| 1 | Καὶ προσέταξεν Μωϋσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. |
| 2 | καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ |
| 3 | καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ιορδάνην, ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι· |
| 4 | καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ. |
| 5 | καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ᾿ αὐτοὺς σίδηρον· |
| 6 | λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ᾿ αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου |
| 7 | καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου. |
| 8 | καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. |
| 9 | Καὶ ἐλάλησεν Μωϋσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες Σιώπα καὶ ἄκουε, Ισραηλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου· |
| 10 | καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. |
| 11 | Καὶ ἐνετείλατο Μωϋσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων |
| 12 | Οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην· Συμεων, Λευι, Ιουδας, Ισσαχαρ, Ιωσηφ καὶ Βενιαμιν. |
| 13 | καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ· Ρουβην, Γαδ καὶ Ασηρ, Ζαβουλων, Δαν καὶ Νεφθαλι. |
| 14 | καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃ |
| 15 | Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα κυρίῳ, ἔργον χειρῶν τεχνίτου, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν Γένοιτο. |
| 16 | Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 17 | Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 18 | Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 19 | Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 20 | Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 21 | Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 22 | Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 23 | Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 24 | Ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 25 | Ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |
| 26 | Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. |