάφον παλαιὸν νεαρῷ τάφῳ κοσμήσαντες, καὶ παράλογον ἀναβίωσιν καρτερικῷ θανάτῳ συῤῥάψαντες, καὶ ἀνδράσι τε καὶ γυναιξὶν ὑποδείγματα πρὸς ἀρετήν τε καὶ εὐσέβειαν ὑποθέμενοι, καὶ θάνατον ἀοίδιμον καὶ ἀνάστασιν ζηλωτὴν ἐπιδείξαντες, εὐχαριστήσωμεν ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχοντι Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ καὶ ζωο-ποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος ἔνατος

[PG48.779]

αʹ. Σήμερον ἐκ νεκρῶν ἐγειρόμενος ὁ Λάζαρος πολ λῶν καὶ διαφόρων σκανδάλων τὴν λύσιν ἡμῖν χαρίζεται. Καὶ γὰρ οὐκ οἶδ' ὅπως τὸ ἀνάγνωσμα τοῦτο καὶ τοῖς αἱρετικοῖς δέδωκε λαβὴν, καὶ τοῖς Ἰουδαίοις ἀντι λογίας ἀφορμὴν, οὐκ ἐξ ἀληθείας, μὴ γένοιτο, ἀλλ' ἐκ τῆς ἐκείνων κακοτέχνου ψυχῆς. Πολλοὶ μὲν γὰρ τῶν αἱρετικῶν λέγουσιν, ὅτι οὐχ ὅμοιος ὁ Υἱὸς τῷ Πατρί. ∆ιὰ τί; Ὅτι ἐδεήθη, φησὶ, προσευχῆς ὁ Χρι-στὸς εἰς τὸ ἐγεῖραι τὸν Λάζαρον· εἰ μὴ γὰρ προσ ηύξατο, οὐκ ἂν ἤγειρε τὸν Λάζαρον. Καὶ πῶς ἔσται, φησὶν, ὅμοιος ὁ προσευξάμενος τῷ δεξαμένῳ τὴν ἱκεσίαν; ὁ μὲν γὰρ προσεύχεται, ὁ δὲ τὴν προσευχὴν παρὰ τοῦ ἱκετεύοντος ἐδέξατο. Βλασφημοῦσι δὲ μὴ νοοῦντες ὅπως συγκαταβάσεως ἦν καὶ τῆς τῶν παρόν των ἕνεκα ἀσθενείας ἡ προσευχή. Ἐπεὶ, εἰπέ μοι, τίς μείζων, ὁ νίπτων τοὺς πόδας, ἢ ἐκεῖνος, οὗ νίπτει τοὺς πόδας;

