| 1 | ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. |
| 2 | οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. |
| 3 | ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. |
| 4 | . |
| 5 | δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. |
| 6 | δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι. |
| 7 | τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. |
| 8 | δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. |
| 9 | ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. |
| 10 | ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις, |
| 11 | στόμασιν δὲ ἀσεβῶν κατεσκάφη. |
| 12 | μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει. |
| 13 | ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα. |
| 14 | οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. |
| 15 | πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας. |
| 16 | γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. |
| 17 | τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων. |
| 18 | ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας. |
| 19 | υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. |
| 20 | βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. |
| 21 | χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν. |
| 22 | ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος. |
| 23 | ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. |
| 24 | εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν, εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. |
| 25 | ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. |
| 26 | ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. |
| 27 | τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν. |
| 28 | ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται· ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. |
| 29 | ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. |
| 30 | ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. |
| 31 | εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; |