| 1 | Καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ. |
| 2 | καὶ εἶπεν αὐτῷ Πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα, |
| 3 | ὅτι με ἀγείοχέν σοι ὑγιῆ καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσεν. |
| 4 | καὶ εἶπεν ὁ πρεσβύτης Δικαιοῦται αὐτῷ. |
| 5 | καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Λαβὲ τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε. |
| 6 | Τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς Εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε, μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθ᾿ ὑμῶν· ἀγαθὸν τὸ εὐλογεῖν τὸν θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ θεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. |
| 7 | μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. |
| 8 | ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον. |
| 9 | ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς· |
| 10 | οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς. |
| 11 | οὐ μὴ κρύψω ἀφ᾿ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δή Μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. |
| 12 | καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήμην σοι. |
| 13 | καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. |
| 14 | καὶ νῦν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σαρραν. |
| 15 | ἐγώ εἰμι Ραφαηλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου. |
| 16 | Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν. |
| 17 | καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα. |
| 18 | ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον· ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα. |
| 19 | πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε. |
| 20 | καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον. |
| 21 | καὶ ἀνέστησαν· καὶ οὐκέτι εἶδον αὐτόν. |
| 22 | καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ τοῦ θεοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος κυρίου. |