| 1 |
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
|
| 2 |
Καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ;
|
| 3 |
εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ᾿ αὐτὸν πᾶν σκεῦος;
|
| 4 |
πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ᾿ ἐνιαυτὸν κάθαρσιν ἀπ᾿ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;
|
| 5 |
οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔσται ἔτι εἰς ἐργασίαν;
|
| 6 |
διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ιερουσαλημ.
|
| 7 |
καὶ δώσω τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς.
|
| 8 |
καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθ᾿ ὧν παρέπεσον παραπτώματι, λέγει κύριος.
|
Можно выделить стих, нажав на его номер. Работает
Shift
и
Ctrl