Γρηγόριος ο Θαυματουργός (Νεοκαισαρείας), Γ΄ αιώνας

Ἐπιστολὴ κανονική

Epistula canonica / Каноническое послание

Epistula canonica ΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΗ ΚΑΤΑ∆ΡΟΜΗ ΤΩΝ ΒΑΡΒΑΡΩΝ ΕΙ∆ΩΛΟΘΥΤΑ ΦΑΓΟΝΤΩΝ Η ΚΑΙ ΕΤΕΡΑ ΤΙΝΑ ΠΛΗΜΜΕΛΗΣΑΝΤΩΝ Περὶ τῶν μιαροφαγησάντων ἐν τῆ καταδρομῆ καὶ περὶ τῶν διαφθαρεισῶν γυναικῶν ὑπὸ τῶν βαρβάρων.

Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερὲ πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦ τα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρα τοῦντες αὐτῶν· μάλιστα ἐπειδὴ εἷς λόγος παρὰ πάντων, τοὺς καταδρα μόντας τὰ ἡμέτερα μέρη βαρβάρους εἰδώλοις μὴ τεθυκέναι· ὁ δὲ ἀπό στολος φησί· Τὰ βρώματα τῇ κοι λίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταρ γήσει. Ἀλλὰ καὶ ὁ σωτὴρ ὁ πάντα καθαρίζων τὰ βρώματα· Οὐ τὸ εἰσπορευόμενον, φησί, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. Καὶ τὸ τὰς γυναῖκας τὰς αἰχμαλώ τους διαφθαρῆναι, ἐξυβριζόντων τῶν βαρβάρων εἰς τὰ σώματα αὐτῶν· ἀλλ' εἰ μὲν καὶ πρότερον κατέ γνωστό τινος ὁ βίος, πορευομένης ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόν των κατὰ τὸ γεγραμμένον, δῆλον ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προ χείρως δεῖ ταῖς τοιαύταις κοινω νεῖν τῶν εὐχῶν. Εἰ μέντοι τις ἐν ἄκρᾳ σωφροσύνῃ ζήσασα, καὶ κα θαρὸν καὶ ἔξω πάσης ὑπονοίας ἐπι δεδειγμένη βίον τὸν πρότερον, νῦν περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν τῷ ∆ευτερονομίῳ, τὸ ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος καὶ βιασάμενος αὐτὴν ἐκοιμήθη μετ' αὐτῆς· Τῇ νεάνιδι οὐ ποιήσετε, φησίν, οὐδέν, οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι, ὡς εἴ τις ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ θανατώσει αὐτοῦ τὴν ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο· ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν οὐκ ἦν αὐτῇ.

2 Κατὰ πλεονεξίας. Ταῦτα μέντοι τοιαῦτα.

∆εινὴ δὲ ἡ πλεονεξία καὶ οὐκ ἔστι δι' ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεῖα γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν μόνον φευκτὸν καὶ φρικῶδες καταγ γέλλεται, ἀλλὰ καθόλου τὸ πλεονε κτεῖν καὶ ἀλλοτρίου ἐφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ, καὶ πᾶς ὁ τοιοῦτος ἐκκήρυκτος ἐκκλησίας θεοῦ· τὸ δὲ ἐν καιρῷ τῆς καταδρομῆς ἐν τοσαύτῃ οἰμωγῇ καὶ τοσούτοις θρήνοις τολ μῆσαί τινας τὸν καιρὸν τὸν πᾶσιν ὄλεθρον φέροντα νομίσαι ἑαυτοῖς κέρδους καιρὸν εἶναι, ἀνθρώπων ἐ στὶν ἀσεβῶν καὶ θεοστυγῶν, οὐδὲ ὑπερβολὴν ἀτοπίας ἐχόντων. Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντας ἐκκηρῦξαι, μήποτε ἐφ' ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργή, καὶ ἐπ' αὐτοὺς πρῶτον τοὺς προεστῶτας τοὺς μὴ ἐπιζητοῦντας· Φοβοῦμαι γὰρ, ὡς ἡ γραφὴ λέγει, μὴ συναπολέσῃ ἀ σεβὴς τὸν δίκαιον· Πορνεία γάρ, φησί, καὶ πλεονεξία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· μὴ οὖν γίνεσθε συμ μέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκό τος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνη καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζον τες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινό μενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. Τοιαῦτα μὲν ὁ ἀπόστολος. Ἐὰν δὲ διὰ τὴν προτέραν πλεονεξίαν τὴν ἐν τῇ εἰ ρήνῃ γενομένην δίκην τιννύντες, ἐν αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς πάλιν πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τι νες, κερδαίνοντες ἐξ αἵματος καὶ ὀλέθρου ἀνθρώπων ἀναστάτων γε νομένων ἢ αἰχμαλώτων ἢ πεφονευ μένων, τί ἕτερον προσδοκᾶν χρὴ ἢ ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ ἐπισωρεῦσαι ὀργὴν καὶ ἑαυτοῖς καὶ παντὶ τῷ λαῷ;

3 [Περὶ τοῦ Ἄχαρ] Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀνα θέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ἡ ὀργή; Καὶ οὗτος εἶς μόνος ἥμαρτε· μὴ μόνος ἀπέ θανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλό τριον τῷ καιρῷ τούτῳ κέρδος ἀνά θεμα νενομίσθαι προσήκει. Κἀκεῖνος μὲν ὁ Ἄχαρ ἐκ τῆς προνομῆς ἔλαβε, καὶ αὐτοὶ νῦν ἐκ προνομῆς· κἀκεῖνος μὲν τὰ τῶν πολεμίων, οἱ δὲ νῦν τὰ τῶν ἀδελφῶν, κερδάναντες ὀλέ θριον κέρδος.

4 Περὶ τῶν ἐν τῇ καταδρομῆ τὰ τῶν ὁμοφύλων ἁρπασάντων πράγματα. Μηδεὶς ἐξαπατάτω ἑαυτὸν, μήτε ὡς εὑρών· οὔτε γὰρ εὑρόντι κερ δαίνειν ἔξεστι· φησὶ τὸ ∆ευτερο νόμιον· Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου καὶ τὸ πρόβατον πλα νώμενον ἐν τῇ ὁδῷ, περιίδῃς αὐ τά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγί ζῃ ὁ ἀδελφός σου πρὸς σέ, μηδὲ ἐπιστῇ αὐτόν, συνάξεις αὐτά, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητή σῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀ ποδώσεις αὐτά. Καὶ οὕτω ποιήσεις τὴν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἂν ἀπόληται παρ' αὐτοῦ καὶ εὕρῃς αὐτά. Ταῦτα τὸ ∆ευ τερονόμιον. Ἐν δὲ τῇ Ἐξόδῳ, οὐ μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ, ἀλλὰ καὶ ἐχθροῦ· Ἀποστροφῇ, φη σίν, ἀποστρέψεις αὐτὰ εἰς τὸν οἶκον τοῦ κυρίου αὐτῶν. Εἰ δὲ ἐν εἰρήνῃ ἄρα ῥᾳθυμοῦντος καὶ τρυφῶντος καὶ τῶν ἰδίων ἀμελοῦντος ἀδελφοῦ ἢ ἐχθροῦ κερδάναι οὐκ ἔξεστι, πόσῳ μᾶλλον δυστυχοῦντος καὶ πολεμίους φεύγοντος καὶ κατὰ ἀνάγκην τὰ ἴδια ἐγκαταλείποντος;

5 [Περὶ τῶν ἁρπαζόντων τὰ ἀλλότρια ἀντὶ τῶν ἰδίων] Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, ἀντὶ τῶν ἰδίων τῶν ἀπωλομένων ἃ εὗρον ἀλλότρια κατέχοντες· ἵνα, ἐπειδὴ αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ πο λέμου εἰργάσαντο, αὐτοὶ ἄλλοις Βο ράδοι καὶ Γότθοι γίνωνται. Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε τύπον καὶ αὐτοῦ δῴη ὁμοίως, καὶ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι καὶ οὓς δεῖ ἐκκηρῦξαι τῶν εὐχῶν.

6 Περὶ τῶν βίᾳ κατεχόντων τοὺς ἐκ τῶν βαρβάρων ἀποφυγόντας αἰχμαλώτους. Ἀπηγγέλη δέ τι ἡμῖν καὶ ἄπιστον ἐν τῆ χώρᾳ ὑμῶν γενόμενον, πάντως που ὑπὸ ἀπίστων καὶ ἀσεβῶν καὶ μὴ εἰδότων μήτε ὄνομα κυρίου· ὅτι ἄρα εἰς τοσοῦτόν τινες ἀπανθρω πίας καὶ ὠμότητος προεχώρησαν, ὥστε τινὰς τοὺς διαφυγόντας αἰχ μαλώτους βίᾳ κατέχειν. Ἀποστεί λατέ τινας εἰς τὴν χώραν, μὴ καὶ σκηπτοὶ πέσωσιν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.

