| 1 | Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός. |
| 2 | ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. |
| 3 | φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν· |
| 4 | πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· |
| 5 | καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ· ὅτι κύριος ἐλάλησεν. |
| 6 | φωνὴ λέγοντος Βόησον· καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· |
| 7 | ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν, |
| 8 | τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα. |
| 9 | ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιων· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ιερουσαλημ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ιουδα Ἰδοὺ ὁ θεὸς ὑμῶν. |
| 10 | ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας, ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. |
| 11 | ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. |
| 12 | Τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; |
| 13 | τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν; |
| 14 | ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; |
| 15 | εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· |
| 16 | ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, |
| 17 | καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν. |
| 18 | τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; |
| 19 | μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν; |
| 20 | ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται. |
| 21 | οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; |
| 22 | ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, |
| 23 | ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. |
| 24 | οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ᾿ αὐτοὺς καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα ἀναλήμψεται αὐτούς. |
| 25 | νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. |
| 26 | ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ᾿ ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. |
| 27 | Μὴ γὰρ εἴπῃς, Ιακωβ, καὶ τί ἐλάλησας, Ισραηλ Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν ἀφεῖλεν καὶ ἀπέστη; |
| 28 | καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; θεὸς αἰώνιος ὁ θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ· |
| 29 | διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. |
| 30 | πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· |
| 31 | οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ πεινάσουσιν. |