| 1 | Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ᾿ ἐμέ· |
| 2 | παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς, |
| 3 | πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν. |
| 4 | Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν· |
| 5 | ἀνῳκοδόμησεν κατ᾿ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν, |
| 6 | ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος. |
| 7 | Ἀνῳκοδόμησεν κατ᾿ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου· |
| 8 | καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου· |
| 9 | ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν. |
| 10 | Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις· |
| 11 | κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠφανισμένην· |
| 12 | ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος. |
| 13 | Εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ· |
| 14 | ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν· |
| 15 | ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς. |
| 16 | Καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν· |
| 17 | καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαθόμην ἀγαθὰ |
| 18 | καὶ εἶπα Ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου. |
| 19 | Ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου· |
| 20 | μνησθήσεται καὶ καταδολεσχήσει ἐπ᾿ ἐμὲ ἡ ψυχή μου· |
| 21 | ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ. |
| 22 | . |
| 23 | . |
| 24 | . |
| 25 | Ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν |
| 26 | καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου. |
| 27 | ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ. |
| 28 | Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ᾿ ἑαυτῷ· |
| 29 | . |
| 30 | δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν. |
| 31 | Ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος· |
| 32 | ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ· |
| 33 | ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός. |
| 34 | Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς, |
| 35 | τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου, |
| 36 | καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν. |
| 37 | Τίς οὕτως εἶπεν, καὶ ἐγενήθη; κύριος οὐκ ἐνετείλατο, |
| 38 | ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν; |
| 39 | τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ; |
| 40 | Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως κυρίου· |
| 41 | ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ |
| 42 | Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης. |
| 43 | Ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐφείσω. |
| 44 | ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς, |
| 45 | καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν. |
| 46 | Διήνοιξαν ἐφ᾿ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν· |
| 47 | φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή· |
| 48 | ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου. |
| 49 | Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν, |
| 50 | ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ· |
| 51 | ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυ γατέρας πόλεως. |
| 52 | Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν, |
| 53 | ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ᾿ ἐμοί, |
| 54 | ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου· εἶπα Ἀπῶσμαι. |
| 55 | Ἐπεκαλεσάμην τὸ ὄνομά σου, κύριε, ἐκ λάκκου κατωτάτου· |
| 56 | φωνήν μου ἤκουσας Μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου. |
| 57 | εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην· εἶπάς μοι Μὴ φοβοῦ. |
| 58 | Ἐδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου· |
| 59 | εἶδες, κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου· |
| 60 | εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί. |
| 61 | Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ᾿ ἐμοῦ, |
| 62 | χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ᾿ ἐμοῦ ὅλην τὴν ἡμέραν, |
| 63 | καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλ μοὺς αὐτῶν. |
| 64 | Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, |
| 65 | ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχθον σου αὐτοῖς, |
| 66 | καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρα νοῦ, κύριε. |