| 1 | Καὶ τὸ παιδάριον Σαμουηλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ηλι τοῦ ἱερέως· καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. |
| 2 | καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ηλι ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύνατο βλέπειν, |
| 3 | καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουηλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ θεοῦ, |
| 4 | καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ· καὶ εἶπεν Ἰδοὺ ἐγώ. |
| 5 | καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεφε κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν. |
| 6 | καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ· καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεφε κάθευδε· |
| 7 | καὶ Σαμουηλ πρὶν ἢ γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα κυρίου. |
| 8 | καὶ προσέθετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον, |
| 9 | καὶ εἶπεν Ἀνάστρεφε κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. |
| 10 | καὶ ἦλθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπεν Σαμουηλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. |
| 11 | καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. |
| 12 | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ηλι πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. |
| 13 | καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες θεὸν υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ᾿ οὕτως. |
| 14 | ὤμοσα τῷ οἴκῳ Ηλι Εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος. |
| 15 | καὶ κοιμᾶται Σαμουηλ ἕως πρωῒ καὶ ὤρθρισεν τὸ πρωῒ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου· καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ηλι. |
| 16 | καὶ εἶπεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον· καὶ εἶπεν Ἰδοὺ ἐγώ. |
| 17 | καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ᾿ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου. |
| 18 | καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ, καὶ εἶπεν Ηλι Κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει. |
| 19 | Καὶ ἐμεγαλύνθη Σαμουηλ, καὶ ἦν κύριος μετ᾿ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. |
| 20 | καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τῷ κυρίῳ. |
| 21 | καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλωμ, ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ· καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ηλι πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου. |