Πάντως ὅτι ἐκεῖνος μείζων οὗ ἔνιψε τοὺς πόδας ὁ νίπτων. Ἀλλ' ὁ Σωτὴρ ἔνιψε τοὺς πόδας τοῦ προδότου Ἰούδα· μετὰ γὰρ τῶν μαθητῶν ἦν. Τίς ἄρα μείζων, ὁ προ δότης Ἰούδας τοῦ ∆εσπότου Χριστοῦ, ἐπείπερ ὁ Χρι στὸς ἔνιψε τοὺς πόδας αὐτοῦ; Μὴ γένοιτο. Τί δὲ τα πεινότερόν ἐστι, τὸ νίψαι τοὺς πόδας, ἢ τὸ προσεύ ξασθαι; πάντως ὅτι τὸ νίψαι τοὺς πόδας. Ὁ οὖν τὸ ταπεινότερον μὴ παραιτησάμενος ποιῆσαι, πῶς τὸ ὑψηλότερον παρῃτήσατο ἂν ποιῆσαι; Ἀλλὰ πᾶν διὰ [PG48.780] τὴν τῶν παρόντων ἀσθένειαν ἐγένετο Ἰουδαίων, ὡς προϊὼν ὁ λόγος ἀποδείξει. Ἀλλὰ καὶ Ἰουδαῖοι λαβόντες ἐντεῦθεν ἀντιλογίας ἀφορμὴν, λέγουσι· πῶς τοῦτον οἱ Χριστιανοὶ Θεὸν ἔχουσι, τὸν καὶ τὸν τόπον ἀγνοήσαντα, ἔνθα τεθνηκὼς κατέκειτο Λάζαρος; ἐπει δήπερ ἔλεγεν ὁ Σωτὴρ ταῖς περὶ Μάρθαν καὶ Μαρίαν ἀδελφαῖς Λαζάρου, Ποῦ τεθείκατε αὐτόν; Εἶδες, φησὶν, ἄγνοιαν; εἶδες ἀσθένειαν; ὁ καὶ τὸν τόπον ἀγνοήσας, οὗτος Θεός; Ἀλλ' ἐρῶ πρὸς αὐτοὺς, οὐχ οὕτως ἔχων, ἀλλὰ τὴν ἀντίθεσιν αὐτῶν καταισχῦναι βουλόμενος. Ἠγνόησε, λέγεις, ὁ Χριστὸς, ὦ Ἰουδαῖε, διὰ τὸ εἰ πεῖν, Ποῦ τεθείκατε αὐτόν; Οὐκοῦν καὶ ὁ Πατὴρ ἠγνόησεν ἐν τῷ παραδείσῳ, ποῦ κέκρυπτο ὁ Ἀδάμ· περιήρχετο γὰρ ὡς ἐπιζητῶν αὐτὸν ἐν τῷ παραδείσῳ, λέγων· Ἀδὰμ, ποῦ εἶ; ἀντὶ τοῦ, ποῦ ἐκρύβης;

∆ιὰ τί τὸ πρότερον οὐκ εἶπε τὸν τόπον, ὅθεν μετὰ παῤῥησίας ὡμίλει τῷ Θεῷ ὁ Ἀδάμ; Ἀδὰμ, ποῦ εἶ; Κἀκεῖνος τί; Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Εἰ ταύτην, ὦ Ἰουδαῖε, ἄγνοιαν καλεῖς, κἀ κείνην κάλεσον ἄγνοιαν· ἔλεγε γὰρ ὁ Χριστὸς ταῖς περὶ Μάρθαν καὶ Μαρίαν, Ποῦ τεθείκατε αὐτόν; Ταύτην οὖν ἄγνοιαν καλεῖς; Τί οὖν λέγεις, ὅταν ἀκούσῃς τοῦ Θεοῦ λέγοντος τῷ Κάϊν, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Τί λέγεις; εἰ ταύτην ἄγνοιαν καλεῖς, [PG48.781] κἀκείνην ἄγνοιαν κάλεσον. Λάβε καὶ ἑτέραν ἀπό δειξιν ἀπὸ τῆς θείας Γραφῆς. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραὰμ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας ἥκει πρός με. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυ γὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς, ὁ εἰδὼς τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων μονώτατος, ἔλεγε· Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Εἰ ἐκεῖνο ἀγνοίας, καὶ τοῦτο ἀγνοῆσαί ἐστιν. Ἀλλ' οὔτε ὁ Πατὴρ κατὰ τὴν παλαιὰν ∆ιαθήκην ἠγνόησεν, οὔτε ὁ Υἱὸς κατὰ τὴν καινὴν ∆ιαθήκην. Τί οὖν ἐστι, Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυ γὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ; Ἀκοὴ, φησὶν, ἦλθε πρός με. Ἀλλὰ θέλω πάλιν ἀκριβέστερον δι' αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν λαβεῖν, οὐχ ὅτι ἐγὼ ἀγνοῶ, ἀλλ' ὅτι διδάξαι βούλομαι τοὺς ἀνθρώπους, μὴ ἁπλῶς τοῖς λόγοις προσέχειν, μηδὲ, ἐὰν εἴπῃ τίς τι κατὰ τοῦ ἑτέρου, πιστεύειν εὐχερῶς· ἀλλὰ πρότερον αὐτοὺς ψηλαφήσαντας ἀκρι βῶς καὶ δι' αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν κατα μαθόντας, οὕτω πιστεύειν χρή. Καὶ διὰ τοῦτο ἐν Γραφῇ ἑτέρᾳ ἔλεγε· Μὴ πιστεύετε παντὶ λόγῳ. Οὐδὲν γὰρ οὕτως ἀνατρέπει τὴν ζωὴν τῶν ἀνθρώπων, ὡς τὸ ταχέως πιστεύειν τινὰ τοῖς λογισμοῖς. Τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ προφητεύων ἔλεγε, Τὸν κατα λαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξ εδίωκον.

βʹ. Εἶδες πῶς οὐκ ἐγένετο ἄγνοια τῷ Σωτῆρι ἐν τῷ εἰπεῖν, Ποῦ τεθείκατε αὐτὸν, ὡς οὐδὲ τῷ Πατρὶ ἐν τῷ εἰπεῖν τῷ Ἀδὰμ, Ποῦ εἶ, ἢ τῷ Κάϊν, Ποῦ ὁ ἀδελφός σου Ἄβελ, ἢ, Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συν τελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Οὐκοῦν ὥρα δὴ λοι πὸν πρὸς ἐκείνους παρατάξασθαι τοὺς λέγοντας, ὅτι δι' ἀσθένειαν ὁ Χριστὸς προσευξάμενος ἤγειρε τὸν Λάζαρον. Προσέχετε δὴ, ἀγαπητοὶ, μετὰ πάσης ἀκρι βείας, παρακαλῶ. Ἐτελεύτησε τοίνυν ὁ Λάζαρος, καὶ οὐκ ἦν ἐν τοῖς τόποις ἐκείνοις ὁ Ἰησοῦς, ἀλλ' ἐν τῇ Γαλιλαίᾳ, καὶ ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Ἐκεῖνοι δὲ νομίζοντες ὅτι περὶ τοῦ ὕπνου τούτου διαλέγεται, λέγουσιν αὐτῷ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Λέγει αὐτοῖς φανερῶς ὁ Ἰησοῦς, Λάζαρος ἀπέθανεν. Ἔρχεται λοιπὸν ὁ Σωτὴρ ἐν τοῖς Ἱεροσολύμοις εἰς τὸν τόπον ὅπου ὁ Λάζαρος ἔκειτο, καὶ ἀπαντᾷ αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου, καὶ λέγει αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.

Εἰ ἦς ὧδε. Ἀσθε νεῖς, ὦ γύναι. Οὐκ ἐπίσταται νῦν ἡ γυνὴ ὅτι καὶ μὴ παρὼν ὁ Χριστὸς σωματικῶς, παρῆν τῇ τῆς θεότητος ἐξουσίᾳ· ἀλλὰ τῇ τοῦ σώματος παρουσίᾳ ἐπιμετρεῖ ται τοῦ διδασκάλου τὴν δύναμιν. Λέγει αὐτῷ ἡ Μάρθα, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Καὶ νῦν, φησὶν, οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δίδωσί σοι. Ὁ Σωτὴρ οὖν πρὸς τὴν αἴτησιν αὐτῆς ποιεῖ τὴν προσευχήν. Οὐ γὰρ προσευχῆς ἐδέετο ὁ Θεὸς, ἵνα τὸν νεκρὸν ἐγείρῃ. Μὴ γὰρ καὶ ἄλλους νεκροὺς οὐκ ἤγειρεν; Ὅτε ὑπήντησέ τινα ἐκφερόμενον ἐν τῇ πύλῃ νεκρὸν, μόνον ἥψατο τῆς σοροῦ, καὶ ἀνέστησε τὸν νεκρόν. Μὴ προσευχῆς ἐδεήθη τότε εἰς τὸ ἐγεῖραι τὸν τεθνεῶτα; Καὶ πάλιν ἄλλοτε μόνον λόγῳ εἶπεν [PG48.782] ἐπὶ τῆς κόρης, Ταλιθὰ κοῦμι, καὶ εὐθέως παρέδωκεν αὐτὴν τοῖς γονεῦσιν αὐτῆς ὑγιῆ. Μὴ προσευχῆς ἐδεήθη τότε; Καὶ τί λέγω περὶ τοῦ διδασκάλου; οἱ μαθηταὶ αὐτοῦ λόγῳ μόνῳ τοὺς νεκροὺς ἤγειραν. Πέτρος τὴν Ταβιθὰν οὐ λόγῳ διήγειρε; Παῦλος οὐ διὰ τῶν ἱματίων αὐτοῦ πολλὰ σημεῖα πεποίηκε;

Μάθε δὲ καὶ τὸ παραδοξότερον τούτων. Ἡ σκιὰ τῶν ἀποστόλων νεκροὺς ἤγειρεν. Ἔφερον γὰρ, φησὶν, ἐπὶ κραββάτων τοὺς κακῶς ἔχοντας, ἵνα κἂν ἡ σκιὰ Πέτρου ἐπισκιάζῃ τινὶ αὐτῶν, καὶ εὐθέως διηγεί-ροντο. Τί οὖν; ἡ σκιὰ τῶν μαθητῶν διήγειρε τοὺς νεκροὺς, καὶ ὁ διδάσκαλος προσευχῆς ἐδέετο, ἵνα τὸν νεκρὸν ἐγείρῃ; Ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς γυναικὸς ποιεῖ τὴν προσευχὴν ὁ Σωτήρ· λέγει γὰρ αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός· καὶ νῦν οἶδα, ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δίδωσί σοι ὁ Θεός. Προσευχὴν ᾔτησας, προσευχὴν δίδωμι. Κεῖται ἡ πηγή· οἷον, ἐάν τις προσενέγκῃ ἀγγεῖον, γεμίζει αὐτό· ἐὰν ᾖ μέγα, μέγα λαμβάνει· ἐὰν ᾖ μικρὸν, μικρὸν λαμβάνει. Αὕτη τοίνυν προσευχὴν ᾔτησε, καὶ δίδωσι προσευχὴν ὁ Σωτήρ. Ἄλλος εἶπεν, Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον, γενηθήτω σοι, εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ εἶπεν αὐτῷ ὁ Σωτήρ· Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἄλλος εἶπε, ∆εῦρο, θεράπευσόν μου τὴν θυγατέρα· καὶ εἶπεν αὐτῷ, Ἀκολουθήσω σοι. Πρὸς τὰς προαιρέσεις τοίνυν τῶν ἀνθρώπων καὶ ἡ θεραπεία τοῦ ἰατροῦ προσάγεται.

Ἄλλη πάλιν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ λάθρα, καὶ λάθρα τὴν θεραπείαν ἐκαρπώσατο· ἕκαστος ὡς ἐπίστευε καὶ τὴν θεραπείαν ἐλάμβανε. Αὕτη λέγει, Οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Πατέρα, δίδωσί σοι ὁ Πατήρ· καὶ ἐπειδὴ προσευχὴν ᾔτησεν ἡ Μάρθα, προσευχὴν δίδωσιν ὁ Σωτὴρ, οὐκ αὐτὸς τῆς προσευχῆς ἐπιδεόμενος, ἀλλὰ τὴν τῆς γυναικὸς ἀσθένειαν συμπεριφερόμενος, καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ' ὅτι καὶ ὃ ἂν αὐτὸς ποιῇ, τοῦτο καὶ ὁ Πατὴρ ποιεῖ. Ἔπλασεν ὁ Θεὸς ἐξ ἀρχῆς τὸν ἄνθρωπον· ἀμφοτέρων ἐγένετο τὸ πλάσμα· Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Πάλιν ἠθέλησε τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσενεγκεῖν, καὶ εὐθέως λόγον εἶπε, καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, καὶ οὐκ ἐδεήθη προσευχῆς, καίτοι γε πάντας τοὺς μετὰ τὸν Ἀδὰμ κωλύσας ἦν ὁ Χριστὸς ἐξ ἐκείνης τῆς εἰσόδου· ἔθηκε γὰρ τὴν φλογίνην ῥομφαίαν φυλάττειν τὸν παράδεισον. Ἀλλ' αὐθεντίᾳ Χριστὸς τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε. Λῃστὴν, ∆έσποτα, εἰσάγεις εἰς τὸν παράδεισον; Ὁ Πατὴρ ὁ σὸς διὰ μόνην ἁμαρτίαν τὸν Ἀδὰμ ἐξήγαγεν ἐκ τοῦ παραδείσου, καὶ σὺ τὸν λῃστὴν εἰσάγεις, τὸν μυρίοις κακοῖς καὶ μυρίαις παρανομίαις ὑπεύθυνον; καὶ ἁπλῶς οὕτω διὰ μίαν φωνὴν εἰς τὸν παράδεισον αὐτὸν εἰσάγεις; Ναί· οὔτε γὰρ ἐκεῖνο χωρὶς ἐμοῦ γέγονεν, οὔτε τοῦτο χωρὶς τοῦ Πατρός μου· ἀλλὰ καὶ τοῦτο [PG48.783] ἐμὸν, κἀκεῖνο τοῦ Πατρός μου. Ἐγὼ γὰρ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.

