| 1 | Καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως |
| 2 | Ὦ ἄνδρες, οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς; |
| 3 | ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν, ὃ ἐὰν εἴπῃ αὐτοῖς, ἐνακούουσιν. |
| 4 | ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους. |
| 5 | φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ὅσα ἐὰν προνομεύσωσιν, καὶ τὰ ἄλλα πάντα. |
| 6 | καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ. |
| 7 | καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν· |
| 8 | εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν· |
| 9 | εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν φυτεῦσαι, φυτεύουσιν. |
| 10 | καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν. |
| 11 | πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει, αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ οὐδὲ παρακούουσιν αὐτοῦ. |
| 12 | ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεύς, ὅτι οὕτως ἐπακουστός ἐστιν; καὶ ἐσίγησεν. |
| 13 | Ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας — οὗτός ἐστιν Ζοροβαβελ — ἤρξατο λαλεῖν |
| 14 | Ἄνδρες, οὐ μέγας ὁ βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ ὁ οἶνος ἰσχύει; τίς οὖν ὁ δεσπόζων αὐτῶν ἢ τίς ὁ κυριεύων αὐτῶν; οὐχ αἱ γυναῖκες; |
| 15 | αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν, ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς· |
| 16 | καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελῶνας, ἐξ ὧν ὁ οἶνος γίνεται. |
| 17 | καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν. |
| 18 | ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, |
| 19 | καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον. |
| 20 | ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει, ὃς ἐξέθρεψεν αὐτόν, καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται· |
| 21 | καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν. |
| 22 | καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχθεῖτε καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε; |
| 23 | καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς· |
| 24 | καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει, καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει. |
| 25 | καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα· |
| 26 | καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι᾿ αὐτάς, |
| 27 | καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας. |
| 28 | καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ; |
| 29 | ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως |
| 30 | καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ. |
| 31 | καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν· καὶ ἐὰν προσγελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπ᾿ αὐτόν, κολακεύει αὐτήν, ὅπως διαλλαγῇ αὐτῷ. |
| 32 | ὦ ἄνδρες, πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες, ὅτι οὕτως πράσσουσιν; |
| 33 | καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἐνέβλεπον ἕτερος πρὸς τὸν ἕτερον. — |
| 34 | καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας Ἄνδρες, οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ, καὶ ὑψηλὸς ὁ οὐρανός, καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ. |
| 35 | οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. |
| 36 | πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστιν μετ᾿ αὐτοῦ ἄδικον οὐθέν. |
| 37 | ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν, πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται. |
| 38 | ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
| 39 | καὶ οὐκ ἔστιν παρ᾿ αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς, καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον. |
| 40 | καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων. εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας. |
| 41 | καὶ ἐσιώπησεν τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησεν, καὶ τότε εἶπον Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει. |
| 42 | Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέθης σοφώτερος· καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ. |
| 43 | τότε εἶπεν τῷ βασιλεῖ Μνήσθητι τὴν εὐχήν, ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ, ᾗ τὸ βασίλειόν σου παρέλαβες, |
| 44 | καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι, ἃ ἐξεχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ. |
| 45 | καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν, ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι, ὅτε ἠρημώθη ἡ Ιουδαία ὑπὸ τῶν Χαλδαίων. |
| 46 | καὶ νῦν τοῦτό ἐστιν, ὅ σε ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὃ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν, ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου. — |
| 47 | τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ᾿ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ιερουσαλημ. |
| 48 | καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ᾿ αὐτοῦ τὴν πόλιν. |
| 49 | καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν, |
| 50 | καὶ πᾶσαν τὴν χώραν, ἣν κρατήσουσιν, ἀφορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα οἱ Ιδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ιουδαίων, |
| 51 | καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ᾿ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι, |
| 52 | καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ᾿ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν, ἄλλα τάλαντα δέκα κατ᾿ ἐνιαυτόν, |
| 53 | καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. |
| 54 | ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ. |
| 55 | καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι, |
| 56 | καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. |
| 57 | καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη, ἃ ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα, ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ. |
| 58 | Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων |
| 59 | Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. |
| 60 | εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων. |
| 61 | καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν. |
| 62 | καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν |
| 63 | ἀναβῆναι καὶ οἰκοδομῆσαι Ιερουσαλημ καὶ τὸ ἱερόν, οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ᾿ αὐτῷ, καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά. |