| 1 | Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν. |
| 2 | ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισθέντες ὀρόφοις φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο. |
| 3 | λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι. |
| 4 | οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν, ἦχοι δ᾿ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν, καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο. |
| 5 | καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα. |
| 6 | διεφαίνετο δ᾿ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης, ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγοῦντο χείρω τὰ βλεπόμενα. |
| 7 | μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος· |
| 8 | οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν. |
| 9 | καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι. |
| 10 | δειλὸν γὰρ ἰδίῳ πονηρία μάρτυρι καταδικαζομένη, ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει· |
| 11 | οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων, |
| 12 | ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας. |
| 13 | οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι |
| 14 | τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη. |
| 15 | εἶθ οὕτως, ὃς δή ποτ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς· |
| 16 | εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ᾿ ἐρημίαν ἐργάτης μόχθων, προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην, μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν· |
| 17 | εἴ τε πνεῦμα συρίζον ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν |
| 18 | ἢ σκιρτώντων ζῴων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ, παρέλυεν αὐτοὺς ἐκφοβοῦντα. |
| 19 | ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις· |
| 20 | μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους. |