| 1 | Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ |
| 2 | Ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν, |
| 3 | ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν, |
| 4 | μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. |
| 5 | μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω· οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν. |
| 6 | δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. |
| 7 | οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ᾿ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρα νόμων. |
| 8 | καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται; |
| 9 | ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης |
| 10 | μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; |
| 11 | ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ κυρίου· ἅ ἐστιν παρὰ παντοκράτορι, οὐ ψεύσομαι. |
| 12 | ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. |
| 13 | αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ᾿ αὐτούς. |
| 14 | ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν· |
| 15 | οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν, χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει. |
| 16 | ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, |
| 17 | ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. |
| 18 | ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. |
| 19 | πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν. |
| 20 | συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος· |
| 21 | ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. |
| 22 | καὶ ἐπιρρίψει ἐπ᾿ αὐτὸν καὶ οὐ φείσεται· ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται· |
| 23 | κροτήσει ἐπ᾿ αὐτοῦ χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. |