| 1 | Καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν |
| 2 | Ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ, ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον. |
| 3 | ἀκούσατε, βασιλεῖς, ἐνωτίζεσθε, σατράπαι δυνατοί· ἐγὼ τῷ κυρίῳ ᾄσομαι, ψαλῶ τῷ θεῷ Ισραηλ. |
| 4 | κύριε, ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἐξεστάθη, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ· |
| 5 | ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου, τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ. |
| 6 | ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας. |
| 7 | ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ, ἐξέλιπεν, ἕως οὗ ἐξανέστη Δεββωρα, ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ. |
| 8 | ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον· σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν. |
| 9 | ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ· οἱ δυνάσται τοῦ λαοῦ, εὐλογεῖτε τὸν κύριον. |
| 10 | ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων, καθήμενοι ἐπὶ λαμπηνῶν, |
| 11 | φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων· ἐκεῖ δώσουσιν δικαιοσύνην κυρίῳ. δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ· τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ ὁ λαὸς κυρίου. |
| 12 | ἐξεγείρου ἐξεγείρου, Δεββωρα, ἐξέγειρον μυριάδας μετὰ λαοῦ, ἐξεγείρου ἐξεγείρου, λάλει μετ᾿ ᾠδῆς· ἐνισχύων ἐξανίστασο, Βαρακ, καὶ ἐνίσχυσον, Δεββωρα, τὸν Βαρακ· αἰχμαλώτιζε αἰχμαλωσίαν σου, υἱὸς Αβινεεμ. |
| 13 | πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ; κύριε, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου. |
| 14 | λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου. ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες, καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως. |
| 15 | ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα. ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων; ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ. ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας. |
| 16 | ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων; τοῦ διελθεῖν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας. |
| 17 | Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν· καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις; Ασηρ παρῴκησεν παρ᾿ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν. |
| 18 | Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ. |
| 19 | ἦλθον βασιλεῖς καὶ παρετάξαντο. τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω· πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον. |
| 20 | ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες, ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα. |
| 21 | χειμάρρους Κισων ἐξέβαλεν αὐτούς, χειμάρρους καδημιμ, χειμάρρους Κισων· καταπατήσει αὐτοὺς ψυχή μου δυνατή. |
| 22 | τότε ἀπεκόπησαν πτέρναι ἵππου, αμαδαρωθ δυνατῶν αὐτοῦ. |
| 23 | καταράσασθε Μαρωζ, εἶπεν ὁ ἄγγελος κυρίου, καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς, ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου· βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός. |
| 24 | εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου, ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη. |
| 25 | ὕδωρ ᾔτησεν αὐτήν, καὶ γάλα ἔδωκεν αὐτῷ, ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον. |
| 26 | τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν, τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα, ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ. |
| 27 | ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν, ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς· ἐν ᾧ ἔκαμψεν, ἐκεῖ ἔπεσεν ταλαίπωρος. |
| 28 | διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα Διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι; διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ; |
| 29 | σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν, καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς |
| 30 | Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον. |
| 31 | οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ. |
| 32 | Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη. |