V Οικουμενική Σύνοδος (553)
V Οικουμενική Σύνοδος (553)

V Οικουμενική Σύνοδος - II Σύνοδος της Κωνσταντινούπολης, 553, 165 επίσκοποι

  • Καταδίκη του Ωριγένη. Καταδίκασε τον Ωριγένη και την εσφαλμένη διδασκαλία του για την οριστικότητα των βασάνων της κόλασης και την τελική σωτηρία όλων γενικά.

  • Καταδίκη των συγγραμμάτων του:

    • Θεόδωρος της Μοψουτίας (ο ίδιος καταδικάστηκε επίσης ως δάσκαλος του Νεστορίου),

    • Ίβα της Έδεσσας (ύποπτος για τον νεστοριανισμό),

    • Θεοδώρητος του Κύρου (κριτική της διδασκαλίας του αγίου Κυρίλλου Αλεξανδρείας).

ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ ΤΗΣ ΕΝ ΤΡΟΥΛΛΩ ΠΕΝΘΕΚΤΗΣ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΚΑΝΟΝΕΣ ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ (691/2 μ.Χ.)

Κανὼν 1: Τάξις ἀρίστη παντὸς ἀρχομένου καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι καὶ εἰς Θεὸν ἀναπαύεσθαι, κατὰ τὴν θεολόγον φωνήν. Ὅθεν, καὶ τῆς εὐσεβείας ὑφ’ ἡμῶν ἤδη διαπρυσίως κηρυττομένης, καὶ τῆς Ἐκκλησίας, ἐφ’ ᾗ Χριστὸς τεθε­μελίωται, διηνεκῶς αὐξανούσης καὶ προκοπτούσης, ὡς τῶν τοῦ Λιβάνου κέδρων ταύτην ὑπερεκτείνεσθαι· καὶ νῦν, ἀρχὴν τῶν ἱερῶν ποιούμενοι λόγων χάριτι θείᾳ, ὁρίζομεν, ἀκαινοτόμητόν τε καὶ ἀπαράτρωτον φυλάττειν τὴν παραδοθεῖσαν ἡμῖν πίστιν ὑπό τε τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ Λόγου, τῶν θεοκρίτων Ἀποστόλων· ἔτι δὲ καὶ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων ἐπὶ Κωνσταντίνου τοῦ γενομένου ἡμῶν βα­σιλέως, κατ’ Ἀρείου τοῦ δυσσεβοῦς καὶ τῆς παρ’ αὐτοῦ δογματισθείσης ἐθνικῆς ἑτεροθεΐας, ἢ πολυ­θεΐας, εἰπεῖν οἰκειότερον· οἳ τῇ ὁμογνωμοσύνῃ τῆς πίστεως τὸ ὁμοούσιον ἡμῖν ἐπὶ τῶν τριῶν τῆς θεαρχικῆς φύσεως ὑποστάσεων ἀπεκάλυψάν τε καὶ διετράνωσαν, μὴ ἐπικεκρύφθαι τῷ μοδίῳ τῆς ἀγνωσίας τοῦτο παραχωρήσαντες, ἀλλὰ τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα προσκυνεῖν μιᾷ προσκυνήσει τοὺς πιστοὺς ἀνα­φανδὸν ἐκδιδάξαντες· καὶ τήν τε τῶν ἀνίσων βαθμῶν τῆς θεότητος δόξαν καθε­λόντες καὶ διασπάσαντες, τά τε ὑπὸ τῶν αἱρετικῶν συστάντα ἐκ ψάμμου κατὰ τῆς ὀρθοδοξίας μειρακιώδη ἀθύρματα καταβαλόντες καὶ ἀνατρέψαντες.

Ὡσαύτως δὲ καὶ τὴν ἐπὶ τοῦ μεγάλου Θεοδοσίου, τοῦ γενομένου ἡμῶν βασιλέως, ὑπὸ τῶν ἐν ταύτῃ τῇ βασιλίδι πόλει συναχθέντων ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων κηρυχθεῖσαν πίστιν κρατύνομεν, τὰς θεολόγους φωνὰς ἀσπαζόμενοι, καὶ τὸν βέβηλον Μακεδόνιον τοῖς προτέροις ἐχθροῖς τῆς ἀληθείας συνεξελαύνοντες, ὡς δοῦλον τὸ δεσπόζον αὐθαδῶς δοξάσαι τολμήσαντα, καὶ σχίσαι τὴν ἄτμητον μονάδα λῃστρι­κῶς προελόμενον, ὡς ἂν μὴ ἐντελὲς ἡμῖν τὸ τῆς ἐλπίδος εἴη μυστήριον, τῷ βδελυρῷ τούτῳ καὶ κατὰ τῆς ἀληθείας λυττήσαντι, καὶ Ἀπολλινάριον, τὸν τῆς κακίας μύστην, συγκατακρίναντες, ὃς ἄνουν καὶ ἄψυχον τὸν Κύριον ἀνειληφέναι σῶμα δυσσεβῶς ἐξηρεύξατο, ἐντεῦθεν καὶ οὗτος ἀτελῆ τὴν σωτηρίαν ἡμῖν γενέσθαι συλλογιζόμενος.

Ἀλλὰ μὴν καὶ τὰ παρὰ τῶν ἐν τῇ Ἐφεσίων πόλει τὸ πρότερον συναχθέντων ἐπὶ Θεοδοσίου, τοῦ υἱοῦ Ἀρκαδίου, γενομένου ἡμῶν βασιλέως, διακο­σίων θεοφόρων Πατέρων ἐκτεθέντα διδάγματα, ὡς κράτος ἀρραγὲς τῆς εὐσε­βείας ἐπισφραγίζομεν, ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ σαρκωθέντα κηρύττοντες, καὶ τὴν αὐτὸν ἀσπόρως τεκοῦσαν ἄχραντον ἀειπάρθενον κυρίως καὶ κατὰ ἀλή­θειαν Θεοτόκον δοξάζοντες, καὶ τὴν ληρώδη τοῦ Νεστορίου διαίρεσιν ὡς ἀπῳ­κισμένην θείας μοίρας ἀποδιώκοντες, ἄνθρωπον ἰδικῶς καὶ Θεὸν ἰδικῶς τὸν ἕνα Χριστὸν δογματίζοντος καὶ τὴν ἰουδαϊκήν ἀνανεοῦντος δυσσέβειαν.

Οὐ μὴν ἀλλὰ καὶ τὴν ἐν Χαλκηδονέων μητροπόλει ἐπὶ Μαρκιανοῦ, καὶ αὐτοῦ γενομένου ἡμῶν βασιλέως, τῶν ἑξακοσίων τριάκοντα θεοκρίτων Πατέρων στηλογραφηθεῖσαν πίστιν ὀρθοδόξως ἐπικυροῦμεν, ἥτις τὸν ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ δύο συντεθέντα τῶν φύσεων καὶ ἐν δύο ταῖς αὐταῖς δοξαζόμενον φύσεσι μεγαλοφώνως τοῖς πέρασι τῆς γῆς παραδέδωκε, καὶ Εὐτυχέα τὸν ματαιόφρονα, τὸν δοκήσει τὸ μέγα τῆς οἰκονομίας μυστήριον τελεσθῆναι ἀποφηνάμενον, ὡς ἀποτρόπαιόν τι καὶ μίασμα τῶν ἱερῶν τῆς Ἐκκλησίας περιβόλων ἐξήλασε, σὺν αὐτῷ δὲ καὶ Νεστόριον καὶ Διόσκορον, τὸν μέν τῆς διαιρέσεως, τὸν δέ τῆς συγχύσεως καὶ ὑπερασπιστήν τε καὶ πρόμαχον, τοὺς ἐκ διαμέτρου τῆς ἀσεβείας πρὸς ἓν ἐκπεπτωκότας ἀπωλείας καὶ ἀθεότητος βάραθρον.

Ἀλλά γε καὶ τὰς εὐσεβεῖς φωνὰς τῶν ἑκατὸν ἑξήκοντα πέντε θεοφόρων Πατέρων, τῶν κατὰ ταύτην τὴν βασιλίδα συναγηγερμένων πόλιν ἐπὶ Ἰουστινιανοῦ, τοῦ τῆς εὐσεβοῦς λήξεως γενομένου ἡμῶν βασιλέως, ὡς ὑπὸ τοῦ Πνεύματος ἐξενεχθείσας γινώσκομεν, καὶ τοὺς μεθ’ ἡμᾶς ἐκδιδάσκομεν· οἵ Θεόδω­ρον τὸν Μοψουεστίας, τὸν Νεστορίου διδάσκαλον, Ὠριγένην τε, καὶ Δίδυμον, καὶ Εὐάγριον, τοὺς τὰς ἑλληνι­κὰς ἀναπλασαμένους μυθοποιΐας, καὶ σωμάτων τινῶν καὶ ψυχῶν ἡμῖν περιό­δους καὶ ἀλλοιώσεις ἀναπεμπάσαντας ταῖς τοῦ νοῦ παραφοραῖς τε καὶ ὀνειρώξεσι, καὶ εἰς τὴν τῶν νεκρῶν δυσσεβῶς ἐμπαροινήσαντας ἀναβίωσιν, τά τε γραφέντα παρὰ Θεοδωρήτου κατὰ τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφα­λαίων τοῦ μακαρίου Κυρίλλου, καὶ τὴν λεγομένην Ἴβα ἐπιστολήν, συνοδικῶς ἀνεθεμάτισάν τε καὶ ἐβδελύξαντο.

Καὶ τὴν ὑπὸ τῆς ἔναγχος συναθροισθείσης κατὰ ταύτην τὴν βασιλίδα πόλιν, ἐπὶ τοῦ ἐν θείᾳ τῇ λήξει γενομένου ἡμῶν βασιλέως Κωνσταντίνου ἕκτης ἁγίας συνόδου πίστιν, ἢ μειζόνως τὸ κύρος ἐδέξατο δι’ ὧν ὁ εὐσεβὴς βασιλεὺς σφραγῖσι τοὺς ταύτης τόμους κατησφαλίσατο πρὸς τὴν ἐν τῷ παντὶ αἰῶνι ἀσφά­λειαν, καὶ αὖθις ὁμολογοῦμεν φυλάττειν ἀπαρεγχείρητον· ἥ δύο φυσικὰς θελήσεις, ἤτοι θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ, δοξάζειν ἡμᾶς θεοφιλῶς διεσάφησε, τοὺς τὸ εὐθὲς τῆς ἀληθείας δόγμα παραχαράξαντας, καὶ ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ ἑνὸς Κυρίου τοῦ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ τοὺς λαοὺς ἐκδιδάξαντας, τῇ τῆς εὐσεβείας ψήφῳ καταδικάσασα, φαμὲν Θεόδωρον τὸν τῆς Φαράν, Κῦρον τὸν Ἀλεξανδρείας, Ὁνώῥιον τὸν Ῥώμης, Σέργιον, Πύρρον, Παῦλον, Πέτρον, τοὺς ἐν ταύτῃ τῇ θεοφυλάκτῳ προεδρεύσαντας πόλει, Μακάριον, τὸν γενόμενον τῆς Ἀντιοχέων ἐπίσκοπον, Στέφανον τὸν αὐτοῦ μαθητήν, καὶ τὸν ἄφρονα Πολυχρόνιον, ἐντεῦθεν ἀνέπαφον τηροῦσα τὸ κοινὸν σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Καὶ συνελόντα φάναι, πάντων τῶν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαπρεψάντων ἀνδρῶν, οἵ γεγόνασι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τὴν πίστιν κρατεῖν βεβαίαν καὶ μέχρι συντελείας τοῦ αἰῶνος ἀσάλευτον διαμένειν θεσπίζομεν, καὶ τὰ αὐτῶν θεοπαράδοτα συγγράμματά τε καὶ δόγματα, πάντας ἀπο­βαλλόμενοί τε καὶ ἀναθεματίζοντες, οὕς ἀπέβαλον καὶ ἀνεθεμάτισαν, ὡς τῆς ἀληθείας ἐχθροὺς καὶ κατὰ Θεοῦ φρυαξαμένους κενὰ καὶ ἀδικίαν εἰς ὕψος ἐκμε­λετήσαντας.

Εἰ δέ τις τῶν ἁπάντων μὴ τὰ προειρημένα τῆς εὐσεβείας δόγματα κρατοῖ καὶ ἀσπάζοιτο, καὶ οὕτω δοξάζοι τε καὶ κηρύττοι, ἀλλ’ ἐξ ἐναντίας ἰέναι τούτων ἐπιχειροῖ, ἔστω ἀνάθεμα, κατὰ τὸν ἤδη ἐκτεθέντα ὅρον ὑπὸ τῶν προδηλωθέντων ἁγίων καὶ μακαρίων Πατέρων, καὶ τοῦ χριστιανικοῦ καταλόγου ὡς ἀλλότριος ἐξωθείσθω καὶ ἐκπιπτέτω. Ἡμεῖς γὰρ οὔτε προστιθέναι τι, οὔτε μὴ ἀφαι­ρεῖν, κατὰ τὰ προορισθέντα, παντελῶς διεγνώκαμεν, ἢ καθ ὁντιναοῦν δεδυνήμεθα λόγον.

Κανὼν 2: Ἔδοξε δὲ καὶ τοῦτο τῇ ἁγίᾳ ταύτῃ συνόδῳ κάλλιστά τε καὶ σπουδαιότατα, ὥστε μένειν καὶ ἀπὸ τοῦ νῦν βεβαίους καὶ ἀσφαλεῖς, πρὸς ψυχῶν θεραπείαν καὶ ἰατρείαν παθῶν, τοὺς ὑπὸ τῶν πρὸ ἡμῶν ἁγίων καὶ μακαρίων Πατέρων δεχθέντας καὶ κυρω­θέντας, ἀλλὰ μὴν καὶ παραδοθέντας ἡμῖν ὀνόματι τῶν ἁγίων καὶ ἐνδόξων Ἀποστόλων ὀγδοήκοντα πέντε κανόνας. Ἐπειδὴ δ’ ἐν τούτοις τοῖς κανόσιν ἐντέ­ταλται δέχεσθαι ἡμᾶς τὰς τῶν αὐτῶν ἁγίων Ἀποστόλων διὰ Κλήμεντος Διατάξεις, αἷς τισι πάλαι ὑπὸ τῶν ἑτεροδόξων ἐπὶ λύμῃ τῆς Ἐκκλησίας νόθα τινὰ καὶ ξένα τῆς εὐσεβείας παρενετέθησαν, τὸ εὐπρεπὲς κάλλος τῶν θείων δογμάτων ἡμῖν ἀμαυ­ρώσαντα, τὴν τῶν τοιούτων Διατάξεων προσφόρως ἀποβολὴν πεποιήμεθα πρὸς τήν τοῦ χριστιανικωτάτου ποιμνίου οἰκοδομὴν καὶ ἀσφάλειαν, οὐδαμῶς ἐγκρίνοντες τὰ τῆς αἱρετικῆς ψευδολογίας κυήματα καὶ τῇ γνησίᾳ τῶν Ἀποστόλων καὶ ὁλο­κλήρῳ διδαχῇ παρενείροντες. Ἐπισφραγίζομεν δὲ καὶ τοὺς λοιποὺς πάντας ἱεροὺς κανόνας τοὺς ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἡμῶν ἐκτεθέντας, τουτέστι τῶν τε ἐν Νικαίᾳ συναθροισθέντων τριακοσίων δέκα ὀκτὼ θεοφόρων ἁγίων Πατέρων, καὶ τῶν ἐν Ἀγκύρᾳ, ἔτι μὴν καὶ τῶν ἐν Νεοκαισαρείᾳ, ὡσαύτως καὶ τῶν ἐν Γάγγραις· πρὸς τούτοις δὲ καὶ τῶν ἐν Ἀντιοχείᾳ τῆς Συρίας· ἀλλὰ μὴν καὶ τῶν ἐν Λαοδικείᾳ τῆς Φρυγίας· προσέτι καὶ τῶν ἑκατὸν πεντήκοντα, τῶν ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι συνελθόντων πόλει, καὶ τῶν διακοσίων τῶν ἐν τῇ Ἐφεσίων μητροπόλει τὸ πρότερον συναγηγερμένων, καὶ τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα ἁγίων καὶ μακαρίων Πατέρων· ὡσαύτως καὶ τῶν ἐν Σαρδικῇ, ἔτι μὴν καὶ τῶν ἐν Καρθα­γένῃ, προσέτι γε μὴν καὶ τῶν ἐν αὖθις ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει συνελθόντων ἐπὶ Νεκταρίου τοῦ τῆς βασιλίδος ταύτης πόλεως προέδρου καὶ Θεοφίλου τοῦ γενομένου Ἀλεξανδρείας ἀρχιεπισκόπου· ἀλλὰ μὴν καὶ Διονυσίου ἀρχιεπισκόπου γενομένου τῆς Ἀλεξανδρείας μεγαλοπόλεως, καὶ Πέτρου γενομένου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ μάρτυρος, καὶ Γρηγορίου ἐπισκόπου γενομένου Νεοκαισαρείας τοῦ θαυματουργοῦ, Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, Γρηγορίου ἐπισκόπου Νύσσης, Γρηγορίου τοῦ Θεολόγου, Ἀμφιλοχίου Ἰκονίου, Τιμοθέου ἀρχιεπισκόπου γενομένου Ἀλε­ξανδρείας τὸ πρότερον, Θεοφίλου ἀρχιεπισκόπου τῆς αὐτῆς Ἀλεξανδρέων μεγα­λουπόλεως, Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρείας, καὶ Γενναδίου Πατριάρχου γενομένου τῆς θεοφυλάκτου αὐτῆς καὶ βασιλίδος πόλεως· ἔτι μὴν καὶ τὸν ὑπὸ Κυπριανοῦ, τοῦ γενομένου ἀρχιε­πισκόπου τῆς Ἄφρων χώρας καὶ μάρτυρος καὶ τῆς κατ’ αὐτὸν συνόδου ἐκτεθέντα κανόνα, ὃς ἐν τοῖς τῶν προειρημένων προέδρων τόποις καὶ μόνον, κατὰ τὸ παραδοθὲν αὐτοῖς ἔθος, ἐκράτησε· καὶ μηδενὶ ἐξεῖναι τοὺς προδηλωθέντας παραχα­ράττειν κανόνας ἢ ἀθετεῖν, ἢ ἑτέρους παρὰ τοὺς προκειμένους παραδέχεσθαι κανόνας, ψευδεπιγράφως ὑπό τινων συντεθέντας, τῶν τὴν ἀλήθειαν καπηλεύειν ἐπιχειρησάντων. Εἰ δέ τις ἁλῷ κανόνα τινὰ τῶν εἰρήμενων καινοτομῶν, ἢ ἀνα­τρέπειν ἐπιχειρῶν, ὑπεύθυνος ἔσται κατὰ τὸν τοιοῦτον κανόνα, ὡς αὐτὸς διαγορεύει, τὴν ἐπιτιμίαν ἐδεχόμενος, καὶ δι’ αὐτοῦ ἐν ᾧ περ πταίει θεραπευόμενος[1].

