| Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ. |
| 1 |
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιο σύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
|
| 2 |
υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; διάψαλμα.
|
| 3 |
καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ· κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
|
| 4 |
ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα.
|
| 5 |
θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον.
|
| 6 |
πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.
|
| 7 |
ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
|
| 8 |
ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.
|
Можно выделить стих, нажав на его номер. Работает
Shift
и
Ctrl