γʹ. Καὶ ἵνα ἴδῃς, ὅτι οὐκ ἐγένετο προσευχῆς ἔργον τὸ ἀναστῆναι τὸν νεκρὸν, ἄκουσον τῆς προσ-ευχῆς. Τί γάρ φησιν; Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου. Τί οὖν; τοῦτο προσευχῆς εἶδός ἐστι, τοῦτο τύπος ἱκεσίας; Εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ, φησὶν, ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Εἰ οὖν οἶδας, ὦ Κύριε, ὅτι πάντοτέ σου ἀκούει ὁ Πατὴρ, τί λοιπὸν περὶ ὧν οἶδας παρενοχλεῖς; Ἐγὼ μὲν, φησὶν, οἶδα ὅτι πάντοτέ μου ἀκούει ὁ Πατὴρ, Ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα γνῶσι πάντες, ὅτι σύ με ἀπέστειλας. Μή τι διὰ τὸν νεκρὸν προσηύξατο; μὴ ἱκέτευσεν ἵνα ἀναστῇ ὁ Λάζαρος; μὴ εἶπε· Πάτερ, κέλευσον τὸν θάνατον ὑπακοῦσαι; μὴ εἶπε, Πάτερ, κέλευσον τῷ ᾅδῃ, μὴ τὰς πύλας ἀποκλείσῃ, ἀλλὰ προθύμως τὸν νεκρὸν ἀποδοῦναι; Ἀλλὰ διὰ τὸν περιεστῶτα τοῦτον ὄχλον εἶπον, φησὶν, ἵνα γνῶσι πάντες, ὅτι σύ με ἀπέστειλας. Οὐκοῦν οὐκ ἔστι τὸ γινόμενον σημεῖον, ἀλλὰ κατήχησις τῶν παρόντων. Εἶδες πῶς οὐκ ἐγένετο ἡ προσευχὴ διὰ τὸν νεκρὸν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους, ἵνα γνῶσι, φησὶν, ὅτι σύ με ἀπέστειλας. Καὶ πῶς ἔχομεν γνῶναι, φησὶν, ὅτι αὐτός σε ἀπέστειλε;

