| 1 | νυνὶ δὲ κατεγέλασάν μου, ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει, ὧν ἐξουδένουν πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. |
| 2 | καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; ἐπ αὐτοὺς ἀπώλετο συντέλεια |
| 3 | ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος· οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν, |
| 4 | οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. |
| 5 | ἐπανέστησάν μοι κλέπται, |
| 6 | ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν· |
| 7 | ἀνὰ μέσον εὐήχων βοήσονται· οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο, |
| 8 | ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. |
| 9 | νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν· |
| 10 | ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. |
| 11 | ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. |
| 12 | ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ᾿ ἐμὲ τρίβους ἀπ᾿ ωλείας αὐτῶν. |
| 13 | ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσεν γάρ μου τὴν στολήν· |
| 14 | βέλεσιν αὐτοῦ κατηκόντισέν με, κέχρηταί μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. |
| 15 | ἐπιστρέφονται δέ μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. |
| 16 | καὶ νῦν ἐπ᾿ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν· |
| 17 | νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται, τὰ δὲ νεῦρά μου διαλέλυται. |
| 18 | ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με. |
| 19 | ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς· |
| 20 | κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου, ἔστησαν καὶ κατενόησάν με· |
| 21 | ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας· |
| 22 | ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. |
| 23 | οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει· οἰκία γὰρ παντὶ θνητῷ γῆ. |
| 24 | εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. |
| 25 | ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. |
| 26 | ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. |
| 27 | ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας. |
| 28 | στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. |
| 29 | ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. |
| 30 | τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. |
| 31 | ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. |