| 1 | Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα. |
| 2 | καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα |
| 3 | καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης |
| 4 | καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός. |
| 5 | καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου· |
| 6 | ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ Ρουβην, |
| 7 | καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν, ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγηλ, |
| 8 | καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαιν ἐπὶ βορρᾶ, |
| 9 | καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων, καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ [αὕτη ἐστὶν πόλις Ιαριμ], |
| 10 | καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου, πόλιν Ιαριμ ἀπὸ βορρᾶ [αὕτη ἐστὶν Χασλων] καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα, |
| 11 | καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. |
| 12 | καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν. — |
| 13 | καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ [αὕτη ἐστὶν Χεβρων]. |
| 14 | καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ, τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα. |
| 15 | καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ· τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων. |
| 16 | καὶ εἶπεν Χαλεβ Ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα. |
| 17 | καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. |
| 18 | καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι; |
| 19 | καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με· δός μοι τὴν Γολαθμαιν. καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω. — |
| 20 | αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ιουδα. |
| 21 | Ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ᾿ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ |
| 22 | καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ |
| 23 | καὶ Καδης καὶ Ασοριωναιν |
| 24 | καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν |
| 25 | καὶ αἱ πόλεις Ασερων [αὕτη Ασωρ] |
| 26 | καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα |
| 27 | καὶ Σερι καὶ Βαιφαλαδ |
| 28 | καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν, |
| 29 | Βαλα καὶ Βακωκ καὶ Ασομ |
| 30 | καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα |
| 31 | καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ |
| 32 | καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ, πόλεις κθ καὶ αἱ κῶμαι αὐτῶν. |
| 33 | Ἐν τῇ πεδινῇ· Ασταωλ καὶ Ραα καὶ Ασσα |
| 34 | καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι |
| 35 | καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα |
| 36 | καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν· |
| 37 | Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ |
| 38 | καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ |
| 39 | καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα |
| 40 | καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως |
| 41 | καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν, πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν· |
| 42 | Λεμνα καὶ Ιθακ |
| 43 | καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ |
| 44 | καὶ Κειλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν· |
| 45 | Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν· |
| 46 | ἀπὸ Ακκαρων Γεμνα καὶ πᾶσαι, ὅσαι εἰσὶν πλησίον Ασηδωθ, καὶ αἱ κῶμαι αὐτῶν· |
| 47 | Ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει. |
| 48 | Καὶ ἐν τῇ ὀρεινῇ· Σαμιρ καὶ Ιεθερ καὶ Σωχα |
| 49 | καὶ Ρεννα καὶ Πόλις γραμμάτων [αὕτη Δαβιρ] |
| 50 | καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ |
| 51 | καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· |
| 52 | Αιρεμ καὶ Ρεμνα καὶ Σομα |
| 53 | καὶ Ιεμαιν καὶ Βαιθαχου καὶ Φακουα |
| 54 | καὶ Ευμα καὶ πόλις Αρβοκ [αὕτη ἐστὶν Χεβρων] καὶ Σωρθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν· |
| 55 | Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν |
| 56 | καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναιμ |
| 57 | καὶ Γαβαα καὶ Θαμναθα, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν· |
| 58 | Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων |
| 59 | καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· 59a Θεκω καὶ Εφραθα [αὕτη ἐστὶν Βαιθλεεμ] καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεθηρ καὶ Μανοχω, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· |
| 60 | Καριαθβααλ [αὕτη ἡ πόλις Ιαριμ] καὶ Σωθηβα, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν· |
| 61 | καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα |
| 62 | καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν. |
| 63 | Καὶ ὁ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης. |