Πρόσεχε, παρακαλῶ, μετὰ πάσης ἀκριβείας. Ἰδοὺ, φησὶ, μετὰ τῆς ἐμῆς αὐθεντίας καλῶ τὸν νεκρόν· ἰδοὺ τῇ οἰκείᾳ ἐξουσίᾳ ἐπιτάττω τῷ θανάτῳ· καλῶ τὸν Πατέρα πατέρα· καλῶ καὶ τὸν Λάζαρον ἐκ τοῦ τάφου. Εἰ οὐκ ἔστι τὸ πρῶτον ἀληθὲς, μηδὲ τοῦτο γενέσθω· εἰ δὲ ἀληθῶς ὁ Πατὴρ πατὴρ, ὑπακουέτω καὶ ὁ νεκρὸς πρὸς διδασκαλίαν τῶν παρόντων. Τί γὰρ ὁ Χριστὸς ἔλεγε; Λάζαρε, δεῦρο ἔξω. Ὅτε γέγονεν ἡ προσευχὴ, οὐκ ἀνέστη ὁ νεκρός· ἀλλ' ὅτε εἶπε, Λάζαρε, δεῦρο ἔξω, τότε ἀνέστη ὁ νεκρός. Ὢ τυραννὶς τοῦ θανάτου· ὢ τυραννὶς τῆς δυνάμεως ἐκείνης τῆς κατεχούσης τὴν ψυχήν· ὢ ᾅδη, προσευχὴ γέγονε, καὶ οὐκ ἀπολύεις τὸν νεκρόν; Οὐχὶ, φησί. ∆ιὰ τί; Ὅτι οὐ προσετάχθην. ∆έσμιός εἰμι αὐτόθι κατέχων τὸν ὑπεύθυνον· [PG48.784] ἐὰν μὴ προσταχθῶ, φησὶν, οὐκ ἀπολύω· ἡ γὰρ προσευχὴ, φησὶν, οὐ δι' ἐμὲ γέγονεν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους. Ἐγὼ γὰρ, ἐὰν μὴ προσταχθῶ, οὐκ ἀπολύω τὸν ὑπεύθυνον· ἀναμένω τὴν φωνὴν, ἵνα ἀπολύσω τὴν ψυχήν. Λάζαρε, δεῦρο ἔξω.

Ἤκουσε τοῦ δεσποτικοῦ προστάγματος ὁ νεκρὸς, καὶ εὐθέως τοῦ θανάτου τοὺς νόμους παρέλυσεν. Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ, καὶ ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς. Καὶ γὰρ ἀπέδειξεν ὁ λόγος, ὅτι οὐ διὰ τὴν τοῦ νεκροῦ ἀνάστασιν γέγονεν ἡ προσευχὴ, ἀλλὰ διὰ τὴν τῶν τότε παρόντων ἀπίστων ἀσθένειαν. Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τί ὀνομαστὶ τὸν νεκρὸν ἐκάλεσε; ∆ιὰ τί; Ἵνα μὴ τὴν φωνὴν ἀπολελυμένην εἰς τοὺς νεκροὺς ἀποτείνας, πάντας τοὺς ἐν τοῖς τάφοις ἐγείρῃ, διὰ τοῦτό φησι, Λάζαρε, δεῦρο ἔξω. Σὲ μόνον ἐπὶ τοῦ παρόντος τέως ἀνακαλοῦμαι ὄχλου, ἵνα διὰ τοῦ μέρους καὶ τὴν τῶν μελλόντων ἐπιδείξω δύναμιν· ὁ γὰρ ἕνα ἐγείρας ἐγὼ, τὴν οἰκουμένην ἀνιστῶ· Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ νεκρὸς δεδεμένος κειρίαις. Ὢ τῶν παραδόξων πραγμάτων· ὁ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου λύσας, ὁ τὰς πύλας τοῦ ᾅδου διαῤῥήξας, ὁ πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συντρίψας, καὶ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου ἐλευθερώσας, οὐκ ἠδύνατο καὶ τὰς κειρίας λῦσαι τοῦ νεκροῦ;

Ναὶ, ἠδύνατο· ἀλλὰ κελεύει τοῖς Ἰουδαίοις λῦσαι τὰς κειρίας, ἃς αὐτοὶ πρότερον ἐν-ταφιάζοντες ἔσφιγξαν, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνώσωσι τὰ γνωρίσματα, ἵνα τῇ πείρᾳ μάθωσιν, ἐξ ὧν ἔπραξαν, ὅτι Λάζαρός ἐστιν ὁ παρ' αὐτῶν ἐνταφιασθεὶς, καὶ Χριστός ἐστιν ὁ κατ' εὐδοκίαν τοῦ Πατρὸς παραγενόμενος εἰς τὸν κόσμον, ὁ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Source 1: Patrologiae Cursus Completus, Series Graeca, ed. J.-P. Migne, Paris, 1857–1866, vol. 50, col. 641–643.

Source 2: Patrologiae Cursus Completus, Series Graeca, ed. J.-P. Migne, Paris, 1857–1866, vol. 48, col. 779–784.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

25
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать