| 1 | Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· |
| 2 | ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπ᾿ αὐτοῖς, εἰ μή ἐστιν φόβος κυρίου μετ᾿ αὐτῶν. |
| 3 | μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ. |
| 4 | ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται. |
| 5 | Πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου. |
| 6 | ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή. |
| 7 | οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν· |
| 8 | οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λωτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν· |
| 9 | οὐκ ἠλέησεν ἔθνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν |
| 10 | καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν. |
| 11 | Κἂν ᾖ εἷς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτῷ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν. |
| 12 | κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ. |
| 13 | οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβοῦς. |
| 14 | πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει. |
| 15 | . |
| 16 | . |
| 17 | Μὴ εἴπῃς ὅτι Ἀπὸ κυρίου κρυβήσομαι, καὶ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει; |
| 18 | ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται· |
| 19 | ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται. |
| 20 | καὶ ἐπ᾿ αὐτοῖς οὐ διανοηθήσεται καρδία, καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται; |
| 21 | καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. |
| 22 | ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ; ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη. |
| 23 | ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά. |
| 24 | Ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου· |
| 25 | ἐκφανῶ ἐν σταθμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην. |
| 26 | Ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ᾿ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν. |
| 27 | ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν· |
| 28 | ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψεν, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ. |
| 29 | καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ· |
| 30 | ψυχῇ παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν. |