| 1 | υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. |
| 2 | ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. |
| 3 | ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν. |
| 4 | ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. |
| 5 | λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν. |
| 6 | δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. |
| 7 | εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. |
| 8 | λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. |
| 9 | φῶς δικαίοις διὰ παντός, φῶς δὲ ἀσεβῶν σβέννυται. 9a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν. |
| 10 | κακὸς μεθ᾿ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί. |
| 11 | ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετ᾿ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτίρει καὶ κιχρᾷ. |
| 12 | κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή. |
| 13 | ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ᾿ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει. 13a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν, οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ. |
| 14 | νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. |
| 15 | σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ. |
| 16 | πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. |
| 17 | βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν. |
| 18 | πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται. |
| 19 | ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. |
| 20 | ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. |
| 21 | ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά. |
| 22 | ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν. |
| 23 | δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. |
| 24 | ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. |
| 25 | δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. |