| 1 |
Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκια βασιλέως Ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν.
|
| 2 |
καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις.
|
| 3 |
καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ, Ναργαλασαρ καὶ Σαμαγωθ καὶ Ναβουσαχαρ καὶ Ναβουσαρις καὶ Ναγαργασνασερ Ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος·
|
| 4 |
.
|
| 5 |
.
|
| 6 |
.
|
| 7 |
.
|
| 8 |
.
|
| 9 |
.
|
| 10 |
.
|
| 11 |
.
|
| 12 |
.
|
| 13 |
.
|
| 14 |
καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ιερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαφαν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ.
|
| 15 |
Καὶ πρὸς Ιερεμιαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων
|
| 16 |
Πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰθίοπα Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά·
|
| 17 |
καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.
|
| 18 |
ὅτι σῴζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα, ὅτι ἐπεποίθεις ἐπ᾿ ἐμοί, φησὶν κύριος.
|
Можно выделить стих, нажав на его номер. Работает
Shift
и
Ctrl