De studio praesentium ΟΜΙΛΙΑ Εʹ. Τοῦ αὐτοῦ ὁμιλία, λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Εἰρήνης, ὑπέρ τε τῆς σπουδῆς τῶν παρόντων καὶ ῥᾳθυμίας τῶν ἀπολειφθέντων, καὶ περὶ τοῦ ψάλλειν, καὶ περὶ τοῦ μηδὲν εἶναι κώλυμα γυναιξὶ τὴν φύσιν πρὸς τοὺς τῆς ἀρετῆς δρόμους.
αʹ. Ὡς ἡδίστη ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ λειμῶνος παντὸς ἡδίων καὶ παραδείσου τερπνοτέρα, καὶ μάλιστα ὅταν γνῶσις τῇ ἀναγνώσει πρόσκειται. Λειμὼν μὲν γὰρ, καὶ ἀνθῶν κάλλη, καὶ δένδρων κόμαι, καὶ ῥόδον καὶ κιττὸς καὶ μυρίνη τέρπει τὴν ὄψιν, καὶ ὀλίγων παρελθουσῶν ἡμερῶν μαραίνεται· Γραφῶν δὲ γνῶσις τειχίζει τὴν διάνοιαν, καθαίρει τὸ συνειδὸς, ἀνασπᾷ τὰ ἀνελεύθερα πάθη, φυτεύει τὴν ἀρετὴν, μετάρσιον ποιεῖ τὸν λογισμὸν, οὐκ ἀφίησι ταῖς ἀδοκήτοις τῶν πραγμάτων βαπτίζεσθαι περιστάσεσιν, ὑψηλοτέρους καθίστησι τῶν τοῦ διαβόλου βελῶν, πρὸς αὐτὸν μετοικίζει τὸν οὐρανὸν, ἀπολύει τὴν ψυχὴν τῶν συνδέσμων τοῦ σώματος, κοῦφα ἐργάζεται τὰ πτερὰ, καὶ πᾶν ὅπερ ἂν εἴπῃ τις ἀγαθὸν, εἰς τὴν τῶν ἀκροατῶν εἰσοικίζει διάνοιαν. ∆ιὸ καὶ τοὺς ἀπολιμπανομένους οὐ παύομαι ταλανίζων, καὶ τοὺς παραγενομένους μακαρίζων, ὅτι δὴ Θησαυρὸν συλλέγετε ἀνάλωτον καὶ πλοῦτον ἀδαπάνητον καὶ περιουσίαν φθόνον οὐκ ἔχουσαν, καὶ πολλῆς ἐμπλησθέντες τῆς εὐφροσύνης οἴκαδε ἀναχωρεῖτε. Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖν δύναιτ' ἂν, ὡς συνειδὸς καθαρόν· γίνεται δὲ καθαρὸν συνειδὸς, κἂν μυρίοις ἁμαρτήμασιν ᾖ βεβαρημένον, ἀκροάσεως συνεχοῦς ἀπολαῦον. Οὐδὲ γὰρ τοῖς προτέροις προστίθησι πλημμελήμασιν, ἀλλὰ καὶ τὰ ὄντα δαπανᾷ, καὶ τὴν ψυχὴν ὀκνηροτέραν καθίστησι πρὸς τὸ τοῖς αὐτοῖς πάλιν ἐπιχειρεῖν πράγμασι. ∆ιὰ δὴ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ταῦτα συνεχῶς ἐπᾴδειν τοῖς ἀπολιμπανομένοις, καὶ ταχέως αὐτοὺς πρὸς τὴν κοινὴν ἐπαναγαγεῖν μητέρα, καὶ κοινωνοὺς τῶν κερδῶν ποιεῖν τῶν πνευματικῶν· οὐ γὰρ μείωσίν τινα, ἀλλὰ πλεονασμὸν ἡ κοινωνία αὕτη κατασκευάζει. Ἀλλ', ὢ τῆς τῶν χρημάτων τυραννίδος! ἢ τοὺς πλείους ἀποβουκολεῖ τῶν ἀδελφῶν τῶν ἡμετέρων· οὐδὲν γάρ ἐστιν αὐτοὺς τὸ ἐντεῦθεν ἀπάγον, ἢ τὸ χαλεπὸν νόσημα ἐκεῖνο καὶ ἡ μηδέποτε σβεννυμένη κάμινος· αὕτη ἡ δέσποινα καὶ βαρβάρου πάσης βαρβαρικωτέρα, καὶ θηρίου χαλεπωτέρα, καὶ δαιμόνων ἀγριωτέρα, τοὺς αἰχμαλώτους λαμβάνουσα τοὺς ἑαυτῆς, περιφέρει νῦν κατὰ τὴν ἀγορὰν, χαλεπὰ ἐπιτάττουσα ἐπιτάγματα, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦσα τῶν ὀλεθρίων πόνων. Ἀλλὰ τί ποιήσουσιν, ὅταν ἡμέρα παραγένηται ἡ φοβερὰ, ἡ ψῆφος ἡ ἀδέκαστος, καὶ ὁ κριτὴς ὁ ἀπαραλόγιστος; ὅταν τὰ παραπετάσματα τῶν οὐρανῶν συνέλκηται, καὶ ὁ δῆμος τῶν ἀγγέλων μετὰ τοῦ δικάζοντος καταβαίνῃ; ὅταν πάντα γυμνὰ καὶ τετραχηλισμένα φαίνηται; οὔτε γὰρ ῥητόρων δεινότης τότε, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τὸ δίκαιον διαφθεῖραι δυνήσεται. Ὅτε γὰρ ἀδέκαστος καὶ τὰ πάντα εἰδὼς σαφῶς, αὐτά τε τὰ ἁμαρτήματα πρὸ τῶν ὀφθαλμῶν ἵσταται, ὥσπερ ἐν εἰκόνι τινὶ ὑπογεγραμμένα· τότε οὐ βασιλεὺς, οὐκ ἰδιώτης φαίνεται, οὐ πτωχὸς, οὐ πλούσιος, οὐ σοφὸς, οὐκ ἀμαθὴς, ἀλλὰ πάντα ταῦτα περιαιρεῖται τὰ προσωπεῖα, καὶ ἀπὸ τῆς τῶν πεπραγμένων ὄψεως ἕκαστος δείκνυται· οὐκ ἔστι διάδημα ἰδεῖν περικείμενον, οὐδὲ ἁλουργίδα περιβεβλημένον· οὐκ ἔστιν ἐπ' ὀχημάτων φερόμενον καὶ μυρίους ἔχοντα ῥαβδούχους τοὺς ἐπὶ τῆς ἀγορᾶς σοβοῦντας· ἀλλὰ πάντα ταῦτα ἐκποδὼν, καὶ γυμνὸς ἕκαστος εἰσάγεται τὴν ἀπὸ τῶν πράξεων, ἢ προδοσίας, ἢ σωτηρίας ἔχων ὑπόθεσιν· ὡς γὰρ ἂν ἕκαστα τούτων τύχῃ πεπραγμένα, οὕτως ἡ ψῆφος φέρεται. Πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, ὅτι μετὰ τοσαύτης ἀκούετε τῶν ῥημάτων τούτων τῆς προθυμίας· ὁ γὰρ ἑκάστου στεναγμὸς, καὶ τὸ τύπτειν τὸ μέτωπον, τὸν καρπόν μοι τῶν σπερμάτων τούτων δείκνυσι.
∆ιὰ ταῦτα ταλανίζω τοὺς ἀπολειφθέντας, ὅτι δυνάμενοι τοσαύτης ἀπολαύειν ἐπιμελείας, ἕλκεσιν ἐμφύρονται καὶ τραύμασι καθημερινοῖς, καὶ οὐδὲ ὅτι νοσοῦσιν ἴσασιν· ὅθεν αὐτοὺς καὶ ὑγιᾶναι δύσκολον. Τίς γὰρ αὐτοῖς διαλέξεται περὶ τούτων; αἱ γυναῖκες αἱ συνοικοῦσαι; ἀλλὰ μία φροντὶς ἐκείναις ὑπὲρ χρυσίων καὶ ἱματίων καὶ τῆς πολυτελείας καὶ τῆς κατὰ τὴν οἰκίαν προνοίας ἐνοχλεῖν τοὺς συνοικοῦντας. Ἀλλ' οἱ οἰκέται; πῶς, οἱ μήτε παῤῥησίαν τινὰ κεκτημένοι, καὶ μίαν ἔχοντες καὶ αὐτοὶ σπουδὴν τὴν διακονίαν αὐτῶν ἀποπληροῦν; Ἀλλ' οἱ δικασταί; ἀλλ' οὐδενὸς ἑτέρου λόγος ἐκείνοις, ἢ τῆς τῶν πολιτικῶν πραγμάτων ἐπιμελείας. Ἀλλ' οἱ βασιλεῖς καὶ οἱ τὰ διαδήματα ἔχοντες; ἀλλὰ καὶ ἐκείνοις περὶ ἀρχῆς καὶ δυναστείας καὶ χρημάτων ἅπας ὁ πόνος, ἅπασα ἡ σπουδή. Ἀλλ' αὐτοὶ ἑαυτοῖς; πῶς οἱ μηδὲ ἀναπνεῖν ἔχοντες ἀπὸ τοῦ τῶν πραγμάτων ὄχλου, ἀλλὰ καὶ νύκτα καὶ ἡμέραν εἰς ταῦτα δαπανώμενοι; Τίνος οὖν οὐκ ἂν εἶεν ἐλεεινότεροι οἱ μυρία μὲν δεχόμενοι τραύματα, ἐνταῦθα δὲ μὴ ἀπαντῶντες, ἔνθα δυνήσονται μαθεῖν, ὅτι, κἂν τραύματα ἔχωσι, δυνατὸν τούτων ἀπαλλαγῆναι, καὶ ὑγείας τυχεῖν; Πότε οὖν οὗτοι τῆς ψυχῆς τῆς ἑαυτῶν ἐπιμελήσονται; Ἀγαπητὸν γὰρ τοὺς συνεχῶς εἰς ἐκκλησίαν ἀπαντῶντας, καὶ διδασκαλίας ἀπολαύοντας πνευματικῆς, καὶ τοσαύτης τυγχάνοντας ἐπιμελείας, δυνηθῆναι περιγενέσθαι καὶ χαλινῶσαι τὰς πονηρὰς ἐπιθυμίας, καὶ διαβλέψαι πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν.
βʹ. Ἀλλὰ γὰρ ἵνα μὴ διαπαντὸς ἐκείνοις ἐγκαλοῦντες τῶν εἰωθότων ὑμᾶς ἀποστερήσωμεν, φέρε δὴ πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ αὐτοῦ τοῦ ψάλλειν τὸ κέρδος ὑμῖν διηγησώμεθα. Ἰδοὺ γὰρ ὁ ψαλμὸς ἐπεισελθὼν τὰς διαφόρους ἐκέρασε φωνὰς, καὶ μίαν παναρμόνιον ᾠδὴν ἀνενεχθῆναι παρεσκεύασε, καὶ νέοι καὶ γέροντες, καὶ πλούσιοι καὶ πένητες, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ δοῦλοι καὶ ἐλεύθεροι μίαν τινὰ μελῳδίαν ἀνηνέγκαμεν ἅπαντες. Εἰ γὰρ κιθαρῳδὸς τὰς διαφόρους νευρὰς τῇ τῆς τέχνης ἀκριβείᾳ κεράσας, τὰς πολλὰς μίαν ἐργάζεται μενούσας πολλάς· τί καινὸν, εἰ ἡ τοῦ ψαλμοῦ καὶ τῆς ᾠδῆς τῆς πνευματικῆς δύναμις τὸ αὐτὸ τοῦτο εἰργάσατο; Οὐ γὰρ δὴ μόνον τοὺς παρόντας ἡμᾶς, ἀλλὰ καὶ τὸν τελευτήσαντα τοῖς ζῶσιν ἀνέμιξε· καὶ γὰρ [καὶ] ἐκεῖνος μεθ' ἡμῶν ἔψαλλεν ὁ μακάριος οὗτος προφήτης· καίτοι γε ἐν βασιλικαῖς αὐλαῖς οὐκ ἔνι τοῦτο, ἀλλὰ κάθηται μὲν ὁ τὸ διάδημα περικείμενος, παρεστήκασι δὲ πάντες σιγῇ, καὶ ταῦτα ἐν μεγίσταις ὄντες ἀρχαῖς. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ φθέγγεται ὁ προφήτης, καὶ πάντες ἀποκρινόμεθα, καὶ πάντες συνεπηχοῦμεν· καὶ οὐκ ἔστι δοῦλον ἐνταῦθα ἰδεῖν, οὐδὲ ἐλεύθερον, οὐδὲ πλούσιον καὶ πένητα, οὐδὲ ἄρχοντα καὶ ἰδιώτην· ἀλλ' ἐκποδὼν ἅπασα αὕτη ἡ τοῦ βίου ἀνωμαλία ἀπελήλαται, καὶ εἷς χορὸς ἐξ ἁπάντων συγκεκρότηται, καὶ ἰσηγορία πολλὴ, καὶ τὸν οὐρανὸν ἡ γῆ μιμεῖται. Τοσαύτη τῆς ἐκκλησίας ἡ εὐγένεια. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ὁ μὲν δεσπότης μετὰ πολλῆς ψάλλει τῆς παῤῥησίας, ἐπιστομίζεται δὲ ὁ οἰκέτης· οὐδ' αὖ ὁ πλούσιος μὲν κινεῖ τὴν γλῶτταν, ἀφωνίᾳ δὲ ὁ πένης καταδικάζεται· οὐδ' αὖ ἀνὴρ μὲν παῤῥησιάζεται, γυνὴ δὲ σιγᾷ καὶ ἄφωνος ἕστηκεν· ἀλλὰ πάντες τῆς αὐτῆς ἰσοτιμίας ἀπολαύοντες, κοινὴν ἀναφέρομεν τὴν θυσίαν, κοινὴν τὴν προσφοράν· οὐδ' ἔχει τι πλέον οὗτος ἐκείνου, οὐδὲ ἐκεῖνος τούτου, ἀλλὰ πάντες ἐν τῇ αὐτῇ τιμῇ, καὶ φωνὴ μία ἐκ διαφόρων γλωττῶν πρὸς τὸν τῆς οἰκουμένης ἀναπέμπεται ∆ημιουργόν. Ἡ διαφορὰ δὲ οὐκ ἐν τῷ δούλῳ καὶ ἐν τῷ ἐλευθέρῳ, οὐκ ἐν τῷ πλουσίῳ καὶ ἐν τῷ πένητι, οὐκ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ, ἀλλ' ἐν τῇ γνώμῃ, ἐν τῇ σπουδῇ καὶ τῇ ῥᾳθυμίᾳ, ἐν τῇ κακίᾳ καὶ τῇ ἀρετῇ. Οὕτω γὰρ καὶ πλούσιον ἐγὼ τὸν πένητα δύναμαι καλεῖν, καὶ πένητα τὸν πλούσιον, καὶ γυναῖκα τὸν ἄνδρα, καὶ ἄνδρα τὴν γυναῖκα, καὶ ἰδιώτην τὸν σοφὸν, καὶ σοφὸν τὸν ἰδιώτην, οὐ συγχέων τῶν πραγμάτων τὴν φύσιν, ἀλλὰ τὸν ἄριστον κανόνα εἰσάγων τὸν πάντα διορθούμενον. Καὶ πῶς ἂν γένοιτο, φησὶν, ὁ ἀνὴρ γυνὴ, πῶς δὲ ἡ γυνὴ ἀνήρ; Οὐ τῆς φύσεως μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως. Ὅταν γὰρ ἴδω ἄνδρα χρυσοφοροῦντα, καλλωπιζόμενον, τὰς κόμας διατιθέντα, μύρων πνέοντα, μαλακῇ ἱματίων περιβολῇ καὶ βαδίσει θηλυνόμενον, τρυφῇ προσέχοντα, πῶς ἂν δυναίμην ἄνδρα καλέσαι τοῦτον τὸν τὴν εὐγένειαν τῆς φύσεως προδεδωκότα, καὶ πρὸς τὸ θῆλυ μεθαρμοζόμενον; Εἰ γὰρ οὐδὲ γυναῖκα ταῦτα ποιοῦσαν ἐν τοῖς ζῶσιν ὁ Παῦλος ἀριθμεῖν οὐκ ἀξιοῖ, ἀλλ' ἐξορίζει τοῦ τῶν ἐμπνεόντων χοροῦ, καὶ μετὰ τῶν τεθνεώτων ἵστησι, λέγων· Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν· πῶς ἂν ὁ ἀνὴρ εἰς τὴν τῶν ἀνδρῶν καταλεχθῇ τάξιν ταῦτα ποιῶν, ἅπερ γυνὴ πράττουσα καὶ τὸ ζῇν ἀπολώλεκε; Τὸν γὰρ ἄνδρα μή μοι ἀπὸ τῆς χλανίδος δείξῃς, μηδὲ ἀπὸ τῆς ζώνης, μηδὲ ἀπὸ τοῦ σοβεῖν κατὰ τὴν οἰκίαν καὶ φοβερὸν εἶναι καὶ ἀπειλεῖν, ἀλλ' ἀπὸ τῆς κατὰ διάνοιαν φιλοσοφίας, ὅταν τῶν παθῶν κατέχῃ, ὅταν τῶν νοσημάτων τῆς ψυχῆς περιγίνηται, ὅταν ἄρχῃ τῆς οἰκίας αὐτοῦ τῆς ἔνδον, τῆς κατὰ ψυχὴν λέγω, καὶ μὴ ὑπὸ τῶν ἀτόπων λογισμῶν παρασύρηται· τοῦτο μάλιστα ἀνήρ. Ἂν δὲ μέθῃ καὶ κραιπάλῃ προσέχῃ, καὶ τὴν ἡμέραν δαπανᾷ καὶ ἀναλίσκῃ εἰς κώμους καὶ παροινίας, κηροῦ παντὸς μαλακώτερος ὑπὸ τοῦ πάθους γινόμενος, πῶς δυνήσομαι τὸν τοιοῦτον ἄνδρα καλεῖν, τὸν αἰχμάλωτον, τὸν δοῦλον τὸν ἀργυρώνητον, τὸν πᾶσιν ἐνδιδόντα τοῖς πάθεσι, τὸν κατακλώμενον, τὸν μαλακιζόμενον, τὸν θρυπτόμενον, τὸν ὑπὸ πάντων καταβαλλόμενον, τὸν οὐδὲ στῆναι ἐπὶ τῆς παρατάξεως δυνάμενον; Ἢ οὐκ ἴστε ὅτι οὐ πρὸς ἀνθρώπους ἡμῖν ὁμογενεῖς ἐστιν ὁ πόλεμος καὶ ἡ παράταξις, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις, πρὸς τὰς τῶν δαιμόνων φάλαγγας, κατὰ τὸν μακάριον Παῦλον· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας;
γʹ. Τοῦτο γὰρ μάλιστα ἀνδρός. Ὁ τοίνυν ὡραϊζόμενος, ἀλλ' οὐ νεανιευόμενος, ὁ καλλωπιζόμενος, ἀλλ' οὐκ ἀνδριζόμενος, πῶς ἂν ἐπὶ τῆς παρατάξεως στῇ; ἢ πῶς ἂν ἀνὴρ κληθείη, γυναικὸς πάσης μαλακώτερον διακείμενος; Κατὰ δὴ τὸν αὐτὸν τρόπον, ὥσπερ τοῦτον οὐκ ἂν καλέσαιμι ἄνδρα, ἀλλὰ γυναικὸς μαλακώτερον, οὕτω καὶ τὴν γυναῖκα τὴν ἀνδριζομένην ἀνδρὸς παντὸς στεῤῥοτέραν, ἂν τὰ ὅπλα ἁρπάσασα τὰ πνευματικὰ, καὶ τὸν θώρακα ἐνδυσαμένη τῆς δικαιοσύνης, καὶ τὸ κράνος περιθεμένη τοῦ σωτηρίου, καὶ τὴν ἀσπίδα προβαλλομένη τῆς πίστεως, καὶ τὴν ζώνην ζωσαμένη τῆς ἀληθείας, καὶ τὴν μάχαιραν λαμβάνουσα τοῦ πνεύματος, ἐπὶ τῆς παρατάξεως στῇ λάμπουσα ἀπὸ τῶν ὅπλων, ὑψηλοτέρα τῶν οὐρανῶν ἀπὸ τοῦ φρονήματος γινομένη, διαλύουσα τῶν δαιμόνων τὰς φάλαγγας, καθαιροῦσα τοῦ διαβόλου τὴν τυραννίδα, κατακεντοῦσα τὰ πάθη, πτώματα ἐργαζομένη τῶν ἐν τοῖς πολέμοις πυκνότερα, οὐκ ἀνθρώπων, ἀλλὰ λογισμῶν ἀτόπων. Γυνὴ γὰρ καὶ ἀνὴρ ἐν μὲν τοῖς σωματικοῖς εἰσι διηρῃμένοι, καὶ τῇ μὲν ἱστὸς καὶ ἠλακάτη καὶ καλαθίσκος καὶ τὸ οἰκουρεῖν καὶ θαλαμεύεσθαι καὶ παιδοτροφεῖν ἀφώρισται, ἀνδρὶ δὲ δικαστήρια καὶ βουλευτήρια καὶ ἀγορὰ, καὶ πόλεμοι καὶ μάχαι καὶ παρατάξεις· ἐπὶ δὲ τῶν παλαισμάτων τῆς εὐσεβείας κοινὸν τὸ στάδιον, κοινὰ τὰ παλαίσματα· ὁμοίως καὶ γυναῖκες ἀποδύονται, καὶ οὐκ ἐκβάλλονται τοῦ ἀγῶνος, ἀλλὰ καὶ παρατάσσονται καὶ στεφανοῦνται καὶ ἀναγορεύονται, καὶ ἀριστείας ἔχουσιν ἔπαθλα καὶ βραβεῖα καὶ στεφάνους, καὶ τρόπαια δὲ παρ' ἐκείναις λαμπρὰ, καὶ νῖκαι συνεχεῖς καὶ ἐπάλληλοι. Καὶ ἵνα μὴ κόμπον νομίσητε εἶναι ταυτὶ τὰ ῥήματα μηδὲ ψόφον ῥημάτων, ἀλλ' εἰδῆτε σαφῶς ὅτι οὐκ ἀνδρῶν μόνον εἰσὶν ἀνδρειότεραι γυναῖκες, ἀλλὰ καὶ πρὸς αὐτὴν, ὡς εἰπεῖν, τῶν ἀγγέλων τὴν ἀπάθειαν κατὰ τὸ ἐγχωροῦν μεθορμίζονται, ἀγέσθω εἰς μέσον ἡ γυνὴ μὲν τὴν φύσιν, τῶν οὐρανῶν δὲ ἁψαμένη τῷ τόνῳ τῆς φιλοσοφίας, ἡ τῶν Μακκαβαίων μήτηρ, ἡ δὶς ἑπτὰ ἀναδησαμένη στεφάνους, καὶ ὃν βούλει στρατιώτην ἀριστέα, πολεμικώτατον, ἀνδρειότατον, μεγαλοψυχότατον, ἄγε εἰς μέσον τῷ λόγῳ, καὶ τοσοῦτον ὄψει τὴν γυναῖκα ὑψηλοτέραν, ὅσον τῆς γῆς ἀφεστήκασιν αἱ τῶν οὐρανῶν ἁψῖδες. Ὁ μὲν γὰρ στρατιώτης καὶ ἀριστεὺς μίαν δέδοικε πληγὴν, καὶ τὴν σύντομον ἐξ αὐτῆς τελευτὴν μόνον· αὕτη δὲ ἑστήκει καθάπερ ὅρος μεταλλευομένη, καθ' ἕκαστον παιδίον χαλεπωτέρας ὑπομένουσα ὀδύνας ἐν τῇ ψυχῇ τῶν βασάνων ὧν ἐκεῖνοι ταῖς πλευραῖς ἐδέχοντο· καὶ γὰρ μήτηρ ἦν, καὶ χήρα, καὶ εἰς ἔσχατον ἐληλακυῖα γῆρας· ἴστε δὲ ταῦτα ὅσοι πατέρες ἐγένεσθε, καὶ ὅσαι παίδων ὠδῖνας ἐλύσατε, πῶς κέντρου παντός ἐστι χαλεπώτερα. Καὶ οὐδὲν οὕτω βέλος ὀξὺ δριμεῖαν ἐπάγει τοῖς τραυματιζομένοις ὀδύνην, ὡς τούτων ἕκαστον τὴν ἐκείνης κατεκέντει ψυχήν. Ἐννόησον γὰρ ἡλίκον ἦν καθ' ἕκαστον τῶν παίδων ὁρᾷν σιδήρῳ καὶ πυρὶ σῶμα μεριζόμενον ἓν, καὶ μακροὺς τιθεμένους τοὺς διαύλους· πῶς ἑώρα, πῶς ἤκουε, πῶς ἐδέχετο τὴν κνῖσσαν τὴν ἀπὸ τῶν σωμάτων ἐκείνων, μυρίους θανάτους ἑκάστῳ τῶν παίδων ἐπαγομένους βλέπουσα. Ἀλλ' ἡ μὲν εἰστήκει καθάπερ πέτρα ἀκίνητος, οὐ σαλευομένη ὑπὸ τῶν κυμάτων, ἀλλὰ τὰ κύματα εἰς ἀφρὸν διαλύουσα, ὡς σίδηρος, ὡς ἀδάμας· μᾶλλον δὲ, ὅπερ ἂν εἴπω, οὐκ ἔχω τῇ καρτερίᾳ τῆς γυναικὸς ἀξίαν ἐπιθεῖναι προσηγορίαν. Ταύτην οὖν γυναῖκα ἐροῦμεν ἢ ἄνδρα δὲ ὅλως, ἀλλ' οὐχὶ καὶ ἀνδρῶν αὐτῶν ὑψηλοτέραν ἐκ πολλῆς τῆς περιουσίας; Τί δὲ, ὅταν ἴδῃς ἑτέραν ἐκ πρώτης ἡλικίας ἐν ἁπαλῷ σώματι νύκτας ἀΰπνους διάγουσαν, ἡμέρας ἀσίτους, γαστρὸς ἐπιθυμίαν ἄγχουσαν, χρημάτων ἔρωτα χαμαὶ ῥίπτουσαν, νεκροῦσαν τὸ σῶμα, σταυροῦσαν τὴν σάρκα, οὐδὲν τὰ παρόντα ἡγουμένην, χαμαὶ βαδίζουσαν καὶ αὐτῶν ἁπτομένην τῶν ἁψίδων, καταπατοῦσαν δυναστείαν, καταγελῶσαν δόξης, διαπτύουσαν περιφάνειαν, ἀντὶ λεπτῆς ὀθόνης σάκκον περιβεβλημένην, κλοιὰ περικειμένην, σποδὸν ὑποστρωσαμένην, εὐνῇ τῷ ἐδάφει χρωμένην, καὶ μηδὲν πλέον αἰτουμένην, ἐν δωματίῳ κατακεκλεισμένην στενῷ, προφήταις ὁμιλοῦσαν, βίον θανάτου μελέτην ἔχοντα μεταχειριζομένην, πρὸ τῆς τελευτῆς νενεκρωμένην, λιμῷ καὶ ἀγρυπνίᾳ καὶ αὐχμῷ κατατηκομένην, καὶ τοῦ παρόντος βίου τὰς φαντασίας φύλλων σηπομένων μᾶλλον ἀτιμάζουσαν· ταύτην γυναῖκα προσερεῖς, εἰπέ μοι; ἀλλ' οὐχὶ καὶ τῆς τάξεως τῶν ἀνδρῶν αὐτὴν ἀπαλλάξας εἰς τὸν τῶν ἀγγέλων στήσεις χορὸν, ὅτι ἐν γυναικείᾳ φύσει τοσαύτην ἐπιδείκνυται φιλοσοφίαν;
δʹ. Καὶ τίς ἀντερεῖ πρὸς ταῦτα; οὐκ ἔστιν οὐδείς. Ἄκουσον οἷαι καὶ ἐπὶ τῶν ἀποστόλων ἦσαν γυναῖκες· ἄκουσον Παύλου Ῥωμαίοις ἐπιστέλλοντος καὶ λέγοντος· Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἥτις προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. Τί λέγεις, ὦ Παῦλε; γυνὴ σοῦ προστάτις ἐγένετο, καὶ οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς ταῦτα λέγων; Οὐκ αἰσχύνομαι, φησὶν, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι· καὶ ὁ ∆εσπότης ὁ ἐμὸς οὐκ ἐπῃσχύνθη μητέρα γυναῖκα σχεῖν· προστάτις δέ μου ἐγένετο, οὐκ ἐπειδὴ γυνὴ ἦν ἁπλῶς, ἀλλ' ἐπειδὴ φιλόσοφος καὶ εὐλαβείᾳ κομῶσα. Καὶ πῶς Παύλου προστάτις ἐγένετο; τίνος γὰρ ἐδεῖτο Παῦλος ὁ τὴν οἰκουμένην περιτρέχων, ὁ τὸ σῶμα εἰκῆ περικείμενος, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ δαίμονας ἀπελαύνων, ὁ νόσους διὰ τῶν ἱματίων διορθούμενος, οὗ τὴν φωνὴν καὶ τὴν σκιὰν ἔτρεμεν διάβολος, ὃς ὡς ἄγγελος παρὰ τοῖς πιστοῖς ἐτιμᾶτο, ὂν ᾐδέσθησαν καὶ θηρία, ὃν ἐδυσωπήθη τὸ πέλαγος, καὶ νυχθήμερον ἀπολαβὼν οὐκ ἀπέπνιξεν, ὁ τοῦ παραδείσου πολίτης, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ τῶν ἀποῤῥήτων τῷ Θεῷ κοινωνήσας, ὁ πλέον τῶν ἀποστόλων ἁπάντων κοπιάσας, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τῆς Ἐκκλησίας, ὁ κήρυξ τῶν ἐθνῶν, ὁ γῆν καὶ θάλατταν περιδραμὼν, καὶ πανταχοῦ τρόπαια στήσας τῆς ἰδίας ἀνδρείας, ὁ λιμῷ καὶ δίψει διηνεκῶς παλαίων, ὁ γυμνότητι καὶ κρυμῷ πυκτεύων, καὶ λέγων Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν· ὁ τῷ κόσμῳ νενεκρωμένος, ὁ τὸν κόσμον νεκρὸν εἶναι νομίζων, ὁ τῶν οὐρανῶν πολίτης, ὁ μανικὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ πυρὸς θερμότερος, ὁ σιδήρου εὐτονώτερος, ὁ ἀδάμαντος στεῤῥότερος· οὗτος οὐκ αἰσχύνεται λέγων περὶ γυναικὸς, ὅτι Προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ; καὶ οὐ λέγει μόνον, ἀλλὰ καὶ γράφει· καὶ οὐ γράφει μόνον ἁπλῶς, ἀλλὰ καὶ δήμῳ τοσούτῳ τῶν Ῥωμαίων ἐπιστέλλων φλεγμαίνοντι καὶ μέγα φρονοῦντι ἀπὸ τῶν ἔξωθεν ἀξιωμάτων, ταῦτα ἐπέστελλεν· οὐκ ἐκείνοις δὲ μόνον ἐπέστελλεν, ἀλλὰ καὶ ταῖς μετὰ ταῦτα γενεαῖς ἐβούλετο τοῦτο γενέσθαι κατάδηλον. Εἰ γὰρ μὴ ἐβούλετο, οὐκ ἂν τῇ ἐπιστολῇ τοῦτο ἐνέθηκε· νῦν δὲ θέλων διηνεκεῖ μνήμῃ παραδοθῆναι τὸ πρᾶγμα, καὶ προσαγορεύει τὴν γυναῖκα, καὶ διεγείρει πάντας εἰς τὴν ἐκείνης ἀντίληψιν, καὶ προστάτιν αὐτὴν ἑαυτοῦ καλεῖ, καὶ οὐκ αἰσχύνεται οὐδὲ ἐρυθριᾷ. Τοσοῦτόν ἐστι καὶ ἐν γυναικείῳ σώ ματι ψυχὴ φιλόσοφος. Ταῦτα δὲ λέγω, ἵνα μὴ προφασίζηται γυνὴ λέγουσα, ὅτι διὰ τὸ γυνὴ εἶναι οὐκ ἔφθασα εἰς μέτρον εὐλαβείας πεπληρωμένον. Ἰδοὺ γὰρ αὕτη γυνὴ, καὶ ἡ φύσις οὐκ ἐγένετο κώλυμα, ἀλλὰ κατηξιώθη γενέσθαι Παύλου προστάτις, καὶ πανταχοῦ τῆς οἰκουμένης ἀνακηρύττεται. Πῶς δὲ ἐγένετο αὐτοῦ προστάτις; κινδύνων αὐτὸν ἴσως ἐξήρπασε; ∆εδεμένῳ παρεκάθισεν, ἐν ἁλύσει παρεμυθήσατο, τὴν ἀπὸ τῶν ἀναγκαίων χρειῶν παραμυθίαν εἰσήγαγε, τοὺς ἐπιβουλεύοντας ἀνέστειλεν, εἰς θάνατον ἑαυτὴν ἐξέδωκεν, ὥστε τὸν ἅγιον ἐκεῖνον ἀπαγόμενον ἐξαρπάσαι περιστάσεων. ∆ιὰ δὴ τοῦτο καὶ τὴν μετ' ἐκείνην ἐγκωμιάζει, λέγων οὕτως· Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν. Ὅραδὲ καὶ ἐνταῦθα πάλιν τὴν γυναῖκα λάμπουσαν· εἰ γὰρ μία ἡ ξυνωρὶς, ἀλλὰ προτέτακται ἡ γυνὴ τοῦ ἀνδρός· οὐ γὰρ εἶπεν, Ἀκύλαν καὶ Πρίσκιλλαν, ἀλλὰ, Πρίσκιλλαν καὶ Ἀκύλαν. Τίνες δὲ ἦσαν οὗτοι; Σκηνοποιοὶ τὴν τέχνην, ἐπὶ ἐργαστηρίου ἑστῶτες· ἀλλ' οὐδὲ ἡ τέχνη, οὐδὲ ἡ πενία γέγονε κώλυμα· ἀλλὰ τὴν πόλιν ἅπασαν παραδραμὼν ὁ μακάριος οὗτος εἰς τὸ δωμάτιον τὸ τοῦτο κατήγετο. Τίνος ἕνεκεν καὶ διὰ τί; Οὐκ ἐπειδὴ κίονας εἶχεν, οὐδὲ ἐπειδὴ πλάκας καὶ ἔδαφος ψηφῖσι διηνθισμένον, οὐδὲ ἐπειδὴ χρυσοῦν ὄροφον, οὐδὲ ἐπειδὴ ἀνδραπόδων ἀγέλας, οὐδὲ ἐπειδὴ εὐνούχων θεραπείαν, ἀλλὰ διὰ τὸ τούτων ἁπάντων μάλιστα τὸ δωμάτιον καθαρὸν εἶναι· διότι γυνὴ καὶ ἀνὴρ τὸν ἐκ δικαίων συνάγοντες πόνον, ἐκκλησίαν τὴν οἰκίαν ἐποίουν, οὐχ ἁρπάζοντες, οὐδὲ πλεονεκτοῦντες, ἀλλὰ τῇ τοῦ σώματος λειτουργίᾳ πρὸς τὴν ἀναγκαίαν ἀποχρώμενοι διατροφήν.
∆ιὰ δὴ τοῦτο μάλιστα Παῦλος ἐπιτήδειον τοῦτο τὸ οἴκημα πρὸς τὸ καταλῦσαι ἐνόμισεν. Καὶ ἵνα μάθῃς ὅτι τῆς ψυχῆς αὐτῶν τὴν ἀρετὴν ἀποδεξάμενος, ἐκεῖ κατέμενεν, ἄκουσον τῶν ἑξῆς. Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, φησὶ, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Εἶδες οὔτε γυναικείαν φύσιν, οὐ τέχνην, οὐ πενίαν ἐμποδίζουσαν τῷ δρόμῳ τῆς ἀρετῆς; εἶδες ξενοδόχον γυναῖκα καὶ ἄνδρα οὐ τραπέζῃ μόνον, ἀλλὰ καὶ αἵματι τὸν Ἀπόστολον ὑποδεχομένους, Τί γὰρ εἰ καὶ μὴ ἐσφάγησαν; ἀλλ' αὐτοὶ τὸ αὑτῶν ἐπλήρωσαν, καὶ ζῶντες ἐγένοντο μάρτυρες, καὶ πολλάκις μάρτυρες, ἀεὶ παραταττόμενοι σφάττεσθαι ὑπὲρ τοῦ Παύλου. Οὐ γὰρ εἶπεν, Οἵτινες χρήματα ἀνάλωσαν, οἵτινες τὴν οἰκίαν ἀνέῳξαν, ἀλλ', ὃ πάντων μεῖζον ἦν, τὸν φόνον, τὴν σφαγὴν εἰς τὸ μέσον τίθησιν, ἵνα εἴπῃ, ὅτι Καὶ ἀποτμηθῆναι εἵλοντο ὑπὲρ ἐμοῦ. Ἀκουέτωσαν οἱ νῦν πλουτοῦντες, καὶ μόλις ὀβολοῦ τοῖς ἁγίοις μεταδιδόντες· ἐκεῖνοι καὶ τοῦ αἵματος μετέδωκαν, καὶ τὴν ζωὴν αὐτὴν ἀπεδύσαντο, ἵνα τὸν ἅγιον διασώσωσι καὶ θεραπεύσωσιν· οἱ δὲ παρόντες οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἑαυτῶν οὐσίας πρόοιντο ἂν τοῖς δεομένοις ῥᾳδίως· ἀλλ' ἡ Πρίσκιλλα καὶ ὁ Ἀκύλας καὶ τὰ χρήματα καὶ τὰ σώματα καὶ τὴν ζωὴν αὐτὴν ἐπέδωκαν. Ὁρᾷς ὅσον ἐστὶ γυνὴ φιλοσοφοῦσα, ὅσον ἐστὶν ἀνὴρ καὶ ἐν πενίᾳ καὶ τέχνῃ ζῶν; Τούτους δὴ ζηλώσωμεν, τούτους μιμησώμεθα, καὶ τῶν παρόντων ὑπεριδόντες, πάντα ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἐπιδῶμεν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.