| 1 | Καὶ αὕτη ἡ εὐλογία, ἣν εὐλόγησεν Μωϋσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ισραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ· |
| 2 | καὶ εἶπεν Κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾿ αὐτοῦ. |
| 3 | καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσιν, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ |
| 4 | νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωϋσῆς, κληρονομίαν συναγωγαῖς Ιακωβ. |
| 5 | καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ισραηλ. |
| 6 | Ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. |
| 7 | Καὶ αὕτη Ιουδα Εἰσάκουσον, κύριε, φωνῆς Ιουδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ. |
| 8 | Καὶ τῷ Λευι εἶπεν Δότε Λευι δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· |
| 9 | ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν. |
| 10 | δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ιακωβ καὶ τὸν νόμον σου τῷ Ισραηλ· ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. |
| 11 | εὐλόγησον, κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. |
| 12 | Καὶ τῷ Βενιαμιν εἶπεν Ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ θεὸς σκιάζει ἐπ᾿ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν. |
| 13 | Καὶ τῷ Ιωσηφ εἶπεν Ἀπ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν |
| 14 | καὶ καθ᾿ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν |
| 15 | καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων |
| 16 | καὶ καθ᾿ ὥραν γῆς πληρώσεως. καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς. |
| 17 | πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ᾿ ἄκρου γῆς. αὗται μυριάδες Εφραιμ, καὶ αὗται χιλιάδες Μανασση. |
| 18 | Καὶ τῷ Ζαβουλων εἶπεν Εὐφράνθητι, Ζαβουλων, ἐν ἐξοδίᾳ σου καί, Ισσαχαρ, ἐν τοῖς σκηνώμασιν αὐτοῦ. |
| 19 | ἔθνη ἐξολεθρεύσουσιν, καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης, ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων. |
| 20 | Καὶ τῷ Γαδ εἶπεν Εὐλογημένος ἐμπλατύνων Γαδ· ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα. |
| 21 | καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ισραηλ. |
| 22 | Καὶ τῷ Δαν εἶπεν Δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασαν. |
| 23 | Καὶ τῷ Νεφθαλι εἶπεν Νεφθαλι πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει. |
| 24 | Καὶ τῷ Ασηρ εἶπεν Εὐλογητὸς ἀπὸ τέκνων Ασηρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ· |
| 25 | σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου. |
| 26 | Οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος. |
| 27 | καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων Ἀπόλοιο. |
| 28 | καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ. |
| 29 | μακάριος σύ, Ισραηλ· τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ. |