| 1 | Μνήσθητι, κύριε, ὅ τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν. |
| 2 | κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις. |
| 3 | ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι. |
| 4 | ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν. |
| 5 | ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν. |
| 6 | Αἴγυπτος ἔδωκεν χεῖρα, Ασσουρ εἰς πλησμονὴν αὐτῶν. |
| 7 | οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν. |
| 8 | δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν. |
| 9 | ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου. |
| 10 | τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ. |
| 11 | γυναῖκας ἐν Σιων ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ιουδα. |
| 12 | ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν. |
| 13 | ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν. |
| 14 | καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν. |
| 15 | κατέλυσεν χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν. |
| 16 | ἔπεσεν ὁ στέφανος τῆς κεφαλῆς ἡμῶν· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν. |
| 17 | περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν· |
| 18 | ἐπ᾿ ὄρος Σιων, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ. |
| 19 | σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν. |
| 20 | ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν; |
| 21 | ἐπίστρεψον ἡμᾶς, κύριε, πρὸς σέ, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν. |
| 22 | ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ᾿ ἡμᾶς ἕως σφόδρα. |