| Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων. | |
| 1 | Ὁ θεὸς ἐκδικήσεων κύριος, ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. |
| 2 | ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. |
| 3 | ἕως πότε ἁμαρτωλοί, κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, |
| 4 | φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; |
| 5 | τὸν λαόν σου, κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν |
| 6 | χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν |
| 7 | καὶ εἶπαν Οὐκ ὄψεται κύριος, οὐδὲ συνήσει ὁ θεὸς τοῦ Ιακωβ. |
| 8 | σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ, καί, μωροί, ποτὲ φρονήσατε. |
| 9 | ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει, ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ; |
| 10 | ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν, |
| 11 | κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰ σὶν μάταιοι. |
| 12 | μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν |
| 13 | τοῦ πραῦναι αὐτῷ ἀφ᾿ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. |
| 14 | ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, |
| 15 | ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα. |
| 16 | τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν; |
| 17 | εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ἡ ψυχή μου. |
| 18 | εἰ ἔλεγον Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι· |
| 19 | κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου. |
| 20 | μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; |
| 21 | θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται. |
| 22 | καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου· |
| 23 | καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν. |