Κανὼν 6: Ἐπειδὴ παρὰ τοῖς ἀποστολικοῖς κανόσιν[2] εἴρηται, τῶν εἰς κλῆρον προαγομένων ἀγάμων, μόνους ἀναγνώστας καὶ ψάλτας γαμεῖν, καὶ ἡμεῖς τοῦτο παραφυλάττοντες, ὁρίζομεν, ἀπὸ τοῦ νῦν μηδαμῶς ὑποδιάκονον ἢ διάκονον ἢ πρεσβύτερον, μετὰ τὴν ἐπ’ αὐτῷ χειροτονίαν, ἔχειν ἄδειαν, γαμικὸν ἑαυτῷ συνιστᾷν συνοικέσιον. Εἰ δὲ τοῦτο τολμήσοι ποιῆσαι, καθαιρείσθω. Εἰ δὲ βούλοιτό τις τῶν εἰς κλῆρον προσερχο­μένων γάμου νόμῳ συνάπτεσθαι γυναικί, πρὸ τῆς τοῦ ὑποδιακόνου ἢ διακόνου ἢ πρεσβυτέρου χειροτονίας τοῦτο πραττέτω.

Κανὼν 11: Μηδεὶς τῶν ἐν ἱερατικῷ καταλεγομένων τάγματι ἢ λαϊκὸς τὰ παρὰ τῶν Ἰουδαίων ἄζυμα[3] ἐσθιέτω ἢ τούτοις προσοικειούσθω...

Κανὼν 12: Καὶ τοῦτο δὲ εἰς γνῶσιν ἡμετέραν ἦλθεν, ὡς ἔν τε τῇ Ἀφρικῇ καὶ Λιβύῃ καὶ ἑτέ­ροις τόποις, οἱ τῶν ἐκεῖσε θεοφιλέστατοι πρόεδροι συνοικεῖν ταῖς ἰδίαις γαμεταῖς καὶ μετὰ τὴν ἐπ’ αὐτοῖς προελθοῦσαν χειροτονίαν οὐ παραιτοῦνται, πρόσκομμα τοῖς λαοῖς τιθέντες καὶ σκάνδαλον. Πολλῆς οὖν ἡμῖν σπουδῆς οὔσης, τοῦ πάντα πρὸς ὠφέ­λειαν ὑπὸ χεῖρα ποιμνίων διαπράττεσθαι, ἔδοξεν ὥστε μηδαμῶς τὸ τοιοῦτον ἀπὸ τοῦ νῦν γίνεσθαι. Τοῦτο δέ φαμεν οὐκ ἐπ’ ἀθετήσει ἢ ἀνατροπῇ τῶν ἀποστο­λικῶς προνενομοθετημένων[4], ἀλλὰ τῆς σωτηρίας καὶ τῆς ἐπὶ τὸ κρεῖττον προκοπῆς τῶν λαῶν προμηθούμενοι, καὶ τοῦ μὴ δοῦναι μῶμόν τινα κατὰ τῆς ἱερατικῆς κατά­στα­σεως. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος, «πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· ἀπρόσκοπτοι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ»[5]. Εἰ δέ τις φωραθείη τὸ τοιοῦτον πράττων, καθαιρείσθω[6].

Κανὼν 13: Ἐπειδὴ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἐν τάξει κανόνος παραδεδόσθαι διέγνωμεν, τοὺς μέλ­λοντας διακόνου ἢ πρεσβυτέρου χειροτονίας ἀξιοῦσθαι καθομολογεῖν, ὡς οὐκέτι ταῖς αὐτῶν συνάπτονται γαμεταῖς· ἡμεῖς τῷ ἀρχαίῳ ἐξακολουθοῦντες κανόνι τῆς ἀποστολικῆς ἀκριβείας καὶ τάξεως, τὰ τῶν ἱερῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια καὶ ἀπὸ τοῦ νῦν ἐρρῶσθαι βουλόμεθα, μηδαμῶς αὐτῶν τὴν πρὸς γαμετὰς συνά­φειαν διαλύοντες, ἢ ἀποστεροῦντες αὐτοὺς τὴν πρὸς ἀλλήλους κατὰ καιρὸν τὸν προσήκοντα ὁμιλίας. Ὥστε, εἴ τις ἄξιος εὑρεθείη πρὸς χειροτονίαν ὑποδιακόνου ἢ διακόνου ἢ πρεσβυτέρου, οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τοιοῦτον βαθμὸν ἐμβιβάζεσθαι, γαμετῇ συνοικῶν νομίμῳ· μήτε μὴν ἐν τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω ὁμολογεῖν, ὡς ἀποστήσεται τῆς νομίμου πρὸς τὴν οἰκείαν γαμετὴν ὁμιλίας, ἵνα μὴ ἐντεῦθεν τὸν ἐκ Θεοῦ νομοθετηθέντα καὶ εὐλογηθέντα τῇ αὐτοῦ παρουσίᾳ γάμον καθυβρίζειν ἐκβιασθῶμεν, τῆς τοῦ Εὐαγγελίου φωνῆς βοώσης, «οὓς ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω», καὶ τοῦ Ἀποστόλου δι­δάσκοντος, «τίμιον τὸν γάμον ἐν πᾶσι καὶ τὴν κοίτην ἀμίαντον» καί, «δέδεσαι γυναικί, μὴ ζήτει λύσιν». Εἴ τις οὖν τολμήσῃ, παρὰ τοὺς ἀποστολικοὺς κανόνας κινούμενος, τινὰ τῶν ἱερωμένων, πρεσβυτέρων, φαμὲν ἢ διακόνων ἢ ὑποδιακόνων, ἀποστερεῖν τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας καὶ κοινωνίας, καθαιρείσθω· ὡσαύτως καὶ εἴ τις πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυναῖκα προφάσει εὐλαβείας ἐκβάλλοι, ἀφοριζέσθω, ἐπιμένων δέ, καθαιρείσθω.

Κανὼν 21: Οἱ ἐπ’ ἐγκλήμασι κανονικοῖς ὑπεύθυνοι γινόμενοι, καὶ διὰ τοῦτο παντελεῖ τε καὶ διηνεκεῖ καθαιρέσει ὑποβαλλόμενοι καὶ ἐν τῷ τῶν λαϊκῶν ἀπωθούμενοι τόπῳ, εἰ μὲν ἑκουσίως πρὸς ἐπιστροφὴν ὁρῶντες ἀθετοῦσι τὴν ἁμαρτίαν, δι’ ἣν τῆς χάριτος ἐκπεπτώκασι, καὶ ταύτης τέλεον ἀλλοτρίους ἑαυτοὺς καθιστῶσι, τῷ του κλήρου κειρέσθωσαν σχήματι, εἰ δὲ μὴ τοῦτο αὐθαιρέτως αἱρήσονται, καθάπερ οἱ λαϊκοί, τὴν κόμην ἐπιτρεφέτωσαν, ὡς τὴν ἐν κόσμῳ ἀναστροφὴν τῆς οὐρανίου ζωῆς προτι­μήσαντες.

Κανὼν 32: Ἐπειδὴ εἰς γνῶσιν ἡμετέραν ᾖλθεν, ὡς ἐν τῇ τῶν Ἀρμενίων χώρᾳ οἶνον μόνον ἐν τῇ ἱερᾷ τραπέζῃ προσάγουσιν, ὕδωρ αὐτῷ μὴ μιγνύντες οἱ τὴν ἀναίμακτον θυσίαν ἐπι­τε­λοῦντες, προτιθέμενοι τὸν τῆς Ἐκκλησίας διδάσκαλον Ἰωάννην τὸν Χρυσόστομον, φάσκοντα διὰ τῆς εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἑρμηνείας, ταῦτα· «τίνος ἕνε­κεν οὐχ ὕδωρ ἔπιεν ἀναστάς, ἀλλ’ οἶνον; ἄλλην αἵρεσιν πονηρὰν πρόρριζον ἀνα­σπῶν· ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκεν, οἶνον παρέδωκεν, καὶ ἡνίκα ἀναστάς, χωρὶς μυστηρίων καὶ ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐχρεῖτο, «ἐκ τοῦ γεννήματος, φησί, τῆς ἀμπέλου»· ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ»[7]. Ἐκ τούτου τε τὸν διδάσκαλον οἴονται ἀνατρέπειν τήν τοῦ ὕδα­τος ἐν τῇ ἱερᾷ θυσίᾳ προσαγωγήν. Ὡς ἂν μὴ καὶ ἀπὸ τοῦ νῦν κατέχοιντο τῇ ἀγνοίᾳ, τήν τοῦ Πατρὸς διάνοιαν ὀρθοδόξως ἀποκαλύπτομεν. Τῆς γὰρ πονηρᾶς τῶν Ὑδροπαραστατῶν αἱρέσεως παλαιᾶς ὑπαρχούσης, οἳ ἀντὶ οἴνου μόνῳ τῷ ὕδατι ἐν τῇ οἰκείᾳ θυσίᾳ κέχρηνται, ἀνασκευάζων οὗτος ὁ θεοφόρος ἀνὴρ τὴν παράνομον τῆς τοιαύτης αἱρέσεως διδαχήν, καὶ δεικνὺς ὡς ἐξ ἐναντίας τῆς ἀποστολικῆς ἵενται παραδόσεως, τὸν εἰρημένον κατεσκεύασε λόγον. Ἐπεί καὶ τῇ κατ’ αὐτὸν ἐκκλησίᾳ, ἔνθα τὴν ποιμαντικὴν ἐνεχειρίσθη ἡγεμονίαν, ὕδωρ οἴνῳ μίγνυσθαι παρέδωκεν, ἡνίκα τὴν ἀναίμακτον θυσίαν ἐπιτελεῖσθαι δεήσειε, τὴν ἐκ τῆς τιμίας πλευρᾶς τοῦ λυτρωτοῦ ἡμῶν καὶ Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἐξ αἵματος καὶ ὕδατος κρᾶσιν πα­ρα­δεικνύς, ἥτις εἰς ζωοποίησιν παντὸς τοῦ κόσμου ἐξεχύθη καὶ ἁμαρτιῶν ἀπολύ­τρωσιν. Καὶ κατὰ πᾶσαν δὲ ἐκκλησίαν, ἔνθα οἱ πνευματικοὶ φωστῆρες ἐξέλαμψαν, ἡ θεόσδοτος αὕτη τάξις κρατεῖ. Καὶ γὰρ καὶ Ἰάκωβος ὁ κατὰ σάρκα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀδελφός, ὃς τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας πρῶτος τὸν θρόνον ἐνεπιστεύθη, καὶ Βασίλειος ὁ τῆς Καισαρέων ἀρχιεπίσκοπος, οὗ τὸ κλέος κατὰ πᾶσαν τὴν οἰκουμένην διέδραμεν, ἐγγράφως τὴν μυστικὴν ἡμῖν ἱερουργίαν παραδε­δωκότες, οὕτω τελειοῦν ἐν τῇ θείᾳ λειτουργίᾳ ἐξ ὕδατός τε καὶ οἴνου τὸ ἱερὸν ποτή­ριον ἐκδεδώκασι. Καὶ οἱ ἐν Καρθαγένῃ συναχθέντες ὅσιοι Πατέρες οὕτω ῥητῶς ἐπεμνήσθησαν, ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παραδέδωκε, τουτέστιν ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου. Εἴ τις οὖν ἐπίσκοπος ἢ πρεσβύτερος μὴ κατὰ τὴν παραδο­θεῖσαν ὑπὸ τῶν Ἀποστόλων τάξιν ποιεῖ, καὶ ὕδωρ οἴνῳ μιγνύς, οὕτω τὴν ἄχραντον προσάγει θυσίαν, καθαιρείσθω, ὡς ἀτελῶς τὸ μυστήριον ἐξαγγέλλων, καὶ καινίζων τὰ παραδεδομένα.

Κανὼν 36: Ἀνανεούμενοι τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων, τῶν ἐν τῇ θεοφυ­λάκτῳ ταύτῃ καὶ βασιλίδι πόλει συνελθόντων, καὶ τῶν ἑξακοσίων τριάκοντα, τῶν ἐν Χαλκηδόνι συναθροισθέντων νομοθετηθέντα, ὁρίζομεν, ὥστε τὸν Κωνοταντι­νου­πόλεως θρόνον τῶν ἴσων ἀπολαύειν πρεσβείων τοῦ τῆς πρεσβυτέρας Ῥώμης θρόνου, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, ὡς ἐκεῖνον μεγαλύνεσθαι πράγμασι, δεύτερον μετ’ ἐκεῖνον ὑπάρχοντα· μεθ’ ὃν ὁ τῆς Ἀλεξανδρέων μεγαλουπόλεως ἀριθμείσθω θρόνος, εἴτα ὁ τῆς Ἀντιοχείας, καὶ μετὰ τοῦτον ὁ τῆς Ἱεροσολυμιτῶν πόλεως[8].

Κανὼν 38: Τὸν ἐκ τῶν Πατέρων ἡμῶν τεθέντα κανόνα καὶ ἡμεῖς παραφυλάττομεν, τὸν οὕτω διαγορεύοντα· «εἴ τις ἐκ βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις, ἢ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις καὶ ἡ τῶν ἐκκλησιαστικῶν πραγμάτων τάξις ἀκολουθείτω»[9].

Κανὼν 52: Ἐν πάσαις ταῖς τῆς ἁγίας Τεσσαρακοστῆς τῶν νηστειῶν ἡμέραις, παρεκτὸς Σαββάτου καὶ Κυριακῆς καὶ ἁγίας τοῦ Εὐαγγελισμοῦ ἡμέρας, γινέσθω ἡ τῶν προηγιασμένων ἱερὰ λειτουργία.

Κανὼν 55: Ἐπειδὴ μεμαθήκαμεν, τοὺς ἐν τῇ Ῥωμαίων πόλει, ἐν ταῖς ἁγίαις τῆς Τεσσαρακοστῆς νηστείαις, τοῖς ταύτης Σάββασι νηστεύειν, παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξε τῇ ἁγίᾳ Συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἀπα­ρασαλεύτως τὸν κανόνα τὸν λέγοντα· εἴ τις κληρικός εὑρεθείη τῇ ἁγίᾳ Κυ­ρια­κῇ νηστεύων ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω[10].

Κανὼν 56: Ὡσαύτως μεμαθήκαμεν ἔν τε τῇ Ἀρμενίων χώρᾳ καὶ ἐν ἑτέροις τόποις, ἐν τοῖς Σάβ­βασι, καὶ ἐν ταῖς Κυριακαῖς τῆς ἁγίας Τεσσαρακοστῆς ᾠὰ καὶ τυρὸν ἐσθίειν τινάς. Ἔδοξε τοίνυν καὶ τοῦτο, ὥστε τὴν κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ Ἐκκλη­σίαν, μιᾷ κατακολουθοῦσαν τάξει τὴν νηστείαν ἐπιτελεῖν, καὶ ἀπέχεσθαι, ὥσπερ θυτοῦ παντοίου, οὕτω δὴ ᾠοῦ καὶ τυροῦ, ἃ καρπός εἰσι καὶ γεννήματα, ὧν ἀπεχό­μεθα. Εἰ δὲ μὴ τοῦτο παραφυλλάττοιεν, εἰ μὲν κληρικοὶ εἶεν, καθαιρείσθωσαν, εἰ δὲ λαϊκοί, ἀφοριζέσθωσαν.

Κανὼν 57: Ὅτι οὐ χρὴ ἐν τοῖς θυσιαστηρίοις μέλι καὶ γάλα προσφέρεσθαι.

Κανὼν 67: Ἡ θεία ἡμῖν Γραφὴ ἐνετείλατο, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας. Τοῖς οὖν διὰ τὴν λίχνον γαστέρα αἷμα οἱουδήποτε ζῴου τέχνῃ τινὶ κατασκευάζουσιν ἐδώ­διμον καὶ οὕτω τοῦτο ἐσθίουσι, προσφόρως ἐπιτιμῶμεν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν αἷμα ζῴου ἐσθίειν ἐπιχειρήσοι οἱῳδίτινι τρόπῳ, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω[11].

Κανὼν 70: Μὴ ἐξέστω ταῖς γυναιξὶν ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας λαλεῖν, ἀλλά, κατὰ τὴν φωνὴν Παύλου τοῦ Ἀποστόλου[12], σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάττεσθαι, καθὼς καὶ ὁ νόμος λέγει· εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῷ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν[13].

Κανὼν 72: Μὴ ἐξέστω ὀρθόδοξον ἄνδρα αἱρετικῇ συνάπτεσθαι γυναικί, μήτε μὴν αἱρετικῷ ἀνδρὶ γυναῖκα ὀρθόδοξον συζεύγνυσθαι· ἀλλ’ εἰ καὶ φανείη τι τοιοῦτον ὑπό τινος τῶν ἁπάντων γινόμενον, ἄκυρον ἡγεῖσθαι τὸν γάμον, καὶ τὸ ἄθεσμον διαλύεσθαι συ­νοι­κέσιον· οὐ γὰρ χρὴ τὰ ἄμικτα μιγνῦναι, οὐδὲ τῷ προβάτῳ λύκον συμ­πλέκεσθαι καὶ τῇ τοῦ Χριστοῦ μερίδι τὸν τῶν ἁμαρτωλῶν κλῆρον· εἰ δὲ παραβῇ τις τὰ παρ’ ἡμῶν ὁρισθέντα, ἀφοριζέσθω. Εἰ δέ τινες, ἔτι ἐν τῇ ἀπιστίᾳ τυγχάνοντες, καὶ οὔπω τῇ τῶν Ὀρθοδόξων ἐγκαταλεγέντες ποίμνῃ, ἀλλήλοις γάμῳ νομίμῳ ἡρμόσθη­σαν, εἶτα ὁ μὲν τὸ καλὸν ἐκλεξάμενος, τῷ φωτὶ τῆς ἀληθείας προσέδραμεν, ὁ δὲ ὑπὸ τοῦ τῆς πλάνης κατεσχέθη δεσμοῦ, μὴ πρὸς τὰς θείας ἀκτῖνας ἀτενίσαι ἑλόμενος, (εὐδοκεῖ δὲ τῷ πιστῷ ἡ ἄπιστος συνοικεῖν, ἢ τὸ ἔμπαλιν, ὁ ἄπιστος τῇ πιστῇ), μὴ χωριζέσθωσαν, κατὰ τὸν θεῖον Ἀπόστολον· «ἡγίασται γὰρ ὁ ἄπιστος ἀνὴρ ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ ἄπιστος γυνὴ ἐν τῷ ἀνδρί»[14].

Κανὼν 79: Ἀλόχευτον τὸν ἐκ τῆς Παρθένου θεῖον τόκον ὁμολογοῦντες, ὡς καὶ ἀσπόρως συστάντα, καὶ παντὶ τῷ ποιμνίῳ κηρύσσοντες, τοὺς ἐξ ἀγνοίας πράττοντάς τι τῶν οὐ δεόντων, διορθώσει καθυποβάλλομεν. Ὅθεν, ἐπειδή τινες μετὰ τὴν ἡμέραν τῆς ἁγίας τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν γεννήσεως, δείκνυνται σεμίδαλιν ἕψοντες, καὶ ταύτης ἀλλήλοις μεταδιδόντες, προφάσει τιμῆς δῆθεν λοχείων τῆς ἀχράντου Παρθενομήτορος, ὁρίζομεν, μηδὲν τοιοῦτον ὑπὸ τῶν πιστῶν τελεῖσθαι. Οὐ γὰρ τιμή γε τοῦτο τῇ Παρθένῳ, τῇ ὑπὲρ νοῦν καὶ λόγον τὸν ἀχώρητον τεκούσῃ Λόγον σαρκί, ἐκ τῶν κοινῶν τε καὶ καθ’ ἡμᾶς τὰ κατά τὸν ἄφραστον αὐτῆς τόκον ὁρίζειν καὶ ὑπογράφειν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν πράττων τοιοῦτόν τι φωραθείη, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

Κανὼν 81: Ἐπειδήπερ ἔν τισι χώραις μεμαθήκαμεν, ἐν τῷ τρισαγίῳ ὕμνῳ, ἐν προσθήκης μέρει ἐκφωνεῖσθαι μετὰ τὸ «Ἅγιος ἀθάνατος», τὸ «ὁ σταυρωθεὶς δι’ ἡμᾶς ἐλέησον ἡμᾶς», τοῦτό τε ὑπὸ τῶν πάλαι ἁγίων Πατέρων, ὡς τῆς εὐσεβείας ἀλλότριον, ἐκ τοῦ τοιούτου ἀπηλάθη ὕμνου, σὺν τῷ τὴν τοιαύτην φωνὴν καινουργήσαντι παρανόμῳ αἱρετικῷ· καὶ ἡμεῖς, κυροῦντες τὰ παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν πρὶν εὐσεβῶς θεσμοθετηθέντα, ἀναθεματίζομεν τοὺς ἔτι μετὰ τὸν παρόντα ὅρον παραδεχομένους τὴν τοιαύτην φωνὴν ἐπ’ ἐκκλησίαις, ἢ ἄλλως πως τῷ τρισαγίῳ ὕμνῳ συνάπτοντας· καὶ εἰ μὲν ἱερατικός ἐστιν ὁ παραβάτης τῶν ὁρισθέντων, ἀπογυμνοῦσθαι τοῦτον τῆς ἱερατικῆς ἀξίας προστάσσομεν, εἰ δὲ λαϊκὸς ἢ μοναχός, ἀφορίζεσθαι.

Κανὼν 82: Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, τῇ ἐκκλησίᾳ παραδεδο­μένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι ὁρίζομεν, δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου, χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.

Κανὼν 83: Μηδεὶς τοῖς σώμασι τῶν τελευτησάντων τῆς εὐχαριστίας μεταδιδότω· γέγραπται γὰρ «λάβετε, φάγετε»[15]· τὰ δὲ τῶν νεκρῶν σώματα οὐδὲ λαβεῖν δύναται, οὐδὲ φαγεῖν.

Κανὼν 84: Τοῖς κανονικοῖς τῶν Πατέρων θεσμοῖς κατακολουθοῦντες, ὁρίζομεν καὶ περὶ τῶν νηπίων· ὁσάκις μὴ εὑρίσκωνται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βα­πτισθέντα εἶναι λέγοντες, καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν περὶ τῆς παραδοθείσης αὐτοῖς μυσταγωγίας ἀποκρίνασθαι ἐπιτηδείως ἔχωσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι· μή ποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστερήσῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἁγιασμοῦ καθάρσεως.

Κανὼν 90: Ταῖς Κυριακαῖς μὴ γόνυ κλίνειν ἐκ τῶν θεοφόρων ἡμῶν Πατέρων κανονικῶς παρελάβομεν, τήν τοῦ Χριστοῦ τιμῶντες ἀνάστασιν. Ὡς ἂν οὖν μὴ ἀγνοῶμεν τὸ σαφὲς τῆς τούτου παρατηρήσεως, δῆλον τοῖς πιστοῖς καθιστῶμεν, ὥστε μετὰ τὴν ἐν τῷ Σαββάτῳ ἑσπερινὴν τῶν ἱερωμένων πρὸς τὸ θυσιαστήριον εἴσοδον, κατὰ τὸ κρατοῦν ἔθος, μηδένα γόνυ κλίνειν μέχρι τῆς ἐφεξῆς κατά τὴν Κυριακὴν ἑσπέρας· καθ’ ἣν μετὰ τὴν ἐν τῷ λυχνικῷ εἴσοδον αὖθις τὰ γόνατα κάμπτοντες οὕτω τὰς εὐχὰς τῷ Κυρίῳ προσάγομεν. Τῆς γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐγέρσεως πρόδρομον τὴν μετὰ τὸ Σάββατον νύκτα παραλαμβάνοντες, τῶν ὕμνων ἐντεῦθεν πνευματικῶς ἀπαρχόμεθα, εἰς φῶς ἐκ σκότους τὴν ἑορτὴν καταλήγοντες, ὡς ἐν ὁλοκλήρῳ ἐντεῦθεν νυκτὶ καὶ ἡμέρᾳ πανηγυρίζειν ἡμᾶς τὴν ἀνάστασιν[16].

Κανὼν 95: Τοὺς προστιθεμένους τῇ Ὀρθοδοξίᾳ καὶ τῇ μερίδι τῶν σῳζομένων ἀπὸ αἱρετικῶν δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν τε καὶ συνήθειαν. Ἀρειανοὺς μὲν καὶ Μακεδονιανοὺς καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς Καθαρούς, καὶ Ἀριστε­ρούς, καὶ τοὺς Τεσσαρακαιδεκατίτας, ἤγουν Τετραδίτας, καὶ Ἀπολλιναριστάς, δεχόμεθα, διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν, ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, σφραγιζομένους, ἤτοι χριομένους πρῶτον τῷ ἁγίῳ μύρῳ τό τε μέτωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς ῥίνας καὶ τὸ στόμα καὶ τὰ ὦτα· καὶ σφραγίζοντες αὐτοὺς λέγομεν· σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου. Περὶ δὲ τῶν Παυλιανισάντων, εἶτα προσφυγόντων τῇ Καθολικῇ Ἐκκλησίᾳ, ὅρος ἐκτέθειται ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εὐνο­μιανοὺς μέντοι, τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους, καὶ Μοντανιστάς, τοὺς ἐνταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανούς, τοὺς υἱοπατορίαν δοξάζοντας καὶ ἕτερά τινα χαλεπὰ ποιοῦντας, καὶ πάσας τὰς ἄλλας αἱρέσεις, ἐπεὶ πολλοί εἰσιν ἐνταῦθα, μάλιστα οἱ ἀπὸ γῆς Γαλάτων χώρας ἐρχόμενοι, πάντας τοὺς ἀπ’ αὐτῶν θέλοντας προστίθεσθαι τῇ Ὀρθοδοξία, ὡς Ἕλληνας δεχόμεθα· καὶ τὴν πρώτην ἡμέραν ποιοῦμεν αὐτοὺς Χριστιανούς, τὴν δὲ δευτέραν κατηχουμένους· εἶτα τὴν τρίτην ἐξορκίζομεν αὐτούς, μετὰ τοῦ ἐμφυσᾶν τρίτον εἰς τὸ πρόσωπον καὶ εἰς τὰ ὦτα, καὶ οὕτω κατηχοῦμεν αὐτούς, καὶ ποιοῦμεν χρονίζειν ἐν τῇ ἐκκλησίᾳ καὶ ἀκροᾶσθαι τῶν γραφῶν, καὶ τότε αὐτοὺς βαπτίζομεν. Καὶ τοὺς Μανιχαίους δὲ καὶ τοὺς Οὐαλεντινιανοὺς καὶ Μαρκιωνιστάς, καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων προσερχομένους, ὡς Ἕλληνας δεχόμενοι, ἀναβαπτίζομεν. Νεστοριανοὺς δὲ καὶ Εὐτυχιανιστὰς καὶ Σεβη­ριανοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων, χρὴ ποιεῖν λιβέλλους καὶ ἀναθεματίζειν τὴν αἵρεσιν αὐτῶν καὶ Νεστόριον καὶ Εὐτυχέα καὶ Διόσκορον καὶ Σεβῆρον καὶ τοὺς λοιποὺς ἐξάρχους τῶν τοιούτων αἱρέσεων καὶ τοὺς φρονοῦντας τὰ αὐτῶν καὶ πάσας τὰς προαναφερομένας αἱρέσεις, καὶ οὕτω μεταλαμβάνειν τῆς ἁγίας κοινωνίας[17].

ΟΡΟΣ ΠΙΣΤΕΩΣ ΤΗΣ ΕΝ ΚΩΝ/ΠΟΛΕΙ Ε' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (553 μ.Χ.)

[ΠΡΟΟΙΜΙΟΝ]

[ΕΚ ΤΟΥ ΕΛΛΗΝΙΚΟΥ ΠΡΩΤΟΤΥΠΟΥ]

1. Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἐν τοῖς εὐαγγελίοις παραβολήν, πρὸς τὴν ἑκάστου δύναμιν τὰ τάλαντα διανείμαντος καὶ τὴν ἐργασίαν ταύτην ἐν καιρῷ τῷ δέοντι ἀπαιτοῦντος, εἰ ὁ πιστευθεὶς τὸ ἕν τάλαντον καὶ φυλάξας ἐμείωτον, ἐφ’ ᾧ οὐκ εἰργάσατο, καὶ ἐπλεόνασε τὸ πιστευθέν καταδικάζεται, πόσῳ μείζονι καὶ φοβερῷ κρίματι ὑπόκειται ὁ μὴ τῶν καθ’ ἑαυτὸν ἀμελήσας, ἀλλὰ καὶ ἑτέροις σκανδάλου καὶ ταραχῆς γενόμενος αἴτιος, προδήλου πᾶσι τοῖς εὐσεβέσι καθεστῶτος, ὡς ἡνίκα περὶ πίστεως ὁ λόγος κινεῖται, οὐ μόνον ὡς ἀσεβὴς κατακρίνεται, ἀλλὰ καὶ ὡς δυνάμενος μὲν κωλύσαι τὴν ἀσέβειαν, ἀμελήσας δὲ περὶ τὴν τῶν ἑτέρων διόρθωσιν. Καὶ ἡμεῖς τοίνυν ποιμαίνειν πιστευθέντες τὴν Ἐκκλησίάν του Κυρίου, εὐλαβούμενοι τὴν κατάραν τὴν ἀπειλουμένην τοῖς ἀμελῶς τὰ ἔργα Κυρίου ποιοῦσι, σπουδὴν ποιούμεθα τὸ καλὸν τῆς πίστεως σπέρμα διαφυλάξαι καθαρὸν ἀπὸ τῶν τοῦ ἐχθροῦ ἐπισπειρομένων τῆς ἀσεβείας ζιζανίων.

[ΚΥΡΙΟΝ ΜΕΡΟΣ][ΜΕΤΑΦΡΑΣΙΣ ΕΚ ΤΟΥ ΛΑΤΙΝΙΚΟΥ][18]

2. Ἐπειδὴ λοιπὸν ἐβλέπαμεν, ὅτι οἱ νεστοριανοὶ -διὰ τοῦ ἀσεβοῦς Θεοδώρου, ὁ ὁποῖος διετέλεσεν ἐπίσκοπος Μοψουεστίας, καὶ τῶν ἀσεβῶν συγγραμμάτων του, καὶ ἰδίως διὰ τῶν ἀσεβῶν συγγραμμάτων τοῦ Θεοδώρητου καὶ διὰ τῆς ἀνοσίας ἐπιστολῆς, ἡ ὁποία λέγεται ὅτι ἐγράφη ἀπὸ τὸν Ἴβα πρὸς τὸν Μᾶριν τὸν Πέρσην,- ἐπεχείρουν νὰ ἀποδώσουν τὴν ἀσέβειάν τους εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐντολῇ τοῦ εὐσεβεστάτου βασιλέως συνήλθομεν εἰς τὴν βασιλεύουσαν αὐτὴν Πόλιν μὲ σκοπὸν νὰ προχωρήσωμεν εἰς τὴν διόρθωσιν ἐκείνων, ποὺ ἐκινοῦντο πρὸς τὴν κατεύθυνσιν αὐτήν.

3. Καὶ ἀφοῦ συνέβη, νὰ διατρίβῃ εἰς τὴν βασιλεύουσαν ὁ Βιγίλιος, καὶ νὰ ἀναγκασθῇ νὰ δείξῃ ἐνδιαφέρον δι’ ὅλα ὅσα «ἐκινοῦντο» περὶ τὰ Τρία Κεφάλαια, μάλιστα δὲ καὶ καταδικάσῃ αὐτὰ καὶ «ἀγράφως» ἀλλὰ καὶ διὰ γραπτῶν του κειμένων πολλάκις καὶ τέλος νὰ συγκατανεύσῃ ἐγγράφως, ὅτι θὰ προσήρχετο εἰς τὴν Σύνοδον καὶ θὰ διεβουλεύετο μαζί μας ἐπὶ τῶν Τριῶν Κεφαλαίων, προκειμένου νὰ διατυπωθῇ ἕνας «Ὅρος», καὶ κοινῶς ἀποδεκτὸς ἀπὸ ὅλους μας καὶ ἐμπρέπων εἰς τὴν ὀρθὴν Πίστιν μας, ὁ εὐσεβέστατος βασιλεὺς ἐνεργῶν κατὰ κοινήν μας ἐπιθυμίαν προέτρεψε τόσον ἐκεῖνον ὅσον καὶ ἡμᾶς νὰ συνέλθωμεν ἀπὸ κοινοῦ καὶ νὰ διατυπώσωμεν τὴν κοινὴν πίστιν μας μὲ τὸν τρόπον ποὺ ἁρμόζει νὰ ἐνεργοῦν οἱ Ἱερεῖς προκειμένου περὶ κοινῶν ζητημάτων.

Ἔτσι λοιπόν, παρεκαλέσαμεν τὴν Αὐτοῦ Σεβασμιότητα κατὰ τρόπον πιεστικὸν νὰ ἐκπληρώσῃ τὰς ὑποσχέσεις, τὰς ὁποίας μᾶς εἶχε δώσει γραπτῶς, ἐπειδὴ δὲν θὰ ἦτο σωστὸ νὰ ἀφήνεται νὰ ἐπεκτείνεται ἀκόμη περισσότερον τὸ σκάνδαλον τῶν Τριῶν αὐτῶν Κεφαλαίων καὶ νὰ ταράσσῃ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.

Ἀλλ’ ἀφοῦ ἐκεῖνος, παρ’ ὅτι προσεκλήθη ἐπανειλημμένως καὶ ἀπὸ ὅλους ἡμᾶς καί, ἐπὶ πλέον, ἀπὸ τοὺς ἐνδοξοτάτους ἄρχοντας, ποὺ ἀπεστάλησαν πρὸς αὐτὸν ὑπὸ τοὺ εὐσεβεστάτου βασιλέως, ἀπηξίωσε νὰ ἀκούσῃ τὰς προσκλήσεις καὶ προτροπὰς αὐτὰς καὶ νὰ προσέλθῃ (εἰς τὴν Σύνοδον), ἡμεῖς ὑπενθυμίσαμεν εἰς αὐτὸν τὰ μεγάλα ἐκεῖνα παραδείγματα τῶν ἀποστόλων, ὡς καὶ τὰς παραδόσεις τῶν Πατέρων: Ὅτι δηλαδή, παρ’ ὅτι εἰς ἕνα ἕκαστον τῶν ἁγίων ἀποστόλων ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἦτο τόσον πλουσία, ὥστε νὰ μὴ ἔχῃ ἀνάγκην ἀπὸ συμβουλὰς ἐκ μέρους ἄλλου τινὸς περὶ τοῦ τὶ θὰ ἔπρεπε νὰ πράττῃ, παρὰ ταῦτα, πρὶν συνέλθουν ἐπὶ τὸ αὐτὸ καὶ ἐπιβεβαιώσῃ ἕκαστος ἐξ αὐτῶν μὲ μαρτυρίας ἀπὸ τὴν ἁγίαν Γραφὴν τὰς ἀπόψεις του, ὁ καθένας ἀπὸ αὐτοὺς ἤθελε νὰ ἐκφέρῃ διαφορετικὴν γνώμην ἐπὶ τοῦ [τότε] ὑπὸ συζήτησιν θέματος, δηλ. ἂν οἱ ἐθνικοὶ θὰ ἔπρεπε νὰ περιτέμνωνται ἢ ὄχι.

Μετὰ ὅμως, ἐξεφεραν ὅλοι μαζὶ μίαν «Ψῆφον» ἐπὶ τοῦ θέματος αὐτοῦ. Καὶ ἐξαγγέλλοντες αὐτὴν ἔγραψαν πρὸς τοὺς ἐθνικούς: «Γενομένοις ἡμῖν ὁμοθυμαδὸν ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν ἄλλο ἐπιθεῖναι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπανάγκες· ἀπέχεσθαι εἰδωλοθύτων καὶ πνικτοῦ καὶ αἵματος καὶ πορνείας».

4. Ὡσαύτως καὶ οἱ ἅγιοι Πατέρες, οἱ ὁποῖοι κατὰ διαφόρους ἐποχὰς συνῆλθον εἰς τὰς τέσσαρας ἁγίας Συνόδους, ἀκολουθοῦντες τὰ παλαιὰ πρότυπα διετύπωσαν ἀπὸ κοινοῦ εἰς ἕνα σαφὲς θέσπισμά τους τὰ περὶ τῶν αἱρέσεων καὶ τῶν (θεολογικῶν) προβλημάτων. Καὶ πράγματι· κατὰ τὰς κοινὰς συνδιασκέψεις τὸ φῶς τῆς ἀληθείας διαλύει τὰ σκότη τοῦ ψεύδους, ἀφοῦ ἐκεῖ τίθενται ὑπὸ κρίσιν τὰ ἐξ ἑκατέρου μέρους προτεινόμενα πρὸς συζήτησιν.

5. Διότι, εἰς τὰ ζητήματα πίστεως κανεὶς δὲν ἔχει τὸ δικαίωμα νὰ προδικάσῃ κάτι διὰ λογαριασμὸν τοῦ συνόλου τῆς Ἐκκλησίας καθ’ ὅσον ὅλοι μας ἔχομεν τὴν ἀνάγκην τοῦ πλησίον μας, ἀφοῦ, ὅπως λέγει ὁ Σολομῶν εἰς τὰς Παροιμίας· «ἀδελφὸς ὑπ’ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ἰσχύει ὡς βασίλειον τεθεμελιωμένον»· καὶ ὅπως πάλιν (ὁ Σολομῶν) λέγει εἰς τὸν Ἐκκλησιαστήν· «ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἔστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν τῷ μόχθῳ αὐτῶν»· ἀλλὰ καὶ ὅπως ὁ Κύριος λέγει: «Ἀμὴν λέγω ὑμῖν ἂν δύο ἐξ ὑμῶν συμφωνήσωσι περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· οὗ γὰρ εἰσὶν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν».

6. Ἀλλ’ ὅταν καὶ μετὰ τὴν ὑπόμνησιν τῶν ὡς ἄνω παραδειγμά­των ἠρνήθη νὰ προσέλθῃ εἰς τὰς συνεδρίας, ἡμεῖς -ἔχοντες εἰς τὴν καρδίαν μας τὴν ὑπόμνησιν τοῦ ἀποστόλου ὅτι «ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ», ἀλλὰ καὶ φοβούμενοι τὴν κρίσιν τὴν ἐπαπειλουμένην εἰς ἐκείνους ποὺ σκανδαλίζουν ἔστω καὶ ἕνα ἀπὸ τοὺς ἐλαχίστους, (πόσῳ μᾶλλον τὸν τόσον χριστιανικώτατον βασιλέα μας καὶ τοὺς λαοὺς καὶ ὅλας τὰς Ἐκκλησίας), ὡς καὶ ἐκεῖνο τὸ ὁποῖον εἶπεν ὁ Θεὸς εἰς τὸν Παῦλον· «μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε»- συνελθόντες πρὸ πάσης ἄλλης ἐνεργείας ἐδώσαμεν μὲ ὀλίγα λόγια ὁμολογίαν, ὅτι κρατοῦμεν τὴν πίστιν, ποὺ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ ἀληθινὸς Θεὸς παρέδωκεν εἰς τοὺς ἁγίους αὐτοῦ ἀποστόλους καὶ δι’ αὐτῶν εἰς τὰς ἁγίας Ἐκκλησίας καὶ τοὺς μετὰ ἀπὸ ἐκείνους ἁγίους Πατέρας καὶ Διδασκάλους τῆς Ἐκκλησίας καὶ αὐτοὶ ἐπίστευσαν καὶ παρέδωκαν εἰς τὸν λαόν.

7. Ὁμολογοῦμεν, ὅτι εἰς τὰς ἁγίας ἡμῶν Ἐκκλησίας κρατοῦ­μεν, φυλάσσομεν καὶ κηρύσσομεν ἐκείνην τὴν Ὁμολογίαν Πίστεως, τὴν ὁποίαν κατὰ τρόπον πλατύτερον ἐξέθεσαν οἱ ἅγιοι τρια­κόσιοι δέκα ὀκτὼ Πατέρες οἱ ἐν Νικαίᾳ συναθροισθέντες, ποὺ παρέδωκαν εἰς ἡμᾶς τὸ ἅγιον Μάθημα ἢ Σύμβολον· καθὼς καὶ τὴν ἔκθεσιν τῶν ἐν Κωνσταντινουπόλει συνελθόντων ἑκατὸν πεντήκοντα ἁγίων, οἱ ὁποῖοι ἠκολούθησαν τὴν Ὁμολογίαν αὐτὴν καὶ ἐπεξήγησαν αὐτὴν καὶ τὸν περὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς πίστεως Ὅρον· καὶ τῶν διακοσίων ἁγίων Πατέρων τῶν ἐν Ἐφέσῳ τὸ πρῶτον συνελθόντων· καὶ τέλος τὰ ὑπὸ τῶν ἑξακοσίων τριάκοντα ἐν Χαλκηδόνι συναθροισθέντων Πατέρων ὁρισθέντα περὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς πίστεως, τὴν ὁποίαν καί, ὡς καὶ ὑπ’ αὐτῶν ἀκολουθουμένην, τρανῶς διεκήρυξαν.

Ὁμολογοῦμεν ἀκόμη, ὅτι ὅλους τοὺς κατὰ διαφόρους ἐποχὰς καταδικασθέντας ἢ ἀναθεματισθέντας ὑπὸ τῆς καθολικῆς Ἐκκλη­σίας καὶ τῶν ὡς ἄνω τεσσάρων Συνόδων, καὶ ἡμεῖς ἔχομεν καταδεδικασμένους καὶ ἀναθεματισμένους.

8. Καί, ἀφοῦ προηγουμένως ἐκάμαμεν τὴν ὁμολογίαν αὐτήν, ἀρχίσαμεν νὰ διερευνῶμεν τὰ κατὰ τὰ Τρία Κεφάλαια. Καὶ πρῶτον μὲν ἠσχολήθημεν μὲ τὸν Θεόδωρον Μοψουεστίας. Ὅταν λοιπὸν ἐφέραμεν εἰς τὸ μέσον τὰς κατεσπαρμένας εἰς τὰ βιβλία του βλασφημίας του, ἐθαυμάσαμεν εἰς αὐτὰς τὴν μακροθυμίαν τοῦ Θεοῦ, πῶς δὲ ἐκάη αὐτοστιγμεὶ ἀπὸ τὸ θεῖον πῦρ ἡ γλῶσσα του καὶ ὁ νοῦς του, ποὺ ἐξήμεσαν τέτοια πράγματα! Καὶ δὲν θὰ ἠνειχόμεθα νὰ συνέχισῃ ὁ ἀναγνώστης τὴν ἀνάγνωσιν τῶν βλασφημιῶν αὐτῶν, -ἐπειδὴ ἐφοβούμεθα, ὅτι θὰ ἠγανάκτει ὁ Θεὸς ἐναντίον μας, μόνον διότι τὰς ἐσκεπτόμεθα, ἀφοῦ κάθε μία ἀπὸ τὰς βλασφημίας αὐτὰς ὑπερέβαινεν εἰς μέγεθος ἀσεβείας τὴν προηγουμένην της καὶ συνεκλόνιζε βαθύτατα τὴν διάνοιαν (ἡμῶν) τῶν ἀκροατῶν της- ἂν δὲν ἐβλέπαμεν, ὅτι ἐκεῖνοι οἱ ὁποῖοι ἐγκαυχῶνται εἰς τὰς βλασφημί­ας αὐτάς, «τὴν χρειάζονται» τὴν σύγχυσιν, τὴν ὁποίαν ἡ κατάδειξίς τους θὰ προκαλέσῃ.

Ἀκριβῶς λοιπὸν δι’ αὐτὸ ὅλοι ἡμεῖς λόγῳ τῶν βλασφημιῶν αὐτῶν κατὰ τοῦ Θεοῦ, καὶ διαρκούσης τῆς ἀναγνώσεως καὶ μετ’ αὐτήν, προεβαίναμεν ἀπὸ ζῆλον εἰς ζωηρὰς κραυγὰς ἀποδοκιμασίας καὶ ἀναθεματισμοὺς κατὰ τοῦ Θεοδώρου, ὡσὰν νὰ ἦτο ζῶν καὶ παρών. Καὶ ἐλέγαμεν: «Ἵλεως γενοῦ, Κύριε! Οὔτε οἱ δαίμονες δὲν ἐτόλμησαν νὰ εἴπουν ποτὲ τοιαῦτα πράγματα ἐναντίον Σου»!

9. Ὢ πόσον ἀνυπόφορος ἦτο ἡ γλῶσσα ἐκείνη! Πόσον σκολιὸς ὁ ἄνθρωπος! Πόσον ἐγωιστικὸν τὸ χέρι του, ποὺ ἁπλώθη κατὰ τοῦ Δημιουργοῦ του!

Ὁ ταλαίπωρος! Ἐνόμισε, ὅτι ἐγνώριζε τὰς Γραφάς! Δὲν ἐνεθυμήθη τὸν προφήτην Ὠσηέ, ὅστις λέγει: «οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ· καὶ οὐκ ἐβόησαν πρὸς ἐμὲ αἱ καρδίαι αὐτῶν, ἀλλὰ εἰς ἐμὲ ἐλογίσαντο πονηρά· πεσοῦνται ἐν ῥομφαίᾳ δι’ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν εἰς κόλπον αὐτῶν! ἀνθ’ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν».

Εἰς αὐτὰ δικαίως ὑπόκειται ὁ ἀσεβὴς Θεόδωρος. Διότι ἀπέρριπτε τὰς προφητείας περὶ τοῦ Χριστοῦ καὶ ἔσπευδε νὰ ἀποδοκιμάσῃ, ὅσον πιὸ πολὺ ἠμποροῦσε, τὸ μέγα μυστήριον τῆς διὰ τὴν ἰδικήν μας σωτηρίαν Οἰκονομίας· ἐπεχείρει δὲ μὲ πολλοὺς τρόπους νὰ δείξῃ ὅτι ὅλα αὐτὰ εἶναι, ὡς λέγει ἡ θεία σοφία, «μῦθοι εἰς γέλωτα κείμενοι εἰς τὰ ἔθνη».

Καὶ δὲν ἐννόησε τίποτε ἀπὸ τὰς τόσας προφητικὰς ῥήσεις κατὰ τῶν ἀσεβῶν! Ἰδίως δὲ δὲν ἐννόησε καθόλου αὐτό, ποὺ εἶπεν ὁ θεῖος Ἀββακοὺμ δι’ ἐκείνους ποὺ διδάσκουν ψεύδη· «ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερᾷ καὶ μεθύσκων, ἕως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν»· δηλ. εἰς τὰς ζοφώδεις, ἐντελῶς ξένας τοῦ Φωτός, διδασκαλίας τους!

10. Χρειάζεται ἆρά γε νὰ εἴπωμεν καὶ ἄλλα; Ὅποιος θέλει, ἂς πάρῃ εἰς τὰ χέρια του τὰ βιβλία τοῦ ἀσεβοῦς Θεοδώρου, ἢ μόνον τὰ ἀσεβῆ κεφάλαιά του, τὰ ὁποῖα κατεχωρίσθησαν εἰς τὰ Πρακτικά μας ἀπὸ τὰ βιβλία του, καὶ θὰ διαπιστώσῃ ἐκεῖ μόνος του, πόσον φοβερὰ ἦτο ἡ φρενοβλάβειά του καὶ πόσον ἦσαν «οὐ φθεγκτὰ» ὅσα ἐξεστόμισεν! Ἡμεῖς διστάζομεν νὰ προχωρήσωμεν ἔστω καὶ ὀλίγον καὶ νὰ ἀνακαλέσωμεν εἰς τὴν μνήμην μας διὰ μίαν ἀκόμη φορὰν ὅλα ἐκεῖνα τὰ «οὐ ῥητά»!

11. Ἐν συνεχείᾳ ἀνεγνώσαμεν καὶ ὅσα ἔγραψαν οἱ ἅγιοι Πατέρες ἐναντίον τοῦ ἰδίου καὶ τῆς φρενοβλαβείας του, εἰς τὴν ὁποίαν καὶ ἐξεπέρασεν ὅλους τοὺς αἱρετικούς. Τέλος δὲ [ἀνεγνώ­σαμεν] τὰ ἱστορικὰ συγγράμματα καὶ τοὺς νόμους τῶν βασιλέων, διὰ τῶν ὁποίων ἀνασπᾶται ἡ ἀσέβειά του ἀπὸ τὴν ῥίζαν.

12. Ἐπειδὴ ὅμως, καὶ μετὰ ἀπὸ ὅλα αὐτά, οἱ ὀπαδοί του, οἱ καυχώμενοι εἰς τὴν «ἀδικίαν», τὴν ὁποίαν αὐτὸς «εἰς ὕψος ἐλάλησε» κατὰ τοῦ Δημιουργοῦ τους, [μᾶς] ἔλεγον ὅτι τάχα δὲν ἔχομεν δικαίωμα νὰ ἀναθεματίσωμεν αὐτὸν μετὰ τὸν θάνατόν του, παρ’ ὅτι ὅλοι ἐγνωρίζαμεν καλῶς τὴν Ἐκκλησιαστικὴν περὶ τῶν ἀσεβῶν παράδοσιν, ὅτι δηλαδὴ οἱ αἱρετικοὶ ἀναθεματίζονται καὶ μετὰ θάνατον, δι’ αὐτὸ ἐνομίσαμεν ὅτι εἴχομεν τὸ χρέος νὰ διερευνήσωμεν καὶ τὸ ζήτημα αὐτό!

Καὶ ἔτσι κατεχωρίσθη εἰς τὰ Πρακτικά, πῶς διάφοροι αἱρετικοὶ κατεδικάσθησαν καὶ ἀνεθεματίσθησαν μετὰ τὸν θάνατόν τους. Κατεδείχθη δὲ διὰ πολλῶν ὅτι ἐκεῖνοι, ποὺ ἐπιμένουν νὰ λέγουν τέτοια πράγματα, δὲν δίνουν καμμίαν σημασίαν οὔτε εἰς τὰ κρίματα τοῦ Θεοῦ, οὔτε εἰς τὰς ῥήσεις τῶν ἀποστόλων, οὔτε εἰς τὴν παράδοσιν τῶν Πατέρων. Διὰ τοῦτο καὶ ἐρωτῶμεν αὐτοὺς μὲ ἀγάπην: Τί ἔχετε νὰ μᾶς ἀπαντήσετε προκειμένου περὶ τοῦ Κυρίου, ἀφοῦ ὁ ἴδιος λέγει διὰ τὸν Ἑαυτόν του· «ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι οὐκ ἐπίστευσε εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ»; ἢ περὶ τοῦ Ἀποστόλου, ὁ ὁποῖος κραυγάζει· «ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν, παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω»;

Ἀλλ’ ὅταν, ὁ μὲν Κύριος ὁ ἴδιος λέγῃ αὐτὸ τὸ «ἤδη κέκριται», ὁ δὲ Ἀπόστολος ἀναθεματίζῃ ἀκόμη καὶ τοὺς ἀγγέλους, ἂν τυχὸν διδάξουν κάτι διαφορετικὸν ἀπὸ ὅ,τι εὐηγγελίσθημεν ἀπὸ αὐτόν, πῶς αὐτοί, οἱ εἰς ὅλα ἀδίστακτοι, τολμοῦν καὶ λέγουν ὅτι αὐτὰ ἔχουν λεχθῆ μόνον προκειμένου περὶ ζώντων; Μήπως ἀγνοοῦν, ἢ μᾶλλον μήπως, ἐνῶ τὸ γνωρίζουν πολὺ καλά, προσποιοῦνται πῶς ἀγνοοῦν, ὅτι ἡ ποινὴ τοῦ ἀναθέματος δὲν εἶναι τίποτε ἄλλο, εἰμὴ χωρισμὸς ἀπὸ τὸν Θεόν; Ὅμως ὁ ἀσεβὴς δὲν λαμβάνει τὸ ἀνάθεμα μὲ τὰ λόγια κάποιου ἄλλου, ἀλλὰ τὸ ἐπιφέρει εἰς τὸν ἑαυτόν του μὲ τὰ ἴδια του τὰ ἔργα, ἀφοῦ μὲ τὴν ἀσέβειάν του ἀποχωρίζει τὸν ἑαυτόν του ἀπὸ τὴν ἀληθινὴν ζωήν.

13. Καὶ τὶ τάχα θὰ εἴπουν εἰς τὸν Ἀπόστολον, ὅστις λέγει: «αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὧν αὐτοκατάκριτος».

Μὲ αὐτὰ εἶναι σύμφωνα καὶ ὅσα ἔγραψεν ὁ ἁγίας μνήμης Κύριλλος εἰς τὰ κατὰ Θεοδώρου βιβλία του, ὅπου λέγει τὰ ἑξῆς: «φευκτέοι οἱ τοῖς οὕτω χείροσι πταίσμασι κρατούμενοι εἴτε ἐν τοῖς ζῶσιν εἰσὶν εἴτε μή· ἀπὸ γὰρ τοῦ βλάπτοντος πάντοτε φεύγειν ἀναγκαῖόν ἐστι καὶ μὴ βλέπειν εἰς πρόσωπον, ἀλλὰ πρὸς τὸ ἀρέσκον Θεῷ».

14. Καὶ πάλιν ὁ ἴδιος, ὁ ἁγίας μνήμης Κύριλλος, εἰς τὴν ἐπιστολήν του πρὸς τὸν Ἰωάννην Ἀντιοχείας καὶ τὴν ἐκεῖ [ἐν Ἀντιοχείᾳ] συγκροτηθεῖσαν ὑπ’ αὐτοῦ Σύνοδον ὑπὲρ τοῦ Θεοδώρου, παρ’ ὅτι εἶχεν ἤδη συναναθεματισθῇ μὲ τὸν Νεστόριον, λέγει τὰ ἑξῆς:

«Ἦν οὖν ἀναγκαῖον λαμπρὰν ἡμᾶς ἐπὶ τούτοις ἄγειν ἑορτήν, συνεκβεβλημένης δηλονότι ταῖς Νεστορίου κακοδοξίαις καὶ φωνῆς ἁπάσης παρ’ ὅτουοῦν, εἰς ταῖς ἐκείνου συμβαίνοι, ψευδηγορίαις· κεχώρηκε γὰρ κατὰ πάντων τῶν τὰ ἴσα φρονούντων ἐκείνῳ, ἤγουν καὶ πεφρονηκότων πώποτε, τὸ ἀπολύτως ἡμᾶς τε καὶ τὴν Ὁσιότητα Ὑμῶν εἰπεῖν, ὅτι “ἀναθεματίζομεν τοὺς Υἱοὺς λέγοντας δύο, καὶ δύο Χριστούς” - εἷς γάρ, ὡς ἔφην, κηρύττεται πρός τε ἡμῶν αὐτῶν καὶ ὑμῶν Χριστὸς καὶ Υἱὸς καὶ Κύριος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, “ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἀνθρωπος”, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν».

15. Ἀλλὰ καὶ εἰς τὴν ἐπιστολήν του πρὸς τούς: «Ἀλέξανδρον καὶ Μαρτινιανὸν καὶ Ἰωάννην καὶ Παρηγόριον καὶ Μάξιμον, τοὺς πρεσβυτέρους καὶ πατέρας μοναχῶν, καὶ τοὺς σὺν αὐτοῖς τὸν μονήρη βίον ἀσκοῦντας» λέγει τὰ ἑξῆς:

«Ἤδη μὲν γὰρ καὶ ἡ ἁγία Σύνοδος ἡ κατά γε, φημί, τὴν Ἐφεσίων συνειλεγμένη κατὰ βούλησιν Θεοῦ, τῆς Νεστορίου κακοδοξίας ὁσίαν καὶ ἀκριβῆ κατενεγκοῦσα τὴν ψῆφον, καὶ τὰς τῶν ἑτέρων καινοφωνίας, οἵπερ ἂν ἢ γένοιντο μετ’ αὐτὸν ἢ καὶ πρὸ αὐτοῦ γεγόνασι τὰ ἴσα φρονοῦντες αὐτῷ καὶ εἰπεῖν ἢ γράψαι τολμήσαντες, συγκατέκρινεν ἐκείνῳ τὴν ἴσην αὐτοῖς ἐπιθεῖσα δίκην· καὶ γὰρ ἦν ἀκόλουθον, ἑνὸς ἅπαξ ἐπὶ ταῖς οὕτω βεβήλοις καινοφωνίαις κατεγνωσμένου, μὴ καθ’ ἑνὸς μᾶλλον ἐλθεῖν, ἀλλ’ -ἵν’ οὕτως εἴπω- κατὰ πάσης αὐτῶν τῆς αἱρέσεως, ἤτοι τῆς συκοφαντίας, ἧς πεποίηνται κατὰ τῶν εὐσεβῶν τῆς Ἐκκλησίας δογμάτων, δύο πρεσβεύοντες υἱοὺς καὶ διατέμνοντες τὸν ἀμέριστον καὶ ἀνθρωπολατρίας ἔγκλημα καταγράφοντες οὐρανοῦ τε καὶ γῆς· προσκυνεῖ γὰρ μεθ’ ἡμῶν ἡ τῶν ἄνω πνευμάτων ἁγία πληθὺς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν».

16. Ἀνεγνώσθησαν ἀκόμη καὶ διάφοροι ἐπιστολαὶ τοῦ ἱερᾶς μνήμης Αὐγουστίνου, ὅστις διέπρεψε μεταξὺ τῶν ἐπισκόπων τῆς Ἀφρικῆς· εἰς αὐτὰς εἶναι ὁλοφάνερον ὅτι οἱ αἱρετικοὶ πρέπει νὰ ἀναθεματίζωνται καὶ μετὰ τὸν θάνατόν τους.

Ἀνάλογον παράδοσιν ἐφύλαττον καὶ οἱ λοιποὶ σεβασμιώτατοι ἐπίσκοποι τῆς Ἀφρικῆς.

17. Ἀλλὰ καὶ ἡ ἁγία Ἐκκλησία τῆς Ῥώμης ἀνεθαμάτισεν ἐπισκόπους της καὶ μετὰ τὸν θάνατόν τους, παρ’ ὅτι κατὰ τὸ διάστημα τῆς ζωῆς τους δὲν εἶχον κατηγορηθῇ διὰ τίποτε. Καὶ ὅλα αὐτὰ τὰ ἐπιβεβαιοῦν τὰ παρ’ ἡμῖν τηρούμενα ἀρχεῖα.

18. Ἐπειδὴ ὅμως οἱ ὀπαδοὶ τοῦ Θεοδώρου καὶ τῆς ἀσεβείας του ἀντιμάχονται πασιφανέστατα κατὰ τῆς ἀληθείας καὶ προσπαθοῦν νὰ παρουσιάσουν ὡρισμένα λόγια τῶν ἁγίας μνήμης Κυρίλλου καὶ Πρόκλου ὡς τάχα ὑπὲρ τοῦ Θεοδώρου γραφέντα, ἔχομεν χρέος εἰς ἐκεῖνα ποὺ μᾶς προβάλλουν, νὰ ἀντιτάξωμεν τὰ λόγια τοῦ προφήτου. «Εὐθεῖαι αἱ ὁδοὶ Κυρίου· καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς». Διότι κακῶς ἐκλαμβάνοντες τὰ ὑπὸ τῶν ἁγίων ἐκείνων Πατέρων καλῶς καὶ εὐκαίρως γραφέντα, κακῶς ἐπικαλοῦνται αὐτά, προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις. Διότι εἶναι φανερόν, ὅτι οἱ Πατέρες δὲν ἀπαλλάσσουν τὸν Θεόδωρον ἀπὸ τὸ ἀνάθεμα. Ἁπλῶς προκειμένου διὰ τοὺς θιασώτας τοῦ Νεστορίου καὶ τῆς ἀσεβείας του, ἔκαμαν χρῆσιν ὡρισμένων τέτοιων ἐκφράσεων κατὰ οἰκονομίαν, μὲ τὸν σκοπόν, ἀποσπῶντες αὐτοὺς ἀπὸ τὴν πλάνην, νὰ ὁδηγήσουν αὐτοὺς εἰς τὸ τέλειον, καὶ νὰ διδάξουν αὐτοὺς νὰ ὀνομάζουν αἱρετικὸν ὄχι μόνον τὸν εἰς τὴν ἀσέβειαν μαθητὴν Νεστόριον, ἀλλὰ καὶ τὸν δάσκαλόν του Θεόδωρον.

Ἀκριβῶς λοιπὸν δι’ αὐτό, οἱ ἅγιοι Πατέρες μὲ τὰ κατὰ οἰκονομίαν ἐκεῖνα λόγιά τους δείχνουν, ὅπως καταδεικνύεται εἰς τὰ Πρακτικά μας διὰ πολλῶν ἀπὸ τὰ παρατιθέμενα πρὸς κατάκρισιν τοῦ Θεοδώρου καὶ τῆς ἀσεβείας του κείμενα τῶν ἁγίας μνήμης Κυρίλλου καὶ Πρόκλου, τὴν σταθεράν τους θέλησιν περὶ ἀναθεματι­σμοῦ τοῦ Θεοδώρου.

Ἀνάλογον οἰκονομίαν μπορεῖ νὰ εὕρη κανεὶς καὶ εἰς τὴν ἁγίαν Γραφήν, ὅπου βλέπομεν, ὅτι κάτι ἀνάλογον ἔκαμε καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος εἰς τὴν ἀρχὴν τοῦ κηρύγματός του, ὅτε χάριν τῶν Ἑβραίων περιέτεμε τὸν Τιμόθεον, διὰ νὰ μπόρεσῃ μὲ τὴν οἰκονομίαν καὶ συγκατάβασιν αὐτὴν νὰ ὁδηγήσῃ αὐτοὺς εἰς τὸ τέλειον. Ἀλλὰ καὶ διὰ τὸν ἴδιον λόγον πάλιν, μετὰ ἀπὸ ὀλίγον καιρὸν ἀπαγορεύων τὴν περιτομήν, ἔγραφεν εἰς τοὺς Γαλάτας τὰ ἑξῆς: «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὀφελήσει».

Διεπιστώσαμεν ἀκόμη, ὅτι καὶ οἱ ὀπαδοὶ τοῦ Θεοδώρου ἔκαμαν, ὅ,τι συνήθως κανοῦν ὅλοι οἱ αἱρετικοί. Ὅτι δηλαδὴ ἀπεμόνωσαν ἀπὸ τὰ συγγράμματα τῶν ἁγίων Πατέρων φράσεις τινὰς καὶ συναποτελέσαντες ἀπὸ αὐτὰς κείμενα νόθα, ἐδημιούργησαν μίαν πλάστην ἐπιστολὴν τοῦ ἁγίου Κυρίλλου, μὲ τὴν ὁποίαν καὶ -ὦσαν μὲ μαρτυρίαν... Πατέρων- προσπαθοῦν νὰ ἀπαλλάξουν ἀπὸ τὸ ἀνάθεμα τὸν ὡς ἄνω ἀσεβῆ Θεόδωρον! Ἀλλὰ καὶ εἰς τὰ κείμενα αὐτά, καὶ ἀπὸ αὐτὰ τὰ ἴδια, ἔγινε φανερόν, ποία εἶναι ἡ ἀλήθεια· καθ’ ὅσον, ὅταν ἀφ’ ἑνὸς μὲν τὰ κείμενα αὐτὰ ἀνεγνώσθησαν ἐντὸς τῆς ἀκολουθίας τῶν συμφραζομένων, προηγουμένων καὶ ἑπομένων, ἀφ’ ἑτέρου δὲ ἔγινε σύγκρισίς τους μὲ τὰ γνήσια, διεπιστώθη πλήρως τὸ ψεῦδος τῆς νοθείας. Δι’ αὐτὸ καὶ ἡμεῖς, εἰς ὅλους ἐκείνους ποὺ λέγουν πράγματα τόσον μάταια, λέγομεν τὸ τῆς Γραφῆς: «πεποίθασιν ἐπὶ ματαίοις· καὶ λαλοῦσι κενά· ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν, ἱστὸν ἀράχνης ὑφαίνοντες».

19. Ἔτσι λοιπόν, ἀφοῦ ὡμιλήσαμεν περὶ τοῦ Θεοδώρου καὶ τῆς ἀσεβείας του, ἐνομίσαμεν, ὅτι ἔπρεπε πρὸς ἱκανοποίησιν ἐκείνων ποὺ θὰ τὰ διαβάζουν, νὰ ἀναγνωσθοῦν καὶ συμπεριληφθοῦν εἰς τὰ Πρακτικὰ ποὺ ἐκρατήσαμεν, ὀλίγα καὶ ἀπὸ ἐκεῖνα ποὺ εἶχεν ἀσεβῶς γράψει ὁ Θεοδώρητος κατὰ τῆς Ὀρθοδόξου Πίστεως, τῶν Δώδεκα Κεφαλαίων τοῦ ἁγίου Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ πρώτης Συνόδου, καθὼς καὶ γύρω ἀπὸ μερικὰ ἄλλα ποὺ εἶχε γράψει πρὸς ὑπεράσπισιν τοῦ Θεοδώρου καὶ τοῦ Νεστορίου τῶν αἱρετικῶν, ὥστε νὰ γίνεται ἀντιληπτόν, ὅτι ἀφορίζονται καὶ ἀναθεματίζονται.

20. Τρίτον, ἡ ἐπιστολή, διὰ τὴν ὁποίαν λέγεται ὅτι ἐγράφη ὑπὸ τοῦ Ἴβα πρὸς τὸν Μᾶριν τὸν Πέρσην. Ἀφοῦ καὶ αὐτὴ μᾶς εἶχε δοθῇ πρὸς μελέτην, καταλάβαμεν, ὅτι ἔπρεπε νὰ ἀναγνωσθῇ καὶ αὐτή. Ἀλλὰ καὶ μόνον μὲ μίαν ἁπλὴν πρώτην ἀνάγνωσίν της ἔγινεν ἀμέσως εἰς ὅλους καταφανὴς ἡ ἀσέβεια, τὴν ὁποίαν εἶχαν παρεμβάλει εἰς αὐτήν.

21. Μετὰ λοιπὸν ἀπὸ αὐτά, καὶ ἀφοῦ ἡ ἔρευνα εἶχε προχωρήσει μέχρις αὐτοῦ τοῦ σημείου, θὰ ἔπρεπε βεβαίως νὰ προεβαίναμεν εἰς τὴν καταδίκην καὶ τὸν ἀναθεματισμὸν τῶν προειρημένων Τριῶν Κεφαλαίων. Ἐπειδὴ ὅμως οἱ ὑπέρμαχοι Θεοδώρου καὶ Νεστορίου, τῶν ἀσεβῶν, ἐμηχανεύοντο μὲ πολλοὺς τρόπους τὴν ἐπικύρωσιν τόσον τῶν προσώπων ὅσον καὶ τῆς ἀσεβείας τους, καὶ ἰσχυρίζοντο ὅτι τάχα ἡ ἀσεβὴς αὐτὴ ἐπιστολή, ποὺ ἐπαινεῖ καὶ ὑπερασπίζεται τὸν Θεόδωρον καὶ τὸν Νεστόριον καὶ τὴν ἀσέβειάν τους, ἔγινε τάχα δεκτὴ ἀπὸ τὴν ἐν Χαλκηδόνι ἁγίαν Σύνοδον, ἐνομίσαμεν, ὅτι εἶναι ἀπαραίτητον νὰ καταδείξωμεν, ὅτι ἡ ἁγία Σύνοδος ἦτο ἐξ ὁλοκλήρου ἐλευθέρα ἀπὸ τὴν ἀσέβειαν ποὺ περιέχει ἡ ἐπιστολή, ἀφοῦ μάλιστα ἐκεῖνοι, ποὺ ἰσχυρίζονται τοῦτο, ἐνεργοῦν ὄχι ἀπὸ ἀγάπην διὰ τὴν Σύνοδον αὐτήν, ἀλλὰ μὲ τὸν σκοπὸν νὰ προσδώσουν μὲ τὸ ὄνομά της κῦρος εἰς τὴν ἀσέβειάν τους.

22. Καὶ πράγματι. Εἰς τὰ Πρακτικά της εἶναι φανερόν, ὅτι ὁ Ἴβας εἶχε καὶ παλαιότερον κατηγορηθῇ διὰ τὴν ἰδίαν αὐτὴν ἀσέβειαν, ποὺ περιλαμβάνεται εἰς τὴν ἐπιστολήν του, πρῶτον μὲν εἰς τὸν ἁγίας μνήμης ἐπίσκοπον Κωνσταντινουπόλεως Πρόκλον, ἐν συνεχείᾳ δὲ εἰς τὸν εὐσεβοῦς μνήμης Θεοδόσιον καὶ τὸν μετὰ τὸν Πρόκλον κατασταθέντα ἐπίσκοπον (Κωνσταντινουπόλεως) Φλαβιανόν, οἱ ὁποῖοι καὶ ἀνέθεσαν τὴν διερεύνησιν τῆς ὑποθέσεως εἰς τοὺς Φώτιον ἐπίσκοπον Τύρου καὶ Εὐστάθιον ἐπίσκοπον Βηρυτοῦ.

Ἀλλὰ καὶ μετ’ ὀλίγον ἐθεωρήθη καὶ πάλιν ὁ Ἴβας ἔνοχος καὶ ἐξεβλήθη τῆς ἀρχιερωσύνης.

23. Μετὰ ἀπὸ αὐτά, πῶς τολμοῦν μερικοὶ καὶ λέγουν, ὅτι ἡ Σύνοδος τῆς Χαλκηδόνος ἐδέχθη τὴν ἀσεβῆ αὐτὴν ἐπιστολήν, τὴν ἐντελῶς καὶ ἐξ ὁλοκλήρου ἀντίθετον πρὸς τὰ περὶ Πίστεως ὁρισθέντα ὑπὸ τῶν ὡς ἄνω τριῶν ἁγίων Συνόδων, τὰς ὁποίας ἡ ἁγία Σύνοδος τῆς Χαλκηδόνος ἀκολουθεῖ κατὰ πάντα.

24. Παρὰ ταῦτα, διὰ νὰ μὴ μείνῃ οὐδ’ ἡ ἐλαχίστη πρόφασις εἰς ἐκείνους, οἱ ὁποῖοι προσάπτουν τέτοιου εἴδους μομφὰς εἰς τὴν Σύνοδον τῆς Χαλκηδόνος, ἐκρίναμεν ὅτι ἐπεβάλλετο νὰ ἀναγνωσθοῦν τὰ Πρακτικὰ τῶν Συνόδων Πρώτης τῆς Ἐφέσου καὶ Χαλκηδόνος τὰ σχετικὰ πρὸς τὰς ἐπιστολὰς τοῦ ἁγίας μνήμης Κυρίλλου καὶ τοῦ ὁσίας μνήμης Λέοντος, πάπα τῆς πρεσβυτέρας Ῥώμης. Ἀφοῦ λοιπὸν ἀπὸ αὐτὰ διεπιστώσαμεν, ὅτι δὲν ἐπιτρέπεται νὰ παίρνῃ κανεὶς κάτι μὲ νόημα διαφορετικὸν ἀπὸ ἐκεῖνο μὲ τὸ ὁποῖον τὸ ἔχει κάποιος γράψει, ἂν δὲν ἔχῃ προηγουμένως ἀποδειχθῇ ὅτι αὐτὸ εἶναι σύμφωνον μὲ τὴν ὀρθὴν Πίστιν τῶν ἁγίων Πατέρων, μετὰ ἀπὸ τὴν σχετικὴν συζήτησιν ἀπεφασίσαμεν νὰ ἀναγνωσθῇ καὶ ὁ περὶ Πίστεως Ὅρος τῆς ἁγίας ἐν Χαλκηδόνι Συνόδου καὶ νὰ ἀντιπαραβληθῇ τὸ περιεχόμενον τῆς ἐπιστολῆς μὲ τὸ περιεχόμενον τοῦ Ὅρου.

25. Τούτου δὲ γενομένου ἀπεδείχθη ὅτι ἡ ἐπιστολὴ εἶναι ἐξ ὁλοκλήρου ἀντίθετος πρὸς τὸ περιεχόμενον τοῦ Ὅρου. Διότι ὁ μὲν Ὅρος συμφωνεῖ μὲ τὰς περὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς πίστεως ἀποφάσεις καὶ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα καὶ τῶν ἐν Ἐφέσῳ τὸ πρῶτον συνελθόντων ἁγίων Πατέρων, ἐνῶ ἡ ἀσεβὴς ἐκείνη ἐπιστολὴ περιέχει ὅλας τὰς βλασφημίας τῶν αἱρετικῶν Θεοδώρου καὶ Νεστορίου, τοὺς ὁποίους καὶ ὑπερασπίζεται καὶ θεωρεῖ «διδασκάλους», ἐνῶ ἀντιθέτως τοὺς ἁγίους Πατέρας ἀποκαλεῖ αἱρετικούς.

26. Καθιστῶμεν δὲ εἰς ὅλους γνωστὸν καὶ τοῦτο, ὅτι δηλ. δὲν ἐπετρέψαμεν εἰς τοὺς ἑαυτούς μας νὰ παραλείψωμεν τίποτε ἀπὸ τὰς διαλαλιὰς τοῦ ἑνὸς ἢ τοῦ ἅλλου, ἀπὸ ἐκείνους, τοὺς ὁποίους χρησιμοποιοῦν οἱ ὁπαδοὶ τοῦ Θεοδώρου καὶ τοῦ Νεστορίου, ἀφοῦ ἐθέσαμεν καὶ αὐτοὺς καὶ ὅλας τὰς ἄλλας διαλαλιὰς ἐπὶ τάπητος, καὶ ἐξητάσαμεν τὸ περιεχόμενόν τους, διεπιστώσαμεν, ὅτι οἱ ἅγιοι Πατέρες δὲν ἐπέτρεψαν εἰς ἑαυτοὺς νὰ δεχθοῦν τὸν περὶ οὗ ὁ λόγος Ἴβαν, εἰ μὴ μόνον ἀφοῦ προηγουμένως ἀπῄτησαν παρ’ αὐτοῦ νὰ ἀναθεματίσῃ τὸν Νεστόριον καὶ τὰ ἀσεβῆ δόγματά του, τὰ ὁποῖα ἡ ἐπιστολὴ αὐτὴ ὑπερασπίζει. Ἔκαμαν δὲ τοῦτο ὄχι μόνον οἱ ἄλλοι εὐλαβέστατοι ἐπίσκοποι τῆς προειρημένης ἁγίας Συνόδου, ἀλλὰ καὶ ἐκεῖνοι οἱ δύο, τὰς διαλαλιὰς τῶν ὁποίων προσπαθοῦν μερικοὶ ὡς γνωστόν, νὰ ἐπωφεληθοῦν. (Τὸ ἴδιο ἄλλωστε εἶχαν κάμει καὶ προκειμένου περὶ τοῦ Θεοδώρητου, ἀπὸ τὸν ὁποῖον εἶχον ἀπαιτήσει νὰ ἀναθεματίσῃ ἐκεῖνα διὰ τὰ ὁποῖα κατηγορεῖτο). Ἀφοῦ λοιπὸν ἐκεῖνοι δὲν ἐπέτρεψαν εἰς ἑαυτοὺς νὰ δεχθοῦν τὸν Ἴβαν, εἰ μὴ μόνον ἀφοῦ προηγουμένως κατεδίκασε τὴν εἰς τὴν ἐπιστολήν του περιεχομένην ἀσέβειαν καὶ ὑπέγραψε τὸν περὶ Πίστεως Ὅρον τῆς ἁγίας ἐν Χαλκηδόνι Συνόδου, πῶς αὐτοὶ ἀποτολμοῦν καὶ μᾶς λέγουν, ὅτι ἡ ἀσεβὴς αὐτὴ ἐπιστολὴ ἐπεκυρώθη ὑπὸ τῆς ἁγίας ἐκείνης Συνόδου;

Ἀλλ’, ὡς λέγει ἡ Γραφή· «τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων»;

27. Ἀφοῦ λοιπὸν ἀνεγνώσθησαν διὰ μίαν ἀκόμη φορὰν ὅλα μας τὰ Πρακτικά, ὁμολογοῦμεν καὶ πάλιν, ὅτι:

Ἀποδεχόμεθα τὰς ἁγίας τέσσαρας Οἰκουμενικὰς Συνόδους, ἤτοι, τὴν ἐν Νικαίᾳ, τὴν ἐν Κωνσταντινουπόλει, τὴν ἐν Ἐφέσῳ τὸ πρῶτον, καὶ τὴν ἐν Χαλκηδόνι. Καὶ ὅλα, ὅσα ἐκεῖναι ὥρισαν περὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς πίστεως, καὶ ἡμεῖς καὶ ἐκηρύττομεν καὶ κηρύττομεν. Καὶ ὅσους δὲν δέχονται αὐτάς, θεωροῦμεν ἀπεξενωμένους ἀπὸ τὴν Καθολικὴν Ἐκκλησίαν.

[ΟΙ ΑΝΑΘΕΜΑΤΙΣΜΟΙ][ΕΚ ΤΟΥ ΕΛΛΗΝΙΚΟΥ ΠΡΩΤΟΤΥΠΟΥ]

Κατακρίνομεν δὲ καὶ ἀναθεματίζομεν, πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρετικοῖς, τοῖς κατακριθεῖσι καὶ ἀναθεματισθεῖσι παρὰ τῶν εἰρημένων ἁγίων τεσσάρων Συνόδων καὶ ἀπὸ τῆς ἁγίας Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, καὶ Θεόδωρον τὸν γενόμενον ἐπίσκοπον Μοψουεστίας καὶ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα, καὶ μέντοι καὶ τὰ ἀσεβῶς συγγραφέντα παρὰ Θεοδωρήτου κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ ἁγίας πρώτης Συνόδου καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. Καὶ πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάρην τὸν Πέρσην, τὴν ἀρνουμένην τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας παρθένου τῆς Θεοτόκου Μαρίας σαρκωθέντα ἄνθρωπον γεγεννῆσθαι, καὶ τὸν θεσπέσιον Κύριλλον ὡς αἱρετικὸν διαβάλλουσαν, (et similiter Apollinario scribentem) καὶ μεμφομένην μὲν τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν Σύνοδον, ὡς χωρὶς κρίσεως καὶ ζητήσεως τὸν Νεστόριον καθελοῦσαν, καὶ τὰ δώδεκα κεφάλαια, τοῦ μακαρίου Κυρίλλου (impia et contraria rectae fidei) διαπτύουσαν, ἐκδικοῦσαν δὲ Νεστορίον καὶ Θεόδωρον καὶ τὰ θεοστυγῆ αὐτῶν συγγράμματά τε καὶ δόγματα.

[ΤΟ ΠΡΟ ΤΩΝ ΔΟΓΜΑΤΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ ΤΜΗΜΑ]

[ΜΕΤΑΦΡΑΣΙΣ ΕΚ ΤΟΥ ΛΑΤΙΝΙΚΟΥ]

Ἀναθεματίζομεν λοιπὸν τὰ ὡς ἄνω Τρία Κεφάλαια, ἤτοι τὸν ἀσεβῆ Θεόδωρον Μοψουεστίας μετὰ τῶν ἀνομολογήτων συγγραμμάτων του, τὰ ἀσεβῶς γραφέντα ἔργα τοῦ Θεοδωρήτου, καὶ τὴν ἀσεβῆ ἐκείνην ἐπιστο­λήν, τὴν ἀποδιδομένην εἰς τὸν Ἴβαν, καθὼς καὶ τοὺς ὑπερασπιστάς τους, δηλ. ὅλους ἐκείνους οἱ ὁποῖοι ἢ ἔγραψαν ἢ γράφουν πρὸς ὑπεράσπισίν τους, ἢ -ἔστω- τολμοῦν καὶ λέγουν ὅτι εἶναι ὀρθόδοξα, ἢ καὶ καθ’ οἱονδήποτε τρόπον ὑπερασπίζονται αὐτά, ἢ ἐξακολουθοῦν νὰ ὑπεραμύνωνται τῆς ἀσεβείας τους ἐπ’ ὀνόματι τάχα τῶν ἁγίων Πατέρων ἢ τῆς ἁγίας Συνόδου τῆς Χαλκηδόνος.

28. Καὶ ἀφοῦ ὡρίσαμεν αὐτὰ μὲ κάθε ἐπιμέλειαν, -ἔχοντες εἰς τὸν νοῦν μας τὰς περὶ τῆς ἁγίας Ἐκκλησίας ἐπαγγελίας Ἐκείνου, ποὺ εἶπε ὅτι: «Πῦλαι ᾅδου, δηλ. αἱ τῶν αἱρετικῶν θανατηφόροι γλῶσσαι, οὐ κατισχύσουσιν αὐτῆς», καὶ ἐνθυμούμενοι ἀφ’ ἑνὸς μὲν τὴν διὰ τοῦ Ὠσηὲ γενομένην προφητείαν, ὅτι «καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει· καὶ ἐπιγνώσει τὸν Κύριον», καὶ ἀφ’ ἑτέρου τὰς ἀχαλινώτους γλώσσας τῶν αἱρετικῶν καὶ τὰ ἀσεβέστατα συγγράμματά τους, καὶ συγκαταριθμοῦντες τοὺς αἱρετικούς, ποὺ ἐπέμειναν εἰς τὴν ἀσέβειάν τους μέχρι καὶ τὸν θάνατόν τους, μὲ τὸν πατέρα τοῦ ψεύδους, τὸν Διάβολον, - ἂς εἴπωμεν πρὸς αὐτούς: «Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε καὶ κατισχύετε φλόγα - πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε».

29. Ἡμεῖς δέ, ἔχοντες τὴν ἐντολὴν νὰ παρηγοροῦμεν τὸν λαὸν τοῦ Θεοῦ μὲ τὴν ὀρθὴν διδασκαλίαν καὶ νὰ λαλοῦμεν εἰς τὴν καρδίαν τῆς Ἱερουσαλήμ, δηλ. τῆς Ἐκκλησίας τοῦ Θεοῦ, σπεύδομεν μὲ τὴν προθυμίαν ποὺ πρέπει, νὰ σπείρωμεν ἐν δικαιοσύνῃ· καί, ὡς τρώγοντες τὸν καρπὸν τῆς ζωῆς καὶ φωτίζοντες δι’ ἑαυτῶν, τὸ φῶς τῆς γνώσεως τὸ πηγάζον ἀπὸ τὰς θείας Γραφὰς καὶ τὴν διδασκαλίαν τῶν Πατέρων, ἐνομίσαμεν ὅτι ἦτο ἀπαραίτητον νὰ συνοψίσωμεν καὶ τὸ κήρυγμα τῆς ἀληθείας ἀλλὰ καὶ τὴν καταδίκην τῶν αἱρετικῶν καὶ τῆς ἀσεβείας τους εἰς τὰ ἑξῆς Κεφάλαια.

[ΚΕΦΑΛΑΙΑ ΔΟΓΜΑΤΙΚΑ][ΕΚ ΤΟΥ ΕΛΛΗΝΙΚΟΥ ΠΡΩΤΟΤΥΠΟΥ]

α΄. Εἴ τις οὐχ ὁμολογεῖ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν φύσιν ἤτοι οὐσίαν μίαν τε δύναμιν καὶ ἐξουσίαν, Τριάδα ὁμοούσιον, μίαν θεότητα ἐν τρισὶν ὑποστάσεσιν –ἤγουν προσώποις– προσκυνουμένην, ὁ τοιοῦτος ἀνάθεμα ἔστω· εἷς γὰρ Θεὸς καὶ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα.

β΄. Εἴ τις οὐχ ὁμολογεῖ τοῦ Θεοῦ Λόγου εἶναι τὰς δύο γεννήσεις, τήν τε πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς ἀχρόνως καὶ ἀσωμάτως τήν τε ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τοῦ αὐτοῦ κατελθόντος ἐκ τῶν οὐρανῶν καὶ σαρκωθένος ἐκ τῆς ἁγίας ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ γεννηθέντος ἐξ αὐτῆς, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

γ΄. Εἴ τις λέγει ἄλλον εἶναι τὸν Θεὸν Λόγον τὸν θαυματουργήσαντα καὶ ἄλλον τὸν Χριστὸν τὸν παθόντα, ἢ τὸν Θεὸν Λόγον συνεῖναι λέγει τῷ Χρι­στῷ γενομένῳ ἐκ γυναικός, ἢ ἐν αὐτῷ εἶναι ὡς ἄλλον ἐν ἄλλῳ, ἀλλ’ οὐχ ἕνα καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ Λόγον σαρ­κωθέντα καὶ ἐνανθρωπήσαντα καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

δ΄. Εἴ τις λέγει κατὰ χάριν ἢ κατὰ ἐνέργειαν [ἢ κατὰ ἀξίαν] ἢ κατὰ ἰσοτιμίαν ἢ κατὰ αὐθεντίαν ἢ ἀναφορὰν ἢ σχέσιν ἢ δύναμιν τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς ἄνθρωπον γεγενῆσθαι, ἢ κατὰ εὐδοκίαν, ὡς ἀρεσθέντος τοῦ Θεοῦ Λόγου τοῦ ἀνθρώπου, ἀπὸ τοῦ εὖ καὶ καλῶς δόξαι αὐτῷ περὶ αὐτοῦ, καθὼς Θεόδωρος μαινόμενος λέγει, ἢ κατὰ ὁμωνυμίαν, –καθ’ ἣν οἱ νεστοριανοὶ τὸν Θεὸν Λόγον Ἰησοῦν [καὶ] Χριστὸν καλοῦντες καὶ τὸν ἄνθρωπον κεχω­ρισμένως Χριστὸν καὶ υἱὸν ὀνομάζοντες καὶ δύο πρόσωπα προφανῶς λέγοντες, κατὰ μόνην τὴν προσηγορίαν καὶ τιμὴν καὶ ἀξίαν καὶ προσκύνη­σιν καὶ ἓν πρόσωπον καὶ ἕνα Χριστὸν ὑποκρίνονται λέγειν–, ἀλλ’ οὐχ ὁμο­λογεῖ τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ κατὰ σύνθεσιν, ἤγουν καθ’ ὑπόστασιν, γεγενῆσθαι, καθὼς οἱ ἅγιοι Πατέρες ἐδίδαξαν, καὶ διὰ τοῦτο μίαν αὐτοῦ τὴν ὑπόστασιν, ὅ ἐστιν ὁ Κύ­ριος Ἰησοῦς Χριστός, εἷς τῆς ἁγίας Τριάδος, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Πολυ­τρόπως γὰρ νοουμένης τῆς ἑνώσεως, οἱ μὲν τῇ ἀσεβείᾳ Ἀπολιναρίου καὶ Εὐτυχοῦς ἀκολουθοῦντες τῷ ἀφανισμῷ τῶν συνελθόντων προκείμενοι τὴν κατὰ σύγχυσιν ἕνωσιν πρεσβεύουσιν, οἱ δὲ τὰ Θεοδώρου καὶ Νεστορίου φρονοῦντες τῇ διαιρέσει χαίροντες σχετικὴν τὴν ἕνωσιν ἐπιεσάγουσιν. ἡ μέν τοι ἁγία τοῦ Θεοῦ Ἐκκλησία ἑκατέρας αἱρέσεως τὴν ἀσέβειαν ἀποβαλλομένη τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὴν σάρκα κατὰ σύνθεσιν ὁμο­λογεῖ, ὅπερ ἐστὶ καθ’ ὑπόστασιν· ἡ γὰρ κατὰ σύνθεσιν ἕνωσις ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐ μόνον ἀσύγχυτα τὰ συνελθόντα δια­φυλάττει, ἀλλ’ οὐδὲ διαίρεσιν ἐπιδέχεται.

ε΄. Εἴ τις τὴν μίαν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως ἐκλαμβάνει ὡς ἐπιδεχομένην πολλῶν ὑποστάσεων σημασίαν καὶ διὰ τού­του εἰσάγειν ἐπιχειρεῖ ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου δύο ὑποστάσεις ἤτοι δύο πρόσωπα, καὶ τῶν παρ’ αὐτοῦ εἰσαγομένων δύο προσώπων ἓν πρόσωπον λέγει κατ’ ἀξίαν καὶ τιμὴν καὶ προσκύνησιν, καθάπερ Θεόδω­ρος καὶ Νεστόριος μαινόμενοι συνεγράψαντο, καὶ συκοφαντεῖ τὴν ἁγίαν ἐν Χαλκηδόνι Σύνοδον ὡς κατὰ ταύτην τὴν ἀσεβῆ ἔννοιαν χρησαμένην τῷ τῆς μιᾶς ὑποστάσεως ῥήματι, ἀλλὰ μὴ ὁμολογεῖ τὸν τοῦ Θεοῦ Λόγον σαρκὶ καθ’ ὑπόστασιν ἑνωθῆναι καὶ διὰ τοῦτο μίαν αὐτοῦ τὴν ὑπόστασιν ἤτοι ἓν πρόσωπον, οὕτω τε καὶ τὴν ἁγίαν ἐν Χαλκηδόνι Σύνοδον μίαν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογῆσαι, ὁ τοιοῦτος ἀνάθεμα ἔστω· οὔτε γὰρ προσθήκην προσώπου, ἤγουν ὑποστάσεως, ἐπεδέξατο ἡ ἁγία Τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος Θεοῦ Λόγου.

ς΄. Εἴ τις καταχρηστικῶς ἀλλ’ οὐκ ἀληθῶς Θεοτόκον λέγει τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν ἢ κατὰ ἀναφορὰν ὡς ἀνθρώπου ψιλοῦ γεννηθέντος, ἀλλ’ οὐχὶ τοῦ Θεοῦ Λόγου σαρκωθέντος ἐξ αὐτῆς, ἀναφερομένης δὲ κατ’ ἐκείνους τῆς τοῦ ἀνθρώπου γεννήσεως ἐπὶ τὸν Θεὸν Λόγον ὡς συνόντα τῷ ἀνθρώπῳ γεννωμένῳ, καὶ συκοφαντεῖ τὴν ἁγίαν ἐν Χαλκηδόνι Σύνοδον ὡς κατὰ ταύτην τὴν ἀσεβῆ, ἐπινοηθεῖσαν παρὰ Θεοδώρου, ἔννοιαν Θεοτόκον τὴν παρθένον εἰποῦσαν, ἢ εἴ τις ἀνθρω­ποτόκον αὐτὴν καλεῖ ἢ χριστοτόκον ὡς τοῦ Χριστοῦ μὴ ὄντος Θεοῦ, ἀλλὰ μὴ κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκον αὐτὴν ὁμολογεῖ διὰ τὸ τὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ Πα­τρὸς γεννηθέντα Θεὸν Λόγον ἐπ’ ἐσχάτων τῶν ἡμε­ρῶν ἐξ αὐτῆς σαρκωθῆναι καὶ γεννηθῆναι, οὕτω τε εὐσεβῶς καὶ τὴν ἁγίαν ἐν Χαλκηδόνι Σύνοδον Θεοτόκον αὐτὴν ὁμολογῆσαι, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

ζ΄. Εἴ τις «ἐν δύο φύσεσι» λέγων μὴ ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημάνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ Λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ Λόγου φύσιν μεταχωρησάσης (μένει γὰρ ἑκάτε­ρον, ὅ περ ἐστὶ τῇ φύσει, καὶ γενομένης τῆς ἑνώσεως καθ’ ὑπόστασιν), ἀλλ’ ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φωνὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου, ἢ τὸν ἀριθμὸν τῶν φύσεων ὁμολογῶν ἐπὶ τοῦ αὐτοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ Λόγου σαρκωθέντος, μὴ τῇ θε­ωρίᾳ μόνῃ τὴν διαφορὰν τούτων λαμβάνει, ἐξ ὧν καὶ συνετέθη, οὐκ ἀναι­ρουμένην διὰ τὴν ἕνωσιν (εἷς γὰρ ἐξ ἀμφοῖν καὶ δι’ ἑνὸς ἀμφότερα), ἀλλ’ ἐπὶ τούτῳ κέχρηται τῷ ἀριθμῷ ὡς κεχωρισμένας καὶ ἰδιοϋποστάτους ἔχει τὰς φύσεις, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

η΄. Εἴ τις «ἐκ δύο φύσεων» –θεότητος καὶ ἀνθρωπότητος– ὁμολογῶν τὴν ἕνωσιν γεγενῆσθαι ἢ «μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην» λέγων, μὴ οὕτως αὐτὰ λαμβάνῃ καθάπερ καὶ οἱ ἅγιοι Πατέρες ἐδίδαξαν, ὅτι ἐκ τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης –τῆς ἑνώσεως καθ’ ὑπόστασιν γενομένης– εἷς Χριστὸς ἀπετελέσθη, ἀλλ’ ἐκ τῶν τοιούτων φωνῶν μίαν φύ­σιν ἤτοι οὐσίαν θεότητος καὶ σαρκὸς τοῦ Χριστοῦ εἰσάγειν ἐπιχειρεῖ, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Καθ’ ὑπόστασιν γὰρ λέγοντες σαρκὶ τὸν μονογενῆ Λόγον ἡνῶσθαι οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαί φαμεν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦτο ὅπερ ἐστίν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν Λόγον· δι’ ὃ καὶ εἷς ἐστιν ὁ Χριστός, Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς ὁμοούσιος τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα. Ἐπίσης γὰρ καὶ τοὺς ἀνὰ μέρος διαιροῦντας ἤτοι τέμνοντας καὶ τοὺς συγχέοντας τὸ τῆς θείας οἰκονομίας μυστήριον τοῦ Χριστοῦ ἀποστρέφεται καὶ ἀναθεματίζει ἡ τοῦ Θεοῦ Ἐκκλησία.

θ΄. Εἴ τις προσκυνεῖσθαι ἐν δυσὶ φύσεσι λέγει τὸν Χριστόν, ἐξ οὗ δύο προσκυνήσεις εἰσάγονται, ἰδίᾳ τῷ Θεῷ Λόγῳ καὶ ἰδίᾳ τῷ ἀνθρώπῳ, ἢ εἴ τις ἐπὶ ἀναιρέσει τῆς σαρκὸς ἢ ἐπὶ συγχύσει τῆς θεότητος καὶ τῆς ἀνθρωπό­τητος ἢ μίαν φύσιν ἤγουν οὐσίαν τῶν συνελθόντων τερατευόμενος οὕτω προσκυνεῖ τὸν Χριστόν, ἀλλ’ οὐχὶ μιᾷ προσκυνήσει τὸν Θεὸν Λόγον σαρκω­θέντα μετὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς προσκυνεῖ, καθάπερ ἡ τοῦ Θεοῦ Ἐκ­κλησία παρέλαβεν ἐξ ἀρχῆς, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

ι΄. Εἴ τις οὐχ ὁμολογεῖ τὸν ἐσταυρωμένον σαρκὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Θεὸν εἶναι ἀληθινὸν καὶ Κύριον τῆς δόξης καὶ ἕνα τῆς ἁγίας Τριάδος, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

ια΄. Εἴ τις μὴ ἀναθεματίζει Ἄρειον Εὐνόμιον Μακεδόνιον Ἀπολινάριον Νεστόριον Εὐτυχέα καὶ Ὠριγένη μετὰ τῶν ἀσεβῶν αὐτῶν συγγραμμάτων καὶ τοὺς ἄλλους πάντας αἱρετικοὺς τοὺς κατακριθέντας καὶ ἀναθεματι­σθέντας ὑπὸ τῆς ἁγίας Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας καὶ τῶν προειρημένων ἁγίων τεσσάρων Συνόδων, καὶ τοὺς τὰ ὅμοια τῶν προειρημένων αἱρετικῶν φρονήσαντας ἢ φρονοῦντας καὶ μέχρι τέλους τῇ οἰκείᾳ ἀσεβείᾳ ἐμμείναντας, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

ιβ΄. Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ ἀσεβοῦς τοῦ Μοψουεστίας τοῦ εἰπόντος ἄλλον εἶναι τὸν Θεὸν Λόγον καὶ ἄλλον τὸν Χριστόν, ὑπὸ παθῶν ψυχῆς καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν χωριζόμενον καὶ οὕτως ἐκ προκοπῆς ἔργων βελτιωθέντα καὶ ἐκ πολιτείας ἄμωμον καταστάντα, ὡς ψιλὸν ἄνθρωπον βαπτισθῆναι εἰς <τὸ> ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου Πνεύματος λαβεῖν καὶ υἱοθεσίας ἀξιωθῆναι, καὶ κατ’ ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ Θεοῦ Λόγου προσκυνεῖσθαι καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον παντελῶς γενέ­σθαι· –καὶ πάλιν εἰρηκότος τοῦ αὐτοῦ ἀσεβοῦς Θεοδώρου τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὸν Χριστὸν τοιαύτην γεγενῆσθαι οἵαν <εἶπεν> ὁ ἀπόστο­λος ἐπὶ ἀνδρὸς καὶ γυναικὸς «ἔσονται οἱ δύο εἰς σάρκα μίαν»[19]· καὶ πρὸς ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ βλασφημίαις τολμήσαντος εἰπεῖν ὅτι μετὰ τὴν ἀνάστασιν ἐμφυσήσας ὁ Κύριος τοῖς μαθηταῖς καὶ εἰπὼν «Λάβετε Πνεῦμα ἅγιον»[20] οὐ δέδωκεν αὐτοῖς Πνεῦμα ἅγιον, ἀλλὰ σχήματι μόνον ἐνε­φύσησεν· οὗτος δὲ καὶ τὴν ὁμολογίαν Θωμᾶ τὴν ἐπὶ τῇ ψηλαφήσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν τὸ «ὁ Κύριός μου καὶ ὁ Θεός μου»[21] εἶπε μὴ εἰρῆσθαι περὶ τοῦ Χριστοῦ παρὰ τοῦ Θωμᾶ, ἀλλ’ ἐπὶ τῷ παραδόξῳ τῆς ἀναστάσεως ἐκ­πλαγέντα τὸν Θωμᾶν ὑμνῆσαι τὸν Θεὸν τὸν ἐγείραντα τὸν Χριστόν· τὸ δὲ χεῖρον, καὶ ἐν τῇ τῶν Πράξεων τῶν ἀποστόλων γενομένῃ παρ’ αὐτοῦ δῆθεν ἑρμηνείᾳ συγκρίνων ὁ αὐτὸς Θεό­δωρος τὸν Χριστὸν Πλάτωνι καὶ Μανιχαίῳ καὶ Ἐπικούρῳ καὶ Μαρκίωνι λέγει ὅτι, ὥσπερ ἐκείνων ἕκαστος εὑράμενος οἰκεῖον δόγμα τοὺς αὐτῷ μαθητεύσαντας πεποίηκε καλεῖσθαι πλατωνικοὺς καὶ μανιχαίους καὶ ἐπι­κουρείους καὶ μαρκιωνιστάς, τὸν ὅμοιον τρόπον καὶ τοῦ Χριστοῦ εὑρα­μένου δόγμα ἐξ αὐτοῦ τοὺς χριστιανοὺς καλεῖσθαι·– εἴ τις τοίνυν ἀντι­ποιεῖται τοῦ εἰρημένου ἀσεβεστάτου Θεοδώρου καὶ τῶν ἀσε­βῶν αὐτοῦ συγγραμμάτων, ἐν οἷς τάς τε εἰρημένας καὶ ἄλλας ἀναριθ­μήτους βλασφη­μίας ἐξέχεε κατὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰη­σοῦ Χριστοῦ, ἀλλὰ μὴ ἀναθεματίζει αὐτὸν καὶ τὰ ἀσεβῆ αὐτοῦ συγγράμ­ματα, καὶ πάντας τοὺς δεχομένους ἢ καὶ ἐκδικοῦντας αὐτὸν ἢ λέγοντας ὀρθοδόξως αὐτὸν ἐκθέσθαι, καὶ τοὺς γράψαντας ὑπὲρ αὐτοῦ καὶ τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων, καὶ τοὺς τὰ ὅμοια αὐτῷ φρονοῦντας ἢ φρονήσαντας πώπο­τε, καὶ μέχρι τέλους ἐμμείναντας ἢ ἐμμένοντας τῇ τοιαύτῃ ἀσεβείᾳ, ὁ τοι­οῦτος ἀνάθεμα ἔστω.

ιγ΄. Εἴ τις ἀντιποιεῖται τῶν συγγραμμάτων Θεοδωρήτου τῶν κατὰ τῆς ἀληθοῦς Πίστεως καὶ τῆς ἐν Ἐφέσῳ πρώτης [καὶ] ἁγίας Συνόδου καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων καὶ πάντων ὧν συνεγράψατο ὑπὲρ Θεοδώρου καὶ Νεστορίου τῶν δυσσεβῶν, καὶ ὑπὲρ ἄλλων τῶν τὰ αὐτὰ τοῖς προειρημένοις Θεοδώρῳ καὶ Νεστορίῳ φρονούν­των καὶ δεχομένων αὐτοὺς καὶ τὴν αὐτῶν ἀσέβειαν, καὶ δι’ αὐτῶν ἀσεβεῖς καλεῖ τοὺς τῆς Ἐκκλησίας διδασκάλους τοὺς καθ’ ὑπόστασιν τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου <πρὸς τὴν σάρκα> φρονοῦντας καὶ ὁμολογοῦντας, καὶ εἴ περ οὐκ ἀναθεματίζει τὰ εἰρημένα ἀσεβῆ συγγράμματα, καὶ τοὺς τὰ ὅμοια τούτοις φρονήσαντας ἢ φρονοῦντας καὶ πάντας δὲ τοὺς γράψαντας κατὰ τῆς ὀρθῆς πίστεως ἢ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων καὶ ἐν τῇ τοιαύτῃ ἀσεβείᾳ τελευτήσαντας, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

ιδ΄. Εἴ τις ἀντιποιεῖται τῆς ἐπιστολῆς τῆς λεγομένης παρὰ Ἴβα γεγράφθαι πρὸς Μάρην τὸν Πέρσην, τῆς ἀρνουμένης μὲν τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας σαρκωθέντα ἄνθρωπον γεγενῆσθαι, λεγούσης δὲ ψιλὸν ἄνθρωπον ἐξ αὐτῆς γεννηθῆναι, ὃν ναὸν ἀποκαλεῖ, ὡς ἄλλον εἶναι τὸν Θεὸν Λόγον καὶ ἄλλον τὸν ἄνθρωπον, καὶ τὸν ἐν ἁγίοις Κύριλλον τὴν ὀρθὴν τῶν χριστιανῶν πίστιν κηρύξαντα διαβαλλούσης ὡς αἱρετικὸν καὶ ὁμοίως Ἀπολιναρίῳ τῷ δυσσεβεῖ γράψαντα, καὶ μεμφομένης τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν Σύνοδον ὡς χωρὶς κρίσεως καὶ ζητήσεως Νε­στόριον καθελοῦσαν, –καὶ τὰ δώδεκα κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου ἀσεβῆ καὶ ἐναντία τῇ ὀρθῇ πίστει ἀποκαλεῖ ἡ αὐτὴ ἀσεβὴς ἐπιστολὴ καὶ ἐκδικεῖ Θεόδωρον καὶ Νεστόριον καὶ τὰ ἀσεβῆ αὐτῶν δόγματα καὶ συγ­γράμματα–, εἴ τις τοίνυν τῆς εἰρημένης ἀσεβοῦς ἐπιστολῆς ἀντιποιεῖται καὶ μὴ ἀναθεματίζει αὐτὴν καὶ τοὺς ἀντιποιουμένους αὐτῆς καὶ λέγοντας αὐτὴν ὀρθὴν εἶναι ἢ μέρος αὐτῆς καὶ γράψαντας καὶ γράφοντας ὑπὲρ αὐτῆς ἢ τῶν περιεχομένων αὐτῇ ἀσεβειῶν καὶ τολμῶντας ταύτην ἐκδικεῖν ἢ τὰς περιεχομένας αὐτῇ ἀσεβείας ὀνόματι τῶν ἁγίων Πατέρων ἢ τῆς ἁγί­ας ἐν Χαλκηδόνι Συνόδου καὶ τούτοις μέχρι τέλους ἐμμείναντας, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

[ΚΑΤΑΚΛΕΙΣ]

Τούτων τοίνυν οὕτως ὁμολογηθέντων, ἃ καὶ παρελάβομεν ἐκ τῆς θείας Γραφῆς καὶ τῆς τῶν ἁγίων Πατέρων διδασκαλίας καὶ τῶν ὁρισθέντων περὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς Πίστεως παρὰ τῶν προειρημένων ἁγίων τεσσάρων Συνόδων, γενομένης δὲ καὶ παρ’ ἡμῶν τῆς ἐπὶ τοῖς αἱρετικοῖς καὶ τῆς τού­των ἀσεβείας πρός γε καὶ τῆς τῶν ἐκδικησάντων ἢ ἐκδικούντων τὰ εἰρημένα «τρία κεφάλαια» καὶ ἐναπομεινάντων ἢ ἀπομενόντων τῇ οἰκείᾳ πλάνῃ κατακρίσεως, εἴ τις ἐπιχειρήσοι ἐναντία τοῖς παρ’ ἡμῶν εὐσεβῶς εὐσεβῶς διατυπωθεῖσι παραδοῦναι ἢ διδάξαι ἢ γράψαι, εἰ μὲν ἐπίσκοπος εἴη ἢ ἐν κλήρῳ ἀναφερόμενος, ὁ τοιοῦτος ἀλλότρια ἱερέων καὶ τῆς ἐκκλησι­αστικῆς καταστάσεως πράττων γυμνωθήσεται τῆς ἐπισκοπῆς ἢ τοῦ κλήρου· εἰ δὲ μοναχὸς ἢ λαϊκὸς ἀναθεματισθήσεται.

[ΥΠΟΓΡΑΦΑΙ]

Εὐτύχιος, ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης, ἐψηλαφησάμην τὰ προκείμενα καὶ ὁμολογῶ οὕτως ἔχειν, ὡς πάντα τὰ περιγεγραμμένα κεφάλαιά τε καὶ δόγματα περιέχει· καὶ δεχόμενος τὰς ἁγίας τέσσαρας Συνόδους, τουτέστι τὴν ἐν Νικαίᾳ καὶ τὴν ἐν Κωνσταντινουπόλει καὶ τὴν ἐν Ἐφέσῳ τὸ πρότερον καὶ τὴν ἐν Χαλκηδόνι, καὶ τὰ παρ’ αὐτῶν περὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς Πίστεως ὁρισθέντα, καὶ πᾶσι τούτοις ἐμμένων, καθὼς προγέγραπται, κατακρίνω καὶ ἀναθεματίζω, πρὸς τοῖς ἄλλοις αἱρετικοῖς καὶ τοῖς ἀσεβέσιν αὐτῶν συγγράμμασι, Θεόδωρον τὸν ἀσεβῆ τὸν Μοψουεστίας γενόμενον ἐπίσκοπον μετὰ τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων, καὶ πάντα τὰ ἀσεβῶς συγγραφέντα Θεοδωρήτῳ, καθ’ ἃ προείρηται, καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην Ἴβα, καὶ τοὺς τὰ ὅμοια τούτοις φρονήσαντας ἢ φρονοῦντας, καὶ ὑπέγραψα.

Ἀπολλινάριος, ἐλέῳ Θεοῦ ἐπίσκοπος Ἀλεξανδρείας.

Δομνῖνος, ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Θεουπολιτῶν.

Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν....

ΑΝΑΘΕΜΑΤΙΣΜΟΙ ΚΑΤΑ ΤΩΝ ΩΡΙΓΕΝΕΙΩΝ ΔΟΞΑΣΙΩΝ ΚΥΡΩΘΕΝΤΕΣ ΥΠΟ ΤΗΣ ΕΝ ΚΩΝ/ΠΟΛΕΙ Ε' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (553 μ.Χ.)

Τῶν ἁγίων ρξε΄ Πατέρων τῆς ἐν Κωνσταντινουπόλει ἁγίας πέμπτης Συνόδου κανόνες δέκα πέντε,

α΄. Εἴ τις τὴν μυθώδη προΰπαρξιν τῶν ψυχῶν καὶ τὴν ταύτῃ ἑπομένην τερατώδη ἀποκατάστασιν πρεσβεύει, ἀνάθεμα ἔστω.

β΄. Εἴ τις λέγει πάντων τῶν λογικῶν τὴν παραγωγὴν νόας ἀσωμάτους καὶ ἀύλους γεγονέναι δίχα παντὸς ἀριθμοῦ καὶ ὀνόματος, ὡς ἑνάδα πάντων τούτων γενέσθαι τῇ ταυτότητι τῆς οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας καὶ τῇ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει τε καὶ γνώσει, κόρον δὲ αὐτοὺς λαβεῖν τῆς θείας θεωρίας καὶ πρὸς τὸ χειρον τραπῆναι κατὰ τὴν ἑκάστου ἀναλογίαν τῆς ἐπὶ τοῦτο ῥοπῆς· καὶ εἰληφέναι σώματα λεπτο­μερέστερα ἢ παχύτερα, καὶ ὄνομα κληρώσασθαι διὰ τὸ ὡς ὀνομάτων οὕτω καὶ σωμάτων διαφορὰς εἶναι τῶν ἄνω δυνάμεων· καὶ ἐντεῦθεν τοὺς μὲν χερουβὶμ τοὺς δὲ σεραφὶμ τοὺς δὲ ἀρχὰς καὶ ἐξουσίας ἢ κυριότητας ἢ θρό­νους καὶ ἀγγέλους καὶ ὅσα ἐστὶν οὐράνια τάγματα γεγονέναι τε καὶ ὀνο­μασθῆναι, ἀνάθεμα ἔστω.

γ΄. Εἴ τις λέγει τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ αὐτὰ τῆς αὐτῆς τῶν λογικῶν ἑνάδος ὄντα, ἐκ παρατροπῆς τῆς ἐπὶ τὸ χεῖρον γεγονέναι τοῦτο ὅπερ εἰσίν, ἀνάθεμα ἔστω.

δ΄. Εἴ τις λέγει τὰ λογικὰ τὰ τῆς θείας ἀγάπης ἀποψυγέντα σώμασι παχυτέροις τοῖς καθ’ ἡμᾶς ἐνδεθῆναι καὶ ἀνθρώπους ὀνομασθῆναι, τὰ δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλακότα ψυχροῖς καὶ ζοφεροῖς ἐνδεθῆναι σώμα­σι καὶ δαίμονας ἢ «πνευματικὰ τῆς πονηρίας» εἶναί τε καὶ καλεῖσθαι, ἀνάθεμα ἔστω.

ε΄. Εἴ τις λέγει ἐξ ἀγγελικῆς καταστάσεως καὶ ἀρχαγγελικῆς ψυχικὴν κατάστασιν γίνεσθαι, ἐκ δὲ ψυχῆς δαιμονιώδη καὶ ἀνθρωπίνην, ἐκ δὲ ἀνθρωπίνης ἀγγέλους πάλιν καὶ δαίμονας γίνεσθαι, καὶ ἕκαστον τάγμα τῶν οὐρανίων δυνάμεων ἢ ὅλον ἐκ τῶν κάτω ἢ ἐκ τῶν ἄνω ἢ ἐκ τῶν ἄνω καὶ τῶν κάτω συνεστηκέναι, ἀνάθεμα ἔστω.

ς΄. Εἴ τις λέγει διττὸν πεφηνέναι τὸ γένος τῶν δαιμόνων, συγκροτούμενον ἔκ τε ψυχῶν ἀνθρωπίνων καὶ ἐκ κρειττόνων καταπιπτόντων εἰς τοῦτο πνευμάτων· ἕνα δὲ νοῦν ἐκ πάσης δῆθεν ἑνάδος τῶν λογικῶν ἀκίνητον μεῖναι τῆς θείας ἀγάπης καὶ θεωρίας, ὃν Χριστὸν καὶ βασιλέα γεγονότα πάντων τῶν λογικῶν παραγαγεῖν πᾶσαν τὴν σωματικὴν φύσιν οὐρα­νόν τε καὶ γῆν καὶ τὰ ἐν μέσῳ· καὶ ὅτι ὁ κόσμος πρεσβύτερα τῆς ὑπάρξεως αὐτοῦ στοιχεῖα ἔχων ἐνυπόστατα, ξηρόν, ὑγρόν, θερμόν, ψυχρόν, καὶ τὴν ἰδέαν πρὸς ἣν ἀπετυπώθη, οὕτω γέγονε· καὶ ὅτι οὐχ ἡ παναγία καὶ ὁμοούσιος Τριὰς ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τοῦτό ἐστι γενητός, ἀλλ’ ὁ νοῦς, ὅν φασι, δημιουργικὸς προϋπάρχων τοῦ κόσμου καὶ τὸ εἶναι αὐτῷ τῷ κόσμῳ παρέχων γενητὸν ἀνέδειξεν, ἀνάθεμα ἔστω.

ζ΄. Εἴ τις λέγει Χριστὸν λεγόμενον ἐν μορφῇ Θεοῦ ὑπάρχειν καὶ πρὸ πάντων τῶν αἰώνων ἑνωθέντα τῷ Θεῷ Λόγῳ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κενῶσαι ἑαυτὸν πρὸς τὸ ἀνθρώπινον, ἐλεήσαντα τὴν –ὥς φασιν– γενομένην πολυσχεδῆ κατάπτωσιν τῶν τῆς αὐτῆς ἑνάδος, καὶ ἐπαναγαγεῖν αὐτοὺς βουλόμενον διὰ πάντων γενέσθαι καὶ σώματα διάφορα μεταμφιάσασθαι καὶ ὀνόματα κληρώσασθαι, πάντα πᾶσι γεγενημένον, ἐν ἀγγέλοις ἄγγελον ἀλλὰ καὶ ἐν δυνάμεσι δύναμιν καὶ ἐν ἄλλοις τάγμασιν ἢ εἴδεσι τῶν λογι­κῶν ἁρμονίως ἑκάστοις μεταμορφῶσθαι, εἶτα παραπλησίως ἡμῖν μετασχη­κέναι σαρκὸς καὶ αἵματος καὶ γεγονέναι καὶ τοῖς ἀνθρώποις ἄνθρωπον, καὶ μὴ ὁμολογεῖ τὸν Θεὸν Λόγον κενωθῆναί τε καὶ ἐνανθρωπῆσαι, ἀνάθεμα ἔστω.

η΄. Εἴ τις μὴ λέγει τὸν Θεὸν Λόγον τὸν ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ καὶ ἁγίῳ Πνεύματι, τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, τὸν ἕνα τῆς ἁγίας Τριάδος, κυρίως Χριστόν, ἀλλὰ καταχρηστικῶς διὰ τὸν –ὥς φασι– κενώσαντα ἑαυτὸν νοῦν, ὡς συνημμένον αὐτῷ τῷ Θεῷ Λόγῳ καὶ κυρίως λεγόμενον Χριστόν, ἀλλ’ ἐκεῖνον διὰ τοῦτον Χριστὸν καὶ τοῦτον δι’ ἐκεῖνον Θεόν, ἀνάθεμα ἔστω.

θ΄. Εἴ τις λέγει ὅτι οὐχ ὁ Λόγος τοῦ Θεοῦ σαρκωθεὶς σαρκὶ ἐμψυχωμένῃ ψυχῇ λογικῇ καὶ νοερᾷ κατελήλυθεν εἰς τὸν ᾄδην καὶ πάλιν εἰς τὸν οὐρα­νὸν ὁ αὐτὸς ἀναβέβηκεν, ἀλλ’ ὁ παρ’ αὐτοῖς λεγόμενος νοῦς, ὃν ἀσεβοῦντες λέγουσι κυρίως Χριστὸν τῇ τῆς μονάδος γνώσει πεποιημένον, ἀνάθεμα ἔστω.

ι΄. Εἴ τις λέγει ὡς τὸ τοῦ Κυρίου ἐξ ἀναστάσεως σῶμα αἰθέριόν τε καὶ σφαιροειδὲς τῷ σχήματι, καὶ ὅτι [τὰ] τοιαῦτα καὶ τὰ τῶν λοιπῶν ἐξ ἀναστάσεως ἔσται σώματα, καὶ ὅτι αὐτοῦ τοῦ Κυρίου πρῶτον ἀποτιθεμένου τὸ ἴδιον αὐτοῦ σῶμα καὶ πάντων ὁμοίως εἰς τὸ ἀνύπαρκτον χωρήσει ἡ τῶν σωμάτων φύσις, ἀνάθεμα ἔστω.

ια΄. Εἴ τις λέγει ὅτι ἡ μέλλουσα κρίσις ἀναίρεσιν παντελῆ τῶν σωμάτων σημαίνει, καὶ ὅτι τέλος ἐστὶ τοῦ μυθευομένου ἡ ἄυλος φύσις, καὶ οὐδὲν ἐν τῷ μέλλοντι τῶν τῆς ὕλης ὑπάρξει ἀλλὰ γυμνὸς ὁ νοῦς, ἔστω ἀνάθεμα.

ιβ΄. Εἴ τις λέγει ὅτι ἑνοῦνται τῷ Θεῷ Λόγῳ οὕτως ἀπαραλλάκτως αἵ τε ἐπουράνιοι δυνάμεις καὶ πάντες οἱ ἄνθρωποι καὶ ὁ διάβολος καὶ τὰ πνευματικὰ τῆς πονηρίας, ὡς αὐτὸς ὁ νοῦς ὁ λεγόμενος παρ’ αὐτῶν Χριστὸς καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων καὶ κενώσας –ὥς φασιν– ἑαυτόν, καὶ πέρας ἔσεσθαι τῆς βασιλείας τοῦ Χριστοῦ, ἀνάθεμα ἔστω.

ιγ΄. Εἴ τις λέγει ὡς οὐδὲ μίαν παντελῶς ἕξει ὁ Χριστὸς πρὸς οὐδὲ ἓν τῶν λογικῶν διαφοράν, οὐδὲ τῇ οὐσίᾳ οὐδὲ τῇ γνώσει οὐδὲ τῇ ἐφ’ ἅπαντα δυνάμει ἢ ἐνεργείᾳ, ἀλλὰ πάντες ἐκ δεξιῶν ἔσονται τοῦ Θεοῦ, καθάπερ ὁ παρ’ αὐτοῖς Χριστός, ὡς καὶ ἐν τῇ παρ’ αὐτῶν μυθευομένῃ προϋπάρξει ἐτύγχανον, ἀνάθεμα ἔστω.

ιδ΄. Εἴ τις λέγει ὅτι πάντων τῶν λογικῶν ἑνὰς μία ἔσται τῶν ὑποστάσεων καὶ τῶν ἀριθμῶν συναναιρουμένων τοῖς σώμασι, καὶ ὅτι τῇ γνώσει τῇ περὶ τῶν λογικῶν ἕπεται κόσμων τε φθορὰ καὶ σωμάτων ἀπόθεσις καὶ ὀνομάτων <ἀν>αίρεσις, <καὶ> ταυτότης ἔσται τῆς γνώσεως, καθάπερ καὶ τῶν ὑποστάσεων, καὶ ὅτι ἐν τῇ μυθευομένῃ ἀποκαταστάσει ἔσονται μόνοι γυμνοὶ <οἱ νόες>, καθάπερ καὶ ἐν τῇ παρ’ αὐτῶν ληρωδουμένῃ προϋπάρ­ξει ἐτύγχανον, ἀνάθεμα ἔστω.

ιε΄. Εἴ τις λέγει ὅτι ἡ ἀγωγὴ τῶν νοῶν ἡ αὐτὴ ἔσται τῇ προτέρᾳ, ὅτε οὔπω ὑποβεβήκεσαν ἢ καταπεπτώκεσαν, ὡς τὴν ἀρχὴν τὴν αὐτὴν εἶναι τῷ τέλει καὶ τὸ τέλος τῆς ἀρχῆς μέτρον εἶναι, ἀνάθεμα ἔστω.

ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΑΝΑΘΕΜΑΤΙΣΜΟΙ ΚΑΤΑ ΤΩΝ ΩΡΙΓΕΝΕΙΩΝ ΔΟΞΑΣΙΩΝ ΕΚ ΤΟΥ ΔΙΑΤΑΓΜΑΤΟΣ ΤΟΥ (543 μ.Χ.)

α΄. Εἴ τις λέγει ἢ ἔχει, προϋπάρχειν τὰς τῶν ἀνθρώπων ψυχάς, οἶα πρῴην νόας οὔσας καὶ ἁγίας δυνάμεις, κόρον δὲ λαβούσας τῆς θείας θεωρίας καὶ πρὸς τὸ χεῖρον τραπείσας, καὶ διὰ τοῦτο ἀποψυγείσας μὲν τῆς τοῦ Θεοῦ ἀγάπης, ἐντεῦθεν δὲ ψυχὰς ὀνομασθείσας, καὶ τιμωρίας χάριν εἰς σώματα καταπεμφθείσας, ἀνάθεμα ἔστω.

β΄. Εἴ τις λέγει ἢ ἔχει, τὴν τοῦ Κυρίου ψυχὴν προϋπάρχειν, καὶ ἡνωμένην γεγενῆσθαι τῷ Θεῷ Λόγῳ πρὸ τῆς ἐκ παρθένου σαρκώσεώς τε καὶ γεννήσεως, ἀνάθεμα ἔστω.

γ΄. Εἴ τις λέγει ἢ ἔχει, πρῶτον πεπλάσθαι τὸ σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου, καὶ μετὰ ταῦτα ἑνωθῆναι αὐτῷ τὸν Θεὸν Λόγον, καὶ τὴν ψυχὴν ὡς προϋπάρξασαν, ἀνάθεμα ἔστω.

δ΄. Εἴ τις λέγει ἢ ἔχει, πᾶσι τοῖς ἐπουρανίοις τάγμασιν ἐξομοιωθῆναι τὸν τοῦ Θεοῦ Λόγον, γενόμενον τοῖς χερουβὶμ χερουβίμ, καὶ τοῖς σεραφὶμ σεραφίμ, καὶ πάσαις ἁπλῶς ταῖς ἄνω δυνάμεσιν ἐξομοιωθέντα, ἀνάθεμα ἔστω.

ε΄. Εἴ τις λέγει ἢ ἔχει, ἐν τῇ ἀναστάσει σφαιροειδῆ τὰ τῶν ἀνθρώπων ἐγείρεσθαι σώματα, καὶ οὐχ ὁμολογεῖ ὀρθίους ἡμᾶς ἐγείρεσθαι, ἀνάθεμα ἔστω.

ς΄. Εἴ τις λέγει ἢ ἔχει, οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ ἀστέρας καὶ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ἐμψύχους καὶ λογικὰς εἶναί τινας δυνάμεις, ἀνάθεμα ἔστω.

ζ΄. Εἴ τις λέγει ἢ ἔχει, ὅτι ὁ δεσπότης Χριστὸς ἐν τῷ μέλλοντι αἰῶνι σταυρωθήσεται ὑπὲρ δαιμόνων, καθὰ καὶ ὑπὲρ ἀνθρώπων, ἀνάθεμα ἔστω.

η΄. Εἴ τις λέγει ἢ ἔχει, ἢ πεπερασμένην εἷναι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ τοσαῦτα αὐτὸν δημιουργῆσαι, ὅσον περιδράξασθαι καὶ νοεῖν ἠδύνατο, ἢ τὰ κτίσματα συναΐδια εἶναι τῷ Θεῷ, ἀνάθεμα ἔστω.

θ΄. Εἴ τις λέγει ἢ ἔχει, πρόσκαιρον εἶναι τὴν τῶν δαιμόνων καὶ ἀσεβῶν ἀνθρώπων κόλασιν, καὶ τέλος κατά τινα χρόνον αὐτὴν ἕξειν, ἤγουν ἀποκατάστασιν γενέσθαι δαιμόνων ἢ ἀσεβῶν ἀνθρώπων, ἀνάθεμα ἔστω.

ι΄. Ἀνάθεμα καὶ Ὠριγένει τῷ καὶ Ἀδαμαντίῳ τῷ ταῦτα ἐκθεμένῳ μετὰ τῶν μυσαρῶν αὐ­τοῦ καὶ ἐπικαταράτων [ἐνάγων τε] δογμάτων, καὶ παντὶ προσώπῳ φρονοῦντι ταῦτα ἢ ἐκδικοῦντι ἢ κατά τι παντελῶς ἐν οἱῳδήποτε χρόνῳ τούτων ἀντιποιεῖσθαι τολμῶντι.

Примечания

  1. Πρβλ. καὶ καν. Δ΄ Οἰκ. 1, Ζ΄ Οἰκ. 1.

  2. Πρβλ. 26 καν. Ἀποστόλων.

  3. Πρβλ καὶ καν. 7, 64, 70, 71 Ἀποστ. καὶ 37, 38 Λαοδ. Περὶ δὲ τῶν ἀζύμων τῶν Λατίνων βλέπ., πρὸς πολλοῖς ἄλλοις, καὶ ἐπιστολὰς τοῦ Πέτρου Ἀντιοχείας καὶ Λέοντος Βουλγαρίας, ἐν ΡΠΣ, IV, 409.

  4. Πρβλ. 5 καν. Ἀποστόλων: «Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυναῖκα μὴ ἐκβαλλέτω προφάσει εὐλαβείας· ἐὰν δὲ ἐκβάλῃ, ἀφοριζέσθω· ἐπιμένων δέ, καθαιρείσθω».

  5. Α΄ Κορ. 10,31/3.

  6. Πρβλ. καὶ καν. 30 καὶ 48 Πενθέτης.

  7. Ἰω. Χρυσοστόμου, Ὁμιλ. 82 εἰς Ματθ. 26,26/9, MPG, 58,740.

  8. Πρβλ. καὶ καν. Β΄ Οἰκ. 3 καὶ Δ΄ Οἰκ. 28.

  9. Πρβλ. καὶ καν. Δ΄ Οἰκ. 17.

  10. Πρβλ. καὶ καν. Αποστ. 66 καὶ Φωτίου ἐγκύκλιον.

  11. Πρβλ. καὶ καν. Ἀποστ. 63 καὶ Γάγγρ. 2.

  12. Α΄ Κορ. 14,34/5, Α΄ Τιμ. 2,11/2.

  13. Κατὰ τὰς Ἀποστολικὰς Διαταγὰς 3,9: «Εἰ δὲ ἐν τοῖς προλαβοῦσι διδάσκειν αὐταῖς οὐκ ἐπετρέψαμεν, πῶς ἱερατεῦσαι ταύταις παρὰ φύσιν τις συγχωρήσει; τοῦτο γὰρ τῆς τῶν Ἑλλήνων ἀθεότητος ἀγνόημα, θηλείας θεαῖς ἱερείας χειροτονεῖν, ἀλλ’ οὐ τῆς τοῦ Χριστοῦ διατάξεως».

  14. Α΄ Κορ. 7,14. Πρβλ. καὶ καν. Δ΄ Οἰκ. 14, Λαοδ. 31, Ἰω. Νηστευτοῦ ἐκ τοῦ «Κανονικοῦ» αὐτοῦ (ΡΠΣ, IV, 439).

  15. Ματθ. 26,26.

  16. Πρβλ. καὶ καν. Α΄ Οἰκ. 20.

  17. Πρβλ. καὶ καν. Α΄ Οἰκ. 8, 19, Β΄ Οἰκ. 7, Ἀποστ. 45-46, Λαοδ. 6-8, Μ. Βασιλείου 1, 5, 47.

  18. Μετάφρασις ὑπὸ Μητρ. Νικοπόλεως Μελετίου (Ἡ Πέμπτη Οἰκουμενικὴ Σύνοδος, Ἀθῆναι 1985, σ. 568-595).

  19. Γεν. 2,24.

  20. Ἰω. 20,22.

  21. Ἰω. 20,28.

ΠΗΓΗ, ΚΑΝΟΝΕΣ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 227-235.

ΠΗΓΗ, ΟΡΟΣ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 185-197.

Η ΕΚ ΤΟΥ ΛΑΤΙΝΙΚΟΥ ΜΕΤΑΦΡΑΣΙΣ: Ἐκ Μητρ. Νικοπόλεως Μελετίου, Ἡ Πέμπτη Οἰκουμενικὴ Σύνοδος, Ἀθῆναι 1985, σ. 568-595.

ΠΗΓΗ, ΑΝΑΘΕΜΑΤΙΣΜΟΙ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 198-200.

ΠΗΓΗ, ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΑΝΑΘΕΜΑΤΙΣΜΟΙ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 198.

220
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать