| 1 | Γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. |
| 2 | ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν, ἔργον ὑψίστου· |
| 3 | ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; |
| 4 | κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς. |
| 5 | μέγας κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν. |
| 6 | Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος· |
| 7 | ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας. |
| 8 | μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων. |
| 9 | κάλλος οὐρανοῦ δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου· |
| 10 | ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν. |
| 11 | ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ· |
| 12 | ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό. |
| 13 | Προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ· |
| 14 | διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά· |
| 15 | ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης· |
| 16 | καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι αὐτοῦ πνεύσεται νότος. |
| 17 | φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος. |
| 18 | ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. |
| 19 | καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα. |
| 20 | ψυχρὸς ἄνεμος βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ᾿ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. |
| 21 | καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ. |
| 22 | ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει. |
| 23 | Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους. |
| 24 | οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν· |
| 25 | καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν. |
| 26 | δι᾿ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα. |
| 27 | Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα, καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός. |
| 28 | δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. |
| 29 | φοβερὸς κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. |
| 30 | δοξάζοντες κύριον ὑψώσατε καθ᾿ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε. |
| 31 | τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν; |
| 32 | πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ· |
| 33 | πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν |