| 1 | Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ, |
| 2 | οἳ ἦλθον μετὰ Ζοροβαβελ· Ἰησοῦς, Νεεμιας, Σαραιας, Ρεελιας, Μαρδοχαιος, Βαλασαν, Μασφαρ, Βαγουι, Ρεουμ, Βαανα. ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ· |
| 3 | υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο. |
| 4 | υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο. |
| 5 | υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε. |
| 6 | υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο. |
| 7 | υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. |
| 8 | υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε. |
| 9 | υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα. |
| 10 | υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο. |
| 11 | υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς. |
| 12 | υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο. |
| 13 | υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ. |
| 14 | υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ. |
| 15 | υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες. |
| 16 | υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ. |
| 17 | υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς. |
| 18 | υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο. |
| 19 | υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς. |
| 20 | υἱοὶ Γαβερ ἐνενήκοντα πέντε. |
| 21 | υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς. |
| 22 | υἱοὶ Νετωφα πεντήκοντα ἕξ. |
| 23 | υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ. |
| 24 | υἱοὶ Ασμωθ τεσσαράκοντα δύο. |
| 25 | υἱοὶ Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς. |
| 26 | υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς. |
| 27 | ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο. |
| 28 | ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς. |
| 29 | υἱοὶ Ναβου πεντήκοντα δύο. |
| 30 | υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ. |
| 31 | υἱοὶ Ηλαμ — αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. |
| 32 | υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι. |
| 33 | υἱοὶ Λοδ, Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε. |
| 34 | υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε. |
| 35 | υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα. — |
| 36 | καὶ οἱ ἱερεῖς· υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς. |
| 37 | υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο. |
| 38 | υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. |
| 39 | υἱοὶ Ηρεμ χίλιοι ἑπτά. — |
| 40 | καὶ οἱ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες. |
| 41 | οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ. |
| 42 | υἱοὶ τῶν πυλωρῶν· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβαου, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. — |
| 43 | οἱ ναθιναῖοι· υἱοὶ Σουια, υἱοὶ Ασουφε, υἱοὶ Ταβαωθ, |
| 44 | υἱοὶ Κηραος, υἱοὶ Σωηα, υἱοὶ Φαδων, |
| 45 | υἱοὶ Λαβανω, υἱοὶ Αγαβα, υἱοὶ Ακαβωθ, |
| 46 | υἱοὶ Αγαβ, υἱοὶ Σαμαλαι, υἱοὶ Αναν, |
| 47 | υἱοὶ Κεδελ, υἱοὶ Γαερ, υἱοὶ Ρεηα, |
| 48 | υἱοὶ Ρασων, υἱοὶ Νεκωδα, υἱοὶ Γαζεμ, |
| 49 | υἱοὶ Ουσα, υἱοὶ Φαση, υἱοὶ Βασι, |
| 50 | υἱοὶ Ασενα, υἱοὶ Μαωνιμ, υἱοὶ Ναφισων, |
| 51 | υἱοὶ Βακβουκ, υἱοὶ Ακιφα, υἱοὶ Αρουρ, |
| 52 | υἱοὶ Βασαλωθ, υἱοὶ Μαουδα, υἱοὶ Αρησα, |
| 53 | υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θεμα, |
| 54 | υἱοὶ Νασουε, υἱοὶ Ατουφα. |
| 55 | υἱοὶ Αβδησελμα· υἱοὶ Σατι, υἱοὶ Ασεφηραθ, υἱοὶ Φαδουρα, |
| 56 | υἱοὶ Ιεηλα, υἱοὶ Δαρκων, υἱοὶ Γεδηλ, |
| 57 | υἱοὶ Σαφατια, υἱοὶ Ατιλ, υἱοὶ Φαχεραθ — ασεβωιν, υἱοὶ Ημι. |
| 58 | πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο. — |
| 59 | καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ, Θελαρησα, Χαρουβ, Ηδαν, Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν· |
| 60 | υἱοὶ Δαλαια, υἱοὶ Βουα, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι πεντήκοντα δύο. |
| 61 | καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων· υἱοὶ Χαβια, υἱοὶ Ακους, υἱοὶ Βερζελλαι, ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν· |
| 62 | οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ, καὶ οὐχ εὑρέθησαν· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας, |
| 63 | καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις. — |
| 64 | πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα |
| 65 | χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι· |
| 66 | ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε, |
| 67 | κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. — |
| 68 | καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· |
| 69 | ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργύριον, μναῖ πεντακισχίλιαι, καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν. — |
| 70 | καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν. |