| 1 | Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων |
| 2 | Ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ᾿ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ. |
| 3 | καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ᾿ ἀνατολὰς τάγμα παρεμβολῆς Ιουδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ· |
| 4 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. |
| 5 | καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ισσαχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ· |
| 6 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 7 | καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλων, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων· |
| 8 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 9 | πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν· πρῶτοι ἐξαροῦσιν. |
| 10 | Τάγμα παρεμβολῆς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ· |
| 11 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 12 | καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεων, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι· |
| 13 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. |
| 14 | καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γαδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ· |
| 15 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. |
| 16 | πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν· δεύτεροι ἐξαροῦσιν. — |
| 17 | καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβάλλουσιν, οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ᾿ ἡγεμονίαν. |
| 18 | Τάγμα παρεμβολῆς Εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ· |
| 19 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 20 | καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασση, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ· |
| 21 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι. |
| 22 | καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμιν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι· |
| 23 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 24 | πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν· τρίτοι ἐξαροῦσιν. |
| 25 | Τάγμα παρεμβολῆς Δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι· |
| 26 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. |
| 27 | καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ασηρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν· |
| 28 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 29 | καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλι, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν· |
| 30 | δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 31 | πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν. |
| 32 | Αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ισραηλ κατ᾿ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. |
| 33 | οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ. |
| 34 | καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα, ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. |