| 1 | Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων, καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη· |
| 2 | ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου. |
| 3 | ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς· |
| 4 | καὶ ἐπιγνώτωσάν σε, καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, κύριε. |
| 5 | ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· |
| 6 | ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν, ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν. |
| 7 | σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου. |
| 8 | ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν. |
| 9 | σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν. |
| 10 | συνάγαγε πάσας φυλὰς Ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καθὼς ἀπ᾿ ἀρχῆς. |
| 11 | ἐλέησον λαόν, κύριε, κεκλημένον ἐπ᾿ ὀνόματί σου καὶ Ισραηλ, ὃν πρωτογόνῳ ὡμοίωσας. |
| 12 | οἰκτίρησον πόλιν ἁγιάσματός σου, Ιερουσαλημ τόπον καταπαύματός σου· |
| 13 | πλῆσον Σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. |
| 14 | δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ᾿ ὀνόματί σου· |
| 15 | δὸς μισθὸν τοῖς ὑπομένουσίν σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. |
| 16 | εἰσάκουσον, κύριε, δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν Ααρων περὶ τοῦ λαοῦ σου, |
| 17 | καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων. |
| 18 | Πᾶν βρῶμα φάγεται κοιλία, ἔστιν δὲ βρῶμα βρώματος κάλλιον. |
| 19 | φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. |
| 20 | καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. |
| 21 | πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων. |
| 22 | κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει· |
| 23 | εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραύτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ᾿ υἱοὺς ἀνθρώπων. |
| 24 | ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ᾿ αὐτὸν καὶ στῦλον ἀναπαύσεως. |
| 25 | οὗ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος. |
| 26 | τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; |
| 27 | οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ. |