| 1 | Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. |
| 2 | Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων. |
| 3 | Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. |
| 4 | Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ᾿ ἐμὲ ἀγάπην. |
| 5 | στηρίσατέ με ἐν ἀμόραις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. |
| 6 | εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με. |
| 7 | ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. |
| 8 | Φωνὴ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς. |
| 9 | ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ. ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων ἐκκύπτων διὰ τῶν δικτύων. |
| 10 | ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι Ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, |
| 11 | ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, |
| 12 | τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακεν, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, |
| 13 | ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, |
| 14 | καὶ ἐλθὲ σύ, περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος, δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. |
| 15 | Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. |
| 16 | Ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, |
| 17 | ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀπόστρεψον ὁμοιώθητι σύ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων. |