| Ὠιδὴ τῶν ἀναβαθμῶν. |
|
1
|
Ἐκ βαθέων ἐκέκραξά σε, κύριε·
|
|
2
|
κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
|
|
3
|
ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται;
|
|
4
|
ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
|
|
5
|
ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου.
|
|
6
|
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον.
|
|
7
|
ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις,
|
|
8
|
καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
|
Можно выделить стих, нажав на его номер.
Работает
Shift
и
Ctrl