In Jordanem fluvium Εἰς τὸν Ἰορδάνην ποταμόν.

∆ιὰ τί παρὰ πάντας τοὺς ἐπὶ γῆς ποταμοὺς ἐπὶ τοῦ Ἰορδάνου ποταμοῦ ἐπιτελεῖ Χριστὸς τὸ μυστήριον τοῦ βαπτίσματος; Ἀναγκαῖον ἱστορῆσαι τοῦ ποταμοῦ τὴν φύσιν, ἵνα ἐξ αὐτοῦ μάθῃς τὴν τῆς μυσταγωγίας ἀκολουθίαν. Ὁ Ἰορδάνης παρὰ πάντας τοὺς ποταμοὺς δύο ῥίζας ἔχει πηγῶν· οὐ γὰρ ἀπὸ μιᾶς πηγῆς προέρχεται ὁ Ἰορδάνης. Ἔχει δὲ τὴν μὲν μίαν πηγὴν εἰς τὴν Πανιάδα, τὴν δὲ ἄλλην πλησίον τῆς Πανιάδος· καὶ ἡ μὲν μία πηγὴ καλεῖται Ἰὸρ, ἡ δὲ ἄλλη ∆άν· καὶ κατ' ὀλίγον προερχόμεναι καὶ μεριζόμεναι ἀπ' ἀλλήλων αἱ πηγαὶ, κατά τινα τόπον συνέρχονται ἀλλήλαις, καὶ ἕνα ἀποτελοῦσι ποταμόν.

Ἀπέδωκαν δὲ αὐτῷ οἱ ἀρχαῖοι ὄνομα πρὸς τὰς ῥίζας, Ἰορδάνης, ὁ ἀπὸ τοῦ Ἰὸρ καὶ τοῦ ∆ὰν τεχθεὶς ποταμὸς, παρὰ τὰς ἀρχὰς σχιζομένας ἔχων τὰς ῥίζας, καὶ ἐπὶ τέλει συναπτομένας. Παρὰ πάντας πάλιν τοὺς ποταμοὺς οὗτος εἰς ζῶσαν θάλασσαν οὐ τρέχει, καὶ ὕδωρ αὐτὸν θαλάσσης ζῶν οὐ δέχεται, ἀλλὰ δέχεται αὐτὸν ἡ νεκρὰ θάλασσα. Οὗτος μόνος παρὰ πάντας τοὺς ποταμοὺς νεκροῖς καὶ ἀργοῖς ὕδασι συνάπτεται. Ἔστι δὲ ὁ Ἰορδάνης τοῦ ἡμετέρου θνητοῦ γένους τύπος, καὶ ὅπως ἄκουε. Ἀπ' ἀρχῆς τὸ γένος τὸ ἡμέτερον δύο ἔχει ῥίζας, τὸν Ἀδὰμ ἐκ γῆς πλασθέντα, τὴν Εὔαν ἀπὸ πλευρᾶς προελθοῦσαν· καὶ οὐκ ἔστιν εἷς τόπος καὶ εἷς τρόπος τῆς καταστάσεως. Ὁ μὲν γὰρ ἀπὸ γῆς ἐπλάσθη, πηγὴν ἔχων τὴν γῆν· ἡ δὲ ἀπὸ πλευρᾶς ἐγένετο, ῥίζαν ἔχουσα τὴν πλευράν· ἄλλη ἀρχὴ ἐκείνου, καὶ ἄλλη ταύτης. Καὶ ἦσαν ἀπ' ἀλλήλων τέως μεριζόμενοι κατὰ τὸν τρόπον τῆς διαπλάσεως· συνῆλθον δὲ εἰς συνάφειαν γαμικὴν, ἀπετελέσθη τὸ ἐξ ἀμφοτέρων ἓν σῶμα, καὶ οὐκέτι οἱ τικτόμενοι ἢ ἀπὸ πλευρᾶς ἢ ἀπὸ γῆς, ἀλλ' ἀπὸ συνουσίας ἐτίκτοντο. Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν.

Τοῦτο γοῦν τὸ ἡμέτερον πλάσμα, δραμὸν εἰς ἀκολουθίαν φύσεως, τέλος ἔσχε τὸν θάνατον. Ἤρξατο μὲν ἡμῶν τὸ πλάσμα ἀπὸ γῆς, καὶ ἔληγεν εἰς θάνατον· καὶ ἐδέξατο τὸ πλάσμα τοῦτο ἡ νεκρὰ θάλασσα, ὁ βαθὺς, ὁ καταχθόνιος, ἡ ἄβυσσος τῶν νεκρῶν. Ὃ γάρ ἐστι νεκρὰ θάλασσα τοῖς ζῶσιν ὕδασι, τοῦτό ἐστιν ὁ ᾅδης τοῖς ἀποθνήσκουσι. ∆ιὸ λέγει Παῦλος· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς καταβήσεται εἰς τὸν ᾅδην; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Περὶ τοῦτον οὖν τὸν Ἰορδάνην τὸν ἀπὸ ζωσῶν πηγῶν προερχόμενον, καὶ εἰς νεκρὰν θάλασσαν καταλήγοντα, πᾶσα ἡ τοῦ Θεοῦ ἐπετελεῖτο θαυματουργία, ἵνα μηκέτι τὸ ζῶν ὕδωρ τρέχῃ πρὸς θάνατον. Τρίτον αὐτὸν τὸν Ἰορδάνην διέκοψεν ὁ Θεὸς, ὡς μηκέτι αὐτῷ τὴν ἀκολουθίαν εἶναι εἰς τὴν νεκρὰν θάλασσαν, ἀλλ' ἀνατρέχειν ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας. Ἐτμήθη ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ· ἐτμήθη καὶ ἐπὶ Ἠλία, ὅτε τῇ μηλωτῇ αὐτὸν ἔτεμεν· ἐτμήθη ὑπὸ Ἑλισσαίου, ὅτε ὑποστρέφων ἔτεμεν αὐτόν. Πρῶτος Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔτεμε τὸν Ἰορδάνην· καὶ ὅπως ἔτεμεν, ἄκουε. Οὐκ ἔστητε τὰ ῥεῖθρα τῶν πηγῶν, ἀλλ' ἀπέστρεψε τὸ ὕδωρ εἰς τὰ ὀπίσω, ὡς μαρτυρεῖ ὁ ψαλμῳδὸς λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ δὲ ὀπίσω ἦσαν αἱ πηγαί. Ἀναχαιτίζων τοίνυν ὁ Σωτὴρ τὸ γένος τὸ ἡμέτερον τὸ τρέχον εἰς θάνατον, ποιεῖ μηκέτι τρέχειν εἰς θάνατον, ἀλλ' ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας ἐπανιέναι, οὐκ εἰς τὴν νεκρὰν θάλασσαν καταλήγειν. Ἀποκαθίσταται τοίνυν ἡ θνητὴ φύσις εἰς τὸ ἀρχαῖον σχῆμα.

Οὔτε εἷς δὲ φαίνεται τεμὼν τὸν Ἰορδάνην ἄνευ τινὸς συμβόλου. Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔχων κιβωτὸν ἔτεμεν. Ἠλίας ἔχων μηλωτήν. Ἑλισσαῖος ἔχων πάλιν τὴν μηλωτὴν τοῦ διδασκάλου ἔτεμεν. Ἐπειδὴ γὰρ ἡ θνητὴ φύσις οὐκ ἤρκει καθ' ἑαυτὴν στῆσαι τὸ ῥεῖθρον, εἰσέρχεται Ἰησοῦς πρῶτος φέρων μὲν τοῦ ∆εσπότου τὴν προσηγορίαν, ἐπαγόμενος δὲ μεθ' ἑαυτοῦ τὴν κιβωτὸν, τὸ σύμβολον τοῦ δεσποτικοῦ σώματος. Καὶ φαίνεται ὁ Ἰορδάνης οὔτε τὸν Ἰησοῦν τιμήσας, τὸν ψιλὸν ἄνθρω πον ἐκεῖνον, λέγω τὸν τοῦ Ναυῆ, οὔτε τοὺς Ἰουδαίους αἰδεσθεὶς, οὔτε τοὺς ἱερεῖς ἐντραπείς. Καὶ ἵνα δειχθῇ ὅτι οὐ τῷ λαῷ ὑποχωρεῖ, ἀλλὰ τὴν κιβωτὸν αἰδεῖται, λέγει Ἰησοῦς· Ἰδοὺ ἡ κιβωτὸς τοῦ κυριεύοντος πάσης τῆς γῆς διέρχεται τὸν Ἰορδάνην. Καὶ ἔσται, ὅταν εἰσέλθωσιν οἱ πόδες τῶν ἱερέων τῶν βασταζόντων τὴν κιβωτὸν, ὁ Ἰορδάνης ἐκλείψει, οὐ τοὺς ἱερεῖς αἰδούμενος, ἀλλὰ τὴν κιβωτόν. Καὶ πόθεν τοῦτο, ἄκουε. Ἐρωτᾷ αὐτὸν ὁ ∆αυῒδ λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Πρὸς ταῦτα ἀποκρίνεται ἡ δημιουργία λέγουσα· Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Πρόσωπον δὲ Κυρίου ἦν τὸ σχῆμα τῆς κιβωτοῦ.

Ὃ γὰρ ἦν ἡ κιβωτὸς τῷ νόμῳ καὶ ταῖς πλαξὶ καὶ τῇ στάμνῳ καὶ τῇ ῥάβδῳ, τοῦτο ἦν τῆς ἀκαταλήπτου θεότητος ἡ σὰρξ ἡ δεσποτικὴ, ὡς ἐν κιβωτῷ φέρουσα τὴν θεότητα. Περὶ ταύτης τῆς ἁγίας κιβωτοῦ ἔλεγεν ὁ μακάριος ∆αυΐδ· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Καὶ ὅρα τί ποιεῖ· ὅτι ἐξηράνθη ὁ Ἰορδάνης, οὐκ ἀπολέσας τὰ ῥεῖθρα, ἀλλ' εἰς τὰς ἀρχαίας ῥίζας ἀναποδήσας, Ἐπῆρε, φησὶν, Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνουδώδεκα λίθους μεγάλους, καὶ ἔστησεν αὐτοὺς πέραν τοῦ ποταμοῦ· ἔθηκε δὲ ἀντ' αὐτῶν ἄλλους δώδεκα λίθους ἐν τῷ ποταμῷ. Τί βούλεται τοῦτο εἶναι τὸ περιαιρεθῆναι δώδεκα λίθους, καὶ τεθῆναι ἀντ' αὐτῶν ἄλλους δώδεκα; Ἐπειδὴ, ὡς ἔφθην εἰπὼν, τὴν θνητὴν φύσιν ἀνεχαίτιζε· μᾶλλον δὲ βούλεται δεῖξαι ὅτι ἀνασπᾷ τὴν ἀνθρωπότητα ἐκ τῶν βυθῶν, καὶ ἀνάγει εἰς τὸν οὐρανόν. Τοὺς γὰρ λίθους τοὺς μηδέποτε θεασαμένους ἡλιακὴν ἀκτῖνα, μήτε φωτὸς δεξαμένους ὄψιν, ἥπλωσεν εἰς φῶς, καὶ ἦσαν εἰς γῆν ἐκ βυθοῦ ἀνασπασθέντες. ∆ιὰ τί δὲ δώδεκα λίθους ἔλαβεν ἐκεῖθεν; Ἐπειδὴ διὰ τῶν δώδεκα ἀποστόλων ἔμελλεν ἀνασπᾷν τὴν ἀνθρωπότητα ἀπὸ τῆς θνητῆς φύσεως. Ἔστω δὲ, τοὺς ὄντας κάτω λίθους περιεῖλεν, ἵνα δείξῃ τῷ ἡλίῳ καὶ τῷ φωτὶ καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ἐναργῆ ὄψιν, πῶς διέβησαν τὸν Ἰορδάνην· καὶ γὰρ καὶ τὴν αἰτίαν ἐσήμανεν· Ἐὰν ἐρωτήσῃ σε, φησὶν, ὁ υἱός σου, λέγων· Τί εἰσιν οἱ λίθοι οὗτοι; εἰπὲ αὐτῷ, ὅτι, Ἐπὶ ξηρᾶς διέβημεν τὸν Ἰορδάνην, κωλύσαντος τοῦ Θεοῦ τὸ ὕδωρ πρὸ προσώπου ἡμῶν. Ἀλλ' ἔστω, οἱ ἀνενεχθέντες λίθοι ἐτέθησαν, ἵνα φανῶσι τοῖς μετὰ ταῦτα· οἱ ἀντιτεθέντες διὰ τί ἀντετέθησαν; Ἔλαβεν ἐκ τῶν βυθῶν τοὺς βεβυθισμένους, καὶ ἔδωκε τῷ βυθῷ πάλιν ἐνέχυρα σωτηρίας. Οἱ τεθέντες λίθοι ἐνέχυρα, οἱ ληφθέντες ἀσφάλεια.

Καὶ πολλὴ ἡ περὶ τούτων θεωρία, καὶ διὰ τί ἐτέθησαν λίθοι, καὶ διὰ τί περιῃρέθησαν λίθοι. Χριστὸς καὶ λαμβάνει, καὶ δίδωσιν. Ἦλθεν εἰς τὸν κόσμον, καὶ ἀνέλαβε τὸ σῶμα τὸ ἡμέτερον, δεδωκὼς ἡμῖν τὴν ἑαυτοῦ δύναμιν. ∆ιὰ τῶν ἀποστόλων ἀντιτίθησι τῷ ποταμῷ δώδεκα λίθους, ἐνέχυρον σωτηρίας, καὶ ἀῤῥαβῶνα τῶν μελλόντων. Ὁ γὰρ δεδωκώς τινί τι εἴς τι πρᾶγμα, ἐνεχυριάζει αὐτῷ εἰς τὸ μέλλον. Ἐπειδὴ οὖν ἔμελλε τοῦτο τὸ ὄνομα πάλιν αὐτῷ τηρεῖσθαι, ὅτε ἔμελλε βαπτίζεσθαι ὑπὸ Ἰωάννου, προλαβὼν ἀπέθετο τὰ ἐνέχυρα τῆς ἐπιφανείας, καὶ ἔστησε τοὺς λίθους, οὓς μὲν ἔλαβεν ἐκεῖθεν, τοὺς πατριάρχας, οὓς ἤγειρε τότε· οὓς δὲ ἀντέθηκε, τοὺς ἀποστόλους, οὓς ἔδωκεν ἀντ' ἐκείνων. Ἀντὶ γὰρ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί. Οὕτω διέβη τὸν Ἰορδάνην, καὶ γίνεται ὁ Ἰορδάνης Ἰησοῦ τῷ τοῦ Ναυῆ ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς. Ἕως ὅτε παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἐκληρονόμησε τὴν ἐπηγγελμένην γῆν· ἕως ὅτε Χριστὸς παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἤρξατο κηρύσσειν τὴν βασιλείαν. Ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς ὁ Ἰορδάνης, ἀρχὴ τῆς κατασχέσεως τῆς βασιλείας τῶν οὐρανῶν ὁ Ἰορδάνης. ∆ιὰ τοῦτο ὁ προφήτης λέγει· Μνησθήσομαί σου, Κύριε, ἐκ γῆς Ἰορδάνου. Μνήμη γάρ ἐστιν ἀνεξάλειπτος. Ὁ μὲν Ἰησοῦς οὕτω διαβὰς ἔτεμε τὸν Ἰορδάνην, τὴν κιβωτὸν αὐτῷ δείξας· Ἠλίας δὲ τῇ μηλωτῇ ἔτεμε, δέρματι νεκρῷ, καὶ τὰ ζῶντα ὕδατα τῇ νεκρώσει τῆς μηλωτῆς ὑπήκουσεν. Ἔτεμεν Ἠλίας τῇ μηλωτῇ τὸν Ἰορδάνην· καὶ οὕτω διέβη ἐπὶ τῷ ἀνελθεῖν εἰς τοὺς οὐρανούς. Ὑπέστρεψεν ὁ μακάριος Ἑλισσαῖος λαβὼν τὴν μηλωτὴν τοῦ διδασκάλου, ὡς ἠξίου αὐτὸν λέγων· Τὸ πνεῦμα τὸ ἐπὶ σοὶ γενέσθω διπλοῦν ἐπ' ἐμοί. Λέγει αὐτῷ, Σκληρῶς ᾔτησας· πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι. Ἀντὶ τοῦ καταξιωθῆναι διπλῆν ἔχειν τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν.

Εἶτα ἀνελήφθη. Ἐμετεωρίσθη ἡ μηλωτὴ, καὶ ἐπέπεσε τῷ μαθητῇ· ἔλαβεν ἐνέχυρον, καὶ ἔφθα σεν ἐπὶ τὸν ποταμόν· ἐπείρασε τεμεῖν τὸν Ἰορδάνην, καὶ οὐχ ὑπήκουσε τὸ ὕδωρ. Ἀπορίᾳ ληφθεὶς ὁ Ἑλισσαῖος λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; καὶ μετὰ τὸ εἰπεῖν, ἐπάταξεν ἐκ δευτέρου τὸ ὕδωρ, καὶ ἐμερίσθη ὁ Ἰορδάνης. ∆ιὰ τί δὲ οὐχ ὑπήκουσεν αὐτῷ ἐν πρώτοις τὸ ὕδωρ; Ἵνα μὴ νομίσῃ, ὅτι διὰ τὴν προτέραν αὐτοῦ ἀξίαν, ἣν εἶχε, διὰ τοῦτο ὑπήκουσεν· ὅτι μέντοι ἐκάλεσε τὸν Θεὸν καὶ λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; ∆ιὰ τί δὲ εἶπε, Ποῦ ὁ Θεός; οὐκ ᾔδει ὁ προφήτης, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ πανταχοῦ ἐστιν; Ἀλλ' ἐπειδὴ εἶπεν αὐτῷ ὁ Ἠλίας· Ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτως.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать