1 ἔκδυσαι, Ιερουσαλημ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ θεοῦ δόξης εἰς τὸν αἰῶνα.
2 περιβαλοῦ τὴν διπλοίδα τῆς παρὰ τοῦ θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου.
3 ὁ γὰρ θεὸς δείξει τῇ ὑπ᾿ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
4 κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ θεοῦ εἰς τὸν αἰῶνα Εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβείας. —
5 ἀνάστηθι, Ιερουσαλημ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἰδέ σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ.
6 ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας.
7 συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ισραηλ ἀσφαλῶς τῇ τοῦ θεοῦ δόξῃ·
8 ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ισραηλ προστάγματι τοῦ θεοῦ·
9 ἡγήσεται γὰρ ὁ θεὸς Ισραηλ μετ᾿ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ᾿ αὐτοῦ.
← Назад Конец
5-й
главы
Можно выделить стих, нажав на его номер. Работает
Shift
и
Ctrl