I Οικουμενική Σύνοδος (325)
I Οικουμενική Σύνοδος (325)

I Οικουμενική Σύνοδος - Α΄ Νίκαια, 325, 318 επίσκοποι.

  • Καταδίκη του Αρείου. Καταδίκη της αίρεσης του Αρείου, ο οποίος δίδασκε ότι ο Χριστός δεν ήταν Θεός, αλλά ένα ιδιαίτερο ον που δημιουργήθηκε από τον Θεό.

  • Πίστη. Καθορίζονται τα 7 πρώτα μέλη του Συμβόλου της Πίστεως.

  • Χρόνος εορτασμού του Πάσχα. Το Πάσχα γιορτάζεται την πρώτη Κυριακή μετά την πανσέληνο, η οποία πέφτει μετά την εαρινή ισημερία.

ΣΥΜΒΟΛΟΝ ΠΙΣΤΕΩΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ Α' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (325 μ.Χ.)

Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα ‹καὶ› ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

Καὶ εἰς τὸ ἅγιον Πνεῦμα.

Τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν», καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν», καὶ ὅτι «ἐξ οὐκ ὄντων» ἐγένετο, ἢ «ἐξ ἑτέρας ὑποστάσεως» ἢ «οὐσίας» φάσκοντας εἶναι, ἢ «κτιστὸν» ἢ «τρεπτὸν» ἢ «ἀλλοιωτὸν» τὸν Υἱὸν τοῦ Θεοῦ, ἀναθεματίζει ἡ Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία.

ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ Α' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΚΑΝΟΝΕΣ ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ (325 μ.Χ.)

Κανὼν 6: Τὰ ἀρχαῖα ἔθη κρατείτω, τὰ ἐν Αἰγύπτῳ, καὶ Λιβύῃ καὶ Πενταπόλει, ὥστε τὸν ἐν Ἀλεξανδρείᾳ ἐπίσκοπον πάντων τούτων ἔχειν τὴν ἐξουσίαν· ἐπειδὴ καὶ τῷ ἐν Ῥώμῃ ἐπισκόπῳ τοῦτο σύνηθές ἐστιν. Ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀντιόχειαν, καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις, τὰ πρεσβεῖα σῴζεσθαι ταῖς Ἐκκλησίαις. Καθόλου δὲ πρόδηλον ἐκεῖνο· ὅτι, εἴ τις χωρὶς γνώμης τοῦ μητροπολίτου γένοιτο ἐπίσκοπος, τὸν τοιοῦτον ἡ μεγάλη σύνοδος ὥρισε μὴ δεῖν εἶναι ἐπίσκοπον. Ἐάν μέντοι τῇ κοινῇ πάντων ψήφῳ, εὐλόγῳ οὔσῃ, καὶ κατὰ κανόνα ἐκκλησιαστικόν, δύο, ἢ τρεῖς δι’ οἰκείαν φιλονεικίαν ἀντιλέγωσι, κρατείτω ἡ τῶν πλειόνων ψῆφος[1].

Κανὼν 7: Ἐπειδὴ συνήθεια κεκράτηκε, καὶ παράδοσις ἀρχαία, ὥστε τὸν ἐν Αἰλίᾳ ἐπίσκοπον τιμᾶσθαι, ἐχέτω τὴν ἀκολουθίαν τῆς τιμῆς, τῇ μητροπόλει σῳζομένου τοῦ οἰκείου ἀξιώματος[2].

Κανὼν 8: Περὶ τῶν ὀνομαζόντων μὲν ἑαυτοὺς Καθαρούς ποτε, προσερχομένων δὲ τῇ καθο­λικῇ καὶ ἀποστολικῇ Ἐκκλησία, ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ὥστε χειρο­θετουμένους αὐτούς, μένειν οὕτως ἐν τῷ κλήρῳ. Πρὸ πάντων δὲ τοῦτο ὁμολογῆσαι αὐτοὺς ἐγγράφως προσήκει, ὅτι συνθήσονται καὶ ἀκολουθήσουσι τοῖς τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας δόγμασι· τοὐτέστι, καὶ διγάμοις κοινωνεῖν καὶ τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσιν, ἐφ’ ὧν καὶ χρόνος τέτακται καὶ καιρὸς ὥρισται· ὥστε αὐτοὺς ἀκολουθεῖν ἐν πᾶσι τοῖς δόγμασι τῆς καθολικῆς Ἐκκλησίας. Ἔνθα μὲν οὖν πάντες, εἴτε ἐν κώμαις, εἴτε ἐν πόλεσιν, αὐτοὶ μόνοι εὑρί­σκοιντο χειροτονηθέντες, οἱ εὑρισκόμενοι ἐν τῷ κλήρῳ ἔσονται ἐν τῷ αὐτῷ σχήματι. Εἰ δὲ τοῦ τῆς καθολικῆς Ἐκκλησίας ἐπισκόπου, ἢ πρεσβυτέρου ὄντος, προσέρχονταί τινες, πρόδηλον, ὡς ὁ μὲν ἐπίσκοπος τῆς Ἐκκλησίας ἕξει τὸ ἀξίωμα τοῦ ἐπισκόπου· ὁ δὲ ὀνομαζόμενος παρὰ τοῖς λεγομένοις Καθαροῖς ἐπίσκοπος, τὴν τοῦ πρεσβυτέρου τιμὴν ἕξει· πλὴν εἰ μὴ ἄρα δοκοίῃ τῷ ἐπισκόπῳ, τῆς τιμῆς τοῦ ὀνόματος αὐτὸν μετέχειν. Εἰ δὲ τοῦτο αὐτῷ μὴ ἀρέσκοι, ἐπινοήσει τόπον ἢ χωρεπισκόπου ἢ πρεσβυ­τέρου ὑπὲρ τοῦ ἐν τῷ κλήρῳ ὅλως δοκεῖν εἶναι· ἵνα μὴ ἐν τῇ πόλει δύο ἐπίσκοποι ὦσιν[3].

Κανὼν 13: Περὶ δὲ τῶν ἐξοδευόντων, ὁ παλαιὸς καὶ κανονικὸς νόμος φυλαχθήσεται καὶ νῦν, ὥστε, εἴ τις ἐξοδεύοι, τοῦ τελευταίου καὶ ἀναγκαιοτάτου ἐφοδίου μὴ ἀποστερεῖσθαι. Εἰ δὲ ἀπογνωσθείς, καὶ κοινωνίας τυχών, πάλιν ἐν τοῖς ζῶσιν ἐξετασθῇ, μετὰ τῶν κοινωνούντων τῆς εὐχῆς μόνης ἔστω. Καθόλου δὲ καὶ περὶ παντὸς οὑτινοσοῦν ἐξοδεύοντος, αἰτοῦντος τοῦ μετασχεῖν εὐχαριστίας, ὁ ἐπίσκοπος μετὰ δοκιμασίας μεταδιδότω τῆς προσφορᾶς.

Κανὼν 19: Περὶ τῶν Παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ Ἐκκλησίᾳ, ὅρος ἐκτέθει­ται ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εἰ δέ τινες τῷ παρεληλυθότι χρόνῳ ἐν τῷ κλήρῳ ἐξητάσθησαν, εἰ μὲν ἄμεμπτοι καὶ ἀνεπίληπτοι φανεῖεν ἀναβα­πτισθέντες, χειροτονείσθωσαν ὑπὸ τοῦ τῆς καθολικῆς Ἐκκλησίας ἐπισκόπου. Εἰ δὲ ἡ ἀνάκρισις ἀνε­πιτηδείους αὐτοὺς εὑρίσκοι, καθαιρεῖσθαι αὐτοὺς προσήκει. Ὡσαύτως δὲ καὶ περὶ τῶν διακονισσῶν, καὶ ὅλως περὶ τῶν ἐν τῷ κλήρῳ ἐξεταζομένων, ὁ αὐτὸς τύπος παραφυλαχθήσεται. Ἐμνήσθημεν δὲ τῶν διακονισσῶν τῶν ἐν τῷ σχή­ματι ἐξετ­ασθεισῶν, ἐπεὶ μηδὲ χειροθεσίαν τινὰ ἔχουσιν, ὥστε ἐξάπαντος ἐν τοῖς λαϊκοῖς αὐτὰς ἐξετάζεσθαι[4].

Κανὼν 20: Ἐπειδὴ τινές εἰσιν ἐν τῇ Κυριακῇ γόνυ κλίνοντες, καὶ ἐν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις, ὑπὲρ τοῦ πάντα ἐν πάσῃ παροικίᾳ ὁμοίως παραφυλάττεσθαι, ἑστῶτας ἔδοξε τῇ ἁγίᾳ συνόδῳ τὰς εὐχὰς ἀποδιδόναι τῷ Θεῷ[5].

Примечания

  1. Πρβλ. καὶ καν. Α΄ Οἰκ. 7, Β΄ Οἰκ. 2, Γ΄ Οἰκ. 8, Πενθ. 20, 39, Ἀποστ. 34, 35, Ἀντοχ. 9, 13, 19, 22, Σαρδ. 3, 11, 12, Καρθ. 13.

  2. Πρβλ. καὶ καν. Ἀγκύρ. 6.

  3. Πρβλ. καὶ καν. Β΄ Οἰκ. 7, Πενθ. 95, Ἀποστ. 45-47, Λαοδ. 6-8, Καρθ. 57 (66). Μ. Βασ. 1, 5, 47, Θεοφ. 12.

  4. Πρβλ. καὶ καν. Β΄ Οἰκ. 7, Πενθ. 95, Λαοδ. 7, Καρθ. 47 (55,56). Μ. Βασ. 1, 5, 47, ὡς καί 32 ἐρωταπόκρισιν Θεοδώρου Βαλσαμῶνος.

  5. Πρβλ. καὶ καν. Πενθ. 90, Πέτρ. Ἀλεξ. 15.

ΠΗΓΗ, ΣΥΜΒΟΛΟΝ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 58-59.

ΠΗΓΗ, ΚΑΝΟΝΕΣ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 123-124.

243
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать