28. ΕΙΣ ΚΗʹ ΨΑΛΜΟΝ

Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

Ἔξω τῆς ἁγίας αὐλῆς οὐ χρὴ προσκυνεῖν τῷ Κυρίῳ, ἀλλ' ἔνδον γενόμενον· τουτέστι, μὴ ἐκβαίνειν [PG30.73] τοῦ συστήματος τῆς Ἐκκλησίας, καὶ καθ' ἑαυτὸν κατάρχειν παρασυναγωγῆς καὶ σχισμάτων, τὸν ὀφεί λοντα ἀληθινῶς τῷ Θεῷ λατρεύειν. Οὐ γὰρ προσ ῆκεν. Ὥσπερ δὲ οἶκόν τις ἑαυτὸν κατασκευάζει τοῦ Κυρίου, τοῦ γενέσθαι ναὸς Θεοῦ· οὕτω καὶ αὐλὴν περιβαλέσθαι δύναται, περιτειχίζων ἑαυτὸν τῷ βίῳ, καὶ τῷ λόγῳ, καὶ τοῖς θείοις νοήμασιν, ἐν ἑαυτῷ προσκυνῶν τὸν Θεὸν, ἀρκοῦσαν ἀφορμὴν εἰς προσ κύνησιν τὴν ἐνυπάρχουσαν αὐτῷ, ἔκ τε τῆς σωματι κῆς κατασκευῆς, καὶ ἐκ τῆς περὶ ψυχὴν οἰκονομίας συνέντος τοῦ κτίσαντος αὐτόν. Ἤδη δὲ καὶ ὁ Κύριος αὐλὴν εἶπεν τὴν Ἰουδαίων, εἰπών· Καὶ ἄλλα πρό βατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, ἐν δεικνύμενος δηλονότι καὶ ἄλλην εἶναι αὐλὴν τὴν ὄν τως ἁγίαν, τὴν μέλλουσαν συνάγειν τὰ Χριστοῦ πρό βατα, τοὺς ἀπὸ τῶν ἐθνῶν προωρισμένους εἰς σωτη ρίαν· τουτέστι, τὴν Ἐκκλησίαν ταύτην, ἐν ᾗ οἱ ἀλη θινοὶ προσκυνηταὶ προσκυνοῦσιν ἐν πνεύματι καὶ ἀληθείᾳ. Οὐδεὶς δὲ θεοποιῶν τι ἄλλο παρὰ τὸν Θεὸν δύναται προσκυνῆσαι τῷ Θεῷ ἐν αὐλῇ ἁγίᾳ αὐ τοῦ. Θεοποιοῦσι δὲ, οἱ μὲν, κοιλίαν· ὧν ὁ Θεὸς ἡ κοιλία· οἱ δὲ, ἀργύριον· οἱ τῇ πλεονεξίᾳ, ἥτις ἐστὶν εἰδωλολατρεία, προσκείμενοι, καὶ ἕκαστός γε ὃ πάντων μᾶλλον τετίμηκε, τούτῳ τὴν τοῦ Θεοῦ περιτίθησι δόξαν. Ὁ δὲ τοιοῦτος οὐκ ἔστιν ἐν τῇ ἁγίᾳ αὐλῇ, οὔτε προσκυνεῖ τῷ Θεῷ, κἂν ἀχώριστος τῶν αἰσθη τῶν συνάξεων εἶναι δοκῇ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.

Ἄξιον ὑπὲρ τοῦ νοῆσαι τί ἐστιν ἡ φωνὴ τοῦ Κυρίου, συναγαγεῖν ἡμᾶς κατὰ τὸ δυνατὸν ἐκ τῆς θείας Γραφῆς τὰ γε γραμμένα περὶ φωνῆς. Εὕραμεν τοίνυν ἐν τῇ Γενέσει γεγραμμένον ῥῆμα Κυρίου πρὸς Ἀβραὰμ, ἐν ὁράματι λέγοντος· Μὴ φοβοῦ, Ἀβραάμ· ἐγὼ ὑπερασπίζω σου, ὁ μισθός σου πολύς· καὶ ἀπ εκρίνατο Ἀβραάμ· ∆έσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Καὶ μετ' ὀλίγα· Καὶ εὐθὺς φωνὴ ἐγένετο πρὸς αὐτόν. Καὶ πάλιν ἐν τῇ Ἐξ όδῳ φησίν· Ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Καὶ, Ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγ γες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Καὶ μετὰ τὴν ∆εκάλο γον· Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας, καὶ τὴν φωνὴν τῆς σάλπιγγος. Καὶ ἐν τῷ Ἡσαΐᾳ γέγραπται· Φωνὴ λέγοντος· Βόησον. Ἔστιν οὖν φωνὴ, πληγὴ ἀέρος, ἤ τι τὸ γινόμενον εἶ δος περὶ τὸν ἀέρα, πρὸς ὃ βούλεται τυποῦν τὸ φωνοῦν. Οἱ μὲν διὰ σαρκὸς ὁμιλοῦντες ἀλλήλοις, πλήττοντες τὸν ἀέρα, καὶ οἱονεὶ τύπον τινὰ καὶ εἶδος [PG30.76] ἐπιβάλλοντες αὐτῷ, ὠθοῦσι διὰ τοῦ πνεύματος πρὸς τὸ φθάνειν μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται· ἡ δὲ τοῦ Κυρίου φωνὴ, ἑτερογενής τίς ἐστι, φαντα σιοῦντος τοῦ Θεοῦ οἷς ἀκούειν βούλεται τῆς φωνῆς αὐ τοῦ, ὥστε ἀναλογίαν ἔχειν τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην. Καὶ γὰρ ἐκεῖ, οὐχὶ τοῦ ἔξωθεν ἀέρος πληγέντος, εἰσέπεσε διὰ τῆς ἀκοῆς τῶν λεγομένων ἡ αἴσθησις, ἀλλ' αὐτοῦ τοῦ ἡγεμονι κοῦ παραδεξαμένου τὰ νοήματα, τῇ μνήμῃ τῶν θεασαμένων πέφυκε παραμένειν. Ἐγένετο οὖν πρὸς τὸν Ἀβραὰμ φωνὴ, διότι εἶχεν ὦτα ἀκούειν δυνά μενα τῶν ἐντολῶν τοῦ Θεοῦ, κατὰ τὸ ἀφανὲς ἐν ηχοῦντος αὐτῷ τοῦ θείου βουλήματος. Πρὸς δὲ τὸν λαὸν ἡ φωνὴ γινομένη ὁρατὴ ἦν· τουτέστιν εὔγνω στος, συνετὴ πᾶσιν. Οὐ γὰρ δὴ ὑπὸ χρώματός τινος ἐχρώννυτο καὶ περιεγράφετο, ὥστε αἰσθητὴ ὀφθαλ μοῖς γενέσθαι ἡ λαλουμένη φωνὴ, ἀλλ' ἑώρα ὁ λαὸς τὴν φωνήν· διότι ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμοὺς, οὐδεμιᾶς ἀσαφείας περικει μένης τοῖς λαλουμένοις. Καὶ τῷ Ἡσαΐᾳ δὲ φωνὴ ἐγί νετο προστάσσουσα· Βόησον· ἀντὶ τοῦ, τὸ ἡγε μονικὸν τοῦ προφήτου ἀπὸ τῆς ἐγγινομένης αὐτῷ παρὰ Θεοῦ δυνάμεως ἐτυποῦτο. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ποία φωνή; ἐπὶ ποίων ὑδάτων; Ὡς προφητείαν λάβωμεν τὸ ῥητόν.

Μνήσθητι τοῦ Ἰωάννου, ὃς, ἐρωτηθεὶς παρὰ τῶν Ἰουδαίων, Τίς εἶ σύ; τίνα ἀπόκρισιν δῶμεν τοῖς ἀποστείλασιν ἡμᾶς; ἀπεκρίνατο· Ἐγὼ φωνὴ Κυρίου βοῶντος ἐν τῇ ἐρήμῳ. Οὐκοῦν φωνὴ Κυρίου ὁ Ἰωάννης, ἄγγελος ἀπὸ Θεοῦ ἀπεσταλμένος πρὸ προσώπου Κυρίου, τοῦ ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Αὕτη οὖν ἡ φωνὴ ἐπὶ τῶν ὑδάτων ἦν, ἐπὶ τῷ Ἰορδάνῃ, ἐν ᾧ ἐβάπτισε κηρύσσων τὸ τῆς μετανοίας βάπτισμα· καὶ οὐκ ἐν τῷ Ἰορδάνῃ μόνῳ, ἀλλὰ καὶ ἐν τῷ Ἐνὼν ἐγγὺς τοῦ Σαλὴμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ. Οὐκοῦν φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Ἰωάννης ἐστὶν ἐπὶ τοῦ βαπτίσματος. Ἐκεῖ καὶ ὁ Θεὸς τῆς δόξης ἐβρόν τησεν. Ἦλθε γὰρ φωνὴ ἐξ οὐρανοῦ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τότε καὶ ὁ Κύριος ἐπὶ τῶν ὑδάτων πολλῶν, καταξι ώσας καταβῆναι ἐπὶ τὸ Ἰωάννου βάπτισμα, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην τὴν ἐν τῷ νόμῳ. Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ἀφαιρεῖ γὰρ τὰς ἀσθε νείας τοῦ λαοῦ διὰ τοῦ βαπτίσματος τῆς μετανοίας, δι' αὐτοῦ βαπτίζων ἐν ὕδατι εἰς μετάνοιαν. Τὸ, Ἐν ἰσχύϊ, ἡ φωνὴ ἡ λέγουσα· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἢ μήποτε ἐν ἰσχύϊ ἡ φωνὴ, διότι μαρτυρεῖ τῷ ὄντι τῷ ἰσχυρῷ Κυρίῳ ὁ Ἰωάννης, λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν. Ἡ φωνὴ οὖν αὕτη ἐμαρτύρει τῇ ἰσχύϊ. Φωνὴ Κυρίου ἐν μεγα λοπρεπείᾳ· τὰ μεγάλα περὶ τοῦ Ἰησοῦ διαλεγομένου [PG30.77] μυστήρια τοῦ Ἰωάννου, λέγοντος· Εἶδον τὸ Πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν καταβαῖνον καὶ μέ νον ἐπ' αὐτόν· καὶ πάλιν· Ὅτι ἐκ τοῦ πληρώμα τος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Ὑψηλὰ γὰρ τὰ ὕδατα καὶ τοῦ μεγέθους τῆς δόξης τῆς περὶ τὸν Μονογενῆ παραστατικά. ∆ιὸ Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.

Μεγαλοπρεπὲς δὲ καὶ τὸ λέγειν· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονο γενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ πολλὰ μεγαλοπρεπῶς τὰ περὶ τοῦ Κυρίου φαίνεται διηγούμενος, ἐν τῷ λέγειν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Μεγαλοπρεπὲς δὲ καὶ τὸ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί. Καὶ τὸ, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθινός ἐστιν. Ὃν γὰρ ἀπ έστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Καὶ τὸ, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· καὶ ὅσα τοιαῦτα. Οὐδὲν οὖν ταπεινὸν, οὐδὲ μικρο πρεπὲς, ἀλλὰ πάντα μεγαλοφυῶς μετὰ τοῦ ἐπιβάλ λοντος μεγέθους πρεπόντως ἀποδιδόμενα παρὰ τοῦ Ἰωάννου, περὶ τοῦ Κυρίου λελάληται. ∆ιὰ τοῦτο Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Φωνὴ Κυρίου συντρίβοντος κέδρους. ∆υνα τὸν εἰπεῖν, ὅτι ἑτοιμάζων Κυρίῳ λαὸν κατεσκευασμέ νον, τὰς ἐπαιρομένας ἀσεβείας καὶ ὑψουμένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ συντρίβων καὶ καθαιρῶν, ἐποίει τὰ σκολιὰ εἰς εὐθεῖαν. Ὁ γὰρ πάντα βουνὸν καὶ πᾶν ὄρος ταπεινῶν, οὗτος ἦν ὁ συντρίβων τὰς κέδρους, καὶ ἐξομαλίζων τὴν ἐπιδημίαν τῷ Κυρίῳ, διὰ τοῦ ἐνάγειν εἰς μετάνοιαν τὴν ὑψηλὴν καὶ ἐπηρ μένην καὶ ἀταπείνωτον καρδίαν τοῦ λαοῦ. Ὅθεν δια δεχόμενος αὐτοῦ τὴν ἑτοιμασίαν, συντρίβει ὁ Κύριος, διὰ τῆς ἑαυτοῦ ἐπιδημίας, τὰς ἀντικειμένας δυνά μεις, κέδρους τοῦ Λιβάνου τροπικῶς ὀνομαζομένας. ∆εῖ γὰρ τὸν Κύριον βασιλεύειν, ἄχρις οὗ θῇ τοὺς ἐχ θροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ταύτας τὰς κέ δρους λεπτυνεῖ, ὡς τὸν μόσχον τὸν Λίβανον. Τί οὖν ἐστιν ὁ μόσχος Λίβανος; Φασὶν, ὅτι κατὰ πολλὴν περιεργίαν οἱ τοῖς εἰδώλοις λατρεύοντες, διὰ τοῦ Λιβάνου μορφοῦντες μόσχων ἀπεικονίσματα, οὕ τως ταῦτα κατήγγιζον ἐπὶ τοῦ πυρός. Οὕτως οὖν φησι τὰς ἀντικειμένας δυνάμεις εἰς ἀφανισμὸν ἀξίως ἐξαφανίσεσθαι. Ἢ μόσχος ὁ διὰ τοῦ Λιβάνου ὑπὸ τοῦ πυρὸς συντηκόμενος κατὰ τὸ εἰρημένον· Ὡς τήκε ται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦν [PG30.80] ται οἱ ἁμαρτωλοί. Καὶ οὕτως δὲ δυνατὸν νοῆσαι λεπτύνεσθαι τὰς κέδρους καὶ αὐτὸν τὸν Λίβανον τὸν ἀρχηγὸν τῆς τῶν κέδρων ἐπάρσεως. Ἐλεπτύνθη ποτὲ ὁ μόσχος ἐπὶ τῆς ἐξόδου διὰ τοῦ Ἀαρὼν, ὅτε ἀπο στατήσας τοῦ Θεοῦ καὶ εἰς εἰδωλολατρείαν ἐκτρα πεὶς ἀνέπλασεν ὁ λαός· ὃν λαβὼν Μωϋσῆς, κατήλε σεν εἰς λεπτὰ, καὶ ἔβαλεν εἰς τὸ ὕδωρ. Οὕτως οὖν λεπτυνεῖ ὅλον τὸν Λίβανον, τουτέστι τὴν πρώτην τῆς κακίας ἀρχὴν, ὁ Κύριος, ὡς ἐλεπτύνθη ὁ μόσχος ἐκεῖνος ὑπὸ τοῦ Μωϋσέως. Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον. Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Μετὰ τὸ τὰς ἀντικειμένας δυνάμεις ἀναιρεθῆναι, τότε ἀνα φανήσεται ἡ πρὸς Κύριον ἀγάπη, καὶ ἡ ἰσχὺς αὐτοῦ φανερὰ γενήσεται, οὐδενὸς ἐπισκοτοῦντος τῶν ἐναν τίων. ∆ιό φησι μετὰ τὸ λεπτυνθῆναι· Ὁ ἠγαπημένος ἔσται ὡς υἱὸς μονοκερώτων. Μονόκερως δὲ ζῶον ἀρχικὸν, ἀνυπότακτον ἀνθρώπῳ, τὴν ἰσχὺν ἀκα ταμάχητον, ἐρημίαις ἀεὶ διαιτώμενον, ἑνὶ κερατίῳ πεποιθός.

∆ιὰ τοῦτο ἡ ἀκαταγώνιστος τοῦ Κυρίου φύσις μονοκέρῳ παρεικάσθη, διά τε τὴν κατὰ πάντων ἀρχὴν, καὶ διὰ τὸ μίαν ἔχειν ἑαυτοῦ ἀρχὴν, τὸν Πατέρα· Κεφαλὴ γὰρ Χριστοῦ ὁ Θεός. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Τὴν ἁμαρτίαν, ὡς πῦρ ἐπινεμομένην τὸν Ἰσραὴλ, ὁ Ἰωάννης διέκοπτε, λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Τὴν οὖν φλόγα τῶν παθῶν, τὴν ἐξ ἁμαρτίας ἐγγινομένην ταῖς ψυχαῖς, διέκοπτε, διηγούμενος τὰ περὶ τοῦ αἰωνίου πυρὸς τοῖς Ἰουδαίοις, ἐν τῷ λέγειν τὰ τῆς κρίσεως σφοδρὰ, ὅτι Τὸ πτύον ἐν τῇ χειρὶ τοῦ Κυρίου, καὶ διακαθαριεῖ τὴν ἅλωνα· καὶ τὸν μὲν σῖτον ἀποθήσεται εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ἐκείνην οὖν τὴν φλόγα διέκοπτε τῷ ὑπ' ὄψιν ἄγειν τὰ φοβερὰ τῷ λαῷ. Καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Ἦν γὰρ Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ. Τὴν ἔρημον οὖν ἐκείνην συνέσεισε τῇ ἐπιδημίᾳ τῶν πανταχόθεν λαῶν· ἥτις, διὰ τὸ μετανοεῖν τοὺς ἐρχομένους, ἔρημος ἁγία προσηγόρευτο. Κάδης γὰρ ἑρμηνεύεται ἡ ἁγία. Αὕτη ἡ φωνὴ καταρτίζει καὶ ἐλά-φους, τὰς ἁγίας ψυχὰς, τὰς τὰ ὑψηλὰ ζητούσας, τὰς τῶν ὄφεων δαπανητικὰς, τὰς ἐπὶ τῶν ὑψηλῶν ὀρέων τὴν διατριβὴν ποιουμένας. Αὗται δ' ἂν εἶεν ψυχαὶ μεγαλοφυεῖς, ἐπὶ τὰ ὑψηλὰ τῆς κατ' οὐρανὸν πολιτείας ἐκ τῶν ταπεινῶν ἀνατρέχουσαι, κοῦφαι καὶ διηρμέναι· πόλεμον ἔχουσαι πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς πρὸς τοὺς ὄφεις αἱ ἔλαφοι. Ἀλλὰ Καὶ ἀποκαλύπτει δρυμοὺς, ἵνα οἱ ὄφεις φανεροὶ [PG30.81] γένωνται, οἱ ὑπὸ τοῦ συσκιασμοῦ τῶν δρυμῶν καλυπτόμενοι, πρὸς τὸ ἀπονώτερον αὐτοὺς ὑπὸ τῶν ἐλάφων καταναλίσκεσθαι. Τάχα οὖν ὁ ἐλέγχων τὰς ἐν τῷ κρυπτῷ κακίας, ἀποκαλύπτει δρυμούς· τουτέστιν, εἰς ἐμφανὲς ἄγει τὰς ἐμφωλευούσας τῇ ὑλικῇ φύσει ἁμαρτίας, ὄφεις λεγομένας διὰ τὸ ποικίλον τῆς ἡδονῆς. Ἀποκαλύψει δὲ ἐν ἡμέρᾳ, ὅτε ἀποκαλύψει τὰ κρυπτὰ τοῦ σκότους, καὶ τὰς βουλὰς τῶν καρδιῶν αὐτῶν. Τάχα δὲ καὶ ὁ Ἰωάννης, φωνὴ ὢν τοῦ Κυρίου, ἐν αἰνίγματι τῷ Ἰσραὴλ διελέγετο, ὅτι Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἀπεκάλυπτε τοὺς δρυμοὺς, τουτέστι τῶν καρπῶν τὸ ἄχρηστον ἐφανέρου· ἄκαρπος γὰρ ὕλη ὁ δρυμός. Οὗ τὸ βλαβερὸν ἐπιδεικνύων αὐτοῖς, εἰς τὴν ἐπιβάλλουσαν καρπογονίαν προσεκαλεῖτο, λέγων· Ποιήσατε τοὺς καρποὺς ἀξίους τῆς μετανοίας. Ἐξ ὧν πάντων ἕν ἐστιν ἀποτέλεσμα, τὸ οἰκοδομηθῆναι τὸν ναὸν Κυρίου, ἔνθα πᾶς ὁ γενόμενος δύναται ἀληθῶς ἐνεγκεῖν τῷ Κυρίῳ δόξαν. Ἀλλὰ καὶ ὁ Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ.

∆ιὰ γὰρ τοῦ βαπτίσματος ἡ εἰς τὰς ψυχὰς τῶν ἡγιασμένων τοῦ Κυρίου κατοίκησις. Τὴν οὖν ἀπολουομένην τὴν ἁμαρτίαν ψυχὴν, ταύτην κατοικεῖ ὁ Θεός. ∆ιὰ τοῦτο λέγεται τὸν κατακλυσμὸν κατοικεῖν. Ὅτι γὰρ τὴν ἐκ τοῦ βαπτίσματος ἄφεσιν κα-τακλυσμὸν προσηγόρευσε, καὶ ἐκ τοῦ τριακοστοῦ πρώτου ψαλμοῦ μεμαθήκαμεν, ἐν τῷ εἰπεῖν· Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Αἱ γὰρ ἁμαρτίαι τῶν ἁμαρτωλῶν, ἐν τῇ διὰ τοῦ βαπτίσματος ἀπολυτρώσει, ὡς προσεγγίζειν οὐκέτι συγχωρηθήσονται. Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. Ἐπὶ πᾶσι τούτοις ὑπάρξει ἡμῖν γνωρίσαι τὴν ἐπὶ πάντων ἀρχὴν τοῦ ∆εσπότου, τοῦ διδόντος ἰσχὺν τῷ λαῷ αὐτοῦ, ἵνα νικήσαντες τὸν πονηρὸν, τὴν εὐλογίαν χωρήσωμεν τὴν διδομένην ὑπὸ Κυρίου ἐν εἰρήνῃ τοῖς ἀξίοις αὐτοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

37. Λόγος εἰς Ψαλμὸν ΛΖʹ

∆ιδασκαλία ἐξομολογήσεως. Ψαλμὸς τῷ ∆αβὶδ εἰς ἀνάμνησιν.

Οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. Ἐλέγξω γὰρ, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομέ νοις κατὰ τὴν Γραφὴν, καὶ εἰς ἔργον προάγειν τὰς ἐν [PG30.84] τολὰς τοῦ Κυρίου σπουδάσαι ἐπειχθῶμεν, ὅτι οὐκ οἴδα μεν, ποίᾳ ὥρᾳ ἢ ἡμέρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Τούτοις τοῖς ῥήμασι καὶ ταῖς συλλαβαῖς καὶ ὁ ἕκτος ψαλμὸς τούτῳ παραπλησίως ἄρχεται, καὶ τὰ λοιπὰ δὲ τοῦ ἕκτου τοῖς ἐν τῷ προ κειμένῳ φερομένοις συγγενῆ τυγχάνει· τεταπεινῶσθαι γὰρ αὐτοῦ τὰ ὀστᾶ καὶ τὴν ψυχὴν κεκοπιακέ ναι ἐν τῷ στεναγμῷ αὐτοῦ, ἔφασκεν ἐν τῷ ἕκτῳ, καὶ προστίθει λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, καὶ τὰ τούτοις συνημμένα. Παραπλήσια δ' ἂν εἴη ἐκείνοις καὶ τὰ ἐν τῷ προκειμένῳ, δι' ὧν εἴρηται· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μοῦ ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, καὶ τὰ τούτοις δι' ὅλου τοῦ ψαλμοῦ ἐπαγόμενα, ἐν οἷς ἀποκλαίεται τὴν ἑαυτοῦ ταλαιπωρίαν. Ταύτῃ γὰρ καὶ αὐτὸς τῇ λέξει κέχρηται, εἰπών· Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους σφόδρα· ὅλην τὴν ἡμέραν σκυ θρωπάζων ἐπορευόμην. Ἀλλ' ἐν τῷ ἕκτῳ ἡ προ γραφὴ εἶχεν· Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ ∆αβίδ· ἐν δὲ τῷ παρόντι τούτων μὲν οὐδὲν, μόνον δέ· Ὁ ψαλμὸς τῷ ∆αβὶδ εἰς ἀνάμνησιν λέλεκται. Ἥ γε μὴν προσθήκη, εἰς ἀνάμνησιν, ἔοικεν ἀναπέμπειν ἡμᾶς τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι τὰ παρόντα· Εἰς τέλος, καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Πάντων γὰρ ἂν εἴη τούτων παραστατικὸν τὸ, Εἰς ἀνάμνησιν. Ἀλλ' ἐπεὶ διεξιόντες τὰ ἐν τῷ ἕκτῳ ὑποπεσόντα, εἰς τὴν προγραφὴν εἰρήκαμεν, εἰς τὴν ἐκείνων ἀνάμνησιν καὶ ἡμεῖς ἐπὶ τοῦ παρόντος ἀπέλθωμεν.

∆οκεῖ δέ μοι ὁ ∆αβὶδ ἐν διαφό ροις καὶ πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμε λήματος ἐξομολογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφωρικέναι εἰς ἀνάμνησιν, ὡς ἀεὶ καὶ διαπαντὸς φέρειν αὐτὸν ἀνὰ στόμα· κεχρῆσθαι δὲ αὐτῷ ἀντ' ἐπῳδῆς, ἐπὶ θεραπείᾳ τῆς ἑαυτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναπέμπει τῷ Θεῷ, δι' ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσι τοῖς ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ' ὑπερβαλ λούσης ἐξομολογήσεως φωναῖς. Λέγων δὲ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ τὸν ἔλεγχον παραι τεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· καὶ τὸ, Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, οὐ φεύγει τὸ παιδευθῆναι, δίχα [PG30.85] δὲ ὀργῆς τῆς παιδείας τυχεῖν ἀξιοῖ· ὡς εἰ καὶ ἰατρῷ τις, τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντι δότων προσφέροντι βοηθήματα ἐπὶ θεραπεία πάθους ὑποκειμένου, λέγοι· Μὴ διὰ πυρός με θεραπεύσῃς, μηδὲ διὰ σιδήρου καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πραο τέρων φαρμάκων· ὁ γὰρ τοιοῦτος οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων. Πολλάκις δὲ εἴρηται, ὡς ὀργὴ καὶ θυμὸς τοῦ Θεοῦ λεγό μενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, οὐ πάθη σημαίνει· παντὸς γὰρ πάθους ἀλλότριον τὸ θεῖον· κατὰ μεταφορὰν δὲ τὰ τοιαῦτα εἴωθεν ὀνομάζειν ὁ τῆς Γραφῆς λόγος, ὡς καὶ ὀφθαλμοὺς Θεοῦ, καὶ ὦτα, καὶ χεῖρας, καὶ δακτύλους, καὶ πόδας, καὶ τὰ λοιπὰ μέλη· ἅπερ ὡς πρὸς ἀνθρώπους χρησίμως οἰκονο μεῖται, συγκατιὼν τῇ τῶν ἀκροωμένων ποιότητι. Οὕτως οὖν καὶ τὰς ἐπαγομένας τιμωρίας τοῖς ἁμαρ τάνουσι κατὰ Θεοῦ κρίσιν, σκυθρωπὰς οὔσας καὶ ἀλγεινὰς τοῖς πάσχουσιν, ὡσανεὶ ἐξ ὀργῆς καὶ θυμοῦ ἐπαγομένας ὑποτυποῦται. Τοῦτο δὲ διδάσκει καὶ ὁ ἱερὸς Ἀπόστολος, λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὡς εἴ τις καὶ τὰς ἐκ τοῦ νόμου τῷ ἀνδροφόνῳ ἐπηρτημένας κολάσεις, ὀργὴν καὶ θυ μὸν ὀνομάζοι, οὐκ ἀληθῶς τοῦ νόμου θυμουμένου καὶ ὀργιζομένου, τοῦ δὲ κολαζομένου ὀργὴν τοῦ νόμου τὴν τιμωρίαν ὑπειληφότος.

Ἤδη δὲ καὶ οἱ τὰς κολά σεις διακονοῦντες κατὰ τῶν ἀσεβῶν πονηροὶ δαίμονες, αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ Θεοῦ, αἱ τοι αῦται καὶ ὀργὴ καὶ θυμὸς ὠνομάσθησαν. Οὕτω γοῦν εἴρηται ἐν τῷ περὶ τῆς δεκαπλήγου τῆς κατ' Αἰγυπτίων ἐπαχθείσης λόγῳ τὸ, Ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Οὕτως δεξιὰ λέλεκται τοῦ Θεοῦ, τὰ διὰ τῶν δεξιῶν καὶ ἀγαθῶν δυνάμεων τοῖς ἀξίοις χορη γούμενα. Ἱκετεύει τοίνυν ὁ ∆αβὶδ μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι' ἀποστολῆς ἀγγέλων πονηρῶν παιδευθῆναι, διὰ λόγων δὲ σωτηρίων καὶ μαθημάτων ὠφελίμων. Καὶ ἄλλως δὲ ἀντιβολεῖ μὴ τηρηθῆναι εἰς ἡμέραν ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἤδη δὲ ἐντεῦθεν καὶ κατὰ τὸν παρόντα βίον, πρὸ τῆς τελευτῆς, ἀπολήψεσθαι τὰ ἁμαρτήματα. Καὶ ἔτυχέ γε τοῦ σκοποῦ· φαίνε ται γοῦν δίκην δεδωκὼς, δι' ὧν ἔπαθε, πρὸ τῆς τελευτῆς. Καὶ ἄλλως δὲ αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο παν τοίαις ὑποβάλλων κολάσεσιν ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπ εστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσ ώπου τῶν ἁμαρτιῶν μου. Ὁ μὲν μέγας ἀθλητὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει πόθεν αὐτῷ τοῦτο ἐγένετο· διὸ ἔλεγε· Βέλη γὰρ Κυρίου [PG30.88] ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπί νει μου τὸ αἷμα. Ὁ δὲ ∆αβὶδ, οὐ τὸ σῶμα πληγεὶς ὁμοίως τῷ Ἰὼβ, αὐτὴν δὲ τὴν ψυχὴν καιρίαν τρω θεὶς, οὐχ ὁμοίως τῷ Ἰὼβ φάσκει· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού εἰσιν· ἀλλ', Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου.

Ὁ δὲ Ἰὼβ μνημονεύει τῆς χειρὸς Κυρίου, λέγων· Χεὶρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου. Καὶ ὁ διάβολος τῷ Κυρίῳ λέγων, Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχει, ἔφασκε. Καὶ πάλιν· Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῶν σαρκῶν αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ. Ἀλλ' ἑτέρα τις ἦν χεὶρ, καὶ ἕτερα βέλη τῶν σαρκῶν αὐτοῦ καθικνούμενα καὶ τῶν σωματικῶν ὑπαρχόντων. Ἐνταῦθα δὲ, ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενοσήκει ὁ ∆αβὶδ, ἕτερα βέλη καθικέσθαι αὐτοῦ σημαίνει, καὶ ἑτέραν χεῖρα ἧφθαι αὐτοῦ. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη, λογικὰ εἶναι, μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύττοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτὴν τιμωρου μένους καὶ κολάζοντας· ἐπεὶ τοσοῦτος ὢν ὁ ἀνὴρ, καὶ τοσούτων τετυχηκὼς ἀγαθῶν ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδωκε. Μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον, καὶ τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, τὰ παθητικὰ καὶ ἐρωτικὰ, εἰς ἐπιθυμίαν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς, σημαίνει· περὶ ὧν καὶ ὁ Ἀπό στολος διδάσκει, λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονη ροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἥλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ ὁ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη, τὰ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίγνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπών· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν ∆αβὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπεὶ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος, μέγα ἐφ' ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν· Ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μει ζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Οἱ δὲ λόγοι, τῆς δικαιοκρισίας αὐτοῦ ὑπομνηστικοὶ, καὶ τῆς ὀργῆς τῆς τοῖς ἁμαρτάνουσιν ἐπηρτημένης διδασκαλικοὶ, [PG30.89] βελῶν εἰσιν ὀξύτεροι, τὴν συνείδησιν νύττοντες, τι τρώσκοντές τε καὶ κεντοῦντες αὐτήν. Καὶ οὕτως εἴποις ἂν τὸν ∆αβὶδ τοῖς ἱεροῖς τούτοις καὶ θείοις κεντούμενον, εὐλόγως παραιτεῖσθαι τὸν διὰ θυμοῦ ἔλεγχον, καὶ τὴν δι' ὀργῆς τοῦ Θεοῦ παιδείαν.

Μὴ γὰρ τῷ θυμῷ σου, φησὶν, ἐλέγξῃς με, Κύριε, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. ∆ιὰ τί; Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Προσλαβόντα γὰρ τὴν ὀργὴν καὶ τὸν θυμὸν τὰ παρὰ σοῦ καθικόμενα βέλη ἱκανῶς με τιμωρεῖται, καὶ αὐτάρκως με κολάζει. ∆ιὸ ἱκετεύει, μὴ ὀργῆς ἑτέρας μηδὲ θυμοῦ πειραθῆναι, Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, ἢ, καθίκεταί μου, κατὰ τὸν Σύμμαχον. Καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Χεῖρα δὲ Κυρίου καθαψαμένην αὐτοῦ νόησον, καὶ τὴν ἐπὶ τοῦ Ἰὼβ δεδηλωμένην. Αὕτη δὲ ἡ χεὶρ τοῦ Κυρίου πάντα τὸν οἶκον τοῦ ∆αβὶδ ἐκ βάθρων ἔσεισε, τὸν μὲν πρωτότοκον αὐτοῦ τῶν παίδων τὸν Ἀμνὼν ἔρωτι τῆς ἀδελφῆς ἐκμήνασα, πυρώσασα δὲ τὸν Ἀβεσσαλὼμ τῇ κατὰ τοῦ ἀδελφοῦ ὀργῇ, ὡς ἀν ελεῖν τὸν Ἀμνὼν, ἔπειτα καὶ αὐτῷ ἐπαναστῆναι τῷ πατρί· καὶ τὰ λοιπὰ δὲ πάντα διὰ τῆς ἱστορίας παριστάμενα, ἡ δηλωθεῖσα χείρ. Χείρ σου καθήψατό μου διὰ τῶν ἐπαλλήλων συμφορῶν. Ἱκετεύω, φησὶ, μὴ ἄλλῳ θυμῷ ἐλεγχθῆναι, μηδὲ χείρονι ὀργῇ παι δευθῆναι. Καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἐπι λεγόμενα, ἃ διδάσκει ἑξῆς λέγων· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσ ώπου τῶν ἁμαρτιῶν μου. Ἐγὼ, φησὶ, προλαβὼν, οὐδὲ περιμείνας ἵνα μού τις ἔξωθεν τὸ σῶμα κολά σῃ, ἕλκει πονηρῷ ἐμαυτὸν ἐτιμωρησάμην, καὶ τὴν σάρκα μου, δι' ἧς πέπρακταί μοι τὸ ἁμάρτημα, κο λάσεσι παρέδωκα, τιμωρούμενος ἐμαυτὸν καὶ κολάζων παντοίαις κολάσεσι. Τοῦτο γὰρ ἐδήλου καὶ δι' ἑτέρων, λέγων· Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον, καὶ ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὰ ὀστᾶ μου τῇ σαρκί μου. Καὶ, Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Οὕτως οὖν καὶ νῦν φησιν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Ἀντὶ δὲ, τῆς ὀργῆς, συμφώνως ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀπὸ προσώπου ἐμ βριμήσεώς σου, ἡρμήνευσαν. Ἀπήρκει γάρ μοι, φησὶν, ἡ ἀπὸ τῶν σῶν θείων Γραφῶν ἐμβρίμησις, καὶ ἡ διὰ τοῦ σοῦ προφήτου Νάθαν ἀπειλή. ∆ιὸ ἀπὸ προσώπου τῆς ἐμβριμήσεώς σου ἐμαυτὸν οὕτως ἐτι μωρησάμην, ὡς κολάσαι τὴν ἐμαυτοῦ σάρκα, καὶ τὰ ὀστᾶ μου μὴ ἔχειν εἰρήνην Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἀνθ' οὗ ὁ Σύμμαχος, ∆ιὰ τὰς ἁμαρ [PG30.92] τίας μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κε φαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώ ρησα, καὶ κατεκάμφθην ἕως τέλους σφόδρα.

Ἐπειδὴ τάδε μοι, φησὶ, πέπρακται, διὰ τοῦτο Ἐτα-λαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους, καὶ ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. ∆ιὰ τούτων δὲ παρίστησιν ἃ πέπονθε, καὶ ὅπως ἑαυτὸν ἐτιμωρεῖτο, οὐ μίαν ἑαυτῷ κατηγορῶν ἁμαρτίαν, ἀλλ' ἀθρόως πολλὰς, καὶ τοσαύτας, ὡς μηδὲ ἔνδον κρύπτεσθαι ἐν τῇ ἑαυτοῦ ψυχῇ, μηδὲ εἴσω τοῦ σώ ματος λανθάνειν, ἀλλ' ὑπερβεβηκέναι αὐτοῦ, ὥστε καὶ πᾶσιν αὐτὰς γνωρίζεσθαι. Αὐτὸς γοῦν ἦν κατήγορος ἑαυτοῦ ἐν πρωτολογίᾳ, καὶ παρὰ τοῖς πᾶσιν, ὡς ἂν πληρωθείη ἐπ' αὐτῷ· ∆ίκαιος ἑαυτοῦ κατ ήγορος, φθάνων πάντα ἄνθρωπον κατήγορον. Αὐτὸς μὲν ἑαυτὸν κατέκρινε, πᾶν δὲ ἐχθρῶν ἀπέφραττε στόμα, μὴ ἐχόντων ἕτερόν τι κατ' αὐτοῦ λέγειν. ∆ιδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μηδὲ, ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν, κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους. Ὥσπερ ἐπὶ τῶν πυ ρετῶν, εἴσω μὲν καὶ κατὰ βάθους χωρῶν ὁ πυρετὸς, μείζονα τὴν νόσον ἐργάζεται, προκόψας δὲ εἰς τοὐμ φανὲς, ἐλπίδα παρακμῆς ὑποφαίνει· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο. Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς ὁ ∆αβὶδ, λέγων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ, ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ δι' εὐγένειαν καὶ εὐγνωμοσύνην ψυ χῆς. Ὁ μὲν γὰρ ἀτεράμνων καὶ ἀπόσκληρος, κατὰ τὴν σκληρότητα ἑαυτοῦ καὶ ἀμετανόητον καρ δίαν, θησαυρίζει ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἐπι σπώμενος ἁμαρτίαν ἐφ' ἁμαρτίας, αὔξων τὰ ἑαυτοῦ κακά· Ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθος κακῶν, καταφρονεῖ· ὁ δὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθαι σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. Ἐκ περισ σεύματος γοῦν καρδίας τὸ στόμα λαλεῖ.

Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφηνε τὰ συνέχοντα αὐτὸν, λέγων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· δῆλον δὲ, ὅτι αἱ ἀνομίαι μου. Καὶ πάλιν· Προσώζεσαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἀφροσύνην δὲ ὀνομάζει τὴν ἄφρονα πρᾶξιν ἐξ ἀφροσύνης γενομένην. Πᾶν γὰρ ἁμάρτημα κατὰ ἀφροσύνην γίνεται· ἀρετὴ δὲ οὖσα ἡ φρόνησις, πάν τα τὰ καθ' ἑαυτὴν πραττόμενα ἐπαίνου καὶ ἀρετῆς ἄξια ἀποφαίνει. Ἀλλὰ καὶ ὑγείας ἐστὶ τῇ ψυχῇ ποιη τικὰ τὰ κατὰ φρόνησιν γινόμενα· ἡ δὲ ἀφροσύνη τραύματα καὶ μώλωπας ἀπεργάζεται. Οἱ μὲν οὖν [PG30.93] ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ' αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομέ νοις βορβόρῳ· ὁ δὲ εἰς ἅπαξ ὀλισθήσας, ἔπειτα ἀναλαβὼν ἑαυτὸν, καὶ τὴν μιαρὰν ἐκείνην πρᾶ ξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ ∆αβὶδ, ὑπὸ συναισθήσεως ὑγιοῦς ὁμο λογεῖ, λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώ λωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυν θεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι ἐβαρύνθησαν ἐπ' ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν· τούτου χάριν ἰατρεύων ἐμαυτὸν, Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους· καὶ οὐδὲ πρὸς μίαν ἡμέραν, οὐδὲ πρὸς βραχεῖαν ὥραν, ἀλλὰ Πᾶσαν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, ἢ, κατὰ τὸν Σύμμαχον, σκυθρωπὸς περιεπάτουν· οὐκ ἀδιαφο ρῶν ἐπὶ τῶν πεπραγμένων μοι, οὐδ' οἷα βασιλεὺς ἐπαιρόμενος, διὰ τὸ μηδενὶ κριτῇ ὑποκεῖσθαι· διὰ δὲ τὸν σὸν φόβον καὶ τὴν σὴν ἐμβρίμησιν, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στε ναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἀντὶ τοῦ, αἱ ψόαι μου ἐν επλήσθησαν ἐμπαιγμάτων, ὁ Ἀκύλας, ὅτι ἐπλη ρώθησαν αἱ λαγόνες ἀτιμίας, ὁ δὲ Σύμμαχος, ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἀτιμίας, ἐκδεδώκα σιν. Καὶ διὰ τοῦτο εἰς ὑπόμνησιν ἐλθὼν τῆς αἰσχρᾶς καὶ ἀτίμου πράξεως, τῷ ἐῤῥῶσθαι αὐτῷ τὸ τῆς ψυχῆς αἰσθητήριον, ταῦτα ἔλεγε· Προσώζεσαν καὶ ἐσά πησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφρο σύνης μου. ∆ιὰ τί δὲ προσώζεσαν, ἐπάγει, λέγων· Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, ἢ, αἱ λαγόνες μου ἀτιμίας· ᾐνίξατο δὲ διὰ τούτων τὸ εἶδος τῆς αἰσχρᾶς πράξεως. Εἶτα ἑαυτὸν ἀνακτώμε νος ἔλεγεν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.

Ἐπειδὴ γὰρ αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, διὰ τοῦτο, φησὶν, εἰς μετάνοιαν τῶν πεπραγμένων ἐλθὼν, τὴν ἐμαυτοῦ σάρκα κολάζω καὶ τιμωροῦμαι· διό φημι· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ὡς ἂν δυνηθείη ποτὲ κατορθώσας εἰπεῖν· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ' ὁ ἔσω ἀνα καινοῦται. Καὶ ἀνωτέρω δὲ ἔλεγεν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου. Εἶτα ἐπάγει· Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Τοῦτο δὲ ἑτέρως ἐν τοῖς ἔμπροσθεν ἐδήλου, φήσας· Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους. Ἴδιον ἀνδρῶν συνετῶν, τὸ μὴ ἐπαίρεσθαι ἐπὶ τοῖς κατὰ πρόληψιν καὶ συν αρπαγὴν ἁμαρτανομένοις, ἀλλ' αἰδεῖσθαι καὶ ἐρυ θριᾷν, καὶ τὴν συνείδησιν πλήττεσθαι, καὶ ταπει νοῦσθαι. Ὁ μὲν γὰρ ∆αβὶδ πρὸς τούτοις ἐπιλέγει· [PG30.96] Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου, ἢ, κατὰ τὸν Ἀκύλαν, Ἐβρυχόμην ἀπὸ βρυγμοῦ τῆς καρδίας μου. Οὐ γὰρ ἵνα τοῖς πολλοῖς φανερὸς γέ νωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι· ἔνδον δὲ ἐν αὐτῇ τῇ καρδίᾳ, τὸ ὄμμα μύων, σοὶ μόνῳ τῷ βλέ ποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπιδεικνύω, ἐν ἐμαυτῷ ὠρυόμενος. Οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἦν πρὸς τὴν ἐξομολόγησιν· ἀπήρ κουν γὰρ οἱ στεναγμοὶ τῆς καρδίας μου πρὸς ἐξομο λόγησιν, καὶ οἱ ἀπὸ βάθους ψυχῆς πρὸς σὲ τὸν Θεὸν ἀναπεμπόμενοι ὀδυρμοί. Ἀλλὰ καὶ ἡ ἐπιθυμία καλὴ οὖσα ἐναντίον σου ἦν, Κύριε, καὶ αὕτη δὲ ἦν ἡ περὶ τῆς ἐμαυτοῦ σωτηρίας. Ὅτε μὲν γὰρ κακῶν γέγονα ἐπιθυμητὴς, οὐκ ἐναντίον σου ἦν ἡ ἐπιθυμία μου· νυνὶ δὲ, ὅτε πάντα πράττω ταπεινούμενος καὶ ὠρυό μενος ἀπὸ στεναγμοῦ τῆς καρδίας μου, καὶ σοῦ τοῦ Θεοῦ σωτῆρος καὶ ἰατροῦ τυχεῖν ἐπιθυμῶν, ἐναντίον σου ἐστιν ἡ ἐπιθυμία μου, καὶ τὴν αἰτίαν τῶν ἐμῶν στεναγμῶν οὐκ ἀγνοεῖς. Οἶσθα γὰρ, ὅτι πρέποντα τῇ σου φιλανθρωπίᾳ στεναγμὸν ἀναπέμπω· ἐπεὶ μὴ βούλῃ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. ∆ιό φημι· Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστη σαν. Καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότη τας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτη σαν.

Προεπισημηνάμενος ἐν τῇ προγραφῇ, ὡς ἄρα εἴη εἰς ἀνάμνησιν, εἰκότως ἀναπεμπάζεται, καὶ τῇ μνήμῃ τὰ πάλαι αὐτῷ συμβεβηκότα ἐπανα λαμβάνει. ∆ιδάσκει δὲ ἐν οἷς γέγονεν, ἐν τῷ τῆς ἁμαρτίας ὀλισθήματι περιπεσών· οὗ χάριν καὶ τὴν πᾶσαν ποιεῖται ἐξομολόγησιν. Ἐταλαιπώρησα οὖν, καὶ κατεκάμφθην, καὶ σκυθρωπάζων ἐπορευόμην, καὶ ἐταπεινώθην, καὶ ὠρυόμην ἀπὸ στενα γμοῦ τῆς καρδίας μου. Εἰς πάντα ταῦτα ἐλήλυθα· ἐπειδὴ γὰρ καιρῷ τινι Ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ. Κατὰ γὰρ τὸν τῆς ἁμαρτίας καιρὸν, οὐ μικρὰν ὑπ έμεινεν αὐτοῦ ταραχὴν τὸ διανοητικὸν, συγχυθὲν καὶ σκοτωθὲν ὑπὸ τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ὡς καὶ εἰς ἀφροσύνην πεσεῖν. ∆ιὸ καὶ ἀνωτέρω ἔλεγε· Προσ ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσ ώπου τῆς ἀφροσύνης μου. Ἐταράχθη τοίνυν ἡ καρδία αὐτοῦ, ὅτε ἐν ἀφροσύνῃ ἐγεγόνει, καὶ τῆς μὲν κατὰ τὴν φρόνησιν ἀρετῆς ἐξέπιπτεν, ἔργα δὲ ἀφρο σύνης ἔπραττε. Τότε δὲ καὶ ἐγκατέλιπεν αὐτὸν ἡ ἰσχὺς αὐτοῦ· οὐκέτι γὰρ οἷός τε ἦν λέγειν· Πάντα [PG30.97] ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, νικηθεὶς ὑπὸ τοῦ πάθους καὶ ἐξατονήσας. Ἐπὶ μὲν γὰρ τῶν κατορθούντων· Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· ἐπὶ δὲ τῶν νικωμένων ἡ σὰρξ κατεπαίρε ται καὶ κατισχύει, ἀτονεῖ δὲ καὶ ἐξασθενεῖ ἡ ψυχή. Τότε οὖν, φησὶν, ὅτε ἡμάρτανον, ἡ καρδία μου ἐτα ράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ ἄλλο τι χαλεπὸν περὶ ἐμὲ γέγονε. Τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν Πνεῦμα, τὸ φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν), καὶ αὐτὸ οὐκ ἦν μετ' ἐμοῦ, καταλεῖψάν με καὶ ἀναχωρῆσαν, Ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Ἀναχωρῆσαν τοίνυν ἀπ' αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἔρημον αὐτὸν κατέλιπεν μετὰ τὸ ταραχθῆ ναι αὐτοῦ τὴν καρδίαν, καὶ ἐξατονῆσαι αὐτοῦ τὴν ἰσχύν. Τότε γὰρ καὶ τὸ φῶς τῶν ὀφθαλμῶν αὐτοῦ ἔρημον αὐτὸν εἴασεν. Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι, καὶ οἱ πλησίον αὐτοῦ, οἱ τὸν πάντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν, Μακρόθεν ἔστησαν, οὐκέτι αὐτῷ συνεῖναι βουλόμενοι, πόῤῥωθεν ἀπο κλαιόμενοι, ὡς ἔοικε, φίλου συμφοράν. Τίνες δὲ ἦσαν, ἀλλ' ἢ οἱ ἐπὶ τοῖς προτέροις αὐτοῦ ἀγαθοῖς χαίροντες, ἄγγελοι δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ Θεοῦ, τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτη ρίᾳ; εἴ γε, ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι, ἐν τοῖς οὐρα νοῖς χαρὰ γίνεται· Καὶ παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. Καὶ οὗτοι οὖν πάν τες οἱ τοῦ ∆αβὶδ φίλοι, κατὰ τὸν τῆς ἁμαρτίας αὐτοῦ καιρὸν ἀνεχώρουν ἀποστρεφόμενοι· οὐ μὴν πάντη αὐτὸν κατελίμπανον, μακρὰν δὲ ἑστῶτες ἐπέστενον· ὃ δὴ καὶ αὐτὸ διδάσκει, λέγων· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν, καὶ ἔστησαν. Καὶ οἱ ἔγγιστά μου, ἀπὸ μακρόθεν ἔστη σαν. Ὧν μακράν μου γενομένων, ἄλλοι τινὲς οἱ τὴν ἁμαρτίαν ἐνεργοῦντες πλησίον μου γενόμενοι, ἐξ εβιάζοντο, καὶ τῆς ἐμῆς ψυχῆς κατέπαιζον. ∆ιὸ ἐπάγει, λέγων· Ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.

Πάλαι γὰρ οὗτοι διψῶντες τοῦ ἐμοῦ αἵματος, καὶ ἐκ μακρῶν χρόνων εὐχόμενοι θεάσασθαί μου τὴν πτῶσιν, ὡσανεὶ καιροῦ λαβόμενοι, ὅτε εἶδον καταλείψασάν με τὴν ἰσχύν μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου ἀναχωρῆσάν μου, τούς τε φίλους μου καὶ τοὺς πλησίον μου μακράν μου γενομένους· πα ραχρῆμα ἐπιπηδήσαντες ἐξεβιάζοντο τὴν ψυχήν μου, καὶ ὡς ἂν ἐθελόκακοι, Ἐλάλησαν ματαιότητας, ἔνδον ὑποβάλλοντές μου τῇ ψυχῇ ματαίους λόγους· ἀλλὰ καὶ σὺν δόλῳ θέλγοντες καὶ ἀπατῶντες, ὡς ἐπὶ ἀγαθοῖς ἐδελέαζον, καθέλκοντές με εἰς τὴν ἁμαρτίαν. ∆ιὸ ἐπάγει· Καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. [PG30.100] Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενό μην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἐπειδὴ οἱ ζητοῦν τες τὴν ψυχήν μου, εὗρον αὐτὴν, εἶθ' εὑρόντες κατ έπαιζον, ἐπέβησαν δὲ ἐπιτωθάζοντες τοῖς ἐμοῖς κακοῖς· εἶτα ἐλάλουν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν. Ἐπὶ τούτοις ἐγὼ ἔρημος γεγονὼς τῶν ἐμαυ τοῦ φίλων, οὐδὲν εἶχον λέγειν, αἰσχύνης πεπληρω μένος· διὸ ὡσεὶ κωφὸς οὐκ ἤκουον· ἀλλ' ὁ πάλαι λογιώτατος, καὶ τῇ παρούσῃ σοφίᾳ σεσοφισμένος γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Οὐδεὶς γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν· οὐδ' εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, ἅπαξ ὑπ' αὐτῶν νενικημένος· ἀλλ' ἤμην Ὡς ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἠλεγχόμην γὰρ αὐ τὸς, ἀλλ' οὐκ ἤλεγχον, οὐδὲ εἶχον παῤῥησίαν, αἰσχύνῃ κεκαλυμμένος. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον, μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σα λευθῆναι πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Τὰ δὴ συμβεβηκότα μοι ταῦτα. ∆ιὸ γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἔχων ἐλεγμούς· διὸ οὐδὲν πρὸς τοὺς ἐχθροὺς ἔλεγον, ὡς ἂν ὑπ' αὐ τῶν νενικημένος. Οὐ μὴν διὰ τοῦτο ἀπέγνων ἐμαυ τοῦ· συνῆγον δὲ πάλιν ἐμαυτὸν, τῆς μὲν ἁμαρτίας ὡς θανάτου ἀποπηδήσας, τοῖς δὲ τῆς ἐξομολογήσεως φαρμάκοις τὸ ἐμαυτοῦ ἕλκος ἰώμενος. Καὶ τοὺς προσοζέσαντάς μοι μώλωπας ἀπὸ τῆς ἀφροσύνης μου, θεραπείας τυχεῖν ἀξιῶ. ∆ιὸ Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· οὐ γὰρ ἐμαυτῷ θαῤῥῶν, οὐδὲ ἄλλην τινὰ ἐλπίδα θέμενος πρὸ ὀφθαλμῶν ἢ σὲ, τὰ τῆς ἰάσεως ὑπέγραφον ἐμαυτῷ.

