| 1 | ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη, πᾶς δὲ ὁ συμμειγνύμενος αὐτῇ οὐκ ἔσται σοφός. |
| 2 | οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος, ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. |
| 3 | δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται. |
| 4 | ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ. |
| 5 | ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός, ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν. |
| 6 | μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν. |
| 7 | ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει. |
| 8 | ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν. |
| 9 | τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; 9a κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ, αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος. |
| 10 | . |
| 11 | . |
| 12 | . |
| 13 | . |
| 14 | . |
| 15 | . |
| 16 | . |
| 17 | . |
| 18 | . |
| 19 | . |
| 20 | . |
| 21 | μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται. |
| 22 | μὴ εἴπῃς Τείσομαι τὸν ἐχθρόν· ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ. 10 στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα. 11 καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθή σεται, νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ. 12 οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· κυρίου ἔργα καὶ ἀμφότερα. 13 μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων. |
| 23 | βδέλυγμα κυρίῳ δισσὸν στάθμιον, καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ. |
| 24 | παρὰ κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί· θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; |
| 25 | παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. |
| 26 | λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν. |
| 27 | φῶς κυρίου πνοὴ ἀνθρώπων, ὃς ἐρευνᾷ ταμίεια κοιλίας. |
| 28 | ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. |
| 29 | κόσμος νεανίαις σοφία, δόξα δὲ πρεσβυτέρων πολιαί. |
| 30 | ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς, πληγαὶ δὲ εἰς ταμίεια κοιλίας. |