7 Περὶ τῶν ἐγκαταλεχθέντων τοῖς βαρβάροις καὶ ἄτοπά τινα κατὰ τῶν ὁμοφύλων τολμησάντων. Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς βαρβάροις καὶ μετ' αὐτῶν ἐν τῆ αἰχμαλωσίᾳ ὄντας, ἐπιλαθομένους ὄτι ἦσαν ποντικοὶ καὶ χριστιανοί, ἐκβαρβαρωθέντας δὲ ὡς καὶ φονεύειν τοὺς ὁμοφύλους ἢ ξύλῳ ἢ ἀγχόνη, ὑποδεικνύναι δὲ ἢ ὁδοὺς ἢ οἰκίας ἀγνοοῦσι τοῖς βαρβάροις, καὶ τῆς ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν κοινῇ περὶ αὐτῶν τι δόξῃ συνελ θοῦσι τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν τῷ ἁγίῳ πνεύματι.

8 Περὶ τῶν οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμησάντων ἐν τῇ τῶν βαρβάρων ἐπι δρομῇ. Τοὺς δὲ οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμήσαντας, ἐὰν μὲν κατηγορη θέντες ἐλεγχθῶσι, μηδὲ τῆς ἀκροά σεως ἀξιῶσαι· ἐὰν δὲ ἑαυτοῖς ἐξεί πωσι καὶ ἀποδῶσιν, ἐν τῇ τάξει τῶν ὑποστρεφόντων ὑποπίπτειν αὐ τούς.

9 Περὶ τῶν ἐν τῷ πεδίῳ ἢ ἐν τοῖς ἰδίοις οἴκοις εὑρόντων τὰ ὑπὸ τῶν βαρβάρων καταλειφθέντα. Τοὺς δὲ ἐν τῷ πεδίῳ εὑρόντας τι ἢ ἐν ταῖς ἑαυτῶν οἰκίαις, καταλει φθέντα ὑπὸ τῶν βαρβάρων, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσιν, ὁμοίως ἐν τοῖς ὑποπίπτουσιν· ἐὰν δὲ ἑαυ τοῖς ἐξείπωσι καὶ ἀποδῶσι, καὶ τῆς εὐχῆς ἀξιῶσαι.

10 Περὶ τοῦ μὴ ἀπαιτεῖν εὕρητρα. Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας ἐκτὸς αἰσχροκερδείας πάσης πλη ροῦν δεῖ, μήτε μήνυτρα ἢ σῶστρα ἢ εὕρητρα ἢ ᾧ ὀνόματι ταῦτα κα λοῦσιν, ἀπαιτοῦντας.

11 Περὶ τῶν τόπων τῆς μετανοίας. Ἡ πρόσκλαυσις ἔξω τῆς πύλης τοῦ εὐκτηρίου ἐστίν, ἔνθα ἑστῶτα τὸν ἁμαρτάνοντα χρὴ τῶν εἰσιόντων δεῖσθαι πιστῶν ὑπὲρ αὐτοῦ εὔχεσθαι. Ἡ ἀκρόασις ἔνδοθι τῆς πύλης ἐν τῷ νάρθηκι, ἔνθα ἑστάναι χρὴ τὸν ἡμαρτηκότα ἕως τῶν κατηχουμένων καὶ ἐντεῦθεν ἐξέρχεσθαι· ἀκούων γάρ, φησί, τῶν γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ ἀξιούσθω προσευχῆς. Ἡ δὲ ὑπόπτωσις, ἵνα ἔσωθεν τῆς πύλης τοῦ ναοῦ ἱστάμενος, μετὰ τῶν κατηχουμένων ἐξέρχηται. Ἡ σύστασις, ἵνα συνίσταται τοῖς πιστοῖς καὶ μὴ ἐξέρχηται, μετὰ τῶν κατηχουμένων. Τελευταῖον δὲ ἡ μέθεξις τῶν ἁγιασμάτων.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать