| 1 | Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. |
| 2 | καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία, ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει. |
| 3 | φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. |
| 4 | ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς. |
| 5 | ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαθήκην αἰώνιον. |
| 6 | διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. |
| 7 | πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. |
| 8 | πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας. |
| 9 | ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν. |
| 10 | ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. |
| 11 | ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς. |
| 12 | καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. |
| 13 | ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρύγητος. |
| 14 | οὗτοι φωνῇ βοήσονται, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου. ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης· |
| 15 | διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται Κύριε ὁ θεὸς Ισραηλ. |
| 16 | ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον. |
| 17 | φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ᾿ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς· |
| 18 | καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος, ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. |
| 19 | ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ· |
| 20 | ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ ὡς ὁ μεθύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι, κατίσχυσεν γὰρ ἐπ᾿ αὐτῆς ἡ ἀνομία. |
| 21 | καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς· |
| 22 | καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. |
| 23 | καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. |