| 1 | Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων |
| 2 | Εἰπὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσίν μοι· ἐγὼ κύριος. |
| 3 | εἰπὸν αὐτοῖς Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾿ αὐτῷ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ᾿ ἐμοῦ· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. |
| 4 | καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ ἢ γονορρυής, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς ἢ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, |
| 5 | ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιανεῖ αὐτόν, ἢ ἐπ᾿ ἀνθρώπῳ, ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ, |
| 6 | ψυχή, ἥτις ἂν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι· |
| 7 | καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος ἐστὶν αὐτοῦ. |
| 8 | θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται μιανθῆναι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ κύριος. |
| 9 | καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσιν δι᾿ αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι᾿ αὐτά, ἐὰν βεβηλώσωσιν αὐτά· ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς. — |
| 10 | καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια. |
| 11 | ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου, οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ. |
| 12 | καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται. |
| 13 | καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη, σπέρμα δὲ μὴ ἦν αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται. καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ᾿ αὐτῶν. |
| 14 | καὶ ἄνθρωπος, ὃς ἂν φάγῃ ἅγια κατὰ ἄγνοιαν, καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ᾿ αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον. |
| 15 | καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ισραηλ, ἃ αὐτοὶ ἀφαιροῦσιν τῷ κυρίῳ, |
| 16 | καὶ ἐπάξουσιν ἐφ᾿ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς. |
| 17 | Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων |
| 18 | Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ισραηλ ἢ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσιν τῷ θεῷ εἰς ὁλοκαύτωμα, |
| 19 | δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων καὶ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν. |
| 20 | πάντα, ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ, οὐ προσάξουσιν κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. |
| 21 | καὶ ἄνθρωπος, ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ κυρίῳ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰς δεκτόν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ. |
| 22 | τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λιχῆνας ἔχοντα, οὐ προσάξουσιν ταῦτα τῷ κυρίῳ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ᾿ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ κυρίῳ. |
| 23 | καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον, σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. |
| 24 | θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε. |
| 25 | καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς, οὐ δεχθήσεται ταῦτα ὑμῖν. |
| 26 | Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων |
| 27 | Μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα κυρίῳ. |
| 28 | καὶ μόσχον ἢ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ. |
| 29 | ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ, εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό· |
| 30 | αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωί· ἐγώ εἰμι κύριος. |
| 31 | Καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς. |
| 32 | καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς |
| 33 | ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός, ἐγὼ κύριος. |