| 1 | Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. |
| 2 | καὶ ὤρθρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης, καὶ ἐγένετο πᾶς ἀνήρ, ᾧ ἐγένετο κρίσις, ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ Ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν ὁ ἀνήρ Ἐκ μιᾶς φυλῶν Ισραηλ ὁ δοῦλός σου. |
| 3 | καὶ εἶπεν πρὸς αὐτὸν Αβεσσαλωμ Ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως· |
| 4 | καὶ εἶπεν Αβεσσαλωμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ᾿ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ, ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν; |
| 5 | καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. |
| 6 | καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν Ισραηλ. |
| 7 | Καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ Πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ κυρίῳ, ἐν Χεβρων· |
| 8 | ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς Ιερουσαλημ, καὶ λατρεύσω τῷ κυρίῳ. |
| 9 | καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρων. |
| 10 | καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαῖς Ισραηλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε Βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων. |
| 11 | καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα. |
| 12 | καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλα ἐν τῷ θυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν, καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ. |
| 13 | Καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ. |
| 14 | καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ᾿ αὐτοῦ τοῖς ἐν Ιερουσαλημ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ᾿ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης. |
| 15 | καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου. |
| 16 | καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον. |
| 17 | καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν. |
| 18 | καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ χεττι καὶ πᾶς ὁ φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ χερεθθι καὶ πᾶς ὁ φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι, ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως. |
| 19 | καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾿ ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου. |
| 20 | εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ᾿ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου; ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ᾿ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν. |
| 21 | καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου. |
| 22 | καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι Δεῦρο καὶ διάβαινε μετ᾿ ἐμοῦ· καὶ παρῆλθεν Εθθι ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾿ αὐτοῦ. |
| 23 | καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ. καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον. — |
| 24 | καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Αβιαθαρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως. |
| 25 | καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς· |
| 26 | καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ. |
| 27 | καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ Ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾿ ὑμῶν· |
| 28 | ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν αραβωθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾿ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι. |
| 29 | καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ. |
| 30 | καὶ Δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος, καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες. — |
| 31 | καὶ ἀνηγγέλη Δαυιδ λέγοντες Καὶ Αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλωμ· καὶ εἶπεν Δαυιδ Διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ, κύριε ὁ θεός μου. |
| 32 | καὶ ἦν Δαυιδ ἐρχόμενος ἕως τοῦ Ροως, οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. |
| 33 | καὶ εἶπεν αὐτῷ Δαυιδ Ἐὰν μὲν διαβῇς μετ᾿ ἐμοῦ, καὶ ἔσῃ ἐπ᾿ ἐμὲ εἴς βάσταγμα· |
| 34 | καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Αβεσσαλωμ Διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ. |
| 35 | καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερεῖς, καὶ ἔσται πᾶν ῥῆμα, ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαθαρ τοῖς ἱερεῦσιν· |
| 36 | ἰδοὺ ἐκεῖ μετ᾿ αὐτῶν δύο υἱοὶ αὐτῶν, Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναθαν υἱὸς τῷ Αβιαθαρ, καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα, ὃ ἐὰν ἀκούσητε. |
| 37 | καὶ εἰσῆλθεν Χουσι ὁ ἑταῖρος Δαυιδ εἰς τὴν πόλιν, καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ. — |