| 1 | . |
| 2 | πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ, οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. |
| 3 | . |
| 4 | . |
| 5 | ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται. |
| 6 | . |
| 7 | ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας. |
| 8 | ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην. |
| 9 | πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. |
| 10 | μαντεῖον ἐπὶ χείλεσιν βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ. |
| 11 | ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ, τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια. |
| 12 | βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά, μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. |
| 13 | δεκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρθοὺς ἀγαπᾷ. |
| 14 | θυμὸς βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν. |
| 15 | ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως, οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. |
| 16 | νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου, νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον. |
| 17 | τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν, μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης. 17a ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται. 17b ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· 17c ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ. |
| 18 | πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη. |
| 19 | κρείσσων πραύθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. |
| 20 | συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός. |
| 21 | τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται. |
| 22 | πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. |
| 23 | καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην. |
| 24 | κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς. |
| 25 | εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. |
| 26 | ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν, ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. |
| 27 | ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. |
| 28 | ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους. |
| 29 | ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς. |
| 30 | στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά, οὗτος κάμινός ἐστιν κακίας. |
| 31 | στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. |
| 32 | κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ, ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν. |
| 33 | εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ κυρίου πάντα τὰ δίκαια. |