Ἐπειδὴ οὖν ἤλπισα, Κύριε, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσάκου σον, ὅτι θελητὴς ἐλέους εἶ σὺ, καὶ οὐ βούλει τὸν θά νατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. ∆ιότι ἤλπισα ἐπὶ σὲ, ἱκετεύω τῆς παρὰ σοῦ βοηθείας ἐπιτυχεῖν, Μή ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου. Οὔπω μὲν γὰρ παντελῶς ἐχάρησαν· ἐπιχαροῦνται δὲ, εἰ μὴ τύχοιμι τοῦ σοῦ ἐλέους ἀλλ' ἵνα μὴ ἐπιχα ρείησάν μοι οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ σαλευθῆναι πόδας μου μεγαλοῤῥημονήσαντες, ἐπὶ σὲ κατέφυγον, καί φημι· Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου. Καὶ πάλιν φημί· Πρὸς σὲ, Κύριε, κεκράξο μαι, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μή ποτε παρα σιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς κατα βαίνουσιν εἰς λάκκον. Καὶ τὰ λοιπὰ ἐν τοῖς ἑτέροις [PG30.101] ψαλμοῖς διαφόρως μοι λελεγμένα, ἐν τῇ πρὸς σὲ ἱκετηρίᾳ συνάγων, τῆς παρούσης βοηθείας τυχεῖν ἀξιῶ. Εἰ γὰρ καὶ τὰ μάλιστα σαλευθῆναί μου συνέβη τοὺς πόδας, καθ' ὃν καιρὸν ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἦν μετ' ἐμοῦ, ἀλλ' οὐ πάντη πε ριετράπην, οὐδὲ πτῶμα ἔπεσον τοιοῦτον, οἷον οἱ ἀποστάται γενόμενοι. Ἐπειδὴ ἐν αὐτῷ ἐκείνῳ τῷ καιρῷ, ἐν τῷ σαλευθῆναι τοὺς πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν οἱ ἐχθροί μου, ἵνα μὴ μει ζόνως ἐπικροτήσωσι κατ' ἐμοῦ, ἐπὶ σὲ κατέφυγον ὡς ἐπὶ λιμένα σωτηρίας, τὸν καὶ τὰ ἀνίατα παρὰ ἀνθρώποις τῆς ψυχῆς πάθη ἰάσασθαι δυνάμενον. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγη δών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Καταρχὰς εἰπὼν, Μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, ἐπὶ τοῦ παρόντος φησίν· Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. Οὐκοῦν τὴν μὲν ὀργὴν παραιτεῖται καὶ τὸν θυμὸν, ἕτοιμος δὲ μαστίζεσθαι εἶναι λέγει· οἶδε γὰρ, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ∆ιὸ καὶ ἔφερε γενναίως τὰς μάστιγας τὰς διὰ τῶν ἐπαλλήλων συμφορῶν μετὰ τὸ ἁμάρτημα συμβεβηκυίας αὐτῷ, ἃς ἡ ἱστορία τῶν Βασιλειῶν περιέχει. Καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Οἱ μὲν γὰρ πολλοὶ λήθην ποιοῦνται τῶν προτέρων ἁμαρτημάτων, ἀδιαφοροῦντες ἐπ' αὐτοῖς, καὶ κατα-φρονοῦντες, ὡς μηδεμιᾶς ἐκδικήσεως γενησομένης· ὁ δὲ τὸ δικαστήριον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διαπαντὸς ἔχων, καὶ πεπεισμένος, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ὃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον· ἐν ἀγωνίᾳ καθέστηκε πάντοτε, καὶ τὴν ἀλγηδόνα τὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ταύτην ἰάσασθαι φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγορεῖ διὰ τῶν πρὸς τὸν Θεὸν ἐξομολογήσεων. ∆ιό φησιν· Ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντὸς, ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.

Πιστῆς δὲ ψυχῆς καὶ ἀκριβῶς πεπεισμένης περὶ τῆς κρίσεως τοῦ Θεοῦ τυγχάνουσιν αἱ τοιαῦται φωναί. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ· καὶ ἐπλη-θύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν, ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Πάντων τῶν ἐχθρῶν αὐτοῦ μέμνηται, τῶν ἐπὶ τὴν ἁμαρτίαν αὐτὸν κατασυράντων, ἱκετεύει τε καὶ παρακαλεῖ μὴ ἀποστῆναι αὐτοῦ τὸν Κύριον. Ἑώρα γὰρ τοὺς ἐχθροὺς ἔτι καὶ νῦν περὶ αὐτὸν ἑστῶτας [PG30.104] καὶ ἐπικειμένους, μηδὲ τῇ προτέρᾳ κατ' αὐτοῦ τόλμῃ ἀρκουμένους. ∆ιὸ ἀγωνιῶν μὴ καὶ δεύτερον τοῖς αὐτοῖς περιπέσῃ, σφόδρα ἐγρηγορότως φησίν· Οἱ δὲ ἐχθροί μου ζῶσιν. Οὐ γὰρ τεθνήκασιν, οὐδὲ ἅπαξ ἐνεργήσαντες παρῆλθον· διὸ γέγραπται· Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ. Ζῶσιν· ἀλλὰ καὶ κεκραταίωνται πλείους ὄντες ὑπὲρ ἐμέ. Ἐπληθύνθησαν γὰρ οἱ μισοῦντές με, καὶ οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν· οἵτινες οὔπω καὶ νῦν παύονται ἐνδιαβάλλοντές με, ἐπεὶ τὴν ἀγαθὴν καὶ σωτήριον ὁδὸν μεταδιώκω, διαφθονούμενοί μου τῇ σωτηρίᾳ. Τούτου χάριν ἱκετεύω καὶ δέομαι, μὴ ἐγκαταλίπῃς με, Κύριε· μόνος γὰρ πρὸς τοσούτους οὐχ οἷός τ' ἂν εἴην ἀντέχειν. Σὺ οὖν, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ, πάρεσο δέ μοι βοηθὸς, καὶ φύλαξ τῆς ἐμῆς σωτηρίας.

115. Λόγος εἰς Ψαλμὸν ΡΙΕʹ

Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπει νώθην σφόδρα· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Πίστις ἡγείσθω τῶν περὶ Θεοῦ λόγων· πίστις, καὶ μὴ ἀπόδειξις. Πίστις, ἡ ὑπὲρ τὰς λογικὰς μεθόδους τὴν ψυχὴν εἰς συγ κατάθεσιν ἕλκουσα· πίστις, οὐχ ἡ γεωμετρικαῖς ἀνάγκαις, ἀλλ' ἡ ταῖς τοῦ Πνεύματος ἐνεργείαις ἐγ γινομένη. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει. Ταύτῃ τῇ φωνῇ ἐπηκολούθει τὸ ἔργον διὰ τοῦ Πνεύματος. Ἐκ τοῦ θαύματος ἀναγκαία ἡ παραδοχὴ τῆς θεότητος τοῦ Μονογενοῦς τοῖς ὁρῶσιν ἐγίνετο. Τί ἀναγκαστικώτε ρον εἰς συγκατάθεσιν (εἰπέ μοι); προτάσεων πλοκαὶ τὸ συμπέρασμα ἀκόλουθον ἑαυταῖς ἐφελκό μεναι, ἢ θαῦμα τοσοῦτον ἐναργῶς ὁρώμενον, πᾶσαν ἀνθρώπου δύναμιν ὑπερβαῖνον; Ἀλλ' οὐχὶ καὶ νῦν ταῦτα εὐδοκιμεῖ, οὐδὲ τὰ τοῦ Πνεύματος ἔργα τὸν περὶ Θεοῦ λόγον πιστοῦται· ἀλλ' ἔντεχνοι ἀπο δείξεις, ἐν τῷ πιθανῷ τῆς τοῦ κόσμου σοφίας ἔχου σαι τὴν ἐλπίδα, οὐκ ἐν τῷ ἰσχυρῷ καὶ ἐναργεῖ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ἣν, διὰ τῶν ἐν ἁπλό τητι καρδίας ἀπεριεργάστως πεποιθότων Θεῷ, τῆς σωτηρίας ἕνεκεν τῶν πολλῶν ἐπιδείκνυται. Ἀλλ' εἴθε κἀμοὶ γένοιτο πιστεῦσαι ἀξίως, ἵνα λαλήσω νῦν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ μεγάλῃ ταύτῃ πέντε λό γους ἐν τῷ νοΐ μου.

Καὶ μηδεὶς καταχλευαζέτω τὸν λόγον, ὡς ἀβασανίστως ἡμῶν εἰς τὴν ὑπὲρ ὧν λέ γομεν συγκατάθεσιν τοὺς ἀκούοντας ἐναγόντων. Ἀνάγκη γὰρ ἑκάστης μαθήσεως ἀνεξετάστους εἶναι [PG30.105] τὰς ἀρχὰς τοῖς μανθάνουσιν· ἐπεὶ ἀμήχανον τοὺς περὶ τὰ πρῶτα ζυγομαχοῦντας δυνηθῆναι ὁδῷ καὶ τάξει προελθεῖν εἰς τὸ τέλος. Καὶ τοῦτο ἂν μάθοις παρ' αὐτῶν τῶν ἔξωθεν. Εἰ γὰρ μὴ συγχωρήσειας τὰς πρώτας ἀρχὰς τῷ γεωμέτρῃ, ἀμήχανον αὐτὸν τὰ ἐφεξῆς συμπεράνασθαι. Καὶ τῆς ἀριθμητι κῆς ὁ τοῖς πρώτοις καὶ στοιχειώδεσιν ἐνιστάμενος, τὴν εἰς τὸ πρόσω ὁδὸν διακόπτει. Ὁμοίως δὲ καὶ ἰα τρικαὶ ἀρχαὶ ἰατροῖς ἀναπόδεικτοι. Καὶ ὅλως, ἐν ὁποιῳδήποτε ἐπιτηδεύματι τῶν ὁδῷ καὶ τάξει προ ϊόντων ἐπὶ τὸ τέλος, ἀδύνατον τῶν πρώτων ὑπο θέσεων ἀποδείξεις ἐπιζητεῖν· ἀλλ' ἀνάγκη τὰς τῶν λογικῶν τεχνῶν ἀρχὰς ἀνεξετάστως παραδεξάμενον, τὸ ἐκ τῶν ὑποτεθέντων ἀκόλουθον ἐν τοῖς ἐφεξῆς ἐπιβλέπειν. Οὕτω δὴ οὖν καὶ τὸ τῆς θεολογίας μυ στήριον, τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ἐπιζητεῖ συγκατάθεσιν. Πιστεῦσαι γὰρ δεῖ, φησὶν, ὅτι ἔστι Θεὸς, οὐχὶ ζητῆσαι, οὐδὲ ζυγομαχῆσαι τὸ τί ἐστι. Καὶ ὅλως, εἰ ἡ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις πραγμάτων, καὶ ἔλεγχος οὐ βλεπομένων, μὴ φιλονεί κει ἰδεῖν ἤδη τὰ μακρὰν ἀποκείμενα, μηδὲ τὰ ἐλπι ζόμενα ἀμφίβολα καταστήσῃς, διὰ τὸ μήπω αὐτῶν δύνασθαι κατὰ τὴν γνῶσιν ἐφάπτεσθαι. Ταῦτα μὲν οὖν καθόλου περὶ πίστεως διὰ τοὺς λογομαχοῦντας καὶ ἐν ῥήμασι κενοῖς ἔχοντας τὴν ἐλπίδα. ∆οκεῖ δέ μοι ὁ ἐν χερσὶ ψαλμὸς ὡς πρὸς τὴν προάγουσαν ἐν τῷ κατόπιν ψαλμῷ διάνοιαν ἀκολου θίαν ἔχειν. Εἶπε γὰρ ἐκεῖ· Εὐαρεστήσω τῷ Κυρίῳ ἐν χώρᾳ ζώντων. Ἐπεὶ οὖν περὶ μὴ βλεπομένης χώρας διαλέγεται, ὡς σαφῶς ἐπιστάμενος, τὴν αἰτίαν ἀποδίδωσι τοῦ περὶ τῶν ἀδήλων διορισμοῦ, λέγων· Ἐπίστευσα, ὅτι ἔστι τις χώρα ζώντων· διὸ ἐλά λησα, ὅτι Εὐαρεστήσω ἐν αὐτῇ τῷ Κυρίῳ. Ὅλως δὲ, ἡ ἄνευ πίστεως ἐπὶ τὸ λαλεῖν ἐρχομένη ψυχὴ δια κενῆς ληρήσει, κατ' οὐδενὸς ὑποκειμένου τὸν λόγον προάγουσα. Ἀρχὴ τοίνυν λόγου ἔμφρονος, πίστις ἰσχυρῶς τῇ καρδίᾳ τοῦ λαλοῦντος ἐνιδρυμένη. Ἔπει τα, πόθεν ἡμῖν δυνατὸν τὸ περὶ τὴν πίστιν τέλειον κατορθοῦν, ἐφεξῆς ἐπάγει, λέγων· Ἐγὼ δὲ ἐταπει νώθην σφόδρα. Ὁ γὰρ μὴ ταπεινώσας ἑαυτοῦ τὴν διάνοιαν, μηδὲ κατὰ μίμησιν τοῦ Ἀποστόλου λέγων τὸ, Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατει ληφέναι, ἀλλὰ περινοῶν οὐσίας Θεοῦ κατάληψιν, καὶ τῷ ἰδίῳ λογισμῷ ἐκμετρῶν τὰ ἀνέφικτα, καὶ τοσοῦτον λογιζόμενος εἶναι τὸν Θεὸν, ὅσον αὐτὸς τῷ λογισμῷ περιέλαβεν· καὶ ὅλως, ὁ τὸν οἰκεῖον νοῦν μέτρον τῶν ὄντων ποιούμενος, οὐ λογιζόμενος, ὅτι ῥᾷόν ἐστι κοτύλῃ μικρᾷ τὴν πᾶσαν θάλασσαν ἐκμετρῆσαι, ἢ τῷ ἀνθρωπίνῳ νῷ τῆς ἀφάτου μεγαλειότητος τοῦ Θεοῦ περιδράξασθαι, εἰκῆ φυσιούμενος καὶ ἐπαιρό μενος τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐ δύναται λέγειν τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα· ἐπειδὴ οὐδὲ τὸ ἐφεξῆς ἐπάγειν αὐτῷ δυνατὸν, τὸ, Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα· τύφῳ γὰρ καὶ ἀλαζονείᾳ συζῇ, καὶ [PG30.108] διακένοις ῥήμασιν ἐπαγάλλεται, τὸ ἐκ τῆς πίστεως ἰσχυρὸν μὴ κεκτημένος. Εἶτα οὐχ ἑαυτὸν ταπεινοῖ μόνον, ἀλλὰ καὶ πᾶσαν ὁμοῦ τὴν συγγενῆ ἑαυτῷ καὶ κοινωνὸν τῆς φύσεως ἀνθρωπότητα.

Ἐγὼ γὰρ εἶπα, φησὶν, ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ὥστε ὁ μὴ ἐκ πίστεως βοηθούμενος, ἀλλ' οἴκοθεν ἐπὶ τὸν λόγον ἐρχόμενος, ταῖς ἀνθρωπίναις πα ρασκευαῖς πρὸς τὴν κατάληψιν τῆς ἀληθείας θαῤῥῶν, ψεύστης ἐστὶ, παραπολὺ τῆς ἀληθείας ἐκπίπτων. Τοῦτον δέ φησιν εἰρηκέναι τὸν λόγον ἐν τῇ ἐκστά σει. Τίς δέ ἐστιν ἡ ἔκστασις; Ἤτοι ὅτι περιβλεψά μενος τὴν ἀνθρωπίνην φύσιν, καὶ διερευνησάμενος, εἴ πού τίς ἐστιν ἐν ἀνθρώποις ἀλήθεια, μηδαμοῦ ταύτην εὑρεῖν δυνηθεὶς ἄνευ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας, ἔκθαμβος γενόμενος ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, ἐξεβόησα, ὅτι Πᾶς ἄνθρωπος ψεύ στης· ἢ ἐν τῇ ἐκστάσει ἐκείνῃ, ἣν κατεσχηματισά μην ἐπὶ τοῦ Ἀγχοὺς, ἐπιληψίαν καὶ παραφορὰν ὑποκρινάμενος, ἐπειδὴ εἶδον εἰς ἀνάγκην ἐλθόντα ἐμαυτὸν τοῦ καταψεύσασθαι ἐμαυτοῦ, καὶ ἀναπλά σασθαι τὰ μὴ ὄντα, ὑπὲρ τοῦ τὸν ἀπὸ τῶν πολε μίων κίνδυνον ἐκφυγεῖν, τότε εἶπον, ὅτι Πᾶς ἄνθρω πος ψεύστης· κἂν μὴ κατὰ προαίρεσιν, μηδ' ἐπὶ κακῷ τῶν πλησίον, ἀλλὰ πάντως διά τινας περιστα τικὰς αἰτίας καταφεύγων ἐπὶ τὸ ψεύδεσθαι. Οὐ μὴν ἑαυτῷ περιπίπτει κατὰ τὸν λόγον ὁ Προφήτης, ὥσπερ τινὲς τῶν σοφιστικῶν ἐπιχειροῦσιν αὐτὸν δι ελέγχειν, τῷ κατὰ περιτροπὴν ἐλέγχῳ ἐμπεπτωκέ ναι λέγοντες τὸν Προφήτην. Εἰ γὰρ πᾶς ἄνθρω πος ψεύστης, ἄνθρωπος δὲ καὶ ὁ ∆αβίδ· ψεύστης ἦν καὶ αὐτὸς δηλονότι· εἰ δὲ ψεύστης, οὐ πιστευτέον αὐ τῷ περὶ ὧν ἀποφαίνεται. Μὴ ὄντος δὲ ἀληθοῦς τοῦ λόγου τούτου, μηδὲ ὄντος παντὸς ἀνθρώπου ψεύστου, ἀφήσομεν καὶ τὸν ∆αβὶδ τῆς τοῦ ψεύδους αἰτίας. Εἰ δὲ οὐ ψεύδεται, πιστεύσωμεν αὐτῷ περὶ ὧν ἀπο φαίνεται· πιστεύοντες δὲ, πάλιν εἰς τὴν τοῦ ἀπιστεῖν ἀνάγκην περιαχθησόμεθα. Ὥστε εἰ μὲν ἀληθεύει ∆αβὶδ, λύει τὸν ἑαυτοῦ λόγον, καὶ ἄνθρωπος ὢν, καὶ μὴ ψευδόμενος· εἰ δὲ ψεύδεται, αὐτόθεν ἔχει τὸ μὴ πιστεύεσθαι· τίς γὰρ προσέξει ψευδολογοῦντι; Ὥστε ἐπειδὴ ἅπαξ ἀπεφήνατο πάντα ἄνθρωπον εἶναι ψεύ στην, ψευδέσθω ∆αβὶδ, ἵνα τὸν λόγον πιστώσηται· ἢ ἀληθεύων αὐτὸς, παρέλυσε τὴν ἀπόφασιν. Ἀλλὰ ταῦτα μὲν παιζόντων ἐστὶ, καὶ ταῖς τῶν λόγων στροφαῖς ἐπαγαλλομένων πρὸς τοὺς ἀπείρους· τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. Ἄνθρωποι γὰρ λέγονται οἱ τοῖς ἀνθρωπίνοις ἔτι παθήμασι κατεχόμενοι· ὁ δὲ ὑψηλότε ρος ἤδη τῶν σαρκικῶν παθημάτων γενόμενος, καὶ διὰ τὴν τοῦ νοῦ τελείωσιν πρὸς τὴν τῶν ἀγγέλων κατάστασιν μετελθὼν, οὗτος ὅταν περὶ τῶν ἀν [PG30.109] θρωπίνων διαλέγηται, ἑαυτὸν ὑπεξαιρεῖται τῶν λοι πῶν δηλονότι. Ἀψευδὴς γὰρ ὁ εἰπών· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε. Θεοί ἐστε. Πάντως δὲ εἴ τινι ἄλλῳ, καὶ τῷ ∆αβὶδ ἡ τοιαύτη προσηγορία πρέπουσα. Καὶ γὰρ καὶ υἱὸς Ὑψίστου, ὁ διὰ τῆς ἀρετῆς ᾠκειωμένος Θεῷ, καὶ οὐκ ἀποθνήσκων ὡς ἄνθρωπος, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Θεόν. Ἐγὼ οὖν εἶπον, φησὶν, ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἀκουέτωσαν οἱ τῇ μὲν σαρκὶ διὰ τῶν παθημάτων συμπεφυρμένοι, τὸν δὲ νοῦν ἑαυτῶν ὑπεραίροντες τῶν ὑπερκοσμίων· ὧν τοὺς λογισμοὺς καθαιρεῖν, καὶ τὸ ὕψωμα τῆς καρδίας αὐτῶν τῆς κατεπαιρομένης τοῦ Θεοῦ, κοινὸς ἔστω σκοπὸς πᾶσι τοῖς ἀντιποιουμένοις τῆς εὐσεβείας.

Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέ δωκέν μοι; Ποτήριον σωτηρίου λήψομαι. Εἰς αἴ σθησιν ἐλθὼν τῶν μυρίων παρὰ τοῦ Θεοῦ δωρεῶν, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ τῆς γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκε λύτρον ἀντὶ πάντων ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύρῃ δῶρον τῷ ∆εσπότῃ. Τί οὖν, φησὶν, ἀνταποδώσω τῷ Κυρίῳ; Οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, οὐδὲ τὴν ἐκ τῆς νομικῆς λατρείας θεραπείαν, ἀλλ' αὐτὴν πᾶσαν τὴν ἐμαυτοῦ ζωήν· καὶ διὰ τοῦτο, φησὶ, Ποτήριον σωτηρίου λήψομαι, τὸ ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ τῆς εὐσεβείας πάθος, τὸ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικατα στῆναι, ποτήριον λέγων. Τοῦτο δ' ἂν εἴη ὅπερ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ πάλιν τοῖς μαθηταῖς· ∆ύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν; ἐδήλου δὲ τὸν θάνατον, ὃν κατεδέ χετο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας.

∆ιὰ τοῦτο, φησὶ, Ποτήριον σωτηρίου λήψομαι· τουτέστι, διψῶν ἐπὶ τὴν διὰ τοῦ μαρτυρίου τελείωσιν ἔρχομαι, ἀνάπαυσιν ψυχῆς καὶ σώματος, οὐκ ἀλγηδόνας τιθέμενος τὰ ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι προσαγόμενα κο λαστήρια. Ἐμαυτὸν οὖν, φησὶ, θυσίαν προσοίσω καὶ προσφορὰν τῷ Κυρίῳ, ἐπειδὴ πάντα μικρότερα τί θεμαι τῆς ἀξίας τοῦ εὐεργετήσαντος. Καὶ ταύτας τὰς ἐπαγγελίας ἑτοίμως ἔχω ὑπὸ μάρτυρι παντὶ τῷ λαῷ ἀποτῖσαι. Τὰς γὰρ εὐχάς μου ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Εἶτα προτροπὴ πρὸς τοὺς ἀκροατὰς ὑπὲρ τοῦ μὴ καταπλαγῆναι τὸν θάνατον. Τίμιος, φησὶν, ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Μὴ ὀκνήσητε, φησὶ, πρὸς ἀγῶνα τὸν καλὸν, οἱ ἄνθρωποι, μηδὲ ἀποδειλιάσητε πρὸς [PG30.112] τὸν θάνατον· οὐ γὰρ φθορά ἐστιν, ἀλλὰ ζωῆς ἀφορ μή· οὐκ ἀφανισμός ἐστι παντελὴς, ἀλλὰ μετάβασις πρὸς τιμήν. Παρὰ μὲν οὖν τοῖς ἀνθρώποις τοῖς φιλο πλούτοις λιθίδιά τινα, ἀνθηροῖς χρώμασιν ὑπολάμ ποντα, τίμια πέφυκεν ὀνομάζεσθαι· Τίμιον δὲ ἀληθῶς ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὅταν ψυχὴ κεκαθαρμένη τῷ βίῳ, ἐλευθέρα τῶν τῆς σαρκὸς μο λυσμάτων, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγώνων δεδοξασμένη, καὶ τὸν τῆς δικαιοσύνης ἀναδησαμένη στέφανον, ἐκ πάντων τού των ὑπερλάμπουσα τῷ κάλλει τῆς ἀρετῆς, παραστῇ τῷ ∆εσπότῃ καὶ κριτῇ τῶν ὅλων, παντὸς λίθου πο λυτελοῦς διαυγεστέραν τὴν ἐκ τῆς χάριτος φαιδρό τητα κεκτημένη, πῶς οὐχὶ τίμιος τοῦ τοιούτου ἀνθρώ που ἐναντίον Κυρίου ὁ θάνατος; Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ μᾶλλον τὰς γενέσεις καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους. Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος, δι' ἀτι μίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ' ἂν τὴν θέαν εὐκόλως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων· διὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γενέσεως τῷ τῆς φύσεως ἀναγκαίῳ νε νομοθέτηται. Ἢ δὲ ἔξοδος καὶ ἡ ἀπαλλαγὴ ἡ ἐντεῦθεν, τιμία καὶ περιφανής· οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος οὖν ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις. Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρε ται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦσαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασ σόμενον.

Ὅτε Ἰουδαϊκῶς ἀπέθνησκον, βδελυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε ὑπὲρ Χριστοῦ ὁ θάνατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τούτου ἐλέγετο τοῖς ἱερεῦσι καὶ τοῖς Ναζωραίοις τὸ, Οὐ μιανθή σεσθε ἐπ' οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ τὸ, Πλυνεῖ ἑαυτοῦ τὰ ἱμάτια. Νυνὶ δὲ ὁ ἁψά μενος ὀστέων μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τῷ σώματι παρεδρευούσης χάριτος. Τίμιος οὖν ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Μὴ προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστάσεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκεινται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐτὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι. Ὅπου δὲ δουλεία, ἐκεῖ δῆλον ὅτι καὶ ἀτιμία. Φευκτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν. Οὐδὲν, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ ∆εσπότῃ. ∆οῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω [PG30.113] τὸ σὸν κτῆμα. Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτισμένον. Ὥστε οὐ προαιρέσει δοῦλος μόνον, ἀλλὰ καὶ φύσει. Υἱὸς γάρ εἰμι τῆς παιδίσκης σου, ἣν νηπιάζουσαν καὶ κομιδῇ παῖδα παραγαγὼν ὁ ἐχθρὸς, καὶ ἀποστήσας τῆς σῆς δουλείας, δούλην τῆς ἁμαρτίας ἐποίησεν. Ἀλλ' ἐπιστρέφω καὶ ἐπανατρέχω πρὸς τὸν ἐξ ἀρχῆς ∆εσπότην, καὶ ἐπιγινώσκω τὴν ἀρχαίαν δουλείαν. ∆ιέῤῥηξας τοὺς δεσμούς μου.

Ἐπειδή με τῶν δεσμῶν τῆς ἁμαρτίας ἠλευθέρωσας, κατελθὼν εἰς ᾅδου, καὶ λύσας τὴν ἀνθρωπότητα δεσμῶτιν οὖσαν τοῦ θανάτου, καὶ ἐν ταῖς ἀφύκτοις εἱρκταῖς τοῦ ᾅδου κατεχομένην, διὰ τοῦτό σοι θύσω, οὐχὶ τετράποδα διχηλοῦντα καὶ μηρυκίζοντα, οὐδὲ πτηνὰ καθαρὰ, ἢ σεμίδαλιν ἀνα-πεποιημένην ἐλαίῳ, ἣ λίβανον διαφανῆ, ἢ τὸ τῆς συνθέσεως ἐκεῖνο θυμίαμα (ταῦτα γάρ σοι παρὰ τῆς γῆς προσφέρεται τῷ ∆εσπότῃ)· ἀλλ' ὅ ἐστιν ἐμὸν ἴδιον κτῆμα, καὶ καρδίας γέννημα τῆς ἐμῆς, τὴν σὴν δοξολογίαν ἐξ αὐτῆς ἀνοίσω, ὥσπερ ἀπὸ θυσιαστηρίου τινὸς τῆς ἐμαυτοῦ διανοίας. Καὶ ἱερουργήσω σοι τὴν τῆς αἰνέσεως θυσίαν, μυρίων ὁλοκαυτωμάτων προτιμοτέραν σοὶ τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ, ὃς οὐκ ἀπαιτεῖς σωματικὰς θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ καρδίας ἀληθινῆς ἐξομολόγησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Θύων δέ σοι τὴν αἴνεσιν, οὐχ ὡς ἐπαισχυνόμενος, λάθρα που καὶ ἐν παραβύστῳ θύσω, φεύγων τὰς μέμψεις τῶν ἀσεβῶν· ἀλλὰ πάνδημόν τινα θυσίαν ἐπιτελέσω, τὸν λαὸν ὅλον κοινωνὸν τῆς λατρείας παραλαβών. Τόπος δὲ ἡμῖν τῆς θυσίας ἀποδειχθήσεται τὰ μέσα καὶ περιφανέστατα τῆς Ἱερουσαλήμ. Ἀκούσατε, οἱ τὴν Ἐκκλησίαν καταλιμπάνοντες, καὶ ἐν οἴκοις κοινοῖς συστρεφόμενοι, τὰ ἄθλια τοῦ τιμίου σώματος ἀποῤῥήγματα, ὅτι χρὴ τὰς εὐχὰς ἀποδιδόναι ἐν μέσῳ τῆς Ἱερουσαλήμ· τουτέστι, τῆς Ἐκκλησίας τοῦ Θεοῦ. Οὐδὲ γὰρ κατὰ τὴν παλαιὰν λατρείαν ἴδιον ἐξῆν ἑκάστῳ πήγνυσθαι θυσιαστήριον, ἀλλ' ἓν ἀποδέδεικτο τοῖς θυσιάζειν προαιρουμένοις. Σὺ δὲ ἀντεγείρεις τῷ τῶν πατέρων θυσιαστηρίῳ βωμὸν, καὶ πῦρ ἀνάπτεις ἀλλότριον ἐπ' αὐτοῦ, μηδὲ τῷ παλαιῷ παραδείγματι σωφρονιζόμενος, ἀνθρώπους κατεφθαρμένους τὸν νοῦν ἐπισπώμενος, καὶ συμμιαίνων αὐτοῖς ἑαυτόν. Ὧν φύγοιτε τὴν μίμησιν, ὑμεῖς ὁ λαὸς τοῦ Κυρίου, [PG30.116] καὶ μὴ χωρισθείητε τῆς μερίδος τῶν σωζομένων, διαμένοντες ἐν τῇ πίστει, τελειούμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

122. Λόγος εἰς Ψαλμὸν ΡΚΒʹ

Ἄκουε τοῦ μακαρίου ∆αβὶδ λέγοντος διὰ τοῦ ψαλ μοῦ· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, κατοι κεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Οὐ μόνον γὰρ ἐπὶ τοῖς οἰκείοις κατορθώμασιν ἔχαιρεν, ἀλλὰ καὶ τῇ τῶν ἄλ λων ἐπευφραίνετο εὐνομίᾳ· ὥς που αὐτὸς, τὴν σπουδὴν τῶν ἐπὶ τὴν λατρείαν σπευδόντων θεασάμενος, διὰ τοῦ Ψαλμῳδοῦ ἔλεγεν· Εὐφράνθην ἐπὶ τοῖς εἰρη κόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶ τες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Πάντως οὖν ἐπὶ τὸ αὐτὸ τὴν παρουσίαν ἰδὼν, καὶ τῇ ἀδελφικῇ διαθέσει τερφθεὶς, ἐβόα, λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατ οικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ἡ μὲν ὑπόθεσις τῶν ἀδελφῶν συγκροτήσεως ἐκ θείου προστάγματος ἀνυπέρβλητον εἶχε τὸ καλόν· τούτου δὲ τοῦ καλοῦ οὐδὲ τὸ τερπνὸν κεχώρισται. Ἕκαστοι γὰρ τῶν παρ όντων ἀπολαύοντες τῆς ἐκ τοῦ πλησίον ἀγάπης ἐν πολλῇ καθεστήκειμεν τῇ θυμηδίᾳ. Ὥστε καὶ ἀκολού θως ἔλεγεν· Τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών. Τῆς χάριτος ἄνωθεν ἐξ οὐρανοῦ παρὰ τοῦ Σωτῆρος ἐπὶ τὴν Ἐκκλησίαν ἐκχεομένης, εἰκό τως μεταλαμβάνουσι τῆς ἀσωμάτου καὶ πνευματικῆς χωρηγίας αἱ τῶν ἁγίων ψυχαί.

Ὡς δρόσος ἡ Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὥσπερ γὰρ ἡ δρόσος ἡ ἐπὶ τὸν Ἀερμὼν κατιοῦσα ὄρος, πολλὴν αὐτὸ ποιεῖται τὴν λαμπρότητα· οὕτως καὶ ἡ νοητὴ δρόσος, ἀοράτως κατιοῦσα ἐπὶ τὰ ὄρη Σιὼν, ἔνθα ἡ συνέλευσις τῶν πανταχόθεν ἀδελφῶν ἐγίγνετο, τὴν ἀνάλογον ταῖς ψυχαῖς αὐτῶν περιεποίει ὠφέλειαν. Περὶ ταύτης οἶμαι τῆς θείας δρόσου, τῆς ἀπεικασμένης ταῖς ἐνεργείαις τοῦ ἁγίου Πνεύματος, ὁ Ἡσαΐας διαλεγόμενος φάσκει· Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ, ἴαμα αὐτοῖς ἐστιν. Ἡ δρόσος οὖν Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωήν. Πολ λαχοῦ ἐπηγγείλατο ὁ Θεὸς, ὡς εἶπε Μωϋσῆς· Καὶ διαφυλάξει Κύριος τὴν διαθήκην καὶ τὸ ἔλεος, ὡς ὤμωσε τοῖς πατράσι σου, καὶ ἀγαπήσει σε, καὶ εὐλογήσει σε, καὶ πληθυνεῖ τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν τῆς γῆς σου. Καὶ ἐπήνεγκε λέγων· Ζωὴν ἕως τοῦ αἰῶνος. Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ [PG30.117] τὸ αὐτό; καθὼς καὶ ἐκλήθητε. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; οὐκ ἐν οἴκῳ μόνον σωματικῷ, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ καὶ πνευματικῷ. Ὁ γὰρ οἶκός μου, φησὶν, οἶκος προσευχῆς κληθήσεται. Ἀλλὰ καὶ ἡμεῖς τοῦ αὐτοῦ μύρου κατηξιώθημεν οἱ φωτισθέντες. Ἐμύρισε γὰρ πάντας ἡμᾶς τῇ δικαιοσύνῃ αὐτοῦ Χριστὸς ὁ Σωτὴρ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Source: Patrologiae Cursus Completus, Series Graeca, ed. J.-P. Migne, Paris, 1857–1866, vol. 30, col. 73–81.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

17
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать